khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:1 · narrative
Source
Σχόλια εἰς τὰς παροιμίας. ἀστερίσκος, ὀβελός. Ὅσοις οἱ ὀβελοὶ πρόσκεινται ῥητοῖς, οὗτοι οὐκ ἔκειντο οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὔτε ἐν τῷ ἑβραϊκῷ, ἀλλὰ παρὰ μόνοις τοῖς ο· καὶ ὅσοις οἱ ἀστερίσκοι πρόσκεινται ῥητοῖς, οὗτοι ἐν μὲν τῷ ἑβραϊκῷ καὶ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐφέροντο, ἐν δὲ τοῖς ο οὐκέτι· τὰ δὲ ἠστερισμένα ἐν ταὐτῷ καὶ ὠβελισμένα ῥητὰ φέρονται μὲν παρὰ τοῖς ο, φέρονται δὲ καὶ ἐν τῷ ἑβραϊκῷ καὶ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, τὴν θέσιν δὲ μόνην παραλλάσσουσιν οἱ λοιποὶ καὶ τὸ ἑβραϊκὸν παρὰ τοὺς ο· ὅθεν ὠβέλισται ἐν ταὐτῷ καὶ ἠστέρισται, ὡς παρὰ πᾶσι μὲν φερόμενα, οὐκ ἐν τοῖς αὐτοῖς δὲ τόποις. Τὸ μὲν οὖν βιβλίον ἔχει κατὰ τὴν θέσιν καὶ ἀκολουθίαν τῶν ο, σεσημείωται δὲ καὶ ἡ ἀκολουθία τῶν λοιπῶν, ὡς κεῖνται παρ' αὐτοῖς τὰ ῥητά· καὶ ὅπου μὲν ἐν ὀλίγοις ῥητοῖς ἐγένετο αὐτοῖς ἡ ἐναλλαγή, δήλη ἐστὶν αὐτόθεν ἐκ τῶν παρακειμένων σημείων· ὅπου δὲ ἐν πλείοσιν, ἥτις καὶ ἐσχάτη ἐστίν, ταύτην ἔχει παρὰ τοῖς λοιποῖς τὴν ἀκολουθίαν· μετὰ τὸ Τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται, συνάπτουσι Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν, ἕως Καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς· εἶτα Αὗται αἱ παιδεῖαι σολομῶντος, ἕως Βδέλυγμα ( βδέλλ.) δὲ ἀνόμῳ κατευθύνουσα ὁδός· εἶτα Λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, ἕως Καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων· εἶτα Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἕως Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ· εἶτα Γυναῖκα ἀνδρείαν ( εῖαν) τίς εὑρήσει. ταῦτα δὲ παρεθήκαμεν ἵνα μὴ ἐμπίπτοντος τοιούτου ἀντιγράφου δόξῃ τὸ βιβλίον ἐσφάλθαι. οἱ λοιποὶ Τὰς δὲ τιμωρίας·
English
Scholia on the Proverbs. The asterisk, the obelus. Those passages to which obeli are attached were not found either in the other translators or in the Hebrew, but only in the Seventy; and those passages to which asterisks are attached were found in the Hebrew and the other translators, but no longer in the Seventy. But passages that are both asterisked and obelized are found in the Seventy, and are also found in the Hebrew and in the other translators, but the others and the Hebrew differ from the Seventy only in position; therefore they are both obelized and asterisked at the same time, as being found in all, but not in the same places. The book, then, follows the position and order of the Seventy, but the order of the others is also marked, as the passages stand among them; and where the change occurred among them in few passages, it is clear from the signs placed alongside; but where it occurred in more, which is also the last, it has this order among the others: after "But who will know the punishments of both," they join "But these things I say to you who are wise, to understand," as far as "And your want like a good runner"; then "These are the instructions of Solomon," as far as "But an abomination to the lawless is a way that is straight"; then "A son that keeps the word shall be outside destruction," as far as "And their poor from among men"; then "The leech had three daughters," as far as "But judge the poor and the weak"; then "A valiant woman who shall find?" And these things we have set down so that, when such a copy falls in, the book may not seem to have erred. The others: "But the punishments.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:2 · narrative
Source
εἶτα Ταῦτα λέγω, ἕως Καὶ ἡ ἔνδειά σου· εἶτα Αὗται αἱ παιδεῖαι, ἕως Βδέλυγμα ( βδέλλ.) δὲ ἀνόμῳ· εἶτα Λόγον φυλασσόμενος, ἕως Καὶ τοὺς πένητας· εἶτα Τῇ βδέλλῃ τρεῖς, ἕως Διάκρινε δέ· εἶτα Γυναῖκα ἀνδρείαν. Εὐαγρίου σχόλιον. Εἰσὶν ὅσα προτεταγμένον ἔχουσι τὸν ἀριθμὸν ὧδε, ὅσα ὠριγένην ἐπιγεγραμμένον ἔχει τούτῳ τῷ μονοσυλλάβῳ ω6ρ6· εἰσὶ δὲ μάλιστα ἐν τῷ ἰώβ· ὅσα δὲ περὶ διαφωνίας ῥητῶν τινῶν τῶν ἐν τῷ ἐδαφίῳ ἢ ἐκδόσεών ἐστιν σχόλια, ἅπερ καὶ κάτω νενευκυῖαν περιεστιγμένην ὄχει προτεταγμένην, τῶν ἀντιβεβληκότων τὸ βιβλίον ἐστίν· ὅσα δὲ ἀμφιβόλως ἔξω κείμενα ῥητὰ ἔξω νενευκυῖαν περιεστιγμένην ἔχει προτεταγμένην, διὰ τὰ σχόλια προσετέθησαν κατ' αὐτὰ τοῦ μεγάλου εἰρηκότος διδασκάλου, ἵνα μὴ δόξῃ κατὰ κενοῦ τὸ σχόλιον φέρεσθαι, ἐν πολλοῖς μὲν τῶν ἀντιγράφων τῶν ῥητῶν οὕτως ἐχόντων, ἐν τούτῳ δὲ μὴ οὕτως κειμένων ἢ μηδ' ὅλως φερομένων καὶ διὰ τοῦτο προστεθέντων. α Παροιμία. παροιμία ἐστὶν λόγος δι' αἰσθητῶν πραγμάτων σημαίνων πράγματα νοητά. β Βασιλεία Ἰσραήλ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ τοῦ θεοῦ καὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους, ἢ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. τούτου χάριν φησίν· Ἐβασίλευσεν ἐν Ἰσραὴλ τοῦ γνῶναι παιδείαν καὶ σοφίαν. καὶ σοφία μέν ἐστιν γνῶσις σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν τούτοις θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία δέ ἐστιν μετριοπάθεια παθῶν, περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη. δ Τὸ κρίμα κατευθύνειν, ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον δηλοῖ.
English
Then These things I say, until And thy want; then These disciplines, until But an abomination (leech) to the lawless; then A word kept, until And the poor; then To the leech three, until But discern; then A valiant woman. A scholium of Evagrius. Those passages that have the number placed before them are of this kind, as many as have the name of Origen inscribed with this monosyllable ω6ρ6; and they are chiefly in Job. But those scholia that concern the disagreement of certain passages in the text or of editions, which also have a downward-slanting obelus placed before them, belong to those who collated the book. But those passages that are placed outside as doubtful have an outward-slanting obelus placed before them; they were added on account of the scholia, since the great teacher spoke in accordance with them, so that the scholium might not seem to be brought forward to no purpose—in many of the copies the passages being thus, but in this one not being so placed or not being transmitted at all, and for this reason having been added. 1. A proverb. A proverb is a saying that signifies intelligible things through perceptible things. 2. The kingdom of Israel is spiritual knowledge containing the accounts concerning God and incorporeals and bodies and judgment and providence, or revealing the contemplation concerning ethics and physics and theology. For this reason he says: He reigned in Israel to know discipline and wisdom. And wisdom is knowledge of bodies and incorporeals and of the judgment and providence contemplated in them; but discipline is the moderation of passions, contemplated in the passionate or irrational part of the soul. 4. To direct judgment: it indicates that the criterion is upright and undistorted.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:3 · narrative
Source
τρία δὲ κριτήρια ἐν ἡμῖν, αἴσθησις, λόγος, νοῦς· καὶ αἴσθησις μὲν τῶν αἰσθητῶν· λόγος δὲ ὀνομάτων καὶ ῥημάτων καὶ τῶν λεγομένων· νοῦς δὲ τῶν νοητῶν. α Ὥσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά· διόπερ καὶ αἰσθήσεως αὐτὰς λόγον ἐπέχειν ὁ σοφὸς Σολομὼν ἡμᾶς διδάσκει. β Οἱ κτώμενοι κακίαν ἐξουθενήσουσιν σοφίαν καὶ παιδείαν·
λόγῳ δὲ ὡς οἶμαι οὐδεὶς ἐξουθενεῖ σοφίαν καὶ παιδείαν. γ Ὥσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω καὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν. αὕτη γὰρ ἡ συνήθεια τοῦ πνεύματος τοῦ ἁγίου, πολλοῖς ὀνόμασιν ὀνομάζειν τὸν θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ τὸν νοῦν καὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν, καὶ τὴν κακίαν καὶ τὴν ἀγνωσίαν, καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ. οὐχ ἁπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὥς τινες οἴονται· διαφόρων γὰρ ἐνεργειῶν εἰσὶν γνωρίσματα, θεοῦ δὲ διὰ τῶν ἀγγέλων ἐν ἡμῖν ἐνεργοῦντος καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων δὲ πρὸς ἡμᾶς καὶ ἡμῶν πρὸς αὐτούς. δ Ἡ κτῆσις τοῦ δικαίου ἐστὶν σοφία καὶ σύνεσις καὶ φρόνησις· κτῆσαι γάρ φησιν σοφίαν, καὶ κτῆσαι σύνεσιν, καὶ ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν. καταλαμβάνονται δὲ τὴν κτῆσιν ταύτην οἱ ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων παρὰ θεῷ, ἵνα τυφλωθεὶς ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων. ε Τούτους σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμβάνοντες ἀπ' αὐτῶν τὴν τοῦ θεοῦ πανοπλίαν, τὴν περικεφαλαίαν καὶ τὸν θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ.
English
But there are three criteria within us: sense, reason, and intellect; and sense is of things sensible, reason of names and words and things spoken, and intellect of things intelligible. Just as through the senses the intellect applies itself to things sensible, so too through the virtues it surveys things intelligible; and for this reason the wise Solomon teaches us that the virtues hold the place of sense. Those who acquire vice will despise wisdom and instruction; but by reason, as I think, no one despises wisdom and instruction. Just as the head and the neck here signify the intellect, so too the crown and the collar here signify knowledge. For this is the habit of the Holy Spirit, to name God and his angels, and the intellect and virtue and knowledge, and vice and ignorance, and the devil himself and his angels, by many names. And it does not set down the names at random, as some suppose; for they are marks of different activities—of God working in us through his angels and of us in him, and of the demons toward us and of us toward them. The possession of the righteous man is wisdom and understanding and prudence; for he says, Get wisdom, and get understanding, and he who gets prudence loves himself. But the impious seize this possession, persuading the righteous man to do something forbidden by God, so that the intellect, blinded by sin, may fall away from these holy possessions. Those whom the demons conquer they despoil, taking from them the whole armor of God—the helmet and the breastplate and the sword of the spirit, which is the word of God.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:4 · narrative
Source
Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσίν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας ἀντιλαμβάνοντες. κοινὸν δέ ἐστιν ὃ μὴ τοῦ ἑνός ἐστι θεοῦ. Δίκτυόν ἐστιν κόλασις αἰώνιος παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπ' ἀπωλείᾳ τῶν κακῶς ἀπ' αὐτῶν ἐκφύντων πτερῶν. Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας· τοιαύτη δὲ καὶ ἡ ἔξοδος τῶν υἱῶν Ἰσραήλ, ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα. τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατείαν λέγει· Πλάτυνον γάρ φησιν τὸ στόμα σου, καὶ πληρώσω αὐτό· καὶ Πλατύνθητε δὴ καὶ ὑμεῖς, ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος. καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς ὑμνεῖται ἡ σοφία· ἐν δὲ τῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν παρρησίαν ἄγει. ἄκρον δὲ τεῖχος αὐτῆς τὴν ἄκραν ἀπάθειαν λέγει· εἴπερ οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυὶδ λέγων· Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ, τοῦτ' ἔστιν τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. πύλας δὲ δυναστῶν τὰς ἀρετὰς τῶν σοφῶν λέγει. Ἀνοίξατε γάρ μοί φησιν πύλας δικαιοσύνης· καὶ Οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. Πῶς οὖν ἔμπροσθέν φησιν Σολομών· Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται; ἢ τάχα οὕτως χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου καὶ ἐπὶ τῇ τοῦ λῃστοῦ ἀπωλείᾳ τοῦ πιστεύσαντος τῶ Χριστῷ· τοῦ μὲν γὰρ τὸν λῃστὴν ἡ σοφία, τοῦ δὲ τὸν τελώνην ἀπώλεσεν.
English
These are co-heirs of the adversaries, those who take up the same wickedness as they. And common is that which does not belong to the one God. A net is eternal punishment brought by the righteous judge upon unclean souls, for the destruction of the wings that grew badly from them. Now he calls "exodus" the soul that has gone out from wickedness and ignorance; such also is the exodus of the sons of Israel, the one that came to be after the generation from the judgment and teaching of God. The same soul he also calls "broad": "Widen," he says, "your mouth, and I will fill it"; and "Be widened also yourselves," Paul says in [his letter] to the Corinthians. And by the soul that goes out in this way, wisdom is hymned; but in the soul that is widened through the virtues, it brings forth boldness. And her outermost wall he calls the utmost impassibility, if indeed those who love the law wrap themselves in a wall; for which wall David also prays, saying, "Let the walls of Jerusalem be built," that is, the fallen things of such a soul, evidently from the pretext of Uriah. And "gates of rulers" he calls the virtues of the wise. For "Open to me," he says, "the gates of righteousness"; and "Rulers are passionate; let them not drink wine, lest having drunk they forget wisdom, and be in no way able to judge the weak rightly." How then does Solomon say earlier, "But he who rejoices at the one perishing will not be acquitted"? Or perhaps wisdom rejoices in this way, as it rejoiced at the destruction of Matthew the tax collector and at the destruction of the robber who believed in Christ; for wisdom destroyed the one as a robber, and the other as a tax collector.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:5 · narrative
Source
Πολιορκία ἐστὶν διδασκαλία ἠθική, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα. Εἰ ἐφ' ἡμῶν ἐστὶν θέλειν προσέχειν ταῖς τῆς σοφίας βουλαῖς καὶ μὴ θέλειν προσέχειν, γεγόναμεν αὐτεξούσιοι. ὅμοιον τούτῳ ἐστὶν καὶ τὸ Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων ἐστίν, οὕτως καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων καὶ δαιμόνων εἰσίν, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος. Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ. Οὗτος κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ, ὁ ποιῶν αὐτήν, εἴπερ καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται. Νῦν τὴν φωνὴν τὴν ἀπάθειαν τῆς ψυχῆς ὀνομάζει· αὕτη γὰρ πέφυκεν ἐπικαλεῖσθαι γνῶσιν θεοῦ. οὕτω καὶ ὁ Δαυὶδ λέγει· Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ πάλιν· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Τότε συνήσεις πῶς ὁ φόβος τοῦ κυρίου ἀρχὴ σοφίας ἐστίν, καὶ πῶς τῆς τοῦ θεοῦ
English
A siege is moral teaching, overthrowing the soul that has been badly built up. If it is in our power to wish to attend to the counsels of wisdom and not to wish to attend, we have become self-determining. Similar to this is also the saying, If you are willing and listen to me, you shall eat the good things of the land; but if you are not willing and do not listen to me, a sword shall devour you; for the mouth of the Lord has spoken these things. Just as infants are between the righteous and the unrighteous, so too all human beings are between angels and demons, being neither demons nor bearing the name of angels, until the consummation of the age. The impassible one is at rest without fear from every evil thought. This one hides the commandment of God—the one who does it—since even the demons are said to snatch it away by not permitting us to do it. Now he calls the voice the impassibility of the soul; for this is naturally inclined to invoke the knowledge of God. Thus also David says: With my voice I cried to the Lord, and again: Attend to the voice of my supplication. Then you will understand how the fear of the Lord is the beginning of wisdom, and how of the God
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:6 · narrative
Source
γνώσεως γίνεται πρόξενος. προϋπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνιέναι φόβον κυρίου· καὶ προσάξομέν γε ταῦτα τοῖς τὴν μὲν σοφίαν καὶ τὴν σύνεσιν ἐξουθενοῦσιν, καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν θεόν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα. Ἄξονας λέγει τὰς ἐντολὰς τοῦ θεοῦ τὰς ἀγούσας ἡμᾶς ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. καὶ ὁ Δαυὶδ φησίν· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην. Οἱ μὲν ἅγιοι ἄγγελοι πάντα λαλοῦσι πιστά· ἄνθρωποι δὲ τὰ μὲν πιστά, τὰ δὲ ἄπιστα· ὁ δὲ διάβολος οὐδὲν πιστὸν ἀντὶ τοῦ οὐ πίστεως ἄξιον. ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, εἴγε ἄνθρωπος πονηρὸς ἐπέσπειρε τὰ ζιζάνια. Εἰ ἡ βουλὴ ποιὰ νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; ὡς γὰρ περὶ ζώου λογικοῦ τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. ἢ νῦν κακὴν βουλὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο εἰπὼν τὸ Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. ἐπελάθετο δὲ καὶ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθ' ἣν καὶ ζηλωτὸς ἦν ἐν τοῖς ξύλοις τοῦ παραδείσου. Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ, καὶ οὕτως τρέχετε ἵνα καταλάβητε. Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, οὗτοι καταλαμβάνουσι τρίβους εὐθείας· Καὶ τὸ ἔλεός σου, φησίν, καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Οἱ μὲν ἐν ἀκακίᾳ, φησίν, μείναντες ὑπελείφθησαν ἐν τῇ γῇ, τοῦτ' ἔστιν ἐν τῇ γνώσει·
English
It becomes the cause of knowledge. But wisdom and understanding must exist beforehand, so as to be able to understand the fear of the Lord; and we shall apply these things to those who despise wisdom and understanding, yet wish to take refuge in fearing God, as though it were an easy matter. He calls the commandments of God "axles"—the commandments that lead us to the knowledge of God. And David says: For this reason I was upright toward all your commandments. The holy angels speak all things faithful; but humans speak some things faithful and some unfaithful; but the devil speaks nothing faithful, which means nothing worthy of faith. For he now calls the devil a "man," if indeed a wicked man sowed the tares. If counsel is a certain movement of the mind, how has it abandoned the teaching of youth? And how has it also forgotten the divine covenant? For he speaks to us of evil counsel as of a rational living being. Or he now calls the devil "evil counsel"; for he took evil counsel when he said, I will set my throne above the stars, I will be like the Most High. And he also forgot the divine knowledge, abandoning the teaching of his youth—which youth indicates his former state, in which he was also enviable among the trees of paradise. For he loves those who pursue righteousness, and so run that you may attain. As many as are attained by years of life, these attain straight paths; And your mercy, he says, shall pursue me all the days of my life. Those, he says, who remained in guilelessness were left behind in the land, that is, in the knowledge.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:7 · narrative
Source
οἱ δὲ διὰ κακίαν ἐκπεσόντες διὰ χρηστότητος πάλιν ἐπανελεύσονται Οὗτος ἐπιλανθάνεται νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος μέμνηται τοῦ νόμου, ὁ ζῶν κατ' αὐτόν· καὶ εἰ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ θεοῦ, ὁ ποιῶν αὐτά, οὗτος ἀπόλλυσιν αὐτά, ὁ μὴ βουλόμενος πράττειν αὐτά· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησίν, παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Μὴ ἐπαρθῇς, φησί, θεοῦ σοφίαν κτησάμενος· ὅτι δὲ τὴν τοῦ θεοῦ ἐνταῦθα λέγει σοφίαν καὶ αὐτὴν ἀνθρωπίνην, δι' ὧν ἐπιφέρει δείκνυσιν· Ἐν πάσαις γάρ φησιν ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου. Ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἐπιμελείας τύχωσιν, τὸ τηνικαῦτα ἐροῦσι Κύριε, τίς ὅμοιός σοι; Πάντα γάρ φησι τὰ ὀστᾶ μου ἐροῦσι Κύριε κύριε, τίς ὅμοιός σοι; ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς πάντως ἐρεῖ τὸ Ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τὸ Κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητικὴ Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου· ἐρεῖ δὲ καὶ ἡ λογιστικὴ τὸ Διελογισάμην ἡμέρας ἀρχαίας. κατὰ πάντα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. Ἔν τισιν ἀντιγράφοις κεῖται πλησμονὴ σίτου· οὐ κεῖται δὲ οὔτε εἰς τὸ ἑβραϊκὸν οὔτε παρὰ τοῖς ο τὸ σίτου. Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες, λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ποιούμενος θεωρήμασιν, ἀνεπίδεκτος γίνεται λογισμοῦ ἀκαθάρτου. Νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ·
English
But those who have fallen away through vice will come back again through goodness. He forgets the law who has not lived lawfully; he remembers the law who lives according to it; and if this man keeps the words of God, it is the one who does them; he destroys them who does not wish to practice them; for not the hearers of the law are righteous, he says, before God, but the doers of the law shall be justified. Be not lifted up, he says, having acquired the wisdom of God; but that he here calls the wisdom of God also human wisdom, he shows by what follows: In all your ways, he says, know her, that you may cut straight your ways. When the powers of the soul obtain careful attention, then they will say, Lord, who is like you? For all my bones, he says, will say, Lord, Lord, who is like you? For when the memory power of the soul has obtained careful attention, it will certainly say, I remembered God and was glad; and likewise the contemplative power will say, I considered your works and was amazed; and in the same way the desiring power will say, Lord, all my desire is before you; and the reasoning power will also say, I reasoned about ancient days. This will happen in accordance with all things also in the case of the other powers. In some copies there is written abundance of grain; but it is written neither in the Hebrew nor in those copies which have of grain. Against wisdom alone are the demons powerless, not being permitted to cast thoughts into the heart of the one who has been made wise; for the mind, being occupied with the contemplations of wisdom, becomes unreceptive of an unclean thought. A pure mind draws near to wisdom.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:8 · narrative
Source
ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ' αὐτῆς Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται, εἴπερ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς· εἰ δὲ τὸ δένδρον τῆς ζωῆς ἡ τοῦ θεοῦ σοφία ἐστίν, δικαίως ἅψασθαι κωλύεται τούτου τοῦ ξύλου· Εἰς γὰρ κακότεχνόν φησιν ψυχὴν σοφία οὐκ εἰσελεύσεται. Ὁ θεὸς τῇ μὲν σοφίᾳ τὴν γῆν ἐθεμελίωσεν, τῇ δὲ φρονήσει τοὺς οὐρανοὺς ἡτοίμασεν· διὰ δὲ τῆς αἰσθήσεως αὐτοῦ ἐρράγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐρρύησαν δρόσους. ἣν ἐνταῦθα γῆν εἶπεν, Παῦλος ὁ ἅγιος πλᾶτος ὠνόμασεν· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ, καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους ὀνομάζει βάθος, καὶ τὰ δεδροσωμένα νέφη μῆκος καλεῖ. ταῦτα δὲ πάντα λογικῶν ἐστὶ φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώμασι κατ' ἀναλογίαν. Τράχηλον τὴν ψυχὴν
εἶπεν τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ κυρίου. Πρόσκομμά ἐστι φύσεως λογικῆς λογισμὸς ἀκάθαρτος ἢ γνῶσις ψευδής.
