1 ὅπερ ἁρμόζει παντὶ προτιθεμένῳ ἐξέτασιν ποιήσασθα̣ι λόγου τινὸς τὰ εἰς τὴν ὑπόθεσιν προδιαλαμβάνοντι τοῦ λόγου, ἐν τοῖς νῦν ποιητέον, καὶ μάλιστα ε᾿̣π̣εὶ τὸ προκείμενον βιβλίον ὠφελιμώτατον ὑπάρχον οὐκ εὐκαταφρόνητον ἔχει τὴν νόησιν. κινεῖται γὰρ ἐν αὐτῳ῀̣ ὑπὸ τοῦ Ἰὼβ ὅλο̣ς ὁ περὶ τῶν τοῦ θεοῦ κριμάτων λόγος, καὶ ὡς οὐδὲν τῶν συμβαινόντων ἐπιπόνων ἀνθρώποις ἐκτὸς τῆς τοῦ θεοῦ συνχωρήσεως γίνεται, καὶ ἕτερα δογματικὰ θεωρήματα καὶ ἔτι ἐν τῷ προηγουμένῳ λόγῳ καρτερίας πέρι καὶ ὑπομονῆς καὶ τῆς τῶν ἀδιαφόρων καταφρονήσεως– χρημάτων λέγω καὶ κτημάτων καὶ πολυπαιδίας καὶ εὐπαιδίας–, πρὸς τούτοις καὶ τοῦ αὐτεξουσίου φανέρωσις καὶ τῶν ποικίλων δογμάτων διδασκαλία, ὡς καθ' ἕκαστον τῶν λογίων, εἰς ἃ ταῦτά ἐστιν, θεοῦ διδόντος ὀψόμεθα. εἰ δεῖ τοίνυν τῆς ὑποθέσεως, ἀρκτέον. διάφορος ἡ τῆς τι̣μῆς τῶν οὐσιῶν φαίνεται μεταβολή, τοῦτο μὲν σωμάτων φθειρομένων καὶ αὐξομένων, τοῦτο δὲ καὶ προαιρετικῆς συμβαινούσης μεταβολῆς. καὶ ὅσαι μὲν κατὰ σῶμα γίνονται, οὔτε μεμπτὸν ὑποκείμενον οὔτε ἐπαινετὸν δεικνύουσιν. οὐδεὶς γὰρ οὔτε ἐπὶ φθορᾷ σώματος οὔτε ἐπὶ αὐξήσει ἀποδεκτός· ἔξω γὰρ ταῦτα τοῦ ἐφ' ἡμῖν ἐστιν. ὅσα δὲ λογισμῷ προαιρετικῶς κινουμένου τοῦ ἐνεργοῦντος πράττεται, ταῦτα ἢ ψεκτὸν ἢ ἐπαινετὸν αὐτὸν δείκνυσιν. τοῦτο δ' ἀκολουθεῖ τοῖς ἐκ κακίας εἰς ἀρετὴν ἢ ἐξ ἀρετῆς εἰς κακίαν μεταβάλλουσιν. γέ γονεν τοίνυν λογικὴ οὐσία ἀποστάτις θεοῦ, "ἐνώπιον κυρίου παντοκράτορος τραχηλιάσασα".
What befits everyone who sets out to make an examination of any account, having first laid down beforehand the matters pertaining to the account's subject, must be done in the present case, especially since the book before us, being most beneficial, does not have a meaning that is easy to despise. For in it the whole account concerning the judgments of God is set in motion by Job, and how none of the painful things that happen to human beings comes about apart from God's permission, and other doctrinal insights, and further, in the preceding account, concerning endurance and patience and contempt for things indifferent—I mean money and possessions and having many children and having good children—in addition to these, the manifestation of free will and the teaching of various doctrines, so that, as God grants, we shall see in each of the oracles into which these things enter. If, then, we must begin with the subject, let us begin. The change in the value of substances appears to be of different kinds, both when bodies are corrupted and when they grow, and also when a change arising from choice occurs. And all those changes that come about in relation to the body show neither a blameworthy nor a praiseworthy subject. For no one is acceptable either on account of the corruption of the body or on account of its growth; for these things are outside what is up to us. But all those things that are done by reason when the agent is moved by choice, these show him either blameworthy or praiseworthy. And this follows those who change from vice to virtue or from virtue to vice. A rational substance, then, has become an apostate from God, "having stiffened its neck before the Lord Almighty.
δ αὕτη δ' ἐστὶν ὁ διάβολος οὐ διάβολος γεγενημένη–"ὁ θεὸς" γὰρ "θάνατον οὐκ ἐποίησεν"–, ἀλλὰ τελεία καὶ ἐνάρετος–"πάντα" γὰρ "ὁ θεὸς καλὰ λίαν ἐποίησεν"–, ἥτις ἐκπεσοῦσα τῆς ὀρθῆς καταστάσεως καὶ μακαριότη̣τος φθονεῖ τοῖς ἐπὶ ταύτην τρεπομένοις· "φθόνῳ" γὰρ "διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον". λογίζεται γὰρ ὡς ἔκβολ̣ος πρὸς ἑαυτὸν ὅτι· ἐμποδιστέον τοῖς οὐράνιον ἔχουσιν πολιτείαν, ὅπως μὴ ἐξ ὧν ἐγὼ ἐκπέπτωκα, οὗτοι ἀνέλθωσιν. ἰδίαν γὰρ κατηγορίαν οἴεται τὴν τῶν ἀνθρώπων προκ̣οπήν, διότι αὐτὸς μὲν "ἑωσφόρος" οὐρανῶν καὶ "πρωῒ ἀνατέλλων" ἀστήρ ἐστι καταυγάζων, διὰ δὲ τὸ παρασκευάζειν τοὺς ὑπὸ τοῦ "ἡλίου τῆς δικαιοσύνης" φωτισθησομένους ἐξέπεσεν τῶν οὐρανίων χωρίων. οὗτοι δὲ ω̣·ι̣δ̣·α̣ τῆς ἐναρέτου πολιτείας σπεύδουσιν, οἵτινες πλείονα ῥοπὴν εἰς κακίαν ἔχουσιν. "ἐπιμελῶς" γὰρ "ἡ διάνοια τῶν ἀνθρώπων ἔνκειται ἐπὶ τὰ πονηρά", ὅπερ παραστῆσαι ὁ ἀπόστολος βουλόμενός φησιν· "οὐκ ἀγγέλους κρινοῦμεν;" δηλῶν ὡς ὅτι· ἡμεῖς οἱ τὸν οὐράνιον βίον ζῶντες ἐπὶ γῆς κατακρινοῦμ̣εν τοὺς τὴν ἰδίαν μὴ φυλάξαντας τάξιν, καθὰ καὶ Νινευῖται τοὺς Ἰουδαίους κατακρινοῦσι μὴ πεισθέντας τῷ ςωτῆρι, αὐτοὶ πεπεισμένοι τῶι κηρύγματι Ἰωνᾶ περὶ μετανοίας καταγγείλα̣ντος̣. ἀλλὰ καὶ τὸ περὶ τῆς βασιλίδος Σαβὰ λεγόμενον τῆς αὐτῆς διανοίας ἐστι παραστατικόν·
This one, however, is the devil—not one who has become a devil by nature, for "God did not make death"—but one who was perfect and virtuous, for "God made all things exceedingly good." Having fallen from the right condition and blessedness, she envies those who turn toward it; for "by the envy of the devil death entered into the world." For she reckons herself as cast out, saying to herself: "I must hinder those who possess a heavenly citizenship, so that they may not ascend through the very things from which I have fallen." For she considers the progress of human beings to be her own accusation, because she herself is "the morning star" of the heavens and "the star that rises at dawn," shining brightly, but because she prepared those who were to be enlightened by the "sun of righteousness," she fell from the heavenly places. These, however, hasten toward the height of virtuous conduct—those who have a greater inclination toward wickedness. For "the mind of human beings is earnestly set upon evil things," which the apostle, wishing to establish, says: "Will we not judge angels?"—making clear that we who live the heavenly life on earth will condemn those who did not keep their own order, just as the Ninevites will condemn the Jews who did not obey the Savior, since they themselves were persuaded by the preaching of Jonah when he proclaimed repentance. But also what is said about the queen of Sheba is a confirmation of the same thought.
γυνὴ γὰρ καὶ βασιλὶς καὶ πόρρω καθεστῶσα καὶ διὰ ξένων τοπαρχιῶν διαβαίνειν μέλλουσα πάντα ταῦτα ὑπεριδοῦσα τῆς τοῦ Σολομῶνος σοφίας ἔσπευσεν εἶναι κατήκοος, τῶν Ἰουδαίων ἐγγυ`̣ς ἐχόντων τὸν παιδευτὴν καὶ μηδὲν ἐθελόντων ἐξ αὐτοῦ ὠφεληθῆναι καίτοι πλεῖον ἔχοντος Σολομῶνος. ἐκεῖνος μὲν γὰρ ἐξ αὐτοῦ σοφισθεὶς ὠφέλει, ὁ δὲ ςωτὴρ πρὸς τῇ ἀπὸ τῶν λόγων ὠφελίᾳ καὶ σημείων καὶ τεραστίων ἐπεδείκνυτο θαυματουργι´̣αν ἱκανὴν μεταπείθ̣ειν τοὺς σφόδρα ἀπιστοτάτους· νεκρῶν γὰρ ἀναστάσεις, τυφλῶν ἀναβλέψεις, λεπρῶν καθαρισμοὶ καὶ συνόλως "πάσης νόσου καὶ μαλακίας" ἴασις παρ' αὐτοῦ ἐπετελεῖτο. ὁ φθόνος οὖν ὁ διαβολικὸς οὗτος ἦν, ὅτι ἄνθρωποι τούτων ἐπιλαβέσθαι ἔσπευδον, ὧν αὐτὸς ἐξέπεσεν. διὸ καὶ οὐκ ἀμελεῖ τῆς κατὰ τοῦ γένους ἐπηρείας· ὁ γὰρ "ἀντίδικος ἡμῶν
διάβολος ὡς λέων περιπατεῖ ζητῶν τίνα καταπίῃ". οὕτω καὶ τῷ Ἰούδᾳ λογισμὸν φιλαργυρίας ἐμβαλὼν προδότην αὐτὸν τοῦ ςωτῆρος πεποίηκεν, καθάπερ εἰς οἰκεῖον φωλεὸν εἰς τὴν διάνοιαν αὐτοῦ εἰσελθών. οὕτω καὶ οἱ περὶ Ὑμέναιον καὶ Ἀλέξανδρον "περὶ τὴν πίστιν ἐναυάγησαν" διὰ τοῦτο παθόντες ὄργανόν τε διαβολικὸν διὰ τοῦ ἑκουσίου γεγενημένοι, οὕστινας καὶ "παρέδωκεν αὐτῶι τῷ σατανᾷ" ὁ μακάριος Παῦλος, "ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν". καὶ ὅλως ποικίλη ἡ τοῦ διαβόλου κατὰ τῶν ἀνθρώπων ἔνεδρα γίνεται "ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐνεργοῦντος", οὐκ ἀπεχομένου δὲ καὶ τῶν ἐναρέτων, ἀλλὰ κἀκείνοις ἐπιτρέχοντος. τοῦτο γὰρ σημαίνει τὸ λόγιον παραινοῦν·
For a woman and a queen, and one who stood far away and was about to cross through foreign provinces, despising all these things, hastened to be obedient to the wisdom of Solomon, while the Jews had the Teacher near and were unwilling to be benefited by him at all, although he was greater than Solomon. For that one, having been made wise from himself, benefited others, but the Savior, in addition to the benefit from his words, also displayed through signs and wonders a miraculous power sufficient to change even the most unbelieving. For resurrections of the dead, recoveries of sight for the blind, cleansings of lepers, and in general the healing of "every disease and sickness" were accomplished by him. This, then, was the devilish envy—that human beings hastened to lay hold of those things from which he himself had fallen. Therefore he does not neglect his abuse against the race; for our "adversary the devil walks about like a lion seeking whom he may devour." Thus also, having cast the thought of love of money into Judas, he made him a betrayer of the Savior, entering into his mind as into his own den. Thus also Hymenaeus and Alexander "made shipwreck concerning the faith," suffering this because they had become a devilish instrument through their own free choice, whom also the blessed Paul "handed over to Satan, so that they might be taught not to blaspheme." And in general the devil's ambush against human beings is manifold, "working in the sons of disobedience," nor does he keep away from the virtuous, but he rushes upon them also. For this is what the oracle means when it advises:
"ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς." ἐπιχειρεῖ μὲν καὶ ἀνῆκεν εἰς αὐτὸν καταβαίνων, ἀσφαλὴς δὲ ὁ ἐνάρετος γεγενημένος κωλύει τὴν ἐπιβουλήν. καὶ ὁ Ἰὼβ οὖν τέλειος ὑπάρχων ἀνὴρ καὶ πάντῃ ἀπεχόμενος κακίας καὶ ἀρετῆς μετέχων "οὐ παρεῖχεν τόπον τῷ διαβόλῳ"· εἴρηται γὰρ "δίκαιος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονη5 ροῦ πράγματος", ἅπερ τελειότατον αὐτὸν ἀποδείκνυσιν, οὐ μόνον κακίας ἀπεχόμενον, ἀλλὰ καὶ εἰς ἄκρον ἀρετῆς φθάσαντα. τότε γὰρ κυρίως τις ἀρετὴν ἔχῃ, ὅταν τῶν ἐναντίων διαθέσεων προαιρέσει ἀπέχηται. τοῦτο γὰρ ὁ μακάριος Δαυὶδ παιδεύει λέγων· "ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν." ἀλλὰ καὶ τό· "παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν" τῆς αὐτῆς ἐστι διανοίας. ὁ Ἰὼβ οὖν ἀπεχόμενος κακίας οὐχ οὕτως ἀπείχετο ὡς τὰ βρέφη, ἀλλ' ὡς ἐνεργῶν τελείως τὴν ἀρετήν. ἀπὸ ἀνδρείας δὲ αὐτῶι ὁ ἔπαινος ἐγίνετο οὐχ ὡς τῶν ἄλλων ἀρετῶν ἀπολειπομένῳ –ἠκολούθουν γὰρ αὐτῷ ἅπασαι ἀλλήλων ἠρτημέναι–, ἀλλ' ἐξ ἐπικρατείας τῆς κατὰ τὴν ἀνδρείαν, ὅπερ καὶ ἐπὶ τῶν μακαρισμῶν ἔχει· ὁ γὰρ "πτωχὸς τῷ πνεύματι" ἔχει τὴν βασιλείαν τοῦ θεοῦ καὶ τοῖς ἄλλοις κεκοσμημένος καὶ πρᾶος καὶ δίκαιος ὤν. εἶχεν οὖν καὶ τὰς ἄλλας ἀρετὰς ὁ Ἰώβ, ὡς ἐν τοῖς ἑξῆς δηλοῦται· ὡς γὰρ πρὸς φιλοξενίαν ἦν ἕτοιμος, οὕτως καὶ πρὸς ἐλεημοσύνην, "πατὴρ μὲν ὀρφάνοις γιγνόμενος, τοῖς δὲ ἀδυνάτοις βοηθός, ὀφθαλμὸς τυφλοῖς, ποὺς δὲ χωλῶν" εὑρισκόμενος.
If a spirit of the one who has authority rises up against you, do not leave your place." He does attempt and descend against him, but the one who has become secure in virtue prevents the plot. And Job, therefore, being a perfect man and wholly abstaining from evil and partaking of virtue, "did not give a place to the devil"; for it is said, "just, true, blameless, God-fearing, abstaining from every evil thing," which proves him most perfect, not only abstaining from evil but also reaching the summit of virtue. For then one truly has virtue, when by choice he abstains from the opposing dispositions. For this the blessed David teaches, saying, "Turn away from evil and do good." But also the saying, "Cease from your wickednesses, learn to do good," is of the same mind. Job, then, abstained from evil not as infants do, but as one perfectly practicing virtue. And his praise came from courage, not as though he fell short of the other virtues—for all of them followed him, dependent on one another—but from his mastery in respect of courage, which is also the case with the beatitudes; for the "poor in spirit" has the kingdom of God and is adorned with the others and is meek and just. Job therefore had the other virtues as well, as is shown in what follows; for as he was ready for hospitality, so also for almsgiving, "becoming a father to orphans, a helper to the weak, an eye to the blind, and a foot to the lame.
τὸν οὕτως οὖν ἠσφαλισμένον πάντοθεν πρακτικῇ τε καὶ διανοητικῇ ἀρετῇ–διὰ γὰρ ταύτην ἀληθινὸς εἴρηται ὡς καὶ ἄμεμπτον εἶναι–ἐπειρᾶτο διάβολος τῆς τοσαύτης ἀρετῆς μεθιστᾶν, πολλάκις ὡς εἰκὸς ὑποβάλλων λογισμούς, οὓς ὁ ἅγιος οὐκ ἐδέχετο κατὰ τὸν λέγοντα· "ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον", ὃ δηλοῖ ὅτι· πολλάκις προσελθόντος τοῦ ἀντικειμένου οὐκ ὤκλασα, ὥστε γνῶναι μὲν αὐτὸν παρόντα διὰ τοῦ ἁμαρτάνειν. οὐ γὰρ ἠγνόει παρόντα ἐς ὅσον ἐπολέμει ὁ ἅγιος, ἀλλ' οὕτως οὐκ ἐγίγνωσκεν, ὡς πεῖραν δέχεσθαι τῶν φαύλων αὐτοῦ ἐνθυμήσεων. τελευταίαν δ' ἐπιβουλὴν τὴν τῆς ἐξαιτήσεως καθῆκεν, οἰόμενος διὰ ταύτης αὐτὸν τῆς προσβολῆς τῆς ἀρετῆς μεθιστᾶν, ὅπερ καὶ ἐπὶ τοῦ πατριάρχου Ἀβρὰμ πεποίηκεν, εἴ τῳ φίλον παραδέξασθαι τὴν βίβλον τῆς διαθήκης. πολλὰ κ̣αὶ πολλάκις ἐπιχειρήσας κατὰ τοῦ ἁγίου καὶ πρὸς ἅπαντα ἡττηθείς, ἐπεὶ ἅτε πρὸς ὀψίγονον καὶ ἀγαπητὸν διακείμενον τὸν Ἀβραὰμ ἤλπιζεν διαστρέψειν, προφέρει τὴν ἐξαίτησιν τοῦ παιδός, ἣν ὁ θεὸς δι' ἑαυτοῦ ποιεῖται καταισχῦναι τὸν ἀντικείμενον βουλόμενος λέγων· "λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν ὃν ἠγάπησας", διὰ τῶν ποικίλων ῥημά7 των διεγείρων τοῦ πατρὸς τὸ φιλόστοργον, ἵνα τὸ ἀνδρεῖον αὐτοῦ φανερὸν ποιήσῃ, ὅπερ διετήρησεν μήτε τῆι γυναικὶ ἀνενεγκὼν τὸ ἐσόμενον μήτε τοῖς παισίν, ἵνα μή τι ἐμπόδιον τῶι κατορθώματι γίνηται. ἀλλὰ καὶ πρὸς τοὺς λόγους τοῦ παιδὸς οὐκ ὤκλασεν εἰπόντος· "πάτερ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα·
The devil therefore attempted to move from such great virtue this man who had been so secured on every side by practical and intellectual virtue—for it was on account of this that he was called true, so as also to be blameless. Often, as was likely, he suggested thoughts which the saint did not accept, in accordance with the one who says: "When the evil one turned away from me, I did not know it," which means: often, when the adversary approached, I did not waver, so as to know him present through sinning. For he did not fail to know that he was present insofar as the saint was fighting, but he did not know him in such a way as to accept the experience of his base thoughts. But he let loose as a final plot that of the request, thinking that through this assault he would move him from virtue—which he also did in the case of the patriarch Abram, if anyone is pleased to accept the book of the covenant. Having made many and frequent attempts against the saint and having been defeated in all of them, since he hoped to pervert Abraham, who was disposed toward his late-born and beloved son, he brings forward the request of the child, which God makes on his own behalf, wishing to put the adversary to shame, saying: "Take your son, your beloved one whom you have loved," rousing the father's affection through the varied words, so that he might make manifest his courage, which he preserved by disclosing what was to happen neither to his wife nor to his servants, lest anything become an obstacle to the right action. But he did not waver even at the words of the child when he said: "Father, behold the fire and the wood.
ποῦ τὸ πρόβατον τὸ εἰς τὴν ὁλοκάρπωσιν;" διόπερ πιστεύων, ὅτι κἂν νεκρὸς ὁ παῖς γίνηται δυνατὸς ὁ θεὸς αὐτὸν ἀναστῆσαι, οὐκ ἐνδέδωκεν πρὸς τὸ πρόσταγμα, ἀλλὰ ἐσφαγίασεν ἂν τὸν μονογενῆ, εἰ μὴ θεὸς τὴν προθυμίαν ἀποδεξάμενος περιέσωσεν
αὐτῷ τὸν υἱόν. ὅτι δὲ τοιαύτης ἐπιβουλευτικῆς προθέσεώς ἐστιν διάβολος καὶ ἐκ τοῦ εὐαγγελίου παιδευόμεθα λέγοντος τοῦ ςωτῆρος πρὸς τοὺς ἰδίους μαθητάς· "ἰδοὺ ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον." ὁμώνυμον δὲ τῶι ἀνδρὶ καὶ τὸ βιβλίον ἔχει τὴν ἐπιγραφὴν ἀκολούθως, ἐπεὶ πᾶσα ἡ βίβλος τὴν περὶ αὐτοῦ ἱστορίαν περιέχει, οὐδενὸς ἑτέρου παραβαλλομένου. κἀκεῖνο δὲ ἀκόλουθον προσθεῖναι, ὡς ἐζήτηταί τισιν, τίνος ἂν εἴη τὸ βιβλίον. καὶ οἱ μὲν τῷ ἁγίῳ Ἔσδρᾳ αὐτὸ προσνέμουσιν, ῃαξατ οἱ δὲ καὶ ἐπεὶ ἐν τῶι τέλει τοῦ βιβλίου εἴρηται ῃαξατ ῃαξατ φασίν, ὡς ἐν τοῖς ἀρχείοις ἅτε βασιλεῖς ὄντες οἱ φίλοι τοῦ Ἰὼβ ἀρεσθέντες τῶι κατορθώματι τὴν περὶ τούτου γραφὴν ἀπέθεντο. ζητείτω δὲ ὁ φιλόκαλος περὶ τούτου, εἰ μὴ τὰ εἰρημένα ἐνκρίνει. ἔστιν δὲ ὁ Ἰὼβ πέμπτος ἀπὸ Ἀβραάμ, ὡς καὶ αὐτὸ τοῦτο ἐν τῷ τέλει τοῦ βιβλίου εἴρηται. ῃαξατ ῃαξατ ῃαξατ ῃαξατ ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἐγένοντο δὲ αὐτῶι υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς, καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῶι ἐπὶ τῆς γῆς.
Where is the sheep for the whole burnt offering?" Therefore, believing that even if the child should die, God is able to raise him up, he did not yield to the command, but would have slain his only-begotten son, had not God, accepting his readiness, preserved the son for him. And that the devil is of such a plotting purpose we are also taught from the Gospel, where the Savior says to his own disciples: "Behold, Satan has demanded you, to sift you as wheat." And the book also bears its title as a namesake of the man, correspondingly, since the whole book contains the account concerning him, no other being compared. And it is fitting to add that which has been sought by some: whose the book might be. Some assign it to Saint Esdras, but others say that because at the end of the book it is written, as in the archives—since the friends of Job, being kings, were pleased with his success—they deposited the record concerning this. But let the lover of what is good inquire about this, if he does not approve what has been said. And Job is the fifth from Abraham, as this very thing is also said at the end of the book. There was a certain man in the land of Ausitis, whose name was Job. And that man was true, blameless, just, God-fearing, abstaining from every evil thing. And there were born to him seven sons and three daughters, and his cattle were seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, five hundred female donkeys feeding in herds, and service exceedingly great, and great works were his upon the earth.
ἀκολούθως μέλλων ἀρετὴν ὑπερβάλλουσαν τοῦ μακαρίου Ἰὼβ ὁ λόγος διηγεῖσθαι καὶ χώρας μνημονεύει καὶ τρόπου ἀμέμπτου καὶ πολυπαιδίας καὶ εὐπαιδίας καὶ πλούτου ἔν τε ἀγέλαις καὶ τοῖς ἄλλοις, ἵνα διδάξῃ, ὡς οὐκ εὐτελῶν ὑπερεφρόνησεν –οὐδὲ γὰρ ἔχων αὐτὰ μέγα ἐφρόνει– πάντων τούτων ἀφαιρεθεὶς ἐν τῶι πειρασμῶι. ἀπαγγελὼν δὲ αὐτοῦ καὶ τὸ καθαρὸν τῆς ψυχῆς δείκνυσιν, ὡς οὐκ ἠμελημένον ἄνθρωπον διάβολος ἐξῃτήσατο. ἔδει γὰρ πρὸ τῆς πάλης τῆς πρὸς τὸν ἀντικείμενον τὸ μέγεθος τοῦ ἀθλητοῦ διαγράψαι, ὡς παντὸς πράγματος πονηροῦ ἀπεχόμενος οὐκ ἄχρι τούτου ἠρκέσθη, ἀλλὰ καὶ τελειότητος ἐπεμελεῖτο, ὅπερ ἀνατρεπτικόν ἐστιν τῶν λεγόντων, ὡς καὶ τὰ παιδία καὶ τὰ ἄλογα πονηροῦ πράγματος ἀπέχεται. οὗτος γὰρ καὶ δίκαιος καὶ ἄμεμπτος ὑπῆρχεν. τοῦτ' αὐτὸ καὶ ἐπὶ τοῦ πρώτου ψαλμοῦ λέγοντες οἱ ἐνιστάμενοι ἐλέγχονται. φασὶν γάρ, ὅτι "μακαρίζεσθαι ἐπὶ τῷ μὴ πεπορεῦσθαι ἐν βουλῆι ἀσεβῶν καὶ ἐπὶ καθέδραν λοιμῶν μὴ κεκαθικέναι" ἁρμόσει καὶ τοῖς ἀλόγοις καὶ βρέφεσιν. ἀλλ' ἐλέγχονται ἐκ τοῦ ἐπιφερομένου· εἴρηται γάρ· ῃαξατ "ἀλλ' ἦν ἐν νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῶι νόμωι αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός", ὅπερ ἐπὶ τῶν βρεφῶν καὶ ἀλόγων οὐχ ἁρμόζει. εὖ δὲ καὶ τὸ ἐν τῆι Αὐσίτιδι τοῦτον οἰκεῖν, ἥτις ἑρμηνεύεται βουλή· οὐδὲν γὰρ ὁ δίκαιος ἀβούλως ποιεῖ, ἀλλ' οἶκος αὐτῶι καὶ πόλις ἡ καθαρὰ βουλή. "καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν." καὶ πρὸς τὸ αἰσθητὸν δυνατὸν τοῦτο.
Correspondingly, when the account is about to describe the surpassing virtue of the blessed Job, it mentions both his region and his blameless manner of life, his many children and goodly children, and his wealth in herds and in other things, in order to teach that he looked down on none of these as worthless things—for he was not proud when he had them—since he was deprived of all these things in the trial. And by recounting this, it also shows the purity of his soul, that the devil did not demand him as a man who had been neglected. For before the contest against the adversary, it was necessary to describe the greatness of the athlete, that he kept away from every evil thing and was not content with this only, but also cultivated perfection, which is a refutation of those who say that even children and irrational animals keep away from an evil thing. For this man was both righteous and blameless. Those who make this very claim also in the case of the first psalm are refuted. For they say that "to be blessed for not having walked in the counsel of the ungodly and for not having sat in the seat of the pestilent" will fit even irrational animals and infants. But they are refuted by what follows; for it has been said: "But his will was in the law of the Lord, and in his law he will meditate day and night," which does not fit infants and irrational animals. And it is well that he lived in Ausitis, which is interpreted as "counsel"; for the righteous man does nothing without counsel, but his house and city is pure counsel. "And that man was well-born of those from the rising of the sun." And this is possible also in the perceptible sense.
εἰ δὲ πρὸς ἀναγωγὴν νοοῖτο, λεχθείη ἄν, ὅτι ὁ δίκαιος εὐγένειαν κτᾶται, οὐκ ἀπ' ἀνθρώπων, ἀλλ' ἀπὸ τοῦ φωτὸς τοῦ "ἡλίου τῆς δικαιοσύνης" καταλαμπομένην. "συνπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν συνπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν." εὖ ἀνατεθραμμένοι οἱ τοῦ Ἰὼβ υἱοὶ οὐ πρὸς ἄλλους ἐποιοῦντο τὰς ἐπιμειξίας καὶ τὸν πότον ἢ πρὸς ἑαυτοὺς κατὰ τὸ ἐν ψαλμοῖς λεγόμενον· "ἰδοὺ δή, τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό." σύμφωνον παρέχοντες τὴν ἀρετὴν καὶ ἐν τοῖς αἰσθητοῖς ἦσαν ἀστασίαστοι "πρὸς ἀλλήλους" πορευόμενοι καὶ οὐ πόρρω· τὰς γὰρ συνη̣λύσεις "ἐν τῆι οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου" οὐ μόνον ον κατὰ χρόνον ἀλλ' ἴσως καὶ κατὰ ἀρετὴν ἐποιοῦντο τὰ πρὸς ὠφελίαν παρ' αὐτοῦ παιδευόμενοι. εὖ δὲ καὶ τὸ συνπαραλαμβάνειν τὰς ἰδίας ἀδελφάς, ὅπερ ἐστὶν σημεῖον ἐναργὲς σωφροσύνης καὶ κοσμιότητος. "καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωῒ καὶ προσέφερεν
But if it is understood in an anagogical sense, it might be said that the righteous man acquires noble birth, not from men, but from the light of the "sun of righteousness" shining upon him. "And his sons, going about together with one another, held a drinking feast each day, taking along at the same time also their three sisters to eat and drink with them." Well-bred were the sons of Job: they made their associations and their drinking not with others but with one another, according to what is said in the Psalms: "Behold now, what is good or what is pleasant, but that brothers dwell together in the same place." Presenting virtue in harmony, they were also free from faction in the realm of the senses, "going about with one another" and not far off; for they made their gatherings "in the house of their brother, the elder"—not only in time but perhaps also in virtue—being educated by him in what was for their benefit. Well also is it to take along their own sisters, which is a clear sign of chastity and orderliness. "And when the days of the drinking feast were completed, Job sent and purified them, rising early and offering
περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν." κατὰ τὸν λέγοντα· "ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός", καί· "ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω", καί· "τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι" οὐ πρὸς ἕτερον ἔργον ὁ μακάριος Ἰὼβ τὸ πρωῒ ἀνίστατο ἀλλὰ πρὸς τὸ θεῷ ὑπὲρ τῶν παιδίων θυσίαν προσάγειν "κατὰ τὸν ἀριθμὸν αὐτῶν", ὅ ἐστιν καθ' ἕκαστον καὶ εὐτάκτως· οὐδὲν γὰρ συγκεχυμένον ἐν σπουδαίῳ. ἀλλὰ καὶ μετὰ τοῦτο ὑπὲρ αὐτῶν τὸν μόσχον προσῆγεν κατὰ τὸν ἴδιον τρόπον καὶ τὴν τῶν παίδων ἀγωγὴν συνεθίζων.
