Κυρίου δὲ ποίου, ἢ τοῦ Ἁγίου Ἰσραὴλ τοῦ βασιλέως ἡμῶν; Αὐτὸς γὰρ ὁ Κύριος καὶ ὁ Ἅγιος τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ τοῦ Θεοῦ Λόγος, ἀντίληψις ἔσται τοῦ κέρως ἡμῶν καθ' ἃς πεποίηται ἐπαγγελίας, ὁπηνίκα λαλεῖ διὰ τῶν προφητῶν περὶ τοῦ μέλλοντος ἐκ σπέρματος Δαυῒδ προελεύσεσθαι. Ὅτε γὰρ, φησὶν, ἐλάλησας ἐν ὁράσει τοῖς ἁγίοις σου, τά τε προκείμενα ἐπηγγείλω σὺ, ὦ Θεὸς, διὰ τῶν σεαυτοῦ υἱῶν τῶν προφητῶν, οἷς τὰς ὁράσεις τῶν μελλόντων ἀπεκάλυπτες· δι' αὐτῶν γὰρ καὶ ποιούμενος τὰς ἐπαγγελίας τὰς πρὸς τὸν Δαυῒδ, τούτοις ἐχρήσω τοῖς λόγοις· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἐπέθηκα ἀντίληψιν ἀνδρῶν, ὕψωσα ἐπίλεκτον ἀπὸ τοῦ λαοῦ μου. Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, καὶ τὰ ἑξῆς τοῖς Ἑβδομήκοντα παραπλησίως· ὧν ἡ διάνοια τοῦτον ἔχει τὸν τρόπον· Πολλὰ ζητήσας ἐν ἀνθρώποις ἄξιον εὑρεῖν ἐμαυτοῦ, μόλις ποτὲ εὗρον τὸν δοῦλόν μου Δαυῒδ, τὸν δι' ὑπερβολὴν εὐσεβείας οἶκον ἐπὶ γῆς εὐκτήριον ἐμοὶ δείμασθαι μόνον τῶν ἐξ αἰῶνος διανενοημένον. Διόπερ ἀμοιβὴν αὐτῷ τῆς ἀγαθῆς καὶ εὐσεβοῦς προαιρέσεως δωρούμενος, ἀνθ' οὗ διανενόηται οἴκου, αὐτὸς ἐμαυτῷ νεὼν πανάγιον ἐκ σπέρματος αὐτοῦ κατασκευάσω. Νεὼς γὰρ ἦν ὁ ἐκ σπέρματος Δαυῒδ γεγονὼς ἄνθρωπος τοῦ κατασκηνώσαντος ἐν αὐτῷ Θεοῦ Λόγου. Ὃ δὴ καὶ αὐτὸς ὁ Σωτὴρ ἐδίδασκε περὶ τοῦ ἰδίου σώματος λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ σφόδρα γε καταλλήλως τῇ τοῦ Δαυῒδ ἐπαγγελίᾳ καὶ ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἀμοιβὴν ἐποιήσατο.
But of which Lord, except the Holy One of Israel, our king? For he himself, the Lord and the Holy One of Israel, the king, the Word of God, will be the support of our horn according to the promises he has made, when he speaks through the prophets concerning the one who was to come forth from the seed of David. For when, he says, you spoke in a vision to your holy ones, you yourself, O God, promised the things set before us through your own sons, the prophets, to whom you revealed the visions of things to come; for through them also, making the promises to David, you used these words: I have laid help upon one that is mighty; I have exalted one chosen out of my people. In place of which Symmachus interpreted this way: I have placed the support of men; I have exalted one chosen from my people. I have found David my servant, and the rest similar to the Seventy; whose meaning is of this sort: Having sought much among men to find one worthy of myself, at last I once found my servant David, the only one of those from the beginning of time who had purposed to build for me on earth a house of prayer through excess of piety. Therefore, granting him a reward for his good and pious purpose, in return for the house he had purposed, I myself will build for myself a most holy temple from his seed. For the temple was the man who came from the seed of David, of the Word of God who dwelt in him. And indeed the Savior himself taught this concerning his own body, saying: Destroy this temple, and in three days I will raise it up. And very fittingly, in accordance with the promise to David, God also made the recompense to him.
Ἐπειδὴ τοίνυν, φησὶν, ἐπιτήδειον εὗρον καὶ ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν τὸν Δαυῒδ, διὰ τοῦτο κατηξίωσα αὐτὸν τῆς ἐμῆς βοηθείας, ἐκλεκτὸν αὐτὸν ἀποφήνας, καὶ ὑπὲρ πάντα τὸν λαὸν ἀνυψώσας. Καὶ ἔτι πρὸς τούτοις ἐπειδὴ πολλὰ ζητήσας, μόνον αὐτὸν εὗρον ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν, καὶ εὑρὼν κατηξίωσα χρίσεως τοῦ ἁγίου μου ἐλαίου, δι' οὗ καὶ Χριστὸν αὐτὸν ἀπειργασάμην, καὶ ταῦτα αὐτῷ δωρήσασθαι ἐπαγγέλλομαι· Ἡ δεξιά μου βεβαίως συνέσται αὐτῷ, καὶ ὁ βραχίων μου στερεώσει αὐτόν. Οὐκ ἐξαπατήσει αὐτὸν ἐχθρὸς, οὐδὲ υἱὸς ἀδικίας κακώσει αὐτόν. Ἀλλὰ καὶ συγκόψω ἀπὸ ἔμπροσθεν αὐτοῦ τοὺς μισοῦντας αὐτὸν, καὶ τοὺς κακοποιοῦντας αὐτὸν πατάξω· ἡ δὲ βεβαίωσις καὶ ἡ χάρις μοῦ συνέσται αὐτῷ. Καὶ ταῦτα μὲν αὐτῷ πάντα ἔσται κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν· κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Ἡ χείρ μου, φησὶ, συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ
Since, therefore, he says, I found David suitable and worthy of my promises, for this reason I deemed him worthy of my help, declaring him chosen and exalting him above all the people. And moreover, since when I sought among many, I found him alone worthy of my promises, and having found him I deemed him worthy of anointing with my holy oil, through which I also made him Christ, and I promise to bestow these things on him: My right hand will surely be with him, and my arm will strengthen him. An enemy will not deceive him, nor will a son of injustice harm him. But I will also cut down before him those who hate him, and I will strike those who do evil to him; and my steadfastness and my grace will be with him. And all these things will be for him according to the interpretation of Symmachus; but according to the Seventy: My hand, he says, will take hold together with him, and my arm will strengthen him. An enemy will not profit in him, and a son of lawlessness will not harm him. And I will cut down from before his face
τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ· καὶ τέλος μετὰ ταῦτα πάντα, ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τοῦτο δὲ τὸ κέρας αὐτοῦ τὸ μέλλον ἐξ αὐτοῦ προελεύσεσθαι, καὶ ὁ νεὼς ὁ ἐκ σπέρματος αὐτοῦ μέλλων μοι κατασκευάζεσθαι· ὅπερ κέρας αὐτοῦ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται· καταξιωθήσεται γὰρ τοῦ ἐμοῦ ὀνόματος καὶ τῆς ἐμῆς προσηγορίας. Χρηματίσει γοῦν καὶ αὐτὸ τοῖς ἐμοῖς χρηματισμοῖς, καὶ διὰ τῶν ἐμῶν προσηγοριῶν παρὰ τοῖς πᾶσιν ὑψωθήσεται. Διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ἀλλ' ὁ μὲν τῶν προφητῶν χορὸς πρὸς τὸν Θεὸν ἀνεφώνει πρότερον λέγων, Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν· αὐτὸς δὲ νῦν ὁ Θεὸς τὰς ἐπαγγελίας περὶ τοῦ Δαυῒδ ποιούμενος, ἐπισφράγισμα πάντων προστίθησι καὶ τὸ, Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τὸν ἐξ αὐτοῦ προελευσόμενον Χριστὸν δηλώσας, κέρας οὐ μόνον καὶ προφητῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ Δαυῒδ ὠνομασμένον· περὶ οὗ ἑξῆς ἐπιλέγει· Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ Διαθήκη μου πιστὴ αὐτῷ, Εἴ τις ἀκριβῶς ἐπιστήσειε τῇ τῶν λεγομένων διανοίᾳ, εὕροι ἂν ταῦτα οὐ περὶ τοῦ Δαυῒδ, ἀλλὰ περὶ τοῦ προελευσομένου ἐξ αὐτοῦ κέρως προφητευόμενα.
I will rout his enemies and those who hate him. And my truth and my mercy will be with him; and finally, after all these things, in my name his horn will be exalted. But this horn of his is the one that is to come forth from him, and the temple that is to be built for me from his seed—this horn of his will be exalted in my name; for it will be deemed worthy of my name and of my appellation. At any rate, it will bear my oracles, and through my names it will be exalted among all. Therefore it was also said in what came before: And in your good pleasure our horn will be exalted. But the chorus of the prophets cried out to God beforehand, saying, And in your good pleasure our horn will be exalted; but now God himself, making the promises concerning David, adds as a seal of all things also this: In my name his horn will be exalted, having indicated the Christ who is to come forth from him, who is called a horn not only of the prophets but also of David himself; concerning whom he next adds: And I will place his hand in the sea, and his right hand in the rivers. He will call upon me: You are my Father, my God and the helper of my salvation; and I will make him firstborn, high above the kings of the earth. Forever I will keep my mercy for him, and my covenant will be faithful to him. If anyone attends closely to the meaning of what is said, he would find that these things are prophesied not concerning David but concerning the horn that is to come forth from him.
Εἰπὼν γὰρ ὁ λόγος, Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, ἐπισυνάπτει περὶ τοῦ κέρως, καὶ λέγει· Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, δῆλον δ' ὅτι τοῦ κέρως, καὶ τὰ ἑξῆς· καὶ ἁρμόζει γε ἐντεῦθεν πάντα ἐπὶ τὸν Χριστὸν τὸν ἐκ σπέρματος Δαυῒδ γενησόμενον ἀναφέρεσθαι. Εἰ γοῦν τις μὴ τοῦτον ἐκλάβοι τὸν τρόπον, ἀλλ' ἐπὶ τὸν Δαυῒδ ἀνάγοι τὰ προκείμενα, ἀσύστατος εἴη ἂν αὐτῷ ὁ λόγος. Πῶς γὰρ τοῦ Δαυῒδ ἐν θαλάσσῃ ἔταξεν ὁ Θεὸς τὴν χεῖρα καὶ ἐν ποταμοῖς τὴν δεξιὰν, ὁ βου λόμενος ἑρμηνευέτω. Οὐδὲ γὰρ ἐκράτησεν ὁ Δαυῒδ τῆς παράλου χώρας. Ἢ πῶς περὶ τοῦ Δαυῒδ λέγοιτ' ἂν τὸ, Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν; Ἀντὶ τίνος γὰρ μᾶλλον τοῦ Ἀβραὰμ, ἢ τοῦ Ἰσαὰκ, ἢ τοῦ Ἰσραὴλ,ἢ αὐτοῦ Μωσέως, ἢ τοῦ Ἠλία, ἢ τῶν ἄλλων δικαίων τε καὶ προφητῶν, πρωτότοκος τοῦ Θεοῦ νομισθείη ἂν ὁ Δαυΐδ; Πῶς δὲ ἀληθεύσει περὶ αὐτοῦ φάσκων ὁ Θεὸς, Θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς; Πότ' οὖν ὁ Δαυῒδ παρὰ Πέρσαις φέρε, ἢ Σκύθαις, ἢ Ἰνδοῖς, ἢ Αἰθίοψιν, ἢ Μαύροις, ἢ Σπάνοις, ἢ Βρετανοῖς, ἢ παρὰ τοῖς λοιποῖς τῶν ἐθνῶν βασιλεῦσιν ὑψώθη; Εἰ δὲ ἐκλάβοις ταῦτα ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ γεγονότα, βεβαιότατα καὶ κυριώτατα εὕροις ἂν ἐφαρμόζοντα αὐτῷ τὰ λεγόμενα. Μαρτυρεῖ δὲ τῇ τῆς προφητείας ἐκβάσει καὶ τὸ Εὐαγγέλιον, ἐν ᾧ κατὰ τὸν Λουκᾶν Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ προφητικῇ δυνάμει καὶ αὐτὸς κέρας αὐτὸν ὠνόμασε. Λέγει δ' οὖν ὁ εὐαγγελιστής· Καὶ Ζαχαρίας ἐπλήσθη Πνεύματος ἁγίου, καὶ προεφήτευσε λέγων·
For when the word has said, "And in my name his horn will be exalted," it then adds concerning the horn, and says: "I will set his hand in the sea"—clearly, that is, the hand of the horn—"and the rest"; and from this point it is fitting that all these things be referred to the Christ who was to come from the seed of David. If, then, someone should not take it in this way, but should refer the present passage to David, the account would be inconsistent for him. For how did God set David's hand in the sea and his right hand in the rivers—let the one who wishes explain it. For David did not even hold the coastal region. Or how could it be said concerning David, "He himself will call upon me: You are my Father; and I will make him firstborn"? For on behalf of whom rather than Abraham, or Isaac, or Israel, or Moses himself, or Elijah, or the other righteous men and prophets, would David be reckoned the firstborn of God? And how will God be truthful concerning him when he says, "I will make him high above the kings of the earth"? When, then, was David exalted above Persians, say, or Scythians, or Indians, or Ethiopians, or Moors, or Spaniards, or Britons, or the remaining kings of the nations? But if you take these things as referring to the one who came from his seed, you would find the things said applying to him most firmly and most properly. The Gospel also bears witness to the fulfillment of the prophecy, in which, according to Luke, Zechariah the father of John, by prophetic power, also named him a horn. So the evangelist says: "And Zechariah was filled with the Holy Spirit, and prophesied, saying:
Εὐλογητὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τοῦ λαοῦ αὐτοῦ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἀπ' αἰῶνος προφητῶν αὐτοῦ. Κέρας δὲ κυρίως ὠνόμασται ὁ Χριστὸς τοῦ Θεοῦ. Διὸ καὶ μονόκερως εἴρηται κατὰ τὴν φάσκουσαν Γραφήν· Καὶ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων· ἐπείπερ δι' αὐτοῦ πᾶσα ἡ ἀντικειμένη καὶ ἐχθρὰ τοῦ Θεοῦ δύναμις ἐνετράπη κερατισθεῖσα καὶ κεραϊσθεῖσα. Μόνος γοῦν ὡς ἀληθῶς τῶν γενομένων τοῦ Δαυῒδ διαδόχων Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἐκ σπέρματος αὐτοῦ προελθὼν τῷ κέρατι τῆς ἐν αὐτῷ θεότητος, πᾶσαν τὴν δαιμονικὴν καὶ εἰδωλικὴν ἀνατρέψας καθεῖλε πλάνην. Διὸ καὶ κέρας εἰκότως καὶ μονόκερως ἐν τοῖς ἱεροῖς ὠνόμασται λόγοις. Αὐτοῦ δὲ, καὶ οὐδὲ
ἄλλου, ἡ χεὶρ καὶ ἡ δεξιὰ κατεκυρίευσε τῆς οἰκουμένης πάσης, ἐν ποταμοῖς καὶ θαλάσσαις· ἐπεὶ καὶ τὰς νήσους τῶν ἐθνῶν ἐπλήρωσεν ἡ διδασκαλία αὐτοῦ καὶ πανταχοῦ γῆς Κύριον αὐτὸν καὶ Θεὸν καὶ βασιλέα, πᾶν γένος ἀνθρώπων ἀναγορεύει. Ὅμοιον δέ ἐστι τὸ ἐνταῦθα φάσκον, Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ, τῷ ἐν οαʹ ψαλμῷ αὖθις περὶ αὐτοῦ λέγοντι· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀρξάμενος οὖν ὁ Σωτὴρ ἀπὸ τοῦ βαπτίσματος τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τὴν βασιλείαν τοῦ Θεοῦ κηρύττειν, τὴν πᾶσαν ἐπλήρωσεν οἰκουμένην. Καὶ ἐν Ζαχαρίᾳ δὲ τῷ προφήτῃ λέλεκται· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών·
Blessed is the God of Israel, for he has visited and made redemption for his people. And he has raised up a horn of salvation for us in the house of David his servant. As he spoke through the mouth of his holy prophets from of old. And properly the Christ of God has been named a horn. Therefore he is also called a unicorn according to the Scripture that says: And beloved as a son of unicorns; since through him every opposing and hostile power of God has been put to shame, being gored and struck by the horn. At any rate, truly alone among those who have arisen as successors of David, Jesus Christ our Savior and Lord, having come forth from his seed, by the horn of the divinity in him, overthrew and destroyed all the demonic and idolatrous error. Therefore he is reasonably both called a horn and a unicorn in the sacred words. And his hand and his right hand, and no other's, have taken dominion over the whole inhabited world, in rivers and seas; since his teaching has also filled the islands of the nations, and everywhere on earth every race of men proclaims him Lord and God and king. And what is said here is similar—I will set his hand in the sea and his right hand in the rivers—to what is said again about him in the seventy-first psalm: And he will take dominion from sea to sea, and from the river to the ends of the inhabited world. Therefore the Savior, having begun from the baptism at the river Jordan to proclaim the kingdom of God, filled the whole inhabited world. And it has been said also in Zechariah the prophet: Rejoice and be glad, daughter of Zion.
ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι' ἐκβολὰς γῆς. Ἀνθ' οὗ τὸ Ἑβραϊκὸν περιέχει, Καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς γῆς. Εἴποι δ' ἄν τις ἀποῤῥητότερον καὶ ἄλλως διὰ τούτων, τὴν μὲν δεξιὰν αὐτοῦ ἐν ποταμοῖς λέγεσθαι, διὰ τὸ πάντας τοὺς ἐκ δεξιῶν αὐτοῦ διὰ λουτροῦ παλιγγενεσίας καθαίρεσθαι, καὶ τῆς ἐνθέου ἀναγεννήσεως διὰ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιῤῥοῆς καταξιοῦσθαι· δεξιοὺς αὐτοῦ νοεῖν ἐδιδάχθημεν ἐκείνους, οἷς ἐπηγγείλατο φήσας· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Τούτους γὰρ, οὓς πρόβατα ἑαυτοῦ ὠνόμασε, τοῖς δεξιοῖς στήσειν ἐπηγγείλατο· διόπερ κατὰ βαθύτερον λόγον καὶ ἀποῤῥητότερον, ἡ δεξιὰ αὐτοῦ λέλεκται ἐν ποταμοῖς ἔσεσθαι. Ποταμοὶ δὲ αὐτοῦ εἴρηνται καὶ οἱ λαοὶ αὐτοῦ κατὰ τὸ, Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό· Καὶ πάλιν· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. Καὶ ἐπὶ τούτους γὰρ τοὺς ἑαυτοῦ ποταμοὺς τὴν δεξιὰν αὐτοῦ θήσειν ἐπαγγέλλεται. Τὴν δὲ ἑτέραν αὐτοῦ χεῖρα, ἣν καταλέλοιπεν ἡμῖν νοεῖν ἀριστερὰν οὖσαν, θήσειν ἐν θαλάσσῃ φησὶν ἐν τοῖς ἁλμυροῖς τοῦ βίου κύμασιν· ἔνθα καὶ ὁ δράκων τὰς ἑαυτοῦ ποιεῖται διατριβὰς, κατὰ τὸ, Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.
Behold, your king comes to you, gentle and mounted on a beast of burden and a new colt. And he shall rule from sea to sea, and from the rivers to the ends of the earth. In place of which the Hebrew contains, And from the rivers to the ends of the earth. But one might say, in a more hidden and different way, through these words: his right hand is said to be in the rivers, because all those on his right are cleansed through the bath of regeneration, and are deemed worthy of the divine rebirth through the influx of the Holy Spirit. We have been taught to understand as his right those to whom he promised, saying: Come, you blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world. For I was hungry, and you gave me to eat, and so on. For those whom he called his own sheep, he promised to set at his right. Therefore, according to a deeper and more hidden meaning, his right hand is said to be in the rivers. And his peoples are also called his rivers, according to the verse, The rivers shall clap their hands together; and again: The rivers lifted up, O Lord, the rivers lifted up their voice; the rivers shall lift up their buffetings. For he promises to place his right hand also upon these his rivers. But his other hand, which he has left us to understand as the left, he says he will place in the sea, in the salty waves of this life, where also the dragon makes his dwelling, according to the verse: This is the great and spacious sea; there are creeping things without number; this dragon which you formed to mock him.
Ἐπὶ τούτων γὰρ τῶν δρακόντων, καὶ τῆς οὕτω νοηθείσης θαλάσσης, οὐχ ἡ δεξιὰ, ἀλλ' ἡ ἑτέρα παρὰ τὴν δεξιὰν ἐπιτεθήσεται χεὶρ, κολάζουσα καὶ τιμωροῦσα τοὺς ἐχθροὺς, καὶ ταπεινοῦσα αὐτούς. Αὐτὸς δὲ οὗτος ὁ δηλούμενος (δῆλον δ' ὅτι κέρας Δαυῒδ), ὁ ἐκ σπέρματος αὐτοῦ γενηθησόμενος, πατέρα ἐπικαλέσεται τὸν Θεὸν, ἅτε κατηξιωμένος τῆς ἐν αὐτῷ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ κατοικήσεως, συναφείας τε καὶ ἑνώσεως τῆς πρὸς αὐτόν. Διὸ καὶ αὐτὸς ὁ Θεὸς Λόγος, ὁ Πρωτότοκος πάσης κτίσεως, προεπαγγειλάμενος καὶ εἰπὼν, Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τῆς οἰκείας ὀνομασίας καὶ τοῦ οἰκείου ἀξιώματος μεταδοὺς τῷ ἐκ σπέρματος Δαυῒδ προελευσομένῳ, πρωτότοκον αὐτὸν θήσεται, ὅπως καὶ αὐτὸς ὁ κατὰ σάρκα ἐκ σπέρματος Δαυῒδ γενηθεὶς χρηματίσῃ Υἱὸς Θεοῦ, καὶ ὀνομασθείη Πρωτότοκος διὰ τὴν συνάφειαν τὴν πρὸς τὸν Μονογενῆ τοῦ Θεοῦ. Ταῦτα γὰρ ἦν, δι' ὧν ὑψωθήσεσθαι αὐτὸν ἐπηγγείλατο, εἰπών· Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τὸ γὰρ ἴδιον ὄνομα ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς τῷ κατὰ σάρκα υἱῷ Δαυῒδ ἐπιτέθεικε, Πρωτότοκον καὶ Θεοῦ Υἱὸν καὶ αὐτὸν ἀναγορεύσας. Τοῦτον δὲ καὶ ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς θήσεσθαι ἐπηγγείλατο· ἢ κατὰ τὸν Σύμμαχον, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς. Πάντων γὰρ τῶν μελλόντων αὐτὸν καταπολεμεῖν ἀνώτερος καὶ κρείττων γεγένηται· θραύων μὲν τὰς κατὰ τῆς Ἐκκλησίας αὐτοῦ ἐπαναστάσεις καὶ τοὺς διωγμοὺς, δοξάζων δὲ καὶ ἰσχυροποιῶν τὸν τῆς διδασκαλίας αὐτοῦ λόγον. Ἀλλὰ καὶ εἰς τὸν αἰῶνα φυλάξειν αὐτῷ φησι τὸ ἔλεος αὐτοῦ, καὶ τὴν Διαθήκην αὐτοῦ πιστοποιήσειν
For over these dragons, and over the sea thus understood, not the right hand but the other, beside the right, shall be laid, punishing and avenging the enemies and humbling them. And this very one who is indicated (and it is clear that this is the horn of David), the one who shall be born of his seed, shall call God his Father, inasmuch as he has been deemed worthy of the indwelling in him of the only-begotten Son of God, and of union and unity with him. Therefore God the Word himself, the Firstborn of all creation, having promised beforehand and said, In my name his horn shall be exalted, imparting his own name and his own dignity to the one who was to come forth from the seed of David, shall make him a firstborn, so that he too, who was born according to the flesh from the seed of David, may be called a Son of God, and may be named Firstborn because of his union with the only-begotten Son of God. For these were the things by which he promised that he would be exalted, saying: In my name his horn shall be exalted. For the only-begotten Son of God has placed his own name upon the son of David according to the flesh, proclaiming him also Firstborn and Son of God. And he promised that he would make him high among the kings of the earth; or, according to Symmachus, Most high among the kings of the earth. For he has become higher and mightier than all who were to wage war against him, shattering the uprisings and persecutions against his Church, and glorifying and strengthening the word of his teaching. But he also says that he will keep his mercy for him forever, and will confirm his covenant
αὐτῷ· πάντως που τὴν Καινὴν Διαθήκην, ἣν πᾶσι τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσιν ἐκήρυξεν, ἀντὶ τῆς παρὰ Μωσεῖ διαθήκης τὸ Εὐαγγέλιον παρασχὼν, ὅπερ πιστώσεσθαι καὶ βεβαιώσειν ἐπηγγείλατο. Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευ θῶσι, καὶ τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. Τὰ μὲν εἰρημένα περὶ τοῦ κέρως διὰ τῶν ἔμπροσθεν πεπλήρωται. Ἐδείκνυτο δὲ κέρας οὐκ ἀλλότριον τοῦ ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γενηθέντος Χριστοῦ. Τούτου δ' οὖν, ἀκολούθως μετὰ τὰ περὶ αὐτοῦ τεθεσπισμένα, τὴν διαδοχὴν διὰ τῶν προκειμένων, ὁποία τίς ἐστι, παρίστησι φάσκων· Οὐχ ἁπλῶς εἰς ἕνα μόνον τὸν παρόντα αἰῶνα, ἀλλὰ καὶ εἰς τὸν μετέπειτα αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα δηλωθέντος κέρως θήσομαι· καὶ τὸν θρόνον αὐτοῦ οὐ πρὸς ὀλίγας ἡμέρας, οὐδὲ εἰς ἐτῶν περιόδους βραχείας φυλάξω, ἀλλὰ ταῖς ἡμέραις τοῦ οὐρανοῦ συμπαρεκτείνεσθαι ποιήσω. Καὶ ὁ Σύμμαχος δὲ οὕτως ἡρμήνευσεν εἰπών· Καὶ ποιήσω διηνεκὲς τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ἐφ' ὅσον αἱ ἡμέραι τοῦ οὐρανοῦ.
to him—altogether, surely, the New Covenant, which he proclaimed to all the nations throughout the whole inhabited world, giving the Gospel in place of the covenant of Moses, which he promised to confirm and ratify. And I will establish his seed forever and ever, and his throne as the days of heaven. If his sons forsake my law, and do not walk in my judgments, and profane my statutes, and do not keep my commandments, I will visit their transgressions with a rod, and their iniquities with scourges. But my mercy I will not scatter from him, nor will I deal unjustly in my truth. Nor will I profane my covenant, and the things that proceed from my lips I will not set aside. What has been said concerning the horn has been fulfilled through the preceding. And the horn was shown to be not foreign to the Christ who was born of the seed of David according to the flesh. Therefore, following the things divinely ordained concerning him, he sets forth through the present words what sort of succession there is, saying: Not simply for this one present age only, but also for the age that follows—the age of the age—I will establish the seed of the horn that has been indicated; and his throne I will not preserve for a few days, nor for brief periods of years, but I will cause it to extend as far as the days of heaven. And Symmachus also interpreted it thus, saying: And I will make his seed perpetual, and his throne as long as the days of heaven.
Σπέρμα δὲ τοῦ Χριστοῦ τί χρὴ νοεῖν ἢ τὰς καθ' ὅλης τῆς οἰκουμένης συνεστώσας ἐξ αὐτοῦ Ἐκκλησίας, καὶ τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἀναγεννηθέντας αὐτῷ λαούς; θρόνος δὲ αὐτοῦ τυγχάνει ὁ κατὰ τὴν Ἐκκλησίαν αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης διὰ τῶν ἐξ αὐτοῦ κατὰ διαδοχὴν προέδρων ἱδρυμένος· ὅντινα θρόνον διαμένειν φησὶν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ· οὐχ ὁμοίως τῷ Ἰουδαίων βασιλικῷ θρόνῳ, ὃς ἐπ' ὀλίγῳ διαρκέσας, ἀπεσβέσθη, ἐγγύς που φυλαχθεὶς τετρακοσίοις μόνοις ἔτεσι, τοῖς ἀπὸ τοῦ Δαυῒδ καὶ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν. Οὗτος δὲ ὁ παρὼν θρόνος, ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος τῶν τῆς Ἐκκλησίας προέδρων, διαμενεῖ καὶ φυλαχθήσεται ὁμοίως ταῖς ἡμέραις τοῦ οὐρανοῦ. Εἰ δὲ συμβαίη ποτὲ πλημμελεῖν τὸν λαὸν καὶ τοὺς υἱοὺς τοῦ προφητευομένου, λέγω δὲ τοὺς διαδόχους αὐτοῦ, πειραθήσεσθαι μὲν αὐτοὺς ἐπιστροφῆς τῆς διὰ τῶν διωγμῶν φησι, μὴ μὴν ἐκπεσεῖσθαί ποτε τῶν θρόνων, μηδὲ στερηθήσεσθαι τοῦ ἐλέους τοῦ Θεοῦ. Ἐὰν γὰρ τάδε καὶ τάδε πράξωσιν οἱ υἱοὶ αὐτοῦ, δῆλον δ' ὅτι τοῦ Χριστοῦ, τάδε ἔσεσθαι αὐτοῖς φησιν· Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, δηλαδὴ τῶν υἱῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ. Καὶ πρόσχες, ὅτι μὴ εἴρηται, ἀπ' αὐτῶν, ἀλλ', ἀπ' αὐτοῦ, δῆλον ὅτι τοῦ προφητευομένου, καίτοι τῶν ἀνωτέρω πληθυντικῶς εἰρημένων, κατὰ τὸ, Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τίνων δὲ αὐτῶν, ἢ δηλονότι τῶν τοῦ κέρως υἱῶν;
What should one understand the seed of Christ to be, if not the Churches established by him throughout the whole inhabited world, and the peoples reborn to him among all the nations? And his throne is the one established in his Church throughout the whole inhabited world through the presidents who succeed one another from him—a throne which he says remains as the days of heaven; not like the royal throne of the Jews, which lasted but a short time and was extinguished, preserved somewhere near for only four hundred years, from the time of David until the captivity in Babylon. But this present throne, which is ordained through the aforementioned presidents of the Church, will remain and be preserved like the days of heaven. And if it should ever happen that the people and the sons of the one prophesied—I mean his successors—do wrong, he says that they will indeed be tried with a turning back through persecutions, yet they will never fall from their thrones, nor be deprived of the mercy of God. For if his sons do this and that—clearly, that is, the sons of Christ—he says these things will befall them: I will visit their transgressions with a rod, namely those of the sons, and their iniquities with scourges; but my mercy I will in no way scatter from him. And note that it is not said "from them" but "from him"—clearly, that is, from the one prophesied—although the earlier statements were made in the plural, according to the words, I will visit their transgressions with a rod, and their iniquities with scourges. But whose sons? Surely those of the horn.
Ἐν δὲ τῷ, τὸ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ, περὶ ἑνὸς λέλεκται, ἤτοι τοῦ θρόνου ἢ τοῦ κέρως τοῦ προφητευομένου. Καὶ ἐπιλέγει ἑξῆς· Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, δῆλον ὅτι τὴν νέαν καὶ καινὴν, περὶ ἧς ἀνωτέρω ἔφησε τὸ, Καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. Καὶ πάλιν ἐπισφραγίζεται τοῦ λόγου τὴν ἀλήθειαν εἰπών· Οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, οὐδὲ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω· ἀλλὰ πιστὰ καὶ ἀληθῆ, φησὶ, ποιήσω τὰ ἐπηγγελμένα, ἐπιθεὶς τοῖς λόγοις ἔργα δι' αὐτῶν τῶν ἀποτελεσμάτων. Καὶ τὰ μὲν τῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν τῶν περὶ τοῦ κέρως καὶ τοῦ θρόνου αὐτοῦ, περί τε τῶν ἐξ αὐτοῦ γενησομένων καὶ τῆς Καινῆς Διαθήκης αὐτοῦ τοσαῦτα. Ἐπεὶ δὲ ἐχρῆν τὰς τοιαύτας ἐπαγγελίας μὴ ἁπλῷ τινι καὶ ψιλῷ λόγῳ προενηνοχέναι νομίζειν, αὖθις ἐπαναλαμβάνει καὶ ἐπιδευτεροῖ τὸν λόγον, ὅρκῳ ἐπισφραγιζόμενος τὰ
εἰρημένα εἰς βεβαίωσιν τῶν ἐπηγγελμένων. Διό φησιν· Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Διάψαλμα. Ἀψευδὴς μέν ἐστιν ὁ Θεὸς, καὶ ἀνωμότῳ χρώμενος τῇ ἐπαγγελίᾳ· ἐπεὶ δὲ ἐχρῆν ὡς πρὸς ἀνθρώπους διαλεγόμενον ἀνθρωπίνῃ χρήσασθαι συμπεριφορᾷ κατὰ τοὺς ἐν ἀνθρώποις εὐορκοῦντας, καὶ Θεοῦ μαρτυρίᾳ χρωμένους εἰς πίστωσιν τῶν οἰκείων λόγων·
But in the words, "My mercy I will not scatter from him," it is spoken concerning one thing, either the throne or the horn that is prophesied. And he adds next: "Nor will I profane my covenant," clearly the new and fresh covenant, concerning which he said above, "And my covenant is faithful to him." And again he seals the truth of the word, saying: "Nor will I do wrong in my truth, nor will the things that proceed through my lips will I by any means set aside"; but, he says, I will make the things promised faithful and true, adding works to the words through the very outcomes themselves. And so much concerning the promises to David about his horn and his throne, and about those who would be born from him and his New Covenant. But since it was necessary not to think that such promises were brought forth by some simple and bare word, he again takes up and doubles the word, sealing with an oath the things said for the confirmation of the things promised. Therefore he says: "Once I swore in my Holy One, if I will lie to David: his seed remains forever, and his throne as the sun before me, and as the moon made ready forever; and the witness in heaven is faithful. A diapsalma." God is indeed truthful and uses an unsworn promise; but since it was necessary that, as one speaking to men, he use human condescension, in the manner of those who swear rightly among men, and use God's testimony for the assurance of his own words—
καὶ αὐτός φησιν ὀμωμοκέναι καὶ μὴ διαψεύσασθαι τοὺς ὅρκους, Ἵνα διὰ δύο, φησὶν ὁ θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Εἴρηται δὲ καὶ ἄλλη αἰτία, δι' ἣν ὀμνὺς ὁ Θεὸς εἰσῆκται, κατὰ ἀμοιβὴν τῆς τοῦ Δαυῒδ μεθ' ὅρκου ἐπαγγελίας. Ὀμνύει δὲ ὁ Θεὸς κατὰ τοῦ Ἁγίου αὐτοῦ, ὡς ἂν καὶ πατὴρ εὐορκῶν κατὰ σωτηρίας υἱοῦ γνησίου καὶ ἀγαπητοῦ· τὸν αὐτὸν τρόπον κἀγὼ, φησὶν, ὤμοσα ἐν τῷ Ἁγίῳ μου, τουτέστι κατὰ τοῦ Ἁγίου μου, εἰ τῷ Δαυῒδ ψεύσομαι. Τί δὲ περιεῖχεν ὁ ὅρκος; Τὸ σπέρμα αὐτοῦ, φησὶν, εἰς τὸν αἰῶνα μένει. Τοῦτο πρῶτον, καὶ αὕτη μὲν πρώτη ἐπαγγελία ἡ περὶ τοῦ σπέρματος· περὶ οὗ καὶ ἀνωτέρω ἐλέγετο· Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· ἐδήλου δὲ τοῦ Χριστοῦ τὴν διαδοχήν. Δευτέρα δὲ ἐπαγγελία περὶ τοῦ θρόνου τοῦ προλεχθέντος· διὸ καὶ ἐπιλέγει· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Τὸ μὲν οὖν σπέρμα, τουτέστι τὸν τοῦ Χριστοῦ κατασπαρέντα λόγον, ἢ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν, οὔποτε διαφθαρήσεσθαί φησιν, οὐδὲ διαλείψειν· τὸν δὲ θρόνον αὐτοῦ διαμένειν εἰς τὸν αἰῶνα· ἢ κατὰ τὸν Σύμμαχον, Ὡς ἡ μήνη ἑδραία αἰωνίως μενεῖ· οὕτως ἔσται καὶ ὁ ἐκκλησιαστικὸς τοῦ Χριστοῦ θρόνος. Μήποτε δὲ προειπὼν ὁ λόγος, Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, καὶ ἐπισυνάψας ἑξῆς, Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, τοῦ Ἁγίου αὐτοῦ τὸ σπέρμα κρατήσειν εἰς αἰῶνα θεσπίζει;
And he himself says that he has sworn and has not falsified his oaths, "so that through two things," says the divine Apostle, "that are unchangeable, in which it is impossible for God to lie, we might have strong encouragement." But another reason is also given for which God is introduced as swearing, in return for David's promise made with an oath. And God swears by his Holy One, as a father swearing truly by the salvation of a genuine and beloved son; in the same way, he says, "I swore in my Holy One," that is, by my Holy One, "if I shall prove false to David." But what did the oath contain? "His seed," he says, "remains forever." This is first, and this is the first promise, the one concerning the seed; about which it was also said above: "And I will establish his seed forever and ever"; and it signified the succession of Christ. And the second promise is concerning the throne mentioned before; therefore he adds: "And his throne is as the sun before me, and as the moon established forever." The seed, then—that is, the word of Christ sown abroad, or his people and the Church—he says will never be corrupted nor fail; and his throne will remain forever; or, according to Symmachus, "As the moon shall remain steadfast eternally," so also will be the Church's throne of Christ. But perhaps the passage, having first said, "Once I swore in my Holy One," and having joined next, "His seed remains forever," decrees that the seed of his Holy One will prevail forever?
ὡς εἶναι σπέρμα τοῦ Ἁγίου τοῦ Θεοῦ, δηλαδὴ τοῦ Μονογενοῦς τοῦ Θεοῦ, ἣν ἔσπειρεν ἐπὶ γῆς διδασκαλίαν, αὐτὸς γενόμενος αὐτῆς σπορεὺς, κατὰ τὴν λεχθεῖσαν ὑπ' αὐτοῦ παραβολὴν, δι' ἧς εἴρηται· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν, φησὶν, οὕτως ἔσται καὶ γενήσεται καὶ πιστωθήσεται. Ὁ γὰρ τούτων μάρτυς πιστός ἐστιν ὁ ἐν οὐρανῷ κατοικῶν Θεός. Συνίστησι δὲ τοῦ λόγου τὴν ἀλήθειαν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· ὀφθαλμοῖς γὰρ ὁρῶμεν τοῦ κέρως Δαυῒδ, τουτέστι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ σπέρμα καὶ τὴν διαδο χήν· ἀλλὰ καὶ τοῦ Ἁγίου τοῦ Θεοῦ τοῦ μονογενοῦς αὐτοῦ Λόγου τὸ καταβληθὲν ἐπὶ γῆς οὐράνιον σπέρμα τῆς εὐαγγελικῆς διδασκαλίας διαιωνίζον· οὐ μὴν ἀλλὰ καὶ καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης, ἐν πᾶσιν ἔθνεσι, πόλεσί τε καὶ κώμαις καὶ χώραις ὁρῶμεν τὸν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἱδρυμένον θρόνον πληροῦντα τὸν σύμπαντα κόσμον. Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ Ἰουδαϊκῶς ἐκλάβοι τὸν θρόνον, τὴν σωματικὴν βασιλείαν τοῦ Δαυῒδ λέγεσθαι νομίζων, ψευδεῖς ἐλεγχθήσονται αἱ προφητεῖαι. Μετὰ γὰρ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους, οὐδεὶς εἰς τὸν θρόνον ἐκαθέσθη Δαυΐδ· ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο, ἐγγύς που ἔτη τυγχάνει χίλια, ἐξ οὗ, καθαιρεθείσης τῆς βασιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ παυσαμένης, λέλυτο τοῦ Δαυῒδ ὁ θρόνος. Διὸ δὴ τὰ ἑξῆς τοῦ ψαλμοῦ αὐτὰ ταῦτα ἀποδύρεται, σαφῶς τοῦ σωματικοῦ θρόνου τὴν καταστροφὴν σημαίνοντα, καὶ τἀναντία παριστῶντα συμβεβηκέναι ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῷ αἰσθητῷ θρόνῳ καὶ τῇ σωματικῇ διαδοχῇ τῆς τοῦ Δαυῒδ βασιλείας·
so as to be the seed of the Holy One of God, that is, of the Only-begotten of God—the teaching which he sowed upon the earth, himself becoming its sower, according to the parable spoken by him, through which it is said: "The sower went out to sow," and the rest. And these things, he says, shall be thus, and shall come to pass, and shall be confirmed. For the witness of these things is faithful—God, who dwells in heaven. And the fulfillment through works establishes the truth of the word; for with our eyes we see the seed and succession of the horn of David, that is, of our Savior Jesus Christ; but also we see the heavenly seed of the gospel teaching, cast down upon the earth by the Holy One of God, his Only-begotten Word, continuing forever; and moreover, throughout the whole inhabited world, among all nations, cities, villages, and countries, we see the throne established in his Church filling the entire world. But if anyone should take the throne not in this way, but in a Jewish manner, thinking that the bodily kingdom of David is meant, the prophecies will be shown to be false. For after the captivity of the Jewish nation to Babylon, no one sat upon the throne of David; and from that time until now, there are approximately a thousand years, since, when his kingdom was overthrown and his succession ceased, the throne of David was dissolved. Therefore the following parts of the psalm lament these very things, clearly signifying the destruction of the bodily throne, and presenting the opposite of what was promised as having happened, as far as concerns the perceptible throne and the bodily succession of the kingdom of David.
ἃ δὴ καὶ αὐτὰ ἐχρῆν μὴ ἀποσιωπηθῆναι, ἀναγκαίως δὲ ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ παραληφθῆναι· ὡς ἂν μάθοιμεν, ὅτι, τοῦ καιροῦ τῶν προφητευομένων ἐπιστάντος, τῶν μὲν αἰσθητῶν παρὰ Ἰουδαίων νομιζομένων
παντελῶς ἔσται λύσις, ἑτέρων δὲ θεοπρεπῶς νοουμένων ἀποτελεσμάτων τῆς τοῦ Θεοῦ ἐπαγγελίας συμπλήρωσις. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. Διήρπαζον αὐτὸν πάντες οἱ παραπορευόμενοι ὁδόν· ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτὸν, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτὸν, τὸν θρόνον αὐτοῦ εἰς γῆν κατέῤῥαξας· ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτῷ αἰσχύνην· Διάψαλμα. Ἀποδέδεικται ταῦτα τῇ σωματικωτέρᾳ τοῦ Δαυῒδ διαδοχῇ καὶ τῇ σωματικῇ αὐτοῦ βασιλείᾳ, ἥτις καθῃρέθη κατὰ τοὺς χρόνους τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων λαοῦ. Ἐξ ἐκείνου γὰρ καὶ ὁ Χριστὸς, τουτέστιν ὁ αἰσθητὸς βασιλεὺς, ὁ ἀπὸ γένους Δαυῒδ διαλέλοιπε, καὶ ὁ θρόνος τῆς βασιλείας αὐτοῦ κατεῤῥάγη, καὶ τὰ λοιπὰ πάντα τὰ προπεφητευμένα πεπλήρωται· ἐφ' οἷς ἐκ προσώπου τοῦ Ἰουδαίων ἔθνους ἀπολοφύρεται ὁ λόγος, ὡς ἕτερα μὲν τοῦ Θεοῦ ἐπαγγειλαμένου, ἑτέρων δὲ ἀποβάντων. Προσήκει δὲ ἡμᾶς ἐπιστῆσαι τὸν νοῦν, ὡς, τοῦ Θεοῦ ἀψευδοῦς ὄντος, ἀνάγκη πᾶσα ἐπαληθεύσεσθαι τοὺς αὐτοῦ λόγους·
These things also needed not to be passed over in silence, but necessarily to be included in the prophecy concerning Christ, so that we might learn that, when the time of the things prophesied had arrived, there would be a complete dissolution of the sensible things held in honor by the Jews, and the fulfillment of the promise of God through other results understood in a manner befitting God. But you rejected and despised him; you cast off your Christ. You overthrew the covenant of your servant; you profaned his sanctuary to the ground; you broke down all his walls; you made his strongholds a terror. All who passed by the way plundered him; he became a reproach to his neighbors. You exalted the right hand of those who oppressed him; you gladdened all his enemies. You turned back the help of his sword, and you did not support him in war. You brought him down from purification; you cast his throne to the ground; you diminished the days of his time; you poured out shame upon him. Selah. These things have been demonstrated in the more bodily succession of David and in his bodily kingdom, which was destroyed in the times of the captivity of the Jewish people to Babylon. For from that time the Christ also, that is, the sensible king from the lineage of David, has ceased, and the throne of his kingdom has been shattered, and all the rest of the things foretold have been fulfilled; over these things the word laments in the person of the Jewish nation, as though God had promised one set of things and another set had turned out. But it is fitting for us to apply our mind, since God is truthful, that there is every necessity that his words be proven true.