English
But the unclean one will be removed far from her. From this tree, after the transgression, Adam is prevented from partaking, since the tree of life grows from the fruits of righteousness; and if the tree of life is the wisdom of God, he is justly prevented from touching this tree. For he says, Wisdom will not enter a soul that devises evil. God founded the earth by wisdom, and by understanding he prepared the heavens; and through his perception the abysses were broken open, and the clouds dripped with dew. What he here called earth, the holy Paul named breadth; and what are here called heavens, he in the letter to the Ephesians calls height; and what are figuratively called abysses he names depth; and the clouds that have dripped dew he calls length. All these things are symbols of rational natures, divided among worlds and bodies according to proportion. He called the soul that bore the yoke of the Lord a neck. A stumbling block of a rational nature is an unclean thought or false knowledge.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:9 · narrative
Source
Ἐντεῦθεν γινώσκομεν ὅτι ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας νύκτωρ ἡμῖν συμβαινούσας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραΰτης καὶ ἀοργησία καὶ μακροθυμία, καὶ ὅσα πέφυκε ταρασσόμενον καταστέλλειν θυμόν· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φαντάσματα εἴωθε γίνεσθαι. Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακόν. Ἄγνοια κυρίου ἐν ψυχαῖς ἀσεβῶν, γνῶσις δὲ θεοῦ ἐν ψυχῇ δικαίων. Ὥσπερ τοῖς ἀδίκοις ὁ κύριος ὡς δικαιοσύνη ἀντιτάσσεται, καὶ τοῖς ψεύσταις ὡς ἀλήθεια, οὕτως καὶ τοῖς ὑπερηφάνοις ὡς ταπεινοφροσύνη ἀντιτάσσεται. Γνῶσιν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ἐτίμησαν ἀγνωσίαν. Σημειωτέον ἐνταῦθα ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδί82 κως καὶ μὴ κατευοδούμενον· ἐκεῖ γὰρ δῶρα ἄδικα τὰ προστάγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ. Οὗτος ἐγκαταλιμπάνει τὸν νόμον, ὁ παραβαίνων αὐτόν. Εἰ ἐφ' ἡμῖν ἐστὶν τὸ χαρακῶσαι τὴν σοφίαν, αἱ δὲ ἀρεταί εἰσιν ἐφ' ἡμῖν· οἱ χάρακες ἄρα δηλοῦσιν ἐνταῦθα τὰς ἀρετάς, αἵτινες ὑψοῦσιν τὴν γνῶσιν τὴν τοῦ θεοῦ. Στέφανος χαρίτων καὶ στέφανος τρυφῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ἥτις καὶ ὑπερασπίζει ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆ. Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδόν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός. πολλὰς δὲ εἴρηκεν ὁδοὺς τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ. Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις.
English
From this we know that almsgiving removes the fearful fantasies that come upon us at night; and meekness and freedom from anger and long-suffering do the same, and all things that are naturally able to calm a troubled temper—since it is from the disturbance of the temper that fearful fantasies customarily arise. This enmity toward one's neighbor brings about some evil. Ignorance of the Lord is in the souls of the impious, but the knowledge of God is in the soul of the righteous. Just as the Lord opposes the unjust as righteousness, and liars as truth, so also he opposes the proud as humility. The wise shall inherit knowledge; but the impious have honored ignorance. It should be noted here that he calls the law a good gift because of the one who receives gifts in his bosom unjustly and does not prosper; for there he calls the commandments of the evil one unjust gifts, which the mind, when it receives them, does not prosper in its ways. This one abandons the law—the one who transgresses it. If it is in our power to fence in wisdom, and the virtues are in our power, then the fences here signify the virtues, which exalt the knowledge of God. The crown of graces and the crown of delight is the knowledge of God, which also shields us, thrusting away every passionate thought and every false knowledge. These many ways lead to one way, which said: I am the way. And he has called the virtues many ways, which lead to the knowledge of Christ. The place of this army is wickedness and falsely named knowledge.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:10 · narrative
Source
Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσεβέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ κύριος. ἐντεῦθεν δέ ἐστιν καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ δαίμονες. Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ φησιν αὐτοῦ ἐστὶν ἡ ἀσέβεια, καὶ οἶνος παρανομία. Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέραν ἡμῖν ἐπιλάμψῃ. Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται, οὐδὲ τὴν αἰτίαν γινώσκουσιν πόθεν προσκόπτουσιν· ἀλλ' οὐδ' αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶν γνώρισμα τῆς ἐσχάτης ἀνοίας. Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ' ὧν γεννῶσι τὸ ὕδωρ τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. καὶ ὁ Δαυὶδ Ὤφθησάν φησιν αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά. Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν· νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς ἡδονὰς δεξιά. βορέας γάρ φησιν σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται· βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. Συμφωνεῖ τούτοις τὸ Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξει πόλιν, καὶ ἑξῆς. Τὸ λῖπος τὴν ἡδονὴν σημαίνει, ἀφ' ἧς τίκτεται ἡ ἀκαθαρσία· ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδέν ἐστιν πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν.
English
If the Lord gives sleep to his beloved, but the impious are not his beloved, then the Lord does not give sleep to the impious. From this it is also possible to show persuasively that the demons are not even naturally capable of sleeping. From this we know what the army of the opposing power is fed on; for he says its food is impiety, and its wine is lawlessness. The virtues go before us and enlighten us, until the sun of righteousness shines upon us with his own day. Nor do the impious know the manner in which they sin, nor do they know the cause from which they stumble; but they do not even know this very thing, that they are transgressing the law, which is the mark of the utmost folly. He calls the virtues springs, from which they generate the living water, which is the knowledge of Christ. And David says, The springs of the waters appeared, and the foundations of the world were uncovered, clearly at the coming of our Savior Christ. As many as have dispassionate thoughts and true doctrines, these see rightly. For virtue is a mean; therefore they also say that courage is between rashness and cowardice; but now he calls right things not those that are right by nature, but those that appear right to some because of pleasures. For he says the north wind is a harsh wind, but by name it is called favorable; symbolically calling the evil one the north wind, from which all evils on the earth were kindled. To these things agrees, Unless the Lord builds the house and guards the city, and what follows. Fat signifies pleasure, from which impurity is begotten; of which vice and ignorance are the offspring, than which nothing more bitter can be found among things that have come to be.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:11 · narrative
Source
Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνόμασεν. Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ Δαυὶδ λέγων· Καταβήτωσαν εἰς ᾅδου ζῶντες. Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ Οὐκ οἴδασι πῶς προσκόπτουσιν. Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας. Ἐνταῦθα γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· ἀνελεήμων γὰρ θυμός, φησίν, καὶ ὀξεῖα ὀργή. Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἷμα καταναλίσκουσιν, κοινὸν αὐτὸ ἡγησάμενοι· ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ
πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἦν ὅτε οὐκ ἦν κακία, καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονῶς, καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν γενόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς μὲν γὰρ προσελθοῦσι τὴν ἀρετὴν βαθὺ φρέαρ εἶναι δοκεῖ, τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή· οὕτω καὶ ὁ σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· ἡ δὲ Σαμαρεῖτις φρέαρ αὐτὴν ὀνομάζει· Κύριε γάρ φησιν, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ. Ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει·
English
What he earlier called a harlot, he now has named folly. David prays for those who go down to Hades with death, saying: Let them go down alive into Hades. If the paths are not easily known, well is it said: They do not know how they stumble. Here he called "way" the mind that travels on the road to virtue; or perhaps he enjoins virtue to separate us from vice. Here we recognize that the irascible part prevails in the demons; for relentless is wrath, he says, and sharp is anger. Through their vices the wicked wear away the flesh of Christ and consume his blood, reckoning it as something common; for he who eats my flesh, he says, and drinks my blood has eternal life, and I will raise him up on the last day. There was a time when vice was not, and there will be a time when it will not be; but there was no time when virtue was not, nor will there be a time when it will not be; for the seeds of virtue are indelible. And this man too persuades me, who had come to be in every vice all but completely and not perfectly, and the rich man who came to be in Hades because of vice and who pitied his brothers; for pity happens to be the fairest seed of virtue. Knowledge is both a well and a spring; for to those who have come near, virtue seems to be a deep well, but to the impassible and pure it is a spring; thus also the Savior sat at the spring, and it was about the sixth hour; and the Samaritan woman calls it a well; for she says, Lord, you have no bucket, and the well is deep. The woman here signifies the knowledge of God; and this was given to us from youth, which Solomon earlier calls the instruction of youth.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:12 · narrative
Source
Υἱέ φησι, μή σε καταλάβῃ βουλὴ κακή, τὸν διάβολον λέγων ὡς κακῶς βουλευσάμενον, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη. λήθη δὲ καὶ ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος. ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι περ' ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν ἐπειδὴ ὁ διδάξας με δι' αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας· γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ δὲ ὅτι ἐγώ τε καὶ αὐτὴ ἐκ τοῦ ἑνὸς γεγόναμεν θεοῦ καὶ πατρός· Εἶπον γάρ φησι τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι. Εἰ χάρις καὶ φιλία ἐλευθεροῖ, ἀρετὴ δὲ καὶ γνῶσις ἐλευθεροῖ ψυχὴν λογικήν, ἡ χάρις καὶ ἡ φιλία ἀρετὴ καὶ γνῶσις ἐστίν. εἰ δὲ ἡ ἔλαφος ἐκ τῆς φιλίας, ὁ δὲ πῶλος ἐκ τῆς χάριτος γεννᾶται, ἡ μὲν ἔλαφός ἐστι θεωρίας σύμβολον, ὁ δὲ πῶλος τῆς ἀπαθείας· ἡ μὲν γὰρ ἐξ ἀρετῶν, ἡ δὲ ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ. Τὸ πολλοστὸν εἶναι τὸ πλῆθός ἐστιν ἔχειν θεωρημάτων· πλῆθος δέ ἐστιν τῶν ὠφελουμένων. Τὸ Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, τινὲς μὲν περὶ τῆς ἔξωθεν σοφίας νομίσουσι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐκ ἀναγκαῖον διὰ τὰς ἐγκεκρυμμένας ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας ἐκλήψονται, καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν ἑρμηνεύσουσιν οὕτως, ὅτι οὐ δυνατὸν ἄνθρωπον ὄντα παντάπασιν ἀπέχεσθαι πονηρῶν λογισμῶν, μὴ χρονίζειν μέντοιγε ἐν αὐτοῖς δυνατόν·
English
He says, "My son, do not let evil counsel seize you," calling the devil one who has taken evil counsel, she who has abandoned the teaching of youth and forgotten the divine covenant. Forgetfulness and abandonment of knowledge and possession are second things, just as disease is the last thing after health, and the second death after life. At the same time, this too must be known, that the same knowledge is called both mother and wife and sister: mother, because the one who taught me through it has begotten me, as Paul begat the Galatians through the gospel; wife, because being present with me it brings forth virtues and right doctrines, if indeed wisdom brings forth prudence for a man; sister, because both I and she have come from the one God and Father. For he says, "I said that your wisdom is my sister." If grace and friendship set free, and virtue and knowledge set free the rational soul, then grace and friendship are virtue and knowledge. And if the deer is from friendship, and the colt is born from grace, the deer is a symbol of contemplation, and the colt of impassibility; for the one naturally comes from virtues, the other from knowledge. Virtue and the knowledge of God are proper to the rational nature. To be "the thousandth" is to have a multitude of contemplations; and the multitude is that of those who are benefited. "Do not be much with a foreign woman"—some will think this is said about external wisdom, with which it is not necessary to linger because of the deceits hidden within it; others will take it about vice, and will interpret "not to be much with it" thus: that it is not possible for a man to keep entirely away from evil thoughts, but it is possible not to linger in them.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:13 · narrative
Source
καὶ ὅτι ἀγκάλας τὰς ἀλλοτρίας τοὺς πονηροὺς λογισμοὺς ὀνομάζει, τοὺς συνέχοντας τὴν ψυχὴν καὶ μὴ λανθάνοντας τὸν καρδιογνώστην θεόν. Πᾶς ὁ τὸν φίλον τῶν ἀποστόλων Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις διὰ τὴν πρὸς τὸν σωτῆρα φιλίαν· φιλία γάρ ἐστιν πνευματική, γνῶσις θεοῦ, καθ' ἣν καὶ οἱ ἅγιοι φίλοι χρηματίζουσι τοῦ θεοῦ· οὕτω καὶ Ἰωάννης ὁ βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, καὶ Μωσῆς καὶ οἱ ἀπόστολοι· Οὐκέτι γάρ φησιν ὑμᾶς καλῶ δούλους. Παρό85 ξυνε δέ φησιν διὰ προσευχῶν καὶ δεήσεων καὶ τὸν φίλον σου ὃν ἐνηγγυήσω, λέγων· Φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, καὶ ἕνεκα τῶν ἐχθρῶν μου μὴ παράδος με εἰς χεῖρας θλιβόντων με· ὅτι ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ὕπνος μέν ἐστι ψυχῆς ἡ κατ' ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα· διὸ καὶ πρὸ τοῦ νυσταγμοῦ ὁ λόγος τὸν ὕπνον καλεῖ. Ἐρρέθη γάρ φησι τοῖς ἀρχαίοις· Οὐ φονεύσεις, ἐγὼ δὲ λέγω Οὐκ ὀργισθήσῃ. καὶ ἐνταῦθα γὰρ φαίνεταί μοι τὸν ὕπνον κωλύων ὁ νόμος· τὸν δὲ νυσταγμὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· εἴγε ὁ μὲν περικόπτει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν, τὸ δὲ τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν. Σημειωτέον ἐνταῦθα ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν ἐναρμόνιον κίνησιν σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ σοφώτερος λέγεται. πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴγε τὰ
English
And that he calls "strange arms" the evil thoughts, which hold the soul fast and do not escape the notice of God, who knows the heart. Everyone who gives surety for Christ, the friend of the apostles, as righteousness and truth, hands over his own soul to the enemies who are accustomed to wage war against men because of friendship toward the Savior. For it is a spiritual friendship, the knowledge of God, according to which also the saints are called friends of God; thus also John the Baptist was a friend of the bridegroom, and Moses and the apostles; for he says, "No longer do I call you servants." And he urges, he says, through prayers and supplications, also your friend for whom you gave surety, saying: "Guard me, Lord, from the hand of the sinner, and from the unjust man deliver me," and "for the sake of my enemies do not hand me over into the hands of those who afflict me"; for "for your sake we are put to death all the day long, we were reckoned as sheep for slaughter." Sleep is the sin of the soul in act; but drowsiness is the first impure thought establishing itself in the soul; therefore also before drowsiness the word calls it sleep. For it was said, he says, to the ancients: "You shall not murder," but I say, "You shall not be angry." And here indeed the law appears to me to be preventing sleep, and the gospel of Christ drowsiness; if indeed the one cuts off sin in act, and the other the evil first establishing itself in the mind. It should be noted here that he calls the ant's natural, harmonious motion wisdom; for indeed the wiser is called wiser than the wise. But how also is it not under a master, if indeed the
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:14 · narrative
Source
σύμπαντα δοῦλα τοῦ θεοῦ; ἢ μή ποτε ὁ θεὸς δεσπότης λέγεται διχῶς, ὡς δημιουργὸς καὶ ὡς γινωσκόμενος; διὸ καὶ ὁ Παῦλος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ (δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν), ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ ἄλογος ὤν, δῆλον ὅτι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος. καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην ὁ μύρμηξ, κατὰ ταύτην τὴν δεσποτείαν· καὶ εἶναι πάλιν ὑπὸ δεσπότην, ὡς δημιουργὸν ἔχων τὸν θεόν. Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομὼν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν, διὰ δὲ τῆς μελίσσης τὴν θεωρίαν τῶν γεγονότων σημαίνειν καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι καὶ σοφοὶ καὶ ἀνόητοι πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται. καὶ φαίνεται μέν μοι ὁ κηρὸς αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν, τὸ δ' ἐναποκείμενον αὐτῷ μέλι σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν. καὶ ὁ μὲν κηρὸς παρελεύσεται· ὁ οὐρανὸς γάρ φησιν καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. περὶ ὧν λέγει ὁ Σολομών· Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς· καὶ ὁ Δαυίδ· Ὡς γλυκέα φησὶ τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Τὸ ἀποτέλεσμα τοῦ πόνου πόνους ὠνόμασεν. Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα κακίαν καὶ ἀγνωσίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινά. Πενία ἐστὶ στέρησις γνώσεως· ἔνδεια δὲ σπάνις τῶν ἀρετῶν.
English
Are all things servants of God? Or is it that God is called "master" in two senses, as creator and as one who is known? Therefore Paul also writes: "But now, having been freed from sin and enslaved to God" (clearly in respect of virtue and knowledge), "you have your fruit unto sanctification, and the end is eternal life." But if the ant, being irrational, has no share in such an end, it is clear that it is also free from such slavery. Rightly, then, the ant is said not to be under a master, in respect of this kind of mastery; and again to be under a master, since it has God as its creator. Through the ant Solomon seems to sketch out for us the practical way, and through the bee to signify the contemplation of created things and of the very one who made them, which both pure and impure, wise and foolish alike bring to the health of the soul. And the wax seems to me to stand for the account of the things themselves, while the honey stored within it is a symbol of their contemplation. And the wax will pass away—for he says, "Heaven and earth will pass away"—but the honey will not pass away; for neither will the words of our Savior Christ pass away. Concerning which Solomon says: "Good words are honeycombs, and their sweetness is healing of the soul"; and David says: "How sweet are your words to my throat, sweeter than honey to my mouth." The result of toil he has called toils. This sleep is by nature wont to fall upon the rational soul alone; for here it signifies vice and ignorance, of which vigilance produces certain things. Poverty is the deprivation of knowledge; want is the scarcity of virtues.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:15 · narrative
Source
Προσεκτέον ἐνταῦθα, μή ποτε ἄρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκουσιν οἱ ἀντικείμενοι τοὺς ἑαυτῶν λογισμοὺς ἐν ἡμῖν τρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν θεὸν πεπιστεύκαμεν εἶναι. Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ κτᾶται αἷμα δίκαιον, οὗ στερισκομένη λέγεται ἀποθνήσκειν ψυχὴ λογική· Ψυχὴ γάρ φησιν ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. εἰ δὲ ἔστιν αἷμα δίκαιον, ἔστιν δηλονότι καὶ αἷμα ἄδικον· ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸν δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, καὶ τρεφόμενοι τῷ ἄρτῳ τοῦ ψεύδους. καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν, οἱ δὲ ἑαυτοὺς θυσίαν προσάγοντες τῷ μόνῳ θεῷ τὸ ἄδικον διαφθείρουσιν αἷμα. ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος ἡ γένεσις τοῦ δικαίου αἵματος, καὶ τῇ φθορᾷ τοῦ δικαίου αἵματος ἡ γένεσις τοῦ ἀδίκου αἵματος. ἀλλὰ τοῦτο μὲν νῦν γίνεσθαι πέφυκεν, ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν κακίας ὑπέστη δικαιοσύνη, ὡς οὐδὲ κατὰ φθορὰν νόσου ὑγεία, τῶν παίδων μετὰ τῆς ὑγείας ἀπ' ἀρχῆς τικτομένων. Ἀδελφοί εἰσιν οἱ τῆς υἱοθεσίας ἔχοντες χάρισμα καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν, οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις. τὸ δὲ Ἐκκαίει, ὡς οἶμαι, προστέθειται διὰ τοὺς ἐμπαθεῖς λογισμούς, ἀνάπτοντας θυμὸν μὲν πρὸς ὀργὴν καὶ μῖσος, ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας. τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασεν τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώσκοντα τὴν ψυχὴν καὶ θάνατον ἐργαζόμενα.
English
Here attention must be paid, lest perhaps through such movements of the body the adversaries come to know that their own thoughts are being nourished in us; since we have believed that God alone is the knower of hearts. Everyone who eats the flesh of Christ and drinks his blood obtains righteous blood, deprived of which the rational soul is said to die; for it says, "The soul that sins, it shall die." And if there is righteous blood, there is clearly also unrighteous blood—which those gather in themselves who devour the food given to the Ethiopian peoples, and are nourished on the bread of falsehood. And those who sacrifice to foreign gods consume their own righteous blood, while those who offer themselves as a sacrifice to the only God destroy unrighteous blood. And in every case the destruction of unrighteous blood will be followed by the generation of righteous blood, and the destruction of righteous blood by the generation of unrighteous blood. But this is what naturally happens now; from the beginning, however, it was not so—for righteousness did not come into being through the destruction of evil, just as health did not come through the destruction of disease, since children are born from the beginning with health. Brothers are those who possess the gift of adoption and are under the same father, Christ, whom the witness of unrighteousness attempts to separate, casting disturbances and judgments among them. And "It burns," as I think, has been added because of the passionate thoughts, which kindle anger toward wrath and hatred, and desire toward shameful deeds. These thoughts the holy Paul also called the fiery darts of the evil one, which wound the soul and bring about death.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:16 · narrative
Source
Τὴν μητέρα προστάσσει ἐπάγεσθαι, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα ἡμᾶς κατὰ θεόν. καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος. ἀλλ' ἐπειδὴ οὐ δυνατὸν αὐτὸν γνῶναι τὸν θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι, ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ αὐτόν, οὐ βλέπει τὸ φῶς, ὅπερ ἐστὶν ἡ γνῶσις αὐτοῦ τοῦ θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς, καὶ τάχα λύχνος ἐστὶν ἡ παλαιὰ διαθήκη· ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς δὲ ἡ νέα διαθήκη· Ἐγὼ γάρ φησιν εἰμὶ τὸ φῶς τοῦ κόσμου. Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου. Οὗτος
ἀποδεσμεῖ τὸ πῦρ ἐν τῷ κόλπῳ, ὁ συγχωρῶν τὸν ἀκάθαρτον λογισμὸν ἐν τῇ καρδίᾳ χρονίζοντα διαφθείρειν τοὺς ὀρθοὺς λογισμούς. καὶ οὗτος ἐπὶ τῶν ἀνθράκων περιπατεῖ, ὁ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας τὴν ἑαυτοῦ ψυχὴν ἀπολλύων. Γυναῖκα ὕπανδρον τὴν κακίαν λέγει· ταύτης γὰρ ἀνὴρ ὁ διάβολος, γεννῶν μετ' αὐτῆς τοὺς παρανόμους υἱούς. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους Ὑμεῖς, φησίν, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ. Ἐὰν δὲ ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον δι' ἔνδειαν γνώσεως κλέπτων ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ σωτῆρος ἡμῶν σοφίας. Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ μοιχός ἐστιν τοῦ διαβόλου, τοῦ πρώτου γήμαντος τὴν κακίαν καὶ ἀπ' ἀρχῆς γεγονότος ἀνθρωποκτόνου.