12 οὕτως οὖν ἐκαθάριζεν αὐτοὺς μετὰ τὸ συντελεσθῆναι τὸν πότον, μετὰ τῆς αἰσθητῆς καθάρσεως καὶ τὰ πρὸς διάνοιαν συντελοῦντα καθαρτήρια παραδεικνύς. εἰ δὲ τὸν πρὸς ὑπὲρ ἁπάντων προσαγόμενον "μόσχον" τὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων "σταυρὸν ὑπομείναντα" ςωτῆρα δηλοῖ, συνεπίσκεψαι, ὅστις καὶ "σιτευτὸς" ἐν τῇ παραβολῇ τοῦ εὐαγγελίου εἴρηται διὰ τὸ θρεπτικὸς εἶναι τῆς θείας διδασκαλίας. μὴ θαύμαζε δέ, εἰ ἐπὶ τὸν ςωτῆρα ὁ μόσχος αἰνίττεται· καὶ γὰρ οὐκ ἀμύητος ἦν ὁ Ἰὼβ τῆς ἐπιδημίας τοῦ ςωτῆρος· περὶ γὰρ αὐτοῦ εἶπεν· "ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι". "ἔλεγεν γὰρ ὁ Ἰώβ· μήποτε ἐν τῆι διανοίᾳ αὐτῶν οἱ υἱοί μου κακὰ ἐνενόησαν πρὸς τὸν θεόν." μεγάλη καθαρότης ἐν τούτῳ τῶν παιδίων δείκνυται· μὴ γὰρ ὁρῶν αἰσθητόν τι ἁμάρτημα αὐτῶν περὶ τῶν κατὰ διάνοιαν τὴν θυσίαν προσῆγεν λογιζόμενος, ὅτι ἡ ἀνθρωπίνη ἀσθένεια καὶ μαλακία̣ ἐν νεότητι ὄλισθον ἔχει πολλάκις. διόπερ καὶ ὁ ἅγιος Παῦλος ἔλεγεν·
sacrifices for them according to their number, and one calf for a sin offering for their souls,” according to him who says, “From the night my spirit rises early toward you, O God,” and, “My God, I rise early toward you,” and, “In the morning I will present myself to you and will look upon you.” The blessed Job rose early in the morning not for another work but to bring sacrifice to God on behalf of his children “according to their number,” that is, for each one and in good order; for nothing is confused in the diligent man. But even after this he brought the calf on their behalf in his own manner, also accustoming them to the conduct of children.
12 Thus then he purified them after the drinking was completed, showing, along with the perceptible purification, the purifications that contribute to the understanding. But if the “calf” brought on behalf of all signifies the Savior who “endured the cross” for the human race, consider also that he is called “fatted” in the parable of the gospel because he is nourishing of divine teaching. And do not marvel if the calf hints at the Savior; for Job was not uninitiated in the visitation of the Savior; for he said concerning him: “the one who is about to subdue the great sea monster.” “For Job said: lest at any time in their mind my sons have thought evil against God.” Great purity is shown in this concerning the children; for not seeing any perceptible sin of theirs, he brought the sacrifice concerning things in the mind, reckoning that human weakness and softness in youth often has a slip. Therefore also the holy Paul said:
"οὐδὲν ἐμαυτῶι σύνοιδα, ἀλλ' οὐκ ἐν τούτωι δεδικαίωμαι", καὶ ὁ ψαλμῳδός· "ἀπὸ τῶν κρυφίων μου καθάρισόν με." ὅθεν παρατηρητέον, οὐχ ὡς ἁμαρτημάτων ἕνεκεν τοιούτωι θανάτῳ ὑπεβλήθησαν. "οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ." τὸ ἀδιάστατον τοῦ τόνου τοῦ ἁγίου ἐνταῦθα δηλοῦται, ὡς οὐ ποτὲ μὲν ποτὲ δὲ οὒ τὴν ἀρετὴν ἐνεργοῦντος. τοῦτο καὶ Δαυὶδ περὶ ἑαυτοῦ φησι ψάλλων· "εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῶι." "καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν μετ' αὐτῶν." τὸ μὲν σχῆμα τῆς λέξεως ὁ λόγος ἐμφαίνων διηγηματικώτερον τὰ περὶ τῆς παραστάσεως τῶν ἀγγέλων διηγεῖτο ἐν τῷ· "καὶ ὡς ἐγένετο ὡς ἡ ἡμέρα αὕτη", ἡμῶν ἀκολούθως νοούντων καιρὸν καὶ κατάλληλον κατάστασιν τῆς παραστάσεως τῆς ἐνώπιον κυρίου τῶν ἀγγέλων τὰς ἰδίας λειτουργίας καὶ τὸν ἰ´̣διον πόνον τὸν πρὸς θεὸν̣ παρασχόντων. αὐτῶν καθιστώντων παρέστη δὴ καὶ ὁ διάβολος. εἰ καὶ πολύπτυχός ἐστι καὶ πολύτρ̣οπ̣ος, οὐ λανθάνει θεόν. ε̣ἴρηται, ὡς καὶ αὐτὸς μετὰ τῶν ἀγγέλων ἐλήλυθεν οὐ "παραστῆναι ἐνώ14 πιον" αὐτοῦ, ἀλλὰ καὶ αὐτὸς ὑπὸ τοῦ πάντα ἐφορῶντος ὀφθαλμοῦ τοῦ θεοῦ γιγνωσκόμενος. εἴη δὲ καὶ τὸ ὑποκριτικὸν τοῦ διαβόλου δηλοῦν τὸ ῥητόν, "μετασχηματιζομένου" μὲν "εἰς ἄγγελον φωτὸς" καὶ ταῦτα λανθάνοντος τοὺς γεννητούς, θεὸν δὲ μὴ δυναμένου λαθεῖν τὸν πάντων γενεσιάρχην καὶ τὸν "δι' οὗ τὰ πάντα" καὶ τὸ ἅγιον πνεῦμα· τῆς γὰρ αὐτῆς οὐσίας ἡ τριάς.
I am conscious of nothing against myself, but not in this am I justified,” and the psalmist: “From my hidden faults cleanse me.” Hence it must be observed that they were not subjected to such a death on account of sins. “Thus then Job did all the days of his life.” The uninterruptedness of the holy man’s intensity is shown here, as one who does not at one time practice virtue and at another time not. David also says this about himself in the psalm: “I will bless the Lord at all times.” “And as this day came to be, behold, the angels came to stand before the Lord, and the devil came with them.” The word, displaying the form of the expression, narrated the matters concerning the standing of the angels in a more narrative manner in the phrase “and as this day came to be,” while we understand correspondingly the fitting time and the suitable condition of the standing of the angels before the Lord, who offered their own services and their own labor toward God. While they were taking their stand, the devil also stood there. Even if he is many-folded and many-turned, he does not escape God. It has been said that he too came with the angels, not “to stand before” him, but he too is known by the all-observing eye of God. And the hypocritical character of the devil may also be what the saying indicates, since he “transforms himself” indeed “into an angel of light” and thereby escapes the notice of those born, but he cannot escape the notice of God, the originator of all things, and of him “through whom all things” exist, and of the Holy Spirit; for the Trinity is of the same essence.
ὡς γὰρ περὶ τοῦ λόγου εἴρηται ὡς "κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ", οὕτω καὶ περὶ τοῦ πνεύματος· "τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ." καὶ περὶ πατρὸς πρὸς τῶν ἀποστόλων εἴρηται· "σὺ κύριε καρδιογνῶστα πάντων." καὶ εἰκότως μόνης τῆς θεότητός ἐστι τὸ τὰς διανοίας ὁρᾶν. εἰ γὰρ ἦν καὶ τοῖς γεννητοῖς τοῦτο δῆλον μὴ ἔχουσιν θεοῦ ἀγαθότητα, ἠλλοτριοῦντο ἂν τῶν ἁμαρτανόντων ὡς μὴ ἐπικουρεῖν αὐτοῖς ἀλλ' ἀποστρέφεσθαι διὰ τὸ μέγεθος τῶν κακῶν εὐλαβούμενοι, μὴ συνκινδυνεύσωσιν ὑπὲρ τοιούτων πρεσβεύοντες. εἰ δὲ καὶ ἔκ τινων τεκμηρίων κατελάμβανον τὴν τοῦ διαβόλου πρόθεσιν, ἀλλὰ γοῦν,
ἐπεὶ καὶ αὐτοὶ "παρεστήκασιν ἐνώπιον τοῦ κυρίου" ἐλθόντος καὶ τοῦ διαβόλου μετ' αὐτῶν μεθ' ὑποκρίσεως, εἰκότως θεῷ τὴν περὶ τῆς παραστάσεως αὐτοῦ κρίσιν συνενέβαλον, ὃ καὶ γέγονεν. αὐτὸς γὰρ ὁ θεὸς πρὸς αὐτὸν τὰ ἑξῆς φησιν. "καὶ εἶπεν ὁ κύριος τῷ διαβόλωι· πόθεν παραγέγονας;" τοῦτο εἶπεν αὐτῷ, ὅπως ἀκούοντες νοήσωμεν τό· "πόθεν παραγέγονας;" οὗτοι οἱ ἄγγελοι οἱ ἡμέτεροι ὑπηρεσίας θείας πρὸς ἐμοῦ ποιεῖν προσταττόμενοι ταύτας ἐκτελοῦντες παρεστήκασίν μοι αὐτὸ τοῦτο ἀντὶ παραστάσεως ἐνεργοῦντες–οὐ γὰρ τοπικὴ τούτων παράστασις· σὺ δὲ πόθεν; οὐ γὰρ ὑπάρχεις λειτουργὸς ἐμός. "πόθεν" οὖν "παραγέγονας"; ὅμοιον τούτῳ ἐκλήμψῃ τὸ εἰρημένον πρὸς τὸν Ἀδὰμ ὑπὸ θεοῦ· "Ἀδάμ, ποῦ εἶ;" ἠ῀̣ν ἐλεγκτικὸν τῆς ματαίας κινήσεως τοῦ διαβόλου τό· "πόθεν παραγέγονας;". "καὶ ἀποκριθεὶς ὁ διάβολος τῶι κυρίῳ εἶπεν·
For just as it has been said of the Word that "he is discerning of the thoughts and intents of the heart, and there is no creature hidden before him; but all things are naked and laid bare to his eyes," so also it is said of the Spirit: "For the Spirit searches all things." And concerning the Father it has been said by the apostles: "You, Lord, know the hearts of all." And rightly it belongs to the Godhead alone to see the thoughts. For if this were also evident to created beings who do not possess God's goodness, they would have been alienated from those who sin, so as not to help them but to turn away from them, shrinking back because of the magnitude of their evils, lest they share the danger by interceding on behalf of such people. But even if from certain indications they grasped the devil's intent, yet at any rate,
since they themselves "stood before the Lord" when he came, and the devil with them in hypocrisy, rightly they referred to God the judgment concerning his standing, which indeed happened. For God himself says to him the following: "And the Lord said to the devil: From where have you come?" He said this to him so that, hearing it, we might understand the meaning of "From where have you come?" These angels of ours, who are commanded by me to perform divine services, in fulfilling them stand before me, accomplishing this very thing as their standing—for their standing is not spatial—but you, from where? For you are not my minister. "From where," then, "have you come?" You will find the saying similar to this spoken by God to Adam: "Adam, where are you?" The phrase "From where have you come?" was a refutation of the devil's vain movement. "And the devil answered the Lord and said:
περιελθὼν τὴν γῆν καὶ ἐνπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι." εἰ ἦν ἐνθύμησις τοῦ διαβόλου ἡ πρὸς τὴν ὑπὸ θεοῦ ἐρώτησιν συστᾶσ̣α̣ ἐν αὐτῶι ἀπόκρισις, αὐτοῦ ἂν εἴη πρὸς τοῦ θεοῦ ὁρωμένη. ὁ μὲν γὰρ θεὸς βουλόμενος λαλῆσαι γεννητῷ τὸ ἑαυτοῦ βούλημα τῇ ἐκείνου ἐντίθησι διανοίᾳ. διάβολος δὲ ἀποκρινόμενος τῶι κυρίωι οὐχ οὕτως ἀλλ' ὡς προαιρεῖται ἀποκρίνεσθαι λέγεται. τίς δὲ αὐτοῦ η῾̣ ἀπόκρισις, ἴδωμεν. "περιελθών", φησίν, "τὴν γῆν καὶ ἐνπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι". οὐ δεῖ ξενίζεσθαι, εἰ λεπτὸν ὑπάρχων πνεῦμα διέβη τοὺς προειρημένους τόπους. καὶ γὰρ οὐδ' ὁ θεὸς ὡς ψευδόμενον αὐτὸν ἤλεγξεν. εὖ δὲ καὶ τὸ "περιελθών"· οὐ γὰρ περιέχων. περιέρχεται δὲ ὡς "ἀντίδικος ζητῶν τίνα καταπίῃ", ὅπως τοὺς μὲν ταῖς ὑποβολαῖς αὐτοῦ ταῖς πονηραῖς πειθομένους ἑλκύσῃ, τοὺς δ' ἀντιτείνοντας ἐξαιτήσηται, ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ γεγένηται. ὅθεν οὐ βιάζεται οὐδὲ παρὰ δύναμιν ἡμῖν ἐπέρχεται. ὡς γὰρ δυναμένοις ἀντιστῆναι προστάττεται· "ἀντιστῆτε στερεοὶ τῆι πίστει", καί· "ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς." ὅτι δὲ καὶ τὴν δύναμιν παρέχει ὁ θεὸς εἴρηται, ὃς δώσει "καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν". σημειωτέον, δέ, ὅτι διάφοροι τόποι ἡ γῆ καὶ ἡ ὑπ' οὐρανόν εἰσιν, τῆς μὲν γῆς ὑπὸ τὸν οὐρανὸν οὔσης, τῶν δὲ ὑπ' οὐρανὸν τόπων οὐ πάντως γῆς ὑπαρχόντων. κἀκείνους δὲ περιῄει τοὺς τόπους διάβολος ἐνευφραινόμενος "τοῖς πνευματικοῖς τῆς πονηρίας" δαίμοσιν. τούτους οὖν, φησίν, περιελθὼν πάρειμι, ὅπερ νοητέον οὕτως ὅτι·
Having gone around the earth and walked about what is under heaven, I am present." If the answer that stood in him in response to God's questioning was the devil's thought, it would be seen by God as his own. For God, wishing to speak his own will to a created being, places it in that one's mind. But the devil, when he answers the Lord, is said to answer not in this way but as he chooses to answer. And what is his answer? Let us see. "Having gone around," he says, "the earth and walked about what is under heaven, I am present." One should not be surprised if, being a subtle spirit, he passed through the places just mentioned. For not even God convicted him as lying. And well is the phrase "having gone around"—for he was not encompassing it. But he goes around as "an adversary seeking whom he may devour," so that he may drag away those who obey his evil suggestions and may demand those who resist, which indeed happened in the case of Job. Hence he does not use force, nor does he come upon us beyond our strength. For it is commanded to those who are able to resist: "Resist, firm in the faith," and: "If the spirit of the ruler rises up against you, do not leave your place." And it is said that God also provides the strength—he who will give "also the outcome, that you may be able to endure." But it should be noted that the earth and what is under heaven are different places, the earth being under heaven, but the places under heaven not always being earth. And the devil was going around those places too, rejoicing in "the spiritual forces of wickedness," the demons. These, then, he says, having gone around, I am present—which must be understood thus: that...
διὰ πάντων τούτων ἐλθὼν καὶ εὑρὼν τὸν μακάριον Ἰὼβ μὴ δυνάμενον δέξασθαί τι τῶν ἡμετέρων πάρειμι, ὅ ἐστι· δείκνυμι το`̣ κρυπτόν μου τῶι ἀναποδράστωι σου ὀφθαλμῶι βουλόμενος αὐτὸν ἐξαιτήσασθαι. "καὶ εἶπεν αὐτῷ ὁ κύριος· προσέσχες οὖν τῆι διανοίαι σου κατὰ τοῦ παιδός μου Ἰώβ, ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, ἀλη̣θινός, θεοσεβής, ἀπεχόμενος̣ ἀπὸ παντὸς πονηροῦ πράγματ̣ος." τό· εἶπεν ὁ κύριος τῶι διαβόλωι ὡσαύτως τοῖς φθάσασιν ἐκλημπτέον, οὐκ ἀπεμφαίνοντος, εἰ ὅπερ ὁ θεὸς βούλεται νοῆσαι τὸν διάβολον, ἐνιῆτ̣α̣ι πρὸς ἔλεγχον αὐτοῦ χαλεπώτατον, ὅτι οὐ παρῆκεν ὁ θεὸς δια̣νοούμενος. οὐ γὰρ ἀγνοητέον μὴ εἰκαίαν εἶναι τὴν τοῦ θεοῦ πρὸς τὸν διάβολον ὁμιλίαν· οὐδὲν γὰρ παρὰ τῷ τὰ ὅλα συστησαμένωι εἰκαῖον, ἀλλὰ καὶ τοῦτο πρὸς τὸ συμφέρον, ὅπως καταισχύνηται τῆι τοῦ δικαίου καὶ ἀμέμπτου ἀνδρὸς πα18 ραθέσει. "παῖδα" τὸν Ἰὼβ ὁ κύριος κέκληκεν κατ' ἀμφότερα τὰ σημαινόμενα· καὶ γὰρ θεράπων αὐτοῦ ὑπῆρχεν κατὰ τὸ εἰρημένον πρὸς τοῦ ψαλμῳδοῦ· "ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου", καὶ υἱὸς ἀπὸ τῆς θεραπείας καὶ γνησίας δουλείας τῆς τοῦ πνεύματος ἀξιωθεὶς χάριτος, καὶ λέγων καὶ αὐτὸς κατὰ τὸν σοφὸν Παῦλον· "αὐτὸ τὸ πνεῦμα συνμαρτυρεῖ τῶι πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ." "ὁ" γὰρ "ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται". ἐμφατικὸν δὲ καὶ τοῦ λογικὸν εἶναι τὸν διάβολον τὸ ῥηθῆναι· "προσέσχες τῆι διανοίᾳ σου"· λογικοῦ γὰρ οἰκεῖον τὸ διανοεῖσθαι. οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο π̣ε̣ρὶ τοῦ διαβόλου εἴρηται, ἀλλὰ καὶ ἐν τῷ·
Having gone through all these things and found that the blessed Job was unable to receive anything of ours, I am present—that is, I show what is hidden to your inescapable eye, wishing to demand him for myself. "And the Lord said to him: Have you then set your mind against my servant Job, because there is no man on the earth like him, blameless, true, God-fearing, abstaining from every evil thing?" The phrase "the Lord said to the devil" must be understood in the same way as the preceding passages, since it is not incongruous if what God wishes the devil to understand is implanted for his most severe refutation, because God did not omit what he intended. For it must not be supposed that God's conversation with the devil was purposeless; for nothing is purposeless with him who established all things, but even this was for the benefit, so that he might be put to shame by the comparison with the righteous and blameless man. The Lord has called Job "servant" according to both meanings; for he was his servant according to what was said by the psalmist: "I am your servant and the son of your handmaid," and a son, having been deemed worthy of the grace of the Spirit from his service and genuine servitude, and himself saying according to the wise Paul: "The Spirit himself bears witness with our spirit that we are children of God." For "the one who does righteousness has been born of God." It is also emphatic of the devil's being rational that it was said: "Have you set your mind"; for it is proper to a rational being to think. And this is said about the devil not only here, but also in the passage:
"σὺ δὲ εἶπας ἐν τῆι διανοίαι σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι", ὅπερ ὡς εἴρηται παραστατικόν ἐστι τοῦ λογικὸν αὐτὸν εἶναι. γίνεται δὲ εἰ δὲ τὸ διανοεῖσθαι ἐπ' αὐτοῦ γίνεται, ζητητέον, μὴ ἄρα καὶ τὸ μετανοεῖν. μετὰ γὰρ τὸ νοεῖν τὸ διανοεῖσθαι καὶ τὸ μετανοεῖν. καὶ ὡς ἐν τῇ βουλήσει αὐτοῦ κεῖται τὸ διανοεῖσθαι, μήποτε καὶ τὸ μετανοεῖν. ὁ δὲ ταῦτα μὴ διδοὺς ὁράτω, μὴ τὸν θεὸν αἴτιον τῆς κακίας αὐτοῦ λάθῃ τιθέμενος–εἰ γὰρ οὐ κέκτηται λόγον καὶ νοῦν. εἰ δὲ καὶ ἐξήλλακται κατά τι, ἀλλὰ τῶι λογικὸς εἶναι κοινωνεῖ τοῖς ταύτης οὖσι φύσεως. εἰ γὰρ καὶ ἄνθρωποι θνητοί, ἀλλ' οὐ κατὰ τὸ θνητὸν τὴν κοινωνίαν εἶναί φαμεν, ἀλλὰ κατὰ τὸ λογικόν, ὅπερ κοινὸν καὶ ἀθανάτοις καὶ θνητοῖς ὑπάρχει. καὶ τὸ διανοεῖσθαι δὲ οὐ μόνοις σπουδαίοις ἢ μόνοις φαύλοις πρόσεστιν. ὡς γὰρ τὸ αἰσθήσει χρῆσθαι καὶ σπουδαίῳ καὶ φαύλωι κοινόν, ὅπερ ὁ μὲν σπουδαῖος καλῶς μεθοδεύων οὐ κέχρηται αὐτῶι κατὰ τὸν φαῦλον ἀναβλέποντα εἰς τὸν οὐρανὸν καὶ θεοποιοῦντα τοῦτον, οὕτω καὶ τὸ διανοεῖσθαι· ἐν σπουδαίωι καὶ φαύλωι εὑρισκόμενον κατὰ τὴν χρῆσιν ἐξήλλακται. "προσέσχες οὖν", φησί, "τῆι διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς". οὐ μάτην δὴ πρόσκειται· "τῶν ἐπὶ γῆς." εἰσὶν γὰρ κατ' αὐτὸν καὶ ὑπὲρ αὐτὸν λογικὰ ὑπὲρ γῆν τυγχάνοντα. οὐ γὰρ ταὐτὸν τὸ εἰπεῖν· «οὐκ ἔστιν κατ' αὐτόν» τῶι εἰπεῖν· "οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς". πῶς γὰρ οὐχ ὑπερβάλλων ἅπαντας τοὺς ἐπὶ γῆς ἐτύγχανε τοῦ θεοῦ τῶν ὅλων αὐτῷ μαρτυροῦντος ἐν τῷ·
But you said in your mind, "I will ascend to heaven," which, as has been said, is indicative of his being rational. But if thinking is present in him, it must be asked whether repentance is also. For after understanding comes thinking, and after thinking, repentance. And just as thinking lies in his will, so perhaps does repentance. But let the one who does not grant these things see to it that he does not unwittingly make God the cause of his own evil—for he does not possess reason and mind. But even if he differs in some respect, yet by being rational he shares in common with those who are of this nature. For even if humans are mortal, we say that the fellowship is not according to the mortal, but according to the rational, which is common to both immortals and mortals. And thinking is not present only to the virtuous or only to the wicked. For just as the use of perception is common to both the virtuous and the wicked—though the virtuous man, managing it well, does not use it in the manner of the wicked man who looks up to heaven and makes it a god—so too is thinking: found in both the virtuous and the wicked, it differs according to its use. "Therefore attend," he says, "with your mind against my servant Job, that there is none like him among those upon the earth." Not in vain is "of those upon the earth" added. For there are rational beings like him and above him that exist above the earth. For it is not the same to say "there is none like him" as to say "there is none like him among those upon the earth." For how could he not surpass all those upon the earth, when the God of all things testifies to him in the words:
"ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος". ἀπέχεται δὲ κυρίως κακίας ὁ πεφυκὼς αὐτὴν δέχεσθαι. τότε γὰρ καὶ ὁ ἔπαινος χώραν ἔχει, ὅτε δυνάμενος εἶναι φαῦλος ἀπέχεται κακίας μίσει τῶι πρὸς αὐτήν. οὐ γὰρ πᾶς ὁ μὴ χρώμενος κακίᾳ ἀπέχεσθαι ταύτης λέγεται· τὰ γὰρ βρέφη ταύτῃ μὴ χρώμενα οὐκ ἂν εἴποι τις κυρίως ἀπέχεσθαι κακίας· ὁ γὰρ τοῦτο ἐνεργῶν κρίσει καὶ λόγῳ τοῦτο ποιεῖ. τὰ δὲ κακίας καὶ ἀρετῆς αἰτεῖ ἐπιτηδειότητα. καὶ οὐκ ἄν τις εἴποι τὸ βρέφος ἀκολασίας ἀπέχεσθαι ἢ σωφρονεῖν· οὔπω γὰρ εἰς τὴν τούτων ἥκει διάκρισιν. διαλαβόντες δὲ περὶ τούτων ἐν τοῖς φθάσασιν, ὅτε καὶ τὰ ἀπὸ τοῦ πρώτου ψαλμοῦ παρετιθέμεθα, εἶναι κατ' αὐτὸν θεοσεβῆ ταῦτα ἠλέγξαμεν. ἐκεῖνος γὰρ τῶι ὄντι θεοσεβής ἐστιν ὁ το`̣ν σεβασμοῦ βίον σέβων, τῶν τὰ μὴ σεπτὰ σεβομένων ἀσεβῶν τυγχανόντων. πρόσεστι δὲ τῶι μακαρίωι και`̣ τὸ "ἀληθινὸν" κατά τε θεωρίαν τῆς ἀληθείας καὶ τὸ ἐν τοῖς ἠθικοῖς ἀνυπόκριτον· οὐ γὰρ ὁ διά τι τὴν ἀρετὴν ἐπιτηδεύων ἀληθινός ἐστιν. "ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου." δυνατὸν πιθανῶς εἰπεῖν εἰς τό· "ἐναντίον τοῦ κυρίου", ὅτι ἐναντίως τῆι μαρτυρίαι τοῦ θεοῦ εἶπεν φιλόκα21 κος ὢν ἢ ὅτι θρασέως ἐνενόησεν· ἀναίσχυντον γὰρ ἡ κακία. οὕτω γοῦν καὶ ἃ ἐπιφέρει ἀπὸ φιλοκάκου γνώμης προφέρει τῆς τοῦ δικαίου ἐλαττωτικὰ ἀρετῆς. τί γάρ φησιν; "μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον; οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ;
A blameless man, true, God-fearing, abstaining from every evil thing." But properly, he abstains from evil who is by nature capable of receiving it. For then praise also has a place, when one who is able to be base abstains from evil by hatred toward it. For not everyone who does not use evil is said to abstain from it; for infants, who do not use it, one would not properly say abstain from evil; for he who does this does it by judgment and reason. But these things require a fitness for evil and virtue. And no one would say that an infant abstains from licentiousness or is temperate; for he has not yet come to the discernment of these things. But having discussed these matters in what has gone before, when we also set forth the things from the first psalm, we demonstrated that these things are God-fearing according to him. For that one is truly God-fearing who reveres a life of reverence, while those who revere things not to be revered are impious. And the "true" is present in the blessed one both in respect of the contemplation of truth and in respect of what is unfeigned in moral matters; for he who pursues virtue for some reason is not true. "And the devil answered and said before the Lord." One may plausibly say regarding "before the Lord" that he spoke in opposition to the testimony of God, being a lover of evil, or that he thought boldly; for evil is shameless. At any rate, in this way he also brings forward what he adds from an evil-loving mind, things that diminish the virtue of the righteous man. For what does he say? "Does Job revere the Lord for nothing? Have you not fenced around his outside and the inside of his house and the outside of all that he has, round about?
τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς." ἴδιον τῶν φιλοκάκων καὶ πρὸς ἀρετὴν ἀπεχθανομένων τὸ μὴ λογίζεσθαι γνήσια τὰ καλὰ τῶν πέλας, ἀλλὰ πάντως λέγειν, ὡς ὅδε τις δίκαιός ἐστιν δι' ἀδυναμίαν τοῦ ἀδικεῖν, ὅδε τις σώφρων διὰ τὴν καλουμένην ἠλιθιότητα, ὅδε πρὸς χρήματα καὶ πορισμοὺς οὐκ ἔχει διὰ τὸ πρὸς ταῦτα ἀνεπιτήδειον, ἐσθότε καὶ τὸν πρᾶον ὑποκριτὴν λογιζομένους, καὶ ὅλως οὐδεὶς φαῦλος ἀποδέχεταί τινος ἀρετὴν ὡς γνησίαν. ταύτης ἀρχηγὸς ὢν τῆς κακίας ὁ διάβολος τοιαῦτα ἐννοῶν περὶ τοῦ Ἰὼβ ἐφανέρου αὐτὰ τῷ τὸ κρυπτὸν ἐπισταμένωι λέγων, ὡς διὰ τὰ ἐκτὸς ἀγαθὰ δίκαιός ἐστιν ὁ Ἰώβ. τὸ δὲ "περιέφραξας" ἀντὶ ἀσφαλείας αὐτῶι εἴρηται ἔμφασιν παρέχοντος, ὡς διὰ ταῦτα ἀκαθαίρετός ἐστιν καὶ ἔφοδον οὐκ ἔχει, τὴν πληθὺν τῶν ἀδιαφόρων αἰτίαν αὐτῷ
τῆς ἀρετῆς εἶναι λογιζόμενος, ὅπερ οὐ καλῶς λέγων ἠλέγχθη. καὶ τούτων γὰρ ἀφαιρεθεὶς ἔμεινεν ὁμοίως ἀήττητος. καὶ τῷ ὄντι πλούτου περιουσία πρὸς μὲν τὸν καλῶς αὐτῆι χρώμενον συντελεῖ τι πρὸς ἀρετήν, αὐτὴ δὲ καθ' αὑτὴν οὐδὲν εἰς τοῦτο συμβάλλεται. καὶ ἔδειξεν ὁ μακάριος Ἰὼβ καὶ ἐν πενίᾳ καὶ ἐν πλούτωι τὴν ἀρετὴν ἀδιάστροφο̣ν. "ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει· εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει." χεῖρα αὐτοῦ καλεῖν ἐκλημπτέον α διαφόρως ἢ τὴν κολαστικὴν καὶ εἰς τοῦτο ὑπηρετικὴν δύναμιν, ἅπερ "σκεύη ὀργῆς" ἡ θεία γραφὴ ὀνομάζειν εἴωθεν, ἢ τὴν σκεπαστικὴν καὶ φρουρητικη`̣ν δύναμιν καθὸ εἴρηται·
You blessed the works of his hands, and you made his cattle many upon the earth. It is characteristic of those who love evil and are hostile to virtue not to reckon the good things of their neighbors as genuine, but to say in every case that this man is righteous through inability to do wrong, this man is temperate through what is called foolishness, this man has no regard for money and gain because of his unfitness for these things, sometimes even reckoning the gentle man a hypocrite, and in general no base person accepts anyone's virtue as genuine. The devil, being the originator of this wickedness, thinking such things about Job, made them manifest to the one who knows what is hidden, saying that Job is righteous because of external goods. The phrase "you fenced him about" is spoken instead of "safety," giving the impression that because of these things he is indestructible and has no avenue of attack, reckoning that the abundance of indifferent things is the cause of his virtue—which, saying it incorrectly, he was refuted. For even when these were taken away, he remained likewise unconquered. And in truth, an abundance of wealth contributes something to virtue for the one who uses it well, but by itself it contributes nothing to this. And the blessed Job showed his virtue inflexible both in poverty and in wealth. "But send forth your hand and touch all that he has; surely he will bless you to your face." We must understand "his hand" to be spoken in various ways: either the punitive and ministering power for this purpose, which divine Scripture is accustomed to call "vessels of wrath," or the protective and guarding power, as it is said:
"οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός μου." δυνατὸν καὶ τὸν υἱὸν εἰς χεῖρα παραλαβεῖν σκέπουσαν κ̣αὶ στηρίζουσαν τοὺς ὑπ' αὐτὴν ὄντας καθὸ εἴρηται· "δεξιὰ κυρίου ὕψωσέν με, δεξιὰ κυρίου ἐποίησεν δύναμιν." τὸ δὲ "ἅψαι" μήποτε σημαίνει ἐνταῦθα τὸ κάθαψαι ἀντὶ τοῦ· ἐπάγαγε θλιβηρά. ἔχομεν γὰρ τοῦτο συνήθως ἐν τῆι γραφῇ φερόμενον. τὸ γάρ· "μὴ ἅψεσθε τῶν χρισ̣τ̣ῶν μου" οὐ τὴν ἁπλῆν ἁφὴν ἀπαγορεύει, ἀλλὰ τὴν κατὰ τῶν ἁγίων τόλμαν ἐπὶ κακώσει. καὶ τό· "ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ" ὁμοίως τὸν ἐπὶ τοῦ κακοῦν ἁπτόμενον σημαίνει. εἰ δὲ καὶ ἀποστάτης ὁ διά βολος γέγονεν καὶ "ἐνώπιον κυρίου παντοκράτορος ἐτραχηλίασεν", ἀλλ' οὖν ἔχει τι σέβας πρὸς τὸν δημιουργὸν τῶν ὅλων. φησὶν γάρ· "εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει", ἀντὶ τοῦ καταράσεται ἢ βλασφημήσει ταύτηι τῆι λέξει χρώμενος, ὅπως μὴ πρὸς θεὸν τὴν τραχυτέραν προσενέγκηται, ὡς προείρηται προφέρων. "τότε εἶπεν ὁ κύριος τῷ διαβόλωι· ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐτοῦ μὴ ἅψῃ." τὰ ἐκκείμενα παραστατικὰ τυγχάνει τοῦ μ̣ὴ χωρὶς θείας συνχωρήσεως ὑποπίπτειν τινὰ πειρασμοῖς. φησὶν γὰρ ὁ θεός· "ἰδοὺ δέδωκα πάντα ἐν τῆι χε̣ιρί σου." ἵνα δὲ φανερὸν γένηται, ὅτι μέτρωι καὶ τὴν συνχώρησιν ποιεῖται, ἐπιφέρεται· "ἀλλ' αὐτοῦ μὴ ἅψῃ." ὅθεν οὔτε εἱμαρμένῃ αἱ περιστάσεις συμβαίνουσιν οὔτε ἐκ ταὐτομάτου, ἀλλ' ἐκ τῆς τοῦ θεοῦ συνχωρήσεως κατὰ μὲν τὰ ἤδη προκείμενα ἐπὶ ἀποδείξει τῆς ἀρετῆς τοῦ Ἰώβ, ἐσθότε καὶ καθ' ἑτέρας αἰτίας, περὶ ὧν ἐν τοῖς ἑπο μένοις εἰρηθήσεται.