εἰ δὲ μὴ ἀληθεύοιντο ἐπὶ τῆς αἰσθητῆς τοῦ Δαυῒδ βασιλείας, ὥρα ἕτερον τρόπον νοεῖν τὰ ἐπηγγελμένα. Τίς οὖν ὁ τρόπος, αὐτὸ τὸ θεῖον ἐδίδαξε Πνεῦμα διὰ τῶν ἔμπροσθεν, ἐν οἷς εἴρητο· Ἐν οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· καὶ πάλιν· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ γὰρ καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων· καὶ πάλιν· Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· καὶ αὖθις· Ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου. Ταῦτα γὰρ πάν τα παραστατικὰ τυγχάνει τοῦ μὴ διαψεύσασθαι τὰς τοῦ Θεοῦ ἐπαγγελίας, πληροῦσθαι δὲ αὐτὰς, καθ' οὓς οἶδε λόγους. Ἐν γὰρ τῷ οὐρανῷ, φησὶν, ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· σαφῶς δηλῶν ἐπουρανίους εἶναι καὶ θείας τὰς τοῦ Θεοῦ ἐπαγγελίας. Καὶ παρέστηκε τῶν λόγων τὰ ἀποτελέσματα διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ πεπληρωμένα· τούτου γὰρ ἡ βασιλεία καὶ θρόνος οὐκ ἀνθρώπινος ἦν, οὐδὲ ἐκ τοῦ κόσμου τούτου. Διὸ ἔλεγεν ἐπὶ τοῦ Πιλάτου· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἐρωτηθείς τε ὑπ' αὐτοῦ εἰ βασιλεὺς εἴη, ἀπεκρίνατο, Εἰς τοῦτο καὶ γεγέννημαι. Οὐκοῦν εἰ γεγέννηται, μενεῖ εἰς τοῦτο. Καὶ μαρτυρεῖ τῷ λόγῳ ὁ τὴν γένεσιν αὐτοῦ τῇ Παρθένῳ εὐαγγελισάμενος ἄγγελος ὁ Γαβριὴλ εἰπὼν πρὸς αὐτήν· Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
But if they were not fulfilled in David's sensible kingdom, it is time to understand the promises in another way. What, then, is the way? The divine Spirit himself taught it through the earlier passages, in which it was said: "In heaven your truth will be prepared"; and again: "The heavens will confess your wonders, O Lord, and indeed your truth in the assembly of the holy ones"; and again: "You are mighty, O Lord, and your truth is round about you"; and again: "Mercy and truth will go before your face." For all these things are confirmatory of the fact that God's promises do not prove false, but are fulfilled in the ways he knows. For "in heaven," it says, "your truth will be prepared," clearly indicating that God's promises are heavenly and divine. And the fulfillments of the words stand present through our Savior Jesus Christ, who was born of the seed of David; for his kingdom and throne were not human, nor from this world. Therefore he said before Pilate: "My kingdom is not from this world." And when he was asked by him whether he was a king, he answered: "For this I have been born." Therefore, if he has been born, he will remain for this. And the angel Gabriel, who announced his birth to the Virgin, bears witness to the word, saying to her: "And behold, you will conceive in your womb and bear a son, and you shall call his name Jesus. He will be great, and will be called the Son of the Most High. And God will give him the throne of David his father, and he will reign forever, and of his kingdom there will be no end.
Γεγέννηται τοίνυν εἰς τοῦτο, ἀλλ' οὐκ ἦν ἡ βασιλεία αὐτοῦ ἐκ τοῦ κόσμου τούτου· ἡ μὲν γὰρ τοῦ κόσμου τούτου βασιλεία οὐχ οἵα τέ ἐστι διαρκεῖν εἰς τὸν αἰῶνα, οὐδ' ἐστὶν ἀτελεύτητος, οὐδ' εἰς τὸ ἄπειρον ἐκτεινομένη· ἡ δὲ τῷ σπέρματι Δαυῒδ ἐπηγγελμένη βασιλεία αἰώνιός τις ἦν καὶ ἀθάνατος· Καὶ ὁ θρόνος, γάρ φησιν, ἔσται αὐτοῦ ὡς ἥλιος ἐνώπιόν μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Τοιαῦτα δὲ τυγχάνει τὰ καὶ τῇ Παρθένῳ ἐπηγγελμένα περὶ τοῦ ἐξ αὐτῆς γεννηθησομένου. Χρηματίζων γοῦν αὐτῇ ὁ ἄγγελος ἐπηγγείλατο λέγων· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ. Ποῖος δὲ οὗτος καὶ ποταπὸς ἦν, ἑξῆς διερμηνεύσει φάσκων· Καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Τοιοῦτος δ' ἦν ὁ τῷ Δαυῒδ μεθ' ὁρκωμοσίας ὑπὸ τοῦ Θεοῦ ἐπηγγελμένος. Ὃ δὴ παριστὰς ἄγγελος, διηρμήνευε τὸν ἑαυτοῦ χρησμόν· πρότερον μὲν εἰπὼν, Καὶ δώσει αὐτῷ ὁ Θεὸς
He was therefore born for this, but his kingdom was not of this world; for the kingdom of this world is not such as can endure forever, nor is it endless, nor does it extend into infinity; but the kingdom promised to the seed of David was something eternal and immortal. For he says, And his throne shall be as the sun before me, and as the moon established forever, and the witness in heaven is faithful. Such, then, are the things also promised to the Virgin concerning the one who was to be born of her. For when the angel addressed her, he promised, saying: And God will give him the throne of David his father. What kind of throne this was, and of what nature, he will explain next, saying: And he will reign forever, and of his kingdom there will be no end. Such was the throne promised to David by God with an oath. The angel, setting this forth, interpreted his own oracle; first having said, And God will give him
τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ· εἶθ' ἑξῆς ἐπαγαγὼν, Καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Ταῦτα δὲ τοῖς ἔργοις ἐπληροῦτο, εἰς τὸν ἡμέτερον Σωτῆρα Ἰησοῦν, τὸν Χριστὸν τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος Δαυῒδ γεγονὼς κρατεῖ καὶ νομοθετεῖ καὶ βασιλεύει καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης, οὐκ ἀνθρωπίνως, ἀλλὰ θεϊκῇ δυνάμει· καὶ τό τε σπέρμα αὐτοῦ ἀληθῶς εἰς τὸν αἰῶνα μένει· ἤτοι τὸ τῆς διαδοχῆς αὐτοῦ τῆς διὰ τῶν ἀποστόλων αὐτοῦ καὶ μαθητῶν τὸν σύμπαντα κόσμον πληρούσης· ἢ τὸ λογικὸν σπέρμα τῆς οὐρανίου διδασκαλίας αὐτοῦ. Ἀλλὰ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐκλάμπει, φωτίζων καὶ καταυγάζων τὰς τῶν ἀνθρώπων ψυχάς. Ταῦτα δὲ πάντα τέλους ἠξιοῦτο, καὶ εἰσέτι νῦν πληροῦται ἀκολούθως οἷς ὤμοσεν ὁ Θεὸς τῷ Δαυΐδ. Ἀλλ' ἐπειδὴ μὴ ἀνθρωπίνως, μηδὲ συνήθως τοῖς κατὰ ἄνθρωπον βασιλεῦσιν εἰς τοὺς διαδόχους τοῦ Δαυῒδ ἐπληροῦτο τὰ ἐπηγγελμένα, ἀλλ' οὐδ' ἐπ' αὐτὸν τὸν ἡμέτερον Σωτῆρα σωματικῶς τέλους ἐτύγχανεν, ἐπεὶ μὴ γέγονεν αὐτοῦ ἡ βασιλεία ἐκ τοῦ κόσμου τούτου, μηδ' ἐπὶ τὸν αἰσθητὸν θρόνον ἐκαθέσθη Δαυΐδ· τοὐναντίον δὲ ἀπέβη διὰ τὸ συμβεβηκὸς περὶ αὐτὸν πάθος· εἰκότως καὶ ταῦτα αὐτὰ τὸ θεῖον καὶ προφητικὸν Πνεῦμα παρίστη, διεγεῖρον ἡμᾶς ἐπὶ ζήτησιν τῶν ἀποτελεσμάτων τῶν τοῦ Θεοῦ λογίων· διό φησι· Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, Κύριε, ἀπεβάλου τὸν Χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, καὶ τὰ τούτοις ἑξῆς·
the throne of David his father; then, following this, he adds, And he shall reign forever, and of his kingdom there shall be no end. But these things were fulfilled in deeds in our Savior Jesus, the Christ of God, who, having been born of the seed of David, holds sway and gives law and reigns over the whole inhabited world of men, not in a human way, but by divine power; and his seed truly remains forever—either the seed of his succession, which through his apostles and disciples fills the whole world, or the rational seed of his heavenly teaching. But his throne also shines forth like the sun, illuminating and shedding light upon the souls of men. And all these things were deemed worthy of fulfillment, and even now are being fulfilled in accordance with what God swore to David. But since the promises were not fulfilled in a human way, nor in the manner customary among human kings, in the successors of David, but not even in our Savior himself were they brought to fulfillment bodily, since his kingdom was not of this world, nor did he sit upon the perceptible throne of David; on the contrary, things turned out differently because of the suffering that befell him—reasonably the divine and prophetic Spirit also sets forth these very things, stirring us to seek the fulfillments of the oracles of God; therefore it says: But now you have cast off and brought to nothing, O Lord; you have rejected your Christ; you have overthrown the covenant of your servant, and what follows these things.
δι' ὧν σαφῶς ὀνομαστὶ μνημονεύσας τὸν Χριστὸν ὁ λόγος, παρίστη ὅτι μηδὲν αὐτὸν ἔλαθε τῶν καὶ περὶ τὴν διαδοχὴν τοῦ Δαυῒδ, καὶ τὴν σωματικὴν αὐτοῦ βασιλείαν, τῶν τε περὶ τὸ πάθος τῷ Χριστῷ τοῦ Θεοῦ συμβεβηκότων. Ταῦτα γοῦν ἐδίδασκε προσδοκᾷν ἔσεσθαι καὶ περὶ τὴν διαδοχὴν αὐτοῦ, καὶ περὶ τὴν βασιλείαν, περί τε τὸν ἐκ σπέρματος τοῦ Δαυῒδ προελευσόμενον. Εἰ γὰρ καὶ τὰ μάλιστα πλεῖστα ὅσα διὰ τῶν ἀνωτέρω ἔνδοξα περὶ αὐτοῦ λέλεκτο, ὅτι τε ὑψωθήσεται, καὶ ἐν θαλάσσῃ καὶ ἐν ποταμοῖς τὴν χεῖρα αὐτοῦ ἐκτενεῖ, ἐπικαλέσεταί τε τὸν Θεὸν Πατέρα, καὶ πρὸς αὐτοῦ πάλιν Πρωτότοκος ἀναγορευθήσεται, ἔσται τε ἀνώτατος τῶν βασιλέων, καὶ διαθήκην ἕξει πιστήν· καὶ σπέρμα διαμένον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ θρόνον διαρκοῦντα κατὰ τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ κατὰ τὸν ἥλιον καὶ τὴν σελήνην· ἀλλ' ὅμως καὶ τάδε τὰ σκυθρωπὰ περὶ αὐτὸν συμβήσεσθαι προλέγει, προφητεύει τε καὶ ταῦτα καὶ προδιδάσκει ἀναγκαίως τὸ θεῖον Πνεῦμα, ἵν' εἴ ποτε τοῖς λόγοις ἀκόλουθα ἀπαντήσειε τὰ ἔργα περί τε τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ περὶ τὴν τοῦ Δαυῒδ διαδοχὴν, μὴ ταράττοιντο οἱ πάλαι ταῦτα καὶ ἐκ προγόνων μέλλειν ἔσεσθαι παρειληφότες· εὖ εἰδότες ὅτι ταῦτα γενήσεσθαι περὶ αὐτὸν προεφητεύσατο, τά τε σκυθρωπὰ καὶ χρηστότερα· οἷς γοῦν καὶ ὁ αὐτὸς λόγος τἀναντία περὶ ἕνα καὶ τὸν αὐτὸν ἔσεσθαι θεσπίζει, ἃ δὴ καὶ ἔργοις αὐτοῖς παρειλήφαμεν. Κατὰ μὲν γὰρ τὸν χρόνον τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἐπληροῦτο εἰς αὐτὸν τὰ σκυθρωπότερα· κατὰ δὲ τὸν μετὰ ταῦτα αἱ τῶν κρειττόνων ἐπαγγελίαι ἔργοις πάλιν εἰς αὐτὸν ἐτελειοῦντο.
Through these words, having clearly mentioned the Christ by name, the passage establishes that nothing escaped him—neither the things concerning the succession of David, nor his bodily kingdom, nor the things that befell the Christ of God in his passion. These things, then, it taught us to expect would come to pass both concerning his succession and concerning the kingdom, and concerning the one who would come forth from the seed of David. For even though very many glorious things had been spoken of him in the passages above—that he would be exalted, and that he would stretch out his hand over the sea and the rivers, and would call upon God as Father, and would again be proclaimed by him as Firstborn, and would be the highest of kings, and would have a faithful covenant, and a seed enduring forever and ever, and a throne lasting as the days of heaven, and as the sun and the moon—nevertheless he also foretells that these gloomy things would befall him, and the divine Spirit necessarily prophesies and teaches these things beforehand as well, so that if ever the deeds should meet the words in accordance with them, both concerning the Christ of God and concerning the succession of David, those who had long ago received these things as destined to be from their ancestors might not be disturbed, knowing well that he foretold that these things would happen to him—both the gloomy things and the more favorable ones. For the same word declares beforehand that opposite things would happen concerning one and the same person, which indeed we have received as fulfilled in the deeds themselves. For at the time of the passion of our Savior, the gloomier things were fulfilled in him; but in the time after these, the promises of the better things were again accomplished in him by deeds.
Τὰ μὲν οὖν περὶ τὸ πάθος αὐτῷ συμβάντα ἀκριβῶς ἐδηλοῦτο διὰ τοῦ· Σὺ δὲ ἀπώσω, καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας φησὶν, Ὑπερηθέτησας μετὰ ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, Ἐχολώθης πρὸς τὸν Χριστόν σου. Τηνικαῦτα δὲ καὶ τὰ τῆς Διαθήκης αὐτοῦ τῆς πρὸς τοὺς ἀποστόλους διεσκεδάσθη, ὅτε καὶ ἠρνήσαντο αὐτὸν, καὶ τὸ ἁγίασμα αὐτοῦ, τουτέστι τὸ σῶμα τὸ ἀπὸ τῆς ἁγίας Παρθένου, εἰς τὴν γῆν ἐβεβηλώθη· ἀλλὰ καὶ πάντας τοὺς φραγμοὺς αὐτοῦ τότε περιεῖλεν ὁ Θεός· δηλαδὴ τοὺς περιφράττοντας, ὥσπερ καὶ δορυφοροῦντας αὐτὸν καὶ περιέποντας ἀγγέλους· οὐ μὴν ἀλλὰ καὶ τὰ ὀχυρώματα αὐτοῦ. Ἦσαν δὲ οὗτοι οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ αὐτοῦ, οἳ ἐγένοντο εἰς δειλίαν, ὡς καὶ ἀρνήσασθαι αὐτὸν καὶ καταλιπόντας φυγεῖν. Τότε δὲ καὶ ἐγενήθη εἰς ὄνειδος τοῖς
γείτοσιν αὐτοῦ, καὶ ὑψώθη ἡ δεξιὰ τῶν θλιβόντων αὐτόν· καὶ τὰ λοιπὰ δὲ πάντα τότε εἰς τὸν ἐκ σπέρματος Δαυῒδ ἐπληροῦτο. Ἄλλως γὰρ οὐκ ἄν τις ἔχοι ταῦτα ἐπ' αὐτὸν τὸν Δαυῒδ ἐφαρμόζειν, οὐδ' ἐπιδεῖξαι εἰς ἐκεῖνον πεπληρωμένα τὰ προκείμενα, ὡς οὐδὲ τὰ σεμνότερα καὶ χρηστότερα ἐμφερόμενα ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Οὐ γὰρ δὴ τοῦ Δαυῒδ ὁ θρόνος κατηύγασε τὴν σύμπασαν οἰκουμένην, δίκην ἡλίου φωτίσας, οὐδ' ὡς ἡ σελήνη διαρκὴς γέγονε, οὐδὲ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος διεφυλάχθη· οὐδ' ἔχει λόγον τὸν Δαυῒδ ἐκεῖνον Πρωτότοκον χρηματίσαι τοῦ Θεοῦ· ἐπεὶ καὶ πρὸ αὐτοῦ μυρίοι καλλίους αὐτοῦ καὶ μετ' αὐτὸν γεγόνασιν.
The things that happened to him in his passion were clearly indicated by the words, "But you have rejected and despised; you have cast off your Christ." In place of this Aquila says, "You have transgressed against your anointed one"; and Symmachus, "You were angered against your Christ." At that time also the things of his covenant with the apostles were scattered, when they both denied him, and his sanctuary—that is, the body from the holy Virgin—was defiled to the earth. But God also then removed all his fences—clearly the angels who enclosed him, as it were, and guarded him and attended him—and indeed also his strongholds. These were the apostles and his disciples, who became cowardly, so as even to deny him and leave him and flee. Then also he became a reproach to his neighbors, and the right hand of those who afflicted him was exalted; and all the rest also at that time was fulfilled in the one from the seed of David. For otherwise no one could apply these things to David himself, nor show that the things set before us were fulfilled in him, just as neither could the more august and better things contained in God's promises. For David's throne did not shine upon the whole inhabited world, enlightening it like the sun, nor did it become enduring like the moon, nor was it preserved forever and ever; nor is there reason for that David to be called the firstborn of God, since both before him and after him countless men better than he have existed.
Ἀλλ' οὐδὲ φαίνεται ὁ Δαυῒδ τὴν δεξιὰν ἐπὶ ποταμοὺς ἐκτείνας, καὶ τὴν ἀριστερὰν ἐπὶ θάλασσαν, οὐδὲ κατακυριεύσας ἀπὸ θαλάσσης ἕως θαλάσσης, οὐδὲ βασιλείαν κτησάμενος τὴν παρεκταθεῖσαν ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀλλ' οὐδ' ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον Σολομῶνα ταῦτα πάντα ἐφαρμοσθήσεται· οὐ πλέον γὰρ τῆς Ἰουδαίας οὐδ' οὗτος κρατήσας ὁμοίως τῷ ἑαυτοῦ ἱστορεῖται πατρί· ἀλλ' οὐδ' ὑπερβὰς χρόνον ἐτῶν μʹ τῆς βασιλείας ὁμοίως τῷ ἑαυτοῦ πατρί· ἀλλ' οὐδὲ ἀνεπίληπτον βίον διατελέσας. Τοιαῦτα γοῦν ἦν τὰ περὶ αὐτὸν ὡς καὶ γυναικομανίαν καὶ εἰδωλολατρείαν διαβάλλεσθαι, ὧν ἕνεκα καὶ Σατανᾶν αὐτῷ ἐπιπέμψαι λέγεται ὁ Θεός. Ἀλλ' οὐδ' ἐφ' ἕτερον τὸν μετὰ Σολομῶνα τοῦ Ἰουδαίων ἔθνους ἐκ σπέρματος καὶ διαδοχῆς Δαυῒδ βασιλευσάντων ἀναφέρεσθαι δύναται τὰ ἐπηγγελμένα· πάντα δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τά τε χρηστότερα καὶ τὰ σκυθρωπὰ εἰς ἕνα μόνον τὸν ἐκ σπέρματος Δαυῒδ λεγόμενον Ἰησοῦν Χριστὸν τὸν ἡμέτερον Σωτῆρα συνίσταται πεπληρωμένα· ἃ δὴ καὶ προείληφε τὸ θεῖον Πνεῦμα, προτάξαν μὲν τὰς ἐνθέους ἐπαγγελίας, διδάξαν δὲ χρῆναι προσδοκᾷν περὶ ἕνα καὶ τὸν αὐτὸν συμβήσεσθαι τὰ σκυθρωπότερα· μάλιστα ὅτε καὶ πάσης τῆς τοῦ Δαυῒδ διαδοχῆς, τὸν αἰσθητὸν τῆς βασιλείας θρόνον καταλυθησόμενον θεωρεῖ. Μέχρι γοῦν τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ διήρκεσαν οἱ ἐκ σπέρματος Δαυῒδ βεβασιλευκότες· καὶ οὐδὲ ὅλου τοῦ Ἰουδαίων ἔθνους βασιλεύσαντες ἀλλὰ μόνων τριῶν φυλῶν, καὶ οὐδὲ τούτων ὅλων·
But David is not seen to have stretched out his right hand over the rivers and his left over the sea, nor to have gained dominion from sea to sea, nor to have acquired a kingdom extending to the ends of the inhabited world. But neither will all these things be applied to Solomon, who was born from him; for he is not recorded to have held more than Judea, just as his own father did, nor to have exceeded the time of forty years of his reign just as his own father did, nor to have continued through life blameless. Such, at any rate, were the things concerning him that he is even accused of womanizing and idolatry, on account of which God is said to have sent Satan upon him. But neither can the things promised be referred to any other of those who reigned over the nation of the Jews after Solomon from the seed and succession of David; but all things together and at the same time, both the more favorable and the more gloomy, are established as fulfilled in one only, Jesus Christ our Savior, who is said to be from the seed of David. These things the divine Spirit foretook, setting the inspired promises first, and teaching that one must expect the more gloomy things to happen concerning one and the same person; especially when it sees that the perceptible throne of the kingdom of the whole succession of David will be destroyed. At any rate, those who reigned from the seed of David continued until the captivity of the people in Babylon; and they did not reign over the whole nation of the Jews but over only three tribes, and not even over all of these.
ἀλλὰ καὶ σύμπας ὁ χρόνος τῆς τούτων ἀρχῆς ἀμφὶ τὰ τετρακόσια ἔτη μόνα συντείνει, μεθ' ἃ, Ἰεχονίου ὑστάτου τῆς τοῦ Δαυῒδ διαδοχῆς γενομένου, οὐδέτερος βασιλεὺς Ἰουδαίων ἐκ σπέρματος Δαυῒδ γεγονὼς μνημονεύεται· ὡς καὶ κατὰ τοῦτον τὸν τρόπον πεπληρῶσθαι τὰ προκείμενα τοῦ θείου Πνεύματος λόγια, δι' ὧν εἴρηται· Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, καὶ ἀνεβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καὶ τὰ τούτοις ἐπιφερόμενα. Εἶτ' ἐπειδήπερ τὰ μὲν τῶν τοῦ Θεοῦ πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν ἀγαθάς τινας καὶ μεγάλας ἐλπίδας τῷ σπέρματι Δαυῒδ ὑπέγραφε, τὰ δὲ περὶ τὴν διαδοχὴν αὐτοῦ συμβεβηκότα τἀναντία πάντα περιεῖχεν, ὅ τε θρόνος τῆς κατὰ ἄνθρωπον βασιλείας αὐτοῦ λέλυτο πεπαυμένος ἀπὸ τῶν Ἰεχονίου χρόνων· εἰκότως ταῦτα προθεωρῆσαν τὸ προφητικὸν Πνεῦμα, ἐπὶ ζήτησιν ἡμᾶς παρορμᾷ τῆς τῶν λόγων τοῦ Θεοῦ ἀληθείας, καὶ παρ' αὐτοῦ τοῦ Θεοῦ ζητεῖν καὶ μανθάνειν διδάσκει ἐρωτῶντας αὐτὸν καὶ λέγοντας· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυΐδ; Ἥ τε γὰρ τῆς βασιλείας αὐτοῦ τῆς αἰσθητῆς καὶ κατὰ ἄνθρωπον διαδοχὴ λέλυτο, ἐκ μακροῦ καθῃρημένη, ὅ τε ἐκ σπέρματος αὐτοῦ γεγονὼς Ἰησοῦς ὁ Χριστὸς, προσδοκηθεὶς αὐτὸς εἶναι ὁ τῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν κληρονόμος, αἰσθητὴν μὲν οὐκ ἐκτήσατο, οὐδ' ἀνθρωπίνην βασιλείαν· τἀναντία δὲ πάντα καὶ αὐτὸς οἷς προσεδόκησαν ἄνθρωποι πέπονθε, μέχρι καὶ θανάτου φθάσας, καὶ πάντα ὑπομείνας, ἃ δὴ προγνωστικῇ δυνάμει τὸ θεῖον ἀνεφθέγξατο Πνεῦμα.
But the whole time of their rule extends to about four hundred years only, after which, when Jechoniah became the last of the succession of David, no king of the Jews is recorded as having been born from the seed of David; so that in this way also the preceding oracles of the divine Spirit have been fulfilled, through which it is said: But now you have cast off and brought to nothing, and you have deferred your Christ. You have overthrown the covenant of your servant, you have profaned his sanctuary to the ground; and the things that follow these. Then, since the promises of God to David were sketching out certain good and great hopes for the seed of David, but the things that happened concerning his succession contained all the opposite, and the throne of his human kingship had been dissolved, having ceased from the times of Jechoniah; reasonably the prophetic Spirit, foreseeing these things, urges us to seek the truth of the words of God, and teaches us to seek and learn from God himself, asking him and saying: Where are your ancient mercies, O Lord, which you swore to David? For both the succession of his perceptible and human kingship had been dissolved, having been brought down long ago, and Jesus the Christ, who was born from his seed, himself expected to be the heir of the promises made to David, did not obtain a perceptible nor a human kingship; but he himself suffered all things contrary to what men expected, reaching even to death, and enduring all things which the divine Spirit proclaimed by its foreknowing power.
Ὧν ἕνεκα εἰκότως ἀνερωτᾷν καὶ πυνθάνεσθαι διδάσκει λέγοντας· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, καὶ τὰ ἑξῆς, Μεθ' ἃ ἐπιλέγει· Ἕως πότε, Κύριε,
ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; Διάψαλμα. Ἀντὶ τοῦ, ἀποστρέψεις, ὁ μὲν Ἀκύλας φησὶν, Ἕωςπότε, Κύριε, ἀποκρυβήσῃ εἰς νεῖκος; ὁ δὲ Σύμμαχος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος; Καί μοι δοκεῖ ὁ λόγος τὸ ἀπόῤῥητον τῆς ἐπελθούσης ὀργῆς τῇ σωματικωτέρᾳ βασιλείᾳ Δαυῒδ, καὶ παντὶ τῷ Ἰουδαίων ἔθνει αἰνίττεσθαι. Ἐναντίων γοῦν ἀποβάντων ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῇ προχείρῳ προσδοκίᾳ, ὁ τὰς ἀγαθὰς ἐπαγγελίας πρὸς τὸν Δαυῒδ πεποιημένος Θεὸς ἀνεκηρύττετο. Διὸ ἱκετεύει ὁ λόγος μὴ εἰς μακρὸν παρεκτεῖναι τὴν γενομένην κατ' αὐτῶν ὀργὴν, ταχὺ δὲ παρελθεῖν μὲν τὰ σκυθρωπὰ, ἐπιστῆναι δὲ τὰς ἐπαγγελίας τοῦ Θεοῦ. Εἶτα ἐκ προσώπου τῆς ἀνθρωπίνης ἀσθενείας λέγει, Μνήσθητι τίς μου ἡ ὑπόστασις, καὶ τὰ ἑξῆς. Διδάσκει δὲ τὸν λαὸν ταῦτα λέγειν ὁ προφητικὸς λόγος, εἰς τὸ παρακαλεῖν τὸν Θεὸν καὶ δυσωπεῖν καταπαῦσαι μὲν τὴν ὀργὴν τὴν κατὰ τοῦ ἔθνους, παύσασθαι δὲ καὶ αὐτὸν ἀποκρυπτόμενον· καταξιῶσαι δὲ ἤδη ποτὲ παρασχεῖν ἀνθρώποις τὰ τῷ Δαυῒδ ἐπηγγελμένα. Ἐπειδήπερ, φησὶν, ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς μέν ἐστι καὶ πτωχὴ, πλὴν ἀλλὰ πλείστης ἠξίωται παρὰ σοὶ τιμῆς· οὐ γὰρ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὓς κατ' εἰκόνα τὴν σὴν ἐδημιούργησας·
For this reason he reasonably teaches them to ask and inquire, saying: Where are your ancient mercies, O Lord, and what follows. After these things he adds: How long, O Lord, will you turn away to the end? Will your wrath burn like fire? Remember what my substance is; for did you create all the sons of men in vain? What man is there who will live and not see death, who will deliver his soul from the hand of Hades? Diapsalma. Instead of "will you turn away," Aquila says: How long, O Lord, will you hide yourself in strife? And Symmachus: How long, O Lord, will you hide yourself to the end? And the passage seems to me to hint at the hidden meaning of the wrath that came upon the bodily kingdom of David and upon the whole nation of the Jews. For when things turned out contrary to the promises—as far as the immediate expectation was concerned—God, who had made the good promises to David, was being proclaimed [as having failed]. Therefore the passage entreats that the wrath that came upon them not be prolonged for long, but that the gloomy things quickly pass and the promises of God stand fast. Then, from the person of human weakness, he says: Remember what my substance is, and what follows. The prophetic word teaches the people to say these things, in order to entreat God and persuade him to stop the wrath against the nation, and to cease also from hiding himself, and to deem it worthy at last to grant to men the things promised to David. Since, he says, human nature is weak and poor, yet nevertheless it has been deemed worthy of the greatest honor by you; for you did not create the sons of men in vain, whom you made according to your image.
δι' ὃ ἵνα μὴ τὸ σὸν κτίσμα καὶ ἡ σὴ εἰκὼν παραπόληται διὰ τῆς ἐπελθούσης ὀργῆς, καὶ τῆς τῶν ἐπηγγελμένων ὑπερθέσεως, τάχυνον ἀνακτήσασθαι τὰ σκυθρωπὰ, καὶ θεραπεῦσαι τὰ νοσήσαντα διὰ τῆς τῶν ἀγαθῶν ἐπαγγελιῶν ἐκβάσεως. Εἰ μὲν γὰρ ἦσαν οἱ ἄνθρωποι εἰς μάταιον ἐκτισμένοι ὁμοίως τοῖς ἐπὶ γῆς ἀλόγοις ζώοις, οὐκ ἂν οὐδὲν αὐτοῖς ἐχρῆν μέγα ἐπαγγέλλεσθαι· ὅτε δὲ τοιαῦτα φθάνουσιν ἀνθρώποις εὐαγγελιζόμεναι αἱ πρὸς τὸν Δαυῒδ ὁρκωμοσίαι, παντί που δῆλον ποιοῦσιν, ὅτι μὴ ἐπὶ ματαίῳ ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ τοίνυν τοιαύτης ἠξίωται παρὰ σοὶ τιμῆς ἡ ἀνθρωπεία φύσις, εἰκότως φημὶ, Μνήσθητι τίς μου ὑπόστασις· καὶ μνήσθητι, ὅτι μὴ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀλλὰ καὶ τοῦτο μνησθῆναι ἀξιῶ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος, ὃς ἄγευστος τυγχάνει θανάτου, οὐδ' οἷός τέ τίς ἐστιν αὐτὸς ἑαυτοῦ τὴν ψυχὴν ἐκ θανάτου ῥύσασθαι, οὐδὲ καὶ τοῦτο τυγχάνει τῆς εὐεργεσίας. Ὥστε εἰ καὶ τοιαῦτα ἡμάρτανον οἱ τοῦ Ἰουδαίων ἔθνους, ὡς τὰς ἐπαναστάσεις τὰς πρὸς τὸν Δαυῒδ εἰς τοὐναντίον αὐτοῖς περιτραπῆναι, καὶ τὴν ἐκ σπέρματος αὐτοῦ διαδοχὴν σὺν τῷ τῆς βασιλείας θρόνῳ καταλυθῆναι· οὐ μὴν ἀλλὰ καὶ αὐτὸν τὸν Χριστόν σου τοιαῦτα παθεῖν ὑπὸ τῶν αὐτῶν, ὁποῖα προλαβόντες οἱ σοὶ λόγοι περὶ αὐτὸν γενήσεσθαι προεφήτευσαν· ἀλλὰ μὴ εἰς τέλος ἀποστραφῆναι ἀξιοῦμεν, μηδὲ ὡς πῦρ ἐκκαυθῆναι τὴν ὀργήν σου, μνησθῆναι δὲ τίς μου ἐστὶν ἡ ὑπόστασις, τοῦ ταῦτα ὑπὲρ αὐτῶν πρεσβεύοντος, καὶ τίς ἡ τῶν ἀνθρώπων ἀσθένεια, τῶν θνητὴν φύσιν καὶ θανάτῳ δεδουλωμένην εἰληχότων·
Therefore, so that your creation and your image may not be destroyed through the anger that has come upon us and through the delay of the promises, hasten to restore what is gloomy and to heal what has been sick through the fulfillment of the good promises. For if human beings had been created in vain, like the irrational animals upon the earth, nothing great ought to have been promised to them; but since such oath-sworn assurances to David come beforehand as good news to human beings, they make it clear to everyone that you did not create the sons of men in vain. Since, then, human nature has been deemed worthy of such honor from you, I say reasonably, Remember what my substance is; and remember that you did not create the sons of men in vain. But I also ask that this be remembered, that there is no man who is without a taste of death, nor is anyone able to rescue his own soul from death, nor does this fall to his benefit. So then, even if those of the Jewish nation sinned in such ways that their rebellions against David were turned back upon them, and the succession from his seed was brought down together with the throne of the kingdom—but indeed also your Christ himself suffered such things from them as your words beforehand foretold would happen to him—yet we ask that we not be turned away to the end, nor that your anger be kindled like fire, but that it be remembered what my substance is, of him who intercedes on their behalf, and what the weakness of human beings is, of those who have received a mortal nature and been enslaved to death.
μνησθῆναι δὲ καὶ σαυτοῦ μὴ ἐπὶ ματαίῳ κτίσαντος τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ μεγάλαις ἐλπίσι ταῖς παρὰ σοί. Καὶ τούτων εἰς μνήμην ἐλθόντων ἱκετεύομεν ἤδη ποτὲ τὸν καὶ ἐκ θανάτου ῥυόμενον, καὶ ἐξ ᾅδου ἀνακαλούμενον καταπέμψαι ἡμῖν, καὶ παύσασθαι μὲν ἀποστρέφοντα ἑαυτὸν ἐξ ἡμῶν, καταπαῦσαι δὲ καὶ τὴν πυρὸς δίκην ἐπελθοῦσαν ἐπὶ τὸν λαόν σου ὀργὴν, ἔργοις δὲ ἐπιτελέσαι ἃς ὤμοσας πρὸς Δαυῒδ ἐπαγγελίας. Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; Ὅτι μὴ ματαίως, φησὶν, ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τετίμηνται δὲ παρὰ σοὶ, οὐχ οἷοί τε δέ εἰσιν ἑαυτοὺς ῥύσασθαι ἐκ θανάτου· τούτου χάριν δέομαι καὶ ἀντιβολῶ σπεῦσαι καὶ τῶν ἐπαγγελιῶν σου τῶν ἀγαθῶν δεῖξαι ἡμῖν τὰ ἀποτελέσματα, συνενεχθέντα κατὰ τοῦ Χριστοῦ σου καὶ μετὰ τὴν τῆς βασιλείας τοῦ Δαυῒδ καθαίρεσιν.
Δέομαι δὲ ἐπιταχῦναι πρὶν κατάπτωσιν παντελῆ τὸ τῶν ἀνθρώπων ὑποστῆναι γένος. Τίς γάρ ἐστιν ἀνθρώπων ὁ δυνάμενος αὐτὸς ἑαυτὸν ἐκ χειρὸς ᾅδου ῥύσασθαι, εἰ μὴ εἷς μόνος ὁ πρῶτος μὲν αὐτὸς ἑαυτὸν, εἶτα δὲ καὶ πάντας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐκ τῶν τοῦ θανάτου πυλῶν ῥυσάμενος; Εἰ καὶ τοιαῦτα πείσεται, οἷα διείληφε ἡ προφητεία τὰ ἀπὸ τοῦ, Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, φήσασα· ὅμως καὶ τῶν σῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν τεύξεται. Τὰ γὰρ ἐλέη σου, Κύριε, καὶ ἡ ἀλήθειά σου εἰς τὸν αἰῶνα μένει καὶ οὐδὲ εἷς λόγος τῶν σῶν ἐπαγγελιῶν διαπεσεῖται.
But remember also yourself, who did not create the sons of men in vain, but for the great hopes that are with you. And when these things have come to remembrance, we beseech him who even now rescues from death and calls back from Hades to send down to us, and to cease turning himself away from us, and to put an end also to the anger that came upon your people like fire, and to fulfill in deeds the promises which you swore to David. Where are your ancient mercies, O Lord, which you swore to David in your truth? For not in vain, he says, did you create all the sons of men, and they are honored before you, yet they are not able to rescue themselves from death; for this reason I entreat and implore you to hasten and to show us the fulfillments of your good promises, which were brought together against your Christ and after the destruction of the kingdom of David.
And I entreat you to hasten before the race of men undergoes complete downfall. For who among men is able to rescue himself from the hand of Hades, except the one alone who first rescued himself, and then also all who have believed in him from the gates of death? Even if he will suffer such things as the prophecy has set forth, from the passage "But now you have cast off and rejected, you have delayed your Christ," yet he will also obtain your promises to David. For your mercies, O Lord, and your truth remain forever, and not one word of your promises will fall to the ground.
Εἰ δὲ καί φημι νῦν εἰς ὑπόμνησιν ἐλθὼν τῶν συμβησομένων σκυθρωπῶν, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; ἀλλ' οὐκ ἀγνοῶ, ὅτι ἐν τῇ ἀληθείᾳ ὤμοσας· διόπερ καὶ ἐν ἀρχῇ τοῦ παντὸς λόγου εἰς τὸ χρηστὸν τέλος ἀποβλέπων ἔλεγον· Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου· καὶ πάλιν ἔλεγον· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Αὐτὰ δ' οὖν ἐκεῖνα τὰ ἐλέη σου, Κύριε, ποῦ ἐστι μαθεῖν ἀξιῶ, καὶ ποῦ λανθάνει κρυπτόμενα, καὶ πότε ἥξει. Ἀλλὰ γὰρ ἱκετεύω, σπευσάτω νῦν καὶ ἡκέτω, καὶ καταλαβέτω τὴν ἡμετέραν ἀσθένειαν. Εἰ γὰρ μὴ ἐπιδείξειάς σου τὰ ἐλέη τὰ ἀρχαῖα, ἅπερ οὐχ ἁπλῶς ἐπηγγείλω, ἀλλὰ καὶ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου, οὐδεμία λείπεται ἀνθρώποις ἐλπὶς σωτηρίας. Ὡς οὖν ἐπηλήθευσεν ὁ λόγος ἐπὶ τῶν σκυθρωπῶν, καὶ γέγονε καὶ ἀπήντησεν ἅπαντα, οὕτως ἀκόλουθόν ἐστι καὶ τὰ κρείττονα τῶν ἐπαγγελιῶν μὴ διαψεύσασθαι, δι' ὧν ὁ λόγος ἡμῖν εὐηγγελίσατο αἰώνιον σπέρμα Δαυῒδ καὶ θρόνον αὐτοῦ δίκην ἡλίου φωτὸς καταλάμψαντα πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην. Ταῦτα μὲν οὖν ἐν εὐχαῖς ἔκειτο τοῖς παλαιοῖς, καὶ προσεδοκᾶτο τοῖς τὰς προφητικὰς φωνὰς μεμελετηκόσιν· ἡμῖν δὲ αὐτοῖς ἔργοις ὁρᾶται πεπληρωμένα, διὰ τῶν εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποτελεσμάτων. Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.
But if I now say, having come to remembrance of the gloomy things that will befall, Where are your mercies, the ancient ones, O Lord, which you swore to David in your truth? Yet I am not unaware that you swore in truth; therefore also at the beginning of the whole discourse, looking to the good end, I said: I will sing of the mercies of the Lord forever; to generation and generation I will declare your truth with my mouth; and again I said: Forever mercy shall be built up, in heaven your truth shall be prepared. Those very mercies of yours, then, O Lord, where are they? I deem it worthy to learn, and where they lie hidden, and when they will come. But indeed I beseech you, let it hasten now and come, and lay hold of our weakness. For if you do not show your ancient mercies, which you not only promised but also swore to David in your truth, no hope of salvation remains for men. As, then, the word proved true in the case of the gloomy things, and all things came to pass and met us, so it is fitting that the better things of the promises not prove false, through which the word announced to us the eternal seed of David and his throne, shining like the light of the sun over the whole inhabited world of men. These things, then, lay in the prayers of the ancients, and were expected by those who had studied the prophetic voices; but for us they are seen fulfilled in very deed, through the accomplishments pertaining to our Savior and Lord Jesus Christ. Remember, O Lord, the reproach of your servants, which I bore in my bosom from many nations; which your enemies reproached, O Lord, which they reproached the recompense of your Christ.
Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο. Ἀπὸ τοῦ προτεταγμένου διαψάλματος δοκεῖ μοι μεταβολὴ γεγονέναι τῆς διανοίας. Τὸ γοῦν θεῖον Πνεῦμα, εὐξάμενον ὑπὲρ τοῦ λαοῦ διὰ τῶν ἔμπροσθεν, τὰς ἐπαγγελίας τοῦ Θεοῦ προκαλεῖται ἀπὸ τοῦ, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀξιοῖ δὲ ἤδη ποτὲ ἐπιστῆναι τῶν χρηστοτέρων τὰ ἀποτελέσματα, ἃ ὤμοσεν ὁ Θεὸς τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ αὐτοῦ. Εἶτα παρακαλεῖ μνησθῆναι τοῦ ὀνειδισμοῦ τῶν δούλων αὐτοῦ. Ὡς γὰρ ἤδη λοιπὸν, κατὰ τὸ σεσιωπημένον, χωρησάντων εἰς ἔργα τῶν προηγορευμένων σκυθρωπῶν, πολλῶν τε ἐχθρῶν καὶ ἐθνῶν ἐπικειμένων καὶ ὀνειδιζόντων τοὺς δούλους τοῦ Θεοῦ διὰ τὰ συμβεβηκότα, τὴν ὑπὲρ τούτων εὐχὴν ἀναπέμπει λέγον· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἀντὶ τοῦ, Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν, Αἴροντός μου ἐν κόλπῳ πάσας ἀδικίας λαῶν· ὁ δὲ Σύμμαχος, Ἐβάστασα ἐν τῷ κόλπῳ μου πάντων τῶν ἐθνῶν. Οἱ μὲν οὖν ὀνειδιζόμενοι οἱ δοῦλοί εἰσι τοῦ Θεοῦ· διὸ ἔφασκε· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου· οἱ δὲ ὀνειδίζοντες οἱ ἐχθροὶ τοῦ Θεοῦ· διὸ ἐπιλέγει ἑξῆς, Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Ὁ δὲ ταῦτα πρὸς τὸν Θεὸν λέγων εἴη ἂν ὁ σωτήριος Λόγος, ὁ αἴρων ἐν τῷ ἑαυτοῦ κόλπῳ τὰς ἀδικίας τῶν λαῶν. Ἀντάλλαγμα δὲ τοῦ Χριστοῦ ὅπως εἴρηται, νοήσεις ἀπὸ τῆς τοῦ Συμμάχου ἑρμηνείας, δι' ἧς εἴρηται, Οὗ ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου.
Blessed be the Lord forever; may it be, may it be. From the preceding diapsalm, it seems to me that a change of mind has occurred. At any rate, the divine Spirit, having prayed on behalf of the people through what came before, calls forth the promises of God from the words, Where are your mercies, the ancient ones, O Lord? And it asks that at some point the fulfillments of better things may now stand, which God swore to David in his truth. Then it entreats that the reproach of his servants be remembered. For since, as has now been left unsaid, the gloomy things foretold have come into action, and many enemies and nations are pressing upon and reproaching the servants of God because of what has happened, it sends up the prayer on their behalf, saying: Remember, O Lord, the reproach of your servants. Instead of, Which I have taken up in my bosom from many nations, Aquila set it forth more clearly, saying, While I take up in my bosom all the injustices of the peoples; and Symmachus, I bore in my bosom all the nations. Those who are reproached, then, are the servants of God; therefore it said: Remember, O Lord, the reproach of your servants. And those who reproach are the enemies of God; therefore it adds next: Which your enemies reproached, O Lord, which they reproached the recompense of your Christ. And the one who says these things to God would be the saving Word, who takes up in his own bosom the injustices of the peoples. But how "the recompense of Christ" has been said, you will understand from the interpretation of Symmachus, through which it is said: Which they reproached the footsteps of your Christ.