English
He commands us to bring our mother, which is the wisdom that gives birth to us according to God. And yet it would have been fitting for him to say "the father," for this one is more suited to being with the son. But since it is not possible to know God before the contemplation of created things, for this reason he commands us to bring the mother and not the father, so that through the mother the son may see the father; for unless she gives birth to him, he does not see the light, which is the knowledge of God himself. Because the commandment of the law is a lamp and a light, and perhaps the old covenant is a lamp—for that was the lamp burning and shining—while the new covenant is the light; for he says, I am the light of the world. For the pleasure of evil is as great as that of a single loaf of bread. This one
binds the fire in his bosom, who allows the impure thought to linger in the heart and corrupt the right thoughts. And this one walks upon the coals, who destroys his own soul through sin in act. He calls evil a woman with a husband; for its husband is the devil, begetting with her the lawless sons. And the Savior also in the Gospels says to the Jews, You are from your father the devil. But if it is caught by true knowledge, all false knowledge will be thrust away—the one who previously, through lack of knowledge, was stealing from the wisdom that was made foolish by our Savior. Everyone who has fellowship with evil is an adulterer of the devil, who first married evil and from the beginning became a murderer of man.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:17 · narrative
Source
87 Ἐνταῦθα δείκνυσιν ὅτι τὸν διάβολον ἕξομεν τῶν πεπραγμένων ἡμῖν κατήγορον ἐν ἡμέρᾳ τῆς κρίσεως· τοῦτο δὲ καὶ ὁ ἅγιος Παῦλος φησίν· Ἵν' ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων τι λέγειν περὶ ἡμῶν φαῦλον. Εἰ διὰ τῆς παραβάσεως τοῦ νόμου τις τὸν θεὸν ἀτιμάζει, διὰ τοῦ ποιεῖν δηλονότι τὸν νόμον τιμᾷ τὸν θεόν. Ἀδελφὴ ἡμῶν ἡ σοφία ἐστίν, διότι ὁ ποιήσας τὴν ἀσώματον φύσιν πατὴρ καὶ ταύτην πεποίηκεν· σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ τὴν θεωρίαν σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ προνοίας· ἧς εἶδός ἐστιν καὶ ἡ φρόνησις καὶ ἡ γνῶσις, καὶ ἡ παιδεία καὶ ἡ σύνεσις. Οἱ πρὸς χάριν ἐμβαλλόμενοι λόγοι οἱ ἐμπαθεῖς εἰσὶ λογισμοί. Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα νῦν ὀνομάζει· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλατείαν ὁδὸν καὶ εὐρύχωρον καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν. ἀλλ' ἐνταῦθα προσεκτέον τί φησὶν ὁ Σολομὼν περὶ τῆς κακίας, ὅτι οὐχ αὕτη τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν κακίαν ἀπάγει, οὐδ' ἀναγκάζει πορεύεσθαι ἐν διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γωνίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλ' ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξαπατᾶσθαι καρδίας. Ἡσυχίαν νυκτερινὴν καὶ γνοφώδη τὴν ἀκάθαρτον κατάστασιν ὠνόμασε τῆς ψυχῆς, καθ' ἣν ἀναπτομένη τὴν ἁμαρτίαν διὰ τοῦ σώματος κατεργάζεται. Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς·
English
Here he shows that we will have the devil as accuser of the things we have done on the day of judgment; and the holy Paul also says this: "that he who is opposed may be put to shame, having nothing evil to say about us." If through transgression of the law one dishonors God, then clearly through doing the law one honors God. Our sister is wisdom, because the one who made the incorporeal nature, being Father, also made this. And here he calls wisdom not the Son of God, but the contemplation of bodies and incorporeals and of the judgment and providence in them; of which the species are also prudence and knowledge, and instruction and understanding. Words spoken to please are the passionate thoughts. He now names the flesh of man a window; for through this the wicked one works deceits upon men, upon those who wish to walk the broad and spacious road that leads to destruction. But here we must attend to what Solomon says about evil, that it does not in the beginning lead man away to evil, nor compel him to walk in the byways of her houses, or to draw near a corner, or to speak in the evening darkness; but if it sees someone giving himself over to pleasures, it immediately meets him, having a harlot's form, which causes the hearts of the young to be deceived. He has named the unclean state of the soul a nocturnal and dark quiet, in which, being inflamed, it works out sin through the body. Those who wander in the broad streets receive thoughts of adultery and fornication and theft.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:18 · narrative
Source
οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπειρημένων πραγμάτων φαντασίας λαμβάνοντες. Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι· γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα· γωνία ἄρα νοητή ἐστιν ἀκάθαρτος λογισμός. τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν· φέλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθές, πρὸς αἰσχρὰν ἐργασίαν τὴν ψυχὴν ἐκκαλούμενον. Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχύναι, διὰ τῶν κειριῶν καὶ τῆς κλίνης καὶ τῶν ἀμφιτάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει παρὰ τοῖς ἐφευρεταῖς γινόμενα τῶν κακῶν. Εἰ δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ, πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον. Τῶν ἐρωδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. τούτων ὁ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς. ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ τῶν περὶ τὰ ζῶα ἱστοριῶν παρεθήκαμεν. ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθομένου τῇ πόρνῃ γυναικὶ κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι' ἀκολασίαν οἷον διακινηθέντος. Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς, φονεύει δὲ ταῖς ἁμαρτίαις.
English
But those outside these things, wandering about, are moved contrary to nature, seeking the bed of males, and receiving fantasies of certain other forbidden things. If of thoughts some are pure and some impure; and if of lines some are called straight, and others bent lines—and an angle is a bent line—then an intelligible angle is an impure thought. Therefore, that evil lies in wait at every angle shows that through all impure thoughts it deceives the soul; and a demonic snare is a passionate thought, calling the soul forth to shameful action. Evil seeks to put to shame the face of our soul, through the curtains and the bed and the coverlets and the saffron and the cinnamon—which signify the various evil passions that arise among the inventors of evils. If after many days he will return to his house, Paul, having looked very spiritually upon the economy, writes that the last enemy to be abolished is death. There are three kinds of herons: the cephrus, the white one, and the one called the starling-heron. Of these the cephrus mates and copulates with difficulty; for it cries out, and in copulating it discharges blood, as they say, from its eyes, and it gives birth poorly and painfully. These things we have set down from Aristotle's Histories of Animals. And Scripture seems to have made the word from the history of the animal called the cephrus—of the man who is persuaded by the prostitute woman, being cephrus-ed and made like the bird through licentiousness, as it were, having been set in motion. It wounds us with thoughts, but it kills with sins.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:19 · narrative
Source
Μεταξὺ θρασύτητος καὶ δειλίας ἡ ἀνδρεία ἕστηκεν. Τὴν σοφίαν ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαι φησίν, τοῦτ' ἔστιν παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν. ἔξοδον γὰρ καὶ εἴσοδον τὸν ἐξερχόμενον καὶ εἰσερχόμενον ὀνομάζει· πολλάκις δὲ ἐσημειωσάμεθα τὴν συνήθειαν αὐτοῦ ταύτην, ὅτι ἀπὸ τῶν ἕξεων ὀνομάζει τοὺς κεκτημένους τὰς ἕξεις ἤτοι τὰς ἀρίστας καὶ τὰς χειρίστας. Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκεν, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ. Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβεν τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας ἐπάγει· Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περιεχομένης ἐν τῇ σοφίᾳ, ἥτις ἐστὶν πρῶτον χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, εἴπερ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας. τὸ δ' αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας. Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν τὸν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν. Ἡ αὐτὴ τροφὴ καὶ κρέας ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ λάχανα καὶ οἷνος· πλὴν οἱ ἄφρονες ὡς ἄρτον αὐτοὺς λέγονται μεταλαμβάνειν καὶ ὡς οἶνος κεκερασμένος. εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.
English
Courage stands between recklessness and cowardice. He says that wisdom is praised sometimes in exits, sometimes in entrances—that is, among those departing from evil and entering into virtue. For he calls the one who departs and the one who enters an exit and an entrance. And we have often noted this habit of his, that from the states he names those who possess the states, whether the best or the worst. Here he has called virtue a heart—the virtue that befalls the heart. Here he has taken wisdom as a genus of instruction and knowledge; for having set instruction and knowledge first, he adds: For wisdom is better than precious stones, since instruction and knowledge are encompassed in wisdom, which is the first gift of the Holy Spirit, if indeed through the Spirit the word of wisdom is given. And this same thing is also called the spirit of adoption. It should be noted that he calls injustice and insolence and arrogance the unjust man and the insolent man and the arrogant man, naming him from the worst state. The same food is called both meat and bread and milk and vegetables and wine; except that fools are said to partake of them as bread and as mixed wine. But if this is so, how shall we understand the verse, Man ate the bread of angels.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:20 · narrative
Source
Κρατήρ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους. Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλός ἐστιν Χριστοῦ, ὁ δὲ Χριστὸς σοφία ἐστίν, Παῦλος ἄρα ὁ ἀπόστολος δοῦλος σοφίας ἐστίν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ τῶν προφητῶν τὸν λόγον συνάξωμεν, δούλους τῆς σοφίας αὐτοὺς ἀποδείξαντες. Τοῦτο τὸ κήρυγμα μόνον ἐστὶν ὑψηλόν, τόπους γνώσεως κηρῦσσον θεοῦ. Οὐκ εἶπεν τῶν ἐμῶν κρεῶν, τελείων γάρ ἐστιν ἡ στερεὰ τροφή. Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· μᾶλλον δὲ περὶ φόβου θεοῦ αὐτοῖς διαλέγεσθαι, ὅστις πείθει αὐτοὺς ἀποστῆναι κακίας. Εἰ τὸ γνῶναι τὸν νόμον διανοίας ἐστὶν ἀγαθῆς, καὶ τὸ ποιῆσαι τὴν ἐντολὴν διανοίας ἐστὶν ἀγαθῆς· πλὴν πρότερον τὸ ποιῆσαι τὴν ἐντολὴν τοῦ γνῶναι τὸν νόμον, εἴπερ ἡ γνῶσις μετὰ τὴν κάθαρσιν προσγίνεσθαι πέφυκεν. Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν: σχό. Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος καὶ ναυαγήσας περὶ τὴν πίστιν. Ἀπέλειπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος: σχό. Ἀπέλειπεν γὰρ τὴν ἄμπελον τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν. Συνάγει δὲ χερσὶν ἀκαρπίαν: Ἀκαρπία ἐστὶν κακία καὶ ἄγνοια. Ἣ οὐκ ἐπίσταται αἰσχύνην: σχό. Ὡς διδακτῆς οὔσης τῆς αἰσχύνης εἴρηται τὸ Οὐκ ἐπίσταται αἰσχύνην. καὶ ὁ Δαυὶδ τὸν τοῦ θεοῦ φόβον διδακτὸν εἶναι [λέγει?]· Δεῦτε γάρ φησιν τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. εἰ δὲ ὁ φόβος καὶ ἡ αἰσχύνη πάθη ψυχῆς εἰσὶ φυσικά, πῶς διδακτικά ἐστιν;
English
A spiritual knowledge is a mixing-bowl, containing the accounts concerning incorporeals and bodies and judgment and providence. If Paul the apostle is a servant of Christ, and Christ is wisdom, then Paul the apostle is a servant of wisdom. In the same way let us also gather the same account concerning the rest of the apostles and the prophets, showing them to be servants of wisdom. This preaching alone is lofty, proclaiming the places of the knowledge of God. He did not say "of my flesh," for solid food belongs to the perfect. One must not reprove the wicked while they are sinning; rather, one should converse with them about the fear of God, which persuades them to depart from evil. If to know the law is a mark of a good mind, then to do the commandment is also a mark of a good mind; yet doing the commandment comes before knowing the law, since knowledge naturally comes after purification. "Who leans upon falsehoods": note. Being carried about by every wind of teaching and having suffered shipwreck concerning the faith. "For he has abandoned the ways of his own vineyard": note. For he abandoned the vine that said, "I am the vine, you are the branches, and my Father is the vinedresser." "And he gathers with his hands fruitlessness": Fruitlessness is evil and ignorance. "She who does not know shame": note. The saying "She does not know shame" is spoken as though shame were something teachable. And David says that the fear of God is teachable: "Come, children," he says, "listen to me, and I will teach you the fear of the Lord." But if fear and shame are natural passions of the soul, how are they teachable?
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:21 · narrative
Source
ἢ τάχα φόβον λέγει κυρίου τὴν διδασκαλίαν τὴν περὶ φόβου κυρίου, τὴν διδάσκουσαν ἡμᾶς ὅπως δεῖ ἀπὸ κακίας ἐκκλίνειν· εἴγε τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. καὶ πάλιν αἰσχύνην ὀνομάζει τοὺς περὶ μετανοίας καὶ αἰσχύνης λόγους τοὺς ἄγοντας ἡμᾶς εἰς συναίσθησιν τῶν οἰκείων ἁμαρτημάτων· οὕτω καὶ ὁ Λαυὶδ φησίν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃς σὺ ἐθεμελίωσας· τοῦτ' ἔστιν, ὄψομαι τοὺς λόγους τοὺς περὶ οὐρανῶν καὶ σελήνης καὶ ἀστέρων. Ἄρτων κρυφίων ἡδέως ἅψασθε: σχό. Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους· καὶ μετὰ τοῦτο πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος. Ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς: Οὐ δεῖ τὸν νοῦν ἐγχρονίζειν τοῖς φαύλοις νοήμασιν· οὐδεὶς γὰρ ἀποδήσει πῦρ ἐν κόλπῳ, καὶ τὰ ἱμάτια οὐ κατακαύσει. Καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς: Ὥσπερ παρὰ τῷ θεῷ ἐστὶν πηγὴ ζωῆς, οὕτως καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου· εἰ δὲ ἡ τοῦ θεοῦ πηγὴ ἀρετῆς καὶ γνώσεώς ἐστιν πηγή, ἡ τοῦ διαβόλου πηγὴ δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶν πηγή· ὡσαύτως δὲ καὶ ἐπὶ ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον.
English
Or perhaps he means by "fear of the Lord" the teaching concerning the fear of the Lord, the teaching that instructs us how we ought to turn away from evil—since by the fear of the Lord everyone turns away from evil. And again he calls "shame" the accounts concerning repentance and shame that lead us to a consciousness of our own sins. Thus also David says: I shall look upon the heavens, the works of your fingers, the moon and the stars, which you established—that is, I shall look upon the accounts concerning the heavens and the moon and the stars. Touch hidden breads with pleasure: note. The bread of falsehood was sweet to them; and after this their mouth will be filled with a pebble. But leap away, do not linger: The mind must not linger over base thoughts; for no one will bind fire in his bosom and not burn his garments. And do not drink from a strange spring: Just as there is a spring of life with God, so also there is a spring of death with the devil; and if the spring of God is a spring of virtue and knowledge, the spring of the devil is evidently a spring of wickedness and ignorance; and one must understand the same in the case of rivers and wells and waters and rains.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:22 · narrative
Source
Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους: Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, οὓς ἐπὶ γῆς ἐθησαύρισαν, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν. Ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει: Εἰ ἡ ζωὴ τῶν ἀσεβῶν ἡ κακία ἐστίν, ταύτην δὲ ἀνατρέψει ὁ κύριος, ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν ὁ κύριος παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ἵνα γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. Παιδεία ἀνεξέλεγκτος πλανᾶται: Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ πλάνης αὐτῇ γίνεται πρόξενος. Καλύπτουσιν ἔχθραν χείλη ἄδικα: Ἔχθραν τὴν κακίαν λέγει, διὰ γὰρ ταύτης ἐχθροὶ γινόμεθα τοῦ θεοῦ. Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. εἰ δὲ ἡ ἔχθρα ἡ κακία ἐστίν, ἡ φιλία ἡ ἀρετή ἐστιν καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ, δι' ἧς φίλοι γινόμεθα τοῦ θεοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ γὰρ ταύτης τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. Ἐπιθυμία δὲ δικαίου δεκτή: Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ Δαυίδ. Φόβος κυρίου προστίθησιν ἡμέρας: Εἰ φόβος κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος κυρίου, αἱ ἡμέραι αὗται μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· ὑπὲρ ὧν εὔχεται καὶ ὁ Δαυὶδ λέγων· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν· ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανεν, περὶ οὗ εἴρηται· Καὶ Ἀβραὰμ ἀπέθανεν πρεσβύτερος καὶ πλήρης ἡμερῶν. Δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει: Τὸν αἰῶνα ἀντὶ τοῦ διὰ βίου·
English
Treasures will not profit the lawless: Treasures will not profit the lawless—those they have stored up on earth, where moth and decay destroy, and where thieves break in and steal. But the life of the ungodly he will overthrow: If the life of the ungodly is wickedness, and the Lord will overthrow this, then evidently the ungodly will one day not be ungodly; for after this overthrow the Lord will hand over the kingdom to God and the Father, so that God may become all in all. Undisciplined instruction wanders: He calls the evil conduct of the soul "undisciplined instruction," which also becomes the cause of error for it. Unjust lips cover hatred: He calls wickedness "hatred," for through it we become enemies of God. For if, Paul says, while we were enemies we were reconciled to God through the death of his Son. And if hatred is wickedness, then friendship is virtue and the knowledge of God, through which we become friends of God and of the holy powers; for in this friendship those who are friends of the same one are also friends of one another. But the desire of the righteous is acceptable: Lord, all my desire is before you, says David. The fear of the Lord adds days: If the fear of the Lord adds days, and the beginning of wisdom is the fear of the Lord, then these days are parts of wisdom, produced by the sun of righteousness—days for which David also prays, saying: Do not bring me up in the midst of my days; and Abraham, having fulfilled these days, died, concerning whom it is said: And Abraham died, old and full of days. The righteous man will not give way for the age: "For the age" is used in place of "throughout his life.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:23 · narrative
Source
καὶ ὁ Παῦλος Οὐ μὴ φάγω, φησίν, κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω, αἰῶνα τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ διάστημα ὀνομάζων. Στόμα δὲ ἀσεβῶν ἀποστρέφεται: Στόμα νῦν τὸν νοῦν εἴρηκεν. Οἷς μὴ ὑπάρχει κυβέρνησις: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι καὶ ναυαγοῦντες περὶ τὴν πίστιν. Μισεῖ δὲ ἦχον ἀσφαλείας: Ἦχον ἀσφαλείας τοὺς περὶ σωτηρίας λόγους ὠνόμασεν. Ἐξολλύει δὲ τὸ ἑαυτοῦ σῶμα ὁ ἀνελεήμων: Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προσεῖπεν σῶμα. καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς εὐαγγελίοις σῶμα τὴν ψυχὴν ὀνομάζει, Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· λύχνον μὲν εἰπὼν τὸν νοῦν, αὐτὸς γάρ ἐστιν γνώσεως δεκτικός. σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς, ὅπερ τινὲς μὲν ἄλογον, τινὲς δὲ παθητικὸν μέρος καλοῦσιν. Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ α6θ6: Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· καὶ οὗτος σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ θεοῦ γνώσεως προϊέμενος λόγους.
English
And Paul says, I will not eat meat forever, lest I cause my brother to stumble, calling "forever" the interval that extends along with the constitution of his life. But the mouth of the ungodly turns away: here he has called the mind a mouth. To whom there is no governance: being carried about by every wind of teaching and shipwrecked concerning the faith. But he hates the sound of security: he has named the words concerning salvation "the sound of security." But the merciless man destroys his own body: here he has called the soul outright a body. And Christ also in the Gospels calls the soul a body, saying, The lamp of the body is the eye—calling the mind a lamp, for it is receptive of knowledge; and the body the spirited and appetitive part of the soul, which some call the irrational part, others the passible part. He who puts hands to hands unjustly will not be unpunished: this one puts hands to hands unjustly—the one who becomes a teacher of evil deeds and doctrines; and this one sows righteousness—the one who sends forth words about virtues and the knowledge of God.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:24 · narrative
Source
Εἰσὶν οἱ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν: Τοῖς τὰ ἴδια σπείρουσιν καὶ πλείονα ποιοῦσιν ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττονούμενοι· εἰ δὲ οἱ τὰ ἴδια σπείροντές εἰσιν οἱ εἰς τὸ πνεῦμα σπείροντες καὶ ζωὴν θερίζοντες, οἱ συνάγοντές εἰσιν οἱ εἰς τὴν σάρκα σπείροντες καὶ φθορὰν συνάγοντες ἑαυτοῖς. Ὁ συνέχων σῖτον δημοκατάρατος. Ὅμοιόν ἐστιν τοῦτο τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἐν τοῖς εὐαγγελίοις λεγόμενον· Οὐδεὶς λύχνον ἅψας τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ φαίνει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Τεκταινόμενος ἀγαθὰ ζητεῖ δεκτόν: Εἰ τεκτονική ἐστιν ἐργασία ἀγαθῶν καὶ πρακτική ἐστιν ἐργασία ἀγαθῶν, ἡ πρακτική ἐστιν ἡ τεκτονική. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς: Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστὶν τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται ὁ Ἀδάμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλών, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. Ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται: Μή ποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ Δαυίδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἁμαρτανόντων: Πλοῦτος ἀσεβῶν κακία. οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτόν, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας, ἤτοι νῦν ἢ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι, γενόμενοι ἐπάνω πεντεκαίδεκα πόλεων. καὶ ὁ Παῦλος
English
There are those who sow their own things and make more: Those who sow their own things and make more are opposed by those who gather and are diminished; but if those who sow their own things are those who sow to the spirit and reap life, then those who gather are those who sow to the flesh and gather corruption for themselves. He who holds back grain is cursed by the people. This is like what our Savior says in the Gospels: No one, having lit a lamp, puts it under a bushel, but on a lampstand, and it shines for all who are in the house. The carpenter seeks good things that are acceptable: If carpentry is a working of good things and practice is a working of good things, then practice is carpentry. From the fruit of righteousness grows a tree of life: This tree of life is the one planted in the middle of paradise, which Adam after sin is prevented from touching, having cast away the seeds of righteousness, from which the tree of life grows. But the lawless man will be silenced: Do not be silent from me, says David, and I shall be like those who go down into the pit. But wealth of sinners is stored up for the righteous: The wealth of the ungodly is wickedness. But the righteous will consume it, clearly through good teaching, either now or also in the age to come, becoming above fifteen cities. And Paul
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:25 · narrative
Source
φησίν· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ. Ὅπλα δὲ αἰσθήσεως χείλη σοφά: Οὐκ ἀντιτάσσεται γὰρ τῇ σοφίᾳ οὐδὲν πονηρόν, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες. Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν: Ἵνα καθαροὶ γενόμενοι ὄψωνται τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος, ὅπερ πάσῃ λογικῇ φύσει τετήρηται. Ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός: Διανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ὥσπερ ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν. Οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως Ἀντέθηκεν τὴν κακίαν τῇ αἰσθήσει· εἰ δὲ ἡ κακία τῇ ἀρετῇ ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν. Ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή: Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν φαρισαίων καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς: Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός: Ἡσυχία ἐστὶν ἀποχὴ κακίας. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ: Ὁδὸς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. Διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται: Παύλου κηρύξαντος· Οἱ ποτὲ ὄντες ἐχθροὶ κατηλλάγησαν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται, ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· Οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.