No one is able to snatch them out of the hand of my Father." It is possible also for the Son to receive into a hand that shelters and strengthens those who are under it, as it is said: "The right hand of the Lord has exalted me; the right hand of the Lord has shown strength." But the word "touch" perhaps here means "to strike," in place of: bring grievous things upon. For we have this customarily borne in the Scripture. For the passage "Do not touch my anointed ones" does not forbid simple contact, but the audacity against the saints for the purpose of harm. And "the one who touches you is as one who touches the apple of his eye" likewise signifies the one who touches for the purpose of doing harm. But if the devil has become an apostate and "has stiffened his neck before the Lord Almighty," nevertheless he has some reverence toward the Creator of all things. For he says: "Surely he will bless you to your face," using this word in place of "will curse" or "will blaspheme," so that he may not bring the harsher word against God, as it has been said he utters. "Then the Lord said to the devil: Behold, all that he has I give into your hand, but do not touch him." The things set forth are illustrative of the fact that no one falls into temptations without divine permission. For God says: "Behold, I have given all things into your hand." But so that it may become clear that he makes the permission with measure, it is added: "But do not touch him." Hence neither by fate nor by chance do circumstances befall, but by the permission of God—in the present instance for the demonstration of Job's virtue, but sometimes also for other causes, about which it will be said in what follows.
"καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ τοῦ κυρίου." 24 κυριολεκτεῖται μᾶλλον ἐπὶ τοῦ διαβόλου, ὅτι ἔξω γίνεται τοῦ κυρίου, ὑπὲρ τὸν Κάιν. καὶ γὰρ περὶ ἐκείνου εἴρηται· "ἐξῆλθεν γὰρ Κάιν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ." τὸ δὲ ἐξελθεῖν τὸ ἀφάνταστον θεοῦ εἶναι αὐτὸν σημαίνει. καὶ οὗτος οὖν ἔξεισιν ἀεὶ τῶν ἔξω τυγχάνων, εἰ καὶ προσποιήτως ἦλθεν μετὰ τῶν παραστατῶν τοῦ θεοῦ. "καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῆι οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου." ἀκολούθως καὶ τῆς ἡμέρας μνημονεύει καὶ τῆς συνηλύσεως τῶν τέκνων, ἵν' οὕτω καὶ τὸ τοῦ θανάτου αὐτῶν γένηται πιστὸν ἀθρόως ὑφ' ἕνα καιρὸν ὑπὸ τὴν πτῶσιν τῆς οἰκίας ἀποθανόντων. __τ_̣_ε1 ἐν̣ τῆι συνηθείαι πολλάκις· γρ̣αφη̣, τῶν πολλῶν ὡς γὰρ ἐπὶ τὸ π̣λεῖ στον τοὺς συνερχομένους εἰς τοιαύτας συνόδους πίνειν οἰομένων, οὐ μόνον πινόντων δ' αὐτῶν ἀλλὰ καὶ ἐσθιόντων καὶ λεγόντων ὡς ἐν συνελεύσει. καὶ κατ' ἀλληγορίαν τὰ προκείμενα συνεπίσκεψαι, μήποτε "οἶνον" τὸν "εὐφραίνοντα καρδίαν ἀνθρώπου" ἐποτίζοντο παρὰ τοῦ πρεσβυτέρου ἀδελφοῦ καταρχομένου τῆς θείας παιδεύσεως. "καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῶι· τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν. καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτοὺς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις. σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀναγγεῖλαί σοι." παρίσταται διὰ τούτων, ὡς τὰ τῆς ἐφόδου ἐν ἡμέραι συνέστη· "ἠροτρία" γὰρ "τὰ ζεύγη τῶν βοῶν καὶ αἱ ὄνοι ἐχόμεναι ἐβόσκοντο".
And the devil went out from the Lord." The term is used more properly of the devil, because he comes to be outside the Lord, beyond Cain. For it was said of that one too: "For Cain went out from the face of the Lord God." And to go out means that he is without the contemplation of God. So this one too goes out always, being among those who are outside, even if he came feigning to be with the attendants of God. "And it was as this day, the sons of Job and his daughters were drinking wine in the house of their elder brother." Consequently he mentions both the day and the gathering of the children, so that in this way the account of their death might also be credible—they died all at once, in one moment, by the collapse of the house. ... in custom often; ... of the many, since for the most part those who come together into such gatherings think they are drinking, not only drinking but also eating and speaking as at a gathering. And consider the present passage allegorically as well, whether perhaps they were being given to drink the "wine that gladdens the heart of man" by the elder brother, who begins the divine instruction. "And behold, an angel came to Job and said to him: the yokes of oxen were plowing, and the female donkeys were grazing beside them. And those who take captives came and took them captive, and killed the servants with swords. But I alone escaped and came to report to you." It is shown through these things that the circumstances of the attack occurred in the day: for "the yokes of oxen were plowing, and the donkeys grazing beside them.
ἄγγελον δὲ τὸν ἀγγέλλοντα ἐκδεκτέον καθὰ καὶ ἐν ταῖς Βασιλείαις
ἀναγέγραπται. κατανοεῖν δὲ ἄξιον, ὅπως τὰ τῆς ἀπαγγελίας ἀθρόως γεγενημένα καὶ ἐκ τῆς διηγήσεως ἔχει τὸ βαρὺ καὶ πρὸς λύπην ὑπερβάλλουσαν ἐπιρ̣ρεπές· ἀροτριῶντα γὰρ τὰ ζεύγη̣ τῶν βοῶν αἰχμαλωτευθέντα διπλοῦν ἐργάζεται τὸ λυπηρόν, καὶ ἐκ τῆς τῶν ζῴων ζημίας προσαφαιρεθεισῶν και`̣ τ̣ω῀̣ν νομάδων ὄνων, αἵτινες̣ οὐ βραχείαν πρόσοδον παρει῀̣χο̣ν, καὶ ἐκ τῆς τῶν προσδοκωμε´̣νων ἐκ τῆς κατασπορᾶς πόρου τε καὶ περιουσίας προσθήκης. ἀνίας ὑπερβαλλούσης καὶ ἦν ἡ τῶν παίδων ὑπὸ τῶν αἰχμαλωτιζόντων σφαγὴ μετὰ τῶν̣ ἄλλων ἀπαγγελθεῖσα. ἱκανὰ μὲν οὖν, εἰ καὶ ψευδῶς ἀπηγγέλλετο, ἀθρόως ταράξαι. καὶ ὅμως χαλεπῶν τῶν συμβάντων ὑπαρ26 χόντων οὐδὲν ἐταράχθη ὁ ἅγιος. εἴρηται ἐν ἑνὶ τῶν ψαλμῶν περὶ ἁγίου· "ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ τὸν κύριον." εἰ δὲ καὶ κατὰ τὸν μακάριον Παῦλον εἶπεν· "τίς χωρίσει τὸν πιστὸν ἀπὸ τῆς ἀγάπης θεοῦ; οὐ θλῖψις ἢ στενοχωρία, οὐ διωγμός, οὐ λιμὸς ἢ μάχαιρα", ἀκολούθως ὁ ἀνδρειότατος Ἰὼβ ἀχώριστος τῆς τοῦ κυρίου ἀγάπης διετέλεσεν, τῶν τοσούτων ἐπιπόνων ἐπιρρηξάντων. καὶ γὰρ εἴποι τις ἄν, ὡς δυνατὸν ἦν τῶν ἀλόγων καταφρονῆσαι καὶ τῆς ἐξ αὐτῶν ἐργασίας. τὸ δὲ καὶ περὶ τῆς σφαγῆς τῶν παίδων ἀκηκοέναι καὶ ἀνδρείως ἐνεγκεῖν τοῦτο διαδείκνυσιν τὴν ἀνδρείαν τοῦ ἁγίου καὶ καρτερίαν. παρατηρητέον δέ, μήποτε καὶ ὁ διασωθεὶς μόνος, ἵνα ἀπαγγείλῃ, πρὸς πλείονα πειρασμὸν ἐσώζετο.
But "angel" must be understood as "the one who announces," just as it is also recorded in the Books of Kingdoms. And it is worth observing how the things of the report, having happened all at once, also from the narrative have their heaviness and a tendency toward exceeding grief. For the yokes of oxen, while plowing, were taken captive, which produces a double sorrow, both from the loss of the animals and from the mares—no, the herds of donkeys—which provided no small income, and from the addition of the expected revenue and wealth from the sowing. The grief was exceeding, and the slaughter of the children by those taking them captive was announced along with the other things. These were sufficient, even if falsely reported, to trouble suddenly. And yet, although the events were grievous, the saint was troubled by nothing. It is said in one of the psalms concerning the saint: "He will not be afraid of evil tidings. His heart is ready to hope in the Lord." And if, according to the blessed Paul, he said: "Who shall separate the faithful from the love of God? Neither tribulation nor distress, neither persecution, nor famine nor sword," then consistently the most courageous Job remained inseparable from the love of the Lord, when so many painful things rushed upon him. For one might say that it was possible to despise the irrational animals and the labor from them. But to have heard also of the slaughter of the children and to bear this courageously demonstrates the courage and endurance of the saint. And it must be observed whether the one who was saved alone, in order to report, was not saved for a greater trial.
εἰ γὰρ ἀνήκουστος ἦν διατελέσας τῶν συμβεβηκότων ὁ Ἰὼβ ἄχρι τῆς ἑλκώσεως τοῦ ἰδίου σώματος, τῶν μειζόνων ἀνιαρῶν παρόντων οὐχ οὕτως ἦσαν ἀηδῆ τὰ ἐλάττονα. "ἔτι τούτου λαλοῦντος ἦλθ̣εν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀναγγεῖλαί σοι." 27 τὸ ἀλλεπάλληλον τῆς τῶν ἀνιαρῶν ἀπαγγελίας τὴν περιττὴν καὶ θαυμάσιον ἀνδρείαν τοῦ μακαρίου παρίστησιν. ὅρα γὰρ τὴν παρατήρησιν, ὡς "ἔτι λαλοῦντος" τοῦ τὰ πρότερα ἀπαγγέλλοντος ὁ δεύτερος ἐπιστὰς οὐ πρὸς θεράπειαν αὐτῶν ἐπέστη, ἀλλὰ πρὸς ἐπίτασιν ἀπαγγέλλων χαλεπώτερα, εἰωθότος τοῦ τοιούτου τρόπου τῆς τῶν ἀνιαρῶν ἀπαγγελίας ἀντιπεριάγειν τὸν λογισμὸν καὶ θολοῦν οὕτω καὶ ἐκταράττειν, ὡς ἔξω τῆς πρεπούσης καταστάσεως ποιεῖν πρὸς τὰ διάφορα τῶν λυπηρῶν περιελκόμενον. ἀλλ' ὁ ἁ´̣γ̣ι̣ο̣ς οὐκ ἦν τοιοῦτος. ἀλλ' ὡς ἄρρηκτον τεῖχος πλείστων ὅσων ἐπιρραξάντων τῶν ἑλεῖν αὐτὸ δυναμένων ἔμεινεν ὁμοίως ἀκλόνητον, οὕτως ὁ ἅγιος Ἰὼβ "ἐπὶ τὴν" σωτήριον "πέτραν" ἔχων "τὸν θεμέλιον" ἐπελθόντων τῶν πειρασμῶν οὐκ ἐκλονήθη. ἄξιον δὲ θεάσασθαι καὶ τὰ τῆς ἀπαγγελίας τοῦ δευτέρου, πῶς εἰς ἐπίτασιν ἐγείρει τὴν ἀνίαν. "πῦρ", φησίν, "ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας ἔφαγεν ὁμοίως." εἰ γὰρ καὶ ὁ ἅγιος τὰ δόγματα τῆς ἀληθείας ἠκριβωκὼς ἐγίγνωσκεν, ὡς οὐκ ἄνευ θεοῦ ἡ τῶν πειρασμῶν ἐπιτροπὴ γέγονεν, ἀλλὰ μεγίστην αὐτῶι ἔφερεν τὸ γιγνόμενον λύπην διὰ τοὺς σκανδαλιζομένους ὡς καὶ θεοῦ κατ' αὐτοῦ χωροῦντος.
For if Job had remained unmoved by the things that happened to him up to the affliction of his own body, since the greater griefs were present, the lesser ones would not have been so distressing. "While he was still speaking, another angel came and said to Job: Fire fell from heaven and consumed the sheep, and it devoured the shepherds likewise. And I alone, having been saved, came to report to you." The succession of reports of grievous things displays the extraordinary and wonderful courage of the blessed man. For observe the careful detail, how "while he was still speaking" who was reporting the former things, the second one stood by, not standing by to bring them healing, but reporting harsher things to intensify them, since such a manner of reporting grievous things is accustomed to turn the reasoning mind around and so to cloud and disturb it, as to bring it outside its proper state, dragged about by the various sorrows. But the saint was not such a man. But just as an unbreakable wall, when as many things as possible that are able to destroy it have dashed against it, remains likewise unshaken, so the holy Job, having "the foundation upon the saving rock," was not shaken when temptations came upon him. It is also worth beholding the details of the second one's report, how he rouses the grief to intensity. "Fire," he says, "fell from heaven and consumed the sheep, and it devoured the shepherds likewise." For even if the saint, having accurately understood the doctrines of the truth, knew that the permission of temptations had not come about without God, still what was happening brought him the greatest grief on account of those who were being scandalized, as though God were proceeding against him.
τὸ γὰρ τοὺς αἰχμαλωτίζοντας ἐπελθόντας ἀφαιρῆσαί τε τὰ κτήνη καὶ τοὺς παῖδας κατασφάξαι ἐδύναντο λογίζεσθαι οἱ ἁπλούστεροι, ὡς νόμωι πολεμίων ἐπελθόντων τῶν αἰχμαλωτιζόντων ἀταξίᾳ καὶ πρὸς ἔχθραν τοῦτο ποιούντων οὐκ ἀπὸ θεοῦ τὸ γιγνόμενον ἦν. ὅτε δὲ πῦρ ἀπήγγελται ἀπ' οὐρανοῦ κατεληλυθός, δέος ἦν, μή τις λογίσηται τῶν ἀσθενῶν, ὡς οὐδὲν θαυμαστὸν ἡ ἀρετὴ καὶ παρὰ θεοῦ τιμωρουμένου τοῦ ταύτην ἔχοντος. ἀλλὰ καὶ τούτου συμβάντος ὁ ἅγιος οὐκ ὤκλασεν ὅλος τῆς τοῦ θεοῦ κατανοήσεως γιγνόμενος. οὐδὲ γὰρ ὁ διάβολος ἐξουσίαν ἔχει πῦρ ἀπ' οὐρανοῦ καταγαγεῖν, ἀλλὰ θείᾳ κρίσει τοῦτο γεγένηται, ὅπως παραστήσῃ τῶι διαβόλῳ ὁ δεδωκὼς αὐτῶι τὴν ἐξουσίαν τῶν τοῦ Ἰὼβ θεός, ὡς ὅτι οὐδενὸς μέλει τῶι μακαρίωι τῶν ἀνθρωπίνων, κἂν πολλὰς πλέκῃ μηχανάς. ἰδοὺ γὰρ καὶ τὸ παρ' αὐτοῦ γενέσθαι μὴ δυνάμενον ὁ
θεὸς πεποίηκεν, ἵνα τὸ μέγεθος τοῦ ἀθλητοῦ παραστήσας ἐλέγξῃ τὸν ἀντικείμενον, γενναίως φέροντος τοῦ Ἰὼβ οὐ μικράν τινα καὶ εὐτελῆ προσβολήν, ἀλλ' ἑ29 πτακισχιλίων προβάτων φθορὰν καὶ μετὰ τῶν ποιμένων οὐκ ὀλίγων δηλονότι τυγχανόντων. ἐφυλάττετο δὲ πάλιν ὁ μηνύων δι' ἣν προειρήκαμεν αἰτίαν. "ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ αἰχμαλώτισαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίρᾳ. ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι." ἴσως στρατόπεδον ἦν ἐν τῆι χώραι, ὅπερ ἐπῆλθεν εἰς τρεῖς ἀρχὰς διῃρημένον κατὰ τῶν καμήλων. ὡς γὰρ εὔγνωστόν φησιν·
For the simpler sort could reckon that the raiders who came upon them and carried off the livestock and slaughtered the servants did so as enemies in war, coming in disorder and acting out of hatred, so that what happened was not from God. But when it was reported that fire had come down from heaven, there was fear lest one of the weak should reckon that virtue is nothing wonderful and is even from God, when he punishes the one who possesses it. Yet even when this had happened, the saint did not give way, becoming wholly absorbed in the contemplation of God. For neither does the devil have power to bring fire down from heaven, but this came about by divine judgment, so that God, who gave him authority over Job's possessions, might demonstrate to the devil that the blessed man cares for none of human things, even if he weaves many devices. For behold, even what could not come about by his own power God has brought to pass, in order that by demonstrating the greatness of the athlete he might convict the adversary, since Job bore nobly no small or paltry assault, but the destruction of seven thousand sheep and, clearly, no small number of shepherds along with them. And again the messenger was kept safe for the reason we have already stated. "While he was still speaking, another messenger came and said to Job: The horsemen made three heads against us and surrounded the camels and took them captive and killed the servants with the sword. And I alone escaped and came to report to you." Perhaps there was an army in the country, which came upon the camels divided into three commands. For, as he says, it is easy to recognize—
"οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς." ἐνδέχεται δὲ καὶ συνεχῆ καταδρομὴν ἱππέων πολεμίων γιγνομένην τότε καὶ ὑπὸ τῆς διαβολικῆς ὑποβολῆς κεκινῆσθαι καὶ οὕτως διὰ τὸ ἐξ ἔθους γίνεσθαι εἰρηκέναι τὸν ἀγγέλλοντα· "οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς." οὐ μόνον τὰς καμήλους ἀφήρπασαν, ἀλλὰ καὶ τοὺς παῖδας ἀπέκτειναν. ἐπίστησον δέ, ὅπως ἐν τάξει τινὶ ἀνιαρωτέρα ἡ τῶν πειρασμῶν γίνεται συνέχεια. πρῶτα μὲν γὰρ αἰχμαλωτίζεται τὰ ζεύγη τῶν βοῶν ὄντα πεντακόσια καὶ αἱ θήλειαι ὄνοι νομάδες πεντακόσιαι, ἔπειτα πῦρ κατὰ τῶν προβάτων ἑπτακισχιλίων ὄντων ἀπ' οὐρανοῦ κατενεχθὲν χαλεπώτερον ἐποίει τοῦ φθάσαντος τὸ πάθος. τρίτον οἱ κάμηλοι τρισχίλιοι ὄντες ἀφῃρέθησαν καὶ τῶν παίδων σφαγιασθέντων ὡς καὶ ἐπὶ τῶν πρότερον, πρᾶγμα πολυτελὲς καὶ περιουσίας οὐκ εὐκαταφρονήτου γνώρισμα. μετὰ ταῦτα τῶν τέκνων ἀθρόος θάνατος, ὡς ἐν τοῖς ἐκτεθησομένοις ἔσται φανερόν. καὶ γὰρ εἰ πρότερον ὁ τῶν παίδων θάνατος ἠγγέλλετο, κοῦφα πάντα ἦν τὰ φθάσαντα. ὅτε δὲ κατ' ἐπίτασίν τινα λύ πης συνέβαινεν, τὸ ἀλλεπάλληλον αὐτῶν δριμὺ καὶ ταράξαι διάνοιαν ἱκανώτερον, ὅπερ καὶ ὁ διάβολος πονηρῶς πεποίηκεν ἐξαιτησάμενος. καὶ κατῃσχύνθη πρὸς μηδὲν τοῦ ἁγίου κναμφθέντος τὸν λογισμόν. "ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ· τῶν υἱῶν καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῶι ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν.
The horsemen made three heads against us." It is possible that a continuous raid of enemy horsemen was then taking place and was set in motion by the devil's suggestion, and that the messenger spoke thus because it happened according to custom: "The horsemen made three heads against us." They not only carried off the camels but also killed the servants. Consider how, in a certain order, the succession of trials becomes more grievous. First, the five hundred yoke of oxen and the five hundred grazing she-donkeys are taken captive; then fire brought down from heaven upon the seven thousand sheep made the suffering harsher than the previous one. Third, the three thousand camels were taken away, and the servants were slaughtered as in the earlier cases—a costly matter and a mark of no contemptible wealth. After these things came the sudden death of the children, as will be made clear in what follows. For even if the death of the children had been announced earlier, all the preceding things would have seemed light. But when it happened in a kind of intensification of grief, their repeated succession was sharp and more able to disturb the mind—which the devil also wickedly brought about by his request. And he was put to shame, since the saint was not stung in his reasoning at all. "While he was still speaking, another messenger comes saying to Job: While your sons and your daughters were eating and drinking at the house of their elder brother, suddenly a great wind came from the desert and struck the four corners of the house, and the house fell upon your children, and they died.
ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι." 31 οὐ μάτην πρόσκειται τό· "τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων", ἀλλὰ πρὸς ἐπίτασιν ἀνίας καὶ τοῦτο τοῦ ἀρχεκάκου διαβόλου πραγματευομένου, ἵνα ἡ τῶν η γεγενημένων ἀπαγγελία βαρεῖα γινομένη λύπην ὑπερβάλλουσαν τῶι ἁγίῳ ἐνποιῇ. κοιμωμένων γὰρ τῶν τέκνων εἰ συμβεβήκει τὰ τῆς πτώσεως, ἀνεπαίσθητον τὸ δεινὸν λογι ζόμενος οὐχ οὕτως ἠνιᾶτο. ὁπότε δὲ καὶ πρὸς θεραπείαν ἀναγκαίαν τοῦ σώματος ἀναστρεφομένων ἐπῆγε τὸν πειρασμόν, τοῦτο ἔχει τὴν λύπην χαλεπωτέραν. καὶ γὰρ οὐκ ἔστιν ἀμφίβολον, ὡς παρεστηκότες πλεῖστοι ὡς ἐν τοιούτωι κα̣ιρ̣ῶι ἐτύγχανον, ὧν οὐκ ἐμνήσθη ὁ ἀπαγγέλλων ἀρκούμενος τῶι ὑπερβάλλοντι τῶν τέκνων ἀηδεῖ ἔχ̣οντι καὶ τὸ περὶ τῶν παρεστώτων ἑπόμενον. καὶ γὰρ τὸ τοιοῦτο δι' ἔθους ἐστὶ τῆι γραφῆι· τοῦ γὰρ ςωτῆρος τοὺς πέντε ἄρτους κλάσαντος, ἐξ ὧν ἐκόρεσεν πεντακισχιλίους ἄνδρας, ὁ εὐαγγελιστὴς ἀπομνημονεύει λέγων· "χωρὶς γυναικῶν καὶ παιδίων", τοὺς προηγουμένους μόνους ἀριθμῶν. τί δὲ καὶ "τὸ πνεῦμά" ἐστιν τὸ "ἐπελθὸν ἐκ τῆς ἐρήμου καὶ ἁψάμενον τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας" καὶ καταβεβληκὸς αὐτήν, συνεπίσκεψαι, πότερον λαῖλαψ μεθ' ὑπερβολῆς κινηθεῖσα καὶ οὕτως ἐπιρράξασα τῆι οἰκίαι καὶ κατενεγκοῦσα ταύτην ἢ πνεῦμα τῶι διαβόλωι ὑπηρετούμενον ἢ αὐτὸς ὁ διάβολος. καὶ γὰρ οὗτος πνεῦμα μέγα, πονηρόν, ἁψάμενον τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ κατενεγκὸν αὐτήν. καὶ γὰρ ἀμφοτέρως
But I alone escaped and came to tell you. Not in vain is it added, "while your sons and your daughters were eating and drinking," but even this was worked up by the devil, the author of evil, for the intensification of grief, so that the report of what had happened, becoming burdensome, might produce excessive sorrow in the holy man. For if the calamity of the collapse had befallen the children while they were sleeping, he would not have been so grieved, reckoning the disaster to be unfelt. But since he brought the temptation upon them while they were engaged in the necessary care of the body, this makes the grief more severe. For it is not doubtful that very many were present, as would happen on such an occasion, whom the messenger did not mention, being content with the excessive unpleasantness concerning the children, which also carries with it what follows about those present. For such a thing is customary in Scripture; for when the Savior broke the five loaves, from which he fed five thousand men, the evangelist records it saying, "apart from women and children," counting only those who were foremost. But consider also what the "spirit" is that "came from the desert and touched the four corners of the house" and brought it down—whether it was a whirlwind stirred up with exceeding violence and thus dashing against the house and bringing it down, or a spirit serving the devil, or the devil himself. For this too is a great, evil spirit, which touched the four corners of the house and brought it down. For in both ways
δυνατὸν ζητουμένου τούτου, εἰ ὁ ἀπαγγέλλων ἐδύνατο εἰδέναι, ὅτι πνεῦμα ὑπηρετούμενον τῶι διαβόλωι ἦν τὸ τοῦτο πεποιηκὸς ἢ αὐτὸς ὁ διάβολος. εἰ δὲ λαῖλαψ εἶναι νοοῖτο τὸ πνεῦμα, οὕτως ἂν τοῦτο εἰρῆσθαι ἐκδεκτέον ὡς τὴν κάθοδον τοῦ πυρὸς ἀπ' οὐρανοῦ κατὰ τῶν προβάτων, καὶ τὰ εἰς αὐτὸ εἰρημένα καὶ τούτωι ἁρμόζοντα. διάβολος γὰρ κινεῖν ἄνεμον οὐ δύναται. πρόσκειται δὲ καὶ ἐπ̣ιτεθὲν τὸ ἐξαίφνης ἐμφατικὸν τοῦ μὴ δύνασθαί τινα διαδρᾶναι τῆς πτώσεως οὕτως συμβάντος τοῦ πράγματος, ἔξωθεν ἴσως τοῦ ἀγγέλλοντος εὑρεθέντος. "οὕτως ἀναστὰς Ἰὼβ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο, ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως ἐγένε το. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον." προλαμβάνει τὰς κακοηθείας τῶν πονηρῶν ἀνθρώπων τὸ θεῖον πνεῦμα καὶ αὐτοῦ τοῦ διαβόλου. ἴσως γάρ τις τῶν τοιούτων ἔλεγεν, ὡς οὐκ ἦν φιλότεκνος ὁ Ἰώβ, ἐπεὶ μηδὲν συμπαθείας ἄξιον ἐπεποιήκει. τὸ δὲ αἰσθητικὸν αὐτοῦ καὶ ἀνδρεῖον ἅμα δείκνυται, ὅτι ἐφανέρου μήτε ἀνεπαισθήτως τὸ δεινὸν τοῦ ἀθρόου καὶ οἰκτροῦ θανάτου τῶν τέκνων δεδέχθαι μήτε ἀγεννῶς· διὰ μὲν γὰρ τοῦ "διαρρῆξαι τὰ ἱμάτια καὶ κείρασθαι τὴν κεφαλήν" –τούτου τοῖς παλαιοῖς γὰρ ἐπὶ τετελευτηκόσιν εἰωθότος–τὸ συμπαθὲς δείκνυσιν καὶ φιλόστοργον. τὰ δ' ἑξῆς τῆς ἀνδρείας καὶ ὑπερβαλλούσης φρονήσεως δεῖγμα ἐκφέρει προδηλότατον, εἰ γάρ φησιν· "καὶ πεσὼν χαμαί".
This is a question under investigation: whether the one who reported could know that it was a spirit in service to the devil that had done this, or the devil himself. But if the spirit is understood to be a storm-wind, then this must be taken as said in the same way as the descent of fire from heaven upon the sheep, and the things said about it apply also to this. For the devil cannot stir up a wind. And "suddenly" is added as an emphatic touch, showing that no one was able to escape the calamity, since the event happened in such a way that perhaps the messenger was found outside it. "Thus Job arose and tore his garments and sheared the hair of his head, and falling to the ground he worshiped and said: 'I myself came naked from my mother's womb, and naked I shall depart there. The Lord gave, the Lord took away; as it seemed good to the Lord, so it came to pass. May the name of the Lord be blessed.'" The divine Spirit anticipates the malice of wicked men and of the devil himself. For perhaps someone of that sort was saying that Job was not fond of his children, since he had done nothing worthy of sympathy. But his perceptiveness and courage are shown at once, in that he manifestly received the dread of the sudden and pitiable death of his children neither insensibly nor ignobly. For through "tearing his garments and shearing his head" — this being customary among the ancients for the dead — he shows his sympathy and affection. And what follows presents a most evident proof of his courage and surpassing understanding, if indeed he says: "and falling to the ground.