Τὴν γὰρ πορείαν τοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ τὴν ὁδὸν αὐτοῦ τὴν κατὰ τὸ πάθος, τά τε ἴχνη τῆς κατὰ τὸν ἀνθρώπινον βίον οἰκονομίας, τοῦτον ᾐνίξατο τὸν τρόπον. Ταῦτα γὰρ εἰώθασιν
ὀνειδίζειν ἡμῖν οἱ ἐχθροὶ τοῦ Θεοῦ. Ἀλλὰ γὰρ ὡς ἐπακουσθεὶς καὶ πιστεύσας τεύξεσθαι τῶν εὐχῶν, ἐλπίσας τε ᾗ τάχος ἐπιστήσεσθαι τὰς πρὸς τὸν Δαυῒδ ἐπαγγελίας τοῦ Θεοῦ, τὸ τέλος τοῦ παντὸς λόγου διὰ τῆς εὐχαριστίας καὶ εὐλογίας ἐπισφραγίζεται λέγων· Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· ἡμᾶς τε διδάσκει προσυπακούειν τὸ, Γένοιτο, γένοιτο, ὅπερ ἐστὶν Ἑβραϊκὴ φωνὴ, Ἀμὴν, ἀμήν. Περὶ δὲ τοῦ διαψάλματος, πολλάκις μεταξὺ παρεμβεβλημένου, ταῦτα λεκτέον. Ἡ πρώτη ἐπαγγελία τοῦ Θεοῦ ἐν ἀρχῇ λεχθεῖσα περιεῖχε, Διεθέμην διαθήκην, καὶ, Ὤμοσα Δαυῒδ, καὶ τὰ ἑξῆς· εἶτα τοῦ διαψάλματος παρατεθέντος, μεταβαλὼν ὁ λόγος τὸ πρόσωπον, ἐπιλέγει· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου· καὶ πάλιν, ἐπαγγελίας λεχθείσης ἐκ προσώπου τοῦ Θεοῦ τῆς ἀπὸ τοῦ, Ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, μέχρι τοῦ, καὶ μάρτυς ἐν οὐρανῷ πιστὸς, πάλιν τοῦ διαψάλματος παρεμβληθέντος, μεταβάλλει τὴν διάνοιαν ὁ λόγος, καί φησι· Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Εἶτα, διεξελθὼν τὰ σκυθρωπότερα, πάλιν ἐντίθησι τὸ διάψαλμα, καὶ ἐναλλάττει τὴν διδασκαλίαν φάσκων· Ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς τέλος; καὶ τὴν εὐχὴν ἀναπέμψας, πάλιν τῷ διαψάλματι μεταξὺ κέχρηται, καὶ ἐπιλέγει· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; μεταβαλὼν τὴν διάνοιαν καὶ ἀνακαλούμενος τὰς πρώτας τοῦ Θεοῦ ἐπαγγελίας, τὰς ἐν ἀρχῇ λεχθείσας·
For he hinted in this manner at the journey of Christ, the God, and his path in accordance with the passion, and the traces of the economy according to the human life. For the enemies of God are accustomed to reproach us with these things. But indeed, as one who has been heard and has believed that he will obtain his prayers, and having hoped that the promises of God to David will swiftly be fulfilled, he seals the end of the whole discourse through thanksgiving and blessing, saying: Blessed be the Lord forever; and he teaches us to understand beforehand the "May it be, may it be," which is a Hebrew expression, "Amen, amen." But concerning the diapsalm, since it has often been inserted in between, these things must be said. The first promise of God, spoken in the beginning, contained: I made a covenant, and, I swore to David, and the things that follow; then, when the diapsalm had been set forth, the discourse, changing the persona, adds: The heavens will confess your wonders; and again, when a promise had been spoken from the persona of God, from "I placed help upon a mighty one" up to "and a faithful witness in heaven," again, when the diapsalm had been inserted, the discourse changes its meaning, and says: But you rejected and despised, you deferred your Christ. Then, having gone through the more gloomy matters, again he inserts the diapsalm and changes the teaching, saying: How long, Lord, will you turn away to the end? And having sent up the prayer, again he uses the diapsalm in between, and adds: Where are your ancient mercies, Lord? changing his meaning and recalling the first promises of God, those spoken in the beginning.
ὥστε λόγον ἔχειν τινὰ καὶ τὰ διαψάλματα μεταβολῆς διανοίας ἢ προσώπου ἐναλλαγῆς δι' αὐτῶν σημαινομένης. Τοῦτο δὲ ἐπὶ πάντων ἐρεῖς τῶν ψαλμῶν ἐν οἷς φέρεται τὸ διάψαλμα· ἢ γὰρ τοῦ προσώπου παρίστησιν ἐναλλαγὴν ἢ τῆς διανοίας· ἔστι δ' ὅτε καὶ μεταβολὴ τῆς κατὰ τὸ Ἑβραϊκὸν μελῳδίας. Ὅ γε μὴν Ἀκύλαςοὐδαμοῦ κέχρηται τῷ διαψάλματι· ἀντὶ δὲ τούτου ἐν πᾶσι τοῖς τόποις εἴωθεν ἑρμηνεύειν τὸ, ἀεί. Ὅπερ ἐχρῆν ἡμᾶς μὴ ἀγνοεῖν. Τὸ δὲ ἐπισφράγισμα παντὸς τοῦ λόγου τὸ, Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο, κατὰ μὲν τὸν Ἀκύλαν ἀντὶ τοῦ, Γένοιτο, γένοιτο, Πεπιστωμένως, πεπιστωμένως, περιέχει· κατὰ δὲ τὸν Σύμμαχον, ὁμοίως τῷ Ἑβραϊκῷ, Ἀμὴν καὶ ἀμήν.
ΠΡΟΣΕΥΧΗ ΜΩΥΣΕΩΣ. ΠΘʹ.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός. Δόγμα παιδεύει ὁ λόγος, διδάσκων τὸ μὲν Θεῖον διαρκὲς ὑπάρχειν καὶ ἀίδιον. Ὁ γὰρ εἰπὼν, Θεὸς ἐγώ εἰμι ὁ ὢν, ἀεὶ ὢν, καὶ ὁ αὐτὸς ὢν, καὶ εἰς τοὺς ἀπείρους αἰῶνας διαμένων, οὔποτε μεταβάλλει τὴν αὑτοῦ φύσιν. Ἡμεῖς δὲ, κατὰ καιροὺς παριόντες εἰς τὸν βίον, χειμάῤῥου τρόπον ἀποῤῥέομεν· ἐπεὶ καὶ κατὰ τὸν Σολομῶνα, Γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται, καὶ τὰ ἀνθρώπινα πράγματα δὲ οὐδὲ πώποτε ἐν ταὐτῷ μένει, ἄλλοτε δ' ἄλλως μεταβάλλει. Ὁ δὲ διαρκὴς καθ' ἑκάστην γενεὰν Κύριος τῶν εἰς αὐτὸν ἐλπιζόντων καταφυγὴ γίνεται. Πρὸ μὲν γὰρ τοῦ κατακλυσμοῦ Ἐνὼχ, καὶ εἴ τις ἄλλος τῆς τότε γενεᾶς, καταφυγὴν αὐτὸν ἔσχηκεν·
So that the diapsalmata too have some meaning, indicating by them a change of thought or an exchange of person. And you will say this in all the psalms in which the diapsalma is found; for it presents either a change of person or of thought; and sometimes it is also a change of the melody according to the Hebrew. Aquila, at any rate, nowhere uses the diapsalma; but instead of it, in all places, he is accustomed to translate "always." Which we ought not to be ignorant of. And the seal of the whole discourse, "Blessed be the Lord forever, so be it, so be it," according to Aquila contains, instead of "So be it, so be it," "Assuredly, assuredly"; and according to Symmachus, just as in the Hebrew, "Amen and amen."
A PRAYER OF MOSES. 89.
Lord, you have been a refuge for us in generation and generation, before the mountains were established and the earth and the inhabited world were formed, and from age to age you are, O God. The word teaches a doctrine, teaching that the Divine is enduring and eternal. For he who said, "I am God, the one who is," always being, and being the same, and remaining into the boundless ages, never changes his own nature. But we, passing into life at various times, flow away like a winter torrent; since also according to Solomon, "A generation goes, and a generation comes," and human affairs never remain in the same state, but change now one way and now another. But the Lord, enduring in each generation, becomes a refuge for those who hope in him. For before the flood Enoch, and if any other of that generation, had him as a refuge;
ἀπολλυμένου δὲ τοῦ τῶν ἀνθρώπων γένους ἐν τῷ κατακλυσμῷ, πάλιν Νῶε καταφυγὴν αὐτὸν, ἀλλ' οὔ τινα ἕτερον ἐκτήσατο. Καὶ μετὰ ταῦτα πάλιν ὁ Λὼτ ἐκ τῆς Σοδομιτῶν γενεᾶς, Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἐπὶ τῆς ἑαυτῶν ἕκαστος· οὐ μὴν ἀλλὰ καὶ Ἰωσὴφ ἐπὶ τῆς κατ' αὐτὸν γενεᾶς, καὶ Μωϋσῆς πάλιν ἐπὶ ἄλλης· καὶ ἁπαξαπλῶς καθ' ἑκάστην γενεὰν τὸν ἀεὶ ὄντα Κύριον καταφυγὴν ἐσχήκασιν οἱ εἰς αὐτὸν ἠλπικότες. Προτρέπει δὲ διὰ τούτων καὶ ἡμᾶς ὁ λόγος μὴ ἐπί τινα ἕτερον παρὰ τὸν Θεὸν ἐλπίζειν, παντὶ δὲ καιρῷ καὶ ἡμέρᾳ πάσῃ καὶ ὥρᾳ, ἐν ἑκάστῃ τε πράξει, καὶ μάλιστα ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπ' αὐτὸν καταφυγεῖν. Καὶ ἐπειδήπερ οἱ μὲν χειμαζόμενοι στέγης, οἱ δὲ κατὰ τὴν θάλασσαν κλυδωνιζόμενοι
λιμένος, οἱ δὲ ὑπὸ ἐχθρῶν καὶ πολεμίων ἢ καὶ θηρῶν ἀγρίων διωκόμενοι, τείχους εἰς καταφυγὴν δέονται· πᾶσι δὲ τούτοις ὁ τοῦ Θεοῦ ἄνθρωπος κατὰ τὸν παρόντα βίον παλαίει· ἀναγκαίως διδάσκεται καταφυγὴν ἑαυτοῦ καὶ τεῖχος, λιμένα τε σωτήριον ἡγεῖσθαι τὸν ἑαυτοῦ Κύριον· ἵν', εἴτε ἐν καιροῖς διωγμῶν ὑπ' ἐχθρῶν ἐλαυνώμεθα, εἴτε ὑπὸ ἀοράτων πολεμίων πολεμούμεθα, εἴτε ὑπὸ τῶν συσκευάζεσθαι ἡμᾶς πειρωμένων ἐπιβουλευοίμεθα, νηφόντως ἐπὶ τὸν Κύριον ἡμῶν καὶ τὸν Θεὸν καταφύγοιμεν, τὸν κατὰ γενεὰν καὶ γενεὰν ὑπέρμαχον γιγνόμενον καὶ ὑπερασπιστὴν τῶν ἐπικαλουμένων αὐτόν. Ἀντὶ δὲ τοῦ, Ἐν γενεᾷ καὶ γενεᾷ, σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν, Ἐν ἑκάστῃ γενεᾷ· καὶ πάλιν· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ οἰκουμένην, συμφώνως ὁμοῦ Ἀκύλας καὶ Σύμμαχός φασι·
But when the race of humans was perishing in the flood, Noah again found him as a refuge, and no other. And after these things, again Lot from the generation of the Sodomites, and Abraham and Isaac and Jacob, each in their own generation; and indeed also Joseph in his own generation, and Moses again in another; and simply put, in each generation those who hoped in him have had the ever-existing Lord as a refuge. Through these things the word also exhorts us not to hope in anyone other than God, but at every season and every day and every hour, in each deed, and especially in times of crisis, to flee to him. And since those storm-tossed need a roof, those tossed about on the sea need
a harbor, and those pursued by enemies and foes or even by wild beasts need a wall for refuge—and the man of God wrestles with all these in the present life—he is necessarily taught to consider his own Lord as his refuge and wall and saving harbor; so that, whether in times of persecution we are driven by enemies, or are warred against by invisible foes, or are plotted against by those trying to scheme against us, we may soberly flee to our Lord and God, who becomes in generation and generation the champion and shield of those who call upon him. And instead of "In generation and generation," Symmachus brought out more clearly, saying, "In each generation"; and again: "Before the mountains came to be and the earth and the inhabited world were formed," Aquila and Symmachus say in agreement:
Πρὶν ὄρη τεχθῆναι καὶ ὠδινηθῆναι γῆν καὶ τὴν οἰκουμένην. Καί μοι δοκεῖ ἡ Ἑβραϊκὴ λέξις φυσικὸν ἀποδεδωκέναι λόγον, ἐν αὐτοῖς διδάσκουσα μὴ ἀρχῆθεν συνυπάρξαι τῇ γῇ τὰ ἐν αὐτῇ ὄρη, ἀλλ' ἀναφυῆναι δίκην τῶν τικτομένων· διὸ εἴρηται· Πρὸ τοῦ ὄρη γενηθῆναι, ἢ, Πρὶν ὄρη τεχθῆναι· καὶ εἰκὸς ἅμα τῷ τεχθῆναι τὰ ὄρη καὶ προβληθῆναι ἀπὸ τῆς γῆς καταλλήλως τοῖς βρέφεσι, μὴ ὁποῖα νῦν τὸ μέγεθος ὑποστῆναι, ἀλλ' ἄρτι μὲν γεννηθέντα καὶ τεχθέντα, ὥσπερ ἀρτιγενῆ τῶν βρεφῶν, μικρὰ καὶ ἐλάχιστα ὑπάρξαι, τῷ δὲ μακρῷ αἰῶνι αὔξην καὶ μέγεθος ἐπιδοῦναι. Φασὶ γοῦν εἰς ἔτι δεῦρό τινες τῶν φυσιολόγων αὔξειν τὰ ὄρη, καὶ τὰς πέτρας μείζους ἑαυτῶν γίνεσθαι κατά τινας λανθανούσας ἡμᾶς διὰ μακρῶν περιόδων βραχυτάτας προσθήκας. Ἐπεὶ δὲ καὶ ὠδινηθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην εἰρήκασιν οἱ ἑρμηνεύσαντες, ἐξακολουθήσαντες τῷ Ἑβραϊκῷ, μήποτε καὶ ἐπὶ τῆς γῆς τὸ παραπλήσιον τοῖς ὄρεσι νοῆσαι προσήκει, ὡς ἐξ ἑτέρου στοιχείου προελθούσης αὐτῆς, καὶ πρότερον μὲν ὠδινηθείσης δίκην τῶν κυοφορουσῶν, καὶ ἐν τῷ τίκτειν ὑπομενουσῶν ὠδῖνας; Εἰ δ' οὖν συνέστηκεν ὁ τῶν φυσικῶν λόγος ὁ φάσκων, πρῶτον στοιχεῖον γεγονέναι τὸ ὕδωρ, εἶτα ἐξ ὕδατος καὶ τῆς ὑγρᾶς οὐσίας ὑποστῆναι τὰ λοιπὰ στοιχεῖα· εἴποι ἄν τις τοῦτο καὶ ἐπὶ τῆς παρούσης Γραφῆς σημαίνεσθαι δηλούσης, ὅτι ἦν ὅτε ἐν ἑτέρῳ οὖσα ἡ γῆ στοιχείῳ ἀφανὴς ἦν, κυουμένη καὶ συλλαμβανομένη ἐν τῇ φύσει τῆς ὑγρᾶς οὐσίας. Διὸ καὶ ἐν τῇ κοσμοποιίᾳ εἴρηται· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ σκότος ἐπάνω τῆς ἀβύσσου·
Before the mountains were born and the earth and the inhabited world were in labor. And it seems to me that the Hebrew expression has given a natural account, teaching in these very words that the mountains within it did not coexist with the earth from the beginning, but sprang up like things that are born; therefore it is said: Before the mountains came into being, or, Before the mountains were born; and it is likely that at the same time the mountains were born they were also thrust forth from the earth, in a manner corresponding to infants, not having subsisted at the size they now are, but having just been begotten and born, like newborn infants, being small and very little, and over the long course of ages they received increase and size. At any rate, some of the natural philosophers say even to this day that the mountains are growing, and that the rocks become larger than themselves by certain very small additions, escaping our notice, over long periods. But since those who translated have also said that the earth and the inhabited world were in labor, following the Hebrew, perhaps it is fitting to understand something similar in the case of the earth as in the case of the mountains, as though it came forth from another element, and previously was in labor like those who are pregnant, and in giving birth endured the pangs of labor. If, then, the account of the natural philosophers holds, which asserts that water was the first element, and then from water and the moist substance the remaining elements subsisted, one might say that this is also signified in the present Scripture, which makes clear that there was a time when the earth, being in another element, was invisible, being pregnant and conceiving in the nature of the moist substance. Therefore also in the creation of the world it is said: But the earth was invisible and unformed; and darkness was over the abyss.
ἀλλ' ὕστερον ὥσπερ ἀπογεννηθεῖσα προῆλθεν ἐκ τῆς τῶν ὑδάτων οὐσίας, οὐκ ἄνευ θείας δυνάμεως καὶ κρείττονος ἀνάγκης ἐπιτεθείσης αὐτῇ· αὕτη δὲ ἦν ἡ τοῦ Δημιουργοῦ βούλησις. Ὡς γὰρ ἐπὶ τῶν κυοφορουσῶν γυναικῶν, βίας καὶ ἀνάγκης ἐπελθούσης αὐταῖς, τὸ κατὰ γαστρὸς προάγεται, τοῦ ὡρισμένου χρόνου τῆς ἀποτέξεως ἐπιστάντος, καθ' ὃν ὠδίνουσαι τίκτουσι· τὸν αὐτὸν τρόπον δυνάμει καὶ σοφίᾳ τοῦ τῶν ὅλων δημιουργοῦ γῆν καὶ τὴν τῶν ἀνθρώπων οἰκουμένην τὰ ὕδατα προηνέγκατο. Καὶ τοῦτ' ἐπληροῦτο, ὁπηνίκα εἶπεν ὁ Θεός· Συναχθήτω τὰ ὕδατα ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτω. Θέα γάρ μοι τῇ διανοίᾳ τὴν γῆν ἔνδον ἐν τοῖς ὕδασι πάλαι πρότερον ἐγκεκρυμμένην, τρόπον τε ἰλύος ἀναλελυμένην, καὶ τῷ πλήθει τῶν ὑδάτων ἀνακεκραμένην, ὡς ἀφανῆ εἶναι καὶ ἀόρατον· διὸ λέγεσθαι· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· εἶθ' ὕστερον βουλήσει Θεοῦ αὐτὴν συναγομένην πιλοῦσθαι πρότερον καὶ συμπήγνυσθαι, καὶ μετὰ ταῦτα ἀθρόως ἀναδοθεῖσαν εἰς φῶς προελθεῖν, καὶ ἀνακύψαι εἰς καθαρὸν ἀέρα. Καὶ ἰδὲ, ὡς οὐδὲν τῶν γεννωμένων ἀπὸ γαστρὸς διαφέρειν ἐδόκει τότε. Ὅτε μὲν οὖν προβέβλητο τῶν ὑδάτων ἀνακύψασα, τικτομένη καὶ γεννωμένη ἐοίκει· πρὸ δὲ τῆς γεννήσεως ἔνδον ἐν τοῖς ὕδασι συμπηλουμένη πηγνυμένη τε, καὶ δίκην ἰλύος ἐπὶ τὸ οἰκεῖον βάρος ὑφισταμένη καὶ συνιζάνουσα, τὸ τηνικαῦτα συνελαμβάνετο· ὡς ὕστερον δὲ καὶ
But later, as if brought forth by birth, it came out from the substance of the waters, not without a divine power and a superior necessity imposed upon it; and this was the will of the Creator. For just as in the case of women with child, when violence and necessity come upon them, what is in the womb is brought forth, the appointed time of delivery having arrived, at which, laboring, they give birth; in the same way, by the power and wisdom of the Creator of all things, the waters brought forth the earth and the inhabited world of men. And this was fulfilled when God said: Let the waters under the heaven be gathered into one gathering, and let the dry land appear. And it was so. For behold for me in my mind the earth, long before hidden within the waters, dissolved like mud, and mixed with the abundance of the waters, so as to be invisible and unseen; wherefore it is said: But the earth was invisible and unformed; and then later, by the will of God, being gathered together, it was first compacted and congealed, and after this, suddenly given up, it came forth into light and rose up into the clear air. And see, how it seemed then to differ in nothing from those born from a womb. When, then, it had been cast forth, rising up from the waters, it was like one being born and brought forth; but before its birth, being compacted and congealed within the waters, and, like mud, settling down and sinking to its own weight, at that time it was conceived; but later also
ὠδινηθεῖσα ἀπετέχθη, καὶ γέγονεν οἰκητήριον τῶν ἐπὶ γῆς ζώων. Ἀλλὰ πρὸ τοῦ ταῦθ' οὕτω γενέσθαι, καὶ πρό γε τῆς τοῦ κόσμου συστάσεως, σὺ, φησὶν, αὐτὸς εἶ, ὁ Θεός. Καὶ καλῶς γε οὐ σὺ ἦσθα, φησὶν, ἀλλὰ, σὺ εἶ· ὁ γὰρ αὐτὸς καὶ ἦς, καὶ εἶ, καὶ ἔσῃ· μᾶλλον δὲ ὁ αὐτὸς ἀεὶ ὢν τυγχάνεις, καὶ αὐτὸς εἶ, κατὰ τὴν φάσκουσαν θεολογίαν· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οὐδὲ γὰρ θέμις ἐπ' αὐτοῦ φάναι τὸ, ἦς, ἢ τὸ, ἦν, ἢ τὸ, ἔσται· τὰ μὲν γὰρ τοῦ παρῳχηκότος, τὰ δὲ τοῦ μέλλοντος ἔσεσθαι χρόνου δηλωτικὰ τυγχάνει· ὧν οὐδὲν ἁρμόζει τῇ θείᾳ προσηγορίᾳ· μόνον γὰρ αὐτῇ τὸ ἀεὶ εἶναι ἁρμόττει. Διὸ σφόδρα ἀκριβῶς ἐνταῦθά τε εἴρηται· Ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός· καὶ ἐν ἑτέροις τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Τηρητέον δὲ, ὅτι ἐν τῷ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, τὸ, Κύριε. οὐ διὰ τοῦ τετραγράμμου φέρεται παρ' Ἑβραίοις, ἀλλὰ διὰ τῶν κοινῶν καὶ συνήθων γραφομένων στοιχείων, τῶν καὶ ἐπὶ τῆς ἀνθρωπίνης προσηγορίας ταττομένων, εἴποτε τὸν ἐν ἀνθρώποις δεσπότην, κύριον καλοῖμεν. Κατὰ τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος τὸ Ἀδωναῒ ἡρμήνευται εἰς τὸν Κύριον, τοῦ τετραγράμμου ὀνόματος, ὃ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ θεολογίαν σημαίνει, μὴ κειμένου κατὰ τὴν παροῦσαν λέξιν, ἀλλὰ τοῦ δεσπότου μάλιστα εὐκαίρως ὠνομασμένου, εἰς παράστασιν τοῦ κήδεσθαι αὐτὸν καὶ φροντίζειν τῶν αὑτοῦ οἰκετῶν, ὧν καὶ καταφυγὴ τυγχάνει. Καὶ ὅρα μήποτε ἐπὶ τὸν Θεὸν Λόγον ἀναφέρεται ἡ παροῦσα διδασκαλία· οὐδὲ γὰρ μακρὰν ἀπᾴδει ἡ ἐνταῦθα φήσασα λέξις·
Having been brought forth with travail, it came to be and became a dwelling place for the living creatures on the earth. But before these things came to be thus, and even before the constitution of the world, you, it says, are yourself, O God. And rightly so, it says not "you were" but "you are"; for the same one both was and is and will be—or rather, the same one always exists and is himself, according to the theology that declares: But you are the same, and your years shall not fail. For it is not lawful to say of him "you were," or "he was," or "he will be"; for the former are indicative of past time, the latter of future time, none of which is fitting for the divine appellation; for to it alone belongs "always to be." Therefore it has been said very precisely both here: From age to age you are, O God; and elsewhere: But you are the same, and your years shall not fail. And it must be observed that in "Lord, you have become a refuge for us," the word "Lord" is not conveyed among the Hebrews by the tetragrammaton, but by the common and customary written letters, which are also applied to human appellation, whenever we call the master among men "lord." For in the same way also in the present instance Adonai has been translated as "Lord," since the tetragrammaton, which signifies the ineffable theology of God, is not set down in the present phrase, but rather "master" has been named most fittingly, to show that he cares for and takes thought for his own servants, for whom he is also a refuge. And see whether the present teaching is not referred to the Word of God; for the phrase spoken here is not far out of tune:
Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην σὺ εἶ, ὁ Θεός· τῆς παρὰ Σολομῶνι ἐκ προσώπου τῆς σοφίας φασκούσης, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· δι' ὧν ἔοικεν αἰνίττεσθαι τὰς ἀσωμάτους καὶ ἀγγελικὰς δυνάμεις, ὧν προϋπάρχειν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὴν σοφίαν τοῦ Θεοῦ, αὕτη ἡ σοφία διδάσκει. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας, Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ ἐξουδενώματα αὐτῶν, ἔτη ἔσονται. Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἐπειδὴ Μωσέως ὑπάρχειν τὰς παρούσας φωνὰς ἡ προγραφὴ διδάσκει, πειρώμενος αὐτὰς ἐφαρμόσαι τῷ Μωσέως προσώπῳ, ἐφίστημι, μήποτε λανθάνουσαν διὰ τούτων ὁ λόγος παραδίδωσι προφητείαν Μωσέως. Οὐδὲ γὰρ ψαλμὸς εἶναί μοι δοκεῖ, ἀλλ' ὡς ἡ προγραφὴ διδάσκει, προσευχὴ τοῦ Μωϋσῇ. Ζητῶ δὲ κατὰ ποῖον ἄρα καιρὸν ταύτῃ κέχρηται τῇ προσευχῇ Μωϋσῆς, καὶ εἴπερ αὐτῷ, ἢ μᾶλλον τῷ λαῷ κατάλληλος τυγχάνει, πότερον τῇ γενεᾷ τῇ κατ' αὐτὸν, καὶ τῷ συνόντι αὐτῷ λαῷ, ἢ τῇ μετ' ἐκείνους διαδοχῇ ἐφαρμοστέον αὐτήν. Ὅτι μὲν οὖν οὐκ εἰς αὐτὸν προσήκει τὰ προκείμενα ἀναφέρειν, οἶμαι πάνθ' ὁντινοῦν ὁμολογήσειν. Πῶς γὰρ δύναται Μωϋσῆς ὁ ἄνθρωπος τοῦ Θεοῦ, περὶ αὐτοῦ λέγειν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀνηλώθημεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
Before the mountains were brought forth and the earth was formed and the inhabited world, you are, O God—since the wisdom in Solomon says in the person of Wisdom, "Before the mountains were established, and before all the hills, he begets me"; through which it seems to hint at the incorporeal and angelic powers, whose pre-existence the Word of God and the wisdom of God teaches this wisdom. Do not turn a man away to humiliation; and you said, "Return, you sons of men." For a thousand years in your eyes are as the day yesterday, which has passed, and a watch in the night. Their contemptible things shall be years. In the morning as grass it may pass away, in the morning it may bloom and pass away, in the evening it may fall away, be hardened and dried up; for we have fainted in your anger, and in your wrath we were troubled. Since the superscription teaches that the present utterances are Moses', attempting to apply them to the person of Moses, I pause, lest the word through these things delivers a hidden prophecy of Moses. For it does not seem to me to be a psalm, but as the superscription teaches, a prayer of Moses. I seek at what time then Moses used this prayer, and whether it is fitting for him, or rather for the people, whether it should be applied to the generation in his time and the people with him, or to the succession after them. That indeed the preceding things do not pertain to him, I think anyone at all would agree. For how can Moses, the man of God, say concerning himself, "For we have fainted in your anger"; or according to Symmachus, "For we have been consumed in your anger, and in your wrath we were troubled.
Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· καὶ πάλιν· Αἱ ἡμέραι ἡμῶν ἐξέλιπον ἐν τῇ ὀργῇ σου· καὶ πάλιν· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Ἀλλ' ὅτι μὲν ταῦτα οὐκ ἂν εἰς τὸν Μωϋσέα ἀναφέροιτο, οὐ μόνον ἀπὸ τοῦ πάντα περὶ ὀργῆς Θεοῦ εἰρῆσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ πληθυντικῶς προενηνέχθαι τὰ εἰρημένα, δῆλόν ἐστιν. Εἰκὸς οὖν τινα ἐπὶ τὸν συνόντα αὐτῷ κατὰ τὴν ἔρημον λαὸν ταῦτα ἀναφέρειν. Ἀλλ' οὐδὲ τοῦτο συγχωρεῖ νοεῖν ὁ λόγος. Τί γὰρ καί φησι· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου; Οὐκοῦν οὐ τῷ πρωΐ φησιν ἐκλελοιπέναι, ἀλλὰ Τὸ μὲν πρωῒ ὡς ἡ χλόη παρέλθοι· καὶ πάλιν, οὐ, Κατὰ τὸ πρωῒ
ἀποπέσοι, οὐδὲ, Κατὰ τὸ πρωῒ σκληρυνθείη καὶ ξηρανθείη, ἀλλ' Ἀνθήσαι, φησὶν ὁ λόγος, κατὰ τὸ πρωῒ καὶ παρέλθοι· τὸ δὲ ἀποπεσεῖν καὶ σκληρυνθῆναι καὶ ξηρανθῆναι ἑσπέρας ἔσεσθαί φησι, λέγων τὸ, Ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· καὶ τό· Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, κατὰ τὸ ἑσπέρας ἔσεσθαι εἴρηται· ἐν τούτῳ γὰρ, φησὶν, ἐξελίπομεν· ἐπειδήπερ τὸ πρωῒ ἄνθης γενομένης, καὶ χλόης καὶ προσκαίρου τινὸς ὡραϊσμοῦ, κατὰ τὴν ἑσπέραν σκληρυνθεῖσα ἡ χλόη καὶ ἀποξηρανθεῖσα ἡ ἄνθη ἐξέλιπε. Καὶ τὰ μὲν τῆς λέξεως τῆς παρούσης προσευχῆς τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ τῆς διανοίας οὐκ ἐπιτρέπει ἐπὶ τοὺς Μωϋσέως χρόνους καὶ τὴν κατ' αὐτὸν γενεὰν συνάγειν τὰ εἰρημένα. Οὐ γὰρ ἑσπέρα ἦν τότε, οὐδὲ τὰ ὕστατα τοῦ ἐκ περιτομῆς λαοῦ·
You have set our lawless deeds before you; and again: Our days have failed in your anger; and again: Who knows the power of your anger, and from the fear of you, your wrath? But that these things would not be referred to Moses is clear, not only from the fact that everything has been said about the anger of God, but also from the fact that the things said were expressed in the plural. It is likely, then, that someone refers these things to the people who were with him in the desert. But the text does not permit us to understand even this. For what does it also say? In the morning like grass it would pass away; in the morning it would blossom and pass away; in the evening it would fall off, be hardened and dried up; because we have failed in your anger? Therefore it does not say that they failed in the morning, but: In the morning like grass it would pass away; and again, not: In the morning it would fall off, nor: In the morning it would be hardened and dried up, but: It would blossom, the text says, in the morning and pass away; but to fall off and be hardened and dried up it says will happen in the evening, saying: In the evening it would fall off, be hardened and dried up; and the phrase: Because we have failed in your anger, is said to be in the evening; for in this, it says, we have failed, since when the morning had blossomed, and the grass and some temporary beauty, toward evening the grass, having been hardened, and the flower, having dried up, failed. And the words of the present prayer have this manner; but the meaning does not allow the things said to be gathered into the times of Moses and the generation in his day. For it was not evening then, nor the last things of the people from the circumcision;
ἀρχαὶ δὲ ἦσαν αὐτῶν, καὶ τότε πρῶτον αὐτοῖς ἀνατετάλκει τὸ ἐκ Θεοῦ φέγγος. Διὸ καὶ τὸ πρωῒ ὠνομάσθη ἡ τούτου τε καιροῦ κατάστασις, καὶ ἡ τοῦ Θεοῦ εἰς αὐτοὺς ἐπισκοπή. Ἑσπέρα δὲ τότε αὐτοῖς γέγονεν, ἡ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ' ἣν ἔδυ αὐτοῖς ὁ τότε ἀνατείλας Λόγος. Ἀλλὰ τότε μὲν ἀνατέταλκε καὶ πρωΐαν αὐτοῖς εἰργάζετο, ὅτε καὶ ἤνθει τὰ κατ' αὐτοὺς πράγματα. Οὐ παρέμεινε δὲ ἐν τῇ ἀληθείᾳ· ἀλλὰ γὰρ ἀνθήσαντα παρῆλθε, καὶ σκιᾶς δίκην παρέδραμε· διὸ λέλεκται· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι. Μετὰ δὲ τὴν Μωϋσέως τελευτὴν πάλιν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπιδόντες εἰς αὔξησιν καὶ μείζονα φυὴν, οὐδὲ οὕτω διέμειναν, ἀλλὰ παρῆλθον· διὸ καὶ δεύτερον λέλεκται· Τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι. Τὰ δέ γε τελευταῖα αὐτῶν μετὰ ταῦτα σημαίνεται διὰ τοῦτο· Ἑσπέρας ἀποπέσοι, καὶ σκληρυνθείη καὶ ξηρανθείη· τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ὃ δὴ καὶ περὶ αὐτοῖς γέγονεν ἐπιδύντος αὐτοῖς τοῦ τῆς δικαιοσύνης Ἡλίου, κατὰ τὴν φήσασαν προφητείαν· Καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου. Ὥσπερ γὰρ περὶ τῶν δικαίων ἐλέχθη τὸ, Ἀνατελεῖ τοῖς φοβουμένοις αὐτὸν Ἥλιος δικαιοσύνης, οὕτω καὶ περὶ τῶν ἀσεβῶν εἴρηται τὸ, Δύσεται ὁ ἥλιος ἐπὶ τοῖσδε· καὶ πάλιν ἀλλαχοῦ· Καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Ἐπὶ συντελείᾳ τοίνυν τοῦ αἰῶνος μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὅτε αὐτοῖς ἡ ἑσπέρα ἐπῆλθε, δύντος αὐτοῖς ὡς ἀληθῶς τοῦ τῆς ἀληθείας φωτὸς, ἡ ἔκπτωσις αὐτῶν καὶ ἡ ἀποβολὴ τέλους ἔτυχε, καὶ τὸ παρὸν ἐπληρώθη λόγιον φῆσαν·
But their beginnings were, and then for the first time the light from God had risen upon them. Therefore the morning was also named—both the constitution of this season and God's visitation of them. But evening came upon them then, at the consummation of the age, when the Word that had then risen upon them set for them. But then it had risen and was making morning for them, when their affairs were also flourishing. But it did not remain in the truth; rather, having flourished, it passed away, and like a shadow it ran past; therefore it is said: In the morning as the grass he shall pass away. But after the death of Moses, again in the times that followed, having advanced into growth and greater stature, not even so did they remain, but they passed away; therefore it is said a second time: In the morning he shall flourish and pass away. But their last state after these things is signified by this: In the evening he shall fall away, and be hardened and dried up; for what is growing old and aging is near to destruction. And this indeed happened concerning them when the Sun of righteousness set upon them, according to the prophecy that says: And the sun shall set upon the prophets who lead my people astray. For just as it was said concerning the righteous, The Sun of righteousness shall rise upon those who fear him, so also concerning the impious it has been said, The sun shall set upon these; and again elsewhere: And the sun shall set at midday, and the moon shall not give its light. At the consummation, therefore, of the age, after the coming of our Savior, when evening came upon them, with the light of truth truly setting for them, their fall and their rejection reached their end, and the present oracle was fulfilled which said:
Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Καί μοι δοκεῖ διὰ τούτων ὁ Μωϋσῆς προσευχὴν συντάξαι ἁρμόζουσαν τῇ καταστάσει τοῦ λαοῦ, τῇ μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν. Προφήτης οὖν ὢν, προγνώσει τε θείᾳ τὸ τέλος αὐτῶν τῆς ἀποβολῆς καὶ τὴν ἐσχάτην ἀπόπτωσιν συνορῶν, φάρμακον αὐτοῖς σωτήριον καὶ θεραπευτικὸν ὑπετίθετο, τὴν παροῦσαν προσευχὴν ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, παραδοὺς αὐτὴν ἔξωθεν τῆς ἄλλης αὐτοῦ γραφῆς τοῖς δυναμένοις τὰ ἀπόῤῥητα παρ' ἑαυτοῖς κατέχειν· παρ' οἷς καὶ εἰκὸς φυλάττεσθαι αὐτὴν ἰδιαζόντως καὶ λεληθότως μέχρι πολλοῦ· ὕστερόν γε μὴν ἐγκαταλεχθῆναι ἀναγκαίως τῇ βίβλῳ τῶν Ψαλμῶν, ὡς ἂν μὴ τῷ μακρῷ χρόνῳ διαπέσοι λαθοῦσα τοὺς πολλοὺς καὶ ἀμεληθεῖσα. Ἵν' οὖν σώζοιτο, καὶ παραμένοι γινωσκομένη ὑπὸ πάντων, τῇ βίβλῳ τῶν Ψαλμῶν παρενεβλήθη, μὴ οὖσα ψαλμός. Οὐδὲ γὰρ ψαλμοῦ τι περιέχει· θυμηδίας γὰρ ὁ ψαλμός· ἡ δὲ παροῦσα προσευχὴ ὀργῆς μνημονεύει καὶ θυμοῦ Θεοῦ καὶ ἑτέρων σκυθρωπῶν, ἱλάσκεταί τε τὸ Θεῖον ὑπὲρ τῶν ἀποπεπτωκότων· τὸν ἱλασμὸν τοῦτον Μωϋσέως διὰ τῆς προσευχῆς διδάσκοντος λέγειν τὸν ἀποπεσόντα τοῦ Θεοῦ λαὸν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν. Καί μοι δοκεῖ οὐκ ἀσκόπως μετὰ τὸν πηʹ ψαλμὸν καὶ τὰ δι' αὐτοῦ περὶ τοῦ σπέρματος Δαυῒδ καὶ τοῦ ἐπηγγελμένου αὐτῷ θρόνου θεσπισθέντος ἡ παροῦσα προσευχὴ Μωϋσέως συνῆφθαι· μετά τινος δὲ βαθυτέρας θεωρίας αἰνιττομένου τοῦ λόγου ἀπόπτωσιν
May it fall away into evening, be hardened and dried up. For we have failed in your anger, and in your wrath we have been troubled. And it seems to me that through these words Moses composed a prayer suited to the condition of the people after the coming of our Savior. Being a prophet, then, and foreseeing by divine foreknowledge the end of their rejection and their final falling away, he set before them a saving and healing remedy, handing down this present prayer in secret, as is likely, outside his other writing, to those able to keep secret things among themselves; among whom it is likely that it was also guarded in a special and hidden manner for a long time; but later it was necessarily included in the book of Psalms, so that it might not, through the long passage of time, be lost, escaping the notice of the many and being neglected. So then, in order that it might be preserved and remain known by all, it was inserted into the book of Psalms, though it is not a psalm. For it contains nothing of a psalm; for a psalm is a thing of gladness; but the present prayer mentions the anger and wrath of God and other gloomy things, and propitiates the Divine for those who have fallen away; Moses teaching, through this prayer, the people who have fallen away from God after the coming of our Savior to speak this propitiation. And it seems to me that not without purpose, after the 80th psalm and the things spoken through it concerning the seed of David and the throne promised to him, this present prayer of Moses has been joined; and the word hints, with some deeper contemplation, at a falling away
ἔσεσθαι καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν παρουσίαν τοῦ ἐκ σπέρματος Δαυῒδ προελευσομένου· ὃ δὴ καὶ ἐπισφραγίζεται ἡ τῶν πραγμάτων ἔκβασις. Ἀλλὰ γὰρ προσευχὴν αὐτοῖς παραδίδωσιν ὁ Μωϋσῆς, προφητικῇ δυνάμει ἐφαρμόσας τοὺς ἐν τῇ προσευχῇ λόγους τῷ προσώπῳ τοῦ ἐκπεσόντος καὶ ἀποβληθέντος λαοῦ. Ἐπὰν οὖν λέγῃ· Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· Καὶ εἶπας· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τοῦτόν μοι δοκεῖ διδάσκειν αὐτοὺς τὸν νοῦν, προσευχομένους λέγειν· Ὦ Κύριε, σὺ κατὰ χρόνους ἡμῖν γέγονας καταφυγὴ καὶ καθ' ἑκάστην γενεάν· πρῶτον μὲν γὰρ ἐν Αἰγύπτῳ τυγχάνουσιν ἡμῖν, καὶ ὑπὸ τοῦ Φαραῶ καὶ τῶν Αἰγυπτίων καταπονουμένοις καταφυγὴ γέγονας· πάλιν δὲ ἐπὶ τῆς ἐρήμου πολεμούμενοι τοτὲ μὲν ὑπὸ τοῦ Ἀμαλὴκ, τοτὲ δὲ ὑπὸ τοῦ Χαναναίου, σὲ καταφυγὴν ἐσχήκαμεν· οὐ μὴν ἀλλὰ καὶ εἰσελθόντες εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὑπὸ ἀλλοφύλοις τε γενόμενοι, πολλάκις τε καὶ μετὰ ταῦτα ἐπὶ τῶν βασιλέων ἡμῶν, καὶ τέλος ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, σὲ καταφυγὴν ἔσχομεν. Καὶ νυνὶ τοιγαροῦν ἱκετεύομεν τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν, καί σε κτήσασθαι καταφυγήν· διὸ δεόμεθα, Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· τουτέστι, Μὴ ἀποστρέψῃς ἡμᾶς εἰς τελείαν ἀπόπτωσιν καὶ ταπείνωσιν. Σὺ γὰρ τῇ σῇ φιλανθρωπίᾳ εἶπας, καὶ κηρύγματα πᾶσιν ἀνθρώποις ἐξενήνοχας λέγων· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων.
there would also be a rejection of the nation of the Jews after the coming of the one who would proceed from the seed of David; and indeed the outcome of events confirms this. But Moses hands down a prayer to them, applying by prophetic power the words in the prayer to the person of the people who fell away and were cast off. When, then, he says, Do not turn a man back to humiliation; and you said, Return, you sons of men, he seems to me to teach them this thought, that when they pray they should say: O Lord, you have been a refuge for us at various times and in every generation. For first, when we were in Egypt and were oppressed by Pharaoh and the Egyptians, you became a refuge; and again in the wilderness, when we were warred against sometimes by Amalek and sometimes by the Canaanite, we had you as a refuge; and moreover, when we entered the land of promise and came under the Philistines, and often thereafter in the times of our kings, and finally in the captivity in Babylon, we had you as a refuge. And now, therefore, we beseech you to obtain similar things from you and to possess you as a refuge; therefore we entreat, Do not turn a man back to humiliation—that is, Do not turn us back to complete falling away and humiliation. For you, in your love for humanity, said and proclaimed to all people, saying: Return, you sons of men.
Εἰ δὴ οὖν πάντα τὰ ἔθνη καὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων προσκέκληταί σου ἡ φιλανθρωπία, καὶ τοὺς πάλαι ἀποστραφέντας ἀπὸ σοῦ, καὶ δαίμοσι καὶ πνεύμασι πονηροῖς καταδουλωθέντας ἐπιστραφῆναι ἐπὶ σὲ κελεύσεις, μηδὲ ἡμᾶς ἀποστραφῇς, μηδὲ εἰς παντελῆ ἐρήμωσιν καταλείπῃς ἐλθεῖν τοὺς πάλαι σου γενομένους οἰκείους, οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες χειμάῤῥου δίκην παρεδράμομεν. Τὰ γοῦν χίλια ἡμῶν ἔτη, ἐν οἷς ἠκμάσαμεν, ταῦτα παρῆλθεν ὡς ἡ ἐχθὲς, ἥτις διῆλθε. Γενόμενος δὲ ἐν τούτοις ἐφίστημι πῶς εἴρηται τὰ χίλια ταῦτα ἔτη. Εἰ μὲν γὰρ ἕνεκεν δοξολογίας τοῦ Θεοῦ καὶ εἰς παράστασιν τῆς ἀϊδίου ζωῆς τοῦ Θεοῦ, οὐδὲν οἶμαι τὸν λόγον μεγαλοπρεπὲς περιέχειν. Οὐδὲ γὰρ τὸν σύμπαντα αἰῶνα, οὐδὲ τὸν ἀπὸ πρώτης κτίσεως τοῦ κόσμου καὶ μέχρι τῆς συντελείας παρατείνοντα χρόνον, τὸ ἀκαρὲς ἡγοῦμαι εἶναι, οὐχ ὅτι τῆς ἡμέρας, ἀλλ' οὐδὲ τῆς βραχυτάτης ὥρας παραθέσει τῆς ἀνάρχου καὶ ἀγεννήτου ζωῆς τοῦ Θεοῦ, πρὸ πάντων ὑπάρχοντος αἰώνων, καὶ πρὸ παντὸς ἐπινοουμένου καὶ εἰς ἄπειρον ἐκτεινομένου λογισμοῦ, ὑπέρ τε τοὺς μετὰ ταῦτα ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας διαρκοῦντος. Διόπερ ἕτερόν μοι δοκεῖ νοῦν ὑποβάλλειν ἡ παροῦσα προσευχὴ, διδάσκουσα τὸν λαὸν λέγειν· Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ γοῦν σεμνὰ τῆς Ἱερουσαλὴμ, ἐν οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἤκμασέ τε καὶ ἤνθησεν ἐν ἡμέραις, ὥσπερ καὶ φωτὶ γέγονε, ταῦτ' ἦν τὰ χίλια ἔτη. Ἐπὶ μόνοις γὰρ χιλίοις ἔτεσι συνέστηκε καὶ διήρκεσε τὰ τῆς ἐν τόπῳ λατρείας· ἃ δὴ καὶ ἀριθμεῖται τοῦτον τὸν τρόπον.
If, then, your love for humanity has summoned all the nations and all the sons of men, and you will command those who long ago turned away from you, and were enslaved to demons and evil spirits, to turn back to you, do not turn away from us either, nor leave those who were once your own to come to utter desolation—we who flourished for a little while and passed by like a winter torrent. At any rate, our thousand years, in which we flourished, have passed like yesterday, which has gone by. And having come to these matters, I wonder how these thousand years are spoken of. For if it is for the sake of the glorification of God and to set forth the eternal life of God, I do not think the statement contains anything magnificent. For neither the whole age, nor the time extending from the first creation of the world until the consummation, do I consider to be a mere instant—not merely in comparison with a day, but not even with the shortest hour—when compared with the unbegun and unbegotten life of God, who exists before all ages, and before every thought that is conceived and extended to infinity, and who endures beyond the boundless and endless ages that follow. Therefore the present prayer seems to suggest to me another meaning, teaching the people to say: For a thousand years in your eyes are like yesterday, which has gone by, and a watch in the night. At any rate, the venerable things of Jerusalem, in which their whole nation flourished and blossomed in days, just as it also became light, these were the thousand years. For the matters of worship in that place were established and endured for only a thousand years; which indeed are also counted in this way.