English
He says: But according to your hardness and impenitent heart you treasure up for yourself wrath in the day of wrath and of the revelation of the righteous judgment of God. And wise lips are weapons of perception: for nothing evil opposes wisdom, because it is an invincible weapon; for the demons are powerless only against it. The houses of the lawless shall owe purification: so that, having become pure, they may see God; for this is the blessed end which has been kept for every rational nature. And from his thoughts a good man: by “thoughts” he now means the states of the virtues, just as he set them against the ways of the bold-hearted. But the unscrupulous shall gain mastery of perception: he has set vice in opposition to perception; but if vice is opposed to virtue, perception now signifies virtue. In abounding righteousness there is great strength: Unless your righteousness abounds more than that of the Pharisees and scribes, you shall not enter the kingdom of heaven. But those who hate reproofs end shamefully: by “reproofs” he now means the commandments; for these reprove us when we sin. But the good are at rest continually: stillness is abstinence from evil. The ways of life are the thoughts of the prudent man: he calls the practical virtues “the way of life,” those which lead to knowledge. And through them even enemies become friends: Paul having proclaimed: Those who were once enemies were reconciled to God through the death of his Son. Nevertheless one must consider whether all enemies become friends through the righteous, so that Christ may say to all as well: No longer do I call you servants, but friends.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:26 · narrative
Source
Μαντεῖον ἐπὶ χείλεσι βασιλέως: Καρδιογνώστης ἐστὶν ὁ Χριστός, καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Θυμὸς βασιλέως ἄγγελος θανάτου: Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους θυμὸς τοῦ θεοῦ καλεῖται. Νοσσιαὶ σοφίας αἱρετώτεραι ( τότεραι) χρυσίου: Γνῶσις σοφίας ὑπὲρ χρυσίον, γνῶσις δὲ φρονήσεως ὑπὲρ ἀργύριον. Ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται: Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Παιδεία δὲ ἀφρόνων κακή: Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν· εἰ δὲ παιδεία ἀφρόνων ἡ κακία ἐστίν, ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν. Ἐπὶ χείλεσι δὲ φορέσει ἐπιγνωμοσύνην: Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα. Ἀνὴρ σκολιὸς διαπέμπεται κακά: Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκεν συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι. τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομὼν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκεν, σκολιὸν μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πορευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοὺς διδασκομένους, καὶ φίλους τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις. Οὗτος κάμινός ἐστιν κακίας: Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον. Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις: Σημειωτέον ὅτι κόλπον ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων· οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει·
English
A divination is on the lips of the king: Christ is the knower of hearts, and he will judge the world in righteousness. The wrath of a king is a messenger of death: The messenger who knows the words concerning punishment is called the wrath of God. The nestlings of wisdom are more desirable than gold: The knowledge of wisdom is above gold, and the knowledge of prudence above silver. But he who guards reproofs will be made wise: He calls the commandments of God reproofs; for these reprove us when we sin. But the instruction of fools is evil: He has now called undiscerning instruction the instruction of fools; and if the instruction of fools is wickedness, then undiscerning instruction is folly. And on his lips he will carry understanding: He called knowledge understanding, from the fact that it knows all things beforehand. A crooked man sends forth evils: The word means that the demons, learning from the devil, attempt to assail the saints and try to separate them from the knowledge which by nature unites them in friendship with the heavenly powers. And Solomon, as I think, has indicated this very thing through this proverb, calling the devil a crooked man, and the evil demons, instead of those who are taught, the ways of deceit, and the saints, who are united to one another through knowledge, friends. This one is a furnace of wickedness: A spirit of dew, whistling through, scatters the flame of this furnace. All things come into the bosom of the unjust: It must be noted that here he has called the hearts of the unjust a bosom; and I think that everywhere the bosom signifies either the mind or the knowledge.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:27 · narrative
Source
εἰ δ' ἔστιν καὶ κόλπος ψεκτός, τὴν ἀγνωσίαν δηλονότι δηλώσει. Οἰκέτης νοήμων κρατήσει δεσπότων ἀφρόνων: Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ὁ ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσπότων· ὁ δὲ τοιοῦτος γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ' ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικήν, καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. οὕτω καὶ Ἰησοῦς ὁ τοῦ
Ναυὴ τὴν γῆν τῆς ἐπαγγελείας ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γεγονότων γνώσεως σύμβολον. πλὴν τοῦτο ἰστέον, ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν γῇ Ἰούδα γνώσει ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός· οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα καὶ Βενιαμίν· ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν καταστάσεων ἡγοῦμαι διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομολογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς δεξιᾶς. Κακὸς ὑπακούει γλώσσῃ παρανόμων, δίκαιος δὲ οὔ: Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχόμενος παρ' αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς·
English
But if there is also a reprehensible bosom, it will clearly signify ignorance. A wise servant will rule over foolish masters: If everyone who commits sin is a slave of sin, then everyone who has departed from evil and through the virtues has gained mastery over foolish demons has ruled over masters; and such a person will also become a steward of the mysteries of God, giving spiritual knowledge to each of the brothers in proportion to his state, giving milk to drink to the Corinthian, but feeding the Ephesian with more solid food, discoursing on height and length and breadth and depth; and through these dimensions signifying the division of the rational nature, which contains the words concerning the judgment and providence of God, being very deep and escaping the human condition. Thus also Joshua the son of Nun divided the land of promise among the twelve tribes, which is a symbol of the knowledge of God and of the things that have come to be by him. Except this must be known, that the words concerning the incarnation of Christ and his sojourn in the land of Judah lie stored up in knowledge; for Christ is born in this one's lot; and I think that the words concerning providence are fitting for the state of the hidden Judah and Benjamin; which names I consider to be distinguishing marks of different and pure states, since indeed Judah is interpreted as confession, and Benjamin as son of days or son of the right hand. A wicked man obeys the tongue of the lawless, but the righteous does not: This one obeys the tongues of the lawless—the one who receives unjust thoughts from them and hastens to act according to them.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:28 · narrative
Source
οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, τοῦτ' ἔστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων: Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος διδάσκει δι' ὧν γράφει τὸ Ἐν παντὶ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ. εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι· πῶς δὲ καὶ ὁ ἄπιστος οὐκ ἕξει ὀβολόν, πολλῶν ἀπίστων περιβεβλημένων πλοῦτον· πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου. Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά: Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Ὃς κρύπτει ἀδίκημα ζητεῖ φιλίαν: Διὰ μὲν τῆς δικαιοσύνης τὴν ἀδικίαν κρύπτομεν, διὰ δὲ σωφροσύνης τὴν ἀκολασίαν, καὶ πάλιν διὰ τῆς ἀγάπης τὸ μῖσος, καὶ διὰ τῆς ἀφιλαργυρίας τὴν πλεονεξίαν· κρύπτομεν δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν καὶ διὰ τῆς πραΰτητος τὴν θρασύτητα, ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει. καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολίται τινὲς τῶν ἁγίων λέγονται γεγονέναι καὶ οἰκεῖοι τῆς Ἱερουσαλήμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.
English
Those whom the righteous man is said not to heed, that is, not to nourish further within himself. The whole world of wealth belongs to the faithful: The faithful man, he says, will see the words of this world, which he has figuratively called the wealth of the mind; but the unbeliever will not know the word even of an ordinary thing, because of the impurity of his soul. And that the knowledge of God is the wealth of the soul, Paul teaches through what he writes: In everything you were enriched, in all knowledge and all wisdom. But if anyone should wish to show that this is not the meaning of this proverb, let him say where those who went about in sheepskins, in goatskins, being afflicted, oppressed, destitute, found wealth; and how the unbeliever will not have even an obol, when many unbelievers are clothed in wealth—I mean many kings and rulers of this world. Faithful lips will not suit a fool: For what fellowship has righteousness with unrighteousness? Or what communion has light with darkness? He who hides a wrong seeks friendship: Through righteousness we hide unrighteousness, and through temperance licentiousness, and again through love hatred, and through freedom from avarice covetousness; and we hide arrogance through humility, and recklessness through gentleness, seeking spiritual friendship, which signifies holy knowledge. And in Paul certain of the saints are said to have become fellow citizens and members of the household of Jerusalem, having been built upon the foundation of the apostles and prophets.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:29 · narrative
Source
Ὃς ἀποδίδωσι πονηρὰ ἀντὶ ἀγαθῶν: Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος· τοιοῦτος δὲ ἐγίνετο κατὰ τὴν ἔρημον πρὸς τὸν θεὸν ὁ Ἰσραήλ, πρὸς ὃν Μωσῆς ἐν τῷ δευτερονομίῳ φησίν· Γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; Ἐξουσίαν δίδωσιν ἀρχὴ δικαιοσύνης: Δικαιοσύνῃ ἕπεται γνῶσις· προηγεῖται δὲ τῆς ἀγνοίας κακία. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, καὶ ἄδικον δὲ τὸν δίκαιον: Ὅμοιός ἐστιν τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν, καὶ τὸ μὲν φῶς ὀνομάζων σκότος, τὸ δὲ σκότος φῶς. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι: Χρήματα ἄφρονός ἐστιν αἱ περὶ τὰ καθ' ἕκαστον αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς κτήσασθαι σοφίαν ἀδυνατεῖ. Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν: Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ἐμπεσεῖται εἰς κακά. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι: Εἰ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶν ἀδελφοί, οἱ ἄγγελοι δὲ καὶ οἱ δίκαιοι ἄνθρωποι Χριστοῦ εἰσὶν υἱοί, οἱ ἄγγελοι ἄρα καὶ οἱ ἅγιοι ἄνθρωποι ἀλλήλων εἰσὶν ἀδελφοί, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι. Τούτου γὰρ χάριν γεννῶνται: Τούτου γὰρ χάριν γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώπους ὁδηγήσωσιν ἀπὸ κακίας ἐπ' ἀρετήν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ· εἴγε καὶ αὐτὴ ἡ κτίσις στενάζει καὶ συνωδίνει ἡμῖν, καὶ ὑπετάγη τῇ ματαιότητι οὐχ ἑκοῦσα. Ἀνὴρ εὐμετάβολος γλώσσης ἐμπεσεῖται εἰς κακά: Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος.
English
He who repays evil for good: If the one who repays evil for evil is a transgressor of the law, how much more is he who repays evil for good a greater transgressor of the law. Such did Israel become toward God in the wilderness, to whom Moses says in Deuteronomy: A crooked and perverse generation, do you repay these things to the Lord? The beginning of righteousness gives authority: Knowledge follows righteousness; but wickedness precedes ignorance. He who judges the unjust man just, and the just man unjust: He is like the one who says the bitter is sweet and the sweet bitter, and names the light darkness and the darkness light. Why have riches come to be with a fool: The riches of a fool are his follies concerning his own individual affairs; for because of these, having become heartless, he is unable to acquire wisdom. But he who turns aside to learn: But he who turns aside to learn that the Lord opposes the proud will fall into evils. But let brothers be useful in necessities: If the sons of Christ are brothers of one another, and the angels and the righteous men are sons of Christ, then the angels and the holy men are brothers of one another, being born by the spirit of adoption. For this cause they are born: For this cause they are born by wisdom, that they may guide men from wickedness to virtue, and from ignorance to the knowledge of God; since indeed creation itself groans and is in travail with us, and was subjected to vanity not willingly. A man changeable of tongue will fall into evils: This is the changeable man, the one who easily changes from virtue to wickedness.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:30 · narrative
Source
Λαμβάνων δῶρα ἐν κόλπῳ ἀσεβῆς: Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα οὐ κατευοδοῦνται ὁδοί· τὰ γὰρ ἐμπαθῆ νοήματα ὠνόμασε δῶρα παρὰ τῶν δαιμόνων
ἡμῖν προσφερόμενα ἢ δῶρα ἐν κόλπῳ ἀσεβὴς λήψεται τοῦ ἐκκλῖναι ὁδοὺς κρίσεως. Υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ: Ὁ μὲν φρόνιμος εὐφραίνει τὴν μητέρα, ὁ δὲ ἄφρων ὀδυνᾶται τὴν τεκοῦσαν αὐτόν. Οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρα γῆς: Καρδία δὲ ἄφρονος ἐν ἄκρᾳ κακίᾳ, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. Ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα, ὁ δὲ ἄφρων υἱὸς μόνον τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσά ἐστιν, ἡ δὲ τεκοῦσα οὐ πάντως ἐστὶν καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μέν ἐστιν, μήτηρ δὲ οὐκ ἔστιν, ὅτι μηδὲ τοῦ τῆς υἱοθεσίας πνεύματος μετέσχηκε τὸ τεχθέν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν, τὴν δὲ τεκοῦσαν οὐκέτι μητέρα τοῦ παιδίου ἀποθανόντος. Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν: Οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν ἀλλ' ἡμᾶς. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν ἐπιστήμων: Τὸν λογισμὸν τὸν κινοῦντα θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν· ἢ τὸν λόγον τὸν κινοῦντα τοῦ πλησίον αὐτοῦ θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται: Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος σιωπᾷ ἀπὸ σοφίας, ὁ μηθὲν θέλων γνῶναι περὶ σοφίας διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι: Προφάσεις λέγει τὰς ἁμαρτίας·
English
Taking bribes in his bosom is the ungodly man: In the heart, the thoughts of one who receives unjust things—his ways do not prosper; for he called the passionate thoughts gifts offered to us by the demons, or "the ungodly man will receive gifts in his bosom to turn aside the ways of judgment." But a prudent son gladdens his mother: The prudent man gladdens his mother, but the foolish man grieves her who bore him. But the eyes of the fool are at the ends of the earth: The heart of the fool is in the height of wickedness, and a grief to her who bore him. The prudent son has both her who bore him and a mother, but the foolish son has only her who bore him; for the mother is also she who bore him, but she who bore him is not altogether also a mother; for if the one born dies in wickedness and ignorance, she is indeed one who bore him, but she is not a mother, because the one born has not partaken of the Spirit of adoption. The same will be understood both in the case of perceptible mothers and in the case of perceptible death; for we shall call her both mother and she who bore him, but no longer a mother of the child if the child has died. To harm a just man is not good: For they do not seek our things but us. He who is sparing to utter a harsh word is understanding: He called the thought that stirs up anger a harsh word; or he called the word that stirs up his neighbor's anger a harsh word. To a foolish man who has asked about wisdom, it will be reckoned as wisdom: If this man asks about wisdom—the one who wishes to learn something about wisdom—this man is silent from wisdom, the one who wishes to know nothing about wisdom; therefore the former is said to be wiser than the latter. An excuse seeks a man who wishes to separate himself: He calls sins "excuses.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:31 · narrative
Source
Τοῦ προφασίζεσθαι γάρ φησιν προφάσεις ἐν ἁμαρτίαις· φίλους δὲ πάντας τοὺς ἁγίους τοὺς οἷς δι' ἀρετῆς συνήπτετο. Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν: Ἠγάπησεν γὰρ τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. Θαυμάσαι ( ᾶ) πρόσωπον ἀσεβοῦς οὐ καλόν: Ὁ τὴν ἐνυπάρχουσαν κακίαν τῷ διαβόλῳ ἀποδεχόμενος καὶ κατ' αὐτὴν ἐνεργῶν, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς.
98 Τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται: Εἰ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ὁ δὲ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς, ἡ θρασύτης ἡμᾶς ἀποχωρίζει ἀπὸ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ζωή, καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή· ἀντίκειται γὰρ πρὸς τὴν θρασύτητα ἡ πραΰτης. Ὀκνηρὸν καταβάλλει φόβος: Ὀκνηροὺς καταβάλλει φόβος, ἤτοι ὁ ἐχθρὸς φόβος, ἢ ὁ τοῦ κυρίου, χωρίζων αὐτοὺς τοῦ ὄκνου διὰ ἔργων ἀγαθῶν. Ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν: Ἀνδρόγυνός ἐστιν ὁ μήτε διδάσκειν ἄλλον δυνάμενος μήτε μανθάνειν ὑφ' ἑτέρου βουλόμενος. Ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις ἐαυτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν: Καὶ ὁ Παῦλος φησίν· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος χρήσιμον τῷ δεσπότῃ. Ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου: Τὸ ὄνομα τοῦ κυρίου τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι, διὰ δὲ τῆς θεωρίας ὑψοῦνται. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός: Ὥσπερ τῇ ὑπερηφανίᾳ ἕπεται συντριβή, οὕτως τῇ ταπεινώσει δόξα.
English
For he says, "to make excuses for sins"; and "all his friends" means all the saints with whom he was joined through virtue. "A man lacking in understanding has no need of wisdom," for he loved darkness rather than light. "To admire the face of the ungodly is not good": the one who accepts the evil that dwells in the devil and acts according to it—this man admires the face of the ungodly.
And "his bold mouth calls upon death": if death is born from boldness, and death separates the soul from the true life, then boldness separates us from the one who said, "I am the life"; and just as death is born from boldness, so life is born from gentleness, for gentleness is opposed to boldness. "Fear casts down the slothful": fear casts down the slothful—either the fear of the enemy, or the fear of the Lord, separating them from sloth through good works. "But the souls of effeminate men shall hunger": an effeminate man is one who is neither able to teach another nor willing to learn from another. "He who does not heal himself in his works is a brother to him who destroys himself": and Paul says, "If therefore anyone purifies himself, he will be a vessel useful to the master." "From the greatness of strength comes the name of the Lord": the name of the Lord signifies the knowledge of God; and through a right life the righteous run to him, and through contemplation they are exalted. "Before destruction a man's heart is exalted": just as destruction follows pride, so glory follows humility.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:32 · narrative
Source
Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη ἐστὶν αὐτῷ καὶ ὄνειδος: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχειροῦντας. καὶ ὁ Δαυὶδ φησίν· Τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι καὶ ἄλλοις τὰ θαυμάσιά σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε. Ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει: Ὥσπερ ὁ κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπειθοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσιν· δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν καὶ πάντας δαίμονας ἀρετῆς ἐκπεπτωκότας καὶ γνώσεως. Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν: Τὸν βίον τὸν ὀρθὸν νῦν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν παρέχει καὶ πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ θεοῦ· ὅπερ καθέδραν τῶν ἁγίων δυνάμεων ὀνομάζει· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον. Ἀντιλογίαν παύει κλῆρος: Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ
English
Whoever answers a word before hearing it, folly is his and disgrace. This saying must be used against those who have not received knowledge from God yet attempt to teach others. And David says, "To hear the voice of your praise, and then to recount your wonders also to others." And again Solomon says, "What your eyes have seen, tell." But who will endure a fainthearted man? Just as our Lord is said to become a leopard at bay toward those who transgress, and a rock of stumbling toward the disobedient, so also is a fainthearted man toward those who sin. But he can call "fainthearted" both the wicked man and all the demons who have fallen away from virtue and knowledge. A man's gift broadens him: He has now called the upright life a man's gift, which furnishes and broadens him and renders him worthy of the fullness of God—which he names the seat of the holy powers; for the seat of the mind is the best state, keeping the one who sits unmoved or hard to move. A lot puts an end to contention: Knowledge puts an end to folly; for this is the
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:33 · narrative
Source
κλῆρος τῆς φύσεως τῆς λογικῆς. Θάνατος καὶ ζωὴ ἐν χερσὶ ( χειρὶ) γλώσσης: Ἐνταῦθα λέγει τὴν ψυχὴν εἶναι θανάτου καὶ ζωῆς δεκτικήν, ἀφ' ὧν τὸ αὐτεξούσιον αὐτῆς γεγονέναι κατασκευάζομεν. Ὃς εὗρεν γυναῖκα χρηστήν, εὗρεν χάριτας: Ὃς εὗρεν σοφίαν ἀγαθήν, εὗρεν χάριτας. Ὁ δὲ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής: Ὁ δὲ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβής. Πλοῦτος προστίθησι φίλους πολλούς: Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους φίλους πολλούς· ὁ δὲ ἀκάθαρτος ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία ἐστὶν ἀρετὴ καὶ γνῶσις θεοῦ, δι' ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις ἀγγελικαῖς δυνάμεσιν, εἴγε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις. οὕτως καὶ ὁ σωτὴρ φίλους καλεῖ τοὺς δούλους ποτέ, τῆς μείζονος αὐτοὺς θεωρίας καταξιώσας. οὕτω καὶ Ἀβραὰμ πλουτήσας ἐν γνώσει τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φίλοις φανεῖσιν αὐτῷ. Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γάρ· Καὶ ἀπέστη πνεῦμα θεοῦ ἀπὸ Σαούλ, καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγεν τὸν Σαούλ· πνεῦμα κυρίου λέγων τὸν ἄγγελον· Ὁ ποιῶν γάρ φησιν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. ὅτι δὲ καὶ ἄγγελοι τοὺς ἀνθρώπους πεπίστευνται, διδάσκει ἐν τοῖς εὐαγγελίοις ὁ κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. καὶ πάλιν ὁ Ἰακώβ· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν.
English
The lot of the rational nature. Death and life are in the hands of the tongue: Here he says that the soul is receptive of death and of life, from which we establish that its free will exists. He who has found a good wife has found favors: He who has found good wisdom has found favors. But he who keeps company with an adulteress is foolish and impious: He who keeps hold of wickedness is foolish and impious. Wealth adds many friends: The wealth of knowledge and wisdom adds to us many angels as friends; but the impure man is separated from the angel given to him from childhood; for spiritual friendship is virtue and knowledge of God, through which we are joined in friendship to the holy angelic powers, since indeed repentant men become a cause of joy to the angels. Thus also the Savior calls servants friends, having deemed them worthy of the greater contemplation. Thus also Abraham, having grown wealthy in knowledge, sets out that mystical table for the friends who appeared to him at midday. But Saul, because of his wickedness, is separated even from the friend he had; for it is written: And the spirit of God departed from Saul, and an evil spirit from the Lord choked Saul; calling the angel the spirit of the Lord; for he says, Who makes his angels spirits, and his ministers a flaming fire. And that angels have also been entrusted with men, the Lord teaches in the Gospels, saying, See that you do not despise one of these little ones, for their angels always behold the face of my Father who is in heaven. And again Jacob: The angel who delivers me from all evils.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:34 · narrative
Source
καὶ ὁ Ζαχαρίας· Καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί. Ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ μὴ διαφύγῃ: Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους τὸν δημιουργὸν βλασφημοῦσιν, οὗτοι ἐγκαλοῦσιν ἀδίκως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνοχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετήν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. Ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ: Τὴν τοῦ θεοῦ γνῶσιν νῦν ὠνόμασεν ἔννοιαν, καὶ τοὺς εἰδότας αὐτὴν τοὺς καθαροὺς τῇ καρδίᾳ. Ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται: Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς κακίαν. Οὐ συμφέρει ἄφρονι τρυφή: Οὔτε ἡ νοητὴ τρυφὴ οὔτε ἡ αἰσθητὴ συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσί, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ κινηθήσεται. Ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις: Εἰ ὁ καυχώμενος ὀρθῶς ἐν κυρίῳ καυχᾶται, ὁ δὲ κύριος ἡμῶν σοφία ἐστίν, ὁ καυχώμενος ἄρα ὀρθῶς ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ὅπερ ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ, ἐπέρχεται τοῖς παρανόμοις, ἀπαλλάττον αὐτοὺς τῆς κακίας, νῦν μὲν ἐνδεχομένως, ἀναγκαίως δὲ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος: Ὁ κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος γίνεται πρὸς τοὺς ἁμαρτάνοντας, κατακαίων ξύλα χόρτον καλάμην, καὶ τὴν σάρκα τὴν στρατευομένην κατὰ τοῦ πνεύματος ἀναλίσκων·
English
And Zechariah: And the angel who spoke in me said. But he who brings an unjust accusation shall by no means escape: All those who, ignorant of the accounts concerning judgment and providence, blaspheme the Creator—these bring an unjust accusation; and again, all those who, harassed by their own passions, think that virtue is unattainable—these bring an unjust accusation against the one who gave the law. A good thought will draw near to those who know it: Here he has called the knowledge of God a thought, and those who know it the pure in heart. But he who provokes words shall not be saved: The passionate thoughts provoke the soul to evil. Luxury is not profitable to a fool: Neither intelligible luxury nor sensible luxury is profitable to the fool; for the former he will trample with his feet, being a pleasure-loving swine; and by sensible luxury his flesh will be stirred. A merciful man is long-suffering, but his boast comes upon the lawless: If the one who boasts boasts rightly in the Lord, and our Lord is wisdom, then the one who boasts rightly boasts in wisdom; therefore the boast of the long-suffering and merciful man, which is his wisdom and knowledge, comes upon the lawless, delivering them from evil—now in a contingent manner, but necessarily in the age to come. The threat of a king is like the roaring of a lion: Our Lord becomes a consuming fire and an angry lion toward those who sin, burning up wood, hay, stubble, and consuming the flesh that wars against the spirit.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:35 · narrative
Source
φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πρακτικῆς συμβαίνοντα καύσωνα. Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας: Τὴν ἀκάθαρτον ψυχὴν ἑταίραν ὠνόμασεν· καὶ ταύτης τὸ μίσθωμα τὴν κατάστασιν εἴρηκεν, ἀφ' ἧς οὐ καθαραὶ γίνονται προσευχαί. Οἶκον καὶ ὕπαρξιν μεριοῦσι πατέρες: Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώσεως θεοῦ, πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισί, τοῦ κυρίου ἐστίν· γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· Ἐράσθητι γάρ φησι τῆς σοφίας, καὶ τηρήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. Ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν: Αἱ ἐντολαὶ ὡς πρὸς μὲν τὸν ἐντειλάμενον θεὸν καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς καλοῦνται ὁδοί· καὶ πάλιν ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς
ἐδόθησαν αἱ ἐντολαί, λέγονται μαρτύρια· διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ οὐκ ἀτιμώρητος ἔσται. Κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ: Δόμα νῦν τὴν καθαρότητα τῆς καρδίας ὠνόμασεν· κατ' ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται: Ἐγὼ νομίζω τὴν μὲν πολλὴν ζημίαν στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων, τὴν δὲ προσθήκην τῆς ψυχῆς ἀφανισμὸν τῶν φυσικῶν περὶ θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν περιπεσούσης. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις φησίν· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καὶ ζημιωθῇ;
English
But light and dew are for those who set things right, showing them the accounts of things that have come to be, and quenching the fiery darts of the evil one, and cooling the burning heat that arises from the practical life. Prayers are not pure from the wages of a harlot: he called the impure soul a harlot; and he called its wage its condition, from which prayers do not become pure. Fathers will divide house and substance: to teach the sons about virtue and the knowledge of God is the work of fathers; but to give wisdom to the children is the Lord's; for here he calls wisdom a woman; for he says, Desire wisdom, and she will keep you; honor her, that she may embrace you. He who keeps a commandment keeps his own soul: the commandments, in relation to God who commanded them, are called commandments; but in relation to the mind that walks in them, they are called ways; and again, since they were given in the presence of witnesses, heaven and earth, the commandments are called testimonies; therefore the mind that receives them is also called a witness, and whoever falsifies them will not go unpunished. And according to his gift he will repay him: here he called purity of heart a gift; for in proportion to our dispassion we are deemed worthy of knowledge. A man of evil mind will be greatly penalized: I think that the great penalty involves deprivation of the contemplation of things that have come to be, and the addition of the soul is the destruction of the natural concepts about God, when it has altogether fallen into irrationality. And the Savior also says in the Gospels: What will a man be profited, if he gains the whole world, but loses and forfeits his soul?