οὐκ ἀπεδυσπέτησεν, οὐκ ἀφῆκε φωνὴν ἀνδρὶ συνετῶι ἀνάρμοστον, οὐ προήγαγε τὸ ῥῆμα ὀλιγωρι´̣ας, ἀλλὰ προσκυνεῖ τὸν πάντων γενεσιάρχην πεπεισμένος, ὡς οὐκ ἔξω τῆς θείας κρίσεως ταῦτα συμβαίνει καὶ συμβαίνοντα ἀπ' ἀρχῆς ἀκολούθως καὶ κατὰ λόγον τινα`̣ ὀρθὸν γίνεται. ἐπιφέρει γὰρ καὶ μετὰ τὸ προσκυνῆσαι· "γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. ὡς τῶι κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον." κατανόησον γάρ, ὡς μετὰ τῆς ἀνδρείας καὶ φρόνησις ἐν τῷ μακαρίωι Ἰὼβ εὑρίσκεται, καθ' ἣν διὰ τῶν λόγων δόγματα εἰσάγει θεῖα καὶ παντὶ τῶι γένει τῶν ἀνθρώπων συμφέροντα. "γυμνός", φησίν, "ἐξῆλθον ἐκ κοιλίας μητρός, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ". περὶ οὗ ἐρωτητέον τοὺς μηδὲν θεῖον περὶ τῆς ἀθανασίας τῆς ψυχῆς διανοουμένους. ποῦ γὰρ ὁ Ἰὼβ γυμνὸς ἀπελεύσεται; ἆρά γε ἐν τῆι κοιλίαι τῆς μητρός; ἐκεῖθεν γὰρ γυμνὸς ἐξελήλυθεν κατὰ τὸ λεγόμενον. ἀλλ' ἄπαγε τῆς ψευδοῦς ταύτης διανοίας. ἦ δῆλον, ὅτι πρὸς διδασκαλίαν τοῦ μὴ συσπείρεσθαι τὴν ψυχήν, καθώς τισιν ἔδοξεν, τοῦτο εἴρηται. ὅμοιον γὰρ τούτωι καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· "οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα." ὡς γὰρ τὸ ἐξενεγκεῖν ἐμφαίνει τὸν ἀποθανόντα ὑφεστῶτα, οὕτω ὁ μὴ εἰσενεγκὼν ὑφεστώς ἐστι καὶ ἔκ τινος χώρου εἰσέρχεται μηδὲν τοιοῦτον ἐπαγόμενος. κἀκεῖνο δὲ δόγμα πολλοῖς ἀγνοούμενον εἰσάγει λέγων·
He did not resent it, he did not utter a sound unfitting for a prudent man, he did not bring forth a word of contempt, but he worshiped the originator of all things, being persuaded that these things do not happen outside the divine judgment and that, as they happen, they come about from the beginning in accordance with a certain right reason. For he adds even after worshiping: "Naked I came out from my mother's womb, and naked I shall depart there. The Lord gave, the Lord took away. As it seemed good to the Lord, so it happened. May the name of the Lord be blessed." For consider that along with courage, prudence is also found in the blessed Job, according to which through his words he introduces divine doctrines beneficial to the whole race of mankind. "Naked," he says, "I came out from my mother's womb, and naked I shall depart there." Concerning this, one must question those who think nothing divine about the immortality of the soul. For where will Job depart naked? Is it indeed into his mother's womb? For from there he came out naked, as the saying goes. But away with this false notion. Is it not clear that this was said for the teaching that the soul is not sown together with the body, as it seemed to some? For the blessed Paul also writes something similar to this, saying: "For we brought nothing into the world, because we can carry nothing out." For just as "to carry out" makes clear the one who has died as existing, so the one who did not bring in exists and enters from some place, bringing nothing of the kind with him. And he introduces that doctrine also, unknown to many, saying:
"ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο", μετὰ τούτου παριστῶν, ὡς οὐκ ἐτύγχανεν αὐτοῦ ἡ κτῆσις ἄδικος καὶ ἀπό τινος μὴ προσηκούσης ἐπικουρίας λαβοῦσα τὴν ἀρχήν. "κύριος πτωχίζει καὶ πλουτίζει", οὐκ ἀλόγῳ τινι ῥοπῇ, καθὰ οἱ τὴν εἱμαρμέ35 νην εἰσάγοντες διανοοῦνται, ἀλλ' ἐπὶ τῶι γνωσθῆναι τὸν ἐν τούτοις τεινόμενον, εἰ προσηκόντως αὐτὰ φέρει, μετὰ τοῦ καὶ ἑτέρας αἰτίας εἶναι, ἐνίας μὲν καὶ ἀνθρώποις γνωρίμους, ἐνίας δὲ ἀπορρήτους μόνωι θεῷ γιγνωσκομένας, ἅπερ ἐπιστάμενος ὁ μακάριός φησιν· "ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο." τοῦ "ἔδοξεν" δ' ἀκουστέον μὴ ἁπλῶς, ἀλλ' ὡς τοῦ θεοῦ οὕτω βεβαίως κρίναντος. τούτωι ὅμοιον ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων φέρεται, ὁπηνίκα ἐπιστολὴν γράφοντες περὶ τοῦ μὴ περιτέμνειν τοὺς προσ ερχομένους τῆι θεοσεβείᾳ ἔλεγον οἱ ἀπόστολοι· "ἔδοξεν τῷ
ἁγίῳ πνεύματι καὶ ἡμῖν", οὐχ ἁπλῶς, ἀλλὰ κεκριμένως. εἴη δ' ἂν καὶ τὸν ἀντικείμενον τοῦτο τλητικὸν τὸ ῥῆμα δηλοῦν, ὡς οὐχ ἕνεκα τοῦ θυμηδίαν ἐνβ̣αλεῖν τῶι διαβόλωι ἐξαιτήσαντι ὁ Ἰὼβ ἐκδέδοται, ἀλλ' ὅπως τὸ δόξαν τῶι κυρίωι γένηται. ἦν δὲ τοῦτο, ὅπερ αὐτὸς ὁ θεὸς πρὸς τὸν Ἰὼβ ἐ´̣φη· "οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος", καὶ ὅτι οὔτε διὰ χρήματα οὔτε διὰ τέκνα τῆς ἀρετῆς ἀφίσταται. θαυμάσαι δὲ ἔστιν αὐτοῦ καὶ τὸ εὐχαριστητικὸν λέγοντος· "εἴη τὸ ὄνομα κυρίου εὐλογημένον", ὅπερ ἔλεγχός ἐστιν κατὰ τῶν ἀπο ύντων ἐπὶ τοῖς τοιούτοις συμπτώμασιν καὶ τοιαῦτα προφερόντων, ἅπερ οὐδὲ λέγειν καλ̣όν.
The Lord gave, the Lord has taken away," showing by this that his possession was not unjust, nor did it take its beginning from some improper assistance. "The Lord makes poor and makes rich," not by some irrational impulse, as those who introduce fate suppose, but so that it may be known whether the one engaged in these things bears them fittingly, along with the fact that there are also other causes—some known even to men, some secret and known only to God—which the blessed man, knowing them, says: "The Lord gave, the Lord has taken away. As it seemed good to the Lord, so it also came to be." And "it seemed good" must be understood not simply, but as God having so firmly judged. Something similar to this is recorded in the Acts of the Apostles, when, writing a letter about not circumcising those who come to the worship of God, the apostles said: "It seemed good to the Holy Spirit and to us," not simply, but as having been decided. And this word might also show the adversary to be enduring, namely that Job was not handed over for the sake of casting delight into the devil who asked for him, but so that what seemed good to the Lord might come to pass. And this was what God himself said to Job: "Do you think that I have dealt with you otherwise than that you might appear righteous?" and that he does not depart from virtue either because of wealth or because of children. And one may marvel also at his thankfulness when he says: "May the name of the Lord be blessed," which is a refutation against those who are distressed at such calamities and utter such things as it is not even good to say.
ἀλλ' ὁ ἅγιος οὐ τοιοῦτος ἀσύνετος ἀκαμπὴς τὸν λογισμὸν ὅσων καὶ τοιούτων συμβάντων κῆρυξ ἀληθῶν δογμάτων καὶ θείων γίγνεται. τό· "οὕτως διέρρηξεν Ἰὼβ τὰ ἱμάτια αὐτοῦ" ἀντιτύπως λημπτέον. πιθανὸν δ' ἂν εἴη εἰπεῖν, ὅτι διὰ τοῦτο ἑαυ τὸν ἐγύμνωσεν, πρῶτον μὲν δεικνὺς τῶι πειράζοντι ὅτι· εἰ καὶ τῶν περιλειπομένων ἐπιθυμεῖς, ἔχε καὶ ταυ῀̣τα, ἔπειτα συμβολικῶς δεικνύς, ὅτι ὥσπερ ἀγωνιστὴς πρὸς ἀντίπαλον ἐπαποδύεται. εἴη δὲ καὶ ἡ ἀφαίρεσις τῶν τριχῶν σύμβολον τοῦ λογίζεσθαι πάντα τὰ περιττὰ μηδὲν μέγα, ἀλλ' εὐκαταφρόνητα δικαίωι καὶ συνετῶι, μήτε ἐν ταῖς "ἀνέσεσιν" χαυνουμένου μήτε ἐν ταῖς "θλίψεσιν" δυσφοροῦντος, ὅπερ παριστῶν καὶ ὁ μακάριος Δαυὶδ ἔψαλλεν· "εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῶι." "ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῶι οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῶι θεῶι." μεγάλη μαρτυρία ὑπὸ τοῦ ἁγίου πνεύματος δίδοται τῶι μακαρίῳ Ἰὼβ ἐν τῶι εἰρῆσθαι· "ἐν τούτοις πᾶσιν οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου." ἔστιν γὰρ πολλάκις μὴ ἁμαρτάνειν μὲν κατὰ πρόδηλον, γίνεσθαι δὲ ἐν τῆι διανοίαι ταραχὴν καθὸ εἴρηται· "ἐταράχθην καὶ οὐκ ἐλά37 λησα." ἀλλὰ προσκείμενον τὸ "ἐναντίον" δείκνυσιν, ὡς οὐδὲν πταῖσμα γέγονεν· ἦ γὰρ ἂν ὑπὸ θεοῦ ἐθεωρεῖτο. οὐ γὰρ ταὐτόν ἐστι τό· «οὐδὲν ἥμαρτεν ὅδε τις» καὶ τό· "οὐδὲν ἥμαρτεν ἐναντίον κυρίου", ὅπερ ὑπερβάλλουσαν ἐμφαίνει καθαρότητα ὡς μήτε λόγωι μήτε πράξει μ̣ήτε λογισμῶι ἢ διανοίαι τοῦ ἁγίου πταίσαντος. εἰς τοῦτο γοῦν τοὺς μετανοοῦντας ὁ θεὸς καλῶν ἔλεγεν·
But the saint is not like that—uncomprehending, inflexible in his reasoning—when such and so many things have befallen him, he becomes a herald of true doctrines and divine things. The phrase "Thus Job tore his garments" must be taken in a figurative sense. It would be plausible to say that for this reason he stripped himself: first, showing the tempter that, if you desire even the things that remain, take these too; then, symbolically showing that, like an athlete, he strips for the contest against his opponent. And the removal of the hairs would also be a symbol of reckoning all superfluous things as nothing great but contemptible to the righteous and prudent man, who is neither slackened in "relaxations" nor discomfited in "afflictions"—which the blessed David also presented when he sang: "I will bless the Lord at all times." "In all these things that happened to him, Job sinned in nothing before the Lord and did not give folly to God." A great testimony is given by the Holy Spirit to the blessed Job in the saying: "In all these things Job sinned in nothing before the Lord." For it is often possible not to sin in an obvious way, yet for a disturbance to arise in the mind, as it is said: "I was troubled and I did not speak." But the added word "before" shows that no fault occurred; for otherwise it would have been seen by God. For it is not the same thing to say "this man sinned in nothing" and "he sinned in nothing before the Lord," which indicates an surpassing purity, so that the saint faulted neither in word nor in deed nor in reasoning or thought. To this, then, God was calling the repentant when he said:
"ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου", ὃ δηλοῖ ὅτι· μὴ πράξει μόνῃ, ἀλλὰ καὶ διανοίαι τῆς κακίας ἀπεχώμεθα ὡς θεοῦ ὁρῶντος. τοῦτο καὶ ὁ ςωτὴρ ἐν τῷ εὐαγγελίῳ φησιν· "σὺ δὲ ὅταν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ὥσπερ οἱ ὑποκρίται ποιοῦσιν. ῃαξατ καί· "ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι." ὡς γὰρ ὁ οὕτω ποιῶν ἐλεημοσύνην οὐκ ἀκούει τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, οὕτως ὁ μὴ ἀπέναντι κυρίου ἁμαρτάνων πάσης ἐκτός ἐστι κακίας. εὖ δὲ καὶ τὸ εἰρῆσθαι· "καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῶι θεῶι." ὁ γὰρ πεπεισμένος, ὅτι προνοίᾳ θεία οἰκονομεῖται τὰ συμβαίνοντα, οὐ δίδωσιν ἀφροσύνην τῶι διοικοῦντι θεῷ, τῶν ἀπίστων ἐν τούτοις πολλάκις αἰτιωμένων καὶ λεγόντων· «το´̣δε οὐκ ἔδει γενέσθαι ἢ τόδε, οὐκ ὤφειλεν ὁ δεῖνα πένεσθαι ἢ πλουτεῖν ἢ νοσεῖν ἢ ὑγιαίνειν», ἤ· «διὰ τί ὁ νέος ἀπῆλθεν τοῦ βίου τῶν γερόντων ἔτι ἐν αὐτῷ ὄντων;». καὶ ὅλως οἱ τοιαῦτα λέγοντες ἄφρονα ὑποτίθενται τὴν διοίκησιν. ἀλλ' ὁ ἅγιος καὶ ἐν τοῖς περιστατικοῖς τοσούτοις ὢν κύριον εὐλογεῖ δικαίαν εἶναι τὴν κρίσιν τοῦ θεοῦ πεπεισμένος. "ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ κυρίου παραστῆναι ἔναντι κυρίου καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. καὶ εἶπεν ὁ κύριος τῷ διαβόλωι· πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου· διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐνπεριπατήσας τὴν σύμπασαν πάρειμι." κατὰ προτέραν πρόσοδον ἐξουσίαν ὁ διάβολος θεόθεν λαβὼν πάντων τῶν ὑπαρχόντων τοῦ Ἰὼβ καὶ τῶν τέκνων πάντα τε ἀπολέσας ἀνατρέψαι τὴν πρόθεσιν τὴν ἀνδρείαν τοῦ ἁγίου Ἰὼβ οὐ δεδύνηται.
Remove the wickednesses from your souls from before my eyes," which means: let us abstain from evil not in action only, but also in thought, as God sees. This the Savior also says in the Gospel: "But when you do almsgiving, do not sound a trumpet as the hypocrites do." And again: "He who sees in secret will repay you." For just as the one who does almsgiving in this way does not receive the praise that comes from the many, so the one who does not sin before the Lord is free from every evil. And well is it said: "and he did not give folly to God." For the one who is persuaded that what happens is ordered by divine providence does not give folly to the God who governs, unlike the faithless, who often in these matters bring accusations and say, "This ought not to have happened, or that; so-and-so ought not to be poor or rich, or sick or healthy," or, "Why did the young man depart from life while the old are still in it?" And in general, those who say such things impute folly to the governance. But the saint, even when in so many circumstances, blesses the Lord, persuaded that the judgment of God is just. "And it came to pass, as this day was, that the angels of the Lord came to stand before the Lord, and the devil came in the midst of them. And the Lord said to the devil: Where do you come from? Then the devil said before the Lord: Having passed through the region under heaven and walked about the whole world, I am here." At the former approach the devil, having received authority from God, destroyed all the possessions of Job and all his children, yet he was not able to overturn the steadfast resolve of the holy Job.
ἔμεινεν γὰρ διὰ μεγαλοψυχίαν ὁ αὐτός, ὁ αὐτὸς δὲ κατὰ τὴν θεοσέ βειαν. καὶ εἰκότως· διέκειτο γάρ, ὅτι ὁ θεὸς πέμπει τὰ ἡδέα
καὶ ἀφαιρεῖται. δευτέραν ἐπιχειρεῖ ἐξαίτησιν κινήσασθαι κατὰ τοῦ σώματος αὐτοῦ πόνοις ἀνηκέστοις ὑποβαλεῖν αὐτὸν σπουδάζων. τῶν αὐτῶν στίχων τοῖς φθάσασι τυγχανόντων, τὰ εἰς ἐκείνους εἰρημένα καὶ τούτοις ἐφαρμοστέον, ἵνα μὴ τὰ αὐτὰ πολλάκις λέγηται, τοσοῦτον μόνον προσθέντας, ὅτι τὸ διαβολικὸν δ̣ ς ὑπερβαλλόντως δείκνυται. λεχθείη δὲ εἰς τό· "πόθεν σὺ ἔρχῃ;"· τὸ ἐλεγκτικώτατα ὑπὸ κυρίου πρὸς τὸν διάβολον εἰρῆσθαι ὡς οὐκ ἔχοντος εἰπεῖν τι ἑαυτοῦ μετὰ παρρησίας κατόρθωμα καὶ ἐντρεπτικόν, ὅτι νενικημένος ἦν, ὅπερ αὐτὸς ἀναισχύντως οὐχ ὡμολόγει. σημειωτέον, ὡς οὐχ οὕτως νῦν ὁ διάβολος ἀποκρίνεται. τότε μὲν γὰρ εἶπεν· "περιελθὼν τὴν γῆν καὶ ἐνπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι", νῦν δέ· "διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐνπεριπατήσας τὴν σύμπασαν". καὶ συνεπίσκεψαι, μήποτε ὡς ψευστὴς οὐκ ἠθέλησεν μνημονεῦσαι, ὅτι "περιῆλθεν τὴν γῆν", ἵνα ὡς μηδὲ τὴν ἀρχὴν προσβαλὼν τῷ Ἰὼβ νομισθῇ, τότε δὲ ἀπ' ἀναισχυντίας. οἶδεν γάρ, ὅτι οὐδὲν λανθάνει θεόν. οὐδὲ γὰρ εἶπεν̣ ὅτι· «ὧν δέδωκάς μοι ἐξουσίαν, πεποίηκα· ἀφῄρηκα τὰ ὑπάρχοντα τοῦ Ἰὼβ καὶ τὰ τέκνα ἀνεῖλον.» τοῦτο γὰρ ἦν ἀκόλουθον εἰπεῖν, καί· «ὁ αὐτὸς ἔμεινεν.» ἀλλ' ἐπὶ δευτέραν αἴτησιν χωρεῖ, ἐξ ἧς οἴεται ἀνατρέψαι τὴν πρόθεσιν τοῦ ἁγίου. εἰ δὲ καὶ διάβολος κρύπτει τὸ ἑαυτοῦ βούλημα ἐν τῷ ἀντὶ «τῆς γῆς» "τὴν σύμπασαν" εἰρηκέναι, ἀλλ' ἡμεῖς ἐκ τῶν γραφῶν παραστήσωμεν, ὡς ἡ γῆ πολλάκις ἡ σύμπασα καλεῖται.
For he remained the same because of his greatness of soul, and the same in his reverence for God. And reasonably so; for he was disposed thus, because God sends pleasant things and takes them away. He attempts to make a second request, striving to subject him to incurable pains against his body. Since the verses are the same as those already treated, what was said about them must also be applied to these, so that the same things are not said many times, adding only this much: that the devil's <...> is shown to be excessive. It might be said regarding the phrase "Where do you come from?": that it was spoken by the Lord to the devil most reproachfully, as one who had no achievement of his own to mention with confidence and that would put him to shame, because he had been defeated, which he himself shamelessly did not acknowledge. It should be noted that the devil does not answer in the same way now. For then he said: "Having gone around the earth and walked about under heaven, I am here," but now: "Having passed through under heaven and walked about the whole." And consider also, whether as a liar he did not wish to mention that "he went around the earth," so that he might be thought not to have assailed Job at all in the beginning, but then out of shamelessness. For he knows that nothing escapes God. Nor did he say: "Those over whom you gave me authority, I have dealt with; I have taken away Job's possessions and destroyed his children." For this was the consistent thing to say, and: "He remained the same." But he proceeds to a second request, by which he thinks to overturn the holy man's resolve. And if the devil also conceals his own intent by saying "the whole" instead of "the earth," nevertheless let us show from the Scriptures that the whole earth is often called [the earth].
εἴρηται γάρ· "ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον." καὶ ὁ Ἰὼβ δὲ ἐν τοῖς ἑξῆς περὶ θεοῦ φησιν· "ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστοις" δηλῶν, ὅτι θεὸς ἀπὸ γῆς δι' ἀρετὴν ἕλκει εἰς οὐρανόν. "εἶπεν δὲ ὁ κύριος τῶι διαβόλωι· προσέσχες τῶι θεράποντί μου Ἰώβ, ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος δίκαιος, θεοσεβής, ἄκακος, ἄμεμπτος, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ. ἔτι δὲ ἔχεται ἀκακίας." καὶ νῦν τό· "προσ έσχες τῇς διανοίᾳ σου" ὡς καὶ πρότερον εἴρηται, ἐπίτασιν ἔχον, ὅτι μετὰ τὴν πάλην κατῃσχύνθη. ὁ μὲν γὰρ διάβολος οἰόμενος, ὅτι ὡς ἐπὶ ἀγαθοῖς χαίρει τοῖς ἔξωθεν ὁ Ἰώβ, ἔλεγεν· "οὐ σὺ περιέφραξας τὰ ἔσω καὶ τὰ ἔξω τῆς οἰκίας αὐτοῦ;" ὅτε δὲ ματαία γέγονεν αὐτοῦ ἡ προσβολή, τὸ "προσέσχες" λέγεται ἀντὶ τοῦ· «ἔγνως τῆι πείραι» ἀνδρείαν "θεοσεβοῦς, ἀμέμπτου, ἀκάκου, ἀπεχομένου τε παντὸς κακοῦ". καὶ πρὸς τούτοις ἐλέγχων ὁ κύριος ἐπάγει· "ἔτι δὲ ἔχεται ἀκακίας." προσέσχες οὖν, ὅτι οὐκ "εἰς πρόσωπόν" με "εὐλογήσει", ὡς ἐνόμιζες. σημειωτέον, ὡς ἐν τοῖς φθάσασιν εἴρηται· "ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος", νῦν δέ· "ἀπὸ παντὸς κακοῦ". ἐξ οὗ γιγνώσκεται, ὡς τὸ κακὸν πονηρὸν εἴρηται. ἀλλὰ καὶ τὸ γεγραμμένον· "οἱ ἀγαπῶν41 τες τὸν κύριον μισεῖτε πονηρόν", ἀντὶ τοῦ· μισεῖτε τὴν κακίαν. νοεῖται δὲ ἡ ἀκακία διάφορα σημαίνειν· δηλοῖ γὰρ καὶ τὴν τῆς κακίας στέρησιν καὶ τὴν εὐήθειαν. ὅταν γὰρ λέγῃ ὁ ἅγιος· "κρῖνόν με ὁ θεός, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην", ἀκακίαν λέγει τὴν ἀρετήν· ὁ γὰρ ἀρετὴν ἔχων στερεῖται κακίας. καὶ ἐν ἑτέροις·
For it has been said: "The whole earth was filled with the knowledge of the Lord." And Job also, in what follows, says concerning God: "He who made the whole universe in the highest places," showing that God draws a person from earth to heaven through virtue. "And the Lord said to the devil: Have you attended to my servant Job, that there is no man on earth like him, righteous, God-fearing, guileless, blameless, abstaining from every evil? And still he holds fast to guilelessness." And now the phrase "Have you attended with your mind," as was also said before, carries intensification, because after the struggle he was put to shame. For the devil, thinking that Job rejoiced in external goods as if they were good things, was saying: "Did you not fence in the things inside and the things outside his house?" But when his assault had become futile, the phrase "Have you attended" is said in place of: "You have come to know by experience" the courage "of a God-fearing, blameless, guileless man, and one abstaining from every evil." And in addition to these things, the Lord, bringing a charge, adds: "And still he holds fast to guilelessness." You have attended, then, that he will not "bless me to my face," as you supposed. It should be noted, as was said in the preceding passages: "abstaining from every evil thing," but now: "from every evil." From this it is known that evil has been called wickedness. But also what is written: "You who love the Lord, hate evil," means: hate wickedness. And guilelessness is understood to signify different things; for it indicates both the privation of wickedness and simplicity. For when the saint says: "Judge me, O God, because I walked in my guilelessness," he calls virtue guilelessness; for the one who has virtue is deprived of wickedness. And in other passages:
"ἄκακοι καὶ εὐηθεῖς ἐκολλῶντό μοι" τοὺς ἐναρε´̣τους ἀκάκους φησίν– εὐηθεῖς γὰρ οὗτοι–, τὸ δὲ εὐηθὲς ἀρετῆς ἐστι γνώρισμα. ὅταν δὲ λέγῃ· "ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων", καί· "ἄκακος πιστεύει παντὶ λόγωι", καὶ πάλιν· "ἵνα δῷ ἀκάκοις πανουργίαν", τὸ ἀκέραιον σημαίνει. οἷς καὶ εὔχεται τὸ πανουργίαν δοθῆναι, οὐ τὴν ἰσοδυναμοῦσαν κακίᾳ, ἀλλὰ φρονήσει. ὁ Ἰὼβ οὖν "ἔτι εἶχεν ἀκακίαν" παντὶ λόγωι κατορθουμένην. "σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέσαι." τὸ ματαιούργημα τοῦ διαβόλου κατὰ τῶν ἁγίων ὁ κύριος ἐλέγχει. ματαίως γὰρ πονεῖ ὁ χωρὶς αἰτίας ἐνεργῶν τι. εἰ οὖν καὶ ὁ διάβολος ἐλπίζων ἑλεῖν τὸν ἅγιον ἐπιχειρῶν τῆι φθορᾶι τῶν ὑπαρχόντων καὶ τέκνων ἀνήνυτον ἔγνω τὸ ἐπιχείρημα τῇ τῆς ἀνδρείας τοῦ ἁγίου περιουσίαι, ματαίως αὐτῶι ἐπολέμησεν· οὐδὲν γὰρ ὧν ἤλπιζεν ἀπέβη. "ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ· δέρμα ὑπὲρ δέρματος. ὅσα
ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει. οὐ μὴν δέ, ἀλλὰ ἀποστεῖλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ· εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει." τριῶν ὄντων τῶν καλουμένων ἀγαθῶν, τῶν τε ἐκτός, ἃ διαιρεῖται εἴς τε χρήματα καὶ κτήματα καὶ ὑγίαν καὶ ἄλλα τὰ περὶ σῶμα, καὶ ἑτέρων τῶν ἀρετῶν, μόνα τὰ ἀδιάφορα ἀγαθὰ ἡγούμενος νομίζει καὶ τὸν Ἰὼβ ταύτης εἶναι τῆς διανοίας καὶ ἀναισχύντως λέγει πρὸς τὸν κύριον–τὸ λέγειν κατὰ τὰ ἔμπροσθεν εἰρημένα νοούντων ἡμῶν–, ὅτι πάντα ἂν ἐκτείσοι ὁ ἄνθρωπος ὑπὲρ τοῦ μὴ αὐτός τι παθεῖν. ὅπερ πιθανὸν μὲν καὶ ὡς ἐπὶ τὸ πλεῖστον, οὐ μὴν ἐπὶ πάντων ἀληθές·
The blameless and simple clung to me." He calls the virtuous "blameless"—for these are simple—and simplicity is a mark of virtue. But when he says, "They deceive the hearts of the blameless," and, "The blameless man believes every word," and again, "That he may give craftiness to the blameless," he means guilelessness. And he prays that craftiness be given to these—not the craftiness that is equivalent to vice, but to prudence. Job, then, "still had blamelessness," set right in every word. "But you said, 'To destroy his possessions in vain.'" The Lord convicts the devil's vain scheming against the saints. For he labors in vain who acts without cause. If, then, the devil, hoping to seize the saint and attempting it through the destruction of his possessions and children, recognized his attempt as unaccomplished because of the saint's abundance of courage, he warred against him in vain; for nothing of what he hoped for came to pass. "And the devil answered and said to the Lord: 'Skin for skin. Whatever a man has, he will give in exchange for his soul. But indeed, stretch out your hand and touch his bones and his flesh; surely he will bless you to your face.'" Since there are three kinds of things called good—the external, which is divided into money and property and health and other things pertaining to the body, and others, those of the virtues—he, considering only the indifferent things to be good, supposes that Job also is of this mind, and shamelessly says to the Lord—we understanding "says" in accordance with what was said before—that a man would give everything in exchange for not suffering anything himself. This is persuasive indeed, and for the most part, but not true in all cases.
πολλοὶ γὰρ ὑπὲρ χρημάτων ἐκινδύνευσαν. εὐτελίζων δὲ ὁ φιλόκακος διάβολος τὴν ἀνδρείαν τοῦ μακαρίου καὶ βουλόμενος ἐπενεγκεῖν αὐτῶι καὶ κατὰ τοῦ σώματος ἅπερ ἐπήνεγκεν, εὐκαταφρόνητον εἶναί φησιν τὴν τῶν ἔξωθεν κτῆσιν κρύπτων κακοήθως, ὅτι ὑπὲρ τέκνων μύριοι ἀπολέσθαι ηὔξαντο· οὕτω γὰρ καὶ οἱ πόλεμοι τὴν σύστασιν ἔχουσιν ὑπὲρ τῶν τέκνων γενόμενοι· ἕκαστος γὰρ προβόλιον τῶν ἰδίων παιδίων ἱστάμενος ὑπερκινδυνεύει τούτων. ἀλλ' ὁ ἀντικείμενος πόθῳ τοῦ κακῶσαι τὸν Ἰὼβ καὶ περὶ τῶν πραγμάτων ἀλλόκοτον φθέγγεται. διόπερ ὡς καὶ πρότερόν φησιν· "ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστέων αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ· εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει." οἶδεν γὰρ εἴπερ καὶ ἐξέπεσεν, ὅτι εἰ μὴ θεὸς ἐπιτρέψῃ, οὐδὲν αὐτὸς κατά τινος δύναται, τῆς ἐπιτροπῆς οὕτω νοουμένης, ὅτι σοφῶς γίγνεται ἅτε παρὰ θεοῦ γιγνομένη. "εἶπεν δὲ ὁ κύριος τῶι διαβόλωι· ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον." ἐπιτρέπει καὶ τοῦτο ὁ κύριος πρὸς ἡμετέραν ὠφελίαν, ἵνα χαρακτὴρ καὶ τύπος ἀνδρείας καθάπερ ἐν στηλογραφίαις ὁ Ἰὼβ τεθεὶς σκοπὸς τῆς τοιαύτης ἀρετῆς καὶ τοῖς τότε καὶ τοῖς μεταγενεστέροις ὑπάρξῃ, ὃ καὶ γέγονεν. αὐτοῦ γὰρ ἔστιν τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ ἀκοῦσαι λέγοντος· "οἶδα, ὅτι δίκαιος ἀναφανοῦμαι." παραδιδοὺς δὲ ὁ κύριός φησιν· "μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον", ὅπερ νοηθείη οὕτως· παρακοπὰς πολλάκις κα̣ι`̣ τοῦ ἡγεμονικοῦ διαστροφὰς ἔν τισιν ὁρῶμεν γιγνομένας, δι' οὓς πάλιν οἶδεν λόγους ὁ τὸ κρυπτὸν ἐπιστάμενος θεὸς τούτων οὕτω παραδοθέντων. ὅ φησιν οὖν ὁ κύριος, τοῦτό ἐστιν·
For many have risked their lives for the sake of money. But the evil-loving devil, disparaging the blessed man's courage and wishing to bring against him even in the matter of the body the things he had brought, says that the possession of external goods is contemptible, maliciously concealing that ten thousand have prayed to perish for the sake of their children; for thus wars too have their constitution, being waged for the sake of children; for each one, standing as a bulwark for his own children, runs extreme danger on their behalf. But the adversary, out of desire to harm Job, speaks strange things even about his possessions. Therefore, as he also said earlier: "But stretch out your hand and touch his bones and his flesh; surely he will bless you to your face." For he knows that even if he has fallen, he himself can do nothing against anyone unless God permits it, the permission being understood in this way, that it happens wisely, inasmuch as it comes about from God. "And the Lord said to the devil: Behold, I deliver him to you; only guard his soul." The Lord permits this too for our benefit, so that Job, set as a character and type of courage, as in painted tablets, might be an example of such virtue both for those then and for later generations, which has indeed come to pass. For it is possible to hear the athlete and contestant himself saying: "I know that I shall appear righteous." And the Lord, delivering him, says: "Only guard his soul," which might be understood thus: we often see derangements and distortions of the ruling faculty occurring in certain people, for which reasons again the God who knows the hidden things knows these things, when they have been delivered in this way. What the Lord says, then, is this:
μὴ κάρον αὐτῷ καὶ διαστροφὴν τοῦ ἡγεμονικοῦ ἐρ44 γάσῃ, ἀλλὰ σαρκῶν ἅπτου καὶ ὀστέων ὧν καὶ ἐξῃτήσω. εἰ δὲ καὶ ἀντὶ τοῦ «μὴ ἀποκτείνῃς αὐτὸν» κεῖται τό· "μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον", συνεπίσκεψαι. "ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου καὶ ἔπαισεν τὸν Ἰὼβ ἕλκει πονηρῶι ἀπὸ ποδῶν μέχρι κεφαλῆς." πᾶς ἁμαρτωλὸς ἔξω θεοῦ ἐστιν, προηγουμένως δὲ ὁ διάβολος ὡς ἀρχέκακος. εἴρηται δὲ περὶ τούτου καὶ πρότερον. καὶ ἐπεὶ ἐν τῶι διηγήματι εἴρηται, ὡς "ἦλθεν ὁ διάβολος μετὰ τῶν ἀγγέλων", ἀκολούθως προσάγεται τὸ σχῆμα. τῆς ἱστορίας ἔχεται τό· "ἐξῆλθεν ὁ διάβολος ἀπὸ τοῦ κυρίου." ἐξελθὼν δὲ οὐκ ἀναμένει, ἀλλ' εὐθὺς ἐνεργεῖ τὸ τῆς ἐξαιτήσεως ὁλοσωμάτωι τραύματι περιβαλὼν αὐτόν, προσβολῇ βουλόμενος τὸν τόνον τῆς ἀρετῆς αὐτοῦ διαλύσειν. τῶν δ' ἄκρων μνημονεύει δηλῶν, ὅτι καὶ τῶν μέσων ἥψατο. "καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ." τὴν ἐρημίαν καὶ τὸ ἀβοήθητον αὐτοῦ σημαίνει ὁ στίχος μηδενὸς παρόντος αὐτῷ τοῦ νοσηλεύοντος, ἀλλὰ καὶ τῆς γυναικὸς ἀπούσης διὰ τὴν πρὸς τὸ ἔργον σπουδήν, ἐξ οὗ καὶ αὐτὴι καὶ αὐτὸς ἴσως ἐτρέφετο· ἐν γὰρ τοῖς ἑξῆς ἡ γυνὴ λέγουσα πρὸς αὐτόν· "κἀγὼ πλανωμένη καὶ λάτρις τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας προσδεχομένη τὸν ἥλιον πότε δύσεται" τὸ εἰρημέ45 νον παρίστησιν. εἰς τοσοῦτον αὐτῷ τὸ σῶμα διελέλυτο, ὥστε εἰς ἰχῶρας ἀναλύεσθαι. δι̣ὸ τῷ ὀστράκωι ἔξυεν αὐτὸς τῆι ψυχῇ ἄνοσος ὢν καὶ ἀκαμπής. "καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως." εἰκὸς ὅτι ἐν ταῖς πόλεσιν ἐκείναις οὐκ ἐπέτρεπον τὸν ἔχοντα τοιοῦτον σῶμα διάγειν. διόπερ ἔξω τῆς πόλεως ἐπὶ κοπρίας
...lest he cause him a torpor and a distortion of the governing faculty, but touch his flesh and bones, which you also demanded. But consider also whether instead of "do not kill him" there stands the phrase "only preserve his soul." "And the devil went out from the Lord and struck Job with a grievous sore from feet to head." Every sinner is outside God, and preeminently the devil as the originator of evil. And this has been said about him also earlier. And since it was said in the narrative that "the devil came with the angels," the figure is introduced accordingly. What follows belongs to the history: "the devil went out from the Lord." And having gone out, he does not wait, but immediately carries out the demand, surrounding him with a whole-body wound, wishing by the assault to dissolve the tension of his virtue. And he mentions the extremities, indicating that he touched the middle parts as well. "And he took a potsherd, so that he might scrape off the ichor." The verse signifies his desolation and his helplessness, with no one present to nurse him, but also with his wife absent because of her zeal for the work, from which she and he alike perhaps were fed; for in what follows the woman says to him: "And I, wandering and a servant, expecting a place from place and a house from house, when will the sun set?" — she sets forth what was said. To such an extent had his body been dissolved, that it broke down into ichor. Therefore with the potsherd he scraped himself, being in his soul without disease and unbending. "And he sat upon the dung-heap outside the city." It is likely that in those cities they did not permit one having such a body to live. Therefore outside the city upon a dung-heap...