Ἀπὸ μὲν τῆς πρώτης τοῦ ἱεροῦ κατασκευῆς καὶ τῶν Σολομῶνος χρόνων μέχρι τῆς ὑπὸ Βαβυλωνίων πολιορκίας ἔτη συνάγεται υλβʹ· μετὰ δὲ ταῦτα εἰς ἔρημον περιστάντος τοῦ τόπου, αὖθις Ἰησοῦς καὶ Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ, κατὰ τὸ δεύτερον ἔτος Δαρείου τοῦ Πέρσου ἀνανεοῦσι τὸν οἶκον· ἐξ ἐκείνου τε καὶ ἐπὶ τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος ἔτη συνάγεται φμηʹ· ὥστε εἶναι τὰ πάντα Ϡπʹ. Διέμεινέ τε χειμαζομένη καὶ ἀστατοῦσα ἡ πόλις μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν ἑτέροις ἔτεσι μʹ· μεθ' ἃ ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος, καὶ ἡ ὑστάτη πολιορκία, ἡ ὑπὸ Ῥωμαίων γενομένη κατὰ Τίτον καὶ Οὐεσπασιανὸν αὐτοκράτορας. Ταῦτ' οὖν ἦν τὰ χίλια ἔτη περὶ ὧν εἴρηται, Ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε. Διελθόντα γὰρ ταῦτα καὶ μηκέτι ὄντα ἀποκλαίονται οἱ διὰ τῆς προσευχῆς τὸν Θεὸν ἱλεούμενοι· ἀλλὰ καὶ ὡς φυλακὴν νυκτερινὴν ταῦτά φασι
τὰ χίλια ἔτη παρεληλυθέναι. Λύχνος γὰρ ἦν ὁ Μωϋσέως νόμος ἐν νυκτὶ φαίνων αὐτοῖς· ἀλλὰ καὶ οἱ προφῆται, οἱ μετὰ Μωϋσέα, λύχνοι ἦσαν ἢ καὶ ἀστέρες ἐν νυκτὶ φαίνοντες, οὔπω τοῦ φωτὸς τοῦ ἡλιακοῦ, τουτέστι τοῦ σωτηρίου Λόγου, τὴν οἰκείαν ἡμέραν τε καὶ μεσημβρίαν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψαντος. Φυλακὴ δὲ νυκτερινὴ καιρὸς ὠνόμασται τῆς νυκτός· τοῦτο δὲ νοήσεις ἀπὸ τοῦ Εὐαγγελίου, ἐν ᾧ εἴρηται· Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ πάλιν· Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται.
From the first construction of the temple and the times of Solomon until the siege by the Babylonians, a total of four hundred and thirty-two years is reckoned. After this, when the place had become desolate, Jesus and Zerubbabel, the son of Shealtiel, renewed the house in the second year of Darius the Persian. From that time until the fifteenth year of Tiberius Caesar, a total of five hundred and forty-eight years is reckoned, so that all together they are nine hundred and eighty. And the city continued to be stormed and unsettled for another forty years after their plot against our Savior, after which complete destruction came upon them, and the final siege, which was made by the Romans under the emperors Titus and Vespasian. These, then, were the thousand years of which it is said, "As yesterday, which has passed." For those who propitiate God through prayer lament these things as having passed and no longer existing; but they also say that these thousand years have passed like a night watch. For the law of Moses was a lamp shining for them in the night; and the prophets after Moses were also lamps, or stars shining in the night, before the light of the sun, that is, of the saving Word, had shone forth its own day and midday upon all the nations. And a night watch is the name given to a period of the night; you will understand this from the Gospel, in which it is said: "And in the fourth watch of the night Jesus came walking on the sea"; and again: "If the master of the house had known in which watch the thief comes.
Δηλοῦται τοίνυν τὰ χίλια ἔτη οὐχ ὡς ἡμέρα ἡ παρελθοῦσα, καὶ μηκέτ' οὖσα μόνον, ἀλλὰ καὶ ὡς βραχύ τι μόριον νυκτὸς, ὡς μηδὲ ὅλην νύκτα νοῆσαι, ἀλλὰ μέρος τι ταύτης, ἐν ᾧ τὴν φυλακὴν τῆς σωματικῆς τοῦ νόμου λατρείας περιεῖπον. Τούτοις ἑξῆς εἴρηται· Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. Δοκεῖ μοι καὶ ἡ τούτων διάνοια τοιαύτη τις εἶναι· Τὰ ἔτη αὐτῶν ἐξουδενώματα ἔσονται. Οὐκ ἔτι γὰρ ἔντιμα ἔτη, οὐδὲ σπουδαῖα καὶ ἀναγκαῖα, ἀλλ' ἐξουθενημένα καὶ εἰς τὸ μηδὲν λελογισμένα γενήσεται. Πῶς δὲ εἰς οὐδὲν λελογισμένα γενήσεται αὐτῶν τὰ ἔτη, διασαφεῖ λέγων ἑξῆς· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη, ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου. Πάλαι μὲν οὖν, φησὶν, ὅτε ἀρχὰς εἶχε τὰ καθ' ἡμᾶς καὶ ἐν πρωΐᾳ ἦμεν, γεγόναμεν ὡς ἡ χλόη· ἀλλὰ παρελθούσης ἐκείνης τῆς γενεᾶς, παρῆλθεν ἡ χλόη. Μετὰ ταῦτα δὲ ἠνθήσαμεν, μεῖζόν τε καὶ πλέον τῆς χλόης ἐσχήκαμεν, ὥστε καὶ ἄνθος ἐν ἡμῖν εὑρεθῆναι· καὶ τοῦτο δὲ παρῆλθε τὸ ἄνθος. Ἐπ' ἐσχάτων δὲ τῶν καιρῶν, δύντος ἡμῖν παντελῶς τοῦ φωτὸς, καὶ ἑσπέρας ἡμᾶς καταλαβούσης, ἀποπεπτώκαμεν σκληρυνθέντες καὶ ξηρανθέντες· καὶ ταῦτα πεπόνθαμεν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Δύναται δὲ καὶ καθ' ἑτέραν διάνοιαν φυσικὸν λόγον ἀποδιδόναι διὰ τούτων ἡ λέξις, ὡς τῆς ἀνθρωπίνης φύσεως ἐν μὲν τῇ νεότητι δίκην ἁπαλῆς χλόης βλαστώσης, μετὰ δὲ ταῦτα ἐν τῇ ἀκμῇ τῆς ἡλικίας ἀνθούσης·
Therefore the thousand years are shown to be not only like a past day that no longer exists, but also like a brief portion of the night, so as not even to mean a whole night, but a part of it, in which they kept the watch of the bodily service of the law. Next to these things it is said: Their reproaches shall be years. The meaning of these words seems to me to be something like this: Their years shall be reproaches. For no longer shall they be honored years, nor earnest and necessary, but they shall become despised and reckoned as nothing. And how their years shall be reckoned as nothing, he makes clear, saying next: In the morning as the grass he shall pass away, in the morning he shall flourish and pass away; in the evening he shall fall away, be hardened and dried up, because we have fainted in your wrath. Formerly, then, he says, when our affairs had their beginnings and we were in the morning, we became as the grass; but when that generation passed away, the grass passed away. And after these things we flourished, and had something greater and more abundant than the grass, so that a flower was found in us; and this flower also passed away. But in the last times, when the light had wholly set for us and evening had overtaken us, we fell away, having been hardened and dried up; and we suffered these things because we fainted in your wrath, and in your anger we were troubled. But the passage can also, in another sense, give a natural explanation through these words, as when human nature in youth sprouts like tender grass, and after these things in the prime of life flourishes;
εἶθ' ὕστερον ἐπὶ γήραος οὐδῷ ἀποπιπτούσης, οὐκ ἄλλως ἢ πρῶτον σκληρυνομένης κατὰ τὸ γῆρας, ἔπειτα παντελῶς ξηραινομένης. Ἑσπέραν δὲ σημαίνεσθαι τὰ τελευταῖα τῆς τῶν ἀνθρώπων ζωῆς. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ὁ Σύμμαχος· Προσέθηκας τὰς ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου. Πᾶσαι γὰρ αἱ ἡμέραι ἡμῶν διέδρασαν, ἐν τῷ χόλῳ σου ἀνηλώθημεν. Καὶ ταῦτα λέγειν ἁρμόζει τῇ παρούσῃ καταστάσει τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς. Νῦν γὰρ ὡς ἀληθῶς πᾶσαι αἱ πρότεραι ἡμέραι αὐτῶν ἐξέλιπον, ὅτε ἡ ἑσπέρα αὐτοὺς κατέλαβε, καὶ ὅτε ἐξέλιπον ἐν τῇ ὀργῆ τοῦ Θεοῦ. Ἐπειδὴ πάλαι μὲν παρῄει καὶ ὑπερέβαινε τὰς ἀνομίας αὐτῶν, μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν ἐπληροῦτο εἰς αὐτοὺς τό· Οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· διό φησιν· Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, καὶ, Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ἀνθ' οὗ σαφέστε ρον ὁ Σύμμαχος ἀπέδωκεν εἰπών· Τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς οʹ ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Ἐνταῦθα κατὰ καιρὸν παραθετέον τὴν Ἡσαΐου προφητείαν, δι' ἧς φησιν· Ὠὰ ἀσπίδων ἔῤῥηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι.
Then later, at the threshold of old age, it falls away, being first hardened, as it were, by old age, and then completely dried up. And evening signifies the last things of human life. You set our lawless deeds before you; our age is for the illumination of your face. For all our days have failed, and in your wrath we have failed. Symmachus: You have added our lawless deeds directly before you, that our negligences may appear before your face. For all our days have run their course; in your anger we were consumed. And it is fitting to say these things of the present condition of the people of the circumcision. For now truly all their former days have failed, when evening overtook them, and when they failed in the wrath of God. Since formerly he passed over and overlooked their lawless deeds, but after the plot against the Savior there was fulfilled in them the word: I will no longer remit your sins; therefore he says: You set our lawless deeds before you, and, Our age is for the illumination of your face. In place of which Symmachus rendered it more clearly, saying: That our negligences may appear before your face. Our years have meditated like a spider. The days of our years in them are seventy years. But if in powers, eighty years, and the more of them is toil and pain. Here it is fitting to set beside it in due season the prophecy of Isaiah, through which he says: They have broken the eggs of asps and weave the web of a spider.
Ταῦτα δὲ ἐθέσπιζεν ὁ Προφήτης, ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν κατάστασιν τοῦ λαοῦ τὴν μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, καθ' ἣν οἱ ἄρχοντες αὐτῶν δίκην ὄρνιθος τικτούσης τὰ ἑαυτῶν ἀπογεννώμενα τοσαῦτα προβάλλονται, ὡς ἀσπίδος ὁμοιοῦσθαι γεννήμασι διὰ τὸν ἐνιέμενον ὑπ' αὐτῶν τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφημίας ἰὸν καὶ τῆς ἄλλης εἰς αὐτὸν ἀπιστίας. Πάλαι μὲν οὖν ὕφαινον
χιτῶνας τῷ ἀρχιερεῖ καὶ στολὰς ἁγίας· νῦν δὲ πᾶσαν τὴν ὑφὴν αὐτῶν καὶ τὴν διὰ τοῦ λόγου κατασκευαζομένην διδασκαλίαν, ἣν διὰ τῆς τῶν θείων Γραφῶν συμπλοκῆς τε καὶ ὑφάνσεως προβάλλονται, ἀράχνης ὑφάσματι παρείκασεν ὁ προφητικὸς λόγος. Διό φησιν· Ἱστὸν ἀράχνης ὑφαίνουσι. Καὶ ὁ παρὼν δὲ ψαλμὸς, τὴν ἐκ προσώπου αὐτῶν περιέχων ἐξομολόγησίν, φησί· Τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. Ἄντικρυς γὰρ τὰς μελέτας τῶν Γραφῶν ἐν αἷς κατατρίβονται, καὶ τὰς δευτερώσεις, δι' ὧν ὑφάσματά τινα διδασκαλίας δοκοῦσιν ἀπεργάζεσθαι, ἀράχνης ἀπείκασεν ἔργοις. Ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν μόνην φασὶν εἶναι τὴν πρόσκαιρον ἐν οʹ καὶ πʹ ἔτεσι συμπεραιουμένην. Τοῦτο δέ φασι τὴν αἰώνιον καὶ μέλλουσαν ζωὴν τὴν τοῖς θεοφιλέσιν ἐπαγγελλομένην ἀπογινώσκοντες. Ὅτε ἐπῆλθε πραΰτης καὶ παιδευθησόμεθα. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; τὴν δεξιάν σου οὕτω γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Ἀντὶ τοῦ, Ὅτι ἐπῆλθε πραΰτης καὶ παιδευθησόμεθα, ὁ Σύμμαχός φησι· Τμηθέντες γὰρ ἄφνω ἐκπεταννύμεθα. Ἔχεται δὲ τῆς προδηλωθείσης διανοίας καὶ ὁ παρὼν λόγος.
The Prophet declared these things, directing his words to the condition of the people after the coming of our Savior, in which their rulers, like a bird that lays eggs, bring forth so many offspring of their own as to be likened to the brood of a viper, because of the venom of blasphemy against our Savior that they inject, and of their other unbelief toward him. In former times, then, they wove
garments for the high priest and holy robes; but now all their weaving and the teaching constructed by their word, which they set forth through the intertwining and weaving together of the divine Scriptures, the prophetic word has likened to a spider's web. Therefore it says: They weave a spider's web. And the present psalm too, containing their confession in their own person, says: Our years they meditated like a spider. For plainly the meditations on the Scriptures in which they wear themselves out, and their repetitions, through which they seem to produce certain webs of teaching, he has likened to the works of a spider. But they also say that their life is only the temporary one, summed up in seventy and eighty years. And this they say because they despair of the eternal and future life promised to those beloved of God. When gentleness came upon us, and we shall be instructed. Who knows the power of your anger, and to number your fury from fear of you? Make your right hand thus known, and those instructed in heart in wisdom. Instead of "When gentleness came upon us, and we shall be instructed," Symmachus says: For having been cut off, we suddenly spread our wings. The present passage also follows the meaning indicated above.
Τὰ γὰρ ἔτη ἡμῶν, φησὶ, τὰ τῆς προσκαίρου ζωῆς εἰς οʹ καὶ πʹ ἀριθμὸν ἐτῶν συντείνει· καὶ αὕτη ἐστὶν ἡ ἡμῶν ἐλπὶς, μεθ' ἣν οὐδεμία ἄλλη ἡμᾶς διαδέξεται· τμηθέντες γὰρ ἄφνω κατὰ τὴν τελευτὴν, ἐκπεταννύμεθα· μετὰ δὲ ταῦτα τί ποτε ἡμᾶς διαδέξεται, τίς οἶδε; Τίς γὰρ ἑρμηνεῦσαι δύναται, ἢ καὶ ἀκριβῶς γνῶναι καὶ ἐξειπεῖν, ὁποία τίς ἐστιν ἡ μετὰ ταῦτα τοὺς ἁμαρτωλοὺς καταληψομένη ὀργή; Διό φησι· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Τίς δὲ οἷός τέ ἐστιν ἐξαριθμήσασθαι τὴν δεξιάν σου; Ἀλλὰ σύ γε ἡμῖν ὁ Θεὸς ἐντεῦθεν ἤδη γνώρισον τὴν δεξιάν σου, εἰς τὸ δύνασθαι ἡμᾶς νοεῖν τε αὐτὴν καὶ τὰς δυνάμεις αὐτῆς ἀπαριθμεῖσθαι. Δεξιὰν δὲ Θεοῦ τὸν Χριστὸν αὐτοῦ πολλάκις ἐδίδαξαν οἱ ἱεροὶ λόγοι. Παιδεύονται τοίνυν οἱ δηλούμενα μετὰ τὴν ἐξομολόγησιν εὔχεσθαι καταξιωθῆναι πρῶτον μὲν τῆς τοῦ Θεοῦ πραΰτητος, ὡς ἂν παιδευθεῖεν δι' αὐτῆς· ἔπειτα τῆς δεξιᾶς αὐτοῦ, δηλαδὴ τῆς γνώσεως τοῦ Χριστοῦ αὐτοῦ, τῶν τε παραδόξων αὐτοῦ δυνάμεων, ὡς ἂν βελτίους αὐτῶν γένοιντο ἀπὸ τῆς τούτων γνώσεως, καὶ ὡς ἂν, παιδευθέντες τὴν διάνοιαν, μετάσχοιεν τῆς τοῦ Θεοῦ σοφίας· Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Ἐπίστρεψον, Κύριε, ἕως πότε, καὶ παρακλήθητι ἐπὶ τοὺς δούλους σου. Ἐνεπλήσθημεν τῷ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν·
For our years, he says, the years of this temporary life extend to the number of seventy years; and this is our hope, after which no other will succeed us; for having been cut off suddenly at the end, we are spread out like wings; but after these things, what will succeed us, who knows? For who is able to interpret, or even to know accurately and declare, what sort of wrath is that which will overtake sinners after these things? Therefore he says: Who knows the power of your wrath, and from your fear, your anger? And who is able to number your right hand? But you, O God, make known to us your right hand from here already, so that we may be able to understand it and to number its powers. The sacred Scriptures have often taught that the right hand of God is his Christ. Therefore those who are shown to pray after confession are instructed to be deemed worthy first of the gentleness of God, so that they might be disciplined through it; then of his right hand, that is, of the knowledge of his Christ, and of his wondrous powers, so that they might become better from the knowledge of these things, and so that, having been disciplined in mind, they might partake of the wisdom of God; and Christ is the power of God, and the wisdom of God. Return, O Lord, how long, and be entreated concerning your servants. We were filled in the morning with your mercy, and we rejoiced and were glad in all our days. We were glad for the days in which you humbled us, for the years in which we saw evils. And look upon your servants and upon your works, and guide their sons.
καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἀκολούθως μετὰ τὴν ἐξομολόγησιν τὴν διὰ τῶν προτεινομένων παραδοθεῖσαν, ἔτι τὴν προσευχὴν ὁ Μωϋσῆς διδάσκει τοὺς μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἀποπεπτωκότας τοῦ Ἰσραὴλ, εἰς τὸ λέγειν αὐτοὺς προσευχομένους, μετὰ τῶν ἀποδοθέντων καὶ τὰ προκείμενα· ὧν τὴν διάνοιαν σαφέστερον ἑρμήνευσεν ὁ Σύμμαχος, τοῦτον ἀποδοὺς τὸν τρόπον· Ἐπιστράφηθι, Κύριε, ἕως πότε· παρακλήθητι ὑπὲρ τῶν δούλων σου. Χόρτασον ἡμᾶς ὀρθρινοῦ ἐλέους σου, ἵνα ὑπνώσωμεν καὶ εὐφρανώμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὔφρανον ἡμᾶς πάσας ἡμέρας ἃς ἐκάκωσας ἡμᾶς, ἔτη ἐν οἷς εἴδομεν κακά. Φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου, καὶ τὸ ἀξιοπρεπὲς ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἔστω τὸ κάλλος τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐπάνω ἡμῶν, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν ἑδραῖα ποίησον ὑπὲρ ἡμῶν, καὶ τὴν πρᾶξιν τῶν χειρῶν ἡμῶν ἐπιτέλεσον. Διδάσκει δὲ διὰ τούτων αἰτεῖσθαι τυχεῖν τοῦ ὀρθρινοῦ ἐλέους, ὡς ἂν καταξιωθεῖεν τῆς ἀνατολῆς τοῦ Σωτῆρος. Τὸ ὀρθρινὸν γὰρ
And let the brightness of the Lord our God be upon us, and direct the works of our hands upon us, and direct the work of our hands. Following the confession delivered through the things set before us, Moses further teaches the prayer of those of Israel who have fallen away after the coming of our Savior, so that they may say in prayer, along with the things already given, also the things now set before us; the meaning of these Symmachus has interpreted more clearly, rendering it in this way: Turn back, O Lord, how long? Be entreated for your servants. Satisfy us with your morning mercy, that we may sleep and be glad in all our days. Make us glad for all the days in which you afflicted us, the years in which we saw evils. Let your works appear among your servants, and your dignity upon their children; and let the beauty of the Lord our God be upon us, and make the works of our hands steadfast for us, and accomplish the deed of our hands. Through these words he teaches them to ask to obtain the morning mercy, so that they may be deemed worthy of the rising of the Savior. For the morning...
ἔλεος Χριστοῦ τὸ ἐπὶ πάντας ἀνατεῖλαν ἀνθρώπους. Ὡς γὰρ πάλαι γέγονε πρωΐα τῷ προτέρῳ λαῷ κατὰ τὴν ἐπισκοπὴν ἧς κατηξιώθησαν ἐν Αἰγύπτῳ διατρίβοντες, οὕτως ἐπ' ἐσχάτου τῶν ἡμερῶν τὸ ὀρθρινὸν ἔλεος τοῖς πᾶσιν ἐξέλαμψε τοῖς ἔθνεσι διὰ τῆς σωτηρίου ἀνατολῆς, ἧς καταξιωθῆναι διδάσκονται οἱ δηλωθέντες διὰ τῆς προσευχῆς αἰτεῖν· ἀλλὰ καὶ λέγειν μετὰ τῶν ἄλλων· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου καὶ τὸ κάλλος Κυρίου τοῦ Θεοῦ ἡμῶν· ὡς ἂν καὶ αὐτοὶ καταξιωθεῖεν τῆς σωτηρίου θεοφανείας, καὶ τῆς ἐνθέου δόξης αὐτοῦ, τοῦ τε κάλλους, περὶ οὗ εἴρηται, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ τῶν λοιπῶν ἁπάντων τῶν κατὰ τὸν Χριστὸν τοῦ Θεοῦ ἐπινοουμένων ἀγαθῶν. ʹ Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἀνεπίγραφος ὁ ψαλμός. Μήποτε δὲ οὔτε ψαλμὸς τυγχάνει, ἀλλά τις προφητεία βαθυτέρους περιέχουσα λόγους περὶ Χριστοῦ καὶ τῶν ἐν αὐτῷ τελειουμένων; Πολλὴν δὲ ἀσυμφωνίαν ἔχει τὰ προκείμενα πρὸς τὸν ἀνωτέρω ψαλμὸν τὴν ἀκολουθίαν. Ὁ μὲν γὰρ τὴν ἐσχάτην ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τῆς Μωϋσέως προσευχῆς ἐθέσπιζεν· ὁ δὲ παρὼν τοὺς ἀγῶνας καὶ τὰ πειρατήρια τοῦ κατὰ Κύριον τελειουμένου περιέχει· ἀλλὰ καὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν τὸν ἐν τῇ ἐρήμῳ πειρασμὸν προφητεύει, ὅτε ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ τὴν ἐπὶ πᾶσι νίκην αὐτοῦ. Τί δὴ οὖν φησιν ὁ προφητικὸς λόγος;
The mercy of Christ which rose upon all men. For just as of old there was a morning for the former people, according to the visitation of which they were deemed worthy while dwelling in Egypt, so in the last days the morning mercy shone forth upon all the nations through the saving rising, to be deemed worthy of which those indicated are taught to ask through prayer; but also to say with the others: And let the brightness of the Lord our God be upon us, and let your works appear among your servants, and the beauty of the Lord our God; so that they too might be deemed worthy of the saving manifestation of God, and of his divine glory, and of the beauty concerning which it is said, Fair in beauty beyond the sons of men, and of all the other good things conceived in accordance with the Christ of God. He who dwells in the help of the Most High shall lodge in the shelter of the God of heaven. The psalm is without superscription. But perhaps it is not even a psalm, but a certain prophecy containing deeper words concerning Christ and those perfected in him? But the things set before us have great inconsistency with the sequence of the psalm above. For the former prophesied the final rejection of the nation of the Jews through the prayer of Moses; but the present one contains the struggles and trials of him who is perfected according to the Lord; but it also prophesies the temptation in the wilderness of our Savior himself, when he was led up by the Spirit into the wilderness to be tempted by the devil, and his victory over all things. What then does the prophetic word say?
Ὁ μὲν πρότερος λαὸς ὁ διὰ τῆς προηγουμένης Μωϋσέως προσευχῆς ἀποκλαυσάμενος ὁμολογεῖ φάσκων, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ τὰ λοιπὰ, ὅσα ἐδηλοῦτο διὰ τῶν ἐμφερομένων ὁ δὲ μέλλων συστήσεσθαι μετ' ἐκεῖνον τῷ Θεῷ διὰ τοῦ Χριστοῦ λαὸς, ἐπὶ τῇ βοηθείᾳ τοῦ Ὑψίστου πεποιθὼς, καὶ ἀεὶ ἐν αὐτῇ κατοικῶν, ἀτάραχος καὶ ἀσάλευτος διαμένει· ὡς ἂν, ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ αὐλιζόμενος, οὐδένα τε τῶν πειρασμῶν ἐπιστραφήσεται, ἀλλ' ἐφ' ἑκάστῳ ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλπιῶ ἐπ' αὐτόν. Ἀντὶ δὲ τοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ὁ μὲν Σύμμαχος, Ὁ κατοικῶν ὑπὸ σκέπην τοῦ Ὑψίστου· ὁ δὲ Ἀκύλας, καὶ ἡ πέμπτη ἔκδοσις, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου, ἐκδεδώκασι· σημαίνοντος τοῦ λόγου τοῦ κατὰ Θεὸν ἐν Χριστῷ ἀγωνιζομένου τὸ ἑδραῖον καὶ ἀπτόητον τῆς διανοίας, καὶ ὡς ἐν ἀποκρύφῳ τῆς αὐτοῦ ψυχῆς ἔνοικος ἐγκαθέζεται καὶ βοηθὸς αὐτὸς ὁ Ὕψιστος. Πάλιν δὲ ἀντὶ τοῦ, Ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται, ὁ μὲν Ἀκύλας, Ἐν σκέπῃ ἱκανοῦ αὐλισθήσεται· ὁ δὲ Σύμμαχος, Ὑπὸ σκιὰν τοῦ ἱκανοῦ νυκτερεύων, εἰρήκασιν. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν προοιμίοις τὸ ἅγιον Πνεῦμα διελάλησε· τὰ δ' ἑξῆς αὐτῷ προσφωνεῖ, καὶ τὸν πάντα λόγον εἰς αὐτοῦ πρόσωπον ἀποτείνεται, ἤτοι τοῦ τῷ Χριστῷ ἀγωνιζομένου καὶ νικῶντος, ἢ καὶ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου, ᾧ δίκην ὀργάνου κέχρητο ὁ προὼν τοῦ Θεοῦ Λόγος·
The former people, having wept and lamented through the preceding prayer of Moses, confesses, saying, "For we have fainted in your wrath," and the rest, as many things as were signified through the things contained therein. But the people who will be established after that one for God through Christ, trusting in the help of the Most High and always dwelling in it, remains undisturbed and unshaken; as one lodging under the shelter of God, he will not turn aside for any of the temptations, but for each one he will say to the Lord: "You are my helper and my refuge, my God, in him will I hope." Instead of "He who dwells in the help of the Most High," Symmachus rendered "He who dwells under the shelter of the Most High"; and Aquila, and the Fifth Edition, rendered "He who sits in the secret place of the Most High." The word signifies the steadfastness and fearlessness of the mind of the one who contends according to God in Christ, and that the Most High himself sits as an inhabitant and helper in the secret place of his soul. Again, instead of "In the shelter of the God of heaven he shall lodge," Aquila said "In the shelter of the Sufficient he shall lodge"; and Symmachus, "Passing the night under the shadow of the Sufficient." But these things the Holy Spirit spoke as it were in proems; but the following things it addresses to him, and directs the whole discourse to his person, either of the one who contends in Christ and conquers, or also of the man understood according to the Savior, whom the preexistent Word of God used as an instrument.
καὶ γὰρ οὗτος, ἐν βοηθείᾳ κατοικῶν τοῦ Ὑψίστου, ὑπὸ τὴν σκέπην ηὐλίζετο τοῦ ἐνοικοῦντος αὐτῷ Θεοῦ Λόγου, ἐπισκιάζοντος αὐτῷ τῇ αὐτοῦ θεότητι, εἶχέ τε ἀντιλήπτορα καὶ καταφυγὴν καὶ ἐλπίδας αὐτοῦ τὴν πληροῦσαν αὐτὸν τοῦ Θεοῦ Λόγου δύναμιν. Ὥσπερ δὲ σῶμα Χριστοῦ τὸ ἀνθρώπειον αὐτοῦ ὄργανον ἐχρημάτισεν, οὕτω καὶ ὁ λαὸς αὐτοῦ Χριστοῦ σῶμα προσηγόρευται ὑπὸ τοῦ ἱεροῦ Ἀποστόλου λέγοντος· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Εἰκότως τοιγαροῦν τὰ ἐν τοῖς προκειμένοις λεγόμενα ὡς περὶ τοῦ σώματος Χριστοῦ ἀναφέροιτ' ἂν καὶ εἰς τὸ ἀνθρώπειον τοῦ Σωτῆρος ἡμῶν, καὶ εἰς τὸν ἐν αὐτῷ τελειούμενον. Ὧν οὕτως εἰρημένων, ἑξῆς ὁ λόγος διεξέρχεται ὅσα παρὰ τοῦ Θεοῦ ὑπάρξει τῷ κατοικοῦντι ἐν βοηθείᾳ τοῦ Ὑψίστου καὶ αὐλιζομένῳ ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ, λέγοντί τε τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Τίνα δέ
ἐστι τὰ περὶ αὐτὸν γενησόμενα, καταλέγει διὰ τῶν ἑπομένων· Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σὺ ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.
For this one too, dwelling in the help of the Most High, was lodged under the shelter of the God the Word who dwells in him, overshadowing him with his own divinity, and he had as his helper and refuge and hopes the power of the God the Word that filled him. And just as his human instrument served as the body of Christ, so also his people is called the body of Christ by the holy Apostle, who says: "But you are the body of Christ, and members individually." Reasonably, therefore, the things said in the preceding passages as about the body of Christ might be referred both to the human nature of our Savior and to the one being perfected in him. Since these things have been said thus, the discourse next goes through all that will be given by God to the one who dwells in the help of the Most High and lodges under the shelter of God, and who says to the Lord: "You are my helper and my refuge, my God, and I will hope in him." But what
are the things that will happen concerning him, he enumerates through what follows: "For he will rescue me from the snare of hunters, from a troubling word. In his shoulders he will overshadow you, and under his wings you will hope. His truth will encircle you with a weapon; you will not fear from the terror of night, from the arrow flying by day, from a thing that passes in darkness, from ruin and the noonday demon. A thousand will fall from your side, and ten thousand at your right hand, but it will not come near you. Only with your eyes you will perceive, and you will see the recompense of sinners. For you are my hope; you have made the Most High your refuge.
Πολλὰς ἐπαναστάσεις ὁ λόγος προαγορεύει γενήσεσθαι τῷ προφητευομένῳ. Οὗτος δὲ ἦν σπάνιός τις καὶ θαυμαστὸς, ἐν ἀποκρύφῳ τοῦ Ὑψίστου καθήμενος, ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος, καὶ λέγων τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν· ἢ κατὰ τὸν Ἀκύλαν, Ὁ Θεός μου, πεποιθήσω ἐν αὐτῷ· ἢ, Ὁ Θεός μου, καὶ εὐθαρσήσω ἐν αὐτῷ, κατὰ τὸν Σύμμαχον. Τούτῳ δὴ οὖν τῷ τῶν εἰρημένων τρόπῳ ἀνακειμένῳ τῇ τοῦ Θεοῦ βοηθείᾳ ἐπιβουλαί τινες καὶ συσκευαὶ μυρίων κατ' αὐτοῦ στρατευομένων ἐπανέστησαν· παγίδες γοῦν θηρευτῶν ὠνομάσθησαν, καὶ λόγοι ταραχώδεις, καὶ φόβος νυκτερινὸς, καὶ βέλος πετόμενον ἡμέρας, καὶ πρᾶγμα ἐν σκότει διαπορευόμενον, καὶ σύμπτωμα δαιμονίου μεσημβρινοῦ· καὶ πρὸς τούτοις ἅπασι χιλιάδες καὶ μυριάδες· αἱ μὲν χιλιάδες τὰ ἀριστερὰ αὐτοῦ ἀπολαμβάνουσαι, αἱ δὲ τὰ δεξιὰ μυριάδες. Αὐταὶ γὰρ τοῖς δεξιοῖς ὡς ἂν κραταιοτέροις καὶ ἰσχυροτέροις μέρεσιν ἐπεβούλευον. Τούτων δὲ πάντων οὐδὲν προσψαύειν τῷ περὶ οὗ ὁ λόγος προφητεύει. Ἔτι δὲ πρὸς τούτοις ἐπιβήσεσθαι λέγεται, ὅτι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων· μικρὰ γὰρ ἦν ταῦτα· ἀλλ' ἐπ' ἀσπίδα καὶ βασιλίσκον, καταπατήσειν τε λέοντα καὶ δράκοντα· ἃ δὴ βασιλικώτατα καὶ ἀρχικώτατα τῶν ἐν θηρίοις καὶ ἑρπετοῖς τυγχάνει. Οἶμαι γοῦν διὰ τούτων τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου σημαίνεσθαι, καὶ τὰς ἀοράτους καὶ ἀρχοντικὰς δυνάμεις. Πλὴν ὅμως ὁ προφητευόμενος καταπατήσειν ἀθρόως λέγεται τὰς πάσας. Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
The word foretells that many uprisings will come against the one who is prophesied. But this one was a certain rare and wonderful man, seated in the secret place of the Most High, lodging under the shadow of the Sufficient One, and saying to the Lord: My helper and my refuge, my God, and I will hope in him; or according to Aquila, My God, I will put my trust in him; or, My God, and I will take courage in him, according to Symmachus. To this man, then, who in the manner of the things said is devoted to the help of God, certain plots and conspiracies of ten thousand who wage war against him rose up; at any rate, the snares of hunters were named, and disturbing words, and terror by night, and an arrow flying by day, and a thing passing through in darkness, and the ruin of the noonday demon; and in addition to all these, thousands and ten thousands: the thousands taking his left side, and the ten thousands his right. For these plotted against the right parts as being stronger and more powerful. But none of all these things touches the one about whom the word prophesies. And in addition to these things, it is said that he will tread upon, because also upon snakes and scorpions; for these were small; but upon the asp and the basilisk, and he will trample the lion and the dragon; which are the most royal and most ruling of beasts and reptiles. I think, then, that through these things the rulers of this age are signified, and the invisible and ruling powers. Nevertheless, the one who is prophesied is said to trample all of them at once. For you will tread, it says, upon the asp and the basilisk, and you will trample the lion and the dragon.
Τίς οὖν γένοιτ' ἂν τοιοῦτος, ὡς ἐφαρμόζειν αὐτῷ δύνασθαι τὰ τοιαῦτα, καὶ ὃς ὁ λαὸς μὲν ἐχθρῶν μὲν μυριάδας ἐπιστρατεύεται αὐτοῦ τοῖς δεξιοῖς, τοῖς δὲ κατὰ θάτερον μέρος χιλιάδας, μὴ τολμᾷν δὲ αὐτοῦ προσψαύειν, καταπίπτειν δὲ ἔμπροσθεν αὐτοῦ, φέρε κατανοήσωμεν. Φημὶ δὲ καθ' ἕνα τρόπον ἀναφέρεσθαι ταῦτα ἐπὶ τὸν ἐν Χριστῷ τετελειωμένον ἄνθρωπον· οἷος ἦν ὁ Παῦλος λέγων· Οἶδα ἄνθρωπον ἐν Χριστῷ· ἐπὶ πάντα τε τὸν ὁμοίως ἐκείνῳ λέγειν δυνάμενον· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάλιν· Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ· ὁ δὲ πρὸς τούτοις οἷός τε ὢν λέγειν· Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, ἄξιος ἂν γένοιτο τοῦ καὶ ἐπ' αὐτῷ λεχθῆναι τὰς προ κειμένας φωνάς. Ὁ γὰρ τοιοῦτος, κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ Θεοῦ αὐλιζόμενος, ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεὸς, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Ταῦτα δὲ αὐτοῦ διαθέσει τελείᾳ εἰρηκότος, θεσπίζει αὐτῷ τὸ θεῖον Πνεῦμα, ὅτι δὴ ἀσφαλῆ εἵλατο φύλακα, καὶ καλὴν ἐκτήσατο καταφυγὴν τὸν Κύριον. Τοιοῦτον γὰρ ἔχων βοηθὸν καὶ πρόμαχον καὶ ὑπερασπιστὴν, οὐδένα τῶν ἐχθρῶν φοβηθήσεται, ἅτε αὐτοῦ τοῦ Κυρίου ῥυομένου αὐτὸν ἐξ ἁπάντων. Καὶ γὰρ ἐκ παγίδος θηρευτῶν ἐξελεῖται αὐτὸν, καὶ ἀπὸ λόγου ταραχώδους τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει αὐτῷ·
Who then could be such a man as to be able to match such things, one against whom a people arrays tens of thousands of enemies on his right and thousands on the other side, yet they do not dare to touch him, but fall down before him? Come, let us consider. I say that these things are referred in one way to the man perfected in Christ—such a one as Paul was, who said: I know a man in Christ; and to everyone who can say like him: Who shall separate us from the love of God? Tribulation, or distress, or persecution, or famine, or nakedness, or peril, or sword? And again: For I am persuaded that neither death, nor life, nor things present, nor things to come, nor powers, nor height, nor depth, nor any other creature shall be able to separate us from the love of God which is in Christ Jesus. And the one who is able to say in addition to these things: But in all these things we are more than conquerors—such a one would be worthy that the words set before us be spoken also of him. For such a man, dwelling in the help of the Most High and lodging under the shadow of God, will say to the Lord: You are my helper and my refuge, O God, and I will hope in him. And when he has said these things with perfect disposition, the divine Spirit declares to him that he has chosen a safe guardian and acquired the Lord as a good refuge. For having such a helper and champion and protector, he will fear none of his enemies, since the Lord himself delivers him from all things. For he will deliver him from the snare of the hunters, and from the troublesome word he will overshadow him upon his back.
καὶ πάντα δὲ τὰ ἑξῆς κατηριθμημένα ἐπὶ πάντα τὸν ἐν Χριστῷ τέλειον
ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ τὸ σῶμα δὲ Χριστοῦ, ἤτοι τὸν ἐκ τελείων ψυχῶν κατεσκευασμένον μαρτύρων χορόν· ἢ τὴν τελείαν Ἐκκλησίαν αὐτοῦ, ἣν αὐτὸς ἑαυτῷ παρεστήσατο, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Ὁ γοῦν ἐπὶ τὴν πέτραν οἰκοδομήσειν ἐπηγγελμένος τὴν Ἐκκλησίαν αὐτοῦ, ὡς μὴ πύλας ᾅδου κατισχύσειν αὐτῆς, αὐτὸς αὐτῆς καὶ φύλαξ καὶ φρουρὸς ἔσται, περιφράττων αὐτὴν καὶ ἀσφαλιζόμενος, πρὸς τὸ μὴ τὰς πύλας τοῦ ᾅδου κατισχύειν αὐτῆς. Διὸ τῇ τοιαύτῃ Ἐκκλησίᾳ, καὶ τῷ τοιούτῳ δὴ Χριστοῦ μαρτύρων χορῷ, τῷ κατοικίαν μὲν μηδαμῶς ἔχοντι ἐπὶ γῆς, δυναμένῳ δὲ λέγειν, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, λεχθήσεται· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Εἶτ' ἐρεῖ μὲν αὐτὸς τῷ Κυρίῳ, οὗ εἵλατο κατοικεῖν ὑπὸ τὴν σκέπην· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Κτησαμένῳ δὲ αὐτῷ τοιοῦτον φύλακα καὶ τοιοῦτον σωτῆρα καὶ βοηθὸν ἐπιγραψαμένῳ λεχθήσεται ὑπὸ τοῦ θείου Πνεύματος, ὡς ἄρα εἴη καλὴν εὑράμενος ἑαυτῷ μερίδα καὶ τεῖχος ὀχυρὸν, ὅπλον τε ἄμαχον τὸν ἑαυτοῦ Κύριον. Τοῦτον γὰρ ἔχων ἐν ἀσφαλεῖ καὶ ἀμερίμνως οἰκήσει, ἅτε κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ ἱκανοῦ αὐλιζόμενος. Εἰ γοῦν ποτε, φησὶν, οἱ τῶν ἀνθρωπείων ψυχῶν θηρευταὶ, ἀφανεῖς καὶ ἀόρατοι δυνάμεις κατὰ τὸ σύνηθες αὐτοῖς παγίδας λαθραίως ἐγκρύπτοντες, προβάλλεσθαι κατὰ σοῦ πειρῷντο, οὐδὲν αὐτοῖς ἔσται πλέον·
And all the things enumerated in what follows will be applied to every perfect man in Christ, and also to the body of Christ—that is, the choir of martyrs made up of perfect souls—or to his perfect Church, which he himself presented to himself, having neither spot nor wrinkle nor any such thing. At any rate, he who promised to build his Church upon the rock, so that the gates of Hades would not prevail against it, will himself be its guardian and protector, fencing it about and securing it, so that the gates of Hades may not prevail against it. Therefore to such a Church, and to such a choir of the martyrs of Christ—which has no dwelling at all upon earth, but can say, "But our citizenship is in heaven"—it will be said: "He who dwells in the help of the Most High will lodge in the shelter of the God of heaven." Then he will say to the Lord, under whose shelter he chose to dwell: "You are my helper and my refuge, my God, and I will hope in him." And when he has acquired such a guardian and such a savior and helper, and has inscribed him as his own, it will be said to him by the divine Spirit that he has found for himself a good portion and a strong wall, and at the same time an invincible weapon—his own Lord. For having him, he will dwell in safety and without care, since he dwells in the help of the Most High and lodges in the shelter of the Sufficient One. If, then, he says, the hunters of human souls—invisible and unseen powers—in accordance with their custom secretly hiding snares, should ever attempt to set them against you, they will gain nothing more;
ὅτι αὐτὸς Κύριος ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Εἰ δὲ καὶ λόγοις θορυβεῖν ἐπιχειροῖεν ἱέντες ἑαυτῶν τὸν τῆς ἀσεβείας ἰὸν διὰ τῆς ἑαυτῶν γλώσσης, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν ὁ Κύριος ἀβλαβῆ τὸν ἑαυτοῦ ἄνθρωπον φυλάξει. Ἵνα μὴ ὁ φλογμὸς τοῦ τῶν ἀνθρώπων βίου καὶ ὁ τῆς κακίας καύσων, ἐπὶ πλεῖον ἐκκαυθεὶς, ἐξάψῃ τὰ κακὰ κατὰ τοῦ τῆς εὐσεβείας ἀθλητοῦ, θεσπίζει φάσκων ὁ λόγος αὐτῷ· Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Εἰ δὲ καὶ πολεμίων στίφη πεπυρωμένα καὶ θανατηφόρα βέλη λόγων ψευδῶν καὶ τῆς ἀληθείας ἐναντίων ἀκοντίζοι κατὰ τοῦ δηλουμένου, αὐτὸς μὲν ἡσυχάσει νόμῳ θείῳ πειθαρχῶν λέγοντι· Κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγή σεσθε· λεχθήσεται δὲ αὐτῷ κατὰ καιρὸν τὸ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Αὕτη γὰρ ἡ ἀλήθεια τῶν Χριστοῦ δογμάτων, μεγάλην κεκτημένη δύναμιν, τὸν ἔχοντα αὐτὴν περιφράξει, κυκλοῦσα αὐτὸν, καὶ περιβάλλουσα τῷ ἑαυτῆς ὅπλῳ, πρὸς τὸ μήτε νυκτὸς ἐπελθούσης, μήτε σκοτίας καταλαβούσης δεδιέναι, μηδ' ὑπὸ φόβων ταράττεσθαι, μήτε τῶν ἐν ἡμέρᾳ πεμπομένων βελῶν φροντίζειν. Δηλοῖ δὲ διὰ μὲν τῆς νυκτὸς καὶ τῆς σκοτίας τοὺς περιστατικοὺς καιροὺς, καθ' οὕς φησι μηδὲν φοβηθήσεσθαι τὸν ὑπὸ τοῦ τῆς ἀληθείας ὅπλου περιπεφραγμένον· διὰ δὲ τῆς ἡμέρας τοὺς ἐν γαλήνῃ καὶ εὐδίᾳ καὶ εἰρηνικῇ καταστάσει, καθ' οὓς πόῤῥωθεν βέλη πετόμενα καθ' ἡμῶν πέμπειν εἰώθασιν οἱ ἐχθροὶ, τοὺς βλασφήμους καὶ ἀσεβεῖς ἑαυτῶν λόγους.
For he himself, the Lord, will rescue you from the snare of the hunters: The snare was broken, and we were rescued. And if they should attempt to disturb us with words, shooting the poison of their impiety through their own tongue, yet again the Lord will keep his own man unharmed by these as well. So that the scorching heat of human life and the burning of wickedness, having been kindled further, might not set ablaze evils against the athlete of piety, the word foretells to him, saying: In his shoulder-blades he will overshadow you, and under his wings you will hope. And if troops of enemies, fiery and death-dealing arrows of false words and words opposed to the truth, should be hurled against the one indicated, he himself will keep quiet, obeying the divine law that says: The Lord will fight for you, and you will be silent; and in due time it will be said to him: With his weapon his truth will encircle you. For this truth of the doctrines of Christ, possessing great power, will fence round the one who has it, encircling him and wrapping him about with its own weapon, so that he neither fears when night comes on nor is troubled when darkness overtakes him, nor is disturbed by terrors, nor worries about the arrows sent by day. By night and darkness he indicates the times of crisis, in which he says that the one fenced round by the weapon of truth will fear nothing; and by day, the times in calm and fair weather and peaceful condition, in which enemies are accustomed to send arrows flying against us from afar—their blasphemous and impious words.