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:36 · narrative
Source
ἀλλ' ἐνταῦθα μὲν ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν. Ἵνα σοφὸς γένῃ ἐπὶ γήρως: Μετὰ τὴν ὀρθὴν πολιτείαν ἐστὶν ἡ γνῶσις· τὸ γὰρ Ἐπ' ἐσχάτων ἐνταῦθα οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. Φόβος κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ πλανώμενος αὐλισθήσεται ἐν τόποις οἷς οὐκ ἐπισκοπεῖται ὁ αἰώνιος: Εἰ φόβος κυρίου εἰς ζωὴν ἀνδρί, φόβος δὲ κυρίου παιδεία καὶ σοφία, ζωὴ τοῦ ἀνδρὸς παιδεία ἐστὶν καὶ σοφία. ἀλλὰ Χριστὸς λέγει· Ἐγώ εἰμι ἡ ζωή· ὁ Χριστὸς ἄρα ἐστὶν παιδεία καὶ σοφία. τὸ οὖν γνῶναι παιδείαν καὶ σοφίαν γνῶναί ἐστιν τὸν Χριστόν· ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν Χριστός.
101 Ὁ ἐγκρύπτων χεῖρας αὐτοῦ εἰς τὸν κόλπον ἀδίκως, οὐδὲ τῷ στόματι αὐτοῦ οὐ μὴ προσαγάγῃ αὐτάς: Ο μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος μηδ' ἐμπλησθῆναι ἄρτων· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι, τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα καὶ ζωὴν διδοῦντα τῷ κόσμῳ. Ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα υἱὸς αἰσχυνθήσεται καὶ ἐπονείδιστος ἔσται: Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει, καὶ τὴν μητέρα δὲ ἀπωθεῖται, ἥτις ἐστὶν ἡ παιδεία· εἴπερ ἀνὴρ δίκαιος γεννᾶται εἰς ζωήν, ἡ δὲ δικαιοσύνη ἀπὸ πασῶν συνίσταται τῶν ἀρετῶν.
English
But here, on the one hand, destruction makes clear the ignorance of bodies and incorporeals; and on the other, the loss presents the ultimate irrationality. That you may become wise in old age: After right conduct comes knowledge; for the phrase "in the last times" here does not signify time, but the purity that comes after the practical virtues. The fear of the Lord is for a man unto life, but he who wanders will lodge in places which the eternal one does not oversee: If the fear of the Lord is for a man unto life, and the fear of the Lord is discipline and wisdom, then the life of the man is discipline and wisdom. But Christ says: I am the life; therefore Christ is discipline and wisdom. So to know discipline and wisdom is to know Christ; therefore the one without fear will be in wickedness and ignorance, in which Christ is not.
101 He who hides his hands in his bosom unjustly, not even to his mouth will he bring them: He who does not live rightly hides his hands unjustly in his soul, not wishing to work his own earth nor to be filled with bread; for the practical virtues hold the place of hands, bringing to our mouth the bread that came down from the heavens and gives life to the world. The son who dishonors his father and thrusts away his mother will be put to shame and will be reproached: Through the transgression of the law he dishonors God, and he thrusts away his mother, which is discipline; since indeed a just man is born unto life, and righteousness is constituted from all the virtues.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:37 · narrative
Source
Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς: Οἱ ἀκάθαρτοι λογισμοὶ ῥήσεις εἰσὶ κακαὶ ἐν τῇ ψυχῇ γεννώμεναι τοῦ μὴ τετηρηκότος τὰς ἐντολὰς τοῦ ἐπουρανίου πατρός. Ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη: Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστον ἄρα ὁ θυμός, ἀκολάστους τοὺς ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. εἰ δὲ οἴνου ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζιραίους ἐκτὸς εἶναι νενομοθέτηται. Οὐδὲν ( οὐ) διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος: Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. Ὡσαύτως ὁ δανιζόμενος σῖτον ἐν ἀμητῷ: Εἰ ἔστιν ἐν ἀμητῷ σῖτον δανείσασθαι, ἔστιν καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι νοητὸν σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἓξ ἔτεσι τὴν ἑαυτῶν γῆν, καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφανούς. Μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει: Οὓς κατ' ἀρετὴν δηλονότι γεγέννηκεν. Κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ: Δύναται ὁ αὐτὸς Χριστὸς κατ' ἐπίνοιαν καὶ πατὴρ εἶναι καὶ μήτηρ· πατὴρ μὲν τῶν πνεῦμα ἐχόντων υἱοθεσίας, μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· καὶ γὰρ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια, μήτηρ δὲ Κορινθίων, γάλα ποτίζων αὐτούς. Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις: Ἣ πρὸς καιρὸν λιπαίνει μερὶς σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις. Μὴ εἴπῃς·
English
A son who is left behind to keep discipline will meditate on evil words: Unclean thoughts are evil words begotten in the soul of one who has not kept the commandments of the heavenly Father. Wine is undisciplined and drunkenness is insolent: If their wine is the fury of dragons, and wine is undisciplined, then fury is undisciplined, making men undisciplined, and anger is insolent; for this drunkenness is naturally produced from boiling fury. But if according to the law the Nazirites abstain from wine, then it has been legislated that the Nazirites are outside of fury. The threat of a king differs in nothing from the fury of a lion: Here he has spoken of Christ plainly as a king; for the one who provokes him through sins sins against his own soul. Likewise the one who borrows grain at harvest: If it is possible to borrow grain at harvest, it is also possible in the age to come to borrow intelligible grain from those who have worked their own land during the six years, and who in the seventh year feed the widow and orphans. He will leave his children blessed: Those, clearly, whom he has begotten according to virtue. Of one who speaks evil of father or mother, his lamp will be extinguished: The same Christ can, by conception, be both father and mother; father of those who have the spirit of adoption, but mother of those who need milk and not solid food; for the Christ who spoke in Paul became father of the Ephesians, revealing to them the mysteries of wisdom, and mother of the Corinthians, giving them milk to drink. A portion eagerly sought after in the first things: A portion that for a time fattens your throat, yet later you will find it more bitter than gall. Do not say:
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:38 · narrative
Source
Τίσομαι τὸν ἐχθρόν: Μὴ εἴπῃς καθ' ὑπερηφανίαν κινούμενος· Ἐγὼ μόνος τοῖς ἐχθροῖς πολεμήσω, ἀλλ' ὑπόμεινον τὸν κύριον ἵνα σοι βοηθήσῃ. καὶ ὁ Δαυὶδ φησίν· Οὐκ ἐπὶ
τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· καὶ πάλιν· Ψευδὴς ἵππος εἰς σωτηρίαν· καὶ ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν. Στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, βδελυκτὰ ( ἀκάθαρτα) ἐνώπιον κυρίου ἀμφότερα: Τὸν παρά τισι θρασύδειλον λεγόμενον στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· καὶ καθόλου πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· ἑκάτερα γὰρ κακίαι. Μέτρα δισσά: Ὁ εὖ μὲν πάσχειν ὑφ' ἑτέρου βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά, μὴ πειθόμενος τὴν ἐντολὴν τὴν λέγουσαν· Πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, πάντα καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς. Οὖς ἀκούει καὶ ὁ ὀφθαλμὸς ὁρᾷ: Οὐχ ὁ κακῶς ὁρῶν ὀφθαλμὸς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλ' ὁ ὁρῶν· καὶ οὐ τὸ κακῶς ἀκοῦον οὖς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλὰ τὸ ἀκοῦον. καὶ ἐπὶ τῶν ἄλλων δὲ μελῶν τοῦ σώματος ὡσαύτως λεκτέον· χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα καὶ τὸν δημιουργὸν ἐνυβρίζοντας. Διάνοιξον δὲ τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων: Διὰ μὲν τῶν ἀρετῶν ἀνοίγομεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, διὰ δὲ τῆς σοφίας νοητῶν πληρούμεθα ἄρτων. Θνητὸς δὲ πῶς ἂν ἐννοήσαι ( νοήσαι) τὰς ὁδοὺς ἑαυτοῦ: Οὐ δύναται νοῆσαι τὰς ὁδοὺς κυρίου ὁ ἔτι θνητὸς καὶ μὴ συναποθανὼν τῷ Χριστῷ.
English
I will take vengeance on the enemy: Do not say, moved by pride, "I alone will wage war against the enemies," but wait for the Lord, that he may help you. And David says: Not in
my bow will I hope, and my sword will not save me; and again: A horse is false for salvation; and unless the Lord builds the house and guards the city. A great weight and a small, and double measures, both are abominable (unclean) before the Lord: The one called by some a coward I think to be a great weight and a small; and in general every excess and deficiency I think to be a great weight and a small; for both are vices. Double measures: He who wishes to be well treated by another, but himself does not choose likewise to give rest to others, has double measures, not obeying the commandment that says: All things whatsoever you wish that men should do to you, all things also do you likewise to them. The ear hears and the eye sees: Not the eye that sees evilly is the work of the Lord, but the eye that sees; and not the ear that hears evilly is the work of the Lord, but the ear that hears. And in the case of the other members of the body it must be said likewise; and you will use this text against those who accuse this body of ours and insult the Creator. Open your eyes and be filled with bread: Through the virtues we open the eyes of the soul, and through wisdom we are filled with intelligible bread. But how could a mortal understand (perceive) his own ways: He who is still mortal and has not died together with Christ cannot understand the ways of the Lord.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:39 · narrative
Source
Παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι: Ἡ ἐπὶ τοῖς ἀγαθοῖς μετάνοια οὐ δικαίοις συμβαίνει ἀλλὰ ἀδίκοις· ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείσθωσαν τῷ θεῷ· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. Καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ: Ζυγὸν δόλιον λέγει τὸν νοῦν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρακλίνοντα δὲ τῇ τοῦ ἀντεξουσίου ῥοπῇ. Λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός: Χωρίζειν (ζων?) τὰ ἄχυρα ἀπὸ τοῦ σίτου. Καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν: Ποίησον αὐτοὺς ὡς τροχόν. Φῶς κυρίου πνοὴ ἀνθρώπων: Εἰ τὸ φῶς τοῦ κυρίου ἡ γνῶσις τοῦ κυρίου ἐστίν, τὸ δὲ φῶς τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, ἡ ἄρα γνῶσις τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν. τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δοκοῦντα λύχνον ὠνόμασεν, ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός. Ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὸν παρὰ κυρίου μᾶλλον ἢ θυσιῶν αἷμα: Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον. Ἁγνὰ δὲ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ: Εἰ ἁγνὰ καὶ ὀρθὰ τὰ ἔργα τοῦ θεοῦ, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστὶν καὶ ὁ νοῦς, ὀρθὸς ἄρα καὶ ἁγνὸς ἐκτίσθη παρὰ τοῦ κυρίου ὁ νοῦς. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀηδείας ( ἀδικίας) καὶ ἐν οἴκω κοινῷ: Τῷ οἴκῳ τῷ κεκονιαμένῳ καὶ κοινῷ τὴν ὕπαιθρον γωνίαν ἀντέθηκεν· εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς ἡ κακία ἐστίν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν· γωνία τοίνυν ὕπαιθρός ἐστιν πρᾶξις θεωρίας ἐφαπτομένη καὶ φωτιζομένη ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου.
English
A snare for a man to dedicate something of his own hastily: Repentance over good things does not happen to the righteous but to the unrighteous; and the unrighteous should promise nothing to God without careful thought; for after praying, repentance comes. And a deceitful balance is not good before him: He calls the mind a deceitful balance, which is naturally disposed to judge matters righteously but inclines by the weight of the adversary. A winnower of the ungodly is a wise king: To separate the chaff from the wheat. And he will cast a wheel upon them: Make them like a wheel. The light of the Lord is the breath of men: If the light of the Lord is the knowledge of the Lord, and the light of the Lord is the breath of men, then the knowledge of the Lord is the breath of men. But the devil, who in ignorance seems to shine, he called a lamp, emptying the mind of good things and transforming himself into an angel of light. To do righteous things and to speak truth is more acceptable to the Lord than the blood of sacrifices: This saying casts out the sacrifice through irrational animals; for a sacrifice to God is a broken spirit. But his works are pure and upright: If the works of God are pure and upright, and one of his works is also the mind, then the mind was created upright and pure by the Lord. Better to dwell on a corner of the open air than in plastered houses with unpleasantness and in a common house: He set the open-air corner against the plastered and common house; and if the plastered and common house is evil, the open-air corner is virtue; an open-air corner, then, is action that touches contemplation and is illuminated by the sun of righteousness.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:40 · narrative
Source
καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων τοῖχον εἶπεν κεκονιαμένον, τυπτηθησόμενον ὑπὸ τοῦ θεοῦ· καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις τοὺς Φαρισαίους τάφους εἶπεν κεκονιαμένους. εὖ δὲ καὶ τὸ Ἐπὶ γωνίας εἶπεν, ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων καὶ γενόμενος κεφαλὴ γωνίας· κοινὸν δὲ εἶπεν ὃ μὴ τοῦ ἑνός ἐστιν θεοῦ. Δόσις λάθριος ἀνατρέπει ὀργάς: Δόσις λάθριός ἐστιν, ἵν' ὃ ποιῇ ἡ δεξιὰ μὴ γινώσκῃ ἡ ἀριστερά. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται: Ἡ συναγωγὴ τῶν γιγάντων ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν. Κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς θυμώδους καὶ μαχίμης: Καὶ ὁ Δαυὶδ φησίν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι. ἔρημος τοίνυν γῆ ἐστὶν ἡ ἀρετὴ ἡ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους οἰκοῦντας τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος, εἴγε διέρχεται δι' ἀνύδρων τόπων ζητῶν
English
And Paul too rightly called the high priest of the Jews a whitewashed wall, who would be struck by God; and the Savior in the Gospels called the Pharisees whitewashed tombs. And well did he say, "On the corner," where the stone lies that was rejected by the builders and became the head of the corner; and he called "common" that which is not of the one God. A secret gift overturns wrath: A secret gift it is, so that what your right hand does, your left hand may not know. A man wandering from the way of righteousness will rest in the assembly of the giants: The assembly of the giants is wickedness and ignorance. Better to dwell in a desert land than with a wrathful and quarrelsome woman: And David says, "In a desert land, and impassable, and waterless, so I appeared to you in the holy place." A desert land, then, is virtue, which does not have the old men dwelling in it, who are corrupted according to the desires of deceit; therefore not even the devil finds rest in it, since he passes through waterless places seeking
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:41 · narrative
Source
ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι. καὶ πάλιν τῆς σοφίας Στεγναί φησιν αἱ διατριβαὶ οἵκων αὐτῆς εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος ἡ κακία ἐστίν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὄργιλον. Θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ: Σοφία κυρίου ἀναπαύσεται ἐν καρδίᾳ σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαφθεροῦσιν αὐτήν. Πόλεις ὀχυρὰς ἐπέβη σοφός: Σοφία ἐστὶν πόλις ὀχυρά, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσιν, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ. Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ: Στόμα καὶ γλῶσσαν, ψυχὴν καὶ νοῦν· ψυχὴν δέ φασιν θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ τινὲς παθητικὸν μέρος ὀνομάζουσι τῆς ψυχῆς. Ἀσεβὴς ὅλην τὴν ἡμέραν ἐπιθυμεῖ ἐπιθυμίας κακάς: Ἀγγέλων μὲν τὸ μὴ ἐπιθυμεῖν ποτὲ ἐπιθυμίας κακάς· ἀνθρώπων δὲ τὸ ποτὲ μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μὴ ἐπιθυμεῖν ἐπιθυμίας κακάς· δαιμόνων δὲ τὸ ἀεὶ ἐπιθυμεῖν ἐπιθυμίας κακάς. τὸ γὰρ Ὅλην τὴν ἡμέραν τὸ διὰ βίου δηλοῖ. τοιοῦτόν ἐστιν καὶ τὸ Ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ διὰ βίου. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου: Ἵππον λέγει τὸν νοῦν. Ἐπιβήσῃ γάρ φησιν ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. καὶ ἐπὶ τοῦ Παύλου ὁ κύριος Τοῦ βαστάσαι τὸ ὄνομά μου φησίν. Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύ ( πολύς): Τὴν σημαινομένην ἀρετὴν ὑπὸ τοῦ οἰκείου ὀνόματος ὄνομα εἶπεν καλόν· τοῦτο γὰρ τὸ ὄνομα καλόν ἐστιν, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν.
English
rest and does not find it; for he himself is king over all things in the waters. And again, of wisdom it says, "Narrow are the dwelling places of her houses"; and if this is so, then the contentious and garrulous and irascible woman is also evil, who makes the one living with her contentious and garrulous and irascible. A desirable treasure will rest upon the mouth of a wise man: the wisdom of the Lord will rest in the heart of a wise man; but foolish men destroy it. A wise man has set foot upon strong cities: wisdom is a strong city, in which the wise dwell, pulling down reasonings and every high thing that exalts itself against the knowledge of Christ. Whoever guards his mouth and his tongue keeps his soul from affliction: mouth and tongue, soul and mind; and they call the soul anger and desire, which some name the passionate part of the soul. An ungodly man desires evil desires all the day long: it belongs to angels never to desire evil desires; to men, sometimes to desire and sometimes not to desire evil desires; to demons, always to desire evil desires. For "all the day long" signifies throughout one's life. Such also is "Be in the fear of the Lord all the day long," instead of throughout one's life. A horse is prepared for the day of battle: he calls the mind a horse. For he says, "You shall ride upon your horses, and your riding is salvation." And concerning Paul the Lord says, "To bear my name." A good name is more choice than much wealth: he called the virtue signified by its own name a good name; for this is the good name, which has the good as its meaning.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:42 · narrative
Source
οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία ὀνομάζηται. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ἐποίησεν ὁ κύριος ( ὁ κύρ. ἐποί.): Ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαίρει θυμόν, κτώμενος τὴν ἀγάπην· ὁ δὲ πένης διὰ τῆς πενίας ταπεινοφρονεῖν ἐκδιδάσκεται. Γενεὰ σοφίας, φόβος κυρίου: Αὗται αἱ γενέσεις Νῶε· αὗται αἱ γενέσεις Ἀβραάμ. Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς: Καὶ ὁ κύριος τῷ Ἀδὰμ φησίν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ, τοῦτ' ἔστιν ἡ ψυχή. ἀκάνθας δὲ καὶ τριβόλους λέγει τὰς ἁμαρτίας, ἀφ' ὧν καὶ ὁ στέφανος ἐπλάκη τοῦ Χριστοῦ· αὐτὸς γὰρ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου. Πλούσιοι πτωχῶν ἄρξουσιν: Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες, ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ, ἄρξουσι τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου. τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, νῦν οὐκ ἀναγκαῖον δημοσιεύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυστικὸν καὶ βαθύτερον. Ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει: Τὴν ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ κύριος καὶ τῆς γνώσεως συντελεῖ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ τὰ δῶρα διδούς: Δῶρα τοῦ ἀνθρώπου τὰς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον τίμιον ἑαυτὸν παρέχει τῷ θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων, αὐτὴν δαιμόνων.
English
Thus we will not praise the unjust woman who is called righteousness, but her who possesses righteousness, even if she is named unrighteousness. The rich and the poor met together, and the Lord made both: the rich man purifies his anger through almsgiving, acquiring love; and the poor man is taught through poverty to be humble-minded. The generation of wisdom is the fear of the Lord: these are the generations of Noah; these are the generations of Abraham. Thorns and snares are in crooked ways: and the Lord says to Adam, "The earth shall bring forth thorns and thistles for you," that is, the soul. And he calls sins thorns and thistles, from which also the crown of Christ was woven; for he himself took away the sin of the world. The rich shall rule over the poor: in the age to come, those who have been enriched in all things, in all knowledge and all wisdom, shall rule over the unclean and those deprived of this wealth. But who are the servants and who are the masters, it is not now necessary to publish, because the account concerning them is mystical and deeper. But he will bring to an end the vanity of his works: the Lord brings to an end the vanity of works through virtue and knowledge. He who gives gifts procures victory and honor: he calls the virtues the gifts of man, through which, conquering the devil, he presents himself honorable to God, and withdraws his own soul from the demons who have acquired it.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:43 · narrative
Source
Ἔκβαλε λοιμὸν ἐκ συνεδρίας ( ἐκ συνεδρίου λοιμ.), καὶ συνεξελεύσεται αὐτῷ νεῖκος: Τὴν χειρίστην κατάστασιν συνέδριον εἶπεν, ἀφ' ἧς ὁ σοφὸς Σολομὼν ἐκβάλλεσθαι τὸν ἄνθρωπον βούλεται διὰ πνευματικῆς διδασκαλίας· τὸ δὲ νεῖκος τὴν φιλονεικίαν σημαίνει. δύναται δὲ λοιμὸν καὶ τὸν διάβολον λέγειν, ὃν δεῖ ἀποδιώκειν τῆς ψυχῆς· ἐὰν γὰρ καθίσῃ ἐν αὐτῇ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει. συνέδριον δὲ καὶ ὁ ἀπόστολος τὴν ψυχὴν ἀποδείκνυσι, δι' ὧν κατηγοροῦντας λογισμοὺς εἰσάγει καὶ ἀπολογουμένους· Μεταξὺ γάρ φησιν ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ συνέδριον. Χείλεσι ποιμαίνει βασιλεύς: Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν κύριος, αὐτὸς καὶ διὰ τῆς πνευματικῆς γνώσεως ποιμαίνει ἡμᾶς, ἥντινα γνῶσιν φαυλίζει ὁ παραβαίνων τὸν νόμον αὐτοῦ. σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς
συγκαταβάσεως ποιμαίνειν ἡμᾶς· Ἐγὼ γάρ φησιν εἰμὶ ὁ ποιμὴν ὁ καλός. εἰ δὲ βασιλεὺς μέν ἐστι βασιλευόντων, ποιμὴν δὲ προβάτων, ἔσται ποτὲ μόνον βασιλεὺς τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα. Προφασίζεται καὶ λέγει ὀκνηρός· Λέων ἐν ταῖς ὁδοῖς: Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται. Ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν: Ὁ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ κυρίου ἀλλὰ δοκιμῆς ἕνεκεν ἐμπέπτωκεν εἰς αὐτόν. Ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ: Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαί.