ἐκαθέζετο καὶ θεωρεῖ τὴν ἀθρόαν μεταβολήν, ἐξ οἵας εὐετηρίας καὶ διαγωγῆς εἰς ποίαν μετέβαλεν ὑπὸ τοῦ πειράζοντος κακοπραγίαν, ὥστε καὶ ἔξοικος εἶναι καὶ ἐπὶ κοπρίας καθέζεσθαι, οὐ συνόντος οἰκείου, ἀλλ' οὐδὲ φίλου οὐδ' αὐτῆς τῆς γυναικός, ὡς προείρηται· οὐδὲ γὰρ φαίνεται ἀδιαθέτως ἔχουσα πρὸς αὐτόν, ὡς παρεθέμεθα. "χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῶι ἡ γυνὴ αὐτοῦ· μέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖναι καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. σὺ δὲ αὐτὸς ἐν σαπρίαι σκωλήκων κάθῃ διανυκτερεύων αἴθριος. κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδύνων αἵ με νῦν συνέχουσιν. ἀλλ' εἶπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα." ἀτονήσας ἐκ τῶν τοσούτων προσβολῶν ὁ διάβολος καὶ μὴ δυνηθεὶς αὐτὸν καταβαλεῖν ἐκ τῆς ἀφαιρέσεως τῆς περιουσίας καὶ τῆς τῶν τέκνων φθορᾶς, ἔτι τε μηδὲ ἐκ τῆς ἀμέτρου κακώσεως τοῦ σώματος, τρίτον αὐτῷ πλέκει πάλαι σμα τὴν τῆς γυναικὸς ὁμιλίαν· ἴσως δι' αὐτῆς τὸν Ἰὼβ ὡς καὶ διὰ τῆς Εὕας τὸν Ἀδὰμ ἀπατήσειεν. χρόνου γὰρ πολλοῦ προβεβηκότος ὡς οὐδὲ αὐτὸς δεδύνηται σεῖσαι τὸν ἀθλητήν, τὰ τῆς ὀλιγωρίας προφέρει ἡ γυνή, ἴσως ἐνθυμουμένη τοῦ π̣αθ̣ήματος αὐτὸν ἀπαλλάξαι, εἰ ῥῆμα πρὸς κύριον εἴποι ἀλογίστως. καὶ θέασαι καθ' ἕκαστον ῥῆμα, πῶς εἰς ὀλιγωρίαν ἐκκαλεῖται α̣ὐτόν· "μέχρι τίνος καρτερήσεις"·
He sat and observed the sudden change—from what prosperity and manner of life into what misery he had been brought by the tempter, so that he was even homeless and sat upon a dung heap, with no kinsman present, nor even a friend, nor his very wife, as was said before; for she does not appear to be disposed toward him without feeling, as we have set forth. "But when much time had passed, his wife said to him: How long will you endure, saying, 'Behold, I wait yet a little while, expecting the hope of my salvation'? For behold, your memorial has perished from the earth—sons and daughters, the pangs and labors of my womb, which I toiled in vain with hardships. But you yourself sit in the rottenness of worms, spending the night in the open air. And I, a wanderer and a servant, from place to place and from house to house, waiting for the sun—when will it set, that I may rest from the labors and the pains that now hold me fast? But say some word against the Lord and die." The devil, having grown feeble from so many assaults and having been unable to cast him down by the removal of his property and the destruction of his children, and moreover not even by the immoderate affliction of his body, weaves for him a third wrestling match—the conversation of his wife; perhaps through her he might deceive Job as he had Adam through Eve. For when much time had passed, since he himself had not been able to shake the athlete, the woman brings forward the things of faint-heartedness, perhaps intending to deliver him from the suffering, if he should speak a word against the Lord irrationally. And observe, word by word, how she calls him forth to faint-heartedness: "How long will you endure?
εἰς πολὺν αὐτῶι χρόνον τῆς νόσου πρόθεσιν εἰς ὀλιγωρίαν ὑποβάλλουσα–εἶτα ἑξῆς· "λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου"–τρόπον τινὰ εἰς ἀδύνατον αὐτοῦ περιάγει τὴν προσδοκίαν. ἴσως γὰρ πολλάκις αὐτῆς ἀποδυσπετούσης αὐτὸς τὰ τῆς ἀγαθῆς ἐλπίδος προτιθεὶς ἔπαυσε τῆς ὀλιγωρίας, ἣν οὐχ ὁρῶσα ἅτε ἀσθενῆ λογισμὸν ἔχουσα ὡς ψευδῆ αὐτὸν ἐλπίζοντα εἰς ὀλιγωρίαν ἐξεκαλεῖτο· φιλεῖ γὰρ ἄλογος ψυχὴ τὰς προσδοκίας ἀεὶ ἀβεβαίους λογίζεσθαι. ἐπιτείνουσα δὲ τὴν παρ' αὐτῆι νομιζομένην ἀπόδοσιν τῆς παν τελοῦς ἀνελπιστίας φησίν· "ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς." οὐχ υἱὸς οὐ θυγατὴρ περιλείπεταί σοι τὴν μνήμην τῆς διαδοχῆς φυλάξοντες, μονονουχὶ λέγουσα ὅτι· εἰ καὶ ὑγ̣ια῀̣ναι συμβαίη, ἀνόνητος ἡ τῆς ὑγίας ἀπόλαυσις παίδων οὐκ ὄντων, ὑπαρχόντων ἀπολομένων. καὶ ταῦτα μὲν εἰ μόνον παρῆν, τάχ' ἂν εἶχε λόγον ἡ μακροθυμία, φησίν, ἀλλὰ πρὸς τούτοις καὶ σὺ αυ αὐτὸς "ἐν σαπρίαι σκωλήκων κάθῃ", ἐγὼ δὲ ἀπὸ πενίας περίειμι "τόπον ἐκ τόπου". διὰ πάντων τῶν ῥημάτων ἑαυτῆς βέλος ὀλιγωρίας ἐξαποστείλασα ἐπάγει τῆς φαυλοτάτης ὁμιλίας πέρας λέγουσα· "εἶπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα". πρὸς ὃ εἴποι τις ἄν· πῶς ἡ γυνὴ τοῦτον ἔχουσα λογισμόν, ὅτι εἰ εἴποι ῥῆμα εἰς κύριον̣, τελευτήσοι; πρὸς ὃ διαφόρως τις λέξει ἤτοι τοῦ ἀντικειμένου ὑποβαλόντος αὐτῇ τοῦτο, ἵνα τὸ σπουδαζόμενον αὐτῶι πληρωθῇ τό· "εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει", ἢ τάχα ἐν ταῖς πόλεσιν ἐκείναις ὁ εἰς κύριον βλασφημήσας ἀπέθνῃσκεν ὑπὸ ἄρχοντος ἢ τῶν πολιτῶν.
For a long time she had been suggesting to him a pretext for his illness that led to contempt—then next: "saying, 'Behold, I wait yet a little time, expecting the hope of my salvation'"—in a certain way she turns his expectation toward impossibility. For perhaps often, when she was in despair, he, setting before himself the things of good hope, stopped her contempt, which, not seeing it—since she had a weak reasoning—as though he hoped falsely, she provoked to contempt; for the irrational soul is wont always to reckon expectations uncertain. And intensifying the repayment of complete hopelessness that she supposed, she says: "For behold, your memorial has vanished from the earth." No son or daughter is left to you to preserve the memory of succession, almost saying: even if recovery should happen, the enjoyment of health is profitless when children are not, having perished when they existed. And these things, if only they were present, might perhaps have reason for patience, she says, but in addition to these, you yourself "sit in the rottenness of worms," and I go about from poverty "from place to place." Through all her words she sent forth a dart of contempt, and brings on the end of the most worthless speech, saying: "Speak some word against the Lord and die." To which one might say: how did the woman have this reasoning, that if he should speak a word against the Lord, he would die? To which one will say variously either that the adversary suggested this to her, in order that what he was eager for might be fulfilled—"if indeed he will bless you to your face"—or perhaps in those cities the one who blasphemed against the Lord was put to death by a ruler or by the citizens.
ἴσως γὰρ οὐδένα ἔγνω καὶ βλασφημήσαντα καὶ ζώσαντα. τάχα γὰρ τοῦτο συνέβαινεν τότε μήπω τῆς κακίας κεχυμένης. ἴσως ἐλογίσατο, ὅτι οὐδὲ θεὸς ε᾿̣άσει αὐτὸν ζῆν προέμενον βλάσφημον λόγον. ἐνφαίνει δὲ καὶ διὰ τοῦ· "ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς", ὡς ὅτι· οὐδὲ ἐλπίδα ἕξεις εἰς τὴν αὐτήν ποτε ἐλθεῖν ἀπόλαυσιν τῶν ἀγαθῶν, ἃ μόνα ἀγαθὰ εἶναι ἐνόμιζεν τῶν κατ' ἀλήθειαν ἀγαθῶν ἀλογοῦσα. καὶ ἀγνοοῦσα δὲ ἑτέρως ἀληθῆ εἴρηκε λόγον· τὸ γὰρ μνημόσυνον τῶν ὑπερφρονησάντων τοῦ ἀνθρωπίνου ζῆν οὐράνιόν ἐστιν. ὅτι δὲ τοῦτο ἡ γραφὴ κυροῖ, ὁ ψαλμῳδός φησιν· "πρόσωπον κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν." ὅταν γὰρ
ἁμαρτανόντων τινῶν καὶ λεγόντων "ἐν καρδίαι μὴ εἶναι θεὸν" ἐπίπονα προσαγάγῃ θεός, ἐπιφαίνεται, ἵν' ὠφεληθέντων αὐτῶν ἀναιρεθῇ ἐκ τῆς γῆς τὸ μνημόσυνον αὐτῶν καὶ "ἐν οὐρανῶι ἐνγράφωσιν" μεταβαλόντες εἰς ἀρετήν. καὶ τὰ περὶ τῶν τέκνων δὲ ὡς γυνὴ εἶπεν λογιζομένη τὴν ἐκείνων σωτηρίαν μόνην εἶναι ἐλπίδα, κενῶς αὐτὰ τετοκέναι φάσκουσα. ἐπιφοιτάζουσα δὲ αὐτὸν καὶ τὰ τῆς ἑαυτῆς κακοπαθείας προφέρει. "ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ· ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας. εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;" τὸ καρτερὸν αὐτοῦ τῆς ψυχῆς καὶ ἐν τούτῳ δείκνυται, ἐν τοσαύταις ἀλγηδόσιν μὴ ὑπομείναντος δὲ λόγον παρὰ τῆς γυναικὸς ἀναρμόστως̣ προενεχθέντα, ἀλλὰ καὶ εἰπόντος·
For perhaps she had never known anyone who both blasphemed and lived. Perhaps this happened then because evil had not yet spread abroad. She supposed, perhaps, that not even God would allow him to live after he had let fall a blasphemous word. And she makes this clear also by the words "For behold, your memorial has been destroyed from the earth," as if to say: you will not even have hope of ever coming to that same enjoyment of good things, which she thought were the only good things, being ignorant of the truly good things. And in her ignorance she has in another way spoken a true word; for the memorial of those who have despised this human life is heavenly. And that the Scripture confirms this, the psalmist says: "The face of the Lord is against those who do evil, to destroy their memorial from the earth." For whenever
God brings painful things upon certain sinners who say "in their heart there is no God," he appears, so that when they have been helped, their memorial may be removed from the earth and, having turned to virtue, "they may be inscribed in heaven." And she spoke the things about the children as a woman reckoning that their salvation was her only hope, saying that she had borne them in vain. And pressing upon him, she also brings forward the things of her own suffering. "But he looked at her and said: You have spoken like one of the foolish women. If we received good things from the hand of the Lord, shall we not endure the evil things?" The steadfastness of his soul is shown also in this, that in such great pains he did not tolerate the word inappropriately brought forward by his wife, but also said:
"ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας." ἀτενὲς δὲ ἐνβλέψας τοῦτο εἴρηκεν, ἐκ τῶν ἐγκλημάτων αὐτῆς κατανοῶν ὁ ἅγιος ὅτι διαβολικῇ ὑποβολῇ ταῦτα προήνεγκεν, καὶ ἅτε φρόνιμος ὢν ᾔδει τὴν πρω´̣την παραβᾶσαν ὑπὸ διαβόλου τρωθεῖσαν αἰτίαν γεγενῆσθαι τῆς τοῦ Ἀδὰμ παραβάσεως. διὰ τοῦτο λέγει· "ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας." εἶτα καὶ λογισμὸν αὐτῇ παραθεὶς τὸν πρέποντα ἐπάγει· "εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;" τῆς γὰρ αὐτῆς συνέσεώς ἐστιν καὶ πρὸς τὰ ἡδέα τῶν ἀδιαφόρων μὴ καταφέρεσθαι καὶ πρὸς τὰ ἐπίπονα μὴ καταβάλλεσθαι. οἶδεν γὰρ ὁ περὶ τῶν πραγμάτων ἐπιστάμενος, ὅτι τὰ νομιζόμενα ἀγαθὰ οὐκ αὐτῶν φύσει εἰσὶ τοιαῦτα, ἀλλὰ τῃ῀̣ τοῦ χρωμένου ἀκολουθοῦντα γνώμηι, ὡς αὖ καὶ τὰ κακά–τὰ κακωτικὰ λέγω–οὐ τῷ ὄντι κακὰ τυγχάνει, ἀλλὰ πρὸς τὸν ἐν αὐτοῖς γιγνόμενόν ἐστιν ἐν αὐτοῖς ἡ χρῆσις. πολλοὶ γὰρ μετὰ πλούτου καὶ φαῦλοι καὶ σπουδαῖοι ὤφθησαν ὡς Ἀβραὰμ καὶ οἱ ὅμοιοι α̣ὐτῷ καὶ Φαραὼ καὶ οἱ παραπλήσιο̣ι̣. πολλ̣ω῀̣ν̣ πάλιν κακώσεων ἐπελθουσῶν οἱ μὲν ἐνέδοσαν, οἱ δὲ ἀ50 καμπεῖς διέμειναν τὸν λογισμόν, ὧν ἔστιν ὁ μακάριος Ἰὼβ καὶ Λάζαρος, ὡς παρὰ ἰατροῦ καὶ ταῦτα δεχόμενοι τομαῖς καὶ καύσεσιν πρὸς σωτηρίαν κεχρημένου. "ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον κυρίου." δεύτερον τοῦτο εἴρηται, πρῶτον μέν, ὅτε καὶ ἡ πρώτη προσβολή, δεύτερον δὲ νῦν. καὶ τότε μὲν εἴρηται· "ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῶι οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου", νῦν δέ·
You have spoken like one of the foolish women." He said this looking intently at her, the holy man perceiving from her accusations that she had brought these words forth by demonic suggestion, and being prudent he knew that the first woman who transgressed, wounded by the devil, had become the cause of Adam's transgression. Therefore he says: "You have spoken like one of the foolish women." Then, setting before her the reasoning that was fitting, he adds: "If we received good things from the hand of the Lord, shall we not endure evil things?" For it belongs to the same understanding neither to be carried away toward the pleasant things of the indifferent nor to be cast down by the painful things. For the one who understands matters knows that the things considered good are not such by their own nature, but follow the judgment of the one who uses them, just as again the evil things—I mean the things that cause affliction—are not in reality evil, but their use depends on the one who comes to be in them. For many with wealth have appeared both base and virtuous, as Abraham and those like him, and Pharaoh and those similar to him. Again, when many afflictions came upon them, some gave way, but others remained inflexible in their reasoning, among whom are the blessed Job and Lazarus, receiving these things as from a physician who uses cuttings and cauterizations for salvation. "In all these things that happened to him, Job sinned in nothing with his lips before the Lord." This is said a second time: first, when the first assault also came, and second, now. And then it was said: "In all these things that happened to him, Job sinned in nothing before the Lord," but now:
"ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ κυρίου." ἔνιοι μὲν οὖν οὐδὲν διαφέρειν ἡγοῦνται τὸ «τοῖς χείλεσι μηδὲν ἡμαρτηκέναι» εἰρῆσθαι καὶ «μηδὲν ἡμαρτηκέναι ἐνώπιον κυρίου», ἔνιοι δὲ οὕτως αὐτὰ ἐκλαμβάνουσιν, ὡς ἐπὶ μὲν τῆς ἀφαιρέσεως τῶν ὑπαρχόντων καὶ τοῦ θανάτου τῶν τέκνων καθάπαξ εἴρηται "οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου" οὔτε ἐν λόγωι οὔτε ἐν λογισμῶι, ἐνταῦθα δὲ μετὰ προσθήκης κεῖται τὸ "τοῖς χείλεσιν", λέγοντες, ὡς τάχα τις καὶ κλόνος ἐγένετο οὐκ ἴσος ἁμαρτήματι–τοῦτο γὰρ ἧττα–, ἀλλὰ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης κίνημα, ἐκβιαζομένης τῆς πολλῆς ὀδύνης τῆς περὶ ὅλον τὸ σῶμα. τὸ συγγραφικὸν οὖν πνεῦμά φησιν ὅτι–ἵνα δεί51 ξῃ τὴν ἐπίτασιν τοῦ πόνου καὶ τὴν ἀνδρείαν αὐτοῦ–ὅτι καίτοι τῆς ἀνδρείας ἐκβιαζομένης μέχρις ἀκουσίου ἐνθυμήματος, τετάρακται οὐχ ὥστε πρᾶξαί τι ἀπὸ ὀλιγοψυχίας καὶ μικροπρεπείας ἢ λαλῆσαι. τοιοῦτό τι καὶ ὁ ὑμνῳδὸς λέγει· "ἐταράχθην καὶ οὐκ ἐλάλησα", δηλῶν ὡς γεγένηται περὶ αὐτόν τινα τὰ ἐγείροντα τάραχον, ὧν μέχρι διανοίας τὴν κίνησιν στήσας οὐκ ἐλάλησεν. συνῳδὰ ἃ Παῦλος γράφει Κορινθίοις· "οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῆς θλίψεως τῆς γεναμένης ἡμῖν ἐν τῆι Ἀσίαι ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ θεῷ τῷ ἐγείραντι τοὺς νεκρούς." "ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ,
In all these things that happened to him, Job did not sin with his lips before the Lord." Some, then, think that "he did not sin with his lips" differs in no way from "he did not sin before the Lord," but others understand these words as follows: in the case of the loss of his possessions and the death of his children, it was said once for all that "Job did not sin before the Lord," neither in word nor in thought, whereas here the phrase "with his lips" is added, saying that perhaps some agitation also occurred, not equal to a sin—for that is a defeat—but a movement of human weakness, as the great pain throughout his whole body forced it out. The Spirit of the author, then, says—in order to show the intensity of his pain and his courage—that although his courage was forced even to an involuntary thought, he was troubled, but not so as to do anything from faint-heartedness and meanness, or to speak. The psalmist says something similar: "I was troubled and I did not speak," indicating that certain things arose in him that stirred up trouble, but having stopped their movement at the level of thought, he did not speak. In agreement with this is what Paul writes to the Corinthians: "I do not want you to be ignorant, brothers, concerning the affliction that came to us in Asia, that we were burdened beyond measure, beyond our strength, so that we despaired even of life. But we ourselves had the sentence of death in ourselves, so that we might not be confident in ourselves, but in God who raises the dead." "When his three friends heard of all the evils that had come upon him,
παρεγένετο ἀπὸ τῆς ἰδίας χώρας ἕκαστος πρὸς αὐτόν· Ἐλιφὰς ὁ Θαιμάνων βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς." τὰ ξενίζοντα ὡς ἐπὶ τὸ πλεῖστον ἐξάκουστα μάλιστα ἐὰν ταῦτα συμ βαίνῃ περὶ πρόσωπα ἐπίδοξα. τῶν οὖν ἐνδοξοτάτων ὑπάρχοντος τοῦ Ἰὼβ διά τε πλοῦτον καὶ ἀρετὴν εἰκότως οἱ φίλοι περὶ τῆς τῶν συμβεβηκότων χαλεπότητος ἀκηκοότες παρεγένοντο οὐκ ἐξ ἑνὸς τόπου, ἀλλὰ ἀπὸ τῆς ἰδίας χώρας ἕκαστος, ἀπὸ συμπαθείας κινηθέντες, καὶ ταῦτα βασιλεῖς ὑπάρχοντες, καὶ διὰ τοῦτο μὴ ὑπεριδόντες τὸν ἐν τοσαύτηι γενόμενον μεταβολῇ. "τύραννον" δὲ λέγει ἢ ἐκ παραλλήλου τὸν βασιλέα–οὔπω τοῦ καιροῦ ψεκτὸν εἰδότος τὸ ὄνομα–ἢ διαφορὰν ἀρχῆς παρὰ τὸν βασιλέα. τοῦτο καὶ ἐν Παροιμίαις· "δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς." πρὸς αὐτὸν δὲ οὗτοι παρεγένοντο, οὐχ ἑτέρας αἰτίας ἀγαγούσης αὐτούς. χρήσιμον τὸ ῥητὸν πρὸς συμπάθειαν, ἵνα μὴ διὰ τὰς μεταβολὰς τὰς ἐνπιπτούσας τὰ τῆς ἀγάπης καὶ φιλαλληλίας παρίδωμεν. "καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν." ἀμφότερα ποιῆσαι ἐληλύθασιν, ἐπεὶ καὶ ἀμφότερα πεπονθὼς ἐτύγχανεν· καὶ γὰρ οὐσίας καὶ παίδων ἐστέρητο καὶ ὅλον τὸ σῶμα τῶι τραύματι συνείχετο. "ὁμοθυμαδὸν" δὲ παρεγένοντο πρὸς αὐτόν, ἢ μετὰ πολλῆς προθυμίας ἢ ὅτι διῃρημένας τὰς οἰκήσεις ἔχοντες συνθέμενοι συνεληλύθασιν, ἵν' οὕτω πρὸς αὐτὸν παραγένωνται ἐπὶ παρακλήσει· οὐδὲ γὰρ παυσάμενα συνῄσθοντο τὰ κακὰ ἀλλ' ἤδη ἐνεργοῦντα.
Each came from his own country to him: Eliphaz the king of the Temanites, Baldad the tyrant of the Sauchites, Sophar the king of the Minaites. Strange things are for the most part widely heard of, especially if these things happen concerning persons of note. Since Job, then, was among the most renowned both for wealth and for virtue, it is reasonable that his friends, having heard of the severity of the things that had befallen him, came—not from one place, but each from his own country—moved by sympathy, and that too though they were kings, and for this reason did not look down on him who had come into so great a change. "Tyrant" he says either as a synonym for "king"—the time not yet knowing the name as reproachful—or as a distinction of rule from "king." This also in Proverbs: "By me kings reign, and tyrants through me hold sway over the earth." And these came to him, no other cause having brought them. The saying is useful for sympathy, that we not overlook the things of love and mutual affection because of the changes that fall upon us. "And they came to him with one accord to comfort and to visit him." They have come to do both things, since he had happened to suffer both things; for he had been deprived both of property and of children, and his whole body was held together by the wound. "With one accord" they came to him, either with much eagerness, or because, having separate dwellings, they had agreed together and come, so that in this way they might come to him for comfort; for they did not perceive the evils as having ceased but as already at work.
"ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν, καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν καὶ καταπασάμενοι γῆν. παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας." δύο ἐν τούτῳ παιδεύει τὰ ἐκτεθέντα, τήν τ' ἀνδρείαν τοῦ μακαρίου –ἄλλων δυσφόρως ἐνεγκόντων διὰ τὴν ἀμετρίαν τῶν συμβεβηκότων–καὶ τὴν τῶν φίλων συμπάθειαν, οἳ οὐ μόνον παρεγένοντο, ἀλλὰ καὶ θεασάμενοι οὐκ ἐπέγνωσαν διὰ τὴν νόσον αὐτόν, ταύτης καὶ τοὺς χαρακτῆρας αὐτοῦ τῆς μορφῆς ἀλλοιωσάσης, καὶ βοήσαντες μετὰ μεγάλης φωνῆς ἔκλαυσαν διαρρήξαντές τε καὶ τὴν στολὴν ἕκαστος καὶ κατεπάσαντο σποδόν, ἅπερ ἅπαντα, ὡς εἴρηται, καὶ τὴν ἀνδρείαν τοῦ ἁγίου δείκνυσιν καὶ τὸ τούτων συμπαθές. ἀκαμπὴς γὰρ ἔμεινεν, ὃ καὶ θαυμάσειεν ἄν τις, καὶ διὰ τούτων ὁ Ἰὼβ μὴ ἐρεθιζόμενος εἰς ὀλιγωρίαν ἐκ τοῦ τὸ πάθος τοὺς ἄλλους καταπλήττεσθαι, ὅπερ εἴωθεν ἀνθρώποις συμβαίνειν. συμπαθὲς δὲ καὶ τὸ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας αὐτῶι προσμεῖναι. ὅθεν οὐκ ὀλιγωρητέον τῆς πρὸς τοὺς ἀσθενεῖς καὶ ἀβοηθήτους καρτερίας διὰ τούτων ἐπὶ συμπαθὲς ἀγομένους. "καὶ οὐθεὶς αὐτῶν ἐλάλησεν. ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα." οἱ διὰ παράκλησιν ἐλθόντες τῷ μεγέθει τῶν συμβεβηκότων ἀπεσιώπησαν. εἰκότως δὲ πρότερον ἐχρῶντο τῆι συμπαθείᾳ· φιλεῖ γὰρ τοῦτο μάλιστα ἀνύειν ἐν τοῖς παρακαλουμένοις. οὐδὲ γὰρ οὐδὲ πρὸς θεραπείαν ἦν τι αὐτοῖς πόριμον, καὶ τὴν κατὰ ἰατρείαν ἐπικουρίαν ὑπερβαίνοντος τοῦ πάθους. εἰκὸς δὲ ὅτι ἅτε διάλημψιν ἔχοντες περὶ αὐτοῦ ὡς σοφοῦ καὶ αἰδοῖ σιωπᾶν ᾑροῦντο, πρὸ αὐτοῦ μὴ τολμῶντες προενέγκασθαι λόγον.
Seeing him from afar, they did not recognize him, and crying out with a loud voice they wept, each tearing his own robe and sprinkling earth upon themselves. They sat beside him seven days and seven nights. In this the things set forth teach two things: the courage of the blessed man—since others bore it with difficulty because of the immensity of what had befallen him—and the sympathy of the friends, who not only came but, having looked upon him, did not recognize him because of the disease, since it had altered even the features of his form; and crying out with a great voice they wept, each tearing his robe and sprinkling ashes, all of which, as has been said, both demonstrates the courage of the holy man and their sympathy. For he remained unbending, which one might well marvel at, and through these things Job was not provoked to contempt by the fact that the suffering struck others with amazement, which is what customarily happens to men. And it is a mark of sympathy that they stayed with him seven days and seven nights. Therefore one must not despise the endurance shown toward the sick and helpless, who are led by these things to sympathy. And none of them spoke. For they saw the blow, that it was terrible and exceedingly great. Those who had come for consolation fell silent at the magnitude of what had befallen him. And reasonably they first employed sympathy; for this is especially wont to accomplish its purpose in those who are being consoled. For nothing was available to them even for care, since the suffering surpassed the help that comes through medical treatment. And it is likely that, since they had a certain opinion of him as a wise man, they chose to be silent out of reverence, not daring to bring forward a word before him.
"μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων·" ὁ σοφὸς οὐκ ἔστιν ματαιολόγος οὐδὲ προφέρει διὰ γλώττης ἃ μὴ οἷά τέ ἐστιν γενέσθαι. καταρᾶται δὲ οὐ τὴν ἡμέραν, ὅ ἐστι διάστημα χρονικόν, ἀλλὰ τὰ ἐν αὐτῆι συμβάντα. δι' ἔθους γὰρ τῇ γραφῇ τὰ συμβαίνοντα ἡμέραν καλεῖν. τοῦτο ὁ ψαλμῳδὸς παιδεύει λέγων· "ἐν ἡμέραι πονηρᾶι ῥύσεται αὐτὸν ὁ κύριος", πονηρὰν ἡμέραν οὐ τὴν χρονικὴν διάστασιν λέγων, ἀλλὰ τὰ ἐν αὐταῖς πονηρὰ συμβάντα· καὶ τὸ λεγόμενον δὲ παρὰ Παύλῳ· "ὅτι αἱ ἡμέραι πονηραί εἰσ̣ιν", τῆς αὐ55 τῆς διανοίας. οὕτω τις τοῖσδε μὲν ἀγαθὴν εἶναι λέγοι τὴν ἡμέραν διὰ τὰ συμβαίνοντα, τοῖσδε δὲ κακήν. τοῖς γὰρ λαοῖς Ἰσδραὴλ ἀπροσδοκήτως διαβᾶσιν τὴν
ἐρυθρὰν θάλατταν καλὴ ἡμέρα εἴη, τοῖς δὲ Αἰγυπτίοις κακή· "ἔδυσαν" γὰρ "ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῶι". "ἀπόλοιτο ἡ ἡμέρα ἐν ἧι ἐγεννήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπαν· ἰδοὺ ἄρσεν. ἡ νὺξ ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος, ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου." ἄξιον θεωρῆσαι εἰ κατὰ τὸν σοφώτατον Ἰὼβ καὶ τὴν τούτου ἀνδρείαν ὑπάρχει καταρᾶσθαί τε τῇ ἡμέραι ἐν ᾗ ἐγεννήθη καὶ νυκτὶ ἐν ᾗ εἶπαν· ἰδοὺ ἄρσεν, ὅπως τε αὐτὴ σκότος ᾖ καίτοι πάσης νυκτὸς οὕτως οὔσης–"ἐκάλεσεν" γάρ φησιν "τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα"–, τί τέ ἐστιν ὃ εὔχεται μὴ ἀναζητηθῆναι ἄνωθεν τὴν ἡμέραν ὑπὸ κυρίου μηδὲ ἐλθεῖν εἰς ταύτην φθέγγος, ἐκλαβεῖν τε αὐτὴν σκότος καὶ σκιὰν θανάτου. τούτων ἔνια οὐδὲ πέφυκεν γίνεσθαι·
After this Job opened his mouth and cursed his day, saying:" The wise man is not an idle babbler, nor does he utter with his tongue things that are not able to happen. He curses not the day, that is, a span of time, but the things that happened in it. For it is the custom of Scripture to call what happens a "day." The psalmist teaches this, saying: "In an evil day the Lord will deliver him," calling the evil day not the temporal interval but the evil things that happen in them; and what is said by Paul, "that the days are evil," is of the same meaning. Thus one might say that for these people the day is good because of what happens, and for those people it is bad. For to the people of Israel, who crossed the Red Sea unexpectedly, it would be a good day, but to the Egyptians a bad one; for "they sank like lead in the mighty water." "Let the day perish in which I was born, and the night in which they said: Behold, a male. Let that night be darkness, and let not the Lord seek it out from above, nor let light come into it; but let darkness and the shadow of death take it." It is worth considering whether, in the case of the most wise Job and his courage, it is right to curse the day in which he was born and the night in which they said: Behold, a male, and how that night itself is darkness although every night is so—for he says, "He called the light day and the darkness he called night"—and what it is that he prays: that the day not be sought out from above by the Lord, nor a voice come into it, and that darkness and the shadow of death take it. Some of these things are not even able to happen.
περὶ γὰρ τῆς παρελθούσης ἡμέρας καὶ μηκέτι ὑπόστασιν ἐχούσης τοιαῦτα ἀρᾶσθαι εὐκτικῶς οὐκ ἂν εἴη σοφοῦ. εἰ δὲ καὶ οἱ φιλίστορες ἐμμένοιεν τῇ τοῦ ῥητοῦ ἀποδόσει, ὑπεκλύουσι τὴν ἀνδρείαν τοῦ ἁγίου, ἣν ὁ διάβολος ὑπεκλῦσαι οὐ δεδύνηται, το σαύτην αὐτὸν ἔχειν ὀλιγωρίαν ὑποτιθέμενοι, ἣν εἴπερ εἶχεν οὐδ' ἂν οὐδ' οὕτως καταισχυνθεὶς ὁ διάβολος ἐπὶ τῆι ἀνδρείᾳ αὐτοῦ ἐτύγχανεν οὐδ' ὁ κύριος ἔλεγεν πρὸς αὐτόν· "οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;" οὐκοῦν, ἐπειδὴ τὰ τοῦ ῥητοῦ χώραν εὔλογον οὐκ ἔχει καὶ πρέπουσαν τῶι ἁγίωι, κατὰ νόμους ἀλληγορίας θεωρητέον τὰ προκείμενα. πρὶν δὲ ταύτης ἄρξασθαι, ἀκόλουθον προειπεῖν τινα συντελοῦντα πρὸς τὸ προκείμενον· ἡ τοῦ ἀνθρώπου ψυχὴ ἀθάνατος ὑπάρχουσα καὶ οὐ μόνον ἑτέρας οὐσίας παρὰ τὸ σῶμα, ἀλλὰ καὶ θειοτέρας, τούτωι συνεπλάκη κατὰ διαφόρους λόγους, ἢ τῆς ἀξίας αὐτῆς τῆς κατὰ ῥοπὴν ἰδίαν καὶ πόθον πρὸς τὰ σώματα κοινωνίαν πρὸς αὐτὰ ἐργασαμένης, ἢ διὰ τὸ χρήσιμον τῶν ὠφελίας δεομένων τούτῳ συναφθείσης. οὐδὲ γὰρ συνεσπάρη τῷ σώματι κατὰ τοὺς ἀγνοοῦντας αὐτῆς τὸ μέγεθος τῷ μὴ οἷόν τε εἶναι ἐκ σωματικοῦ σπέρματος ἀσώματον οὐσίαν ὑποστῆναι· οὐδ' αὖ ὑστέ57 ρα τοῦ σώματος πλάττεται προηγουμένη τυγχάνουσα· οὐδὲ γὰρ μετὰ τὸ "καταπαῦσαι τὸν θεὸν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ" ἐκ τοῦ μὴ ὄντος τινὰ ὑφίστησιν· "τί" γάρ φησιν "τὸ γεγονός, αὐτὸ τὸ γενησόμενον, καὶ τί τὸ πεποιημένον, αὐτὸ τὸ ποιηθησόμενον, καὶ οὐκ ἔστιν πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. ὃς λαλήσει καὶ ἐρεῖ·
For to pray for such curses concerning the past day, which no longer has any substance, would not be the mark of a wise man. But if those who love the literal sense persist in the literal interpretation of the saying, they undermine the courage of the saint, which the devil was not able to undermine, by supposing that he had such contempt for it; and if he had, the devil would not in that way have been put to shame over his courage, nor would the Lord have said to him: "Do you think that I have dealt with you otherwise than that you might appear righteous?" Therefore, since the literal sense of the saying has no reasonable and fitting place for the saint, the matters before us must be considered according to the laws of allegory. But before beginning this, it is fitting to say something beforehand that contributes to what lies before us: the soul of man, being immortal and not only of a different substance from the body but also of a more divine one, was joined to it for various reasons—either because its own worth brought about communion with bodies by its own inclination and desire, or because it was united to this body for the sake of the usefulness of those who need benefit. For it was not sown together with the body, as those who are ignorant of its greatness think, on the grounds that it is impossible for an incorporeal substance to come into being from bodily seed; nor again is it molded after the body, since it exists prior to it. For it does not bring anything into being from non-being after "God rested from all his works." For what does it say? "What is that which has come to be, that which will be, and what is that which has been made, that which will be made, and there is nothing entirely new under the sun. Who will speak and say?
ἰδὲ τοῦτο καινόν ἐστιν, ἤδη γέγονεν ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν". μαρτυρία δὲ τοῦ τε δι' ἰδίαν κακίαν καὶ διὰ τὸ τῶν ἄλλων χρήσιμον εἰς τὸν βίον εἰσάγεσθαί τε καὶ τοῖς σώμασιν συνπλέκεσθαι ὅ τε Ἰερεμίας ἀκούων· "πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίαι ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε", Ἰακώβ τε καὶ Ἠσαύ, περὶ ὧν ὁ θεὸς λέγει· "τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαὺ ἐμίσησα", ἔτι ἐν γαστρὶ τυγχανόντων, καὶ Ἰωάννης ἐν γαστρὶ τῆς μητρὸς "σκιρτῶν καὶ ἀγαλλιώμενος". ταῦτα γὰρ οὐ συνχρόνους τοῖς σώμασιν ἀποδείκνυσιν τὰς ψυχάς· ὁ γὰρ ἀγαλλιαζόμενος ἐν κοιλίᾳ μητρὸς καὶ πνεύματος ἁγίου μετέχων ἐκ κοιλίας μητρὸς αὐτοῦ καὶ μισούμενος πρὶν γεννηθῇ καὶ ἄλλος ἀγαπώμενος οὐκ ἀναιτίως ταῦ58 τα ὑφίσταται. ἐπίπονον δὲ οὐ μόνον τὸ δι' οἰκεῖα σφάλματα, ἀλλὰ καὶ δι' ἑτέρων ὠφελίας συνάπτεσθαι σώματι καὶ μοχθηρότατον· ὡς γὰρ οὐ διὰ τοὺς νικῶντας ἐν πολέμωι τὴν αἰτίαν τοῦ πολέμου ἐπαινεῖν προσήκει πρόφασιν οὖσαν ἀηδῶν πολλῶν, οὕτως οὐ διὰ τοὺς κατορθοῦντας ἐπαινεῖν ἀκόλουθον τὴν εἰς τὸν βίον εἴσοδον, ἀλλὰ πεπεῖσθαι, ὅτι καὶ παρ' ἑαυτοὺς ἔνιοι πειραθέντες εἰς ἔσχατον κακὸν ἐληλύθασιν καὶ τοῖς διὰ τὴν τῶν ἄλλων ὠφελίαν ἥκουσιν αἴτιοι κατέστησαν πόνων. τὰ τοίνυν διὰ ταύτην τὴν αἰτίαν συμβαίνοντα κακὰ ἡμέραν ὀδυνηρὰν καὶ ἀξίαν κατάρας ὁ Ἰὼβ ἡγούμενός φησιν· "ἀπόλοιτο ἡ ἡμέρα ἐν ἧι ἐγεννήθην." τοῦτο δὲ ὑπὲρ παντὸς τοῦ γένους λέγει. ἐπεὶ γὰρ ᾔδειν̣ ὁ ἅγιος ὅτι πολλή τις ταραχὴ τοῖς
Behold, this is new; it has already come into being in the ages that are coming, from before us." And there is testimony both that it is through one's own wickedness and that it is for the usefulness of others that souls are brought into life and entwined with bodies: Jeremiah, when he hears, "Before I formed you in the womb I knew you, and before you came forth from the womb I sanctified you; I have appointed you a prophet to the nations"; and Jacob and Esau, concerning whom God says, "Jacob I loved, but Esau I hated," while they were still in the womb; and John, "leaping and exulting" in his mother's womb. For these things show that souls are not contemporaneous with bodies. For the one who exults in his mother's womb and partakes of the Holy Spirit from his mother's womb, and the one who is hated before he is born, and another who is loved—these things do not befall them without cause. But it is laborious, not only on account of one's own faults but also for the benefit of others, to be joined to a body, and most wretched. For just as it is not fitting, on account of those who conquer in war, to praise the cause of war, which is an occasion of many unpleasant things, so it is not consistent, on account of those who succeed, to praise the entrance into life, but rather to be persuaded that some, having been tried even by their own doing, have come to the utmost evil, and have become the cause of toils for those who come for the benefit of others. Therefore Job, considering the evils that come about for this reason to be a painful day and worthy of a curse, says, "Let the day perish in which I was born." And he says this on behalf of the whole race. For since the saint knew that there is great confusion among those
ὁρῶσι τὰ κατ' αὐτὸν συνέβαινεν ἐπισταμένοις ὡς ἀναξίως πάσχει, ἀνάγει τὸν λόγον εἰς τὴν αἰτίαν πᾶσαν, μονονουχὶ λέγων· «εἰ μὴ διὰ τὴν τῶν πολλῶν πτῶσιν, χαρακτῆρος ἀνδρείας οὐκ ἔδει.» ὡς γὰρ ἐξ ἀταξίας πολλῶν κακώσει ὑποπεσόντων ὁ φιλόστοργος ἰατρὸς εἰκότως καταράσεται τῆι ἀταξίαι, οὕτως ὁ μακάριος θεραπεύων, ὅτι οὐκ ἀκρίτως ταῦτα γίνεται, ἀλλ' εἱρμοῦ τινος καὶ ἀκολουθίας καλούσης ἵν' ὠφεληθῶσιν οἱ πεπτωκότες, κατα ρᾶται τὴν ἡμέραν τῆς πτώσεως τῶν ἀνθρώπων κοινοποιῶν τὸν λόγον. χρῆται δὲ ταῖς λέξεσιν διηγηματικώτερον, ὅπως τὸ σχῆμα τοῦ λόγου δηλοῖτο. ἀπόλοιτο οὖν φησιν αἰτία καὶ μηκέτι ὑπάρξαι η῾̣ τὴν εἴσοδον ἐργασαμένη τοῦ βίου. εἶτ', ἐπειδὴ καὶ ἐν νυκτὶ συμβαίνει τοκετὸν γενέσθαι, παραλαμ̣βάνει καὶ τὸ τῆς νυκτὸς ὄνομα· "ἡ νὺξ ἐκείνη εἴη σκότος", ἵν' ᾖ τὸ λεγόμενον· μηκέτι ὁδεύοντες, ἀλλ' ὡς ἐν σκότῳ μὴ εὕροιεν τὴν ὁδὸν τῆς γενέσεως τῆς κακίας ἐμποδιζόμενοι, ὡσεὶ καὶ περὶ κακουμένων ἐπ' ἀταξίας λέγοι τις· μηκέτι εὐοδωθείη τὰ τῶν ἀτακτούντων. "καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν." ἔπρεπεν γὰρ τῶι ἁγίωι εὔχεσθαι ἐπὶ τὴν ἀρετὴν ἐλαύνειν τὰ λογικὰ καὶ μηκέτι ὑποστροφὴν πάσχειν ἐπὶ χείρονα κατάστασιν–οὐ γὰρ τὴν αὐτήν– κατὰ τοὺς μετενσωμάτωσιν εἰσάγοντας. "μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος." κωλυθείη ἡ ἐπὶ τὰ χεί ρω ὁρμὴ ἀφωντίστων τῶν ἐνεργούντων μενόντων, ὅπως κατὰ τὸ εἰρημένον "φῶς ἀσεβῶν σβεσθήσεται".
What happened in his case happened to those who know that he suffers undeservedly; he traces the account back to the whole cause, almost saying: "If it were not for the fall of the many, there would be no need of a character of courage." For just as, when many have fallen into affliction because of disorder, the affectionate physician will reasonably curse the disorder, so the blessed one, in treating the matter, [says] that these things do not happen without judgment, but because some sequence and consequence calls for those who have fallen to be benefited, he curses the day of the fall of human beings, making the account common [to all]. He uses the words in a more narrative fashion, so that the figure of speech might be made clear. "So let the cause perish," he says, "and let it no longer exist, the cause that brought about the entry of life." Then, since it also happens that a birth takes place in the night, he takes up the name of the night as well: "Let that night be darkness," so that what is said may be: let them no longer walk, but as in darkness let them not find the way of the generation of evil, being hindered, as if one were speaking also about those afflicted by disorder: let the affairs of the disorderly no longer prosper. "And let the Lord not seek it out from above." For it was fitting for the holy one to pray that rational beings be driven toward virtue and no longer suffer a turning back to a worse condition—for it is not the same—as those who introduce metensomatosis. "Nor let light come into it." Let the impulse toward worse things be hindered, while those who act remain without illumination, so that, according to what is said, "the light of the impious shall be quenched.
"ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου", ἵνα τοῖς ῥέπουσιν εἰς κακὰ σκοτώδη σφαλῇ αὕτη ἡ ἔννοια, κωλύουσα τὴν ἐπὶ τὸ κακὸν αὐτῶν ὁρμὴν οἰομ̣ένων ὅτι θανατῶδες ἐστὶν τὸ ἐπιχείρημα. ὅμοιον τούτωι ἐστὶν τὸ λεγόμενον ὑπὸ τοῦ προφήτου· "ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς ἐν σκόλοψιν καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ." μέγα γὰρ αὐτὴν τὴν κακίαν ἐμποδίζεσθαι καὶ φόβωι καὶ ἀγνοίαι. οὕτω γὰρ ἐπὶ τὸ μισητικῶς πρὸς αὐτὴν ἔχειν τις ἥξει. "ἐπέλθοι ἐπ' αὐτὴν γνόφος, καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος." ταύτας οὐκ ἀρὰς προσήκει λογίζεσθαι ἀλλ' εὐχὰς πρὸς τὸ γενέσθαι τῶν κακῶν παῦλαν. κατὰ γὰρ τὰ προδιηγηθέντα εὐκτέον τὴν αἰτίαν τῆς πτώσεως καὶ τὴν ὁδὸν ταύτης ἄγνωστον εἶναι, "ὅπως μὴ γένηται εὐοδίαν ἐν κακοῖς ἀνδρί". ἀρετῆς γὰρ ἐπιθυμία τὴν ἐπὶ τὴν κακίαν ὁδὸν ἀγνωστοτέραν ἐργάζεται, αὐτὴ δὲ ἐπιτεινομένη καὶ παντελῆ λήθην τῆς ἐνεργείας αὐτῆς ἐνποιεῖ· τοῦτο γὰρ εἴη τὸ "ἀπενέγκαιτο αὐτὴν σκότος". αὐτὴ δ'–αὐτὴ ἡ κακία λέγω–καὶ κατάρας ἀξία ἐστίν, τὰ ἄξια κατάρας τοὺς ἐνεργοῦντας αὐ61 τὴν ἔχειν παρασκευάζουσα. "μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν, ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη." ἐν ἀριθμῷ καὶ μνήμῃ ὁ ἅγιος οὐ βούλεται εἶναι τὴν ἡμέραν τῆς ἐκπτώσεως ὀδυνηρᾶς γινομένης διὰ μετανοίας δι' ἐκείνην τὴν σκοτώδη αἰτίαν καὶ νύκτα διὰ τὸ ἐπίπονον καὶ ἀφεγγὲς καλουμένην, ἵν' ἐκ τῆς μετανοίας γένηταί τις διόρθωσις ἀφιστῶσι σ̣ νυκτὸς καὶ ἐνάριθμον τὸν ἐν τῇ μετανοίαι γεγενημένον ἀποτελῇ ὡς ἐνπεριέχεσθαι τῶι ἐνιαυτῶι ἐκείνῳ περὶ οὗ ὁ ψαλμῳδός φησιν·
Let darkness and the shadow of death take it up," so that this thought may become a stumbling block to those who incline toward evil, hindering their impulse toward evil, since they think that the undertaking is deadly. Similar to this is what is said by the prophet: "I will build up her ways with thorns, and her path she shall surely not find." For it is a great thing that evil itself be hindered both by fear and by ignorance. For in this way one will come to hate it. "Let gloom come upon it, let that day and that night be cursed, let darkness carry it away." These ought not to be reckoned as curses but as prayers for the cessation of evils. For according to what was narrated beforehand, one should pray that the cause of the fall and its path be unknown, "so that he may not have prosperity in evils for a man." For the desire of virtue makes the road to evil more unknown, and when it is intensified it produces complete forgetfulness of its activity; for this would be "let darkness carry it away." And it—I mean evil itself—is also worthy of curses, since it prepares those who practice it to have what is worthy of curses. "Let it not be among the days of the year, nor be counted among the days of the months, but let that night be pain." The saint does not wish the day of the fall to be in number and memory, since it becomes painful through repentance because of that dark cause, and is called night because of its toilsomeness and lack of light, so that from repentance some correction may come about for those who withdraw from the night, and he may make the one who has come to be in repentance numbered, so as to be included in that year about which the psalmist says:
"εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου", καὶ ψάλλειν προκόπτοντα· "πολυωρήσεις με ἐν βουλῇ σου ἐν δυνάμει σου." "καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή." φιλέταιρος ὢν ὁ ἅγιος εὔχεται μηδένα πτώσει ἐνευφραίνεσθαι ἢ ἥδεσθαι ἐν τούτωι. πολλάκις γὰρ ὁρῶντές τινα ἐπὶ κακὰς πράξεις σπεύδοντα εὐχοίμεθα λέγοντες· «μὴ τύχοι τοῦ σπουδαζομένου.» ταύτῃ τῇ γνώμῃ καὶ ὁ ἅγιος ἐπευχόμενος ψάλλει, οὐ καταρώμενος· "ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ὑπερηφανίᾳ καὶ ἐξουθενώσει." τὸ δ' ἄλαλα γενέσθαι τὰ ἄδικα χείλη τί ἕτερον εἴη ἢ παύσασθαι ἀδίκως λαλοῦντα ἐπιγνόντος τοῦ λαλοῦντος ὡς ἀπρεπὲς τὸ τοιοῦτον; καὶ οὗτος οὖν εὔχεται ὅπως μηδεὶς οὕτως διαστραφθείη ὡς νομίσαι, ὅτι χαρτόν ἐστιν ἢ εὐφροσύνην ἐμποιοῦν τὸ ὑποπεσεῖν τῇ καταστάσει τῆι ἀγούσῃ εἰς
ἀνθρωπίνην ἀσθένειαν. τοῦτο αὐτὸς ὁ σωτήρ φησιν· "καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος", καὶ ἐν τῷ Ἐκκλησιαστῇ δείκνυται· "ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὃς οὔπω ἐγένετο." τῷ δὲ μήπω γεγεννημένωι κατὰ τήνδε δηλονότι τὴν γέννησιν εἰ ἀγαθὸν συμβαίνει, οὐκ ἀνυποστάτως συμβαίνει. "ἀλλὰ καταράσεται αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι." αὕτη ἡ εὐχὴ ὑπὲρ λύσεως τῆς αἰτίας τῶν συμβάντων, κακῶν μὲν τοῖς παρ' ἑαυτοὺς εἰς τὴν ὁδὸν ἐλθοῦσιν τῆς γενέσεως, πόνων δὲ τοῖς δι' ἑτέρους.
You will bless the crown of the year of your goodness," and to sing as one advancing: "You will watch over me in your counsel, in your power." "And let not gladness come upon it, nor rejoicing." Being a lover of brethren, the saint prays that no one take delight or pleasure in a fall. For often, when we see someone rushing toward evil deeds, we pray, saying, "May he not obtain what he is eager for." With this same mind the saint also sings as a prayer, not as a curse: "Let the deceitful lips be made dumb, which speak lawlessness against the righteous with pride and contempt." And what else would it mean for unjust lips to be made dumb than that they cease speaking unjustly, once the speaker recognizes that such a thing is unseemly? So this one too prays that no one be so perverted as to think that it is a joy or produces gladness to fall into the condition that leads to human weakness. This the Savior himself says: "It was good for that man if he had not been born," and it is shown in Ecclesiastes: "Better than both of these is he who has not yet come to be." But for one not yet born—clearly, with respect to this birth—if good befalls him, it does not befall him without existence. "But let him curse it, the one cursing that day, the one who is about to subdue the great sea monster." This prayer is for the release of the cause of what has happened—evils for those who have come into the way of generation by their own doing, but labors for those who suffer on account of others.
εὔχεται οὖν κατάρᾳ ὑποπεσεῖν τὴν τῶι ὄντι ἀξίαν κατάρας αἰτίαν τοῦ ἀνθρωπίνου συμπτώματος, ἵνα καὶ οἱ ἐν αὐτῇ γιγνόμενοι ἐπιγνόντες ὅτι κατάρας ἐστὶ πλήρης φύγωσι ταύτην ὡς θεοῦ καταρωμένου. εὖ δὲ καὶ τὸ συνάψαι τῶι καταρωμένῳ θεῶι οὐχ ἑτέραν ἐνέργειαν αὐτοῦ ἀλλὰ τὴν κατὰ τὴν οἰκονομίαν. οὐκ εἶπεν γάρ· "ἀλλὰ καταράσεται αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκεί63 νην" καὶ ἐπήγαγεν «ὁ δημιουργός» ἢ «ὁ διδάσκων»–οὐ καὶ ταῦτα ἕπεται, ἀλλ' "ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι". ἐπεὶ γὰρ ὁ διάβολος ο καὶ κῆτος εἴρηται αἴτιος τῆς πτώσεως τῶν ἀνθρώπων γεγονώς, ὑπὲρ δὲ ταύτης, ἵνα λυθῇ, τὴν εὐχὴν ἀναφέρει, ἀκολούθως τῇ προφητείᾳ χρῆται, ὡς "καταργηθήσεται ὁ τὸ κράτος ἔχων τοῦ θανάτου διάβολος," καὶ γὰρ τοῦτον προεῖδεν τῆι καθαρότητι τῆς ψυχῆς ὑπὸ τοῦ ἁγίου πνεύματος κινούμενος ὡς καὶ τοῖς ἁγίοις δοθῆναι ἐξουσίαν "πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ", ἵνα καὶ οἱ ἄλλοι ἐκ τούτων ἀνανήψαντες ἀπαλλαγῶσι τῆς ἀντεχούσης ἁμαρτίας ὡς διὰ τὸ προκόψαι ἐν ἀρετῇ ἀκοῦσαι· "ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα", ὅς ἐστιν ὁ διάβολος. εἴρηται γὰρ περὶ αὐτοῦ· "ὁ ἀντίδικος ἡμῶν διάβολος ὥστε λέων περιπατεῖ ζητῶν τίνα καταπίῃ", καὶ πάλιν· "συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος." καλῶς δὲ τὸ "ὁ μέλλων" εἴρηται, δηλοῦν τὸ κατὰ τὴν ἐνανθρώπησιν. οὐ γὰρ ἥρμοζε γυμνῇ θεότητι καταργῆσαι τὸν διάβολον, ἀλλὰ διὰ τούτου ναοῦ τοῦ λόγου γεγενημένου, ὃς ἐκ σπέρματος τοῦ ἀπατηθέντος καὶ βλαβέντος ὑπὸ διαβόλου γεγένηται.
He prays, therefore, that the cause of the human fall, which is truly worthy of a curse, may fall under a curse, so that those who come to be in it, recognizing that it is full of cursing, may flee from it as from one cursed by God. And it is well that he joined to the God who curses not another activity of his but the one according to the economy. For he did not say, "But the one cursing that day shall curse it," and then add "the Creator" or "the Teacher"—to whom these things also follow—but "the one who is about to subdue the great sea monster." For since the devil has also been called a sea monster, having become the cause of the fall of men, and on behalf of this fall, that it may be dissolved, he offers up the prayer, he uses the prophecy in sequence, as "the devil, who has the power of death, shall be abolished," for he foresaw this too, being moved by the Holy Spirit in the purity of his soul, as also authority was given to the saints "to tread upon serpents and scorpions and upon all the power of the enemy," so that others also, coming to their senses from these things, may be delivered from the sin that holds them fast, as through advancing in virtue they hear: "You shall tread upon the asp and the basilisk, and you shall trample the lion and the dragon," who is the devil. For it has been said concerning him: "Our adversary the devil walks about like a lion seeking whom he may devour," and again: "You crushed the heads of the dragon." And well is the phrase "the one who is about to" used, indicating the matter of the incarnation. For it was not fitting for bare divinity to abolish the devil, but through this temple of the Word that has come to be, who has come to be from the seed of the one deceived and harmed by the devil.
καύχημα γὰρ αὐτῷ ἦν εἰ γυμνῇ θεότητι χειρωσάμενος αὐτὸν ὑπῆρχεν. τὰ διάφορα δὲ ὀνόματα τοῦ διαβόλου ἐνεργείας αὐτοῦ διαφόρους, οὐκ οὐσίας δηλοῖ. διάβολος γὰρ καὶ ἀντικείμενος καὶ πονηρὸς καὶ λέων καὶ δράκων καὶ ὄφις καὶ κῆτος διὰ τὸν τρόπον λέγεται, διαφόρως αὐτοῦ τὴν κακίαν ἐνεργοῦντος, ὅπερ ἀνατρεπτικόν ἐστιν τοῦ Μανιχαϊκοῦ δόγματος. "σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης καὶ μὴ ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα." τὰ ἐν τῇ ἡμέρᾳ τετάρτῃ γεγενημένα ἄστρα–ταὐτὰ ἄχρι τῆς συντελείας–πάσης ἐστὶν νυκτὸς καὶ οὐ τῆσδε μὲν τάδε, τῆσδε δὲ τάδε, ὥστε τὸ "ἐκείνης" προσκείμενον τῆς ἱστορίας ἡμᾶς ἀπάγει· οὐ γὰρ μία νὺξ ἰδικῶς ἕτερα ἄστρα ἔχει, ἵνα καὶ περὶ αὐτῶν λεχθῇ ὅπως σκοτωθῶσιν. ἄλλως δέ, πῶς οὐκ ἀπᾷδον ἀνδρὸς σοφοῦ τὸ εὔχεσθαι σκοτωθῆναι ἄστρα ἃ ὁ θεὸς εἰς τὸ φαί νειν ἐποίησεν τοῦτό τε εὔχεσθαι διὰ τὰ περιστατικὰ τὰ αὐτῶι συμβάντα, ὅπερ τῆς ἀνδρείας αὐτοῦ ἐστιν καθαιρετικόν. διόπερ ἀνακτέον αὐτὰ κατὰ τὰ προ65 αποδοθέντα. εὔχεται οὖν ὁ ἅγιος μὴ αἱρετὰ λογίζεσθαι τοὺς ἀνθρώπους τὰ μὴ ὄντα αἱρετά. ἐπειδὴ αἱ ψυχαὶ αἱ φιλαμαρτήμονες ἔχουσί τινα τὰ πρὸς κακίαν χειραγωγοῦντα, ἢ διδασκαλίαν τῶν κακῶν ἢ λογισμοὺς εἰς ταῦτα ἄγοντας, ἅπερ φῶς ἀπ' αὐτοῦ λέγεται διὰ τὸ τρόπον τινὰ προκοπὴν εἰς κακίαν ἐνποιεῖσθαι, εὔχεται ταῦτα μὴ συνδραμεῖν μηδὲ ὑπόθεσιν εἶναι τοῖς ἐπὶ κακίαν χωροῦσιν, λέγων· "σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης", νυκτὸς λέγων τῆς ὁδοῦ τῆς εἰς τὴν ἀνθρωπίνην κατάστασιν.
For it was a boast for him if he had subdued him by bare divinity. The different names of the devil reveal his different activities, not his essence. For he is called devil and adversary and evil one and lion and dragon and serpent and sea-monster because of his manner, as he works his wickedness in different ways, which is a refutation of the Manichaean doctrine. "Let the stars of that night be darkened, and let them not endure, and let them not come to illumination, and let them not see the morning star rising." The stars that came into being on the fourth day—the same ones until the consummation—belong to every night, and not these to this night and those to that night, so that the added phrase "of that night" leads us away from the historical account; for not one night individually has different stars, so that it might be said of them how they are darkened. Otherwise, how is it not discordant for a wise man to pray that the stars be darkened, which God made to shine, and to pray this because of the circumstances that befell him, which is destructive of his courage? Therefore these things must be referred back according to what has been set out above. The saint, then, prays that humans may not reckon as choiceworthy the things that are not choiceworthy. Since souls that love sin have certain things that lead them by the hand toward wickedness—either the teaching of evils or thoughts that lead to these things, which are called light from it because in some way they produce progress toward wickedness—he prays that these may not run together nor be a pretext for those proceeding toward wickedness, saying, "Let the stars of that night be darkened," calling night the road that leads to the human condition.