Κατὰ γὰρ τοὺς τῶν διωγμῶν καιροὺς, οὐ πόῤῥωθεν ἑστῶτες βέλη πέμπουσιν, ἀλλ' ἐγγύθεν ὁρμῶντες, καταπιεῖν ἡμᾶς ὅλους οἷα θανάτου φίλοι πειρῶνται· ὃς κατέπιε τότε ἰσχύσας. Ἀλλ' ἡμεῖς γε, τῷ δηλωθέντι ὅπλῳ πεφυλαγμένοι, ἐροῦμεν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Οὔτ' οὖν ἡμέρας οὔτε νυκτὸς δυνήσονταί τι καθ' ἡμῶν οἱ ἐχθροὶ διὰ τὸν ὑπερμαχοῦντα ἡμῶν Κύριον. Διὸ λέλεκται· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· ἀλλ' οὐδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ φοβηθησόμεθα. Εἰ δὲ καὶ χιλιάδες καὶ μυριάδες ἀοράτων ἢ καὶ ὁρατῶν ἐχθρῶν καὶ πολεμίων κατὰ τοῦ λαοῦ τοῦ Χριστοῦ καὶ κατὰ τῆς Ἐκκλησίας αὐτοῦ ἐπανασταῖεν,
ἀλλὰ καὶ πάντας ἀθρόως ὁμοῦ καὶ πάσας ἡ αὐτοῦ δύναμις ἐν μιᾷ ῥοπῇ καθελεῖ, ὡς αὐτοῖς ὀφθαλμοῖς παραλαβεῖν ἡμᾶς τὴν ἐκδίκησιν. Διὸ λέλεκται· Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ἡμεῖς δὲ τοῦ λόγου τὴν ἀλήθειαν ἐξ αὐτῆς τῆς ἑρμηνείας παρειλήφαμεν, κατὰ καιροὺς τὰ τέλη συνορῶντες τῶν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ πολεμησάντων, παραχρῆμά τε καὶ οὐκ εἰς μακρὸν ὑπὸ τοῦ Θεοῦ πολεμηθέντων. Πάντα δὲ ταῦτα καὶ τὰ τούτοις ἑξῆς ἐπιλεγόμενα ἐπὶ τὸν ἐν Χριστῷ ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ πάντα τὸν οἷόν τε λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ.
For in the times of persecutions, they do not stand far off and shoot arrows, but rushing from close at hand, like friends of death they try to swallow us whole—he who then prevailed swallowed us. But we, guarded by the weapon that has been indicated, will say: Unless the Lord had been among us, when men rose up against us, then they would have swallowed us alive. Therefore neither by day nor by night will the enemies be able to do anything against us, because of the Lord who fights for us. Wherefore it has been said: You shall not be afraid of the terror by night, nor of the arrow that flies by day, nor of the thing that walks in darkness; but neither shall we be afraid of the ruin and the noonday demon. And if thousands and tens of thousands of invisible or even visible enemies and foes should rise up against the people of Christ and against his Church, yet his power will bring them all down at once, all together and all of them, in a single moment, so that we may receive the vengeance with our very own eyes. Wherefore it has been said: Only with your eyes shall you perceive, and you shall see the recompense of sinners. But we have received the truth of the word from the interpretation itself, observing in due season the ends of those who made war against the Church of God, who were made war upon by God immediately and not after a long time. But all these things and what is said next after them will be referred to the man in Christ, and to everyone who is able to say: I can do all things in Christ Jesus who strengthens me.
Οὗτος δ' ἂν εἴη ὁ Χριστοῦ χορὸς, ὁ ἐξ ἁγίων καὶ τελείων Θεοῦ μαρτύρων συνεστὼς, ὁ μέχρις αἵματος ἀγωνιζόμενος ὑπὲρ ἀληθείας, καὶ τὰ βραβεῖα τῆς ἐν Θεῷ νίκης κατὰ τῶν ἀντιπάλων αἰρόμενος. Καὶ ἐπὶ τὸν ἄνθρωπον δὲ τοῦ Χριστοῦ ἁρμοσθήσεται τὰ λεγόμενα· τοῦτο γοῦν παρίστησιν αὕτη ἡ τῶν ἐμφερομένων ἀκολουθία. Εἰπὼν γὰρ ὁ λόγος πρὸς ἕνα τινὰ, Ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους, καὶ, Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· καὶ πρὸς τὸν αὐτὸν ἐπάγων τὸ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ· καὶ τὸ, Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ· καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· καὶ τούτοις προστιθεὶς τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει· πάντα δὲ τὰ ἑνικῶς εἰπὼν ὡς πρὸς ἕνα τινὰ, ἐπισυνάπτει λέγων, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου· σαφέστατα παρίσταται, ὅτι Κύριος ἦν πρὸς ὃν ταῦτα πάντα ἐλέγετο. Μηδεμιᾶς γὰρ διαμέσου ἐναλλαγῆς προσώπου γενομένης, συνῆψεν ὁ λόγος ὑπὸ μίαν διάνοιαν ὡς πρὸς ἕνα τὰ πάντα· παρέστησέ τε τίς ποτε ἦν οὗτος, διασαφῶν ἑξῆς καὶ λέγων· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἐπειδὴ γὰρ σὺ, φησὶν, ὦ Κύριε, ἐφ' ὃν ἐγὼ ἤλπισα, τὸν Ὕψιστον, δηλαδὴ τὸν ἀνωτάτω Θεὸν, καὶ σαυτοῦ Πατέρα, καταφυγὴν ἔθου σεαυτοῦ, διὰ τοῦτο οὐ προσελεύσεταί σοι οὔτε χιλιὰς, οὔτε μυριὰς, οὔτε παγίδες θηρευτῶν, οὔτε τι ἕτερον τῶν κατηριθμημένων·
This would be the chorus of Christ, composed of holy and perfect martyrs of God, who struggle for the truth even to bloodshed, and carry off the prizes of victory in God against their adversaries. And what is said will also fit the man of Christ; at any rate, the sequence of the contents establishes this. For when the word had said to a certain one, "He himself will rescue you from the snare of hunters and from a troubling word," and, "In his shoulder-blades he will overshadow you, and under his wings you will hope"; and to the same one applying, "His truth will encircle you with a weapon"; and, "You will not be afraid of the terror of night"; and, "A thousand will fall from your side, and ten thousand at your right hand, but it will not come near you"; and adding to these, "Only with your eyes you will perceive, and you will see the recompense of sinners"—having said all these things in the singular as to a certain one, he joins on, saying, "Because you, O Lord, are my hope; you have made the Most High your refuge"—it is most clearly established that the Lord was the one to whom all these things were being said. For with no change of person intervening, the word connected all things under one meaning as to one person; and it showed who this one was, clarifying next and saying, "Because you, O Lord, are my hope; you have made the Most High your refuge." For since you, it says, O Lord, on whom I hoped, have made the Most High—clearly the highest God, and your own Father—your refuge, for this reason neither a thousand nor ten thousand will come near you, nor the snares of hunters, nor any other of the things enumerated.
καὶ ἐπειδήπερ σὺ, ὦ Κύριε, εἶ μου τοῦ ταῦτα λέγοντος ἐλπὶς, Τὸν Ὕψιστον ἔθου καταφυγήν σου· διὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγον περὶ σοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἢ, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου·ἐπειδήπερ ἐν ἀποῤῥήτοις καὶ ἀποκρύφοις σύνεδρόν σε καὶ σύνθρονον ὁ Ὕψιστος ἐποιήσατο, φήσας πρὸς σέ· Κάθου ἐκ τῶν δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὑψίστου δὲ νοουμένου ἐν τούτοις τοῦ ἀνωτάτου Θεοῦ τῶν ὅλων· Κυρίου δὲ Υἱοῦ τοῦ Θεοῦ, ὃς τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, εἰκότως καὶ Μωϋσῆς τῷ αὐτῷ θείῳ Πνεύματι θεοφορούμενος ἐδίδασκεν ἐν μεγάλῃ ᾠδῇ λέγων· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Καὶ ἐγενήθη μέρος Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Διὰ τούτων γοῦν καὶ ὁ Μωϋσῆς Ὕψιστον σαφῶς προσεῖπε τὸν ἀγέννητον Θεὸν, διανέμοντα τὰ ἐπὶ γῆς ἔθνη τοῖς ἑαυτοῦ ἀγγέλοις· Κύριον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν παρὰ τοῦ Πατρὸς τὸν Ἰσραὴλ ὑποδεδεγμένον. Αὐτὸς δ' οὖν οὗτος ὁ Κύριος καὶ διὰ τῶν προκειμένων ἐν βοηθείᾳ τοῦ Ὑψίστου κατοικεῖν ἐλέγετο, καταφυγήν τε ἑαυτοῦ τὸν Ὕψιστον τεθεῖσθαι, δηλαδὴ τὸν ἑαυτοῦ Πατέρα. Διὸ λέλεκται πρὸς αὐτόν· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἐπεὶ δὲ Ἰουδαϊκώτερον ὁ Ἀκύλας καὶὁ Σύμμαχος τὴν ἑρμηνείαν ἐκτεθείκασι, ὑφορώμενοι τὸ περὶ τοῦ Ὑψίστου καὶ περὶ τοῦ Κυρίου ἀποδεδομένον ἡμῖν δόγμα· καὶ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα κατοικητήριόν σου· ὁ δὲ Σύμμαχος·
And since you, O Lord, are my hope as I say these things, you made the Most High your refuge; for this reason also, when beginning, I said concerning you, He who dwells in the help of the Most High, or, He who sits in the secret place of the Most High; since the Most High made you a fellow-councillor and fellow-throne in secret and hidden things, saying to you: Sit at my right hand, until I place your enemies as a footstool for your feet. And the Most High is understood in these things as the highest God of all; and the Lord as the Son of God, who made the Most High his refuge. Reasonably also Moses, borne by the same divine Spirit, taught in the great song, saying: When the Most High divided the nations, as he scattered the sons of Adam, he set the boundaries of the nations according to the number of the angels of God. And his people Jacob became the portion of the Lord, Israel the measuring-line of his inheritance. Through these things, then, Moses also clearly called the unbegotten God the Most High, who distributes the nations on earth to his own angels; and the Lord the Son of God, who received Israel from the Father. Therefore this same Lord also, through the things set before us, was said to dwell in the help of the Most High, and to have made the Most High his refuge, namely his own Father. Therefore it has been said to him: Because you, O Lord, are my hope, you made the Most High your refuge. But since Aquila and Symmachus set forth the interpretation in a more Jewish manner, suspecting the doctrine handed down by us concerning the Most High and concerning the Lord; and Aquila indeed interpreted it, saying: Because you, O Lord, are my hope, I have made the Most High your dwelling-place; and Symmachus:
Σὺ γὰρ, Θεὲ, ἀφοβία μου, ὑψίστην ἔθου τὴν κατοίκησίν σου· τηρητέον
πρῶτον μὲν, ὡς ἡ πέμπτη ἔκδοσις συνᾴδει τοῖς Ἑβδομήκοντα, φήσασα καὶ αὐτή· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου· δεύτερον, ὡς ἡ Ἑβραϊκὴ φωνὴ, Ἐλίων περιέχουσα τὸν Ὕψιστον δηλοῖ. Εὕρομεν γοῦν ἐν ν ʹ ψαλμῷ κείμενον τὸ, Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον· ἔνθα ἀντὶ τοῦ, τὸν ὕψιστον, τὸ Ἑβραϊκὸν Ἐλίων περιέχει, ὡς καὶ ἐπὶ τοῦ παρόντος. Οὐκ ἄρα χρὴ βιαζομένους τὴν ἀλήθειαν διαστρέφειν. Καὶ ἄλλως δὲ, εἴπερ κατὰ τὸν Ἀκύλαν πρὸς αὐτὸν τὸν Κύριον λέλεκται, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα οἰκητήριόν σου· ἢ κατὰ τὸν Σύμμαχον, Σὺ γὰρ, Κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· ἀναφέρεταί τε ὁ λόγος, ὡς ἂν οἰηθεῖεν Ἰουδαίων παῖδες, ἐπὶ τὸν τῶν ὅλων Θεὸν, πῶς συνῆπται ἑξῆς κατὰ μὲν τὸν Ἀκύλαν τὸ, Οὐ μεταχθήσεται πρὸς σὲ κακία, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖταί σε φυλάξαι ἐν πάσαις ὁδοῖς σου. Ἐπὶ ταρσῶν ἀροῦσι, μήποτε προσκόψῃ ἐν λίθῳ ὁ ποῦς σου· κατὰ δὲ τὸν Σύμμαχον, μετὰ τὸ, Σὺ, Κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· πῶς ἐπιλέγεται τὸ, Οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγίσει τῇ σκηνῇ σου. Ὅτι τοῖς ἀγγέλοις ἐντελεῖται περὶ σοῦ φυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν βαστάσουσί σε, ἵνα μὴ προσπαίσῃ ἐν λίθῳ ποδί σου; Ταῦτα γὰρ πρὸς τὸν τῶν ὅλων Θεὸν λέγεσθαι πῶς οὐκ ἂν εἴη πάντων ἀσεβέστατον; Τίς γὰρ ὁ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελλόμενος περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὥστε φυλάττειν αὐτὸν ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ;
For you, O God, are my freedom from fear; you made your dwelling the Most High. One must observe, first, that the Fifth Edition agrees with the Seventy, saying itself: "Because you, O Lord, are my hope, you made the Most High your refuge"; second, that the Hebrew expression Elion, containing "the Most High," makes it clear. We have found, then, in the 50th psalm the words "I will cry out to God the Most High," where, in place of "the Most High," the Hebrew contains Elion, as also in the present passage. It is not right, therefore, to force the truth and distort it. And in another way, if according to Aquila it is said to the Lord himself, "Because you, O Lord, are my hope, I have made the Most High my habitation"; or according to Symmachus, "For you, O Lord, are my freedom from fear; you made your dwelling the Most High"—and the statement is referred, as the children of the Jews might suppose, to the God of all—how is it joined in sequence according to Aquila: "Evil shall not be brought near to you, and no touch shall come near in your shelter; because he will command his angels concerning you to guard you in all your ways. On their hands they will lift you, lest your foot stumble against a stone"; and according to Symmachus, after "You, O Lord, are my freedom from fear; you made your dwelling the Most High," how is it added: "Evil shall not prevail against you, nor shall any touch come near your tent. Because he will command his angels concerning you to guard you in all your ways. On their hands they will carry you, lest you strike your foot against a stone"? For how would it not be the most impious thing of all to say that these things are spoken to the God of all? For who is it that commands his angels concerning the God of all, so as to guard him in all his ways?
ἢ πῶς τὸν ἐπὶ πάντων Θεὸν ἐπὶ χειρῶν βαστάσουσιν, ἵνα μὴ προσπαίσῃ λίθῳ ὁ ποῦς αὐτοῦ; Ἀλλ' ὁρᾷς, ὡς ὁ λόγος οὐκ ἐπιτρέπει εἰς πρόσωπον τοῦ ἐπὶ πάντων Θεοῦ ταῦτα ἀναφέρεσθαι· ἐπεὶ μηδὲ τὰ ἀνωτέρω ἀπὸ τοῦ, Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, καὶ τὰ τούτοις ἑπόμενα. Εἰ δέ τις ταῦτα ἐκλάβοι ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ἐνταῦθα Κύριον, ὥσπερ οὖν καὶ ἐν ἄλλοις ὠνομασμένον, οὐκ ἂν διαμάρτοι τῆς ἀληθείας· ἐπεὶ καὶ ὁ Ἀπόστολος, Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι' οὗ τὰ πάντα· καὶ πάλιν, Εἷς Κύριος, φησὶ, μία πίστις, ἓν βάπτισμα. Εἷς Θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσι. Κύριοί τε δύο ἄντικρυς καὶ ὑπὸ τοῦ Δαυῒδ ὠνομάσθησαν κατὰ τὸ, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἀλλὰ καὶ Μωϋσῆς λέγων, Ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ, τῆς αὐτῆς ἂν γένοιτο δόξης· ὥσπερ οὖν καὶ ἐν οἷς ἔφασκε τὸ, Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· ἄντικρυς γὰρ διὰ τοῦ, τὸν Ὕψιστον καὶ Κύριον εἰδὼς φαίνεται· Ὕψιστον μὲν τὸν διανέμοντα καὶ κληροδοτοῦντα τοῖς ἑαυτοῦ ἀγγέλοις, Κύριον δὲ τὸν μετὰ τῶν ἀγγέλων κληρούμενον τὴν πάντων τῶν ἐθνῶν διαφέρουσαν μερίδα.
Or how will they bear the God over all upon their hands, lest his foot strike against a stone? But you see that the word does not permit these things to be referred to the person of the God over all, since neither do the things above, from "Because he himself will rescue you from the snare of the hunters," from a troubling word. "In his shoulders he will overshadow you, and under his wings you will hope," and the things that follow these. But if someone should take these things as referring to the Christ of God, and here called Lord, just as also in other places, he would not miss the truth; since also the Apostle says, "One God, from whom are all things, and one Lord, through whom are all things"; and again, "One Lord," he says, "one faith, one baptism. One God who is over all and through all and in all." And two Lords were plainly named also by David according to "The Lord said to my Lord: Sit at my right hand, until I place your enemies as a footstool for your feet"; but also Moses, saying, "The Lord rained from the Lord upon Sodom and Gomorrah brimstone and fire," would be of the same opinion; just as also in those things he was saying, "When the Most High divided the nations, his people Jacob became the portion of the Lord"; for plainly through this he is shown to know both the Most High and the Lord: the Most High as the one distributing and allotting to his own angels, and the Lord as the one allotted along with the angels the distinguished portion of all the nations.
Ἐπεὶ τοίνυν ὁ δηλούμενος ἐν τούτοις Κύριος μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γέγονε, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος, ὑπέμεινέ τε πάντα πειρασμὸν μετὰ τὸ βάπτισμα τὸ ἐν Ἰορδάνῃ, ὅτε ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ ἐν τῇ ἐρήμῳ μʹ ἡμέρας καὶ μʹ νύκτας πειραζόμενος, καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστής· εἰκότως ταῦτα πάντα τὸ Πνεῦμα τὸ ἅγιον προλαβὸν θεσπίζει, σημαῖνον ὅσα τε ἐν ταῖς τεσσαράκοντα ἡμέραις πειραζόμενος ὑπέμεινε, καὶ ὅσα κατὰ τὰς ἰσαρίθμους ταῖς ἡμέραις νύκτας. Μέλλων γὰρ ἐπὶ τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παριέναι, πρὶν ἄρξασθαι τοῦ κηρύγματος, καὶ πρὸ τῆς εἰς ἀνθρώπους εὐεργεσίας, ἐπὶ τὰς ἐχθρὰς καὶ πολεμίας τοῦ τῶν ἀνθρώπων γένους δυνάμεις ἀνήγετο· ὅπως, ἐκείνας πρώτας καταγωνισάμενος καὶ καθελὼν, οὕτως ἐπὶ τὴν τῶν πάλαι καταπονουμένων λύτρωσίν τε καὶ ἐλευθερίαν παρέλθοι. Ἐχρῆν γὰρ αὐτοὺς δὴ μάλιστα πρώτους τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι θεοὺς εἶναι νομίσαντας, καὶ τὰς τῶν ἀνθρώπων
Since, therefore, the Lord indicated in these things, having taken the form of a servant and having become in the likeness of men, and was found in fashion as a man, and endured every temptation after the baptism in the Jordan, when he was led up by the Spirit into the wilderness to be tempted by the devil, and in the wilderness was tempted forty days and forty nights, and was with the wild beasts, as the evangelist says; reasonably the Holy Spirit, foreseeing, declares all these things beforehand, signifying both how many things he endured being tempted during the forty days, and how many during the nights equal in number to the days. For being about to enter upon the Gospel of the kingdom of God, before beginning the proclamation, and before the beneficence toward men, he was led up against the hostile and warring powers of the human race, so that, having first conquered and subdued those, he might thus pass on to the redemption and freedom of those long oppressed. For it was necessary that those very ones first, who were thought by all the nations to be gods, and the
ψυχὰς αἰχμαλώτους, ἀπὸ τῆς τοῦ τῶν ὅλων Θεοῦ γνώσεώς τε καὶ εὐσεβείας ἀφαρπάσαντας, καθυποτάξαι καὶ τῆς τυραννίδος καθελεῖν· εἶθ' οὕτως ἅπασιν ἀνθρώποις τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παραδοῦναι. Διὸ δὴ πρὸ πάσης ἱστορουμένης αὐτοῦ πράξεως ἀνήγετο εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστὴς, θηρία προσειπὼν τὰς ἀπηγριωμένας καὶ θηριώδεις πονηρὰς δυνάμεις. Αὐτὰ δὴ οὖν ταῦτα καὶ ὁ παρὼν ψαλμὸς προαναφωνεῖ προφητικῷ Πνεύματι ἀναγκαίως. Χρὴ γὰρ, διὰ τῶν ἔμπροσθεν διδαχθέντας τὰ περὶ τῆς εἰς ἀνθρώπους παρουσίας τοῦ προφητευομένου, καὶ τὰ περὶ τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ, τά τε περὶ τοῦ θανάτου, ὅπως τε ἐκ σπέρματος Δαυῒδ προελεύσεσθαι προκεκήρυκτο, ἀκολούθως καὶ τὸν ἀγῶνα μαθεῖν ἡμᾶς ὃν ἤρατο κατὰ τῶν ἀντικειμένων δυνάμεων. Ταῦτα οὖν ἡ παροῦσα παρίστησι προφητεία προλέγουσα, ὅσα κατὰ τὴν ἔρημον ὑπέμεινεν ἐφ' ὅλαις ἡμέραις μʹ καὶ νυξὶ ταῖς ἴσαις πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Θηρευταὶ γὰρ ἦσαν περὶ αὐτὸν ἀόρατοι δυνάμεις, παγίδας αὐτῷ κατασκευάζουσαι. Καὶ αἱ μὲν λόγοις ταραχώδεσιν αὐτὸν θορυβεῖν πειρώμεναι, αἱ δὲ φοβεῖν κατὰ τὰς νύκτας, καὶ πάλιν ἄλλα δι' ἡμέρας βέλη νοητὰ πέμπουσαι κατ' αὐτοῦ· καὶ αὖθις ἕτεραι οὐκ ὠνομάσθαι ἡμῖν, οὐδὲ λεχθῆναι δυνάμεναι θνηταῖς ἀκοαῖς, τὸν κατ' αὐτοῦ πειρασμὸν πραγματευόμεναι· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος, Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν, Ἀπὸ ῥήματος ἐν σκοτομήνῃ περιπατοῦντος· ὁ δὲ Σύμμαχος, Οὐδὲ λοιμὸν ζόφῳ ὁδεύοντα.
to subdue captive souls, snatching them away from the knowledge and piety of the God of all things, and to cast down his tyranny; and then in this way to deliver to all men the Gospel of the kingdom of God. Therefore, before any recorded deed of his, he was led up into the wilderness to be tempted by the devil; and he was with the wild beasts, as the evangelist says, calling the savage and beastly evil powers "wild beasts." These very things, then, the present psalm also proclaims beforehand by the prophetic Spirit, necessarily. For it is necessary that we, having been taught through the earlier things about the coming of the prophesied one to men, and about his incarnation, and about his death, and how it had been proclaimed beforehand that he would come forth from the seed of David, should consequently also learn of the struggle which he undertook against the opposing powers. These things, then, the present prophecy sets forth, foretelling all that he endured in the wilderness, being tempted by the devil for forty whole days and as many nights. For there were invisible powers around him like hunters, preparing snares for him. And some tried to disturb him with tumultuous words, others to frighten him by night, and again others sent noetic arrows against him by day; and again others, which cannot be named by us nor spoken by mortal ears, contriving the temptation against him; which indeed the word signifies when it says, "From a thing walking in darkness"; in place of which Aquila translated, "From a word walking in deep darkness"; and Symmachus, "Nor a plague walking in gloom.
Ἤδη δὲ καὶ τὰ ἀναιδέστατα καὶ ἀρχοντικὰ τῶν δαιμονίων, τὰ ἐν αὐτῇ τῇ μεσημβρίᾳ καὶ τῇ τοῦ ἡλιακοῦ φωτὸς ἀκμῇ τολμῶντα παραφαίνεσθαι, προσῄεσαν αὐτῷ. Τῶν γὰρ ἄλλων τὸ οἰκεῖον σκότος μεταδιωκόντων, καὶ ἐν μόνῃ νυκτὶ φαντασιοῦν εἰωθότων, τὰ ἀναιδέστατα καὶ δι' ἡμέρας τολμᾷ φαίνεσθαι, καὶ ἐν μέσαις αὐγαῖς ἡλίου. Τοιαῦτα δὲ ἦν τὰ καὶ τῷ Σωτῆρι ἐπιόντα· μεθ' ἡμέραν μὲν οὖν τοιαῦτά τινα αὐτῷ προσῄει, κατὰ δὲ τὰς νύκτας ἕτερα. Διὸ εἴρηται ἑξῆς· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου. Ὁρῶντα δὲ αὐτοῦ τὴν ἄμαχον καὶ ἀήττητον δύναμιν, ὁμοῦ πάλιν ἀθροιζόμενα κατὰ στίφη προσίεσαν αὐτῷ πλήθη δυνάμεων ἀντικειμένων. Καί μοι δοκοῦσιν οἱ πάλαι παρ' ἀνθρώποις νομιζόμενοι θεοὶ, καὶ τὰ ἀντικείμενα πνεύματα, ξένην τινὰ φύσιν καὶ δύναμιν πάντων αὐτῶν καθαιρετικὴν θεώμενα ἐν τῷ ἀνθρώπῳ τοῦ Σωτῆρος ἡμῶν, ὁμοῦ συνῆχθαι ἁπανταχόθεν, ἀθρόα τε προσιέναι καὶ προσρήσσειν ἐθέλειν αὐτῷ. Καὶ τὰ μὲν πρῶτα δι' ἑτέρων μερικῶν πνευμάτων πειράζειν αὐτὸν ἐπιχειρεῖν τὸν διάβολον· διὸ λέλεκται· Καὶ ἦν μετὰ τῶν θηρίων. Ποίων δὲ θηρίων; ὁ μετὰ χεῖρας παρίστησι λόγος προϊὼν ἑξῆς καὶ λέγων· Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
But now even the most shameless and ruling spirits of the demons—those that dare to appear openly at midday itself and at the very peak of the sun's light—were coming to him. For while the others pursue their own darkness and are accustomed to produce phantasms only in the night, the most shameless ones dare to appear even by day, and in the very beams of the sun. Such were the things that also assailed the Savior; by day, then, such things as these came to him, but by night, others. Therefore it is said next: You shall not be afraid of the terror by night, nor of the thing that walks in darkness. But seeing his unconquerable and invincible power, again gathered together in bands, multitudes of opposing powers came to him. And it seems to me that the gods once believed among men, and the opposing spirits, beholding in the man of our Savior a strange nature and a power destructive of them all, were gathered together from every side at once, and wished to come upon him in a mass and to dash against him. And at first the devil attempted to tempt him through other partial spirits; therefore it is said: And he was with the beasts. But what sort of beasts? The account that follows sets before our hands, saying: You shall tread upon the asp and the basilisk, and you shall trample the lion and the dragon.
Τοιούτοις γάρ τισιν, ὡς εἰκὸς, εἴδεσί τε καὶ μορφαῖς σχηματιζόμεναι, τὸν ἀέριον τόπον διιπτάμεναί τινες δυνάμεις πονηραὶ, ἀρχαί τε καὶ ἐξουσίαι, καὶ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ πνευματικὰ πονηρίας, τρόποις ἀλληγορίας ἀσπίδες καὶ βασιλίσκοι καὶ δράκοντες καὶ λέοντες ὀνομαζόμεναι, ἢ καὶ διὰ τὸ ἐμφερὲς τῆς κακίας τούτοις παραβαλλόμεναι, πάντα πειρασμὸν ἐκίνουν κατ' αὐτοῦ. Ἐπὶ τέλει δὲ πάντων, ὡς εἶδεν ὁ διάβολος ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκότα αὐτὸν καὶ καταπεπατηκότα πάσας τὰς ὑπ' αὐτὸν ἐνεργείας, αὐτὸς ἤδη λοιπὸν δι' ἑαυτοῦ προσῄει ταπεινὸς καὶ ὑποδεδοικὼς, προσέφερέ τε αὐτῷ τὰς ἐρωτήσεις τὰς ἐν τοῖς Εὐαγγελίοις ἀναγεγραμμένας, πειράζων αὐτὸν καὶ λέγων, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τάδε, καὶ ποίησον τάδε. Τὴν οὖν ἀθρόαν ὁρμὴν τῶν πονηρῶν πνευμάτων καὶ τὴν ἧτταν αὐτῶν ἡ παροῦσα παρίστησι προφητεία· ὁμοῦ μὲν συνῆχθαι διδάσκουσα, μὴ μὴν δεδυνῆσθαί τι μηδ' ἰσχυκέναι· ἀλλ' ἐν τῷ πλησιάζειν
For it is likely that certain evil powers, principalities and authorities, and world-rulers of this darkness, and spiritual forces of wickedness, taking shape in such forms and appearances as these, flying through the air, are named by way of allegory asps and basilisks and dragons and lions, or are compared to these because of the similarity of their wickedness, and they stirred up every temptation against him. But at the end of all things, when the devil saw that he had trodden upon the asp and the basilisk and had trampled down all the workings subject to him, he himself at last came forward in his own person, humbled and cowed, and brought to him the questions recorded in the Gospels, tempting him and saying, If you are the Son of God, say this and do this. The present prophecy therefore sets forth the sudden assault of the evil spirits and their defeat, teaching that they were gathered together at once, yet were not able to do anything or prevail; but in approaching
αὐτῷ καταπίπτειν χαμαί. Διὸ λέλεκται· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου. Ἀντὶ δὲ τοῦ· Ἐκ τοῦ κλίτους σου, Ἀκύλας καὶ Σύμμαχος, Ἐκ τοῦ πλαγίου σου, ἐκδεδώκασιν· οὕτω τῆς θεϊκῆς Γραφῆς τὰ ἀριστερὰ τοῦ Σωτῆρος ὀνομαζούσης, τάχα τὸ μηδὲν εἶναι ἐν αὐτῷ σκαιὸν μηδὲ ἀριστερόν. Πλὴν ἀλλὰ περὶ πασῶν ἀθρόως τῶν ἀντικειμένων δυνάμεων εἴρηται τὸ, Πρὸς σὲ δὲ οὐκ ἐγγιοῦσι, καὶ τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Καὶ ταῦτα, φησὶ, πάντα ἔσται περὶ σὲ, ἐπειδήπερ σὺ, ὦ Κύριε, ἡ ἐμὴ ἐλπὶς, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἡγοῦμαι δὲ τὰς ἀοράτους ταύτας καὶ ἀντικειμένας δυνάμεις, τὰς ὑπὸ παντὶ τῷ οὐρανῷ συνῆχθαι πάσας ἀθρόως κατ' αὐτοῦ θορυβηθείσας ἀπὸ τῆς ἐνεχθείσης πρὸς αὐτὸν φωνῆς, ὅτε ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα τὸ ἅγιον κατέβαινεν ἐπ' αὐτὸν, ἥ τε ἄνωθεν φωνὴ ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Ἀκούσασαι γοῦν τῆς φωνῆς ταύτης, καὶ θεασάμεναι τὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῆς περιστερᾶς ἀναδειχθέντα ἄνθρωπον Υἱὸν Θεοῦ ὠνομασμένον, οὔτε τῇ φωνῇ ἀπιστεῖν εἶχον, οὔτε τὸν ἄνθρωπον ὁρῶσαι σάρκα ἠμφιεσμένον πιστεύειν τοῦτον εἶναι τὸν ἀγαπητὸν τοῦ Θεοῦ. Διὸ ξένον τι χρῆμα καὶ καινὴν ἀνθρώπου φύσιν θεώμεναι, τὰς οἰκείας ἐνεργείας δυνάμει κρείττονι καθαιρεθήσεσθαι προσεδόκησαν. Διὸ δὴ ἐπῄεσαν αὐτῷ ἐπιδόντι εὖ μάλα προθύμως ἑαυτὸν εἰς πάντας τοὺς πειρασμοὺς, οὓς ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας ἀναδέδεκτο.
to fall down to the ground before him. Therefore it is said: A thousand shall fall from your side, and ten thousand from your right. And instead of "from your side," Aquila and Symmachus have rendered "from your flank"; for divine Scripture thus names the left side of the Savior, perhaps because there is nothing in him that is left or sinister. But indeed, concerning all the opposing powers at once, it has been said: But they shall not come near to you, and: Nevertheless with your eyes you shall behold, and you shall see the recompense of sinners. And all these things, it says, shall be concerning you, since you, O Lord, are my hope; you have made the Most High your refuge. But I consider that these invisible and opposing powers, all that have been gathered together under the whole heaven, were stirred up all at once against him by the voice that was brought to him, when the Holy Spirit descended upon him in the form of a dove, and the voice from above was heard saying: This is my beloved Son, in whom I am well pleased. Having heard this voice, then, and having seen the man pointed out by the Holy Spirit through the dove and named Son of God, they could neither disbelieve the voice, nor, seeing the man clothed in flesh, believe that this was the beloved of God. Therefore, beholding a strange thing and a new nature of man, they expected that their own activities would be brought down by a mightier power. And so they assailed him, who had most eagerly given himself over to all the temptations which he had undertaken for the salvation of men.
Μέλλων γοῦν, ὥσπερ ἔφην, κηρύττειν αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, κατὰ τὴν περὶ αὐτοῦ προφητείαν, ἀφέλκειν τε τὰς τῶν ἀνθρώπων ψυχὰς ἀπὸ τῶν πάλαι ᾐχμαλωτικότων αὐτὰς, ἐλευθεροῦν τε αὐτὰς ἀπὸ τῆς εἰδωλολάτρου πλάνης, ἀναγκαίως πρῶτον ἁπάντων κατ' αὐτῶν ἐστρατεύετο τῶν τὸν μακρὸν αἰῶνα τετυραννηκότων. Ἐπεὶ δὲ τούτοις κατηγωνίσατο δι' ὑπομονῆς παντὸς πειρασμοῦ, διό φησιν ὁ Λουκᾶς· Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τὴν τῶν ἀνθρώπων θεραπείαν ἐχώρει· ἔνθεν καὶ ἔφριττον αὐτὸν οἱ δαίμονες, ὡμολόγουν τε αὐτὸν εἰδέναι ὅστις εἴη, βοῶντες καὶ λέγοντες· Ἔα, τί ἡμῖν καί σοι, Υἱὲ τοῦ Θεοῦ; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Ἀπὸ γὰρ τῆς πρὸς αὐτὸν ἐνεχθείσης φωνῆς μεμαθήκεισαν ὅστις ἦν· ἀλλὰ καὶ ἀφ' ὧν εἰργάσατο κατὰ τὸν τοῦ πειρασμοῦ καιρὸν ᾔδεσαν αὐτοῦ τὴν δύναμιν. Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ ταῦτα τῷ κατὰ Χριστὸν τετελειωμένῳ ἀνδρὶ καὶ τῷ χορῷ τῶν τοῦ Χριστοῦ μαρτύρων, τῇ τε ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, καὶ δὴ καὶ αὐτῷ τῷ Χριστοῦ σώματι ἁρμόσειεν ἂν λέγεσθαι· Εἰ γὰρ παρεμβάλλει ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτοὺς, τῶν ὑπερβεβηκότων τὸν φόβον καὶ ἐν ἕξει τελείᾳ τῆς κατὰ ψυχὴν ἀρετῆς τυγχανόντων, ὁποῖός ἐστιν ὁ καθήμενος ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος·
Since, then, as I said, he was about to proclaim release to captives and recovery of sight to the blind, according to the prophecy concerning him, and to draw the souls of men away from those who had long held them captive, and to set them free from the error of idolatry, he necessarily first made war against those who had tyrannized over the long age. And since he conquered them through endurance of every temptation, therefore Luke says: And when the devil had completed every temptation, he departed from him. After these things he went on to the healing of men; hence even the demons shuddered at him, and confessed that they knew who he was, crying out and saying: Ah, what have we to do with you, Son of God? We know who you are, the Holy One of God. For from the voice that was brought against him they had learned who he was; but also from what he did at the time of the temptation they knew his power. No evil shall come near you, and no scourge shall draw near your dwelling. For he will command his angels concerning you, to guard you in all your ways. They will lift you up in their hands, lest you strike your foot against a stone. And these things would fittingly be said to the man perfected in Christ, and to the choir of Christ's martyrs, and to his holy Church, and indeed to the very body of Christ. For if an angel of the Lord encamps around those who fear him, and will deliver them—those who have surpassed fear and are in a perfect state of virtue according to the soul, such as is the one who sits in the help of the Most High, and lodges under the shadow of the Sufficient One—
τῶν οὖν τοιούτων οὐχ εἷς ἄγγελος, ἀλλὰ παρεμβολαὶ πλείους καθίστανται φύλακες, ὅσαι καὶ πλείους οἱ τῷ κατὰ Θεὸν τελείῳ ἐπιβουλεύοντες. Οὕτω γοῦν καὶ τὸν προφήτην Ἑλισσαῖον ἐκύκλουν πλῆθος δορυφόρων ἀγγέλων. Διὸ οὐδὲν τῶν βλαπτικῶν ἐπελεύσεσθαι λέγεται τῷ διὰ τοῦ ψαλμοῦ προφητευομένῳ· ἀλλ' οὐδὲ μάστιξ ἐπὶ τὸ σῶμα ἐφάψασθαι τοῦ σκηνώματος αὐτοῦ· μάστιγα νοούντων ἡμῶν οὐ τὴν κοινότερον λεγομένην· ταύτῃ γὰρ ἐμαστίχθησαν μυρίοι τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων καὶ αὐτοῦ δὲ τοῦ Σωτῆρος ἡμῶν τὸ σωματικὸν σκήνωμα καὶ ἡ σὰρξ μάστιξιν ᾐκίσθη κατὰ τὸν καιρὸν τοῦ πάθους, ἀκολούθως τῇ φασκούσῃ περὶ αὐτοῦ προφητείᾳ, Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· διὸ μάστιγα νῦν δηλοῦσθαι τὴν ἀπὸ δαιμονικῆς
ἐνεργείας πληγὴν νομιστέον, ὁποίας εἴρηται αὐτὸς ὁ Σωτὴρ ἰάσασθαι καὶ θεραπεύειν ἐν ἀνθρώποις δαιμόνων ἀκαθάρτων μάστιγας. Τοιαύτην οὖν μάστιγά φησιν ὁ παρὼν λόγος μὴ ἐγγίσειν τῷ σκηνώματι τοῦ προφητευομένου, διὰ τὸ φυλάττεσθαι ὑπὸ τῶν καθεσταμένων ἐπὶ τὸ φρουρεῖν αὐτὸν ἀγγέλων, οἳ δὴ καὶ ἐπὶ χειρῶν αὐτὸν μετέωρον ἀναλήψεσθαι λέγονται, πρὸς τὸ μὴ προσκόπτειν αὐτοῦ λίθῳ τὸν πόδα. Σκήνωμα δὲ αὐτοῦ καθ' ἕνα μὲν τρόπον ἐρεῖς εἶναι τὴν Ἐκκλησίαν αὐτοῦ, κατὰ τὸ, Ἕως ἂν εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ· οὕτω καὶ πλείονα σκηνώματα τὰς ἁπανταχοῦ γῆς εἰρημένας ἐκκλησίας οἶδεν ὁ φήσας λόγος· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Καθ' ἕτερον δὲ τρόπον τὸ σωματικὸν ὄργανον, ἐν ᾧ κατεσκήνωσεν ὁ τοῦ Θεοῦ Λόγος, λεχθείη ἂν αὐτοῦ σκήνωμα.
Of such beings, then, not one angel but more numerous hosts are appointed as guardians, in proportion to the greater number of those who plot against the one who is perfect according to God. In this way, at any rate, a multitude of angelic guards also encircled the prophet Elisha. Therefore it is said that none of the harmful things will come upon the one prophesied in the psalm; nor will a scourge touch his body, his tabernacle—understanding by "scourge" not the more common meaning of the word. For by that, countless of God's holy martyrs were scourged, and even the bodily tabernacle and flesh of our Savior himself was maltreated with scourges at the time of his passion, in accordance with the prophecy that says concerning him, "I gave my back to scourges, and my cheeks to blows." Therefore the "scourge" here must be understood as the blow that comes from demonic activity, such as the Savior himself is said to have healed and cured among men—the scourges of unclean demons. Such a scourge, then, the present passage says, will not come near the tabernacle of the one prophesied, because he is guarded by the angels appointed to watch over him, who are indeed said to take him up and bear him aloft on their hands, so that he does not strike his foot against a stone. And in one sense you will say his tabernacle is his Church, according to the words, "Until I find a place for the Lord, a tabernacle for the God of Jacob"; and in this way the same passage knows the churches spoken of throughout the whole earth to be many tabernacles: "How lovely are your tabernacles, O Lord of hosts!" In another sense, the bodily instrument in which the Word of God made his dwelling might be called his tabernacle.
Τὰ μὲν κεφαλαιωδέστερα καὶ μείζονα τῶν κατορθωμάτων τοῦ διὰ τῆς προφητείας δηλουμένου διὰ συνεργείας τοῦ μείζονος κατωρθοῦτο. Καθήμενος γὰρ ἐν βοηθείᾳ τοῦ Ὑψίστου ὁ κατὰ σάρκα νοούμενος ἡμῖν ὁ ἐκ σπέρματος Δαυῒδ γεγονὼς, ὁ αὐτὸς δὲ τὸν Ὕψιστον θέμενος αὐτοῦ καταφυγὴν, εἰκότως ὑπὸ τοῦ Ὑψίστου ἐφυλάττετο· διὸ καὶ αὐτῷ ἔλεγεν· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Αὐτὸς γὰρ αὐτὸν ἐῤῥύετο ἐκ παγίδος θηρευτῶν, καὶ ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπεσκίαζεν αὐτόν· ἀλλὰ καὶ ἐκύκλου αὐτὸν περιβάλλων ἀληθείας ὅπλῳ. Καὶ ταῦτα πάντα παρεῖχεν αὐτῷ Ὕψιστος, ὅπως μὴ ταράττηται ἀπὸ φόβου νυκτερίνου, μήτε ἀπὸ βέλους πετομένου ἡμέρας, μηδὲ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, μηδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Ἔτι δὲ πρὸς τούτοις αὐτὸς ὁ Ὕψιστος συνεργῶν τῷ περὶ οὗ ὁ λόγος, πάσας τὰς τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων δυνάμεις καθῄρει καὶ ὑπὸ πόδας αὐτοῦ κατέβαλλε. Διὸ ἐλέγετο· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Τὰ μὲν οὖν, ὡς ἔφην, μεγάλα καὶ ἐντελῆ κατορθώματα ὁ Ὕψιστος αὐτὸς συνεργῶν τῷ δηλουμένῳ ἐξετέλει· τὰ δὲ, ὡς ἂν εἴποι τις, λεπτὰ καὶ σωματικώτερα ἀγγέλοις διακονεῖσθαι προσέταττε. Ταῦτα δὲ ἦν τὰ περὶ τὸ σκήνωμα αὐτοῦ, δηλαδὴ τὸ σωματικὸν ὄργανον, καὶ τὰ περὶ αὐτὴν τὴν σάρκα, ἃ δὴ ὡς σμικρὰ καὶ παραθέσει τῶν ἔμπροσθεν κατωνομασμένων εὐτελῆ, ὑπηρέταις ἀγγέλοις παρεδίδοτο εἰς τὸ φυλάττειν, μή τι κακοποιὸν ἐπέλθοι τῷ σώματι αὐτοῦ, μηδέ τις μάστιξ ἐγχρίμψειεν, οὐκ αὐτῷ, ἀλλὰ τῷ σκηνώματι αὐτοῦ·
The more summary and greater of the accomplishments of the one indicated through the prophecy were accomplished through the cooperation of the Most High. For since the one understood by us according to the flesh, who was born of the seed of David, sits in the help of the Most High, and the same one has made the Most High his refuge, he was reasonably guarded by the Most High; therefore he also said to him: You are my helper and my refuge, my God, and I will hope in him. For he himself was rescuing him from the snare of hunters, and he overshadowed him in his back; but he also encircled him, surrounding him with the weapon of truth. And all these things the Most High provided to him, so that he might not be disturbed by terror of night, nor by an arrow flying by day, nor by a thing walking in darkness, nor by a fall and a demon of midday. And besides these things, the Most High himself, cooperating with the one about whom the account is, was casting down all the powers of his enemies and adversaries and throwing them under his feet. Therefore it was said: A thousand shall fall from your side and ten thousand from your right hand, but it shall not come near you. The great and complete accomplishments, then, as I said, the Most High himself was bringing to completion, cooperating with the one indicated; but the small and more bodily ones, as one might say, he commanded to be ministered by angels. And these were the things concerning his tabernacle, that is, the bodily instrument, and the things concerning the flesh itself, which, as small and, in comparison with the things previously named, of little account, were handed over to ministering angels to guard, lest anything harmful come upon his body, and lest any scourge graze it—not him, but his tabernacle.