English
Cast out the pestilence from the council, and contention will go out with him: He called the worst condition a council, from which the wise Solomon wishes the man to be cast out through spiritual teaching; and contention signifies rivalry. But he can also call the devil a pestilence, whom one must drive away from the soul; for if he settles in it, through uncleanness he dishonors all right thoughts. And the apostle also shows the soul to be a council, through the things he introduces—thoughts that accuse and defend: For between one another, he says, their thoughts accusing or also defending. And where there is accusation and defense, there is also a council. A king shepherds with his lips: The Lord who preserves our souls, he also shepherds us through spiritual knowledge, which knowledge the one who transgresses his law despises. And it must be noted that Christ, being a king, is said through his condescension to shepherd us: For I, he says, am the good shepherd. But if he is king of kings, and shepherd of sheep, he will at some time be king only of the sheep, when they have passed over to the royal dignity. The sluggard makes excuses and says, A lion is in the ways: Our enemy the devil goes about like a lion seeking whom he may devour; fearing whom, the sluggard shrinks back from the working of the virtues. But the one hated by the Lord will fall into him: Job, not hated by the Lord but for the sake of testing, fell into him. And a rod and discipline are far from him: Far from the heart of the fool is the rod from the root of Jesse.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:44 · narrative
Source
Ὁ συκοφαντῶν πτωχὸν ( πένητα) πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά: Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς ἃς μὴ δέδωκεν ἡμῖν, οὕτως καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβάνοντες παρ' αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ. καὶ καθὸ μὲν λαμβάνομεν παρ' αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ' ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν. ἔλεγεν δέ τις τῶν γερόντων, ὅτι ἡμεῖς ἐσμὲν οἱ συκοφάνται οἱ Χριστὸν συκοφαντοῦντες, πτωχεύσαντα δι' ἡμᾶς καὶ μηδὲν ὀφείλοντα ἡμῖν, καὶ λαμβάνοντες παρ' αὐτοῦ πολλὰ καὶ διδόντες τῷ σατανᾷ ἐπὶ ταπεινώσει τῶν ἡμετέρων ψυχῶν. Παράβαλε σὸν οὖς λόγοις σοφῶν: Οὗτος ἀκούει τῶν τοῦ θεοῦ λόγων, ὁ ποιῶν τὰ προστασσόμενα ὑπ' αὐτῶν· οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς ἐν βουλῇ καὶ γνώσει ( εἰς βουλὴν κ. γνῶσιν) ἐπὶ τὸ πλάτος τῆς καρδίας σου: Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐτοῦ νοήσει τοὺς τοῦ θεοῦ λόγους, τούς τε πρακτικοὺς καὶ τοὺς φυσικοὺς καὶ τοὺς θεολογικούς· πᾶσα γὰρ ἡ κατὰ τὴν γραφὴν πραγματεία τέμνεται τριχῶς, εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν· καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ αἱ παροιμίαι, τῇ δὲ δευτέρᾳ ὁ ἐκκλησιαστής, τῇ δὲ τρίτῃ τὰ ἄσματα τῶν ἀσμάτων. Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην, αἰσχυνόμενος πρόσωπον: Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς καὶ τούτῳ τιμῶντες τὸν πονηρὸν σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας·
English
The one who slanders the poor man (the needy) multiplies his own evils: Just as the devil slanders us, taking from us the virtues he did not give us, so we too slander him, taking from him the vices he did not give him. And insofar as we take the vices from him, we take them as from one poor in virtues; but insofar as we give our virtues to him to our own diminishment, we give them as to one rich in vice. And one of the elders said that we are the slanderers who slander Christ, who became poor for our sake and owes us nothing, and who take much from him and give it to Satan to the humiliation of our souls. Incline your ear to the words of the wise: This man hears the words of God—the one who does what is commanded by them; for not the hearers of the law are righteous before God, but the doers of the law will be justified. And you also, write them down for yourself threefold in counsel and knowledge (for counsel and knowledge) upon the breadth of your heart: The one who has broadened his heart through purity will understand the words of God—both the practical and the natural and the theological; for the whole business of Scripture is divided threefold, into ethics and physics and theology; and Proverbs follows the first, Ecclesiastes the second, and the Songs of Songs the third. Do not give yourself over to surety, being ashamed of a face: Those who take up base thoughts and in this honor the evil one, let them be eager with all their power to repay the worse through good thoughts.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:45 · narrative
Source
ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τοῦτ' ἔστι τὴν ἀρετήν· αὕτη γὰρ τοῦ μὲν ἑστῶτος ἐν τῇ δικαιοσύνῃ νοῦ ἱμάτιον λέγεται, τοῦ δὲ λοιπὸν πεσόντος διὰ τῶν φαύλων λογισμῶν ὑπόστρωμα καλεῖται. Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου: Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι· καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπ' αὐτῆς τῆς πίστεως· νοητέον· μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας τριάδος· ὁ γὰρ μὴ θεολογῶν τὸ πνεῦμα τὸ ἅγιον διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς δῆμον εἰσάγει θεῶν. Εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ: Οὐ γὰρ πάντες χωροῦσι τὴν μυστικωτέραν διάνοιαν τῆς γραφῆς. Ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς: Δεῖ τὴν θείαν γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις οὐκ ἔστιν ἀληθής. Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ: Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει καὶ οἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδείπνειν τούτῳ, οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν. Εἰς ὦτα ἄφρονος μηθὲν ( μηδὲν) λέγε: Μηθὲν λέγε συνετόν, τοῦτ' ἔστιν βαθὺ καὶ μυστικόν· οὐ δεῖ γὰρ βάλλειν τὰς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς: Κτῆμα ὀρφανῶν ἡ κακία ἐστίν, δι' ἣν ἐστερήθησαν τοῦ ἐν οὐρανοῖς σωτῆρος.
English
For if they are not strong enough to do this, they will take the bed that is under the sides of the soul, that is, virtue; for this is called the garment of the mind that stands in righteousness, but of the one that has fallen through base thoughts it is called the under-layer. Do not move the eternal boundaries which your fathers set: The one who moves the boundaries of piety shows it to be superstition or impiety; and the one who moves the boundaries of courage makes it out to be recklessness or cowardice. And likewise also in the case of the other virtues and in the case of doctrines and of faith itself, this must be understood; and this must especially be observed in the case of the Holy Trinity; for the one who does not theologize the Holy Spirit dissolves the baptism; and the one who names certain other gods introduces a people of gods. But if you are more insatiable, do not desire his foods: For not all can contain the more mystical meaning of the Scripture. For these things hold to a false life: The divine Scripture must be understood intelligibly and spiritually; for the sensible knowledge according to history is not true. Do not dine with a begrudging man: If the begrudging man eats the foods of impiety and is drunk with unlawful wine, and one must not dine with him, then one must not be impious and unlawful; for these vices corrupt spiritual knowledge. Say nothing into the ears of a fool: Say nothing intelligent, that is, deep and mystical; for one must not throw the pearls before the swine. And do not enter into the property of orphans: The property of orphans is vice, through which they were deprived of the Savior in the heavens.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:46 · narrative
Source
Ἀλλ' ἢ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν: Εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ παντὸς τοῦ βίου ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. Ἐὰν γὰρ
τηρήσῃς ταῦτα ( αὐτά), ἔσται σοι ἔγγονα : Τοὺς ὀρθοὺς λογισμοὺς καὶ τὰ πνευματικὰ θεωρήματα ἔγγονα εἶπεν τοῦ νοῦ· διὸ καὶ ἄτεκνός ἐστιν ψυχὴ ἡ μὴ ἔχουσα ταῦτα τὰ ἔγγονα, ἅπερ πέφυκε τίκτεσθαι ἀπὸ τοῦ πνευματικοῦ νυμφίου. Καὶ ῥακώδη ἐνδύσεται πᾶς ὑπνώδης: Οὐκ ἔστιν ἔνδυμα γάμου διερρηγμένον ἱμάτιον καὶ ῥακῶδες. Καὶ μὴ καταφρόνει ὅτι γεγήρακεν ἡ μήτηρ σου: Ἤκουσά τινος τῶν γερόντων τὴν ψυχὴν εἰπόντος μητέρα τοῦ νοῦ· αὕτη γάρ φησιν διὰ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν· ψυχὴν δὲ ἔλεγεν τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ διαιρεῖται εἰς θυμὸν καὶ ἐπιθυμίαν· διὰ γὰρ ἀνδρείας, φησίν, καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν θεοῦ· ἀνδρεία δὲ καὶ σωφροσύνη θυμοῦ καὶ ἐπιθυμίας εἰσὶν ἀρεταί. Μὴ μεθύσκεσθε οἴνῳ: Οἱ οἶνοι οὗτοι ἐκ τῆς Σοδομιτικῆς εἰσὶν ἀμπέλου. Μὴ ὁμιλεῖτε ἀνθρώποις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις: Νοῦς ὁμιλῶν ἐν περιπάτοις ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη. Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου: Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ, ἡ δὲ κατ' ἐνέργειαν ποτηρίῳ. Ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου: Πολλὰ κρούει τὸ ὕπερον καὶ οὐκ ἀνοίγει τὸν τόπον ὃν κρούει. τοῖς δὲ μαθηταῖς ὁ κύριος φησίν· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά: Νοῦς δεξάμενος ἀλλότριον νόημα μελετήσει λογισμοὺς κακούς·
English
But be in the fear of the Lord all the day: If by the fear of the Lord everyone turns aside from evil, he rightly exhorts us to turn aside from every evil through our whole life. For if you
keep these things, you shall have offspring: He called right reasonings and spiritual contemplations the offspring of the mind; therefore that soul is childless which does not have these offspring, which are naturally born from the spiritual bridegroom. And every drowsy person shall be clothed in rags: A torn garment and rags are not a wedding garment. And do not despise her because your mother has grown old: I heard one of the elders calling the soul the mother of the mind; for she, he says, through the practical virtues brings the mind into the light; and he called the soul the passionate part of the soul, which is divided into anger and desire; for through courage, he says, and temperance we acquire wisdom and the knowledge of God; and courage and temperance are virtues of anger and desire. Do not be drunk with wine: These wines are from the vine of Sodom. Do not converse with men, and converse in walks: A mind that converses in walks walks worthily of the calling to which it was called. For if you give your eyes to the bowls and the cups: Sin according to thought is like a bowl, but sin according to action is like a cup. Afterwards you will walk more naked than a broom: The broom knocks many times and does not open the place it knocks. But to the disciples the Lord says: Knock, and it will be opened to you. When your eyes see a strange woman, then your mouth will speak crooked things: A mind that has received a strange thought will meditate evil reasonings.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:47 · narrative
Source
ὁ δὲ τηρήσας ἑαυτὸν κληρονομήσει ζωήν. Καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος. Πότε ὄρθρος ἔσται: Ὄρθρος ψυχῆς ἐστὶν ἐπίγνωσις ἁμαρτίας. Μετὰ κυβερνήσεως γίνεται πόλεμος: Οἱ περὶ τὴν πίστιν ναυαγοῦντες οὐ μετὰ κυβερνήσεως πολεμοῦσιν τοῖς πνεύμασι τοῖς ἀντικειμένοις τῇ θεολογίᾳ. δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστιν γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον καὶ περὶ ἀγάπην καὶ περὶ ἀφιλαργυρίαν, καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας συμβαίνει ναυάγιον. εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῶν ἐστὶν ὁ βίος ἐπὶ τῆς γῆς. Ἐν πύλαις σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος ( κυρίου): Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταί, δι' ὧν εἰσέρχεται σοφία θεοῦ. Ἀκαθαρσία δὲ λοιμῷ ἀνδρὶ ἐμμολυνθήσεται: Εἰ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἕως ἂν ἐκλείπῃ ἡ κακία· τὸ γὰρ Ἐμμολυν109 θήσεται ἀντὶ τοῦ Διαφθαρήσεται τέθεικεν· διαφθείρεται δὲ ἀκαθαρσία ἤτοι ὑπὸ πρακτικῆς ἢ ὑπὸ δριμείας κολάσεως. Ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας γνώσεως καὶ ἀμελοῦντας τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον. Φάγε μέλι υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ ὁ λάρυγξ σου: Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων γραφῶν ὠφελούμενος·
English
But he who keeps himself shall inherit life. And just as a pilot in a great surge: being carried about by every wind of teaching. When will morning be: Morning is the knowledge of sin in the soul. War comes with piloting: those who are shipwrecked concerning the faith do not war with piloting against the spirits that oppose theology. But it is possible to say this same thing about every virtue; for there is also a shipwreck concerning chastity and concerning love and concerning freedom from the love of money, and concerning each doctrine of the catholic and apostolic Church a shipwreck likewise occurs. But if one must war with piloting against opposing things, our life on earth is like a naval battle. In the gates the wise do not turn aside from the mouth of the Lord: The gates of the wise are the practical virtues, through which the wisdom of God enters. But uncleanness shall be defiled by a pestilent man: If vice diminishes virtue, then obviously virtue also destroys vice; and this will come to pass in the age to come until vice ceases; for he has set "shall be defiled" in place of "shall be destroyed"; and uncleanness is destroyed either by practical virtue or by sharp punishment. Rescue those being led away to death, and do not spare to redeem those being killed: This saying must be applied to those who have been deemed worthy of knowledge and neglect teaching, while many are being led away by vice to death. Eat honey, son, for a honeycomb is good, that your throat may be sweetened: He eats honey who is benefited by the divine Scriptures.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:48 · narrative
Source
ὁ δ' ἀπ' αὐτῶν τῶν πραγμάτων ἐκβάλλων τοὺς λόγους, ἀφ' ὧν εἰλήφασι καὶ οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι, τρώγει κηρίον· καὶ τὸ μὲν φαγεῖν μέλι παντὸς τοῦ βουλομένου ἐστίν, τὸ δὲ κηρίον μόνον τοῦ καθαροῦ. Μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίου: Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκαταλείπῃ σε. Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς: Ἀποστρέφει μὲν ὁ θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ· πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ ὅμοιός ἐστιν τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. σημειωτέον δὲ ὅτι ἄνθρωπον ἐνταῦθα εἴρηκε τὸν ἐχθρόν, ὑπὲρ οὗ καὶ προσεύχεσθαι ἡμᾶς νενομοθέτηκεν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. Οὐ γὰρ μὴ γένωνται ἔγγονα πονηρῶν: Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθά, ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς, διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔγγονα, καὶ
English
But he who derives his words from the things themselves, from which the holy prophets and apostles also received them, eats the honeycomb; and to eat honey belongs to everyone who wishes it, but the honeycomb belongs only to the pure. Do not bring the impious near the pasture of the righteous: Do not betray God for the sake of pleasure; for this is the pasture of the righteous, and he will certainly not forsake you. If your enemy falls, do not rejoice: God turns away his wrath from the one who has fallen, having had mercy on him; but he is angry with the one who is elated over the fall of his enemy; for everyone who rejoices over a perishing soul is like the devil, who does not wish all men to be saved and to come to the knowledge of the truth. And it should be noted that here he has called the enemy a man, on whose behalf the Lord also ordained in the Gospels that we should pray. For the offspring of the wicked shall not be: The wicked shall not beget virtues and right doctrines, for these are the offspring of the soul, because they do not fear the Lord; but those who are in the fear of the Lord all the day long shall have offspring, and
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:49 · narrative
Source
ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. Φοβοῦ τὸν κύριον, υἱέ μου, καὶ βασιλέα: Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται: Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ; ἢ ἄλλο μέν ἐστιν τιμωρία, ἄλλο δὲ κρίσις· καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σωμάτων διανέμοντος.
110 Μάχαιρα γὰρ γλῶσσα βασιλέως, καὶ οὐ σαρκίνη: Καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ. τὸ δὲ Οὐ σαρκίνη ἀντὶ τοῦ Οὐκ αἰσθητή. Ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει: Τοὺς παλαιοὺς ἀνθρώπους τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀναλίσκει ἡ μάχαιρα τοῦ θεοῦ, ἵν' ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον ἐνδύσονται τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα. Καὶ συγκαίει ὥσπερ φλόξ: Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν: Οὗτος ἄβρωτός ἐστι τοῖς δαίμοσιν, ὁ ὑπὸ τοῦ κυρίου καθαρθεὶς καὶ ἀπεχόμενος ἀπὸ πάσης κακίας. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων: Ἀφρονέστατον ἑαυτὸν εἶπεν κατὰ στέρησιν τῆς ἀνθρωπίνης φρονήσεως. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη: Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν ἄνω, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἀπὸ τοῦ οὐρανοῦ κατελθών.
English
Their hope will not depart. Fear the Lord, my son, and the king: that they may know you, the only true God, and Jesus Christ whom you sent. But who will know the punishments of both? How then does the Savior say in the Gospels: The Father judges no one, but has given all judgment to the Son? Or is punishment one thing and judgment another? Punishment is deprivation of impassibility and of the knowledge of God together with bodily pain; but judgment is the generation of an age, distributing to each of the rational bodies according to proportion.
For the tongue of the king is a sword, and not of flesh: and the sword of the spirit, which is the word of God. And "not of flesh" is instead of "not perceptible." For if his anger is sharpened, he consumes men together with their sinews: the sword of God consumes the old men who are corrupted according to the desires of deceit, so that, having put off the old man, they may put on the new man, created according to God. And it burns together like a flame: for I came to cast fire upon the earth. So that they are uneatable to the nestlings of eagles: this one is uneatable to the demons, the one purified by the Lord and abstaining from all evil. For I am the most foolish of all men: he called himself most foolish in respect of the deprivation of human prudence. Who has ascended into heaven and descended: no one has ascended into heaven above, except the Son of Man who came down from heaven.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:50 · narrative
Source
Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ: Τίς πίστει ἢ πάντως συνήγαγε τοὺς ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης ἐν τῇ γνώσει τῇ τοῦ θεοῦ, καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς; καὶ ἄλλως, τίς διὰ τῆς ἀληθοῦς γνώσεως ἔκρυψε γνῶσιν ψευδῆς; Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ: Τίς ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς; Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς: Τίς ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης συνήγαγε πάντα τὰ ἔθνη, πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς. Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ: Τῷ γὰρ νόμῳ κυρίου οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν. Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον: Ψευδώνυμον γνῶσιν μακράν μου ποίησον. Ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾷ: Ἵνα μή, φησίν, πλησθεὶς γνώσεως ἀκροατὴς ὑπερήφανος γένωμαι, καὶ εἴπω Οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσεται σοφίαν· ἵνα μὴ πλησθεὶς ἀπροσίτου γνώσεως, ψεύστης τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ ἐνδεδεμένοι αἵματι καὶ σαρκί. καλῶς δὲ καὶ τὸ ἕξης προστέθειται, τὸ Ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ· κλέπτει γάρ τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο· νυνὶ δὲ ὁ Παῦλος φησίν· Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ ἐργαζέτω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος μεταδῶ καὶ τῷ χρείαν ἔχοντι τί γὰρ καὶ ἔστιν ὃ μή ἐστιν ἡμέτερον, ἵνα καὶ κλέψωμεν οἱ πεπιστευκότες Χριστῷ;
English
Who gathered the winds in his bosom? Who by faith, or in every way, gathered those from the east and the west and the north and the sea in the knowledge of God, and gave them spiritual contemplation to store up in the virtues? And in another sense, who through true knowledge concealed the knowledge that is false? Who bound up water in a garment? Who stored up true knowledge in the virtues? Who held fast all the ends of the earth? Who gathered all the nations from the east and the west and the north and the sea, compacting them by the virtues and storing up the heavenly water that flows from the fountain of life. Do not add to his words: for to the law of the Lord there is no adding, and from it there is no taking away. Make a vain and false word far from me: make falsely named knowledge far from me. Lest, being filled, I become false and say, Who sees me? Lest, he says, being filled with knowledge, I become a proud hearer, and say, No one will know my wisdom; lest, being filled with inaccessible knowledge, I appear a liar to men, saying such things as those bound in blood and flesh are not able to know. And well is what follows also added, Lest, being impoverished, I steal and swear the name of God: for someone steals the contemplations of others, in order to fill a hungry mind. But this indeed was happening before the coming of the Savior; but now Paul says: Let the one who steals steal no longer, but rather let him work righteousness, so that having acquired knowledge I may share it also with the one who has need. For what is there that is not ours, that we who have believed in Christ should also steal?
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:51 · narrative
Source
πάντα γὰρ ἡμῶν ἐστίν, ἡμεῖς δὲ Χριστοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, Χριστὸς δὲ θεοῦ. Ἢ πενόμενος κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ μου: Οὗτος κλέπτει γνῶσιν, οὐχ ὁ τὴν τοῦ προλαβόντος λαμβάνων, ἀλλ' ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων, ἀλλὰ μᾶλλον κληρονόμοι πατρώων χρημάτων. Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου: Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν παραδῷς τῇ κακίᾳ, εἴπερ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἐστὶν τῆς ἁμαρτίας· ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος. Ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή: Ἡ εὐλογία ἡ ἀγαθὴ ἡ νοητή ἐστιν εὐλογία, ἥτις ἀντιδιαιρεῖται πρὸς τὴν αἰσθητὴν εὐλογίαν. Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρόν: Ὁ μὲν κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ἀγρὸν τὸν κόσμον ὠνόμασεν, ὁ
δὲ Σολομὼν ( ῶν) ἀγρὸν νῦν εἴρηκεν τὴν θεωρίαν τοῦ κόσμου· ἀλλ' ὁ μὲν ἐν τοῖς εὐαγγελίοις ἀγρὸς τοῦ συνεστῶτος ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπου ἐστίν, αἰσθητὸς γὰρ ἐστίν· ὁ δὲ ἐνταῦθα δηλούμενος ἀγρὸς τοῦ νοῦ μόνου ἐστίν, νοητὸς ὢν καὶ συνεστὼς ἐκ τῶν λόγων τούτου τοῦ κόσμου, εἰς ὃν καρδίαι εἰσβαίνουσι καθαραί. Καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου: Μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος· εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται: Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς, ἐκ τῶν πρακτικῶν συνεστῶσα.
English
For all things are ours, and we are Christ's, through whom all things came to be, and Christ is God's. Or, "Being poor, I shall steal and swear by the name of my God": This one steals knowledge—not the one who receives the knowledge of his predecessor, but the one who steals away from falsely named knowledge. For all who have believed in Christ, receiving contemplations from the holy prophets and apostles, are not called thieves of others' contemplations, but rather heirs of ancestral treasures. "Do not deliver a servant into the hands of his master": Do not again deliver the mind that has fled from evil to evil, since everyone who commits sin is a slave of sin; and sin now is the name given to the devil who works sin. "But a good blessing shall come upon them": The good blessing is the intelligible blessing, which is distinguished from the sensible blessing. "Prepare your works for the departure and make ready for the field": Our Lord in the Gospels called the world a field, but Solomon here has called the contemplation of the world a field; yet the field in the Gospels is that of man composed of soul and body, for it is sensible; but the field indicated here is that of the mind alone, being intelligible and composed of the principles of this world, into which pure hearts enter. "And you shall rebuild your house": For a house is built with wisdom; but wisdom will not enter a soul skilled in evil. "But its stone walls are thrown down": A wall is the impassibility of a rational soul, composed of practical virtues.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:52 · narrative
Source
112 Ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων: Οὗτοι οἱ κόρακες τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι, τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες, διότι τοῦ πάντων πατρὸς καὶ θεοῦ κατεγέλασαν, καὶ τῆν γεννῶσαν αὐτοὺς ἀρχαίαν γνῶσιν ἠτίμασαν· καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς κόρακας εἶπεν, τοὺς δὲ ὅλον αὐτὸν κατεσθίοντας ὠνόμασεν ἀετούς, διὰ τὸ τοὺς μὲν τὴν μερικήν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι. Καὶ τράγος ἡγούμενος αἰπολίου: Εἰ ἔριφοί εἰσιν οἱ ἀκάθαρτοι ἐξ ἀριστερῶν ὑπὸ τοῦ σωτῆρος ἱστάμενοι, ὁ δὲ τράγος ἡγεῖται τούτων, μήποτε ὁ τράγος νῦν τὸν διάβολον σημαίνει. Καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται πάντας τοὺς ἀσθενεῖς: Οὐ μὴ δύνωνται ὀρθῶς διδάσκειν. Δότε ( δίδοτε) μέθην τοῖς ἐν λύπαις: Ὁ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου ἐπιλανθάνεται τῶν ὀδυνῶν. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ: Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον. Δόξα θεοῦ κρύπτει λόγον: Τὸν ἔχοντα τὴν δόξαν τοῦ θεοῦ δόξαν εἶπεν θεοῦ, καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ ἐπουρανίου βασιλέως δόξαν βασιλέως ὠνόμασεν· οὗτοι γὰρ κρύπτουσι τὸν τοῦ θεοῦ λόγον ἐν ἑαυτοῖς, ὅπως ἂν μὴ ἁμάρτωσι, καὶ τιμῶσι τὰ προστάγματα δι' ὧν ποιοῦσιν αὐτά. πολλάκις δὲ τοῦτο παρεσημειωσάμεθα, ὅτι ἀπὸ τῶν ἀρετῶν ὀνομάζονται καὶ τῶν κακιῶν οἱ ἔχοντες τὰς ἀρετὰς καὶ τὰς κακίας· οὕτω Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, ἀντὶ τοῦ δικαίους·
English
An eye that mocks a father and dishonors the old age of a mother—let the ravens from the valleys pluck it out. These ravens secretly feed the righteous, but punish the unrighteous, gouging out the eyes of injustice, because they mocked the father of all and God, and dishonored the ancient knowledge that gave them birth. And those who gouge out the eyes of the impious he called ravens, but those who devour him whole he named eagles, because the former have been entrusted with partial purification, the latter with universal purification. And a he-goat leading the flock: If the unclean are the goats standing on the left by the Savior, and the he-goat leads them, perhaps the he-goat here signifies the devil. And they shall not be able to judge uprightly all the weak: They shall not be able to teach rightly. Give drunkenness to those in sorrow: One who has become drunk from the fatness of the house of the Lord forgets his pains. But distinguish between the poor man and the weak: He calls poor the one deprived of knowledge, and weak the one who is unclean. The glory of God hides a word: The one who has the glory of God he called the glory of God, and the one who has the glory of the heavenly king he named the glory of a king; for these hide the word of God within themselves, so that they may not sin, and they honor the commandments by which they perform them. And we have often noted this, that those who possess the virtues and the vices are named from the virtues and the vices; thus The Lord is righteous and loved righteousnesses, instead of righteous men.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:53 · narrative
Source
καὶ Φόβος κυρίου μισεῖ ἀδικίαν ὕβριν τε καὶ ὑπερηφανίαν, τοῦτ' ἔστιν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον. καὶ ἐνταῦθα δὲ τὸν ἔχοντα τὴν τοῦ θεοῦ δόξαν καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ βασιλέως δόξαν θεοῦ καὶ δόξαν βασιλέως ὠνόμασεν. ἢ τάχα δόξαν θεοῦ λέγει τὸν δοξάζοντα τὸν θεόν, καὶ δόξαν βασιλέως τὸν δοξάζοντα τὸν βασιλέα, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον· ὁ δοξάζων τὸν θεὸν κρύπτει τὸν λόγον αὐτοῦ, καὶ ὁ δοξάζων τὸν βασιλέα τιμᾷ τὰ προστάγματα αὐτοῦ· ὁ γὰρ ἀτιμάζων αὐτόν, διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζει αὐτόν. Κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ: Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀποκτένων, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατορθοῖ ἐν δικαιοσύνῃ τὸν ἑαυτοῦ νοῦν, ὅστις λέγεται εἶναι θρόνος θεοῦ· οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζεσθαι σοφία καὶ γνῶσις καὶ δικαιοσύνη, εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός. Μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο: Μὴ εἴπῃς Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ· κρεῖσσον γὰρ τὸ ῥηθῆναι περὶ σοῦ τὸ Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Μὴ πρόπιπτε ( πρόσπιπτε) εἰς μάχην ταχύ: Διὰ τῆς μάχης τὴν κακίαν ἠνίξατο.