μηδὲν φαινέσθω ταῖς ψυχαῖς λαμπρὸν μηδὲ χειραγωγοῦν ἐπ' αὐτήν, ἵνα πολλῶν δεσμὸς γένηται κακῶν ἐν αὐτῇ. αὐτὴ μὴ ἔστω παράμονος ἀποστραφέντων αὐτὴν λοιπὸν τῶν λογικῶν διὰ τὸ ἀφώτιστον, ὅ ἐστιν διὰ τὸ μὴ
εὑρίσκειν ἢ ἐνγίνεσθαι τοιαῦτα ὑπεκκαύματα τὰ ἄγοντα ἐπ' αὐτήν. ἐν αὐτῆι δὲ ταύτῃ μηδὲ ἑωσφόρος γένοιτο λόγος δοκῶν εἶναι φωτεινὸς διὰ πιθανότητα τοῦ δεῖν ἀρέσκεσθαι τῇ ὁδῷ ταύτῃ. πολλάκις γὰρ ὁ φιλαμαρτήμων ἐμμένει τῶι σφάλματι ἢ τὴν ἡδονὴν ἀποδεχόμενος ἢ λογισμοὺς πιθανοὺς ἀνακινῶν, ἐξ ὧν οἴεται μὴ σφάλλεσθαι. "ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου." τὸ αἴτιον τῆς ἀρᾶς νῦν φαίνεται λέγων, ὅπερ ο̣υ᾿̣κ̣ ἐπὶ τῆς αἰσθητῆς νυκτὸς ἁρμ̣ο´̣ζει, ἀλλὰ τῆς καταστάσεως ὡς ἔφαμεν τῆς ἐπὶ τὸν βίον ἀγούσης. εἰ γὰρ μὴ ἦν αὐτὰς οἴξασα, οὐδ' ἂν ἠνοίγοντο πύλαι γαστ̣ρ̣ὸς μητρός, ὅ ἐστιν οὐκ ἂν ἦν ὁ ἐπώδυνος οὗτος βίος οὐδὲ δι' ἁμαρτίαν τοιαύτης ἐγεγόνει τὸ τοῦ γένους ἁμάρτημα. τούτου δ' ὑπάρχοντος οὐκ ἂν οὐδ' ὁ κατ' οἰκονομίαν κ̣ διάγων διὰ ταύτης τῆς καταστάσεως παρετείνετο, ἅπερ εἰ δὼς καὶ ὁ μακάριος Παῦλος ἔφασκεν· "κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς", ὥστε τὸ μὲν διά τι, τὸ δὲ ἀπολύτως καλὸν ὑπάρχειν. μακάριον γὰρ τὸ ἐκτὸς εἶναι τοῦ ζῆν τούτου. τοῖς γοῦν γνωρίμοις ὁ Ἰησοῦς λέγει· "οὐκέτι ἐστὲ ἐκ τοῦ κόσμου τούτου, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς." βέλτιον οὖν τὸ μηδὲ τὴν ἀρχὴν πειραθῆναι τοιαύτης ὁδοῦ, κἂν δι' οἰκονομίαν συμβαίνῃ. καλὸν γάρ, εἰ μηδεὶς ἐδέετο ἰατροῦ ὑγιὴς ὤν.
Let nothing appear bright to the souls, nor anything that leads them by the hand toward it, so that it may not become a bond of many evils in it. Let it not itself be persistent, since the rational beings have by now turned away from it because of its being unilluminated, that is, because of not finding or encountering in it such kindlings as lead toward it. And in this very thing let there not be a word of the morning star, appearing to be luminous through the persuasiveness of its seeming necessary to please oneself with this way. For often the lover of sin persists in error, either accepting the pleasure or stirring up persuasive reasonings, from which he thinks he is not erring. "Because he did not shut the gates of my mother's womb." He now appears to be stating the cause of the curse, which does not fit the sensible night, but the condition that, as we said, leads to life. For if she had not opened them, neither would the gates of the mother's womb have been opened, that is, this painful life would not have existed, nor would the sin of the race have come about through sin in such a condition. And this being so, neither would the one who lives by dispensation through this condition have been prolonged, which indeed the blessed Paul also said: "It is better to depart and be with Christ. But to remain in the flesh is more necessary for your sake," so that the one is good for a reason, the other absolutely. For it is blessed to be outside this life. At any rate, Jesus says to those who are known to him: "You are no longer of this world, but I chose you." Better, then, is not even to have experienced such a way from the beginning, even if it happens by dispensation. For it is good if no one needed a physician while being healthy.
οὕτω γὰρ ἠκολούθει τὸ μὴ εἶναι ἐν τῇ αὐτῆι καταστάσει, ᾗ ἀκολουθεῖ καὶ ἐπίπονα καὶ ἀηδῆ, ὡς καὶ ἐπιφέρει. "ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου." οὐ μόνον τὸν θλίβοντα καὶ περιέχοντα αὐτὸν πόνον δηλοῖ, ἀλλὰ καὶ ὅτι εἶδεν πολλοὺς διαστρεφομένους· ὁ γὰρ τοῦ δικαίου ὀφθαλμὸς ἐκθέσμοις ἔργοις ἐνεργουμένοις ἀπὸ τῶν φαύλων βαρύνεται. καὶ αὐτὸ δὲ τὸ ἐπιχωρεῖν τῶι βίῳ πόνος οὐ μικρός. ἐν ἀδικίαι ταῦτα πάντα ἔχει _6_ρ_̣_ε6να, ἅπερ ἤργει κακίας μὴ γινομένης. ἀλλὰ καὶ ὁ Ἁμβακοὺμ τοιαύτην ἀφίησι φωνὴν λέγων· "ἱνατί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν;" "διὰ τί γὰρ ἐν κοιλίαι οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην; ἱνατί δὲ συνήντησάν μοι τὰ γόνατα, ἱνατί δὲ μαστοὺς ἐθήλασα;" τὴν οἰκονομίαν τὴν διὰ τοὺς ὠφελουμένους ὡς ἔοικεν παραιτεῖται κατὰ τὸν Ἰωνὰν πρὸς τῷ καὶ διδασκαλίαν ἀπαιτεῖν τῶν τοῦ θεοῦ κριμάτων, ὅπερ ἴδιόν ἐστιν τῶν δικαίων, οὐκ ἀγνοούντων παντελῶς, ἀλλ' ἵνα οἱ ἄλλοι μάθωσιν τὸ τοιο̣ῦτο εἶδος τῶν λόγων προσωποποιουμένων. ὁ Ἰερεμίας γοῦν προσάγει πεῦσιν· "δίκαιος εἶ, κύριε, πλὴν κρίματα λαλήσω πρὸς σέ", ὅπερ δεικτικὸν ὑπάρχει τοῦ εἰδέναι ἃ τούτοις γίνεται, περὶ ὧν ἐρωτᾷ· "τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;" τὸ τοῦ θεοῦ κρίμα τῶι ὄντι πολλὴν δέχεται ποικιλίαν ἀδίκων μὲν εὐθηνουμένων, δικαίων δὲ στενοχωρουμένων καὶ μυσαρῶν μετασχόντων, ὡς αὐτὸς ὁ Ἰερεμίας ἅγιος ὢν ὡς καὶ ἐκ μήτρας ἡγιάσθαι, παθὼν δὲ τοσαῦτα ὡς καὶ εἰς λάκκον βορβόρου ἐμβάλλεσθαι·
For in this way he followed the fact that he was not in the same condition, to which both toilsome and unpleasant things also follow, as he also adds: "For he would have removed pain from my eyes." He indicates not only the pain that pressed and constrained him, but also that he saw many being perverted; for the eye of the righteous is weighed down by lawless deeds performed by the wicked. And the very fact of engaging with life is no small pain. In injustice all these things have _6_ρ_̣_ε6να, which were inactive when wickedness did not exist. But Habakkuk too sends forth such a voice, saying: "Why have you shown me labors and pains, to look upon misery and impiety?" "For why did I not die in the womb, but came forth from the belly and was not immediately destroyed? Why did knees meet me, why did I suck breasts?" He seems to decline the dispensation that is for the sake of those who are benefited, like Jonah, while also demanding instruction concerning God's judgments, which is proper to the righteous, who do not know entirely, but so that others may learn this kind of words when persons are being personified. Jeremiah, at any rate, brings a question: "You are righteous, Lord, yet I will speak judgments with you," which is indicative of knowing what happens to these, about which he asks: "Why is it that the way of the wicked prospers?" The judgment of God truly admits great variety—the unjust flourishing, while the righteous are constrained and share in abominable things—as Jeremiah himself, being holy, as also sanctified from the womb, suffered so many things as even to be cast into a pit of mire.
ἀλλὰ καὶ Λάζαρος καὶ ὁ πλούσιος–ὁ μὲν κακοπαθῶν, ὁ δὲ ζῶν μετὰ πλείστης εὐπαθείας–τὸ τῶν ἀπορρήτων θεοῦ κριμάτων ἀκριβὲς ἐκφέρουσιν. "εὐοδεῖσθαι" δὲ τοῦτο καλεῖ ὡς πρὸς τὴν τῶν πολλῶν δόξαν. οὐκ ματαιολογῶν οὖν ἀλλ' ἐρωτῶν διὰ τὸ τοὺς ἄλλους μαθεῖν τὰ τοιαῦτα ἐπιφέρει ὁ ἅγιος. τούτου τοίνυν ὑπάρχει καὶ τὸ ἐν ἑνὶ τῶν ψαλμῶν λεγόμενον· "ὡς ἀγαθὸς τῷ Ἰσδραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν." ὅτι δ' οὐκ ἀμφιβάλλει δῆλον· φησὶν γάρ· "ὡς ἀγαθὸς τῷ Ἰσδραὴλ ὁ θεός." ταῦτα ποιεῖ νοούμενα παρὰ τῶν εὐθεῖαν ἐχόντων καρ δίαν. ἑαυτὸν δ' ὑποτίθεται σαλευόμενον καὶ βέβαιος ὤν, τῶν δὲ δυσαρεστουμένων πρόσωπον ἀναδεχόμενος, ἵνα λοιπὸν μετὰ τὰ ῥήματα τοῦ δισταγμοῦ τὰ ῥήματα τῆς διδασκαλίας ἐπενέγκῃ. καὶ ὁ Ἰὼβ γοῦν θεοῦ πυνθανόμενος μαθεῖν θέλει–τοῦτο γὰρ εἰσάγει πρόσωπον–τῆς τοιαύτης διαγωγῆς αἰτίαν. καὶ γὰρ πρὸς τὴν αἰτίαν τῆς ἐν
But Lazarus and the rich man too—the one suffering hardship, the other living amid the greatest ease—bring out the exactness of God's inscrutable judgments. And he calls this "prospering" in relation to the opinion of the many. So it is not babbling idly but asking, so that others may learn such things, that the holy man adds this. Of this, then, is also what is said in one of the psalms: "How good is God to Israel, to those upright in heart. But as for me, my feet were almost shaken, my steps had nearly slipped, because I was envious of the lawless when I saw the peace of sinners." And that he does not doubt is clear; for he says: "How good is God to Israel." These things are made understood by those who have an upright heart. But he puts himself forward as being shaken even though he is firm, assuming the persona of those who are discontented, so that thereafter, after the words of hesitation, he may bring forward the words of teaching. And Job, at any rate, when he inquires of God, wishes to learn—for this is the persona he introduces—the cause of such a manner of life. For also in relation to the cause of the
σώματι ὁδοῦ ὡσανεὶ ἀναδεχόμενός φησιν † ὅτι γὰρ πεσόντες εἰς τοσαύτην ν κακίαν ὡς δεηθῆναι πρὸς τὸ σῶμα κοινωνίας καὶ βοηθοὺς τοὺς οἰκονομίας χάριν ἐλθόντας, ὥστε λέγειν τὰ ἐκτεθέντα. "διὰ τί γὰρ ἐν κοιλίαι οὐκ ἐτελεύτησα;" εὐλαβείᾳ γὰρ οἱ ἅγιοι παραιτοῦνται τὸ ἐγχειρίζεσθαι τὴν τῶν ἀσθενεστέρων ὠφελίαν. διὰ τοῦτο αὐτὸ καὶ τὰ ἑξῆς δέ φησιν· "ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην;" ὡσαύτως καὶ τό· "ἱνατί συνήντησάν μοι τὰ γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα;" ἐβούλετο γὰρ ὁ ἅγιος μὴ συμβῆναι νόσον τοῖς λογικοῖς, ἵνα μὴ ἀκολουθία γένηται τοῖς καθαροῖς δι' αὐτοὺς ἐλθεῖν ἰατρείας τρόπῳ. εὖ δὲ καὶ τό· "ἱνατί συνήντησάν μοι τὰ γόνατα;", ὅπερ δηλοῖ πορείαν. τοῖς μὲν γὰρ ἄλλοις διὰ τὰ ἴδια πταίσματα ἐνταῦθα ἠκολούθει ὁ βίος, τοῖς δὲ ἁγίοις συνήντησεν οὐχ ὡς ὑπευθύνοις, ἀλλ' ὡς οἰκονομίαν ἐκτελοῦσιν. "νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς." εἰ γάρ, φησίν, μὴ τοιαύτη ἀκολουθία καὶ εἱρμὸς ἐγεγόνει ὡς ὁδεῦσαί με ἄχρι ταύτης τῆς καταστάσεως διὰ τοὺς χρῄζοντας θεραπείας, ὅ ἐστιν εἰ ἐν κοιλίᾳ ἐτύγχανον τελευτήσας ἐκ γαστρὸς μὴ ἐξελθὼν καὶ εὐθὺς περιαιρούμενος καὶ μὴ συναντήσαντά μοι ὑπῆρξεν τὰ γόνατα μηδὲ μαστοὺς ἐθήλασα, ὅ ἐστιν εἰ μὴ διὰ τὴν ἡμῖν ἐγχειρισθεῖσαν ἐπίπονον οἰκονομίαν, "νῦν ἂν κοιμηθεὶς ἡσύχασα", ὅ ἐστιν· παῦλαν ἐσχηκὼς ἐν αὐτῇ τῇ βιοτῇ τῶν θείων καὶ οὐρανίων λογικῶν διῆγον διατριβήν. οἱ βασιλεῖς καὶ βουλευταὶ τυραννοῦσι γῆς τῶν πραέων, περὶ ὧν εἴρηται·
He says, receiving as it were a way in the body, that because they fell into such great wickedness as to need fellowship with the body and helpers who came for the sake of economy, so as to say the things set forth: "For why did I not die in the womb?" For the saints, out of caution, decline to take in hand the benefit of the weaker. For this very reason he also says the following: "And I came out of the womb and was not straightway destroyed?" Likewise also this: "Why did the knees meet me? And why did I suck the breasts?" For the saint wished that sickness had not befallen rational beings, so that there might not be a sequence for the pure to come for their sake by way of healing. Well also is this: "Why did the knees meet me?" which signifies a journey. For to others, because of their own faults, life here followed; but to the saints it met them not as those liable, but as those fulfilling an economy. "Now if I had slept I should have been quiet, and having slumbered I should have rested with kings, counselors of the earth." For if, he says, such a sequence and connection had not come about as that I should journey as far as this state for the sake of those needing healing—that is, if I had happened to die in the womb, not having come out of the belly and straightway being taken away, and the knees had not met me nor did I suck the breasts—that is, if it were not for the laborious economy entrusted to us, "now if I had slept I should have been quiet," that is, having obtained rest in this very life, I should have passed my time in the company of the divine and heavenly rational beings. The kings and counselors tyrannize over the earth of the meek, concerning whom it has been said:
"μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν", ἐκλαμβανόντων ἡμῶν βασιλεῖς μὲν τοὺς ἐν ὑπεροχῇ, βουλευτὰς τοὺς ὑποδεεστέρους, ὧν οἱ βασιλεῖς ἄρχουσιν. τοιαύτην ἀναλογίαν περιέχει ἡ παραβολὴ ἡ ἐν τοῖς εὐαγγελίοις· "γίνου ἐπάνω δέκα πόλεων ἢ πέντε." "οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν." οὐ φιλοπόλεμός τις ὢν ὁ ἅγιος μετὰ τοιούτων βασιλέων κατὰ τὸ πρόχειρον διαγαγεῖν ἐβούλετο, οἵτινες ἕτοιμοι πρὸς τὸ πολεμεῖν ὄντες τὰς ἐν τοιούτοις διαγωγὰς καλὰς νομίζουσιν, ἀλλ' ἐπιστάμενος "ὅτι ἡ πάλη τοῖς ἁγίοις οὐ πρὸς αἷμα καὶ σάρκα" κατὰ τὸν ἀπόστολόν ἐστιν, "ἀλλὰ πρὸς ἀρχάς, πρὸς ἐξουσίας, ἀλλὰ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας", πρὸς οὓς οἱ καλῶς πολιτευόμενοι τὴν σωτήριον "πανοπλίαν" ὡπλισμένοι προμάχονται, μετ' ἐκείνων ἐβούλετο ἔχειν τὴν διαγωγὴν μὴ πειραθεὶς ἀνθρωπίνης γενέσεως. ἀλλ' εἷς ἐκείνων εἰρηναίων ἐτύγχανεν καὶ ὁ ὑπὸ Ἰησοῦ τοῦ τοῦ Ναυὴ ὀφθεὶς ἀρχιστράτηγος τοῦ κυρίου, ᾧ καὶ εἶπεν· "ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων;". διακριτικὸς ὢν ὁ ἅγιος καὶ οὐ πρόχειρος γιγνώσκει, ὅτι καὶ ὁ ἀντίδικος πολλάκις "μετασχηματίζεται εἰς ἄγγελον φωτός". οὗτοι δὲ καὶ γαῦροι τυγχάνουσιν οὐκ ἀλαζονείαν προτιμῶντες, ἀλλὰ τῇ νίκῃ τῇ κατὰ τῶν ἐναντίων χαίροντες καὶ "ἀγαλλιώμενοι ἐν θεῷ". "ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου." τῆς αὐτῆς ὄντα διανοίας καὶ τὰ νῦν προεκτεθέντα οἰκείως τῶι προσώπῳ τοῦ ἁγίου ἐκδεξώμεθα.
Blessed are the meek, for they shall inherit the earth," when we understand kings as those in a position of superiority, and counselors as the inferior ones whom kings rule. The parable in the Gospels contains such a proportion: "Be over ten cities or five." "They exulted in swords." The saint, not being some lover of war, did not wish to live in the ordinary way with such kings, who being ready for war consider such ways of life good, but knowing "that the struggle for the saints is not against blood and flesh," according to the apostle, "but against principalities, against powers, but against the world-rulers of this darkness, but against the spiritual forces of wickedness," against whom those who live rightly, armed with the saving "panoply," fight in the front line—he wished to have his way of life with those, not having been tested by human birth. But one of those peaceful ones happened to be the commander-in-chief of the Lord seen by Joshua the son of Nun, to whom he also said: "Are you ours or of the adversaries?" The saint, being discerning and not hasty, knows that the adversary too often "transforms himself into an angel of light." But these are also exultant, not preferring arrogance, but rejoicing in the victory over the adversaries and "exulting in God." "Or with rulers, whose gold is abundant, who filled their houses with silver." Let us receive the things just set forth, being of the same mind and fittingly for the person of the saint.
οὐ γὰρ φιλάργυρος ὢν ἢ κόλαξ μετὰ πλουσίων διάγειν εὐκτέον ἡγεῖτ̣ο̣, ὅς γε τὴν πάντων τῶν κ̣τημάτων καὶ χρημάτων ἀπώλειαν γενναίως ἤνεγκεν πλοῦτόν τε οὐκ ἐδέξατο τῶν φίλων ἀκολάκευτος ὢν καὶ ἐλευθέραν ἔχων πρόθεσιν καὶ λόγον ἀσάλευτον, ὡς μετὰ τοιούτων ἀρχόντων ἐβούλετο αὐτῷ εἶναι τὴν διατριβὴν καὶ βασιλέων, οἳ τῷ πλούτῳ κεκοσμημένοι ἐτύγχανον. ἀγαθὸν πλοῦτόν τισιν οἰομένοις πεπλουτηκέναι γράφει ὁ θαυμάσιος Παῦλος· "ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συνβασιλεύσωμεν." πολὺν γὰρ χρυσόν, ὃς δηλοῖ καθαρὰν νόησιν, οὗτοι κέκτηνται, καθαροὶ καθαρῶς τῶι φωτὶ τῆς γνώσεως προσπελάζοντες. οὗτοι δ' αὐτοὶ καὶ τῷ ἀναλόγῳ τῆς φύσεως, οὐ τῷ προφορικῶι λόγῳ, τοὺς ἰδίους οἴκους ἐνέπλησαν, τὸν ἑαυτῶν̣ νοῦν κοσμηθέντες τῇ μετουσίᾳ
λόγου ἐκ τῆς ὑπερβαλου´̣σης καθαρότητος, μηδὲν τῆς τοιαύτης ἔχοντες καταστάσεως, ἐν ᾗ γέγονεν ὁ Ἰὼβ οἰκονομίας χάριν, ἥτις διὰ τὴν πρὸς ἀνθρώπους ὁμιλίαν τε καὶ διατριβὴν τὸ ὅμοιον τοῦ τοιούτου νοῦ ἀθόλωτον οὐκ ἔχει, ὅπερ ἀποσμηχθείη διὰ τὸ μὴ εἶναι ἁμάρτημα, ἄλλο δέ τι προσγεγονός, ὃ τῆς ἑ τέρων ὠφελίας χάριν συνβέβηκεν. "ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς." τῷ· "ἱνατί δὲ μαστοὺς ἐθήλασα" τοῦτο προσαποδίδοται διὰ μέσου εἰρημένων τῶν στίχων ἀπὸ τοῦ· "νῦν ἂν κοιμηθεὶς ἡσύχασα" ἕως τοῦ· "οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου." εἴη̣ οὖν ἡ αὐτὴ διάνοια τοῖς πρότερον εἰρημένοις·
For he was not greedy for money or a flatterer, so as to think it desirable to live among the rich—he who nobly endured the loss of all his possessions and money, and did not accept wealth from friends, being no flatterer and having a free purpose and an unshaken reason, so that he wished his converse to be with such rulers and kings as were adorned with wealth. The admirable Paul writes of a good wealth, for those who think they have become rich: "Already you have become rich; you have reigned without us; and would that you had indeed reigned, so that we too might reign with you." For they possess much gold, which signifies pure understanding, approaching the pure light of knowledge in a pure manner. And these same men filled their own houses in proportion to their nature, not by spoken word, adorning their own mind by participation in the Word from surpassing purity, having nothing of such a state as that in which Job found himself for the sake of the divine dispensation—a state which, because of intercourse and converse with human beings, does not possess the likeness of such a mind undefiled, which would be wiped clean because there is no sin, but something else besides has come to be, which has happened for the sake of the benefit of others. "Or like a miscarriage coming forth from its mother's womb, or like infants who have not seen the light." To "Why then did I suck the breasts?" this is assigned in addition, through the verses spoken in between from "Now I would have lain down and been quiet" up to "who filled their houses with silver." So let the same meaning belong to what was said before.
ὡς γὰρ ἀβούλητον ἐτύγχανεν τὸ εἰς γένεσιν ἐλθεῖν, οὕτω καὶ τὸ ἐν ἐκτρώματι γενέσθαι χαρτὸν αὐτῷ, ἵνα μὴ ἐπὶ πλεῖον τῆς κατὰ γένεσιν ταύτην μετασχῇ διαγωγῆς καὶ συντριβῆς ἢ εἰ κἂν νήπιος γέγονεν, πάλιν ὑποστρέψας ᾖν, ὅπως μὴ ἐν ἕξει ἡλικίας μετὰ τὴν νηπιώδη γένηται. καὶ γὰρ τῶι ὄντι οὐκ ἔξω ἀπορίας καὶ ζητήσεως ε̣ἰ´̣η ἂν τὸ τοιοῦτον, τῶν μὲν ο̣υ᾿̣κ εἰς τὸ ζῆν ἡκόντων, τῶν δὲ μετὰ τὴν ἀπότεξιν εὐθὺς πάλιν ἀποθνῃσκόντων, ἅπερ ὁ φιλόσοφος ἐρευνῶν εἴσεται οὐχ ὡς α̣ὐτὰ τυχικῶς γίνεται, δικαίου καὶ ἀγαθοῦ τοῦ θεοῦ τυγχάνοντος καὶ λόγωι καὶ τάξει καὶ μέτρῳ σταθμῷ τε τὰ πάντα τοῦ θεοῦ τῶν ὅλων διοικοῦντος. οἶδεν αὐτὸς καὶ ὁ ἅγιος τὸ κρίμα καὶ οὐκ ἀμερι̣μνῶν τοῦτό φησιν, ἀλλὰ τὴν βελτίονα κατάστασιν αἰνῶν καὶ ταύτην προτιμητέαν εἶναι πειθόμενος. "ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι, ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι." ὅλος ὁ εἱρμὸς τῶν ὑπὸ τοῦ Ἰὼβ εἰρημένων διανοίας θείας πειρώμενος διδασκαλίαν ἐπά γει τῆς τῶν ἀνθρώπων διαφόρου γενέσεως. διαλαβὼν γὰρ περὶ τοῦ εὐκτέον αὐτῷ εἶναι μὴ πλησιάσαι τῆι ὁδῷ τῇ ἀνθρωπίνῃ μηδὲ γεννηθῆναι ἢ γεννηθέντα εὐθὺς τοῦ ζῆν τούτου ἀπαλλαγῆναι, ἐπάγει καὶ αἰτίαν τινὰ διδάσκων, ὡς ταῖς ἀντικειμέναις δυνάμεσιν χαρτὸν ὑπάρχον τοῦτο οὐ μικρῶς ἐσπουδάζετο. ἐπεὶ γὰρ ὁ λόγος ἔδειξεν, ὡς διὰ σφάλματα γενέσεως διαφόρους ἔτυχον αἱ ψυχαί, φιλαμαρτήμονες δὲ διάβολος καὶ οἱ σὺν αὐτῷ ὡς καὶ διεγείρειν εἰς κακίαν τοὺς διδομένους αὐτῇ, αὐτὸ τοῦτο ἑρμηνεύει λέγων·
For just as coming into generation was something he did not wish for, so too being born as a miscarriage was pleasing to him, so that he might not share further in this conduct and crushing of generation—or, if he had even become an infant, he would have returned again, so that he might not come to be in a fixed state of age after infancy. And indeed, such a matter would not really be free from perplexity and inquiry—some not having come to life, while others die again immediately after birth—which the philosopher, investigating, will know does not happen by chance, since God is just and good, and God governs all things by reason and order and measure and weight. He himself and the holy man know the judgment, and he does not say this out of anxiety, but praising the better condition and being persuaded that this is to be preferred. "There the impious burned up the fury of anger, there the weary in body rested, and together the eternal ones." The whole sequence of what was said by Job, attempting divine understanding, brings in teaching about the different origins of human beings. For having discussed that it was to be prayed for that he not approach the human path nor be born, or, once born, be straightway released from this life, he adds also a certain cause, teaching that this was pleasing to the opposing powers and was earnestly desired by them not a little. For since the account showed that souls obtained different origins because of errors, and the devil and those with him are lovers of sin, so as even to stir up to wickedness those given to it, he interprets this very thing, saying:
"ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς", "ἐκεῖ" λέγων τὸν ἕτερον παρὰ τοῦτον κόσμον ὡς ἐν τῷ· "γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ." ὅμως̣ δ', εἰ καὶ χαρτὸν ταῖς πονηραῖς δυνάμεσιν τὸ τοιοῦτον, προεῖδε θεὸς οἰκονομῶν καὶ ἑκάστῳ νόμους δέδωκεν κωλύοντας τὸ ἁμαρτάνειν, ὥστε ἐν τούτωι διάγοντας τῷ σώματι οὐράνια φρονεῖν καὶ ποθεῖν τὴν ἐκεῖ ὡσαύτως διατριβήν, ἵνα κεκμηκὼς τῷ σώματι καὶ κατάκοπός τις γεγενημένος τῷ παλαίειν πρὸς τὴν κακίαν ἀνάπαυσιν ἔχῃ. τοῦτο γὰρ σημαίνει τό· "ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι." οἱ γὰρ ἅγιοι εὐαρεστήσαντες διὰ πολλῶν ἐπὶ γῆς διὰ πολλῶν θλίψεων, ἐξ ὧν κατάκοποι τῶι σώματι καὶ οὐ τῶι φρονήματι γίγνονται, τὴν ἀνάπαυσιν μετ' ἀγγέλων ὁμοθυμαδὸν ἔχουσιν αἰωνίων τυγχανόντων. εἰ δὲ ἐκεῖνοι αἰώνιοι, ὁμοθυμαδὸν δὲ ἡ ἀνάπαυσις αὐτῶν ὑπάρχει, δῆλον ὡς καὶ α̣ἱ ψυχαὶ αἰώνιοι· ἀθάνατοι γὰρ καὶ τῶν προσκαίρων καταφρονήσ̣ασαι τὰ αἰώνια ἔχουσι. σ̣ημειωτέον, ὅτι τὸ αἰώνιον κατὰ πλείονας λέγεται τρόπους· σημαίνει καὶ τὸ ἄναρχον καὶ ἀτελεύτητον ὡς ἐν τῷ· "θεὸς αἰώνιος." λέγεται γὰρ αἰώνιος ὁ θεὸς τῷ μήτε ἀρχὴν μήτε τέλος ἔχειν ὑπάρξεως. καὶ ἀ´̣λλο τι τὸ αἰώνιον, καθ' ὃ εἴρηται· "τὰ μὴ βλεπόμενα αἰώνια." οὔτε γὰρ ὡς θεὸς ταῦτα αἰώνια, ἀλλὰ διὰ τὸ μὴ διαπίπτειν μένοντα ἀεὶ ἐν τῷ αὐτῷ. καὶ ἑτέρως τὸ αἰώνιον, ὅταν συνμετρῆται τῷ παρόντι, καθ' ὃ εἴρηται· "φρονιμώτεροί εἰσιν οἱ υἱοὶ τοῦ αἰῶνος τούτου ἐν τῇ ἑαυτῶν γενεᾷ." λέγεται δὲ καὶ ὁ παρεκτείνων τῇ ζωῇ τοῦ ἀνθρώπου χρόνος αἰών.
There the ungodly burned with the fury of anger,” calling “there” the other world beyond this one, as in “Naked I came out of my mother’s womb, and naked I shall go there.” Nevertheless, even if such a thing is welcome to the evil powers, God in his providence foresaw it and gave laws to each, preventing them from sinning, so that while living in this body they might think on heavenly things and likewise long for the dwelling there, so that one who has grown weary in the body and become utterly exhausted by wrestling against evil might have rest. For this is what the phrase means: “There those weary in the body rested.” For the saints who were well-pleasing through many things on earth, through many afflictions, from which they become weary in the body and not in the mind, have their rest together with the angels, with one accord, since these are eternal. And if those are eternal, and their rest is with one accord, it is clear that the souls too are eternal; for being immortal and having despised the things of this present time, they possess eternal things. It should be noted that “eternal” is spoken of in several ways: it signifies both that which has no beginning and that which has no end, as in “God is eternal.” For God is called eternal because he has neither beginning nor end of existence. And “eternal” is also something else, in accordance with which it is said: “the things that are not seen are eternal.” For these are not eternal in the way God is, but because they do not fall away, always remaining in the same state. And “eternal” is used in another way, when it is measured alongside the present, in accordance with which it is said: “The sons of this age are wiser in their own generation.” And the time that extends over a man’s life is also called an age.