αὐτῷ γὰρ οὔτε χιλιάδες, οὔτε μυριάδες δυνάμεων πονηρῶν πλησιάζειν ἐτόλμων. Διηκονοῦντο δὲ ἄγγελοι τῇ σαρκὶ τοῦ προφητευομένου καὶ τῷ σώματι, καὶ μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου· ὃ δὴ καὶ παρίστησιν ὁ λόγος φάσκων· Ὅπως μὴ προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Σημαίνειν γὰρ οἶμαι διὰ τούτου τὸ καὶ μέχρι τοῦ τυχόντος καὶ βραχυτάτου συμβαίνειν εἰωθὸς περὶ τοῦ σώματος ἀγγέλους διακονεῖσθαι αὐτῷ. Ἔχεις δὲ καὶ ἐν Εὐαγγελίοις ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ταύτην τὴν μαρτυρίαν. Ὁ μὲν γὰρ Μάρκος ἀνέγραψε κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ τοῦ Σωτῆρος, ὡς ἄρα ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ· ὁ Ματθαῖος πάλιν τὸν αὐτὸν καιρὸν ἐπισημηνάμενός φησι· Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. Ἀλλὰ ὅτι μὲν οἱ ἄγγελοι διηκόνουν αὐτῷ, ἔδειξαν οἱ εὐαγγελισταί· ποίας δὲ διακονίας αὐτῷ παρεῖχον, οὗτοι μὲν οὐκ ἐμνημόνευσαν· ἡ δὲ προκειμένη προφητεία ἐδίδαξεν, ὅτι τὴν περὶ τὰ σωματικὰ καὶ σμικρὰ διακονίαν. Ἐφύλαττον γὰρ αὐτοῦ τὸ σκήνωμα, ὅπως μὴ μάστιξ αὐτῷ πλησιάσῃ· ἐφρούρουν δὲ αὐτοῦ καὶ τοὺς πόδας, ὡς ἂν μὴ προσκόψειαν μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου. Καὶ ταῦτα μὲν κατ' αὐτὴν τὴν λέξιν· πρὸς δὲ διάνοιαν ἐπισκήνωμα τοῦ Σωτῆρος ἡμῶν ἡ Ἐκκλησία αὐτοῦ ἀποδέδεικται· ἀλλὰ καὶ σῶμα αὐτοῦ ὁ λαὸς αὐτοῦ κατὰ τὸν φήσαντα Ἀπόστολον· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ
For neither thousands nor tens of thousands of evil powers dared to approach him. But angels ministered to the flesh and body of the one foretold, even down to the smallest and most insignificant matter—which indeed the word sets forth when it says: Lest you strike your foot against a stone. For I think this signifies that it is customary for angels to minister to him in matters concerning the body, even down to the most ordinary and briefest thing. You also have this testimony concerning the Savior himself in the Gospels. For Mark recorded that at the time of the Savior's temptation, he was with the wild beasts, and the angels ministered to him; Matthew again, noting the same time, says: Then the devil leaves him, and behold, angels came and ministered to him. But that the angels ministered to him, the evangelists have shown; what kind of ministry they provided him, these men did not mention; but the prophecy set before us has taught it—namely, the ministry concerning bodily and small matters. For they guarded his tabernacle, that no scourge might come near him; and they kept watch over his feet, so that they might not strike against even the smallest and most insignificant thing. And these things are according to the literal wording; but as for the meaning, the Church of our Savior is shown to be his dwelling-place; but also his people are his body, according to the Apostle who said: But you are the body of Christ, and members from
μέρους. Εἶεν ἂν τῶν μελῶν οἱ μὲν ὀφθαλμοὶ τοῦ Χριστοῦ σώματος, οἱ δὲ καὶ ὦτα, οἱ δὲ καὶ χεῖρες· κατὰ ταῦτα τοίνυν ἔσονται αὐτοῦ καὶ πόδες ἕτεροι, περὶ ὧν εἴρηται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά! Τούτων δὴ οὖν τῶν ποδῶν, ὅπως μή τις προσκόψῃ πρὸς λίθον τὸν πόδα, μηδὲ σκανδαλίζηται ἐν τῷ δρόμῳ, ὁμαλῶς τε καὶ ἀκωλύτως διατρέχῃ τὴν τοῦ Εὐαγγελίου πορείαν, ἄγγελοι καθέστανται φρουροῦντες τοῦ δηλωθέντος σκηνώματος φύλακες. Πάλιν ἕτεροι ἄγγελοι οἱ τὰς ἐκκλησίας τοῦ Χριστοῦ τὰς ἁπανταχοῦ γῆς ἱδρυθείσας πεπιστευμένοι. Ταῦτα δὲ μὴ συνιεὶς ὁ διάβολος· πῶς γὰρ ἢ πόθεν αὐτῷ τοῦ θείου Πνεύματος συνιέναι φωνάς; ἐν τῷ πειράζειν τὸν Σωτῆρα, εἰς τὸ πτερύγιον αὐτὸν τοῦ ἱεροῦ ἀναγαγὼν, εἶπε πρὸς αὐτόν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Συνιδὼν γὰρ ἔργοις αὐτοῖς εἰς τὸν Σωτῆρα πεπληρωμένην τὴν ἐν τοῖς προκειμένοις προφητείαν, ὁρῶν τε ξένον θέαμα ἐν ἀνθρώπου φύσει, ὡς πᾶσαν αὐτοῦ τὴν στρατείαν καθῃρῆσθαι, καὶ πάσας αὐτοῦ νενικῆσθαι τὰς δυνάμεις, ὑπὸ τοῦ φαινομένου, χιλιάδας τε ἀθρόας, καὶ μυριάδας ἀπέμπροσθεν αὐτοῦ πιπτούσας, αὐτόν τε ἀτρεμεὶ καὶ ἀπαραποδίστως ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντα, λέοντά τε καὶ δράκοντα, τὰς ἀρχοντικὰς αὐτοῦ δυνάμεις, καταπατοῦντα, καὶ τοῦτ' ἐπείραζε γνῶναι, εἰ, ἑαυτὸν ἀπὸ τοῦ πτερυγίου ῥίψαντος, ἄγγελοι προσελθόντες αὐτὸν βαστάσουσι. Πρὸς ταύτην αὐτοῦ τὴν ὑπόνοιαν διεψευσμένην οὖσαν ὁ Σωτὴρ ἀπεκρίνατο·
...part. Now the eyes of the body of Christ would be some members, and ears others, and hands others; according to these, then, there will also be other feet of his, concerning which it is said: How beautiful are the feet of those who bring good tidings of good things! Of these feet, then, so that no one may strike his foot against a stone, nor be caused to stumble on the way, but may run the course of the Gospel smoothly and without hindrance, angels are stationed as guards, watching over the tabernacle that was indicated. Again, other angels are those entrusted with the churches of Christ established throughout the whole earth. But the devil, not understanding these things—for how, or from where, could he understand the voices of the divine Spirit?—in tempting the Savior, after leading him up to the pinnacle of the temple, said to him: If you are the Son of God, throw yourself down. For it is written, that he will command his angels concerning you, and they will bear you up on their hands, lest you strike your foot against a stone. For having perceived in actual deeds that the prophecy in the preceding words was fulfilled in the Savior, and seeing a strange sight in human nature, how all his host had been brought down and all his powers conquered by the one who appeared, both thousands in crowds and tens of thousands falling before him, and he himself treading without disturbance and without hindrance upon the asp and the basilisk, and trampling on the lion and the dragon, his ruling powers—this too he tried to learn, whether, if he threw himself from the pinnacle, angels would come and bear him up. To this mistaken suspicion of his the Savior replied:
Γέγραπται, λέγων, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Τὸ γὰρ ἑαυτὸν κρημνίζειν καὶ καταβάλλειν ἀπὸ τῶν ὑψηλοτάτων, καὶ τοῦτο ποιεῖν ἵνα γνῷ. πότερόν ποτε βοηθείας τεύξεται τῆς διὰ τῶν ἀγγέλων, ἢ μὴ, πειράζοντος ἦν τὸν Θεόν· ὃ δὴ πειράζειν ἐβούλετο ὁ πειράζων. Οἰκεῖον γὰρ αὐτῷ ἦν πειράζοντι τὸν Σωτῆρα, καὶ τὸν Θεὸν πειράζειν τολμᾷν. Ἀλλ' οὐχ ὁ Σωτήρ γε ἐπείραζεν· εὖ γὰρ ᾔδει καὶ πέπειστο περὶ τῆς τοῦ Πατρὸς δυνάμεως τῆς συνεργούσης αὐτῷ. Διὸ καὶ τῷ διαβόλῳ προστακτικῶς παρεκελεύετο λέγων· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, θείας Γραφῆς λέξιν τὴν ἀπὸ τοῦ νόμου ἀντιπαρατιθεὶς τῇ φωνῇ τῆς παρούσης Γραφῆς, ἣν μὴ νοήσας ὁ διάβολος προήγαγεν αὐτῷ, μὴ συνιεὶς, ὅτι οὐκ ἐδεῖτο βοηθείας ἀγγέλων ὁ Σωτὴρ, εἰ καὶ καθ' ὑπόθεσιν οἰκείᾳ προαιρέσει καθεῖναι ἑαυτὸν ἐβουλήθη· ἐπεὶ καὶ κατὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν (ὅπερ ἦν μεῖζον τῆς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ ἐπὶ τὴν γῆν δι' ἀέρος καθόδου), οὐκ ἀγγελικῆς ἐδεήθη χειρός. Ὅρα δὲ, πῶς, μνημονεύσας ὁ διάβολος τοῦ, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, τὸ ἑξῆς συνημμένον οὐ προσέθηκε· τοῦτο δὴ τὸ, Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, σαφῶς τὴν κατ' αὐτοῦ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ νίκην τοῦ Σωτῆρος παριστῶντα. Οὐ γὰρ ἐβούλετο τὸν καθ' ἑαυτοῦ ἔλεγχον παρατίθεσθαι.
It is written, he says, You shall not tempt the Lord your God. For to hurl oneself down and cast oneself from the highest places, and to do this in order to know whether or not one will obtain help through the angels, was to tempt God—which is exactly what the tempter wished to do. For it was characteristic of him, in tempting the Savior, to dare also to tempt God. But the Savior did not tempt; for he knew well and was convinced concerning the power of the Father that worked together with him. Therefore he also commanded the devil imperatively, saying: You shall not tempt the Lord your God, setting against the voice of the present Scripture a divine Scripture text from the Law, which the devil, not understanding, brought forward to him, not comprehending that the Savior did not need the help of angels, even if by supposition he had wished by his own free choice to cast himself down; since even at his ascension into the heavens (which was greater than the descent through the air from the pinnacle of the temple to the earth), he did not need an angelic hand. But observe how the devil, having mentioned, On their hands they will bear you up, lest you strike your foot against a stone, did not add what follows in sequence—namely, You shall tread upon the asp and the basilisk, and you shall trample the lion and the dragon—which clearly sets forth the Savior's victory over the devil himself and his angels. For he did not wish to set before him the refutation directed against himself.
Εἰ δὲ μὴ τὴν ἑαυτῷ συνέσεως χρῆν ἐπιλογίσασθαι, ὡς οὐκ ἦν τοῦ αὐτοῦ τὸ δύνασθαι ἐπιβαίνειν καὶ καταπατεῖν τὰς τοιαύτας ἀρχοντικὰς δυνάμεις, καὶ μὴ προσκόπτειν πρὸς λίθον τὸν πόδα, ὡς δεῖσθαι φυλακῆς ἀγγέλων καὶ βοηθείας. Ἀλλ' ἐκεῖνος μὲν οὐ συνιεὶς κέχρηται τῇ ἀπὸ προκειμένης προφητείας φωνῇ, διὰ τὸ τὰ λοιπὰ συνεωρακέναι πεπληρωμένα εἰς αὐτόν· ὁ δὲ Σωτὴρ οὐκ ἀπαρνεῖται μὲν τὸ περὶ αὐτοῦ εἰρῆσθαι τὸ λόγιον· μὴ συνιέντα δὲ αὐτὸ τὸν διάβολον, ἀφίησι καταλλήλῳ χρησάμενος τῇ πρὸς αὐτὸν ἀποκρίσει. Ἡμεῖς δὲ, τῇ αὐτοῦ χάριτι τοῦ Σωτῆρος ἡμῶν, ὅπως τὰ κατὰ τοὺς τόπους τεθεωρήκαμεν, πρόκειται τοῖς ἐντυγχάνουσιν ἐκ τῶν εἰρημένων διαγινώσκειν. Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ,
μετ' αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Τὰ μὲν περὶ τοῦ σκηνώματος ἀγγέλοις ἐνετέλλετο, κατὰ τὰ προαποδοθέντα, ὅπως ἄγγελοι τημελῶσι καὶ φυλάττωσι τοῦ ἐν Χριστῷ τετελειωμένου ἀνδρὸς, ἢ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, ἢ καὶ τῆς σαρκὸς, ᾗ κέχρητο δίκην ὀργάνου ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας. Ταῦτα γὰρ ὡς βραχύτερα καὶ εὐτελέστερα ἀγγέλοις ἐπετέτραπτο· καὶ οἶμαι ὅτι, ὡς ἄν τις οἰκέταις ἐπιτρέψειεν ὑποδημάτων διακονίαν, ἢ ἄλλων τινῶν εὐτελεστέρων ὑπηρεσίαν, οὕτως ὅσα μικρὰ καὶ σωματικὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνηργεῖτο σαρκὸς, τούτων ὑπηρέται καθίσταντο ἄγγελοι, καὶ διηκόνουν αὐτῷ·
But if it were not necessary for him to consider for himself the matter of understanding, that it was not for the same person both to be able to tread upon and trample down such ruling powers, and not to stumble his foot against a stone, so as to need the guarding of angels and their help. But he, not understanding, made use of the voice from the prophecy set before him, because he had seen the rest fulfilled in him; but the Savior does not deny that the oracle was spoken concerning him; but since the devil did not understand it, he dismisses him, having used a fitting reply to him. But we, by the grace of our Savior, in the manner in which we have contemplated the things pertaining to the places, it lies before those who read to discern from what has been said. You shall tread upon the asp and the basilisk, and you shall trample down the lion and the dragon. Because he hoped in me, I will deliver him; I will shelter him, because he knew my name. He shall cry to me, and I will hear him; I am with him in tribulation; I will rescue him, and I will glorify him. With length of days I will fill him, and I will show him my salvation. The things concerning the tabernacle were commanded to angels, according to what was previously set forth, that angels might care for and guard the man perfected in Christ, or also his Church, or also the flesh, which he used as an instrument for the salvation of men. For these things, as being more brief and more lowly, were entrusted to angels; and I think that, just as one might entrust to servants the service of sandals, or the ministry of certain other more lowly things, so whatever small and bodily things were being accomplished through the flesh of our Savior, angels were appointed as servants of these, and ministered to him;
περὶ ὧν καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ λέγουσα, ὅτι Προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ. Τὰ δὲ προὐργιαίτερα καὶ μείζονα καὶ ὑψηλότερα οὐκέτι ἀγγέλοις, ἀλλ' αὐτῷ τῷ Σωτῆρι ἀνατίθησι. Τίνα δὲ ἦν ταῦτα, δεδήλωται διὰ τῶν ἔμπροσθεν· ἐν οἷς ἦν καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ τῶν δεξιῶν σου. Τέλος δὲ πάντων καὶ ὑστάτη κατὰ πάντων τοῦ Σωτῆρος ἡμῶν νίκη παρίσταται διὰ τοῦ, Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις δράκοντα καὶ λέοντα. Δηλοῦσθαι δὲ διὰ τούτων ἡγοῦμαι ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ταύταις μὲν οὖν ἐπιβαίνειν, καὶ τὰ τοσαῦτα θηρία καταπατεῖν τοῖς θειοτέροις τῆς ἐνθέου δυνάμεως αὐτοῦ βαδίσμασιν αὐτὸς ὁ Σωτὴρ λέγεται· τὸ δὲ ἐν μηδενὶ προσκόπτειν, μηδ' ἐμποδὼν γίνεσθαί τινα ταῖς σωματικωτέραις ἐνεργείαις αὐτοῦ, ἄγγελοι τὴν διακονίαν εἰλήφεσαν. Ἀλλ' ὥσπερ ἐπὶ τοῦ σωματικοῦ σκηνώματος αὐτοῦ ἐλέγετο, Μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, καὶ τὸ αἴτιον ἐπήγετο διὰ τοῦ, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· οὕτω καὶ νῦν μετὰ τὸ, Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις δράκοντα καὶ λέοντα, πάλιν ἡ αἰτία ἐπιλέγεται, οὐκ ἐπ' ἀγγέλους ἀναφέρουσα, ἀλλ' ἐπ' αὐτὸν τὸν Ὕψιστον, οὗ ἐκ προσώπου λέλεκται, Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Πῶς δὲ ἐπ' αὐτὸν ἤλπισε, προλαβὼν ἐδίδαξεν ὁ λόγος εἰπών· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου· καὶ, Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν.
Concerning these things the writing of the Gospel also bears witness, saying, that Angels came and ministered to him. But the more important and greater and higher things he no longer assigns to angels, but to the Savior himself. And what these were has been made clear through the preceding: among which was also this, A thousand shall fall from your side and ten thousand from your right. And the end of all things and the last victory of our Savior over all is set before us through this, You shall tread upon the asp and the basilisk and trample the dragon and the lion. And I think that by these are indicated principalities and powers and world-rulers, and the spiritual things of wickedness. To step upon these, then, and to trample down such great beasts with the more divine steps of his God-inspired power, the Savior himself is said to do; but that he should not stumble in anything, nor should anything become an obstacle to his more bodily activities, the angels had received as their ministry. But just as in the case of his bodily tabernacle it was said, A scourge shall not come near your tabernacle, and the cause was added through this, For he will command his angels concerning you; so also now, after You shall tread upon the asp and the basilisk, and trample the dragon and the lion, again the cause is added, not referring to angels, but to the Most High himself, in whose person it has been said, Because he hoped in me, and I will deliver him. And how he hoped in him, the word taught beforehand, saying: He who dwells in the help of the Most High; and, He shall say to the Lord: You are my helper, and my refuge, my God, and I will hope in him.
Ἡ τοίνυν ἐπινίκιος καὶ τελευταία πρᾶξις μετὰ πάσας τὰς προκαταλεχθείσας τοῦ Σωτῆρος ἡμῶν, ἢ καὶ τοῦ ἐν αὐτῷ τελειουμένου ἀνδρὸς, ἢ καὶ τοῦ αὐτοῦ τελείου σώματος τῆς Ἐκκλησίας αὐτοῦ, δηλωθεῖσα διὰ τοῦ, Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις δράκοντα καὶ λέοντα, τὴν πᾶσαν ἀναφορὰν καὶ τῆς νίκης τὴν αἰτίαν ἐπὶ τῷ Ὑψίστῳ ἀνατίθησι. Διὸ λέλεκται· Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι καὶ δοξάσω αὐτόν. Καί μοι δοκεῖ καθ' ἑτέραν διάνοιαν ἡ προφητεία θεσπίζειν πάντα τὸν τρόπον τοῦ κατὰ ἄνθρωπον βίου τοῦ Σωτῆρος ἡμῶν· λέγω δὲ τὸν πρῶτον πειρασμὸν, καὶ τὸν κατὰ τὸ πάθος, τήν τε μετὰ τὴν λύσιν τοῦ σώματος ἐπὶ τὰς ἀντικειμένας δυνάμεις ἔφοδον. Καὶ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ· κοινότερον δὲ οὕτω λεγέσθω ἡ παροῦσα προφητεία τὸν πειρασμὸν αἰνίττεσθαι τὸν ἐπὶ τῆς ἐρήμου, ὃν ἐν τοῖς Εὐαγγελίοις εἰσῆκται πειραθεὶς ὑπὸ τοῦ διαβόλου· τὰ δὲ δεύτερα, ἐν οἷς ἀγγέλους διακονεῖσθαι τῷ αὐτοῦ σώματι παρέστησεν ὁ λόγος, τὴν κατὰ τὸν ἀνθρώπινον βίον διατριβὴν αὐτοῦ· τὰ δὲ τρίτα, δι' ὧν λέγεται ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκέναι, καὶ καταπεπατηκέναι δράκοντα καὶ λέοντα, τὴν μετὰ τὸν θάνατον κατὰ τῶν ἀρχοντικῶν πνευμάτων νίκην· μεθ' ἃ πάντα ἐπιλέγεται· Ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν· Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, τῆς μετὰ τὸν θάνατον ἐκ νεκρῶν σωτηρίας, καὶ τῆς μακραίωνος καὶ ἀθανάτου ζωῆς, τῆς τε ἐνθέου δόξης καὶ τῆς παρὰ τῷ Πατρὶ τιμῆς τε καὶ βασιλείας διὰ τούτων παρισταμένης.
The final and victorious act, therefore, after all the things previously enumerated concerning our Savior—or concerning the man who is perfected in him, or concerning his own perfect body, the Church—having been made clear through the words, You shall tread upon the asp and the basilisk, and you shall trample underfoot the dragon and the lion, ascribes the whole offering and the cause of the victory to the Most High. Therefore it has been said: Because he hoped in me, I will deliver him; because he knew my name. I am with him in tribulation; I will rescue him and glorify him. And it seems to me that, according to another understanding, the prophecy foretells the entire manner of our Savior's human life—I mean the first temptation, and that which pertains to the passion, and the assault after the dissolution of the body against the opposing powers. And the first parts of the psalm—but let the present prophecy be spoken of more generally thus—hint at the temptation in the wilderness, which in the Gospels is presented as his being tempted by the devil; the second parts, in which the account sets forth angels ministering to his body, [hint at] his sojourn in human life; the third parts, through which it is said that he has trodden upon the asp and the basilisk and trampled underfoot the dragon and the lion, [hint at] the victory after death over the ruling spirits; after all these things it is added: I will rescue him and glorify him; with length of days I will fill him, and I will show him my salvation—the salvation after death from the dead, and the long-lived and immortal life, and the divine glory and the honor and kingdom with the Father being set forth through these things.
ΨΑΛΜΟΣ ΩΔΗΣ, ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΟΥ ΣΑΒΒΑΤΟΥ. Αʹ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ. Τὰς τῶν Σαββάτων ἡμέρας οἱ πρὸ Μωϋσέως δίκαιοι καὶ θεοφιλεῖς ἄνδρες οὔτ' ᾔδεσαν, οὔτ' ἐφύλαττον. Οὔτ' οὖν αὐτὸς Ἀβραὰμ, οὔτε Ἰσαὰκ, οὔτε Ἰακὼβ, οὔτε οἱ τούτου παῖδες, ἀλλ' οὐδὲ οἱ ἔτι τούτων τῷ χρόνῳ παλαιότεροι φαίνονται γινώσκοντες ἡμέραν Σαββάτου. Ἐπεὶ τοίνυν οἱ ἐκ περιτομῆς, ὡς μέγα τι κατορθοῦντες, τὰ Σάββατα φυλάττειν ἡγοῦνται, ἃ οὐδὲ φυλάττουσι κατὰ τὸ βούλημα τοῦ νόμου, παραθετέον αὐτοῖς τὰ εἰρημένα. Καὶ ἐπειδὴ κατάπαυσιν σημαίνει τὸ Σάββατον, γέγραπται γοῦν· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ζʹ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε, καὶ ἡγίασεν αὐτήν· ἐρεῖς, ὅτι προσήκει νοῆσαι Θεοῦ κατάπαυσιν, καὶ τὸ ἀληθινὸν Σάββατον ἐκδέξασθαι ἐπαξίως τοῦ Θεοῦ. Τοὺς γὰρ ἀσεβεῖς ἀνθρώπους φησὶ μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ λέγων ἐν ψαλμοῖς, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Οὐκοῦν ἀναγκαῖον κατὰ διάνοιαν ἐκλαβεῖν Σάββατα Θεοῦ, καὶ ἀνάπαυσιν Θεῷ πρέπουσαν, ἧς ἀσεβεῖς μὲν οὐκ ἀξιοῦνται, μόνοι δὲ οἱ δίκαιοι καὶ τοῦ Θεοῦ φίλοι. Οὕτω γοῦν εἴποιμεν ἂν καὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ, τούς τε πρὸ αὐτῶν καὶ μετ' αὐτοὺς θεοφιλεῖς πάντας κατὰ διάνοιαν ἐγνωκέναι καὶ πεφυλακέναι τὰ Σάββατα τοῦ Θεοῦ, καὶ εἰσεληλυθέναι εἰς τὴν κατάπαυσιν αὐτοῦ.
A PSALM OF A SONG, FOR THE DAY OF THE SABBATH. 1. It is good to give thanks to the Lord, and to sing to your name, O Most High, to declare your mercy in the morning and your truth by night, on a ten-stringed psaltery with a song, on the lyre. The days of the Sabbaths the righteous and God-loving men before Moses neither knew nor kept. For neither Abraham himself, nor Isaac, nor Jacob, nor this man's children, but not even those older than these in time, appear to know a day of Sabbath. Since, therefore, those of the circumcision think they are accomplishing something great by keeping the Sabbaths, which they do not even keep according to the will of the law, the things that have been said must be set before them. And since the Sabbath signifies a rest, it is written at any rate: And God rested on the seventh day from all his works which he made, and he sanctified it; you will say that it is fitting to understand God's rest, and to await the true Sabbath in a manner worthy of God. For he says that impious men shall not enter into his rest, saying in the Psalms, They are always led astray in their heart. But they did not know my ways, as I swore in my anger, if they shall enter into my rest. Therefore it is necessary to understand in a spiritual sense the Sabbaths of God, and a rest befitting God, of which the impious are not deemed worthy, but only the righteous and the friends of God. In this way, then, we would say that Abraham, and Isaac, and Jacob, and all the God-loving men both before them and after them, knew in a spiritual sense and kept the Sabbaths of God, and entered into his rest.
Τί δὴ οὖν σημαίνει τὸ Σάββατον, ἀναγκαῖον ἐπιστῆσαι. Ὁ λόγος ἀνάπαυσιν δηλοῖ Θεοῦ· εἰσάγει τε ταύτην μετὰ τὴν τῶν αἰσθητῶν κοσμοποιίαν. Θεοῦ δὲ ἀνάπαυσις τίς ἂν γένοιτο ἑτέρα τῆς πρὸς τοῖς νοητοῖς καὶ ὑπερκοσμίοις διαγωγῆς; Ὅτε μὲν γὰρ περὶ τὰ αἰσθητὰ περισκοπεῖ καὶ περὶ τὰ ἔργα τῆς τοῦ κόσμου προνοίας καταγίνεται, ἐργάζεσθαι λέγεται· καὶ οὕτως ἀκουστέον λέγοντος τοῦ Σωτῆρος ἡμῶν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ὅτε δὲ πρὸς τοῖς ἀσωμάτοις καὶ ὑπερκοσμίοις ἐστὶ, καὶ, ὡς ἂν εἴποι τις, ἐν τῇ αὐτόσε αὐτοῦ περιωπῇ, τὸ τηνικαῦτα ἀνάπαυσιν ἄγειν, καὶ τὸ αὐτοῦ Σάββατον ἐπιτελεῖν νοεῖται. Κατὰ τὰ αὐτὰ τοιγαροῦν καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ἐπειδὰν, τῶν κοπούντων τὴν ψυχὴν ἔργων (τοιαῦτα δὲ πάντα τὰ σωματικὰ καὶ φίλα τῆς γεώδους σαρκὸς), ἀπαλλαγέντες, ὅλοι γένωνται πρὸς τῷ Θεῷ καὶ πρὸς τῇ τῶν θείων καὶ νοητῶν σχολῇ τε καὶ θεωρίᾳ, τότε τὰ φίλα τῷ Θεῷ Σάββατα καὶ ἀνάπαυσιν Κυρίῳ τῷ Θεῷ ἄγουσι. Καὶ περὶ τῶν τοιούτων Σαββάτων διδάσκει λέγων· Ἆρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ; καὶ πάλιν· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Τὸ γὰρ τέλειον Σάββατον, καὶ ἡ τελεία καὶ ἡ τρισμακαρία κατάπαυσις ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ τυγχάνει, ὑπὲρ τὴν ἑξαήμερον δημιουργίαν καὶ τῶν αἰσθητῶν ἁπάντων ἐκτὸς ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, καὶ στεναγμός·
What, then, does the Sabbath signify? It is necessary to attend to this. The word indicates a rest of God; and it introduces this rest after the creation of the sensible world. But what other rest of God could there be than the converse with intelligible and supracosmic things? For when he looks about the sensible things and is occupied with the works of the providence of the world, he is said to work; and thus we must understand our Savior when he says, My Father works until now, and I work; but when he is with the incorporeal and supracosmic things, and, as one might say, in his own contemplation of himself, at that time he is understood to keep rest and to accomplish his own Sabbath. In the same way, therefore, the men of God also, whenever, having been released from the works that weary the soul (and all such things are bodily and dear to the earthy flesh), they become wholly toward God and toward the leisure and contemplation of divine and intelligible things, then they keep the Sabbaths dear to God and rest to the Lord God. And concerning such Sabbaths he teaches, saying: So then, there remains a sabbath rest for the people of God; and again: Let us therefore strive to enter into that rest. For the perfect Sabbath, and the perfect and thrice-blessed rest, is in the kingdom of God, beyond the six-day creation and outside all sensible things, in incorporeal and supracosmic things, where pain and sorrow and groaning have fled away.
ἔνθα τῆς θνητῆς καὶ φθαρτῆς ζωῆς ἀπαλλαγέντες, καὶ ἀργίαν ἀργήσαντες τὴν θεοφιλῆ καὶ μακαρίαν, τῶν τε σωματικῶν πράξεων καὶ τῆς δουλείας τῆς σαρκὸς ἐλευθερωθέντες, σὺν αὐτῷ τῷ Θεῷ καὶ παρ' αὐτῷ γενόμενοι, σαββατίσομέν τε καὶ ἀναπαυσόμεθα. Διό φησιν ὁ Ἀπόστολος· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Εἰκόνα δ' ἐκείνου τοῦ Σαββάτου καὶ τῆς τελείας ἐκείνης καὶ τρισμακαρίας ἀναπαύσεως φέροντες ἐπὶ γῆς τοῦ Θεοῦ ἄνδρες, σχολὴν μὲν ἐποιοῦντο καὶ ἀργίαν τῶν μακρὰν ἀφιστάντων τοῦ Θεοῦ, ὅλοι δὲ πρὸς τῇ τῶν θείων θεωρίᾳ γιγνόμενοι, δι' ἡμέρας τε καὶ νυκτὸς τῇ τῶν ἱερῶν λόγων μελέτῃ προσκαρτεροῦντες, ἅγια Σάββατα καὶ ἀνάπαυσιν φίλην τῷ Θεῷ διανέπαυον τότε καὶ ἐσαββάτιζον. Ἔνθεν
εἰκότως καὶ ὁ Μωϋσέως νόμος, σκιὰς τῶν εἰρημένων καὶ σύμβολα παραδιδοὺς, ἡμέραν τινὰ τοῖς πλήθεσιν ἀφώρισε, ὅπως κἂν ταύτῃ ἀπέχωνται μὲν τῶν συνήθων ἔργων, σχολάζοιεν δὲ τῇ τοῦ θείου νόμου μελέτῃ. Ὅ γε μὴν παρὼν ψαλμὸς διαῤῥήδην διδάσκει ἐπὶ τοῦτο δεῖν τὴν τοῦ Σαββάτου σχολὴν ποιεῖσθαι καὶ τὴν τῶν ἀνωφελῶν ἀργιῶν ἐπὶ τὸ κατὰ ταὐτὸν συνερχομένους ἐργάζεσθαι τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. Ἦν δὲ πρῶτον ἐξομολογεῖσθαι τῷ Κυρίῳ· δεύτερον ψάλλειν διὰ τῶν μουσικῶν ὀργάνων τῷ ὀνόματι αὐτοῦ· τρίτον ἀναγγέλλειν κατὰ τὰς ἑωθινὰς ὥρας τὸ ἔλεος αὐτοῦ· τέταρτον διηγεῖσθαι τὴν ἀλήθειαν αὐτοῦ κατὰ τοὺς νυκτερινοὺς καιρούς· καὶ ταῦτα πράττειν μὴ μόνον χείλεσι καὶ φωνῇ, ἀλλὰ καὶ διὰ τῆς τῶν μουσικῶν ὀργάνων ἀνακρούσεως· Ἐν δεκαχόρδῳ γὰρ, φησὶ, ψαλτηρίῳ καὶ μετ' ᾠδῆς ἐν κιθάρᾳ.
There, having been released from mortal and corruptible life, and having kept a rest that is beloved of God and blessed, and having been freed from bodily activities and from the slavery of the flesh, having come to be with God himself and in his presence, we shall keep Sabbath and shall rest. Therefore the Apostle says: Let us strive, then, to enter into that rest. And men of God upon the earth, bearing the image of that Sabbath and of that perfect and thrice-blessed rest, used to make for themselves leisure and rest from the things that stand far from God, and becoming wholly devoted to the contemplation of divine things, persevering day and night in the study of the sacred words, they used then to keep holiday and to keep Sabbath—holy Sabbaths and a rest dear to God. Hence
with good reason even the law of Moses, handing down shadows and symbols of the things said, set apart a certain day for the multitudes, so that on that day at least they might abstain from their customary works and devote their leisure to the study of the divine law. Indeed, the present psalm clearly teaches that the leisure of the Sabbath must be directed to this end, and that, coming together for the same purpose, we should perform the works indicated through the psalm instead of useless idleness. And these were, first, to give thanks to the Lord; second, to sing praise to his name through the musical instruments; third, to declare his mercy at the morning hours; fourth, to recount his truth at the nighttime seasons; and to do these things not only with lips and voice, but also through the striking of the musical instruments. For with a ten-stringed harp, it says, and with song on the lyre.
Ὁρᾷς οὖν ὅσα πράττειν ὁ παρὼν λόγος παραινεῖ κατὰ τὴν τῆς ἀναστάσεως ἡμέραν; Ἐπιγέγραπται γοῦν ὁ ψαλμὸς, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου. Ἀλλὰ καὶ οἱ ἱερεῖς ἐν τῷ ἱερῷ κατὰ τὸ Σάββατον ἕτερα πλεῖστα ἔπραττον κατὰ τὸν νόμον. Οὐκ ἄρα ὁλοσχερῶς ἀργεῖν προστάττει. Ἀλλ' οὐδὲ τοῖς ἱερεῦσιν ἡ τοῦ Σαββάτου ἡμέρα νενομοθέτητο· μόνοις δὲ τοῖς μὴ οἵοις τε οὖσι τὸν πάντα χρόνον τῆς αὐτῶν ζωῆς, καὶ πάσας αὐτῶν τὰς ἡμέρας τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ τοῖς τῷ Θεῷ φίλοις ἔργοις σχολάζειν· τούτοις γὰρ ἐκ διαστημάτων ταῦτα πράττειν ἐνομοθέτει. Τοῖς γε μὴν πλησμονῇ γαστρὸς καὶ μέθῃ, καὶ πάσῃ ἀκοσμίᾳ κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου ἑαυτοὺς παρέχουσιν, ὁ Θεὸς διὰ τοῦ προφήτου ἐπανατείνεται λέγων· Οἱ ἐφαπτόμενοι ψευδῶν Σαββάτων· καὶ πάλιν· Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Διὸ δὴ παρῃτημένων ἐκείνων, διὰ τῆς Καινῆς Διαθήκης Λόγος μετήγαγε καὶ μετατέθεικε τὴν τοῦ Σαββάτου ἑορτὴν ἐπὶ τὴν τοῦ φωτὸς ἀνατολὴν, καὶ παρέδωκεν ἡμῖν ἀληθινῆς ἀναπαύσεως εἰκόνα, τὴν σωτηρίαν καὶ Κυριακὴν καὶ πρώτην τοῦ φωτὸς ἡμέραν, καθ' ἣν ὁ Σωτὴρ τοῦ κόσμου μετὰ πάσας αὐτοῦ τὰς ἐν ἀνθρώποις πράξεις, τὴν κατὰ τοῦ θανάτοι νίκην ἀράμενος, τὰς οὐρανίους πύλας ὑπερέβαινεν ὑπὲρ τὴν ἑξαήμερον κοσμοποιίαν γιγνόμενος, τό τε θεοπρεπὲς Σάββατον καὶ τὴν τρισμακαρίαν ἀνάπαυσιν ὑπολαμβάνων, τοῦ Πατρὸς εἰρηκότος αὐτῷ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Do you see, then, how many things the present word exhorts us to do on the day of the resurrection? At any rate, the psalm is inscribed, "For the day of the Sabbath." But also the priests in the temple did very many other things on the Sabbath according to the law. He does not, then, command us to be wholly idle. But neither was the day of the Sabbath legislated for the priests; rather, it was for those alone who are not able to devote the whole time of their life, and all their days, to the worship of God and to the works dear to God; for he legislated that these should do such things at intervals. But to those who give themselves over to fullness of belly and drunkenness and every disorder on the day of the Sabbath, God threatens through the prophet, saying: "Those who cling to false sabbaths"; and again: "Your new moons and sabbaths and the great day I will not endure." Therefore, since those things have been set aside, the Word through the New Covenant has transferred and changed the feast of the Sabbath to the rising of the light, and has handed down to us an image of true rest—the day of salvation, the Lord's day, and the first day of light—on which the Savior of the world, after all his deeds among men, having taken up the victory over death, passed through the heavenly gates, becoming beyond the six-day creation of the world, and receiving the God-befitting Sabbath and the thrice-blessed rest, since the Father said to him: "Sit at my right hand, until I make your enemies a footstool for your feet.
Ἐν ᾗ, φωτὸς οὔσῃ καὶ πρώτῃ καὶ τοῦ ἀληθοῦς ἡλίου ἡμέρᾳ, καὶ ἡμεῖς αὐτοὶ συνερχόμενοι διὰ μέσου ἓξ ἡμερῶν, ἅγιά τε Σάββατα καὶ πνευματικὰ ἑορτάζοντες οἱ ἐξ ἐθνῶν δι' αὐτοῦ λελυτρωμένοι καθ' ὅλης τῆς οἰκουμένης, τὰ τῷ Σαββάτῳ πράττειν τοῖς ἱερεῦσι νενομοθετημένα κατὰ τὸν πνευματικὸν νόμον ἐπιτελοῦμεν. Θυσίας τε γὰρ καὶ ἀναφορὰς ποιούμεθα πνευματικὰς, τὰς καλουμένας θυσίας αἰνέσεως, καὶ θυσίας ἀλαλαγμοῦ· τό τε θυμίαμα τὸ εὐῶδες ἀναπέμπομεν, περὶ οὗ εἴρηται· Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ἀλλὰ καὶ τοὺς ἄρτους τῆς προθέσεως προσφέρομεν, τὴν σωτήριον μνήμην ἀναζωπυροῦντες, τό τε τοῦ ῥαντισμοῦ αἷμα, τοῦ Ἀμνοῦ τοῦ Θεοῦ, τοῦ περιελόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, καθάρσιον τῶν ἡμετέρων ψυχῶν· ποιούμεθά τε τὰ φῶτα τῆς γνώσεως προσώπου τοῦ Θεοῦ ἐξαπτόμενα. Ἀλλὰ καὶ τὰ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ φιλοτίμως ἐκτελεῖν κατὰ τὴν αὐτὴν ἡμέραν σπουδάζομεν, ἔργοις τούτοις καὶ λόγοις ἐξομολογούμενοι Κυρίῳ, καὶ ψάλλοντες τῷ ὀνόματι τοῦ Ὑψίστου· ὄρθρου τε πρὸς αὐταῖς ἀνατολαῖς τοῦ ἡμετέρου φωτὸς τὸ γενόμενον ἔλεος ἐφ' ἡμᾶς τοῦ Θεοῦ διαγγέλλοντες, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ τὰς νύκτας διὰ σώφρονος καὶ ἁγνῆς ἀναστροφῆς ἐν δεικνύμενοι, καὶ πάντα δὴ ὅσα ἄλλα ἐχρῆν ἐν Σαββάτῳ τελεῖν, ταῦτα ἡμεῖς ἐν τῇ Κυριακῇ μετατεθείκαμεν, ὡς ἂν κυριωτέρας οὔσης αὐτῆς, καὶ ἡγουμένης, καὶ πρώτης, καὶ τοῦ Ἰουδαϊκοῦ Σαββάτου τιμιωτέρας. Κατὰ ταύτην γὰρ ἐν τῇ κοσμοποιίᾳ εἰρηκότος τοῦ Θεοῦ, Γενηθήτω φῶς, καὶ
On it, since it is a day of light and the first day and the day of the true sun, we too, gathering together after six days, celebrating holy and spiritual Sabbaths—we who from the nations have been redeemed through him throughout the whole inhabited world—perform according to the spiritual law the things that were legislated for the priests to do on the Sabbath. For we make spiritual sacrifices and offerings, the so-called sacrifices of praise and sacrifices of shouting; and we send up the fragrant incense, about which it is said: Let my prayer be made as incense before you. But we also offer the loaves of the presentation, rekindling the saving remembrance, and the blood of sprinkling of the Lamb of God, who took away the sin of the world, as a purification of our souls; and we kindle the lights of the knowledge of the face of God. But we also strive eagerly to accomplish on the same day the things in the psalm that lies before us, confessing to the Lord by these works and words, and singing psalms to the name of the Most High; and at dawn, toward the very risings of our light, proclaiming the mercy of God that has come upon us, and showing forth his truth in the nights through a sober and pure conduct; and indeed all the other things that had to be performed on the Sabbath, these we have transferred to the Lord's Day, since it is more authoritative, and leading, and first, and more honored than the Jewish Sabbath. For on this day, when God said in the creation of the world, Let there be light, and
ἐγένετο φῶς· καὶ κατ' αὐτὴν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς δικαιοσύνης ἀνατέταλκεν Ἥλιος· διὸ δὴ καὶ ἡμῖν συνέρχεσθαι κατὰ ταύτην παραδέδοται, καὶ τὰ διὰ τοῦ ψαλμοῦ παρηγγελμένα καὶ ἡμῖν ἐπιτελεῖν προστέτακται· ὧν πρῶτόν ἐστι τὸ ἐξομολογεῖσθαι· ἀρχὴ γὰρ ἀγαθῶν ἡ τῶν προτέρων κακῶν ἀπόλυσις διὰ γνησίας μετανοίας καὶ ἐξομολογήσεως ἐγγιγνομένη, ἄγουσά τε ἐπὶ τέλος ἀγαθὸν αὐτὸν τὸν Θεόν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ ὁ Θεὸς, ἀγαθῆς πορείας τῆς ἐπὶ τὸν Θεὸν ἀγούσης, ἀγαθὴ γένοιτ' ἂν ἀρχὴ ἡ ἐξομολόγησις. Διὸ λέλεκται· Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Καὶ γὰρ προσήκει μὴ ἀνθρώποις ἐπιδείκνυσθαι τὴν ἐξομολόγησιν, ἀλλ' αὐτῷ τῷ τὰς καρδίας ἐρευνῶντι Κυρίῳ. Ἐπεὶ δὲ λαμβάνεται ἡ ἐξομολόγησις καὶ ἐπὶ τῆς εὐχαριστίας, ὡς πολλάκις ἡμῖν εἴρηται, εἰκότως κατὰ τὴν Κυριακὴν ἡμέραν καὶ τὰς εὐχαριστίας ἡμῶν ἀποδίδομεν τῷ Κυρίῳ, πανταχοῦ τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνερχόμενοι. Προκόψαντες δὲ διὰ τῆς ἐξομολογήσεως, ἤδη καὶ ψάλλειν κελευόμεθα ἐπὶ κρείττονα ψυχῆς κατάστασιν προελθόντες· ἐπιδόντες δὲ ἔτι καὶ βελτίους γενόμενοι ἑαυτῶν, ἤδη καὶ εἰς ἑτέρους ἀπαγγέλλειν, διδάσκειν τε τοὺς ἡμῖν πλησιάζοντας τὰ τοῦ Κυρίου ἐλέη προσταττόμεθα· καὶ τοῦτο πράττειν κατὰ τὰς πρωϊνὰς ὥρας ὥσπερ ἀπαρχὰς τῶν δι' ἡμέρας πράξεων ἀνατιθέντες τῇ περὶ τοῦ ἐλέους τοῦ Θεοῦ διδασκαλίᾳ.
Light came to be; and on that same day the Sun of righteousness has risen upon our souls. Therefore it has been handed down to us to gather together on this day, and we have been commanded to fulfill also for ourselves the things enjoined through the psalm; the first of these is confession. For the beginning of good things is the release from former evils, coming about through genuine repentance and confession, and leading to a good end—God himself. For if no one is good except God, and a good journey is the one that leads to God, then confession would be a good beginning. Therefore it has been said: It is good to give confession to the Lord. For it is fitting not to display confession to human beings, but to the Lord himself who searches hearts. And since confession is also understood in the sense of thanksgiving, as has often been said by us, it is fitting that on the Lord's day we also render our thanksgivings to the Lord, gathering together in his churches everywhere throughout the inhabited world. Having advanced through confession, we are now commanded also to sing psalms, having come to a better state of soul; and having looked further ahead and become still better than ourselves, we are now instructed also to proclaim to others and to teach those near us the mercies of the Lord; and to do this in the morning hours, as it were dedicating the firstfruits of the day's actions to the teaching about the mercy of God.