English
And the fear of the Lord hates injustice, insolence, and arrogance—that is, the unjust man, the insolent man, and the arrogant man. And here too he has named the one who has the glory of God and the one who has the glory of the king, “glory of God” and “glory of the king.” Or perhaps he calls “glory of God” the one who glorifies God, and “glory of the king” the one who glorifies the king, so that what is said is something like this: the one who glorifies God conceals his word, and the one who glorifies the king honors his ordinances; for the one who dishonors him dishonors him through transgression of the law. Kill the ungodly from the presence of the king, and his throne will be established in righteousness: The one who by the spiritual word puts to death the old man, who is corrupted according to the desires of deceit, establishes his own mind in righteousness—the mind which is said to be the throne of God; for wisdom and knowledge and righteousness have by nature nowhere else to sit except in a rational nature; and all these things are Christ. Do not stand in the places of the powerful: Do not say, “I will set my throne above the stars; I will be like the Most High”; for better is it that there be said of you, “Therefore God also highly exalted him and granted him the name that is above every name.” Do not rush into battle quickly: Through battle he hinted at evil.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:54 · narrative
Source
Ἡνίκα δ' ἂν ὀνειδίζει ( σε ὀνειδίσῃ) ὁ σὸς φίλος, ἀναχώρει εἰς τὰ 'πίσω, μὴ καταφρόνει: Καὶ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις ὀνειδίζει ταῖς πόλεσιν, ἐν αἷς αἱ πλεῖσται αὐτοῦ δυνάμεις γεγόνασιν, ὅτι οὐ μετενόησαν, Οὐαί σοι Χωραζίν, Οὐαί σοι λέγων Βητσαϊδά Χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ: Πυκνότερον ὁ Σολομὼν
φίλου τε μέμνηται καὶ φιλίας· διὸ καλῶς ἔχει νῦν προσέχειν τῷ ὀνόματι, τί βούλεται αὐτῷ σημαίνειν ἡ φιλία· Χάρις γάρ φησιν καὶ φιλία ἐλευθεροῖ. καίτοι ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Παῦλος δὲ πάλιν γράφει· Χριστὸς ἡμᾶς ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου. εἰ οὖν ἡ φιλία ἐλευθεροῖ, καὶ ἡ ἀλήθεια ἐλευθεροῖ, καὶ ὁ σωτὴρ ἐλευθεροῖ, Χριστός ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία· ὅθεν καὶ πάντες οἱ ἔχοντες τὴν γνῶσιν τοῦ Χριστοῦ φίλοι ἀλλήλων εἰσίν. οὕτω καὶ τοὺς μαθητὰς φίλους εἴρηκεν ὁ σωτήρ, καὶ Ἰωάννης φίλος ἦν τοῦ νυμφίου, Μωσῆς καὶ πάντες οἱ ἅγιοι· καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶν φίλοι. Ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως: Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν καὶ κατ' αὐτὰς ἐνεργῶν τὰς ὁδοὺς αὐτοῦ φυλάσσει εὐσυναλλάκτως. Μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου: Ὥσπερ μῆλον χρυσέον ἁρμόζει σαρδίῳ, οὕτως γνῶσις θεοῦ ψυχῇ καθαρᾷ. Ἐνώτιον ( Εἰς ἐνώτ.) χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται·
English
Whenever your friend reproaches you, withdraw backward; do not despise him. And the Savior in the Gospels reproaches the cities in which most of his mighty works were done, because they did not repent, saying, "Woe to you, Chorazin, woe to you, Bethsaida." Grace and friendship set free; keep these for yourself, so that you may not become a reproach. Solomon more frequently
makes mention of a friend and of friendship; therefore it is well now to pay attention to the name, what friendship intends to signify for him. For "grace," he says, "and friendship set free." And yet the Savior in the Gospels says to the Jews who had believed in him: "If you remain in my word, you are truly my disciples, and the truth will set you free." And Paul again writes: "Christ has set us free from the curse of the law." If, then, friendship sets free, and truth sets free, and the Savior sets free, Christ is the truth and the friendship; whence also all who have the knowledge of Christ are friends of one another. Thus also the Savior has called the disciples friends, and John was a friend of the bridegroom, and Moses and all the saints; and in this friendship alone are those who are friends of the same one also friends of one another. But "keep your ways" in good dealing: he who has been taught about the virtues and acts according to them keeps his ways in good dealing. "A golden apple in a setting of sardius": just as a golden apple fits a sardius, so does the knowledge of God fit a pure soul. "A golden earring and a costly sardius are bound together":
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:55 · narrative
Source
λόγος σοφὸς εἰς οὖς εὐήκοον: Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν, καὶ σοφίαν κυρίου εἰς νοῦν ἀπαθῆ. Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ: Ὥσπερ χιὼν ψύχει καύσωνα, οὕτως γνῶσις ἁγίων διαλύει κόπον ψυχῆς. Γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστέα: Νῦν τὴν θυμώδη ψυχὴν ὠνόμασεν μαλακήν, ἥτις συντρίβει τὰ ὀστᾶ τὰ πεφυκότα λέγειν· Κύριε, τίς ὅμοιός σοι; Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σὸν ( σεαυτοῦ) φίλον: Σπανίως δεῖ ἅπτεσθαι θεολογικῶν προβλημάτων καὶ μὴ πυκνῶς τοῦτο ποιεῖν, μήποτε εἴπωμέν τι τῶν οὐ λεγομένων ἐπὶ θεοῦ, καὶ ὡς ἀσεβοῦντες τῆς πνευματικῆς ἐκπέσωμεν γνώσεως, τοῦ νοῦ δι' οἰκείαν ἀσθενείαν συνεχῶς ἐνατενίζειν τῇ τοιαύτῃ θεωρίᾳ μὴ δυναμένου. Ὀδοὺς (, ὁδὸς) κακοῦ καὶ ποὺς ( οῦ οὺ) παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ: Τοῦτ' ἔστιν ἡ κακία καὶ ἡ παρανομία ἀπολεῖται ἐν ἡμέρᾳ τῆς κρίσεως. Οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ: Τὰ προσπίπτοντα τῇ καρδίᾳ πάθη αἱ κακίαι εἰσίν· ὧν κατὰ στέρησιν ὁ ἀπαθὴς ὀνομάζεται. Οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν: Λύπη ἐστὶν ψεκτή, στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετή, στέρησις ἀρετῶν καὶ γνώσεως θεοῦ. Τοῦτο γὰρ ποιήσας ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τῆς κεφαλῆς ( ἐ. τὴν κεφ.) αὐτοῦ: Διὰ τῆς χρηστότητος καὶ εὐποιΐας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικόν. Πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει: Τὸν διάβολον εἶπεν πρόσωπον ἀναιδές, ἐρεθίζοντα τὴν ψυχήν· πανταχοῦ δὲ ὁ Σολομὼν ( ῶν) γλῶσσαν τὸν νοῦν λέγει· τοῦτο οὖν τὸ πρόσωπον αἰδεῖσθαι ἐν κρίσει οὐ καλόν. Ἀγγελία δὲ ἀγαθὴ ἐκ γῆς μακρόθεν: Οὕτως γνῶσις θεοῦ ἐκ γῆς πραέων.
English
A wise word into a hearing ear: Put a precious sardius into a golden earring, and the wisdom of the Lord into a passionless mind. As the going forth of snow in harvest helps against the heat: As snow cools the burning heat, so the knowledge of the saints dissolves the soul's toil. But a soft tongue breaks bones: Now he has called the irascible soul soft, which breaks the bones that are wont to say, "Lord, who is like you?" Bring your foot rarely to your own friend: One must rarely touch theological problems and not do this frequently, lest we say something of the things not said concerning God, and as impious fall away from spiritual knowledge, since the mind, through its own weakness, cannot continually gaze upon such contemplation. The ways of the evil man and the foot of the transgressor shall perish in an evil day: This is that wickedness and transgression shall perish in the day of judgment. Thus a passion falling upon the body grieves the heart: The passions that fall upon the heart are the vices; by the privation of which the passionless man is named. Thus grief of a man harms the heart: There is a blameworthy grief, the privation of corruptible pleasure; and there is a praiseworthy grief, the privation of virtues and of the knowledge of God. For doing this you will heap coals of fire upon his head: Through kindness and beneficence cleansing his ruling faculty. But a shameless face provokes the tongue: He called the devil a shameless face, provoking the soul; and everywhere Solomon calls the mind a tongue; this face, then, is not good to be ashamed of in judgment. And a good report from a land far off: Thus the knowledge of God from the land of the meek.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:56 · narrative
Source
Οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐναντίον ἀσεβοῦς: Τῶν νοημάτων τοῦ νοῦ τὰ μὲν πτώματα αὐτοῦ λέγεται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις, καὶ ἄλλα περίπατος καί τινα αὐτοῦ προσκόμματα ὀνομάζεται· καὶ ἄλλα σκληρὰ καὶ μαλακά, καὶ εὐώδη καὶ δυσώδη, καὶ γλυκέα καὶ πικρά, καὶ λεῖα καὶ ὀρθὰ καὶ σκολιά· καὶ πάλιν τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος, καὶ ζωὴ καὶ θάνατος, τὰ δὲ νόσοι καὶ ὑγεῖαι· καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησιν ἡ γραφὴ κατά τε τῆς ψυχῆς καὶ τῶν νοημάτων αὐτῆς. ἃ δὲ τίθησι κατ' αὐτῆς, ὡς ἔστιν ὀλίγα ἐκ πολλῶν εἰπεῖν, ἔστιν ταῦτα· νοῦν, ψυχήν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱόν, πνεῦμα, ὀφθαλμόν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, ξύλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα, καὶ ἄλλα πλείονά ἐστιν ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι διὰ τὸ εἶδος τῶν σχολίων πολυλογίαν μὴ ἐπιδεχομένων. ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ σατανᾶ, λογισμὸν ἀκάθαρτον ἢ ψευδὲς δόγμα δεξάμενος. καὶ ὁ
English
Thus it is unseemly for a righteous man to fall before the impious: Of the thoughts of the mind, some are called its falls, others its risings, others its sitting, others its standing, and others its walking; and certain of them are named its stumbling blocks; and others are called hard and soft, fragrant and foul-smelling, sweet and bitter, smooth and straight and crooked; and again some of them are called thorns and thistles, others light and darkness, and life and death, and others sicknesses and healths; and others again are named falsehood and truth; and Scripture assigns many other names both to the soul and to its thoughts. And those which it assigns to it, to speak of a few out of many, are these: mind, soul, heart, man, male, female, slave, servant, father, son, spirit, eye, mouth, lips, tongue, throat, belly, bosom, arm, finger, wood, nostril, sheep, kid, shepherd; and there are many more names of the soul which it is not possible to set down now, because the form of scholia does not admit of much speaking. Here, then, a righteous mind falls before Satan, having received an unclean thought or a false doctrine. And the
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:57 · narrative
Source
Δαυὶδ δὲ φησίν· Ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. ἀλλὰ τοῦτο τὸ πτῶμα περιέχει γνῶσιν ἀληθῆ καὶ λογισμοὺς καθαρούς. Οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει: Βουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς καρδίας. Μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, ῥάβδος δὲ ἔθνει ἄφρονι ( παρανόμῳ): Ἡ ῥάβδος νῦν σύμβολόν. ἐστι κολάσεως. Ἐκ τῶν ἑαυτοῦ ποδῶν (; ὁδῶν) ὄνειδος ποιεῖται ὁ ἀποστείλας λόγον δι' ἀγγέλου ἄφρονος: Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἅγια, οὐδὲ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ τοῦ στόματος ἀφρόνων: Περίελε ἄφρονος ὁδὸν κακήν, καὶ γνῶσιν ψευδῆ μακρὰν ποίησον ἀπ' αὐτοῦ. Ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν: Οὐχ ἁρμόσει ἄφρονι γνῶσις, καὶ λίθος ἄτιμος ἐν σφενδόνῃ χρυσῇ.
Πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων, συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν: Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθ' ἣν ἐξέστησαν θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται θεῷ· πᾶσα γὰρ σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ. προσεκτέον δὲ ἐνταῦθα ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας σάρκας ἀφρόνων ὠνόμασεν· οὕτω καὶ ὁ κύριος φησίν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἔμετον ἑαυτοῦ καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀποστρέψας.): Ὁ ἀποβαλὼν κακίαν αὐτοῦ καὶ ἐπιστρέψας πάλιν πρὸς αὐτὴν ὅμοιός ἐστιν κυνὶ ἐσθίοντι τὸν ἑαυτοῦ ἔμετον.
English
But David says: All those who go down to the earth shall fall down before him. But this fall contains true knowledge and pure thoughts. Thus is the man who does nothing with counsel: he called counsel here the inclination of the heart toward the better. A whip for a horse and a goad for a donkey, and a rod for a foolish (lawless) nation: the rod here is a symbol of punishment. From his own feet (or ways) he who sends a word by a foolish messenger makes reproach for himself: one must not give holy things to dogs, nor cast pearls before swine. Remove the going of legs and a proverb from the mouth of fools: take away the evil way from a fool, and put false knowledge far from him. He who binds a stone in a sling is like him who gives glory to a fool: knowledge will not fit a fool, and a stone is dishonored in a golden sling.
All flesh of fools is much storm-tossed, for their ecstasy is crushed: if the ecstasy of fools is crushed, by which they stood out from God, again becoming pure they come to God; for all flesh shall see the salvation of God. But one must attend here to the fact that he called souls grown fat from evil the flesh of fools; so also the Lord says: My Spirit shall not remain in these men, because they are flesh. Just as a dog, when it comes upon its own vomit and becomes hateful, so a fool, having turned away in his own evil: he who has cast off his evil and turned back to it again is like a dog eating its own vomit.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:58 · narrative
Source
Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δύναται ἐπενεγκεῖν: Εἰ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς, πᾶς ὁ κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ οὐ βρώσεται ἐκ τούτου τοῦ δένδρου. Ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ ἢ ἐν κλήρῳ. Ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχασθήσεται μάχη: Τὸν θυμώδη δίθυμον εἶπεν. Χείλη λεῖα καρδίαν καλύπτει πονηράν: Καρδίαν καθαρὰν οὐ καταλήψεται λύπη, ἐπιθυμίας γὰρ φθαρτὰς ἀπώσατο ἀπ' αὐτῆς. Ἐάν σου δέηται ὁ ἐχθρὸς ἱκετεύων μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς αὐτῷ: Δέεται ἡμῶν ὁ σατανᾶς ποτὲ μὲν διὰ τῶν ἀκαθάρτων λογισμῶν γαργαλίζων ἡμᾶς καὶ τῷ λείῳ τῆς ἡδονῆς ἐπισπώμενος, ποτὲ δὲ καὶ φωνὴν οὕτως ἔναρθρον ὡς ἡττηθεὶς προβαλλόμενος, ὡς οὐ δεῖ πείθεσθαι ἄσπονδον ἔχοντι τὸν πόλεμον τὸν πρὸς ἡμᾶς. Ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ καρδίᾳ αὐτοῦ: Τοῖς ἑπτὰ πνεύμασιν ἀντίκεινται αὗται αἱ πονηρίαι. Ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐν ἐνδείᾳ ( ἐνδεεῖ) καὶ τὰ πικρὰ γλυκέα φαίνεται: Ψυχὴ καθαρὰ κατατρυφᾷ γνώσεως· ψυχὴ δὲ ἀκάθαρτος καὶ τὴν ψευδώνυμον γνῶσιν ἀληθῆ γνῶσιν νομίζει. Οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων: Τόπος τῆς καρδίας ἐστὶν ἀρετὴ καὶ γνῶσις, ἀφ' ὧν ἀποξενωθεὶς ἄνθρωπος ἐμπίπτει εἰς κακίαν καὶ ἀγνωσίαν καὶ γίνεται δοῦλος· ἐπειδὴ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. Μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία: Νοῦς ἀπαθὴς πολυποικίλῳ τέρπεται σοφίᾳ· νοῦς δὲ ἐμπαθὴς ἐν ἀγνωσίαις πεσεῖται.
English
The slothful man hides his hand in his bosom and cannot bring it forth: If a tree of life grows from the fruits of righteousness, then everyone who hides righteousness in unrighteousness shall not eat from this tree. Like one who grasps a dog by the tail, so is he who presides over another's judgment: This saying should be applied to those who vote to appoint certain unworthy men to the priesthood or to the clergy. But where there is no double-minded man, strife shall be quieted: He called the irascible man double-minded. Smooth lips cover a wicked heart: Grief shall not overtake a pure heart, for it has thrust corruptible desires away from itself. If your enemy entreats you, supplicating with a loud voice, do not be persuaded by him: Satan entreats us sometimes by tickling us with impure thoughts and drawing us on by the smoothness of pleasure, and sometimes he even puts forward an articulate voice as though he had been defeated, so that we ought not to be persuaded by him who holds an implacable war against us. For there are seven wickednesses in his heart: These wickednesses are opposed to the seven spirits. A soul in abundance mocks honeycombs, but to a soul in want even bitter things appear sweet: A pure soul delights in knowledge; but an impure soul considers even the falsely named knowledge to be true knowledge. Thus a man is enslaved when he is estranged from his own places: The place of the heart is virtue and knowledge, and when a man is estranged from these he falls into wickedness and ignorance and becomes a slave, since everyone who commits sin is a slave of sin. With myrrh and wines and incense the heart is delighted: A passionless mind is delighted with manifold wisdom; but a passionate mind shall fall into ignorances.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:59 · narrative
Source
117 Φίλον σὸν καὶ φίλον πατρῷον μὴ ἐγκαταλείπῃς: Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους. Εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν: Τοιοῦτος ἦν ὁ εἰσελθὼν εἰς τοὺς γάμους καὶ μὴ ἔχων ἔνδυμα γάμου. Κρεῖσσον φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν ἀποικῶν ( οἰκῶν): Κρεῖσσον ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως ὑπὲρ τὸν συναπτόμενόν μοι διὰ τῆς μὴ ἀληθοῦς γνώσεως. Ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γὰρ ὑβριστής: Τοῦτ' ἔστιν τὸ ἐν τῷ εὐαγγελίῳ λεγόμενον, τὸ Καὶ ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ. δηλοῖ δὲ τοῦτο, ὡς οἶμαι, τὰ κατὰ διάνοιαν λείψανα τῶν ἀρετῶν καὶ τῆς
γνώσεως τοῦ θεοῦ, λαμβανόμενα ἀπὸ τῶν κακῶς αὐτοῖς χρησαμένων ἀνθρώπων. Ὃς φυτεύει συκῆν, φάγεται τοὺς καρποὺς αὐτῆς: Ὁ κύριος ἡμῶν ἐστὶν ἡ συκῆ· ὁ γὰρ καρπὸς αὐτῆς λέπραν θεραπεύει. Ἐὰν μαστιγοῖς τὸν ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ: Οὐκ ἀτιμάζων τὸν ἄφρονα ἀποστήσεις αὐτὸν τῆς ἀφροσύνης, ἀλλὰ διδάσκων αὐτὸν ὁποίας ἀτιμίας ἡ ἀφροσύνη γίνεται πρόξενος. Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου: Πρόσεχε σεαυτῷ καὶ τὰς ἀρετάς σου κατεύθυνε, ὅτι οὐκ ἀεὶ ἐν αὐταῖς ἰσχύουσιν ἐπίσης οἱ ἄνθρωποι· οὐδὲ ἀπὸ ἀρετῆς ἐπ' ἀρετὴν ἢ ἀπὸ γνώσεως ἐπὶ γνῶσιν ὑγιῶς μεταβαίνουσιν, τῆς ἀνθρωπίνης καταστάσεως τοὺς οὐ ῥᾳδίως μὴ δεχομένους· ὅτι δὲ γενεὰς λέγει τὰς ἀρετὰς καὶ τὰς γνώσεις, καθ' ἃς γεννῶνται οἱ ἅγιοι, δείκνυσι δι' ὧν γράφει· Γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.