Ταῦτα δὲ πράττειν ὁ λόγος παρακελεύεται ἅμα τῇ ἕῳ, προφυλάξαντας δηλαδὴ ἑαυτῶν τὰς ψυχὰς καὶ τὰ σώματα κατὰ τοὺς τῆς νυκτὸς καιροὺς ἅγια καὶ παντὸς μολυσμοῦ καθαρεύοντα, ἀλήθειάν τε εὐσεβείας ἐπιδεδεγμένους, διὰ τοῦ καὶ ταῖς νυκτεριναῖς ὥραις τῆς τοῦ Θεοῦ θεραπείας μεμνῆσθαι. Πάλαι μὲν οὖν, ὁπηνίκα διὰ συμβόλων καὶ τύπων ἐλάτρευον οἱ ἐκ περιτομῆς, οὐκ ἀπεικὸς ἦν διὰ ψαλτηρίων καὶ κιθάρας ἀναπέμπειν τινὰς τῷ Θεῷ τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν ταῖς ἡμέραις τοῦ Σαββάτου, παραλύοντας δηλαδὴ τὴν ἀργίαν, καὶ παραβαίνοντας τὸν νόμον τὸν περὶ τοῦ Σαββάτου· ἡμεῖς δὲ, τὸν ἐν κρυπτῷ Ἰουδαῖον ἀποσώζοντες κατὰ τὸν φάσκοντα Ἀπόστολον· Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ ἡ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, ζῶντι ψαλτηρίῳ καὶ κιθάρᾳ ἐμψύχῳ, πνευματικαῖς τε ᾠδαῖς τὸν ὕμνον ἀποδίδομεν. Παντὸς δ' οὖν ὀργάνου μουσικοῦ γένοιτ' ἂν τῷ Θεῷ προσηνεστέρα ἡ τῶν Χριστοῦ λαῶν συμφωνία, καθ' ἣν ἐν πάσαις ταῖς τοῦ Θεοῦ ἐκκλησίαις, ὁμογνώμονι ψυχῇ καὶ μιᾷ διαθέσει, ὁμοφροσύνῃ τε καὶ ὁμοδοξίᾳ πίστεως καὶ εὐσεβείας, ὁμόφωνον μέλος ἐν ταῖς ψαλμολογίαις ἀναπέμπομεν. Τοιαύταις οὖν ψαλμῳδίαις καὶ κιθάραις πνευματικαῖς χρῆσθαι εἰώθαμεν, ἐπεὶ καὶ τοῦτο διδάσκει ὁ Ἀπόστολος λέγων· Ψαλμοῖς καὶ ᾠδαῖς καὶ ὕμνοις πνευματικοῖς. Εἴη δ' ἂν ἄλλως κιθάρα μὲν τὸ πᾶν σῶμα, οὗ διὰ τῶν κινήσεων καὶ τῶν πράξεων ἡ ψυχὴ τὸν πρέποντα τῷ Θεῷ ὕμνον ἀποδίδωσι·
The Word exhorts us to do these things at dawn, having beforehand guarded our souls and bodies during the times of the night, keeping them holy and pure from all defilement, and having received the truth of piety, through remembering the service of God also in the night hours. Long ago, then, when those of the circumcision worshiped through symbols and types, it was not unreasonable to send up certain hymns to God by means of psalteries and a lyre, and to do this on the days of the Sabbath, thereby relaxing the idleness and transgressing the law concerning the Sabbath. But we, preserving the Jew who is in secret according to the Apostle who says, "For he is not a Jew who is one outwardly, nor is circumcision that which is outward in the flesh; but the Jew is one in secret, and circumcision is of the heart in spirit, not in letter," with a living psaltery and a living lyre, and with spiritual songs, we render the hymn. In any case, the concord of the peoples of Christ would be more pleasing to God than any musical instrument, in which, in all the churches of God, with a like-minded soul and one disposition, in harmony and unity of faith and piety, we send up a harmonious melody in our psalm-singing. With such psalm-songs, then, and spiritual lyres we are accustomed to engage, since the Apostle also teaches this, saying, "with psalms and songs and spiritual hymns." And in another sense, the lyre would be the whole body, through whose movements and actions the soul renders the hymn fitting for God.
ψαλτήριον δὲ δεκάχορδον ἡ τοῦ ἁγίου Πνεύματος διὰ τῶν αἰσθητηρίων πέντε μὲν τοῦ σώματος, ἰσαρίθμων δὲ τῆς ψυχῆς δυνάμεων, ἐπιτελουμένη λατρεία· ἃ δὴ παριστὰς ὁ αὐτὸς Ἀπόστολός φησί που· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· ὡς καὶ τοῦ νοὸς ἰδίας ἔχοντος κινήσεις, δι' ὧν ἀνακρούεται τὸ σῶμα, καὶ τοῦ πνεύματος πάλιν οἰκείας, δι' ὧν τὴν ψυχὴν ἐνεργεῖ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ὁ νοήσας τὴν ὑπὸ τοῦ Θεοῦ πεποιημένην ἡμέραν, περὶ ἧς εἴρηται, Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, οὗτος ἐρεῖ, Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ἀλλ' ἐπειδὴ περὶ τῆς ἡμέρας τοῦ Σαββάτου ὁ παρὼν ψαλμὸς προγέγραπται, ζητήσεις πῶς ἐν ἡμέρᾳ Σαββάτου ηὐφράνθαι λέγει, οὐκ ἐπὶ τῇ καταπαύσει τοῦ Θεοῦ, οὐδ' ἐπὶ τῇ ἀργίᾳ αὐτοῦ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαῖοι, διὰ τὸ ἐν αὐτῇ καταπαῦσαι ἀπὸ πάντων τῶν ἔργων
The ten-stringed psaltery is the worship of the Holy Spirit accomplished through the senses—five of the body, and an equal number of powers of the soul. The same Apostle sets this forth when he says somewhere: "I will pray with the spirit, and I will pray with the mind also; I will sing praise with the spirit, and I will sing praise with the mind also"—since the mind has its own motions, by which the body is struck up, and the spirit again has its own, by which it works the soul. "For you have gladdened me, O Lord, in your work, and in the works of your hands I will rejoice." Whoever has understood the day made by God, of which it is said, "This is the day which the Lord has made; let us rejoice and be glad in it," will say, "For you have gladdened me, O Lord, in your work." But since the present psalm has been inscribed concerning the day of the Sabbath, you will ask how he says he was gladdened on the day of the Sabbath—not at God's rest, nor at his inactivity, as the Jews might suppose, because on it he rested from all his works.
αὐτοῦ, ὧν ἐποίησε. Καὶ μὴν ἐχρῆν, εἴπερ ἄρα εἰς τὸ Ἰουδαϊκὸν Σάββατον ἀνεφέρετο τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα, ἐπὶ τῇ σχολῇ τοῦ Θεοῦ, καὶ τῇ, ὡς ἂν εἴποιεν, ἀναπαύσει καὶ ἀργίᾳ αὐτοῦ ηὐφράνθαι λέγεσθαι· νῦν δὲ οὐχ οὕτω φησὶν, ἀλλ' Εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἄντικρυς παριστὰς ἰδίως μὲν νοεῖσθαι τὸ ποίημα, καὶ πάλιν ἰδίως τὰ ἔργα τῶν χειρῶν τοῦ Θεοῦ, ἐφ' οἷς ηὐφράνθαι ὁμολογεῖ, ἀλλ' οὐκ ἐπὶ τῇ ἀργίᾳ. Εἴη δ' ἂν ποίημα μὲν καθ' ἕνα τρόπον αὕτη ἡ ἡμέρα, περὶ ἧς εἴρηται· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· δηλοῖ δὲ τὴν ἀναστάσιμον καὶ Κυριακὴν ἡμέραν, ὡς ἐν ἑτέροις ἀποδεικτικῶς παρεστήσαμεν, τὰ ἀπὸ τῆς κοσμοποιίας παραθέμενοι, καθ' ἣν ὁ Μωϋσῆς· Ἐν ἀρχῇ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ἐπιλέγει, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν. Ὁρᾷς γὰρ ὡς οὐδὲν ἕτερον ἐν ταύτῃ γίνεται δημιούργημα, ἀλλ' αὕτη μόνη ἡ ἡμέρα, ὡς ἐφαρμόζειν αὐτῇ τὸ φάσκον λόγιον, Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Οὐδὲ γὰρ ἄλλο τι ἀλλ' αὐτὴν τὴν ἡμέραν ἐποίησεν, ἥτις ἦν ἡ πρώτη Κυριακὴ, περὶ ἧς καὶ νῦν λέγεσθαι τὸ, Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ ἐν ταῖς μετὰ ταῦτα ἡμέραις γεγενῆσθαι ἀναγεγραμμένα. Κατὰ δὲ ἕτερον τρόπον λεχθείη ἂν ποίημα μὲν τὰ νοητὰ καὶ λογικὰ καὶ ἀσώματα τοῦ Θεοῦ κτίσματα, καθ' ὃ καὶ ἡ κατ' εἰκόνα τοῦ Θεοῦ γεγενημένη ψυχὴ πεποιῆσθαι ἀναγέγραπται·
of his, which he made. And indeed, if the things indicated by the psalm were being referred to the Jewish Sabbath, it ought to be said that he rejoiced in God's leisure and, as one might say, in his rest and inactivity; but now he does not say so, but, "You have made me glad, O Lord, in your work, and in the works of your hands I will exult," plainly showing that the "work" is understood in its own proper sense, and again the "works of his hands" of God in their own proper sense, in which he confesses he has been made glad, but not in inactivity. And "work" in one sense would be this day, of which it is said: "This is the day which the Lord has made; let us exult and be glad in it"—he indicates the resurrection day and the Lord's day, as we have demonstratively set forth in other places, adducing the things from the creation of the world, according to which Moses says: "In the beginning God made the heaven and the earth"; and he adds: "Let there be light, and there was light; and God called the light day." For you see that no other created thing is made on this day, but this day alone, so that the oracle which says, "This is the day which the Lord has made," applies to it. For he made nothing other than this day itself, which was the first Lord's day, concerning which even now it is said: "For you have made me glad, O Lord, in your work"; but the works of his hands are those recorded to have come into being in the days after these. And in another sense, "work" might be said of the intelligible and rational and incorporeal creatures of God, according to which the soul also, made in the image of God, is recorded to have been made.
ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ καὶ σωματικὰ αὐτοῦ δημιουργήματα, περὶ ὧν εἴρηται· Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. Διδάσκει τοίνυν· ἡ μετὰ χεῖρας Γραφὴ, ἐν τῇ σχολῇ τῶν θείων ἀσκήσεων, καὶ τῇ τῶν σωματικῶν καὶ θνητῶν ἔργων ἀσχολίᾳ τε καὶ ἀργίᾳ, ἥν τινα Σάββατον καὶ ἀνάπαυσιν ὁ λόγος ἀποκαλεῖ, ἐν τῇ θεωρίᾳ τῶν τε νοητῶν ὁμοῦ καὶ τῶν αἰσθητῶν ἔργων τοῦ Θεοῦ σχολάζοντας λέγειν· Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ τὰ νοητὰ δὲ καὶ ἀσώματα καὶ ὑπερκόσμια, τά τε ὁρατὰ αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Ἐμὲ, φησὶν, ηὔφρανας, ὦ Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου· ἀλλ' οὐ καὶ πᾶς ἀνὴρ τὴν αὐτὴν ἐμοὶ φέρει διάθεσιν. Πολλοὶ γάρ εἰσιν ἄφρονες καὶ ἀσύνετοι, οὐ γινώσκοντες, οὐδὲ συνιέντες αὐτὰ δὴ ταῦτα, ἐφ' οἷς αὐτὸς εὐφραίνεσθαι καὶ ἀγαλλιᾷν ὁμολογῶ. Διόπερ ὁ ὡς ἀληθῶς ἄφρων καὶ ἀσύνετος ἀναιρεῖ μὲν τὸ προνοίᾳ καὶ λόγῳ Θεοῦ συνεστάναι τὸ πᾶν, εἱμαρμένῃ δὲ καὶ ἀνάγκῃ, ἀλόγῳ τε φορᾷ καὶ τύχῃ προσγράφει τὰ τηλικαῦτα τοῦ Θεοῦ δημιουργήματα. Ἀλλὰ καὶ ὡς ἀσύνετος προσκόπτει τῇ διοικήσει τοῦ παντὸς, διὰ τὸ δοκεῖν πολλὰς ἀνωμαλίας ἐν τῷ θνητῷ βίῳ θεωρεῖν.
And the works of his hands are his perceptible and bodily creations, concerning which it is said: "For I shall look upon the heavens, the works of your fingers, the moon and the stars, which you established." He teaches, therefore, that the Scripture at hand, in the school of divine exercises, and in the freedom from occupation and inactivity from bodily and mortal works—which the word calls a Sabbath and a rest—says, while attending in contemplation to both the intelligible and the perceptible works of God: "For you have gladdened me, O Lord, in your work, and in the works of your hands I shall exult." For from the greatness and beauty of created things, their Creator is proportionally contemplated; and both the intelligible and incorporeal and supramundane things, and his visible things, being understood by the things that are made from the creation of the world, are clearly seen, according to the holy Apostle. "How greatly have your works been magnified, O Lord; your thoughts have been deepened exceedingly. A foolish man will not know, and a senseless man will not understand these things." Me, he says, you have gladdened, O Lord, in your work, and in the works of your hands; but not every man bears the same disposition as I. For many are foolish and senseless, neither knowing nor understanding these very things, in which I myself confess to be gladdened and to exult. Wherefore the truly foolish and senseless man abolishes the fact that the whole is constituted by the providence and reason of God, and ascribes such great creations of God to fate and necessity, and to irrational impulse and chance. But also as senseless he stumbles at the administration of the whole, because he seems to observe many irregularities in mortal life.
Ὁ μὲν οὖν ἄφρων καὶ ἀσύνετος δυσχεραίνων εὐθὺς ἐπὶ βλάσφημον καὶ ἀσεβῆ λογισμὸν τρέπεται, ἀθεότητά τε καὶ ἀπρονοησίαν, καὶ τὸ εἰκῆ, καὶ ὡς ἔτυχε, τούτων εἶναι φάσκων αἴτια· ἐγὼ δὲ, καὶ ἐπὶ τῶν προειρημένων ἀδήλων εὐσεβεῖν δεδιδαγμένος, πέπεισμαι, ὅτι ὑπὲρ τὴν ἐμὴν σμικρότητα τυγχάνουσιν οἱ τῆς σῆς κρίσεως καὶ διοικήσεως λόγοι. Διό φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! σφόδρα ὑπερυψώθησαν οἱ διαλογισμοί σου. Καὶ πόθεν γὰρ θνητοῖς λογισμοῖς ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, καὶ γινώσκειν τοὺς διαλογισμοὺς αὐτοῦ καθ' οὓς διοικεῖ τὰ ἀνθρώπινα; Ὡς γὰρ οὐδεὶς ἔγνω τῶν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐ δεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ οὐχ οἷός τε λέγειν. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου
ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ· περὶ οὗ εἴρηται· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἅπερ εἰδὼς, οὐδαμῶς ἐπὶ τῇ τῶν ἀνθρώπων ἀνωμαλίᾳ ταράττομαι· χαίρω δὲ καὶ εὐφραίνομαι τοὺς τῆς προνοίας λόγους οὐκ ἀπὸ τῶν κατὰ ἄνθρωπον συμπτωμάτων, ἀπὸ δὲ τῶν ἔργων τῶν χειρῶν τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ποιημάτων αὐτοῦ καταλαμβάνων. Καὶ χαίρω γε καὶ ὑπερευφραίνομαι τοιούτων καταξιωθεὶς, ὧν ἐστέρηται πᾶς ἄφρων καὶ ἀσύνετος, οὐ δυνάμενος ἀπὸ τῶν ἔργων τοῦ Θεοῦ, τοῖς περὶ τῆς καθόλου προνοίας λόγοις μαθητεύεσθαι. Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
The foolish and unintelligent man, immediately vexed, turns to blasphemous and impious reasoning, claiming that godlessness and providence, and that things happen at random and by chance, are the causes of these things. But I, having been taught to be pious even concerning the previously mentioned unclear matters, am persuaded that the reasons of your judgment and governance are beyond my smallness. Therefore I say: How great are your works, O Lord! Your thoughts are exceedingly exalted. For from where could mortal reasonings search out the depths of God and know his thoughts by which he governs human affairs? For just as no one among men has known the things of a man except the spirit that is in him, so also no one has known the things of God except the Spirit of God, and is not able to speak. But we have not received the spirit of the world, but the Spirit of God, concerning which it is said: For the Spirit searches all things, even the depths of God. Knowing these things, I am in no way disturbed by the irregularity of human affairs; but I rejoice and am glad, comprehending the reasons of providence not from human circumstances but from the works of the hands of God and from his creations. And I rejoice and am exceedingly glad, having been deemed worthy of such things as every foolish and unintelligent man is deprived of, being unable to be taught from the works of God the reasons concerning universal providence. When sinners spring up like grass, and all who work iniquity have peered forth, so that they may be utterly destroyed forever and ever.
Ὁ μὲν ἄφρων καὶ ἀσύνετος, ὁρῶν ἀσεβεῖς εὐθυμουμένους, δικαίους δὲ καὶ εὐσεβεῖς κακουμένους οὐ συνίησι τοὺς τῆς Προνοίας λόγους, ἀλλ' εὐθὺς ἐπ' ἀσεβεῖς τρέπεται λογισμοὺς, ἐκπίπτων εἰς ἀθεότητα· ἐγὼ δὲ, τῷ ποιήματί σου ἐνορῶν, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου, μετὰ τῶν ἄλλων συνεῖδον, ὅτι τὸ τέλος τῶν κατὰ τὸν βίον εὐθυμούντων ἀσεβῶν ὄλεθρον περιέχει καὶ ἀπώλειαν· διὸ πολὺ πλέον τοὺς τῆς θείας κρίσεως λόγους ὑπερεκπλήττομαι. Ὥσπερ γοῦν χόρτος καὶ τὰ ἀπὸ γῆς ἄνθη πρὸς ὀλίγον ὡραῖα φαίνεται, καὶ θέλγει τὴν ὅρασιν, καὶ τὴν αἴσθησιν ἅπασαν, ὅσον δὲ οὐδέπω μεταβάλλει καὶ τρέπεται, φθίνει τε ῥᾷστα καὶ ἀπόλλυται· τὸν αὐτὸν τρόπον καὶ οἱ παρὰ τοῖς πολλοῖς θαυμαζόμενοι ἁμαρτωλοὶ ἅμα τε ἀνέτειλαν, καὶ πρὸς ὀλίγον ἀνθήσαντες, διέκυψαν, ἐφάνησάν τε τίνες ποτέ εἰσι, καὶ ὁποίας προαιρέσεως· εἶτ' οὐκ εἰς μακρὸν αὐτοὺς μετῆλθεν οὐκέτι βραχὺς καὶ πρόσκαιρος ὄλεθρος, ἀλλὰ διηνεκὴς ἀπώλεια. Ἐπειδήπερ ἡ σὴ δικαιοκρισία τοῖς ἀνθρωπίνοις ἐφέστηκε πράγμασι, διὸ δὴ μάλιστα συγκεχωρῆσθαι τοῖς ἁμαρτωλοῖς καὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν τὸ ἀνατεῖλαι καὶ διακῦψαι ἡγοῦμαι· ὡς ἂν ἐλεγχθείη αὐτῶν ἡ προαίρεσις, οὐ καλῶς τοῖς τοῦ Θεοῦ δωρήμασι κεχρημένη· διόπερ ἔκδικος αὐτοὺς ὄλεθρος αἰώνιος διαδέξεται. Σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι.
The foolish and unintelligent man, seeing the impious prospering and the righteous and pious suffering, does not understand the principles of Providence, but immediately turns to impious reasonings, falling into godlessness. But I, looking upon your handiwork and the works of your hands, have perceived along with others that the end of the impious who prosper in this life contains destruction and ruin; therefore I am all the more exceedingly struck with wonder at the principles of divine judgment. For just as grass and the flowers of the earth appear beautiful for a short time and charm the sight and every sense, but in no time at all change and turn, and wither most easily and perish—in the same way also the sinners admired by the many, as soon as they sprang up and flourished for a little while, emerged into view, and it was shown what they are and of what disposition; then before long, no longer a brief and temporary destruction, but everlasting ruin overtook them. Since your righteous judgment presides over human affairs, for this reason especially I think that it has been permitted to sinners and to those who work lawlessness to spring up and emerge into view, so that their disposition might be exposed, as not using the gifts of God rightly; therefore an avenging eternal destruction will succeed them. But you are the Most High forever, O Lord. For behold, your enemies, O Lord, for behold, your enemies shall perish, and all who work lawlessness shall be scattered. And my horn shall be exalted like a unicorn's, and my old age in rich oil.
Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις ἐπακούσεται τὸ οὖς μου. Σὺ μὲν, φησὶν, ὦ Κύριε, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων Ὕψιστος ἐν ὑψηλοῖς διαμενεῖς τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐ ταπεινούμενος, οὐκ ἀλλοιούμενος, οὐ κρείττων σαυτοῦ γινόμενος, οὐ τοῖς ταπεινοῖς τῶν ἐπὶ γῆς ὁμοιούμενος, οὐδὲ μικρόν τι καὶ ταπεινὸν φρονῶν καὶ πράττων, ἀλλ' εἰς ἄπειρον σαυτῷ διαμένων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως ἄλλοτε ἄλλως φερόμεθα, καὶ μεταβαλλόμεθα. Οἱ μὲν οὖν ἐχθροί σου, ὦ Κύριε, ὡς ἂν ἑαυτοὺς ἀλλοτρίους καταστήσαντες τῆς παρὰ σοὶ ζωῆς, ἔχθραν τε ἀντὶ φιλίας πρὸς σὲ τὸν μόνον ἀγαθὸν ἑλόμενοι, ἀπολοῦνται, ἑαυτοῖς αἴτιοι γενόμενοι ἀπωλείας, διὰ τὸ μὴ ἐθελῆσαί σοι παραμένειν καί σοι φιλωθῆναι· ἔχθραν δὲ ἄρασθαι τὴν πρὸς σὲ τὸν ἑαυτῶν ποιητήν τε καὶ σωτῆρα. Διὸ κἂν μυρία συναγάγωσιν ἐν τῷ βίῳ τούτῳ χρήματα, καὶ πλοῦτον, καὶ θησαυροὺς, ἀλλὰ τὰ πάντα σὺν ταῖς αὐτῶν ψυχαῖς καὶ αὐτοῖς σώμασι διασκορπισθήσονται. Ἐγὼ δὲ ὁ τὴν πρὸς σὲ γνῶσιν καὶ φιλίαν ἀσπασάμενος, καὶ τῶν ἐχθρῶν σου ἀλλότριος γεγονὼς, πέπεισμαι, ὅτι τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς τεύξομαι τῇ σῇ δικαιοκρισίᾳ πιστεύων· ὥστε εἰ καὶ κατὰ τὸν παρόντα βίον ἄδοξός τις εἶναι δοκοίην καὶ ταπεινὸς παρὰ τοῖς πολλοῖς, ἀλλ' ἐν τῷ τέλει τῶν πραγμάτων ὑψωθήσομαι, μᾶλλον δὲ τὸ κέρας μου ὑψωθήσεται, τουτέστιν ἡ ἐλπὶς τῆς προσδοκωμένης μου παρὰ σοὶ βασιλείας, ἥτις ὑψωθήσεται τοσοῦτον, ὅσον καὶ ἡ τοῦ μονοκέρωτος.
And my eye has looked upon my enemies, and my ear will listen to those who rise up against me and plot evil. You, it says, O Lord, always remaining the same and in like manner, Most High in the heights, will abide for the whole age, not turning, not being brought low, not changing, not becoming greater than yourself, not being likened to the lowly among those on earth, nor thinking or doing anything small and lowly, but remaining like yourself forever; but we, the lowly and far removed from your power, are borne now one way and now another, and are changed. Your enemies, then, O Lord, inasmuch as they have made themselves strangers to the life that is with you, and have chosen enmity instead of friendship toward you, the only good, will perish, having become the cause of destruction to themselves, because they did not wish to remain with you and to be loved by you, but to take up enmity against you, their own Maker and Savior. Therefore even if they gather countless riches in this life, and wealth, and treasures, yet all things together with their souls and their bodies will be scattered. But I, who have embraced the knowledge of and friendship with you, and have become a stranger to your enemies, am persuaded that I shall obtain a change for the better, trusting in your righteous judgment; so that even if in the present life I should seem to be without glory and lowly among the many, yet at the end of things I shall be exalted, or rather my horn shall be exalted, that is, the hope of the kingdom I expect from you, which shall be exalted as much as that of the unicorn.
Εἰ γάρ ἐστί τις ἐν νοητοῖς μονόκερως ἓν κέρας ἐπιγραφόμενός
σε τὸν αὐτοῦ Πατέρα, εὖ οἶδα καὶ αὐτὸς ὁμοίως ἐκείνῳ ὑψωθησόμενος. Ἐπεὶ γὰρ κεκλήμεθα κληρονόμοι εἶναι Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, πέπεισμαι, φησὶ, τῆς αὐτῆς τῷ Χριστῷ σου βασιλείας ἀπολαύσειν, ὁπηνίκα τὸ γῆράς μου, τουτέστι τὰ ἔσχατα τῆς ἐμῆς ζωῆς ὑψωθήσεται ἐν ἐλαίῳ πίονι, Εἰ γὰρ καὶ τὰ μάλιστα τὰ τῆς νεότητος καὶ τὰ τῆς ἀκμῆς τῆς ἐμῆς ψυχῆς ὡς ἐν ἀγῶνι τῷ παρόντι βίῳ ταπεινοῦται γυμναζόμενα, ἀλλὰ τά γε ἔσχατα καὶ τῆς ψυχῆς αὐτῆς τὸ γῆρας, τουτέστιν ἡ τελείωσις τεύξεται τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς, ἐν ἐλαίῳ περιττεύοντι καὶ πλουσίῳ καὶ πίονι, τῷ παρὰ σοὶ, τῷ ἐλεήμονι Θεῷ ζησομένης. Τότε δὴ τότε καὶ ὁ νῦν ἐπὶ τοῖς ἁμαρτωλοῖς ἐκτηκόμενός μου ὀφθαλμὸς, καὶ τὸν θνητὸν βίον ἀποκλαόμενος, ἐπόψεται τοῖς ἐχθροῖς μου, ὁρῶν δίκην τὴν πρέπουσαν διδόντας τοὺς νῦν παρὰ τοῖς πολλοῖς δοξαζομένους, ὧν τὸ τέλος διασκορπισμῷ παραδοθήσεται. Τότε δὲ οὐ μόνον ὁ ὀφθαλμός μου, ἀλλὰ καὶ αὐτὸ τὸ οὖς τῆς ἐμῆς ψυχῆς τὸ τέλος ἀκούσεται τῶν σήμερον ἐπανισταμένων ἐπ' ἐμὲ καὶ πονηρευομένων. Τούτων δ' οὖν ἕνεκα πάντων ὑπερθαυμάζων τοὺς τῆς σῆς προνοίας λόγους, καὶ τὴν ἀποκειμένην τοῖς πᾶσι παρὰ σοῦ δικαιοκρισίαν, ἐγὼ μὲν ὑπερευφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν σου· πᾶς δὲ ἄφρων ἀνὴρ καὶ ἀσύνετος οὐ συνίησι ταῦτα. Διὸ δή φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! καὶ οὐχ ἁπλῶς ἐβαθύνθησαν, ἀλλὰ σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου·
For if there is any among intelligible things that is a unicorn, inscribed with one horn, you, his Father, I know well that I too, like that one, will be exalted. For since we have been called to be heirs of God and joint-heirs with Christ, I am persuaded, he says, that I will enjoy the same kingdom as your Christ, when my old age, that is, the last things of my life, is exalted in rich oil. For even if the things of my youth and the things of the prime of my soul are humbled, as in a contest in the present life, being trained, yet at least the last things and the old age of the soul itself, that is, its perfection, will obtain the change for the better, in oil that is abundant and rich and fat, living with you, the merciful God. Then indeed, then also my eye, which now melts away over sinners and weeps over mortal life, will look upon my enemies, seeing those who are now glorified among the many receiving the punishment that is fitting, whose end will be handed over to scattering. Then not only my eye, but also the very ear of my soul will hear the end of those who today rise up against me and plot evil. For the sake of all these things, therefore, marveling exceedingly at the words of your providence and at the righteous judgment stored up for all by you, I rejoice exceedingly and exult over the works of your hands; but every foolish and senseless man does not understand these things. Therefore I say: How greatly have your works been magnified, O Lord! and not simply have your thoughts been deepened, but they have been deepened exceedingly.
καθ' οὓς διαλογισμοὺς ἀποῤῥήτως καὶ βαθέως διοικεῖς τὸ πᾶν, ἐπιτρέπων καὶ συγχωρῶν ἀσεβέσι μὲν κατὰ τὸν παρόντα καιρὸν ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, τοὺς δὲ εὐσεβεῖς ταπεινοῦσθαι, ὧν τὰ τέλη μαρτυρεῖ σου τῇ θαυμαστῇ καὶ πανσόφῳ διοικήσει· ἃ δὴ συνιδὼν καὶ ὁ θεῖος Ἀπόστολος ἐξεφώνησε τὸ, Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματά σου, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Οἱ μὲν ἁμαρτωλοὶ ὡσεὶ χόρτος ἐλέγοντο ἀνατέλλειν, καὶ καταλλήλως τῷ παραδείγματι τοῦ χόρτου, οὐκ εἰς μακρὸν διαφθείρεσθαι· ἅμα τε γὰρ ἀνέτειλεν ὁ χόρτος καὶ ἐξηράνθη, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὥσπερ οὖν καὶ ἡ τῶν ἁμαρτωλῶν ζωή τε καὶ δόξα· ὁ δὲ δίκαιος οὐ κατὰ τὸν χόρτον, ἀλλὰ φοίνικος δίκην ἀνθήσει, ἄνω που φέρων τὰς ῥίζας, καὶ τὰς κομὰς, οὐ χαμαὶ κειμένας, ἀλλ' εἰς οὐρανὸν ἐκτεινομένας. Τούτων μὲν οὖν ἕνεκα φοίνικι παραβληθείη ἂν ὁ δίκαιος, οὐκ ἔτι δὲ καὶ τῷ μονοφυεῖ στελέχει τοῦ φοίνικος· πολυπληθεῖ γὰρ ἐν τοῖς κλάδοις τοῖς ἅμα αὐτῷ καὶ δι' αὐτοῦ σωζομένοις. Ὧν ἕνεκα παραβλητέον αὐτῇ τῇ κέδρῳ, οὐχ ἁπλῶς, ἀλλὰ τῇ ἐν τῷ Λιβάνῳ· πολλὴ δὲ αὕτη καὶ μεγαλοφυῶς πληθύουσα· ἅτε ἐν ὄρει φύουσα λιπαρωτάτῳ, φέροντι καὶ τρέφοντι οὐρανομήκη φυτά. Οὕτω δ' οὖν καὶ ὁ δίκαιος, μυρίους ἔχων τοὺς δι' αὐτοῦ καὶ σὺν αὐτῷ σωζομένους, κατὰ τοῦτο μὲν ἂν ἐμφερὴς τῇ κέδρῳ, τῷ δὲ φοίνικι κατὰ τὰ ἄλλως δεδηλωμένα. Ἀλλ' οὐ τοιοῦτοι ἦσαν οἱ ἀσεβεῖς, οἱ ὡσεὶ χόρτος ἀνατέλλοντες καὶ παραχρῆμα ἀφανιζόμενοι.
According to those reasonings by which you secretly and deeply govern the whole, permitting and allowing the impious for the present time to be lifted up and exalted, while the pious are humbled—whose outcomes bear witness to your wondrous and all-wise governance. Understanding these things, the divine Apostle also declared, "O the depth of the riches and wisdom and knowledge of God, how unsearchable are your judgments, and how inscrutable his ways." The righteous shall flourish like a palm tree, and like the cedar in Lebanon shall be multiplied. The sinners were said to spring up like grass, and, in keeping with the example of grass, to be destroyed before long; for at once the grass sprang up and withered, and its flower fell away—just as also the life and glory of sinners. But the righteous shall not flourish like grass, but in the manner of a palm, bearing his roots somewhere above, and his branches not lying on the ground but stretched out to heaven. For these reasons, then, the righteous might be compared to a palm, but no longer also to the single-natured trunk of the palm; for he is manifold in his branches—those who are saved together with him and through him. For this reason he must be compared to the cedar itself, not simply, but to the one in Lebanon; for this is great and abundantly multiplied in a noble manner, since it grows on a most fertile mountain, which bears and nourishes plants that reach to heaven. So then the righteous also, having countless ones saved through him and with him, is in this respect like the cedar, and like the palm in the other ways already indicated. But the impious were not such—those who sprang up like grass and were instantly destroyed.
Πεφυτευμένοι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Σπάνιος μὲν ὁ ἄκρως τέλειος, ὁ καὶ δίκαιος ὠνομασμένος, φοίνικι καὶ κέδρῳ παραβεβλημένος· ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, ἰστέον, ὅτι καὶ τῶν ἀτελεστέρων, πλὴν ἀλλὰ τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτείας ἠξιωμένων, ἔστι τι ἀγαθὸν τέλος· ἐν γοῦν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Νοήσεις δὲ καὶ τοῦτο οἶκον μέγαν Κυρίου ἀκούων τὴν Ἐκκλησίαν αὐτοῦ, τὴν ἐπὶ γῆς, κατὰ τὸν φήσαντα Ἀπόστολον· Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· πεφυτευμένους δὲ ἐν ταύτῃ τοὺς τὰς ἀρχὰς τῆς ἐν θεοσεβείᾳ προκοπῆς ἐντεῦθεν εἰληφότας, οἷοι ἦσαν, οὓς ἐφύτευσεν ὁ Παῦλος, δι' οὓς καὶ ἔλεγεν, Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανεν. Οὗτοι οὖν οἱ ἐν τῇ περιγείῳ Ἐκκλησίᾳ τοῦ Θεοῦ πεφυτευμένοι ἄνθος
ἀποδώσουσιν εὐῶδες καὶ γόνιμον καὶ τῶν τελείων καρπῶν οἰστικὸν, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν μεταφυτευθέντες, τουτέστιν ἐν ταῖς ἐπουρανίοις μοναῖς· εἴ γε πολλαὶ παρὰ τῷ Πατρὶ, ἔνθα κατ' ἀξίαν διαμερισθέντες οἱ νῦν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένοι, κατὰ καιρὸν τὸν προσήκοντα ἐξανθήσουσιν. Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐπαθοῦντες ἔσονται, τοῦ ἀναγγεῖλαι, ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Οὐ μόνον φησὶν, ὅτι ἐξανθήσουσιν ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ οἱ σήμερον ἐν τῷ οἴκῳ αὐτοῦ πεφυτευμένοι, ἀλλὰ καὶ αὐτοὶ πληθυνθήσονται, ὥσπερ ἀνωτέρω ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπληθύνετο. Πότε δὲ τοῦτο αὐτοῖς ἔσται, ἀλλ' ἢ ἐν τῷ γήρᾳ τῷ πίονι;
Planted in the house of God, they shall flourish in the courts of our God. Rare indeed is the one who is perfectly complete, who is also called righteous, compared to the palm tree and the cedar; but since not all are such, it must be understood that even for the less perfect—provided they have been deemed worthy of planting in the house of God—there is a good end; at any rate, they shall flourish in the courts of our God. You will also understand this: when you hear the Church of God called His great house—the Church on earth—according to the Apostle who said, "That you may know how one ought to conduct oneself in the house of God, which is the Church of the living God"; and those planted in it are those who have received from there the beginnings of their progress in piety, such as they were whom Paul planted, for whom he also said, "I planted, Apollos watered, but God gave the growth." These, then, who have been planted in the earthly Church of God, will yield a flower fragrant and fertile and capable of bearing perfect fruits, having been transplanted into the courts of our God—that is, into the heavenly dwellings; since indeed there are many mansions with the Father, where, distributed according to worth, those now planted in the house of God shall flourish at the proper time. They shall still be multiplied in a rich old age, and they shall be in prosperity, to declare that the Lord our God is upright, and there is no injustice in Him. He says not only that those planted today in His house shall flourish in the courts of God, but that they themselves shall also be multiplied, just as above the cedar in Lebanon was multiplied. And when shall this be for them, except in a rich old age?
Γῆρας δὲ ἐνταῦθα τὴν τελείωσιν πέπεισο λέγεσθαι τῆς ψυχῆς, ἐν ᾗ γενόμενοι εὐπαθοῦντες ἔσονται οἱ νῦν ἐν τῷ οἴκῳ Κυρίου πεφυτευμένοι. Εἰ γὰρ καὶ τὰ μάλιστα κατὰ τὸν παρόντα καιρὸν, ἐν ᾧ φυτεύονται ἐν τῷ οἴκῳ Κυρίου κακοπαθοῦντες διατελοῦσι, τοὺς πρώτους τῆς γεωργίας πόνους ὑπομένοντες· ἀλλ' ἐπὰν τοῦ γήρως τοῦ πίονος ἀξιωθῶσιν, εὐπαθοῦντες γενήσονται ἀναπαυόμενοι τῶν καμάτων καὶ τῶν ἀγώνων τὰ ἔπαθλα ἀποληψόμενοι· Ὁμολογήσουσί τε, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Εἰ γὰρ μὴ τὰ κατηριθμημένα ἀγαθὰ ἔμελλε διαδέχεσθαι τοὺς τῷ Θεῷ ἀνακειμένους, καὶ εἰ μὴ τὸ ὀλέθριον τέλος περιέμενε τοὺς ἀσεβεῖς καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἦν ἂν τάχα ἀδικίαν ἐπικαλέσαι τῇ τοῦ Θεοῦ προνοίᾳ. Ὅτε δὲ τοιαῦτα τέλη καὶ τοῖς δικαίοις ἡτοίμασται, οἵων καὶ ἡμεῖς εὐχόμεθα τυχεῖν, καὶ τοῖς ἀσεβέσι τοιαῦται ἠπείληνται τιμωρίαι, ἀφ' ὧν γένοιτο ἡμᾶς ῥυσθῆναι· πῶς οὐκ ἀκόλουθον ἂν εἴη ὁμολογεῖν, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ; Ἀλλ' ὁ μὲν ἄφρων ταῦτα οὐ γνώσεται, οὐδὲ ἀσύνετος συνήσει ταῦτα, διὰ τὸ σκοτίζεσθαι ὑπὸ τῆς οἰκείας ἀφροσύνης· ἐγὼ δὲ ὁ γνοὺς αὐτὰ καὶ συνιεὶς διὰ τὸ ὑπὸ θείου Πνεύματος πεφωτίσθαι, καὶ διὰ τὸ θεωρεῖν ὅπως ἐβαθύνθησαν σφόδρα οἱ διαλογισμοὶ τοῦ Θεοῦ· εἰκότως εὐφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τῇ θείᾳ διοικήσει, φέρω τε τὰ παρόντα γενναίως διὰ τὴν τῶν μελλόντων ἐλπίδα.
Here understand "old age" to mean the perfection of the soul, having attained which those now planted in the house of the Lord shall be in a good state. For even if, at the present time, while they are being planted in the house of the Lord, they continue to suffer hardship, enduring the first labors of the cultivation, yet when they are deemed worthy of that rich old age, they shall be in a good state, resting from their toils and receiving the prizes of their struggles. And they shall confess, "That the Lord our God is upright, and there is no injustice in him." For if the good things enumerated were not to succeed those who are consecrated to God, and if a destructive end were not awaiting the impious and those who work lawlessness, one might perhaps bring a charge of injustice against God's providence. But since such ends have been prepared for the righteous—of which kind we also pray to obtain—and such punishments have been threatened against the impious, from which may we be delivered, how would it not be fitting to confess, "That the Lord our God is upright, and there is no injustice in him"? But the fool will not know these things, nor will the senseless understand them, because he is darkened by his own folly. But I, who have known and understood them because I have been enlightened by the divine Spirit, and because I see how exceedingly deep the thoughts of God have become, rightly rejoice and exult over the divine governance, and I bear present circumstances bravely for the hope of things to come.
Ὧν ἕνεκα τὴν πᾶσαν ἐμαυτοῦ σχολὴν, καὶ τὴν ἀπὸ τῶν κακῶν ἀργίαν ἀνατιθεὶς τῷ Θεῷ, τὰ τρυφερὰ καὶ ἅγια Σάββατα ἐπιτελεῖν πειρῶμαι, διὰ τοῦ ἐξομολογεῖσθαι καὶ ψάλλειν καὶ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ νύκτα. Τότε γὰρ μάλιστα ἡ ἀλήθεια τῆς θεοσεβοῦς δείκνυται ψυχῆς, ὅτε, ἐν σκοτίᾳ καὶ σκότει τυγχάνουσα, ὡς ἐν λαμπροτάτῳ φωτὶ καὶ ἐν ἡμέρᾳ διαυγεστάτῃ τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς συνειδήσεως ἐπιδείκνυται. Τοιοῦτος καὶ ὁ μετ' ᾠδῆς εἰρημένος ψαλμὸς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου, τουτέστι τὸν τῆς κατὰ Θεὸν σχολῆς τε καὶ ἀναπαύσεως καιρὸν, ἐν ᾧ καὶ ἡμᾶς τῇ μελέτῃ τῶν θείων μαθημάτων σχολάζοντας, τοὺς εὐχαριστηρίους λόγους τῆς προκειμένης ᾠδῆς ἀναπέμπειν προσήκει τῷ Θεῷ.
ΣΙΝΟΣ ΩΔΗΣ ΤΩ ΔΑΥΙΔ. Βʹ.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐπεὶ κατὰ τὸν Ἀπόστολον ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, τουτέστιν ἀπὸ τῆς πρώτης ἀνθρώπων γενέσεως μέχρι τῆς κατὰ Μωϋσέα σωματικῆς λατρείας, ἥτις ἐπιγείου Ἱερουσαλὴμ πάλαι πρότερον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας συνετελεῖτο· εἰκότως ὅτε ὁ θάνατος ἐβασίλευε, καὶ ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, τουτέστιν ὁ διάβολος κατεκράτει, οὐκ ἦν τότε ἀνθρώπων βασιλεύων ὁ Κύριος, ἀλλά τις πολύθεος καὶ δαιμονικὴ πλάνη. Διδάσκει δὲ ὁ αὐτὸς Ἀπόστολος περὶ τοῦ Σωτῆρος ἡμῶν λέγων· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν παθημάτων, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα
For the sake of these things, devoting my whole leisure and my rest from evil to God, I endeavor to keep the delicate and holy Sabbaths, by confessing and singing psalms and declaring in the morning the mercy of God, and His truth by night. For then especially is the truth of a God-fearing soul shown, when, being in gloom and darkness, it displays the genuineness and purity of its conscience as in the brightest light and in the clearest day. Such also is the psalm spoken with song for the day of the Sabbath, that is, the time of leisure and rest according to God, in which it is fitting that we too, devoting ourselves to the study of divine teachings, send up to God the thanksgiving words of the song set before us.
A SONG OF THE PSALM FOR DAVID. 2.
The Lord has reigned, He has clothed Himself with comeliness. Since, according to the Apostle, death reigned from Adam until Moses, that is, from the first generation of men until the bodily worship according to Moses, which was formerly performed in the earthly Jerusalem until the coming of our Savior Jesus Christ—reasonably, when death reigned and the one who has the power of death, that is, the devil, prevailed, the Lord was not then reigning over men, but rather a certain polytheistic and demonic error. The same Apostle teaches concerning our Savior, saying: Since, then, the children have shared in blood and flesh, He Himself likewise partook of the same sufferings, so that through death He might destroy the one who has the power
τοῦ θανάτου, τουτέστι τὸν διάβολον. Εἰκότως οὖν ὁ προὼν τοῦ Θεοῦ Λόγος, αὐτὸς ὢν ἡ ζωὴ, ἐπὶ καθαιρέσει τοῦ θανάτου θνητὸν ὄργανον τὸ σῶμα τὸ ἀνθρώπειον ἀναλαβὼν, καὶ τοῦτο τῷ θανάτῳ παραδοὺς εἰς ἔνδειξιν τῆς οἰκείας φύσεως, κἄπειτα αὐτὸ τοῦ θανάτου ἐξελὼν εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, λύει μὲν τοῦ θανάτου τὸ κράτος, λύει δὲ καὶ τοῦ διαβόλου τὴν κατὰ τῶν ἀνθρώπων τυραννίδα· ἀλλὰ καὶ τῶν πάλαι κατακρατούντων τοῦ ἀνθρωπείου γένους δαιμόνων πονηρῶν καὶ πνευμάτων ἀκαθάρτων τὴν ἐνέργειαν σβέννυσι, πᾶσάν τε καθελὼν τὴν ἀντικειμένην καὶ ἐχθρὰν τῷ Θεῷ δύναμιν, τὴν πατρικὴν τῷ Θεῷ βασιλείαν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος πᾶσι τοῖς ἔθνεσι προξενεῖ. Διὸ δὴ καταλυθείσης τῆς τοῦ θανάτου δυναστείας, καὶ καταργηθέντος τοῦ τὸ κράτος ἔχοντος τοῦ θανάτου, τουτέστι τοῦ διαβόλου, βασιλεύοντος δὲ ἤδη λοιπὸν τῶν ἐπὶ γῆς ἁπάντων ἐθνῶν τοῦ Κυρίου, σὺν αὐτῷ βασιλευούσης ἀνθρώπων τῆς κατὰ Θεὸν ζωῆς, εἰκότως τὸ θεῖον Πνεῦμα, χορεῦον ἐπὶ τῷ κατορθώματι καὶ πάντας ἡμᾶς ἐπὶ τὴν χορείαν συνάγον, ἀναφωνεῖ καὶ λέγει· Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Βασιλεύει δὲ ὁ Κύριος, αὐτὸς ὢν ἡ ζωὴ, καὶ αὐτὸς ὢν ὁ τοῦ Θεοῦ Λόγος, πάσης ψυχῆς, ἧς μὴ καθάπτεται ἀλογία καὶ ἀφροσύνη, καὶ ἧς μὴ βασιλεύει ἁμαρτία, καὶ ἧς μὴ κρατεῖ ὁ διάβολος, καὶ ἧς μὴ καταδυναστεύει θάνατος, τιτρώσκων αὐτὴν καὶ ἀναιρῶν διὰ τῶν ἰδίων κέντρων. Τὸ δὲ κέντρον τοῦ θανάτου τὴν ἁμαρτίαν εἶναι διδάσκει ὁ Ἀπόστολος, δι' ἧς ἀναιρεῖται ψυχὴ κατὰ τὴν φάσκουσαν προφητείαν· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται.
of death, that is, the devil. Reasonably, then, the pre-existent Word of God, himself being the life, for the destruction of death took up the mortal instrument of the human body, and handed this over to death as a demonstration of his own nature, and then drew it out of death as a proof of his divine power; he looses the power of death, and he looses the tyranny of the devil over men; but he also quenches the activity of the wicked demons and unclean spirits that of old prevailed over the human race, and having brought down all the opposing and hostile power against God, he procures the Father's kingdom for God through the gospel proclamation to all the nations. Therefore, since the dominion of death has been dissolved, and the one who holds the power of death, that is, the devil, has been rendered powerless, and since the Lord now already reigns over all the nations on earth, with the life according to God reigning together with him over men, reasonably the divine Spirit, dancing in triumph over the achievement and gathering us all into the dance, cries out and says: The Lord has reigned, he has clothed himself with majesty. And the Lord reigns, himself being the life, and himself being the Word of God, over every soul which irrationality and folly do not touch, and over which sin does not reign, and which the devil does not rule, and which death does not tyrannize, wounding it and destroying it through its own stings. And the Apostle teaches that the sting of death is sin, through which a soul is destroyed, according to the prophecy that says: The soul that sins, it shall die.
Διὸ ἀσκητέον τὸ μήτε ἀλογίαν, μήτε ἁμαρτίαν, μήτε τὸν διάβολον, μήτε τὸν θάνατον ἡμῶν διὰ τῆς ἁμαρτίας κρατεῖν· μόνον δὲ κυριεύειν ἡμῶν τὸν Λόγον καὶ τὴν ζωὴν, τουτέστι τὸν Κύριον, διὰ πάσης ἀρετῆς βασιλεύοντα τῶν κατηξιωμένων τῆς ὑπ' αὐτοῦ βασιλείας. Ἐπεὶ δὲ μέλλων βασιλεύειν, οὐ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν ὁ τοῦ Θεοῦ Λόγος αὐτὸς ὢν ὁ Κύριος, καὶ οὐ μόνον τῶν ἐν οὐρανοῖς ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, καθὼς αὐτὸς διδάσκει λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, τουτέστι τὸ θνητὸν σῶμα καὶ τὸ ἀνθρώπειον ὄργανον· τοῦτο γὰρ ἦν ἡ μορφὴ τοῦ δούλου· τότε μὲν, ὅτε ταῦτ' ἔπραττεν, ἀπρέπειαν περιεβάλλετο, ὥστε περὶ αὐτοῦ λέγειν, Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλ' ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὅτε δὲ ἀπολαβὼν τὴν δόξαν, ἣν καὶ πρότερον εἶχε παρὰ τῷ Πατρὶ, τὴν τοῦ δούλου μορφὴν ἐπὶ τὸ κρεῖττον μετεσχημάτισε, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησιν, Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, τὸ τηνικαῦτα εὐπρέπειαν ἐνεδύσατο· ὅτε καὶ τὴν τοῦ Πατρὸς βασιλείαν, καὶ τὰ πάντων, οὐ μόνον τῶν ἐν οὐρανοῖς, ἀλλὰ καὶ τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν ἐκράτυνε, πᾶσαν τὴν πολύθεον καθελὼν πλάνην. Διὸ λέλεκται· Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· τὸ γοῦν ἐνεδύσατο, ὡς κατά τινα καιρὸν ἀποδυσαμένου τὴν εὐπρέπειαν, λέλεκται· καὶ ὅτε μὲν ὑπέμενε τὰ κατὰ τὸ πάθος, ἐσταυρώθη, φησὶν ὁ Ἀπόστολος, ἐξ ἀσθενείας·
Therefore one must strive that neither irrationality, nor sin, nor the devil, nor death rule over us through sin; but that the Word and the Life alone—that is, the Lord—rule over us, reigning through every virtue over those deemed worthy of his kingdom. But since the Word of God, himself being the Lord, was about to reign not only over the living but also over the dead, and not only over those in the heavens but also over those on earth, as he himself teaches, saying, "All authority has been given to me in heaven and on earth"—he emptied himself, taking the form of a servant, that is, the mortal body and the human instrument; for this was the form of the servant. At that time, when he was doing these things, he was clothed with unseemliness, so that it was said of him, "We saw him, and he had no form nor beauty; but his form was dishonored and failing beyond the sons of men." But when, having received back the glory which he also had before with the Father, he transformed the form of the servant into something better, according to the apostolic testimony which says, "Who will transform the body of our humiliation, conformed to the body of the glory of Christ"—at that time he put on comeliness; when he also strengthened the kingdom of the Father, and his rule over all, not only of those in the heavens but also of the nations throughout the whole inhabited world, having brought down all the polytheistic error. Therefore it has been said: "The Lord has reigned, he has put on comeliness." The word "he has put on" is spoken as though at some time he had put off the comeliness; and when he endured the things pertaining to the passion, "he was crucified," says the Apostle, "from weakness.
ὅτε δὲ νενικηκὼς τὸν θάνατον, τὴν κατὰ πάντων ἀπελάμβανε βασιλείαν, πάλιν ἐπλήρου τὸ, Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Χριστὸς γὰρ Θεοῦ δύναμις ἦν καὶ Θεοῦ σοφία. Εἶθ' ἅτε τὴν οἰκείαν δύναμιν ἐνδυσάμενος, καὶ ταύτῃ περιζωσάμενος, μεγάλῳ κατορθώματι ἑαυτὸν ἐπιδίδωσι. Τί δὲ ἦν τοῦτο, ἑξῆς ὁ λόγος διδάσκει φάσκων· Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Μικροῦ γὰρ δεῖν ὅλην αὐτὴν διόλου κατὰ βαράθρων ἐνεχθεῖσαν, ὁπηνίκα τὰ τῆς δαιμονικῆς ἐνεργείας κατὰ πάντων ἴσχυεν, ἀνήγειρε καὶ διωρθώσατο, πᾶσαν τὴν ἐχθρὰν καὶ δαιμονικὴν δύναμιν, τήν τε πολύθεον πλάνην ἀνατρέψας. Οὕτω γοῦν ἐστερέωσε τὴν οἰκουμένην, ὡς μηκέτ' αὐτὴν σα
λεύεσθαι τῆς κατὰ Θεὸν εὐσεβείας· καὶ τὴν Ἐκκλησίαν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν πέτραν τεθεμελιωμένην, ἧς πύλαι ᾅδου οὐ κατισχύσουσι, διὰ τῆς οἰκουμένης ὁ λόγος σημήνας, καὶ ταύτην ἀληθῶς ἐστερεῶσθαί φησιν, ἥτις οὐ σαλευθήσεται. Πύλαι γὰρ ᾅδου αὐτῆς οὐ κατισχύσουσι, διὰ τὸ τεθεμελιῶσθαι ἐπὶ τὴν πέτραν. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ τὴν φωνὴν αὐτῶν. Ὁ θρόνος σου, φησὶν, ὦ Κύριε, οὐ νῦν πρῶτον, ὅτε μετὰ τὴν ἐνανθρώπησιν εἰς οὐρανοὺς ἀνελήλυθας, παρεσκευάσθη σοι· ἀλλὰ καὶ πάλαι καὶ πρόπαλαι, καὶ πρὸ πάντων αἰώνων σὸς ἦν, ἀεί τε καὶ διὰ παντὸς ἡτοίμαστό σοι, ἐπειδὴ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑπάρχεις, ὡς αὐτὸς ἐδίδαξας εἰπών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι·
But when he had conquered death and received the kingdom over all things, he again fulfilled the words, The Lord has clothed himself with strength and girded himself. For Christ was the power of God and the wisdom of God. Then, having clothed himself with his own power and girded himself with it, he gives himself over to a great achievement. And what this was, the text teaches next, saying: For indeed he established the inhabited world, which shall not be shaken. For when the things of demonic activity prevailed against all, he raised up and set right almost the whole of it, which had been carried down entirely into the abysses, overthrowing every hostile and demonic power and the error of polytheism. In this way, then, he established the inhabited world, so that it should no longer be shaken from the piety toward God; and by "the inhabited world" the text signifies his Church, which is founded upon the rock, against which the gates of Hades shall not prevail, and says that this is truly established, which shall not be shaken. For the gates of Hades shall not prevail against it, because it has been founded upon the rock. Your throne is ready from then, from the age you are. The rivers lifted up, O Lord, the rivers lifted up their voice. Your throne, he says, O Lord, was not prepared for you now for the first time, when after the incarnation you ascended into the heavens; but long ago and from ancient times, and before all ages it was yours, and always and through all things it has been prepared for you, since you yourself are from the age, or rather before all ages, as you yourself taught, saying: The Lord created me as the beginning of his ways for his works. Before the age he founded me, and before the mountains were established;
πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ἦν μὲν οὖν σὸς ὁ θρόνος καὶ πρὸ πάντων αἰώνων· οὐ μὴν ἀλλὰ καὶ ὅτε ἐκένωσας σεαυτὸν, καὶ τὴν δούλου μορφὴν ἀνείληφας, σοὶ πάλιν ἕτοιμος ἐφυλάττετο· ἐπειδή σοι μόνῳ, καὶ οὐδετέρῳ πρὸς τοῦ σοῦ Πατρὸς εἴρητο· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὕτω γοῦν ἦν ἕτοιμος ὁ θρόνος σου, ἐφ' ὃν σὺν αὐτῷ καθέζεσθαι ὁ γεννήσας σε Πατὴρ παρεκελεύετο. Καὶ ἕτοιμος ἦν ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἀλλ' οὐκ, ἦς, φησὶν, ἀλλ', εἶ. Μόνον γὰρ αὐτῷ τὸ, σὺ εἶ, λέγεσθαι ἁρμόττει. Διὸ καὶ ἐν ἑτέροις εἴρηται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Τοῦτον δὲ τὸν θρόνον καὶ ἐν ἑτέρῳ τὸ θεῖον Πνεῦμα σημαίνει λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἦν μὲν οὖν ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀφ' οὗ δηλαδὴ παρὰ τῷ Πατρὶ ἦς, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Πλὴν ἀλλὰ καὶ νῦν ἐπῆραν οἱ ποταμοὶ, Κύριε. Τί δὲ ἐπῆραν, ἐπιδευτερῶν ἑξῆς τὸν λόγον παρίστησιν εἰπών· Ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν·
Before all the hills he begets me. Your throne was indeed before all the ages; but even when you emptied yourself and took the form of a servant, your throne was again kept ready for you, since it was said to you alone, and to no other, by your Father: Sit at my right hand, until I make your enemies a footstool for your feet. Thus your throne was ready, on which the Father who begot you urged that you should sit with him. And it was ready from then, from the age, since you yourself are from the age. But it was not, he says, but you are. For it befits him alone to be called you are. Therefore it is also said elsewhere: But you are the same, and your years shall not fail. And the divine Spirit signifies this throne also in another place, saying: Your throne, O God, is for ever and ever; a rod of uprightness is the rod of your kingdom. You have loved righteousness and hated lawlessness; therefore God, your God, has anointed you with the oil of gladness beyond your companions. Your throne was therefore ready from then, from when, that is, you were with the Father, since you yourself are from the age. Nevertheless, even now the rivers have lifted up, O Lord. And what they have lifted up, he sets forth the matter again in what follows, saying: The rivers have lifted up their voice.
ταῦτα γὰρ λανθάνοντα πάλαι πρότερον, νῦν εἰς ἐξάκουστον ἁπάντων γέγονε τῶν τοῦ θείου Πνεύματος ἠξιωμένων προφητῶν, ἀποστόλων τε καὶ εὐαγγελιστῶν, μυριάνδρων τε λαῶν τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις καταγγελλόντων τὴν σωτήριον βασιλείαν, οἳ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, τὴν ἐκχυθεῖσαν εἰς πάντας τοῦ Θεοῦ χάριν μεγάλῃ τῇ φωνῇ εὐαγγελιζόμενοι. Ἀλλὰ καὶ τὰς θείας δυνάμεις καὶ τὸ πλῆθος τῶν κατ' οὐρανὸν ἀγγέλων οἶμαι νῦν ποταμοὺς ὀνομάζεσθαι. Οἳ δὴ καὶ αὐτοὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, ὁπηνίκα ἐκ τῆς σὺν ἀνθρώποις διατριβῆς ἀνιόντα εἰς οὐρανοὺς τὸν Σωτῆρα καὶ τὴν τῆς αὐτοῦ θεότητος εὐπρέπειαν ἐνδυόμενον, δυνάμει πατρικῇ περιζωννύμενον, καὶ τὸν οἰκεῖον ἀπολαμβάνοντα τῆς βασιλείας θρόνον ἐθεῶντο. Καὶ τῆς γε φωνῆς αὐτῶν ἐκεῖνα ἦν, δι' ὧν ἐβόων λέγοντες· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ· καὶ πάλιν· Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Καὶ τὰ πλήθη δὲ τῶν ἐν ἀνθρώποις τοῦ Σωτῆρος ἡμῶν ἐκκλησιῶν ποταμηδὸν ἐν αὐταῖς τῶν ἐξ ἐθνῶν πεπιστευκότων συῤῥεόντων ἀεὶ, ἐπαιρόντων τε φωνὴν ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς, ἔν τε ταῖς δι' ὕμνων καὶ ψαλμῶν δοξολογίαις, δύνανται λέγεσθαι ποταμοί· ἐπεὶ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν τοὺς μέλλοντας ἐκ τῆς αὐτοῦ καὶ θείας διδασκαλίας ἀρύεσθαι, καὶ τοῦ ἁγίου Πνεύματος πίνειν, ποταμοῖς παραβάλλει λέγων·
For these things, hidden long before, have now become heard by all—by the prophets deemed worthy of the divine Spirit, by apostles and evangelists, and by countless peoples throughout the whole inhabited world proclaiming in the churches the saving kingdom; these also lifted up their voice, proclaiming with a great voice the grace of God poured out upon all. But I think that now the divine powers and the multitude of angels in heaven are called rivers. These too lifted up their voice when they beheld the Savior ascending from his dwelling among men into the heavens, clothing himself in the splendor of his divinity, girded with the Father's power, and receiving back his own throne of the kingdom. And their voice was that by which they cried out, saying: Lift up the gates, you rulers, and be lifted up, eternal gates, and the King of glory shall enter. Who is this King of glory? The Lord strong and mighty, the Lord mighty in war; and again: The Lord of hosts, he is the King of glory. And the multitudes of our Savior's churches among men, with those from the nations who have believed ever flowing together into them like a river, and lifting up their voice in prayers to God and in doxologies through hymns and psalms, can be called rivers; since our Lord himself also compares to rivers those who are to draw from his divine teaching and drink of the Holy Spirit, saying:
Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἀροῦσι ποταμοὶ ἐπιτρίψεις αὐτῶν ἀπὸ φωνῶν ὑδάτων πολλῶν. Θαυμαστοὶ οἱ
μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψίστοις ὁ Κύριος. Εἰ νενόηνται οἱ ποταμοὶ οἱ ἐπὶ τῇ δόξῃ τῆς τοῦ Κυρίου βασιλείας τὴν αὐτῶν φωνὴν ἐπαίροντες, ἐκ τοῦ ἐναντίου νοηθήτωσαν ἕτεροι ποταμοὶ ἐπιτριβόμενοι καὶ κατεπαιρόμενοι τῆς γνώσεως τοῦ Θεοῦ, ἐναντίως δέ τε διακείμενοι τοῖς ἐπαίρουσι τὴν φωνὴν αὐτῶν τῷ Θεῷ. Οὗτοι δὴ οὖν οἱ ἐναντίοι ποταμοὶ αἴρουσι, φησὶ, τὰς ἐπιτρίψεις αὐτῶν, τουτέστιν ἀποθήσονται πᾶν ἔπαρμα καὶ πάντα τῦφον, καὶ πᾶσαν ἐπιτριβήν· καὶ τοῦτο ποιήσουσιν ἀπὸ τῆς φωνῆς τῶν ἁγίων ὑδάτων. Νοήσεις δὲ τὸ εἰρημένον ἐπιστήσας, ὡς πάλαι μὲν ἐν ἀνθρώποις πολλάκις ἦν ἐπαγγελία σοφίας τοῦ αἰῶνος τούτου, καὶ φιλοσοφίας ἀνθρωπίνης ἐπιτριβή· ἐφ' ᾗ καὶ ἐπήροντο φυσιούμενοι καὶ ἐπιτριβόμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν· ὡς δὴ μεγάλα τινὰ καὶ σοφὰ μαθήματα μετερχόμενοι οἱ σοφοὶ τοῦ αἰῶνος τούτου. Ὅτε γε μὴν εἰς πᾶσαν τὴν γῆν παρ' Ἕλλησί τε καὶ παρὰ βαρβάροις ἐκκλησίαι Θεοῦ συνέστησαν, τὴν ἀληθῆ σοφίαν μετιοῦσαι, καὶ τὰς πρεπούσας τῷ Θεῷ δοξολογίας τε καὶ ὑμνολογίας ποταμηδὸν καὶ μετὰ μείζονος καὶ πεπαῤῥησιασμένης βοῆς ἀναπέμπουσαι, καὶ ὥσπερ ὑδάτων πολλῶν φωνὴν διὰ τὸ πλῆθος θεοσεβούντων ἀφιεῖσαι, τὸ τηνικαῦτα καθῃρέθη ὁ τῦφος τῶν πάλαι νομιζομένων σοφῶν, καὶ πᾶσα αὐτῶν ἐπιτριβὴ τεταπείνωται, τῆς σοφίας αὐτῶν εἰς οὐδὲν λογισθείσης.
Whoever drinks of the water that I shall give him, rivers of living water shall flow from his belly, leaping up to eternal life. The rivers shall lift up their crushings from the voices of many waters. Wonderful are the
surgings of the sea; wonderful is the Lord in the highest places. If the rivers that exalt their voice unto the glory of the Lord's kingdom are understood, then by contrast let other rivers be understood—rivers that are crushed and that exalt themselves against the knowledge of God, and are disposed in opposition to those who lift up their voice to God. These opposing rivers, then, it says, lift up their crushings—that is, they shall put away every exaltation and every pride, and every crushing; and this they shall do from the voice of the holy waters. You will understand what is said by attending to this: that of old among men there was often a proclamation of the wisdom of this age, and a crushing of human philosophy, on account of which they also exalted themselves, puffed up and crushed by the mind of their flesh—as though the wise of this age were pursuing certain great and wise teachings. But when churches of God were established over the whole earth, among Greeks and among barbarians, pursuing the true wisdom and sending up the doxologies and hymnologies befitting God like a river, with a greater and more boldly spoken cry, and, as it were, uttering the voice of many waters through the multitude of those who worship God—at that time the pride of those formerly reputed wise was brought down, and all their crushing was humbled, their wisdom being reckoned as nothing.
Εἰ δέ τις πώποτε ἐθαύμασε καὶ τῆς θαλάσσης τοὺς μετεωρισμοὺς, τοῦ βίου δηλαδὴ τοῦ θνητοῦ τὰς τρικυμίας καὶ τοὺς κλύδωνας τοὺς ἐπαιρομένους κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ἀλλ' ἴστω, ὅτι ὑπὲρ πάντας θαυμαστός ἐστιν ἐν ὑψηλοῖς ὁ Κύριος· ὡς μηκέτ' εὐλόγως τοὺς μετεωρισμοὺς τῆς θαλάσσης φοβεῖσθαι δεῖν τοὺς ἐπὶ τῷ Κυρίῳ πεποιθότας. Εἰκὸς δὲ θαλάσσης εἶναι μετεωρισμοὺς τοὺς ἐπανισταμένους τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διωγμούς· οὓς ὁ τὴν θάλασσαν κατοικῶν δράκων ἐνεργεῖν εἴωθεν, ὁ μετεωρίζων κύματα αὐτῆς, βομβῶν τε καὶ ἠχῶν καὶ ταράττων, καὶ μονονουχὶ ἀπειλῶν πᾶσαν ἄρδην κατακλύσειν τε καὶ ἀφανίσειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Εἴποις δ' ἂν καὶ ἄλλως πρὸς λέξιν ταῦτα διηγούμενος, ἐπαίρειν τοὺς ποταμοὺς, αὐτοὺς δὴ τούτους τοὺς αἰσθητοὺς, τὴν φωνὴν αὐτῶν τῷ Θεῷ, τοῦ δημιουργοῦ τοῦ δὴ καὶ κτίσαντος αὐτοὺς καὶ ὑποστησαμένου τὴν δόξαν ἐμφαίνοντας. Ὡς γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, τὸν αὐτὸν τρόπον ἐκ τῶν μερῶν τοῦ κόσμου τὸ θαῦμα τῆς τοῦ Θεοῦ μεγαλουργίας τοῖς ὁρᾷν δυναμένοις παρίσταται. Εἰ γοῦν τις παρ' ἑαυτῷ λογίσαιτο, πόθεν ἄρα φέρεται ἡ τοσαύτη τῶν ποταμῶν φορὰ, πόθεν τὰ τοσαῦτα μεγέθη καὶ τὰ πλήθη τῆς ὑγρᾶς οὐσίας, πόθεν αἱ μηδὲ πώποτε ἐξ αἰῶνος διαλείψασαι πηγαὶ, αἱ τοὺς ἀεννάους καὶ παμμεγέθεις βρύουσαι ποταμούς· ἀπὸ ποίων ἆρα βυθῶν ὁρμῶνται, καὶ ἐκ ποίας ὑποστάσεως τὸν σύμπαντα ῥέουσιν αἰῶνα·
If anyone has ever marveled also at the swellings of the sea—that is, the tempests of mortal life and the waves lifted up against the knowledge of God—let him know that the Lord is wonderful above all in the heights, so that those who have trusted in the Lord ought no longer reasonably to fear the swellings of the sea. It is likely that the swellings of the sea are the persecutions rising up against the Church of God, which the dragon who dwells in the sea is accustomed to stir up, lifting up its waves, roaring and resounding and troubling, and all but threatening to overwhelm and destroy the Church of God entirely. One might also interpret these words in another way according to the letter: that the rivers—these very perceptible rivers—lift up their voice to God, displaying the glory of the Creator who both made them and established them. For just as the Creator is contemplated from the greatness and beauty of created things, in the same way from the parts of the world the wonder of God's mighty working is presented to those able to see. If, then, someone should reason within himself: from where is such a great rush of rivers borne along? From where come such great magnitudes and multitudes of watery substance? From where are the springs that have never at any time from eternity ceased, gushing forth ever-flowing and immense rivers? From what depths do they spring, and from what substance do they flow throughout all eternity?
εἴ τις ταῦτα ἐννοήσειεν, ὄψεται ὡς μονονουχὶ φωνὴν ἀφίησι, καὶ ἡ διὰ τῶν ποταμῶν αὐτῶν δὴ τούτων παρισταμένη τοῦ κτίστου καὶ δημιουργοῦ τῶν ὅλων μεγαλουργία, μαρτυροῦσα τῇ αὐτοῦ θεότητι. Οὕτω δὲ καὶ τοὺς μετεωρισμοὺς τῆς θαλάσσης ὁρῶν τις, ὡς ἐπαίρεται κυρτούμενα αὐτῆς εἰς ὕψος τὰ κύματα, καὶ ὡς πάλιν ταῦτα συμπίπτοντα ἐν αὐτοῖς θραύεται, καὶ ὡς οὐ δύναται οὐδὲ τολμᾷ τὸν ὅρον καὶ τὸν νόμον ὑπερβῆναι τὸν αὐτοῖς διατεταγμένον, ὄψεται καὶ διὰ τούτων τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας τὴν δύναμιν. Εἶπε γοῦν αὐτῇ, Μέχρι τούτου ἐλεύσῃ, καὶ ἐν σοὶ συντριβήσονταί σου τὰ κύματα, καὶ ὅριον αὐτῇ ἔθετο, καὶ οὐχ ὑπερβήσεται, οὐδὲ ἐπιστρέψει καλῦψαι τὴν γῆν. Καὶ ἑτέρως δὲ παρὰ τὰ εἰρημένα εἴποι ἄν τις θαυμαστοὺς εἶναι τοὺς μετεωρισμοὺς τῆς θαλάσσης, ὁπηνίκα προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ, Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα· ὅτε καὶ ἐπετίμησεν αὐτῇ, καὶ γέγονε γαλήνη μεγάλη. Καὶ ἄλλοτε πάλιν, ὅτε τῷ τοῦ Κυρίου κελεύσματι διαιρεθεῖσα, καὶ εἰς ἑαυτὴν διαστᾶσα καὶ ἀναχωρήσασα, παρέσχε δίοδον τοῖς υἱοῖς Ἰσραὴλ διελθεῖν
If anyone considers these things, he will see that it all but utters a voice, and the mighty work of the Creator and Maker of all things, presented through these very rivers, bears witness to his divinity. In the same way, one who observes the surgings of the sea—how its waves are lifted up and swell to a height, and how again they collapse upon themselves and are broken, and how it can neither prevail nor dare to overstep the boundary and law appointed for it—will see even through these things the power of God's magnificence. For he said to it, "To this point you shall come, and in you your waves shall be broken," and he set a boundary for it, and it shall not overstep it, nor shall it turn back to cover the earth. And in another sense, beyond what has been said, one might call the surgings of the sea wonderful—when the disciples came to him and said, "Lord, save us, we are perishing"; and then he rebuked it, and there was a great calm. And again at another time, when by the Lord's command it was divided and parted from itself and withdrew, it gave a passage for the sons of Israel to cross over
δι' αὐτῆς ὡς διὰ ξηρᾶς γῆς. Καὶ τότε γὰρ θαυμαστοὶ γεγόνασιν αὐτῆς οἱ μετεωρισμοί. Οὐ μὴν ἀλλὰ καὶ οἱ ποταμοὶ ἐπῆραν φωνὴν ἑτέρως, ὅτε ἡ κιβωτὸς διῄει τὸν Ἰορδάνην, ὑπανεχώρει τε καὶ ἵστατο τὰ ὕδατα ἔργοις τὴν δόξαν ἐκβοῶντα τοῦ Θεοῦ· καὶ ὅτε, αὐτοῦ τοῦ Σωτῆρος βαπτισθέντος ἐν τῷ αὐτῷ ποταμῷ, ἡ οὐράνιος φωνὴ Υἱὸν αὐτὸν ἀγαπητὸν εἰς τὰς πάντων ἀκοὰς ἀνεκήρυττε. Τὰ μαρτύρια ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Αἱ περὶ τῶν μελλόντων προφητεῖαι, καθ' ἃς ἐφέροντο καὶ αἱ περὶ τῆς τοῦ Κυρίου βασιλείας μαρτυρίαι, πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, οὔπω παρεῖχον ὁρᾷν τὸ πιστὸν τῶν λόγων. Μετὰ δὲ τὴν ἔκβασιν, καὶ τὰ διὰ τῶν ἔργων ἐπιτελέσματα ἐπιστώθη τὰ μαρτύρια τοῦ Θεοῦ. Πάλαι μὲν γὰρ εἴρητο καὶ προπεφήτευτο, ἐκ μακροῦ τε προσεδοκᾶτο τὰ περὶ τῆς εἰς ἅπαντα τὰ ἔθνη τοῦ Θεοῦ βασιλείας· ἐπιστώθη δὲ τὸ φῆσαν τοῦτο μαρτύριον νῦν, ὅτε ἔργοις ὁρᾶται πεπληρωμένον τὸ λόγιον. Καὶ πάλαι μὲν ἐλέγετο περὶ τοῦ Κυρίου, ὡς ἄρα εὐπρέπειαν ἐνεδύσατο· νῦν δὲ, πιστουμένου τοῦ λόγου δι' αὐτῶν τῶν ἔργων, πέφηνεν ἡ ἀλήθεια τῆς προῤῥήσεως, ὅτε ἀποδυσάμενος τὴν τοῦ Θεοῦ μορφὴν, καὶ τὴν τοῦ δούλου περιθέμενος, καὶ μέχρι γε τοῦ ἀπρεποῦς θανάτου φθάσας, μετὰ ταῦτα τὴν μὲν ἀπρέπειαν ταύτην ἀποτέθειται, ἐνεδύσατο δὲ τῆς πατρικῆς δόξης τὴν εὐπρέ πειαν, τὴν κατὰ πάντων βασιλείαν, τῶν τε ἐν οὐρανοῖς καὶ τῶν ἐπὶ γῆς ἀναδησάμενος. Καὶ πάλιν τὰ μὲν προφητικὰ μαρτύρια περιεῖχεν, ὡς ἐνδυσάμενος δύναμιν ὁ Κύριος, ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
through it as through dry land. For then too its exaltations became marvelous. Indeed, the rivers also lifted up their voice in another way, when the ark passed through the Jordan, and the waters withdrew and stood still, crying out the glory of God by their deeds; and when, after the Savior himself was baptized in that same river, the heavenly voice proclaimed him as the beloved Son in the hearing of all. The testimonies were confirmed exceedingly: Holiness befits your house, O Lord, for length of days. The prophecies concerning things to come, according to which the testimonies concerning the kingdom of the Lord were also borne, before the outcome of events, did not yet allow one to see the credibility of the words. But after the outcome, and the fulfillments accomplished through deeds, the testimonies of God were confirmed. For long ago it had been spoken and foretold, and from afar the things concerning God's kingdom over all the nations were awaited; but this testimony that spoke was confirmed now, when the oracle is seen fulfilled by deeds. And long ago it was said concerning the Lord, that he had clothed himself with splendor; but now, with the word confirmed through the very deeds, the truth of the foretelling has appeared, when, having put off the form of God and put on the form of a servant, and having reached even to an unseemly death, afterward he lays aside this unseemliness and has clothed himself with the splendor of the Father's glory, having bound upon himself the kingdom over all things, both those in heaven and those on earth. And again, the prophetic testimonies contained that, as the Lord having clothed himself with power, he established the inhabited world, which shall not be shaken.
Ἐπιστώθη δὲ καὶ ταῦτα, ὅτε μετὰ τὸ πάθος, τὴν οἰκείαν ἀπολαβὼν δύναμιν, ἐν πάσῃ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ τὴν Ἐκκλησίαν αὐτοῦ ἐστερέωσεν, εἰς τὸ μηκέτι σαλεύεσθαι ὧδε κἀκεῖσε τὰς τῶν ἀνθρώπων ψυχὰς περὶ τὴν ἄθεον δεισιδαιμονίαν πλανωμένας. Καὶ πάλιν τὰ μὲν διὰ τῶν προφητῶν μαρτύρια προεφήτευον, ὡς ἄρα οἱ ποταμοὶ ἐπαροῦσι φωνὴν αὐτῶν, καὶ ἄλλοι ποταμοὶ ἀροῦσι τὰς ἐπιτρίψεις αὐτῶν· καὶ ταῦτα δὲ τὰ μαρτύρια ἐπιστώθη, ὅτε κατὰ πάσας τὰς Ἐκκλησίας τοῦ Θεοῦ καὶ καθ' ὅλης τῆς οἰκουμένης τὰ πλήθη τῶν εὐσεβούντων κατὰ τὸ Εὐαγγέλιον ἐπαίρει φωνὰς εὐχαριστηρίους, τὰς δι' εὐχῶν καὶ ὑμνολογιῶν τῶν πρὸς τὸν Θεὸν ἀναπεμπομένας, ὑφ' ὧν οἱ πάλαι ἐπιτριβόμενοι σοφοὶ τοῦ αἰῶνος τούτου κατῄρηνται, καὶ τὰς ἐπιτρίψεις αὐτῶν περιεῖλον, ὡς πᾶσαν αὐτῶν σβεσθῆναι τὴν φιλοσοφίαν. Κατὰ τὰ αὐτὰ δὲ καὶ τὰς λοιπὰς τῶν προφητειῶν προῤῥήσεις διεξιὼν, ἐφ' ἑκάστῳ ἁρμόσεις τὸ, Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Αἱ μὲν οὖν ἀπὸ τῶν θείων Γραφῶν μαρτυρίαι, σφόδρα τὸ πιστὸν εἰλήφασι διὰ τῆς ἐν ταῖς ἐκβάσεσιν ὁρωμένης ἀληθείας· τῷ δὲ οἴκῳ σου, τουτέστι τῇ Ἐκκλησίᾳ σου, οὐδὲν οὕτω πρέπει εἰς τὸ φυλάττεσθαι αὐτὴν εἰς μακρότητα ἡμερῶν, ὡς ἁγιωσύνη. Ὡς γὰρ τοῖς μαρτυρίοις σου οἰκεία ἐστὶν ἡ ἀλήθεια καὶ ἡ πίστις, οὕτω καὶ τῷ οἴκῳ σου πρέπει ἁγιωσύνη· ὑφ' ἧς φυλαττόμενος μένει καὶ παραμενεῖ εἰς μακρότητα ἡμερῶν. Εἰ γάρ ποτε συμβαίη ἀπρέπειαν ἐν τῷ οἴκῳ σου εὑρεθῆναι, καὶ ἀντὶ ἁγιάσματος βέβηλον, καὶ ἀκάθαρτον, καὶ μυσαρὰν πρᾶξιν, οὐκέθ' οἷόν τε αὐτὸ εἰς μακρότητα ἡμερῶν διαμένειν.
These things were also confirmed when, after his suffering, he recovered his own power and strengthened his Church throughout the whole inhabited world of men, so that the souls of men would no longer be tossed here and there, wandering in godless superstition. And again, the testimonies through the prophets foretold that the rivers would lift up their voice, and other rivers would take up their tribulations; and these testimonies too were confirmed, when throughout all the Churches of God and the whole inhabited world the multitudes of the pious, according to the Gospel, lift up voices of thanksgiving, sent up to God through prayers and hymns, by which the wise of this age, who were formerly afflicted, have been brought down and have taken away their tribulations, so that all their philosophy has been extinguished. In the same way, going through the remaining declarations of the prophecies, he would apply to each one, "Your testimonies have been confirmed exceedingly." The testimonies, then, from the divine Scriptures have received the fullest credibility through the truth seen in their outcomes; but for your house, that is, your Church, nothing is so fitting for guarding it into length of days as holiness. For just as truth and faith are proper to your testimonies, so also holiness is fitting for your house; guarded by it, it remains and will remain into length of days. For if ever it should happen that indecency be found in your house, and instead of sanctification a profane, unclean, and abominable deed, it can no longer remain into length of days.
Ἐρεῖ γὰρ ὁ ἐν αὐτῷ κατοικῶν Θεὸς ἅγιος ὢν καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ἢ, ὃ μὴ γένοιτο, ἀπρεπές τι καὶ ἀλλότριον ἁγιάσματος περὶ τὸν οἶκον αὐτοῦ εὑρηθείη ποτὲ, τὸ, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Διὸ δεήσει ἡμᾶς πρὸ πάντων καὶ ὑπὲρ πάντων φροντίζειν, εἰσιόντας εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἁγιασμοῦ καὶ σωφροσύνης. ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΤΕΤΡΑΔΙ ΣΑΒΒΑΤΩΝ. Γʹ.
Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. Ἀνεπίγραφος μέν ἐστι παρ' Ἑβραίοις ὁ ψαλμὸς, περιέχει δὲ παράκλησιν καὶ παραμυθίαν τῶν κατὰ τὸν
βίον τὸν ἐνεστῶτα διωκομένων καὶ καταπονουμένων εὐσεβείας ἕνεκα, ὧν καὶ τὴν εὐχὴν ὑποκαταβὰς τίθησι. Προτάττει δὲ τῆς εὐχῆς τὴν παράκλησιν καὶ τὴν παραμυθίαν προλαμβάνων τὴν δέησιν τῶν διωκομένων καὶ προθεραπεύων αὐτῶν τοὺς πόνους, ἔργοις τε παριστὰς πληρούμενον ἐπ' αὐτοῖς τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Θαρσεῖτε τοιγαροῦν, ὦ οὗτοι, φησίν· ἔστι γὰρ ὁ Κύριος, ἐφ' ὃν ἠλπίσατε, ὥσπερ Θεὸς ποιητὴς καὶ Θεὸς δημιουργὸς, καὶ Θεὸς σωτὴρ, καὶ Θεὸς εὐεργέτης, καὶ Θεὸς κριτὴς, καὶ Θεὸς πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, μακρόθυμός τε καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς ἁμαρτίαις, καὶ ἄλλας μορίας ἔχων θεϊκὰς ἐπινοίας· οὕτω καὶ Θεὸς ἐκδικήσεων. Μέλει γὰρ αὐτῷ τῶν ἐν οὐρανοῖς πραττομένων, ὡς καὶ δίκην τὴν ἀξίαν παρὰ τῶν ἀδικούντων εἰσπράττεσθαι, κρίνειν τε δικαίως καὶ κολάζειν οὓς δεῖ, ἀποδιδόναι τε ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Θαρσεῖτε τοιγαροῦν μαθόντες, ὅτι Θεὸν ἔχετε ἐκδικήσεων·
For the God who dwells in him, being holy and resting among the saints—or, may it never happen, if ever something unseemly and alien to sanctification should be found concerning his house—will say, "Behold, your house is left to you desolate." Therefore it will be necessary for us, before all things and on behalf of all things, to take thought for sanctification and self-control as we enter into the house of God. A PSALM OF DAVID, FOR THE FOURTH DAY OF THE SABBATHS. 3.
The God of vengeances, the Lord, the God of vengeances has spoken boldly. Among the Hebrews the psalm is without a superscription, but it contains an exhortation and consolation for those who in the present life are persecuted and worn down for the sake of piety, whose prayer he also sets down, condescending to them. He places the exhortation before the prayer, anticipating the supplication of the persecuted and pre-healing their labors, and showing by deeds that the saying is fulfilled in their case: "While you are still speaking, I will say, 'Behold, I am present.'" Take courage, therefore, O you, he says; for the Lord is he in whom you have hoped—as God the Maker and God the Creator, and God the Savior, and God the Benefactor, and God the Judge, and God the Father of mercies, and God of all consolation, long-suffering and greatly merciful and relenting over sins, and having other divine thoughts of countless forms; so also is he the God of vengeances. For he cares for the things done in the heavens, so as both to exact the deserved penalty from those who do wrong, and to judge justly and to punish whom he must, and to render to each according to his works. Take courage, therefore, having learned that you have a God of vengeances.
πέφυκε γὰρ εἶναι Θεὸς ἐκδικήσεων ὁ ὑμέτερος Θεὸς, καὶ τῷ παῤῥησίαν ἄγειν ὡς Θεὸς ἔκδικος τῶν ἀδικουμένων, διαῤῥήδην τε καὶ μετὰ παῤῥησίας τοῦτο διὰ τῶν αὐτοῦ προφητῶν κηρύττει· οὕτω γοῦν αὐτοῦ καὶ ὁ περὶ προνοίας συνίσταται λόγος, καθ' ἢν δικαίως καὶ σοφῶς τὰ σύμπαντα διοικεῖ. Τέως μὲν κατὰ τὸν ἐνεστῶτα βίον, ἀνατέλλων τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ἐξ ἴσου τε τοῖς πᾶσι τὰ αὐτοῦ παρέχων ἀγαθά· κατὰ καιρὸν δὲ τὸν προσήκοντα Θεὸς ἐκδικήσεων γινόμενος, ὅτε καὶ τὴν πρέπουσαν δίκην παρὰ τῶν μὴ καλῶς ταῖς εὐεργεσίαις αὐτοῦ κεχρημένων εἰσπράξεται. Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι ἀδικίαν; Τὸ μὲν θεῖον Πνεῦμα προφητικῶς καὶ περὶ τῆς εὐχῆς τὴν ἀπόκρισιν ἐποιήσατο προλαβὸν τὸ μέλλον ῥηθήσεσθαι μετὰ τὴν εὐχὴν διὰ τὴν πρόγνωσιν τῶν ἐν τῇ εὐχῇ περιεχομένων. Διόπερ οἱ δύο προετάγησαν στίχοι τὴν ἀπόκρισιν περιέχοντες τοῦ ἁγίου Πνεύματος, τὴν ἁρμόζουσαν τῇ προσευχῇ. Τά τε μὴν τῆς ἱκετηρίας τῆς πρὸς τὸν Θεὸν ἀπὸ τοῦ, Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἄρχεται. Φησὶ τοίνυν ὁ Λόγος· Ἀφ' οὗπερ ὁ τῶν ἀνθρώπων ἤρξατο συνεστάναι βίος, ἀπὸ τότε ἁμαρτωλοὶ κατισχύειν τῶν δικαίων ἤρξαντο· ὡς Κάϊν τοῦ Ἄβελ, καὶ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ γίγαντες τῶν ἐν αὐτοῖς· ἀλλὰ καὶ Ἠσαῦ τοῦ Ἰακὼβ, καὶ τοῦ Ἰωσὴφ οἱ ἀδελφοί· καὶ οὕτω προϊὼν τοῖς χρόνοις, εὕροις ἂν καθ' ἑκάστην γενεὰν τοὺς ἁμαρτωλοὺς ἐπανισταμένους τοῖς δικαίοις.
For your God is by nature a God of vengeances, and by bringing forth boldness as a God who avenges the wronged, he proclaims this plainly and with boldness through his own prophets. Thus, at any rate, his account concerning providence is established, according to which he administers all things justly and wisely. For a time, in the present life, he makes his sun rise on the just and the unjust, and sends rain on the evil and the good, and provides his good things equally to all; but at the proper time he becomes a God of vengeances, when he will exact the fitting penalty from those who have not used his benefactions well. Be exalted, you who judge the earth, repay a recompense to the proud. How long, O Lord, shall sinners, how long shall sinners boast? They will speak and utter iniquity, will all those who work iniquity speak? The divine Spirit, in prophetic manner, has also made the answer concerning the prayer, anticipating in advance what was going to be said after the prayer, through foreknowledge of the things contained in the prayer. Therefore the two preceding verses contain the answer of the Holy Spirit, the one suited to the prayer. And indeed the supplication to God begins from "Be exalted, you who judge the earth." The Word says, then: From the time when the life of men began to be established, from then sinners began to prevail over the righteous—as Cain over Abel, and the giants at the time of the flood over those among them; but also Esau over Jacob, and the brothers over Joseph; and thus proceeding through the times, you would find in each generation sinners rising up against the righteous.
Ἕως οὖν πότε, ὦ Κύριε, τοῦτο ἔσται; Ἕως πότε εἰς τοσοῦτον ἐπιτριβῆς ἐλάσουσιν οἱ ἁμαρτωλοὶ, ὡς καὶ ἐγκαυχᾶσθαι ταῖς ἀσεβείαις αὑτῶν, καὶ μηδὲ σιωπᾷν ἐφ' οἷς πράττουσι, μηδὲ ἀποκρύπτειν τὴν αὑτῶν κακίαν, ἀλλὰ καὶ φθέγξασθαι καὶ ἐξάκουστον τοῖς πᾶσιν ἐκλαλεῖν τὰς ἀδικίας αὐτῶν; Ἕως οὖν πότε ἄρα προχωρήσῃ αὐτοῖς ταῦτα ποιοῦσι; Ἀλλὰ γὰρ ἤδη ποτὲ ἐπὶ τὸν ὑψηλὸν ἀναβὰς τῆς δικαιοκρισίας σου θρόνον, Ὑψώθητι ὁ κρίνων τὴν γῆν, καὶ, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις, τὴν ἀξίαν. αὐτοῖς ἀποδιδοὺς τιμωρίαν. Νῦν γάρ σου αὐτοῦ καταπεφρονήκασιν, ὡς μηδὲν ὑψηλὸν ἔχοντος, μηδὲ ὁρῶντος, μηδὲ κρίνοντος τὴν γῆν. Διὸ καὶ ἄκριτα καὶ ἀπρονόητα ὑπειλήφασιν εἶναι τὰ κατὰ τὸν ἑαυτῶν βίον. Ἀλλ' ἐγὼ τῆς ἀσεβείας αὐτῶν ἀλλότριος εἶναι εὐχόμενος, πέπεισμαι, ὅτι σὺ Θεὸς ἐκδικήσεων, ἢ καὶ σὺ εἶ ὁ κρίνων πᾶσαν τὴν γῆν. Εἰ γὰρ καὶ ταπεινοῖς σεαυτὸν, χρηστότητι καὶ ἀνοχῇ καὶ μακροθυμίᾳ χρώμενος, ἐπέχεις τε τὴν κατὰ τῶν ἀσεβῶν ὀργήν· ἀλλ' ἐγὼ πιστεύων, ὅτι οὐδὲν ἔσται ἄκριτον σοῦ ἐφορῶντος τὰ σύμπαντα, ἱκετεύω καὶ δέομαι ὑψωθῆναί σε καὶ δεῖξαι τοῖς πᾶσι τὸ οἰκεῖόν σου μέγεθος καὶ τὸ ὕψος τῆς θεότητός σου· ὅπως ἤδη ποτὲ παύσωνται οἱ ἁμαρτωλοὶ ἐναβρυνόμενοι
How long, then, O Lord, will this be? How long will sinners be carried to such a degree of insolence as even to boast in their own impieties, and not to keep silent about what they do, nor to hide their own wickedness, but even to speak out and proclaim their injustices so as to be heard by all? How long, then, will these things go forward for them as they do them? But come now, at last, having ascended to the lofty throne of your righteous judgment, be exalted, O judge of the earth, and render to the proud the recompense they deserve, rendering to them the punishment they merit. For now they have despised you yourself, as though you had nothing lofty, nor saw, nor judged the earth. Therefore they have supposed that the affairs of their own life are without judgment and without providence. But I, praying to be a stranger to their impiety, am persuaded that you are a God of vengeances, and that you are the one who judges all the earth. For even if you humble yourself, exercising kindness and forbearance and longsuffering, and hold back your anger against the impious, yet I, believing that nothing will be without judgment while you oversee all things, entreat and beseech that you be exalted and show to all your own greatness and the height of your divinity, so that at last the sinners may cease exulting