English
Do not forsake your own friend and your father's friend: They forsook me, the fountain of living water, and dug for themselves cisterns. And do not enter your brother's house when you are unfortunate: Such was the one who entered the wedding feast and did not have a wedding garment. Better is a friend who is near than a brother dwelling far away: Better is the one joined to me through true knowledge than the one joined to me through knowledge that is not true. Take away his garment, for he has passed by as an insolent man: This is what is said in the Gospel, "And from the one who does not have, even what he seems to have will be taken away from him." And this signifies, as I think, the remnants of the virtues and of the knowledge of God that are in the mind, taken away from people who have used them badly. Whoever plants a fig tree will eat its fruits: Our Lord is the fig tree; for its fruit heals leprosy. If you scourge a fool in the midst of the assembly, dishonoring him, you will not remove his folly: It is not by dishonoring a fool that you will make him depart from his folly, but by teaching him what kind of dishonors folly brings about. You will know well the souls of your flock: Attend to yourself and direct your virtues, because people do not always have equal strength in them; nor do they pass soundly from virtue to virtue or from knowledge to knowledge, since the human condition does not easily accept those who are not so; and that he calls virtues and forms of knowledge "generations," according to which the saints are begotten, he shows by what he writes: The generation of wisdom is the fear of the Lord, and wealth, and glory, and life.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:60 · narrative
Source
χρηστέον δὲ ταύτῃ τῇ παροιμίᾳ καὶ πρὸς τοὺς ποιμένας τῶν ἐκκλησιῶν, οὓς δεῖ μὴ προσώποις ἀλλὰ καρδίαις προσέχειν καὶ νοητῶς ποιμαίνειν τὰ πρόβατα. Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν: Πεδίον λέγει τὸν νοῦν, χλωρὰ δὲ τὰς ἐν αὐτῷ κατὰ δύναμιν ἐνυπαρχούσας ἀρετάς· ὧν ὁ ἐπιμελούμενος κερεῖ πόαν, σύμβολον οὖσαν τῆς γνώσεως τοῦ θεοῦ, ἣν καὶ χόρτον πάλιν ὀρεινὸν ὀνομάζει· χόρτος γάρ ἐστιν ὀρεινὸς γνῶσις ἁγίων δυνάμεων, ἁρμόζουσα τῇ ἀλογωτέρᾳ τῶν ψυχῶν καταστάσει. ἔθος δὲ τῇ γραφῇ τοὺς ἁγίους ὄρη καλεῖν. οὕτω καὶ ὁ Δαυὶδ αἴρει τὴν ψυχὴν αὐτοῦ εἰς τὰ ὄρη, πόθεν ἥξει ἡ βοήθεια αὐτοῦ· καὶ πάλιν ὄρη σκιρτῶσιν ὡς κριοί, καὶ βοῦνοι ὡς ἀρνία προβάτων, ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ· εἰ γὰρ ἐπὶ ἑνὶ μετανοοῦντι χαίρουσιν ἄγγελοι, πόσῳ μᾶλλον ἐπὶ πλήθει τοσούτῳ ὁδεύοντι ἀπὸ κακίας εἰς ἀρετήν. διὸ καὶ μόνη ἡ γνῶσις τῶν ἁγίων ἀγγέλων τρέφει τὰς ἐν ἡμῖν ἀρετάς, ἀφ' ὧν ἐνδύεται σπλάγχνα οἰκτιρμοῦ ψυχή, χρηστότητα, μακροθυμίαν, ταπεινοφροσύνην, πίστιν, ἐγκράτειαν, ἀγάπην, καὶ τὰ ἐκ ταύτης γεννώμενα ἀγαθά. ὅτι δὲ πεδία καὶ ὁ Δαυὶδ λέγει τὰς λογικὰς ψυχάς, ἐντεῦθεν ἔστιν μαθεῖν. Καὶ τὰ πεδία σου γάρ φησιν πλησθήσονται πιότητος· καὶ πάλιν μετ' ὀλίγα· Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν. ὕμνος δὲ καὶ κραυγὴ μόνη πέφυκεν ἐπισυμβαίνειν τῇ φύσει τῇ λογικῇ. Ἀνὴρ ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς: Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς·
English
This proverb must also be applied to the shepherds of the churches, who must attend not to faces but to hearts and shepherd the sheep in a spiritual sense. Tend the green things in the plain and you will shear grass: He calls the mind a plain, and the green things the virtues present in it according to its capacity; the one who tends them will shear grass, which is a symbol of the knowledge of God, which he also again names mountain grass; for mountain grass is the knowledge of the holy powers, suited to the more irrational condition of souls. It is the custom of Scripture to call the saints mountains. Thus also David lifts up his soul to the mountains, whence his help will come; and again the mountains skip like rams, and the hills like lambs of sheep, at the salvation of Israel; for if the angels rejoice over one who repents, how much more over so great a multitude journeying from vice to virtue. Therefore the knowledge of the holy angels alone nourishes the virtues in us, from which the soul is clothed with bowels of compassion, kindness, long-suffering, humility, faith, self-control, love, and the good things born from this. That David also calls rational souls plains, one may learn from this. For your plains, he says, shall be filled with fatness; and again after a little: And the valleys shall abound with grain; they shall cry out, for they shall also sing praise. Hymn and cry alone are naturally suited to occur in the rational nature. A man in acts of impiety defrauds the poor: If there is a man courageous in acts of impiety, there is also one courageous in virtues; and if the one courageous in acts of impiety defrauds the poor, the one courageous in virtues comforts the poor.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:61 · narrative
Source
οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἀνδρεῖός ἐστιν ἐν εὐσεβείαις. Οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος: Πᾶς ὁ ἀγαπῶν τὸν νόμον ποιεῖ τὸν νόμον, πᾶς δὲ ὁ ποιῶν τὸ νόμον ἀπάθειαν κτᾶται καὶ γνῶσιν θεοῦ· εἰ δὲ οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος, νῦν τὸ τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τοῦ θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λογικήν. Ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα αὐτοῦ: Ποιμένα λέγει τὸν νοῦν, πρόβατα δὲ τὰ ἐν αὐτῷ ἐμπαθῆ νοήματα, ἅπερ ἐκτρέφων ἐν ἑαυτῷ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει· ἀσωτία γὰρ ψυχῆς ἐστίν, λογισμοὶ ἐμπαθεῖς διὰ τοῦ σώματος ἐκτελούμενοι· ἀσωτία δὲ νοῦ ἐστίν, ψευδῶν δογμάτων καὶ θεωρημάτων ὑπόληψις. Ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτόν: Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπολέσουσιν αὐτόν, δηλονότι κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοί, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς τὴν ἀρετὴν ἐπανάγοντες. Ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακούων ( εἰσακοῦσαι) νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται: Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχήν, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον θεός. καὶ ὁ Παῦλος φησίν· Προϊδοῦσα δὲ ἡ γραφὴ τὸ μέλλον, ἀντὶ τοῦ Ὁ τὴν γραφὴν δεδωκώς. Ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ( ἐξηγ. ἐλέγχους) ἀγαπηθήσεται: Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.
English
Therefore everyone who encourages the poor is brave in acts of piety. But those who love the law surround themselves with a wall: Everyone who loves the law does the law, and everyone who does the law acquires dispassion and the knowledge of God; and if those who love the law surround themselves with a wall, now the wall signifies dispassion and the knowledge of God, which alone are by nature able to guard the rational nature. But he who shepherds prodigality dishonors his father: He calls the mind a shepherd, and the passionate thoughts within it the sheep, which, when he nurtures them in himself through transgression of the law, he dishonors God; for prodigality of the soul is passionate thoughts carried out through the body; and prodigality of the mind is the supposition of false doctrines and speculations. He who multiplies his wealth with interest and increase gathers it for him who has mercy on the poor: If the wealth of the impious is wickedness, and wise men will destroy it, clearly the righteous and wise destroy wickedness, leading the impure back to virtue through spiritual teaching. He who turns away his ear so as not to hear the law, even his prayer is an abomination: It is not the law that abominates anyone's prayer, but God who gave the law. And Paul says: But the scripture, foreseeing what was to come, instead of "he who gave the scripture." But he who expounds and refutes will be loved: I said, I will confess my lawlessness against myself to the Lord, and you forgave the impiety of my heart.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:62 · narrative
Source
119 Λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ: Εἰ μακάριοί εἰσιν οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, λέοντες καὶ λύκοι εἰσὶν οἱ διψῶντες καὶ πεινῶντες τὴν ἀδικίαν. Βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης: Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπ' αὐτοῦ. Ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ: Ὁ ἐγγυώμενος τὸν σατανᾶν ἐγγυᾶται τὴν ἀδικίαν, ὑπισχνούμενος αὐτῷ τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. περὶ τούτου δὲ καὶ τὸ εὐαγγέλιον λέγει ὡς διὰ φόνον καὶ στάσιν βεβλημένου εἰς φυλακήν. Οὐ μὴ ὑπακούσῃ ἔθνει παρανόμῳ: Ἔθνος παράνομον τὸ τάγμα τῶν δαιμόνων ἐστίν, ᾧ οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός. Ὁ ἐργαζόμενος τὴν αὐτοῦ γῆν ἐμπλησθήσεται ἄρτων: Ὁ καθαίρων ἑαυτὸν πλησθήσεται γνώσεως, ὁ δὲ ἀκάθαρτος πλησθήσεται ἀγνωσίας. Ὃς αἰσχύνεται πρόσωπα ἀδίκων ( οὐκ αἰσχ. πρ. δικαίων), οὐκ ἀγαθός: Εἰ πρόσωπα δικαίων εἰσὶν αἱ ἀρεταί, οὐκ ἀγαθὸς ὁ μὴ τὰς ἀρετὰς αἰσχυνόμενος· καὶ εἰ πρόσωπα τῶν ἁμαρτωλῶν εἰσὶν αἱ κακίαι, ἀγαθὸς ὁ τὰς κακίας μὴ αἰσχυνόμενος. Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος: Οἱ οὖν ἐλεήμονες ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ θεοῦ καὶ γενόμενοι ἄγγελοι ἄρξουσι τῶν ἀσεβῶν. τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν ὁ κύριος, τοῦ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων, κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. θρόνος δέ ἐστιν ἐν ᾧ ὁ νοῦς καθέζεται, γνῶσις πνευματική, τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνάγουσα.
English
A hungry lion and a thirsty wolf is he who tyrannizes over a poor nation: If those who hunger and thirst for righteousness are blessed, then those who thirst and hunger for unrighteousness are lions and wolves. A king in need of revenues is a great sycophant: The revenues of the wicked king are his vices and false doctrines; for these are the revenues that those ruled by him bring to him. He who becomes surety for a man involved in a charge of murder will be a fugitive and not in safety: He who becomes surety for Satan becomes surety for unrighteousness, promising him that he will pay back the fruits of unrighteousness. The Gospel also speaks of this man as one cast into prison for murder and sedition. He will surely not obey a lawless nation: A lawless nation is the order of demons, which the disciplined son does not obey. He who works his own land will be filled with bread: He who purifies himself will be filled with knowledge, but the unclean will be filled with ignorance. Whoever is ashamed of the faces of the unjust (he is not ashamed of the faces of the just) is not good: If the faces of the just are the virtues, then he who is not ashamed of the virtues is not good; and if the faces of sinners are the vices, then he who is not ashamed of the vices is good. A envious man hastens to be rich: Therefore the merciful, having been shown mercy by God in the age to come and having become angels, will rule over the ungodly. The Lord also promised to give such a dignity to his disciples, that they should sit upon twelve thrones, judging the twelve tribes of Israel. And a throne is that on which the mind sits, spiritual knowledge, gathering together those who have wandered from the worship of God.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:63 · narrative
Source
τὸ δὲ κρίνειν ἐνταῦθα τὸ διδάσκειν σημαίνει, ὡς τὸ Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρίνε πάντα ὑγιῶς, ἀντὶ τοῦ Δίδασκε. ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ ποιήσει μᾶλλον τὸν βάσκανον. Ἐν δὲ τῇ ἀπωλείᾳ ἐκείνων πληθυνθήσονται δίκαιοι: Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει. οὕτω καὶ Ματθαῖον τὸν τελώνην ἀπολέσας ὁ κύριος δικαιοσύνην αὐτῷ ἐχαρίσατο. Ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις: Οὐκ εἶπεν ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔστιν ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις, ὡς ἔχοντος ἔτι δηλονότι ξύλα χόρτον καλάμην· εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγεία προσγίνεσθαι. Ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες: Ὅσοι εἰσὶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, οὗτοι πάντες καὶ στένουσιν. Ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον: Ὁ δὲ ἐκτρέφων κακίας ἀπολεῖ πλοῦτον. –Ἄλλως. ποιμήν ἐστιν ἀγαθὸς νοῦς ἀπαθεῖς λογισμοὺς κεκτημένος· καὶ ποιμήν ἐστιν πονηρὸς νοῦς ἐμπαθεῖς λογισμοὺς κεκτημένος. εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστιν λογισμὸς ἐμπαθής, καὶ πρόβατόν ἐστιν λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἐρίφους ὁ κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους δὲ καὶ πρόβατα λέγει τοὺς κεκτημένους ἐρίφους καὶ πρόβατα, τοῦτ' ἔστιν τοὺς ἔχοντας λογισμοὺς ἀπαθεῖς καὶ ἐμπαθεῖς.
English
Here "to judge" means "to teach," as in "Open your mouth with the word of God, and judge all things soundly," where it stands for "Teach." At the same time this too must be known, that the merciful man who has overcome the envious man will not himself become envious, but will rather make the envious man merciful. And in the destruction of those men the righteous will be multiplied: if the impious cast off being impious, they will become righteous; for destruction here means the removal of impiety. Thus too the Lord, having destroyed Matthew the tax-collector, granted him righteousness. For suddenly, while he is burning, there is no healing: He did not say that when the flame has ceased there is no healing, but while he is burning there is no healing, since he evidently still has wood, hay, stubble—if indeed healing naturally comes even to those who are burned after the burner. And under impious rulers men groan: all who are under the principalities and the authorities and the world-rulers of this darkness, all these also groan. But he who shepherds harlots will destroy wealth: he who nurtures evils will destroy wealth. — Otherwise. The good shepherd is a mind that possesses dispassionate thoughts; and the wicked shepherd is a mind that possesses passionate thoughts. If this is so, then a passionate thought is a kid, and a dispassionate thought is a sheep; which is why the Lord sets the kids on the left and the sheep on the right; and he calls kids and sheep those who possess kids and sheep, that is, those who have dispassionate and passionate thoughts.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:64 · narrative
Source
οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια προσηγόρευσεν, καὶ τοὺς τὸν σῖτον ἔχοντας σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς. τοιοῦτόν ἐστιν καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον, τὸ Ἡ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ Ὁ ἔχων τὴν ἀγάπην. Βασιλεὺς δίκαιος ἀνίστησι χώραν: Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικήν· ὁ δὲ ἀντίχριστος κατασκάπτει. Καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων: Οὐκοῦν πτωχός ἐστιν ὁ μὴ ἔχων νοῦν ἐπιγνώμονα. Ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει: Καὶ ἐπ' αὐτόν, φησὶν ὁ Δαυίδ, γελάσονται καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ. Ἄνδρες αἱμάτων ( μέτοχοι) μισοῦσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητοῦσι ( ἐκζητήσουσι) ψυχὴν αὐτοῦ: Οὗτος ἐκζητεῖ ψυχὴν δικαίου, ὁ τὰ αὐτῇ νενοημένα νοῆσαι βουλόμενος.
Σοφὸς δὲ ταμιεύεται κατὰ μέρος: Οὗτος ταμιεύεται τὸν θυμὸν κατὰ μέρος, ἤτοι ὁ ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασιν, ἢ ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος· καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τὸ πρότερον, πρὸς δὲ τοὺς σπουδαίους τὸ δεύτερον. Οὐ μὴ ὑπάρξει ἐξηγητὴς ἔθνει παρανόμῳ: Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητής· τοῖς δὲ παρανομήσασιν ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει· εἴπερ οὐ λόγος ἀλλὰ ῥάβδος παρανόμῳ δίδοται ἔθνει. Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός: Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρός, παρίστησι τὸ Ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ. τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τῷ Ἰσραήλ, καὶ μὴ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα.
English
Thus he also addressed those who have the tares, and those who have the wheat "wheat," naming them from the worst and the best disposition. Such is also what is said by Paul, "Love does not boast," instead of "The one who has love." A righteous king raises up a country: Christ raises up the rational nature; the antichrist tears it down. And a poor man has no discerning mind: Therefore a poor man is one who does not have a discerning mind. But a worthless man, when angry, is laughed to scorn and does not cower: And at him, says David, they will laugh and say, "Behold a man who did not set God as his helper." Men of blood (partakers) hate the holy man, but the upright will seek out (will seek out) his soul: This one seeks out the soul of the righteous man, the one who wishes to understand the things understood by it.
But a wise man stores up little by little: This one stores up his anger little by little—either the one who is angry at righteous deeds, or the one who through patience consumes his anger little by little; and to the simpler sort one must say the former, to the earnest the latter. There will surely not be an interpreter for a lawless nation: For those who have kept the law there will be an interpreter; but for those who have transgressed the law there will not be an interpreter, but a punisher—since not a word but a rod is given to a lawless nation. A stubborn servant will not be taught by words: Since no one is stubborn by nature, he establishes it by "For even if he understands, he will not obey"; for the one stubborn by nature would never understand anything right. And I say this because of Pharaoh, who was hardened against Israel, and was taught not by words but by scourges.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:65 · narrative
Source
Ὃς κατασπαταλᾷ, ἐκ παιδίου ( ἐ. παιδὸς) οἰκέτης ἔσται: Εἰ τὸ σπαταλᾶν ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τῆν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὕβρις ἄνδρα ταπεινοῖ: Νῦν τὴν κακίαν ὕβριν ψυχῆς λογικῆς ὀνομάζει. Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν: Ὁ κλέπτης, φησίν, οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν: Ὅρκον εἶπεν τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει θεὸν ἐν ψυχῇ· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία θεὸν ἐκ ψυχῆς, οὕτω καὶ παρανομία ἐκβάλλει θεὸν ἀπ' αὐτῆς. ἐὰν οὖν, φησίν, νόμου τεθέντος ἀκούσωσι καὶ μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους, ὑποσκελισθήσονται. οὕτω δὴ καὶ ὁ Δαυίδ· Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται. καὶ ὁ Δαυὶδ Εἶπα, φησίν, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. καὶ Λέγε σὺ πρῶτος τὰς ἀνομίας σου. Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων: Ἐν τῷ κατορθοῦν θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν ἀπ' ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ. τὸ δὲ ἐκ τῆς κρίσεως δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· εἴγε πᾶσαν τὴν κρίσιν ὁ πατὴρ δέδωκεν τῷ υἱῷ.
English
Whoever lives prodigally will be a servant from childhood: If living prodigally makes one sin, and everyone who commits sin is a slave of sin, then everyone who lives prodigally is a slave of sin. Hubris humbles a man: Now he names the wickedness of a rational soul "hubris." Whoever divides with a thief hates his own soul: The thief, he says, does not come except to steal and to slay and to destroy. But if, when an oath has been proposed, they hear and do not report it: He called the law an oath; for just as an oath places God in the soul, so too the law brings God into the soul; and in the same way again perjury removes God from the soul, so also lawlessness casts God out of it. If, then, he says, when the law has been set, they hear and do not confess their own sins, fearing and being ashamed before men, they will be tripped up. So indeed also David: I swore and I established it, to keep the judgments of your righteousness. And again Solomon says: He who covers his own impiety will not prosper, but he who explains and reproves will be loved. And David says: I said, I will confess against myself my lawlessness to the Lord, and you forgave the impiety of my heart. And: You, speak first your lawlessnesses. Many court the persons of rulers: In doing right we court the angels; for these are our rulers, who received us from the beginning, when the Most High divided the nations and set the boundaries of the nations according to the number of his angels. But the justice that comes from judgment will be ours from the Lord on that day, when he will judge the world in righteousness; since indeed the Father has given all judgment to the Son.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:66 · narrative
Source
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει: Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν τῶν ἀντικειμένων αὐτῇ κεκράτηκεν ἐχθρῶν. Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει: Νικήσαντες τὴν ἀντικειμένην δύναμιν σκυλεύομεν αὐτήν, τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες. Μηρυομένη ἔρια καὶ λίνον: Μηρύεται ἔρια καὶ λίνον ψυχὴ τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους γυμνάζουσα, ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους. ἔλεγε δέ τις ὅτι μηρύεται ἔρια καὶ λίνον ψυχὴ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτήν. Καὶ ἀνισταμένη ἐκ νυκτῶν ( ἀνίσταται ἐ. ν. καὶ) ἔδωκε βρώματα τῷ οἴκῳ: Τὴν ἐκ νυκτὸς ἀνισταμένην ψυχὴν ἐγρηγορυῖαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος· πάντως δὲ καὶ προσευχομένην ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· σπεύδει γὰρ καὶ αὐτὴ εἰπεῖν τὸ Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι. Καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς: Λύχνος ἐστὶ νοῦς καθαρὸς πνευματικῆς θεωρίας πεπληρωμένος. Τοὺς πήχεις αὐτῆς ̣ ) ἐρείδει εἰς ἄτρακτον: Ἄτρακτός ἐστι νοῦς καθαρός, συμπλέκων ἀρετὴν ἀρετῇ καὶ δόγματι δόγμα· ἢ λόγος προφορικός, ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που ̣ ποῦ) χρονίζῃ: Οὐκ ἂν προέλθοι ὁ νοῦς οὐδ' ἐν τῇ θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν· ἀπάθειάν τε
English
Who will find a valiant woman? Valor is the best state of a rational soul, by which it has gained mastery over the enemies that oppose it. Such a one will not lack spoils: having conquered the opposing power, we despoil it, learning the principles concerning it. Spinning wool and flax: the soul spins wool and flax when it exercises the principles concerning living and lifeless things, or examines the principles concerning practical and natural philosophy. And someone said that the soul spins wool and flax when it draws the contemplation of bodies and incorporeals through the practical life to itself. And rising from the nights (she rises from the nights and) gave food to her household: the sun of righteousness finds the soul that rises from the night keeping watch—and certainly also praying that it may not fall into temptation; for she too hastens to say, I kept watch and became like a solitary sparrow on a housetop. And her lamp is not quenched all the night: the lamp is a pure mind filled with spiritual contemplation. She sets her forearms to the spindle: the spindle is a pure mind, weaving virtue with virtue and doctrine with doctrine; or it is spoken reason, drawing spiritual contemplation from the mind. Her husband does not worry about those in the house when he lingers somewhere: the mind would not go forth nor come to be in the contemplation of incorporeals without first setting in order the things within; for the disturbance of those at home is wont to turn it back to the things from which it has gone out—and freedom from passion
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:67 · narrative
Source
κτησάμενος χρονίσει τε ἐν τῇ θεωρίᾳ, καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυται γὰρ θυμὸς μὲν πραΰτητα καὶ ταπεινοφροσύνην, ἐπιθυμία δὲ σωφροσύνην καὶ ἐγκράτειαν. Ἐκ βύσσου καὶ πορφυρᾶς ἑαυτῇ ἐνδύματα: Γῆς καὶ θαλάσσης οἱ λόγοι ἐνδύματά εἰσι ψυχῆς λογικῆς ἐκ βύσσου καὶ πορφυρᾶς. ἄλλος δέ τις ἐρεῖ τὴν θεωρίαν τῶν γεγονότων καὶ τὴν θεωρίαν τῆς ἁγίας τριάδος ἔνδυμα εἶναι νοῦ καθαροῦ ἐκ βύσσου καὶ πορφυρᾶς. Σινδόνας ἐποίησεν καὶ ἀπέδοτο, περιζώματα δὲ ̣ ) τοῖς Χαναναίοις: Ἡ φανεῖσα σινδὼν ἐπὶ τοῦ δώματος Πέτρῳ σύμβολον ἦν τοῦ κόσμου τοῦ αἰσθητοῦ· τὰ γὰρ ἐν αὐτῇ περιεχόμενα ζῶα τὰ διάφορα ἤθη τῶν ἀνθρώπων ἐδήλου καθαρισθέντα τῷ σταυρῷ τοῦ Χριστοῦ. εἰ οὖν ἡ μία σινδὼν τὸν κόσμον τοῦτον ἐσήμαινεν, μήποτε αἱ πλείους σινδόνες τὴν περὶ διαφόρων κόσμων περιέχουσι θεωρίαν, ἣν ἡ καθαρὰ ψυχὴ θεωρήσασα καὶ ἄλλοις μετέδωκεν. εἰ δὲ οἱ Χαναναῖοι ταπεινοὶ ἑρμηνεύονται, καλῶς οὐ τοῖς ταπεινοῖς τὴν διάνοιαν ἀπέδοτο τὰς σινδόνας, ἀλλὰ καθαροῖς μὲν τὰς σινδόνας, τοῖς δὲ Χαναναίοις περιζώματα, ἅπερ πρακτικῆς ἐστὶ σύμβολα, τὸ παθητικὸν μέρος τῆς ψυχῆς περισφίγγοντα. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς: Εἰ ὁ διάβολος βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι καὶ δι' ἀνύδρων τόπων ἀνάπαυσιν οὐχ εὑρίσκει, καλῶς τῆς καθαρᾶς ψυχῆς στεγναὶ αἱ διατριβαὶ λέγονται εἶναι. Σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν: Σῖτα ὀκνηρὰ τὰς κακίας εἶναί φασιν.
English
Having acquired this, she will spend time in contemplation and will not be anxious about the things in the house; for the spirited part has put on gentleness and humility, and the desiring part temperance and self-control. From fine linen and purple are her garments: the words concerning earth and sea are garments of a rational soul, made of fine linen and purple. But another will say that the contemplation of created things and the contemplation of the Holy Trinity is the garment of a pure mind, made of fine linen and purple. She made linen cloths and sold them, and girdles to the Canaanites: The sheet that appeared to Peter on the roof was a symbol of the sensible world; for the animals contained in it indicated the various dispositions of men, purified by the cross of Christ. If, then, the one sheet signified this world, perhaps the many sheets contain the contemplation concerning different worlds, which the pure soul, having contemplated, also shared with others. And if the Canaanites are interpreted as "humble," rightly she did not sell the linen cloths to those humble in mind, but the linen cloths to the pure, and the girdles to the Canaanites, which are symbols of the practical life, girding the passible part of the soul. Her dwelling places are narrow: If the devil is king over all that is in the waters and finds no rest through dry places, rightly the dwelling places of the pure soul are said to be narrow. And she did not eat the bread of idleness: They say that the bread of idleness is the vices.
khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:68 · narrative
Source
Γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ κυρίου αὕτη αἰνείτω: Εἰ ἀρχὴ σοφίας φόβος κυρίου, δικαίως ἡ τυχοῦσα τῆς σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον κυρίου, ὅστις γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρόξενος. Μετελήφθησαν ἀφ' ὧν εὕρομεν ἑξαπλῶν. καὶ πάλιν αὐτὰ χειρὶ Πάμφιλος καὶ Εὐσέβιος διορθώσαντο.
English
For a sensible woman is blessed, and let her praise the fear of the Lord: If the fear of the Lord is the beginning of wisdom, then rightly the soul that has obtained wisdom praises the fear of the Lord, which has become for it the cause of such knowledge. These things have been taken from the sixfold (commentaries) that we found. And again Pamphilus and Eusebius corrected them by hand.
Citation. Tergwame, “Expositio in Proverbia Salomonis”, khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-evagrius-ponticus-expositio-in-proverbia-salomonis#s1
Colophon. Source: khazarzar ·
licence: see record ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0079 ·
generated 2026-11-15.