περὶ γοῦν τοῦ Ἑβραίου τοῦ μὴ βουληθέντος ἐλευθερωθῆναι ἐν τῷ ἑβδόμῳ ἔτει κεῖται, ὅτι "ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα". οὐ γὰρ διόλου
ἀνθρώπου τις δοῦλος μένει καὶ μετὰ τὸν θάνατον. κατὰ τοῦτο τὸ σημαινόμενον καὶ Παῦλος γράφει· "εἰ κρέα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα", ἀντὶ τοῦ· διὰ βίου. "οὐκ ἤκουσαν φωνὴν φορολόγου." ε̣ἰσφορᾶς γὰρ πεπλήρωται οὗτος ὁ αἰών, ἐν ᾧ διάγων οἰκ̣ονομίας χάριν ἐνταῦθα ἧκεν. πολλοὶ γὰρ εἰσίν, ὅσοι ὑπὸ τὸ ζυγὸν τῆς ἁμαρτίας γεγενημένοι φόρους καὶ τέλη τῶι ἀντικειμένῳ παρέχουσιν. τοιού τοις φόροις ὑπόχρεων γεγενημένην τὴν Ἱερουσαλὴμ ὁ προφήτης Ἰερημίας ἐθρήνει λέγων περὶ αὐτῆς· "ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον." ἥτις ἐστὶν πιστω῀̣ν̣ ψυχῶν σύνοδος ἢ α τῆς οἰκείας ἐλευθερίας τῷ ὠμοτάτῳ τυράννῳ ω ὑπέταξεν ἑαυτήν. ἁ´̣γ̣ι̣οι οὗτοι καὶ δεικνύντες τὸ ἐν τῶι εὐαγγελίῳ ὁπηνίκα ῃαξατ ῃαξατ ῃαξατ ῃαξατ βασιλέων δέ ἐστιν τὸ μὴ εἰ῀̣ναι ὑποτελεῖς. οὗτοι οὖν οἱ ἀπολελυμένοι τῶν προσκαίρων ἢ διὰ τὸ μὴ πεπειρᾶσθαι αὐτῶν ἢ καὶ μετὰ πεῖραν ἀνωτέρω αὐτῶν ὄντες, ἑκατέρως δὲ ἀλλ̣οτρίων ἔξω φόρου εἰσὶν μὴ τοῖς πειρασμὸν ἐνποιοῦσιν ῃαξατ "ὁ μικρὸς καὶ μέγας ε ἐκεῖ ἐστιν, καὶ θεράπων δεδοικὼς τὸν κύριον καὶ τετευχὼς σκιᾶς." τὸ ἀπροσωπόλημπτον τοῦ διοικοῦντος ἐν τοῖς προκειμένοις δείκνυται. οὐδὲ γὰρ ἑτέρως κύριος καὶ ἑτέρως δοῦλος ἢ πένης εἰς τὸν βίον εἰσέρχεται. οὐ γὰρ ἐν τῷ· "βασιλεύς τις ἢ τύραννος" ἡ Σοφία διαγορεύει "ἑτέραν" τινὰ "γενέσεως ἀρχήν"·
Concerning the Hebrew who did not wish to be set free in the seventh year, it is written, "He shall be your slave forever." For a person does not remain a slave absolutely even after death. It is in this sense that Paul also writes: "If meat causes my brother to stumble, I will never eat meat forever," meaning: for my whole life. "They did not hear the voice of the tax-collector." For this age is full of tribute, in which he who came here for the sake of the divine plan lived. For many are those who, having come under the yoke of sin, pay taxes and tolls to the adversary. It was as liable to such taxes that the prophet Jeremiah lamented Jerusalem, saying of her: "She who was a ruler among the lands has become subject to tribute"—she who is the assembly of faithful souls, or who subjected herself to the cruellest tyrant, surrendering her own freedom. These are holy and show what is in the Gospel when... but it belongs to kings not to be subject to tribute. These, then, who have been released from things temporary—either because they have not been tried by them, or even after trial being above them—in either case are outside the tribute of strangers, not [subject] to those who make trial... "The small and the great are there, and the servant who fears his master and has obtained a shadow." The impartiality of the one who governs is shown in the foregoing. For it is not in one way that a master and in another way that a servant or a poor man enters into life. For it is not in the [passage], "Some king or tyrant," that Wisdom declares "another beginning of generation.
"μία" γὰρ "πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση", καὶ εἰ διάφορος κατὰ τὴν κίνησιν ὑπῆρξεν. οὗτοι οὐχ ἑτέρως ἐγεννήθησαν. ἀλλὰ καὶ ὁ θεράπων ὁ τῷ κυρίῳ ὑπηρετούμενος, εἰ καὶ μὴ κύριός ἐστιν ἀλλὰ δοῦλος κυρίου διὰ πάσης τῆς ὁδοῦ, σκιᾶς τυγχάνει, ἵνα ἐκ ταύτης τῆς σκιᾶς συμβόλου λόγον ἐχούσης ἀναχθῇ ἀπὸ τῶν νόμων τῶν δοθέντων καὶ ἐνταῦθα ἐπὶ τὴν οὐράνιον πολιτείαν. ἐκδεκτέον καὶ ἑτέρως· ἐν τῇ ζωῇ ταύτῃ τῇ προσκαίρῳ μικροῦ καὶ μεγάλου καὶ δούλου διαφορὰ καθέστηκεν, τῆς πλεονεξίας αὐτὴν εἰσαγαγούσης τὴν ποικιλίαν. ἐν δὲ τῷ μέλλοντι αἰῶνι "οὐκ ἔνι ἄρσεν" φησὶν ὁ Παῦλος "καὶ θῆλυ, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος". ὁμοίως δ' ἂν εἴποι, ὡς οὐδὲ πλούσιος ἢ πένης, ἀλλ' ἡ τῶν ἔργων ἐπίδειξις, καθ' ἣν συμβήσεται τὸν ἐν τῶι ζῆν τούτωι μικρὸν ἢ δοῦλον ἐκεῖ μέγαν καὶ ἐλεύθερον νομίζεσθαι. "εἶδον" γάρ φησιν "δούλους ἐφ' ἵππους καί" ῃαξατ πᾶν τὸ ὑπολαμβανόμενον μέγα ἐκεῖ ἐν κολάσει εὑρίσκεται. τάχα δὲ καὶ οὕτω δυνατόν, ὅτι ἀπεντεῦθεν ὁ μέγας παρ' ἕκαστον ὢν μέγας κατὰ ἀρετὴν κἀκεῖ οὕτω εὑρεθήσεται καὶ ὁ μικρὸς ὡσαύτως. κατὰ ταύτην τὴν διάνοιαν καὶ τὸ ἐν τῶι Ἐκκλησιαστῆι φερόμενον ἐξείλημπται οὕτως ἔχον· "ὅπου ἐὰν πέσῃ τὸ ξύλον, ἐκεῖ μενεῖ", ξύλον λέγων τὸν ἄνθρωπον, ὅστις εἰ ἔπεσεν ἐν κολάσει τουτέστιν εἰ τέλος ἔσχεν τούτου τοῦ ζῆν ἐν ἁμαρτίαις ὤν, οὕτως "ἔσται ἐκεῖ". εἰ δὲ καὶ ἐν ἀρετῇ, ὁμοίως· "πάντας" γὰρ "δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν".
For one is the entrance of all into life and equal the exit," even if it was different in its movement. These were not born otherwise. But also the servant who serves his lord, even if he is not a lord but a slave of a lord through the whole path, is a shadow, so that from this shadow, which has the meaning of a symbol, he may be led up from the laws given here also to the heavenly citizenship. It must be understood also in another way: in this temporary life there is a difference of small and great and slave, acquisitiveness having introduced this variety. But in the age to come, Paul says, "there is no male and female, there is no slave or free." In the same way he would say that neither is there rich or poor, but the demonstration of works, according to which it will come about that the one who in this life was small or a slave is reckoned there great and free. For he says, "I saw slaves on horses and" — and everything that is supposed to be great is found there in punishment. Perhaps it is also possible in this way, that from here the one who is great with each person, being great in virtue, will be found so there as well, and the small one likewise. According to this understanding, what is said in Ecclesiastes is also interpreted, being as follows: "Wherever the tree falls, there it will remain," calling the man a tree, who, if he fell in punishment — that is, if he had his end in this life while being in sins — so "will be there." But if also in virtue, likewise; for "all must stand before the judgment seat of Christ, so that each may receive according to what he did through the body.
καὶ ὁ θεράπων ὁ τῷ θεῷ δουλεύων νοημόνως ἐκεῖ ἐστιν σκιᾶς τυγχάνων καὶ ἀναπαύσεως, διαφυγὼν τὸν καύσωνα τοῦ βίου· "διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων", οὐ καταφλεγεὶς ὑπὸ τοῦ καύσωνος κατὰ τοὺς ἐν τῆι παραβολῇ μὴ εἰς βάθος τὸν σπόρον ἀποδεξαμένους καὶ ὑποπεσόντας τῷ φλογμῷ τῆς ἁμαρτίας. αὕτη ἡ ἐπαγγελία τῷ Δαυὶδ λέγεται ἐν Ψαλμοῖς· "ἡμέρας ὁ ἥλιος οὐ συνκαύσει σε καὶ ἡ σελήνη τὴν νύκτα", ὅπερ κατὰ τὸ ῥητὸν οὐκ εὑρίσκομεν. α̣ὐτὸς γὰρ δίκαιος ὢν κατεπονεῖτο ὑπὸ καύσωνος τοῦ αἰσθητοῦ, ἀκαταπόνητος ὢν ὑπὸ καύσωνος ἁμαρτίας. κοινὸν γὰρ τὸ τῶν ἔξωθεν προσπιπτόντων ἀντιλαμβάνεσθαι δικαίου καὶ ἀδίκου, ἴδιον δὲ τοῦ σπουδαίου τὸ διαφεύγειν τὸν ἀπὸ τῆς κακίας καύσωνα. "ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐκ ἐπιτυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσιν." τὸ κεκρυμμένον καὶ οὐ πᾶσι φανερὸν κρίμα τῆς προνοίας ἐξετάζει ὁ ἅγιος παιδεύσεως
And the servant who serves God intelligently is there, obtaining shade and rest, having escaped the scorching heat of life: "a wise son was saved from the heat," not being set ablaze by the scorching heat like those in the parable who did not receive the seed into depth and fell under the flame of sin. This promise is spoken to David in the Psalms: "By day the sun shall not scorch you, nor the moon by night," which we do not find according to the literal sense. For he himself, being righteous, was worn out by the perceptible scorching heat, yet was unwearied by the scorching heat of sin. For it is common to the righteous and the unrighteous to perceive things that fall upon them from outside, but it is proper to the zealous man to escape the scorching heat that comes from evil. "For why is light given to those in bitterness, and life to souls in pains; who long for death and do not obtain it, digging as for treasures, and they rejoiced greatly if they should succeed?" The hidden judgment of providence, not manifest to all, the holy man examines as a matter of instruction
τῶν ἀκουόντων ἕνεκα, ἵνα πρῶτον μὲν μὴ δυσαρεστῶνται τοῖς συμβαίνουσιν, ἔπειτα καὶ γιγνώσκοντες ὅτι παρὰ θεοῦ γίνεται, μήτε ταὐτόματον μήτε εἱμαρμένην αἰτίαν τῶν γιγνομένων λογίζωνται. ποικίλων γὰρ ὄντων τῶν ἀκολουθούντων ἀνθρώποις συμπτωμάτων ὡς τὸν μὲν πένεσθαι, τὸν δ' ἐκ πλούτου εἰς πενίαν μεθίστασθαι καὶ ταῦτα διαφόρως, τὸν δὲ ἐν περιστάσεσι διαφόροις καὶ ἄλλον ἐν κε κακώσει, καὶ οὐ πάντως φαύλων τοιούτων πεῖραν δεχομένων, ἀλλὰ καὶ σπουδαίων, ἐξ̣ετάζων τὸ κρίμα ἐρωτᾷ λέγων· "ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς;" εἰ γὰρ καὶ οἶδεν, ἀλλὰ γοῦν ὑπομενητικοὺς καὶ ἡμᾶς εἶναι βουλόμενος παιδεύει, ὡς παρὰ θεοῦ τὴν τούτων ἀπεκδέχεσθαι διδασκαλίαν προσήκει. εἴη δὲ καὶ περὶ τῶν πικραινομένων διὰ τὰς τῶν ἀνθρώπων ἀδικίας λέγων· "ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς;" τοιοῦτόν τι καὶ ὁ Ἰερεμίας αἰνιττόμενος ἔφη· "κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην." πικρίας δὲ ἐνεπίπλατο διὰ τὸ θεωρεῖν τὰς περὶ τοὺς ἀνθρώπους ἀνωμαλίας καὶ ἀδικίας. οἱ δ' αὐτοὶ οὗτοι καὶ ὀδυνῶνται. ἢ οὐκ ὀδύνην εἶχεν ὁ μακάριος Παῦλος λέγων· "λύπη μ̣οί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. εὐχόμην γὰρ ἐγὼ ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα", οἵτινες διὰ τὸ "ἀποστρέφεσθαι τὴν ἀλήθειαν" ἐκτὸς αὐτῆς ἐτύγχανον; προσέτι δὲ καὶ τοῦ θανάτου ὁμείρονται λέγοντες· "κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι", καθάπερ "θησαυρὸν ἀνορύσσοντες" τὸν εἰς τοῦτο πόθον, ὡς λέγειν ἕνα τῶν ἁγίων· "οἴμμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη", καὶ Παῦλον περὶ τῶν ὁμοίων γράφειν̣·
For the sake of those who hear, so that first they may not be displeased at what happens, and then, knowing that it comes from God, they may not reckon either chance or fate as the cause of what occurs. For since the circumstances that befall humans are varied—one man is poor, another is moved from wealth to poverty, and these things in different ways, one in various difficulties and another in affliction, and those who experience such things are not altogether base, but also earnest—examining the judgment, he asks, saying: "For why is light given to those in bitterness?" For even if he knows, at any rate, wishing us also to be patient, he teaches, so that it is fitting to await this instruction from God. And he might also be speaking about those embittered by the injustices of men: "For why is light given to those in bitterness?" Jeremiah also, hinting at something like this, said: "I sat alone, because I was filled with bitterness." And he was filled with bitterness because he beheld the irregularities and injustices among men. And these same men also grieve. Or did the blessed Paul not have grief when he said: "Great sorrow is mine and unceasing grief in my heart. For I could wish that I myself were accursed for the sake of my brothers, my kinsmen according to the flesh," who, because they "turn away from the truth," were found outside it? Moreover, they also long for death, saying: "It is better to depart and be with Christ," as though "digging up a treasure"—the longing for this—so that one of the saints says: "Woe is me, that my sojourning has been prolonged," and Paul writes concerning similar things.
"οὐ γὰρ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦσιν." διὸ οὐδὲ φιλόζωοι ὄντες ἕτοιμοι πρὸς τὸ ἀποθανεῖν εἰσιν, ὡς λέγειν Παῦλον τὸν μακάριον· "καθ' ἡμέραν ἀποθνῄσκω." διὰ γὰρ τὴν ἑτοιμότητα τοῦτο οὕτως ἔγραφεν. φιλόζωος δ' οὐκ ἂν εἴποι τοῦτο. ἐπίστανται γὰρ οἱ ἅγιοι, ὅτι ἂν ἐξέλθωσιν ἐκ τούτου τοῦ βίου, τὰς θείας ἀμοιβὰς ἀπολήμψονται. "ὥσπερ" οὖν "θησαυρὸν ἀνορύττοντες" οὕτως εἰσίν, εἰ γὰρ καὶ τὸ ἀνορύττειν μετὰ καμάτου γίνεται. ὥσπερ οὖν καὶ αὐτοὶ οἱ ἅγιοι διὰ πολλῶν πόνων εἰς τὴν βασιλείαν προσδοκῶσιν εἰσέρχεσθαι–ἀλλ' ἡ ἐλπὶς κουφίζει τὸν πόνον–, οὕτω καὶ οἱ ἐν ἀγῶνι ἀθλοῦντες πολλὰ κάμνουσι πρὸς τὸν στέφανον ἀποβλέποντες. τοῖς αὐτοῖς ἁγίοις ἁρμόζει καὶ τὸ ἑξῆς ἡμιστίχιον, εἰ γάρ φησιν· "περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν." οὐδεὶς τῶν φαύλων, εἰ καὶ ἐν περιστάσει ἐστὶν καὶ διὰ ταύτην ἐπιθυμεῖ τοῦ βίου ἐξελθεῖν, περιχαρὴς ἀπελθὼν γίγνεται. εἰ γὰρ και`̣ τῶν ἐνταῦθα θλιβηρῶν ἀπέστη, ἀλλά γε διαδέχονται αἱ διὰ τὰ βεβιωμένα κολάσεις. ἔτι δὲ καὶ ἀναχωροῦντες συναπερχομένας ἔχουσιν καὶ τὰς τῆς ψυχῆς ὁρμὰς ἢ θυμοὺς ἢ ἀγριότητας ἢ ἕτερα πάθη, ἅπερ παραπεπήγασιν αὐτῇ ἐνταῦθα κρατυνθέντα. διὰ ἑπομένων κολάσεων οὔκ εἰσι περιχαρεῖς. ἀκόλουθον οὖν καὶ τοῦτο περὶ τῶν ἁγίων νοῆσαι· ἢ οὐ περιχαρεῖς εἰσιν ὑπ' ἀγγέλων παραπεμπόμενοι καὶ εἰς κόλπους Ἀβραὰμ καὶ ἐν βασιλείᾳ καταντῶντες ἀντικαταλαττόμενοι ταύτην τῶν περιστάσεων ὧν ἔξωθεν πεπόνθασιν καὶ ὧν ὑπὲρ ἀρετῆς † εἰσήνενκαν πόνων;
For they do not have here a city that remains, but they seek the one to come." Therefore, not being lovers of life, they are ready to die, as the blessed Paul says: "I die daily." For it was because of this readiness that he wrote this. But a lover of life would not say this. For the saints know that if they depart from this life, they will receive the divine recompenses. So then, "as though digging up a treasure," so they are—for even the digging up happens with toil. Just as the saints themselves expect to enter the kingdom through many labors—but hope lightens the toil—so too those who contend in athletic contests labor much, looking toward the crown. The same saints are also suited by the following half-line, for it says: "and they were exceedingly glad, if they should succeed." No one of the wicked, even if he is in straits and for this reason desires to depart from life, becomes exceedingly glad when he departs. For even if he has departed from the afflictions here, nevertheless the punishments for the things he has lived out succeed them. And moreover, when they depart, they also carry with them the impulses of the soul—either angers or savageries or other passions—which have been fixed fast in it here, having been strengthened. Because of the punishments that follow, they are not exceedingly glad. Therefore it is also fitting to understand this concerning the saints: are they not exceedingly glad, being escorted by angels and arriving in the bosom of Abraham and in the kingdom, receiving in return for these straits which they have suffered from without and for the labors which they † brought in on behalf of virtue?
καὶ α Δαυὶδ ὁ μακάριος εἰς ἐκεῖνα βλέπων καίτοι βασιλεὺς ὢν τὸ ζῆν καθάπερ δεσμωτήριον εἶναι λογιζόμενος ἔψαλλεν πρὸς θεόν· "ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου." οὐδὲ γὰρ αἰσθητῇ φυλακῇ ἐφυλάττετο. ἔστιν καὶ η ἀπὸ τοῦ ἐπιφερομένου λογίσασθαι, ὡς τὴν ἐντεῦθεν ἀπαλλαγὴν ἐπόθει· λέγει γάρ· "ἐμὲ ὑπομενοῦσιν δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι." καὶ γὰρ ἰσοδυναμεῖ τῷ· "ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν." ὧν ἀληθιναὶ αἱ ἀνδραγαθίαι, καὶ τὰ τῶν ἐπαγγελιῶν. εἰ δὲ τοῦτο, πῶς οὐ περιχαρεῖς οἱ ἅγιοι κατατυχόντες τοῦ τέλους τοῦ ζῆν τούτου, μεθ' ὃ ἡ τῶν οὐρανῶν βασιλεία διαδέξεται; "θάνατος ἀνδρὶ ἀνάπαυσις· συνέκλεισεν γὰρ ὁ θεὸς κατ' αὐτοῦ." εἰ κατὰ τὸ πρόχειρόν τις ἐκλαβεῖν ἐθέλοι τοῦτο, εἴη ἂν λέγων, ὅτι τοῖς ἐν περιστάσει καὶ πόνοις ἀνάπαυσίς ἐστιν ὁ θάνατος, ἐπεὶ
"συνέκλεισεν ὁ θεὸς κατ' αὐτοῦ", ἀποφηνάμενος τὰ περιστατικά. ὁ δὲ τῆι πρώτηι διανοίᾳ ἑπόμενος οὐδὲν ἕξει ἐπικομπ̣άζον φάσκων, ὡς οὐ πάντες οἱ τελευτῶντες ἐν ἀναπαύσει γίγνονται τῷ τοὺς φαύλους διαδέχεσθαι κολάσεις. παρασημειώσαιτο δὲ καὶ τοῦτο, ὡς οὐκ εἶπεν· «θάνατος ἀνθρώπῳ», ἀλλ' "ἀνδρί"· ὁ γὰρ ἀνδρείαν ἔχων καὶ ἐν τῆι ἀρετῆι ὢν ἀκατάπληκτός ἐστιν πρὸς τὸν θάνατον, ἑτοιμότατα ἔχων πρὸς αὐτὸν καὶ ψάλλων· "ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου." οὗτος δ' αὐτὸς καὶ ἀνάπαυσιν ἕξει διαδεχομένων αὐτὸν ἐπαγγε λιῶν. ἔτι δὲ πονῶν ἀνάπαυσιν ἕξει, ὅτι ὅπερ "συνέκλεισεν κατ' αὐτοῦ" ὁ θεὸς διὰ τῆς κοινῆς ἀποφάσεως τῆς κατὰ τοῦ Ἀδὰμ λέγων·
And the blessed David, looking to those things, though he was a king, reckoned life to be like a prison, and sang to God: "Bring my soul out of prison." For he was not being kept in a perceptible prison. It is also possible to infer this from what follows, that he longed for departure from here; for he says: "The righteous shall wait for me, until you repay me." For this is equivalent to: "that they might not be made perfect without us." Of these, the noble deeds are true, and so are the things of the promises. But if this is so, how are the saints not exceedingly joyful when they attain the end of this life, after which the kingdom of the heavens will succeed? "Death is rest for a man; for God has shut up against him." If one wishes to take this in its obvious sense, he would be saying that death is a rest for those in adversity and toils, since "God has shut up against him," having declared the adversities. But he who follows the first meaning will have nothing to boast of in saying that not all who die come to be in rest, since the wicked are succeeded by punishments. Let him also note this, that he did not say, "Death for a human being," but "for a man"; for the one who has manliness and is in virtue is undaunted toward death, being most ready for it and singing: "My heart is ready, O God, my heart is ready." This same man will also have rest, with the promises succeeding him. And while still in toil he will have rest, because what "God has shut up against him" he spoke through the common sentence against Adam, saying:
"γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ", λέλυται λοιπὸν "ἀποδράσης" αὐτῷ "ὀδύνης καὶ λύπης καὶ στεναγμοῦ" διὰ τὸ ἀκοῦσαι· "εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου." "πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι." οὐκ ἀεὶ ὁ φόβος τὸν παθητικὸν σημαίνει οὐδὲ τὸν ἀστεῖον καὶ τέλειον, ἀλλὰ καὶ μέσον, περὶ ὃν οὔτ' ὁ παθητικὸς οὔτ' ὁ ἀστεῖος συμβαίνει, ἀλλ' ὡς ἂν εἴποι τις ἐ_6_γ_γ6 τ̣ι τούτων διὰ τὴν ἑτέρων ὠφελίαν γινόμενος ἢ διὰ πτῶσιν. ἐὰν γὰρ λέγῃ ὁ μακάριος Παῦλος· "φοβοῦμαι, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν", οὐ παθητικῶς ἔχει τὸν φόβον οὐδ' ὁ τέλειος καὶ καθαρὸς ἐν τούτωι σημαίνεται, εἰ καὶ εἶχεν αὐτὸν ὁ σοφὸς Παῦλος, ἀλλ' ἡ διὰ τὴν ἑτέρων σωτηρίαν φροντίς. εἴρηται περὶ τοῦ τελείου· "φόβος κυρίου πάντα ὑπερέβαλεν", περὶ δὲ τοῦ παθητικοῦ, ἵνα μὴ ἐπιφέρηται, φησὶν τὸ λόγιον· "τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε", καὶ· "μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα", καί· "ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος." καὶ ταῦ87 τα μὲν διὰ τὸ εἰρῆσθαι· "δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ." ἴδωμεν δὲ ἐξ ἀρχῆς τὰ συνεκτεθέντα· "πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει", ὅπερ διδακτικόν ἐστιν, ὅτι οἱ μὲν ἄλλοι ἄνθρωποι ἁβροδιαίτῳ βίῳ κεχρημένοι καὶ ὅλοι τρυφῆς καὶ ἡδονῆς τυγχάνοντες καὶ οὐδενὸς ἑτέρου φροντίζοντες ἔργοις αὐτοῖς βοῶσιν· "φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν", ὁ δὲ ἅγιος καὶ κατὰ τὸν μακάριον Παῦλον φάσκων·
You are earth and to earth you shall depart"; henceforth "pain and sorrow and groaning" have been loosed for him because he heard: "Enter into the joy of your Lord." "For before my food, groaning comes to me, and I weep, held fast by fear. For the fear that I pondered has come upon me, and what I dreaded has met me." Fear does not always signify the passionate man, nor the virtuous and perfect man, but also the intermediate one, in whom neither the passionate nor the virtuous state occurs, but, as one might say, something of these arising for the benefit of others or because of a fall. For if the blessed Paul says: "I fear, lest somehow as the serpent deceived Eve," he does not have fear in a passionate way, nor is the perfect and pure man signified in this, even if the wise Paul had it, but rather the care for the salvation of others. It has been said concerning the perfect man: "The fear of the Lord surpasses all things," but concerning the passionate man, so that it may not be brought upon him, the oracle says: "Do not fear their fear," and: "Do not fear those who kill the body," and: "There they feared a fear where there was no fear." And these things are said because of the phrase: "and I weep, held fast by fear." But let us look from the beginning at what has been set out together: "For before my food, groaning comes to me," which is instructive, that while other men, living a life of luxury and wholly given to delicacy and pleasure and caring for nothing else, cry out in their very deeds: "Let us eat and drink, for tomorrow we die," the holy man, in the words of the blessed Paul, says:
"τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ, τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;", τὴν τροφὴν τὴν αἰσθητὴν οὐ χωρὶς στεναγμοῦ προσίεται τῆς ἀνθρωπίνης ἀσθενείας καὶ οὐχ ἡδονῆς ἕνεκεν, ἐννοῶν δὲ τὴν καθαρὰν καὶ ἄϋλον ζωὴν καὶ τὴν τράπεζαν ἐκείνην, ἣν ἐπηγγείλατο ὁ σωτὴρ τοῖς ἰδίοις μαθηταῖς λέγων· "ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ" τῶν οὐρανῶν, στενάζει· ἔτι ταύτην δεχόμενος ψάλλει τῆι διανοίᾳ· "ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου." εἶτ' ἐπεὶ ὁ ἅγιος κἂν τέλειος ὑπάρχῃ οἶδεν, ὅτι ἐνδέχεται τὸν ἄνθρωπον ἕως ἐν τῷ βίωι ἐστὶν περιπεσεῖν πτώματι, ἐπάγει· "δακρύω δὲ ἐγὼ περιεχόμενος φόβῳ." διανοίας δὲ ἐρρωμένης τὸ δακρύειν ἐν τοῖς πόνοις κατὰ τὸ λεγόμενον· "λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω." ταῦτα δὲ ποιοῦσιν οἱ ἅγιοι οὐ χαυνοῦντες ἑαυτούς, ἀλλὰ διεγειρόμενοι τῶι φρονήματι, ἵνα διὰ τούτων ἐκκαλέσωνται τὸν θεὸν εἰς ἐπικουρίαν, καθάπερ καὶ ὁ μακάριος Δαυὶδ τῶν ὁμοίων αὐτῷ σύλλογον συνκαλῶν φησιν· "δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐνώπιον κυρίου τοῦ ποιήσαντος ἡμᾶς." μέγα γὰρ ἀγαθὸν ἡ διὰ τὴν ἀπόπτωσιν φροντίς, ἥντινα ἔχειν τοὺς μαθητὰς ὁ κύριος βουλόμενός φησιν· "γρηγορεῖτε ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται." οὐδὲν δὲ ἧττον καὶ διὰ τοὺς ἐπαγομένους πειρασμοὺς ἐμμελεῖς εἰσιν οἱ ἅγιοι, οὐκ ἀμελείᾳ ἑαυτοὺς ἐνδιδόντες, ἀλλὰ παρασκευάζοντες ἑαυτοὺς πρὸς τούτους, φοβούμενοι, μή πως ἄλλοις κηρύξαντες αὐτοὶ ἀδόκιμοι γένωνται. καὶ οὐ παραιτοῦνται δὲ τὰ πταίσματα.
Who is weak, and I am not weak? Who is made to stumble, and I do not burn?" He does not take perceptible food without groaning, on account of human weakness and not for the sake of pleasure, but reflecting on the pure and immaterial life and that table which the Savior promised to his own disciples, saying, "that you may eat and drink at my table in the kingdom" of heaven, he groans; still receiving this, he sings in his mind: "My soul longs and faints for the courts of the Lord." Then, since the saint, even if he be perfect, knows that it is possible for a man, while he is in this life, to fall into a fall, he adds: "But I weep, encompassed with fear." And it is the mark of a strengthened mind to weep in pains, according to what is said: "I will wash my bed every night; I will drench my couch with my tears." And the saints do these things not pampering themselves, but being stirred up in their disposition, so that through these things they may call God to their aid, just as also the blessed David, summoning an assembly of those like himself, says: "Come, let us worship and fall down before him, and let us weep before the Lord who made us." For great is the good of the care that comes from the fall, which the Lord, wishing his disciples to have, says: "Watch, because you do not know at what hour the thief comes." And none the less, also because of the temptations that are brought on, the saints are diligent, not giving themselves over to negligence, but preparing themselves for these things, fearing lest perhaps, having preached to others, they themselves become disqualified. And they do not decline their failings.
οὐκ ἀφροντίστως δὲ λόγον ἔχοντες ἕτοιμοι πρὸς παρασκευήν εἰσιν. διὰ τοῦτο καὶ αὐτὸς ὁ μακάριος ἀεὶ διαμένει
καθελὼν τὰς ἀπὸ τοῦ διαβόλου ἐπαναστάσεις. ἐβούλετο μὲν μ̣ὴ γενέσθαι ἐν περιστατικοῖς, ἐπεὶ ἡ ἀνθρωπίνη ἀσθένεια, ὅσον ἧκεν εἰς τὸ ἑαυ89 τῆς μέτρον, οὐ φέρει τὰς τῶν πόνων ἀμετρίας, εἰ μὴ λογισμὸς ἀνδρεῖος ὑπερβάλῃ τὴν ἀσθένειαν. διὰ τοῦτο γὰρ ἐπιφέρει· "φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι." ταῦτα δὲ οὐ καταπτήξας ἔλεγεν, ἀλλὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν. φόβον γὰρ εἶχε, μὴ ἐπιβραδύνας τῶι βίωι καὶ θλίψεών τε καὶ περιστάσεων πειραθῇ, ἐξ ὧν ὀκλάσαι τοὺς πολλοὺς συμβαίνει. κἂν γὰρ ἀκαταμάχ̣ητοι ὦσιν, οὐ βούλονται ἐφέλκεσθαι τοὺς πειρασμούς, ἵνα μήτε ὁ ἀντικείμενος καὶ δι' αὐτοὺς ἔχῃ περισσοτέραν κόλασιν καὶ μὴ τὰ τῆς ἀνθρωπίνης ὡς ἔφαμεν ἀσθενείας ὀκλάσαι ποιήσῃ, ἐπεὶ καὶ κυβερνήτης κατευθὺ ἄγων τὸ σκάφος οὐ βούλεται χειμῶνος πειραθῆναι, μή πως καὶ πταίσματι περιπέσῃ. ὅτι δὲ οὐ δειλίᾳ τὰς περιστάσεις παραιτοῦνται, ἔστιν ἑνὸς αὐτῶν ἀκοῦσαι περὶ τοῦ κοινοῦ αὐτῶν λέγοντος· "ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν." οἷς συμφώνως καὶ ὁ ἀπόστολός φησιν· "τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς" καὶ τὰ ἑξῆς. ὅτι δ' οὐκ ἀνιδρωτὶ ταῦτα ὑφίστανται, ἐπάγει·
Having a reason not carelessly, they are ready for preparation. For this reason he himself, the blessed one, always remains, having put down the assaults that come from the devil. He wished indeed not to be in circumstances of trial, since human weakness, as far as it depends on its own measure, does not bear the excesses of toils, unless a courageous reasoning surpasses the weakness. For this reason he adds: "For the fear that I cared for came upon me, and what I dreaded met me." But he said these things not cowering in fear, but according to the meaning that has been given. For he had fear, lest by delaying in life he should also experience afflictions and trials, from which it happens that the many grow weak. For even if they are unconquerable, they do not wish to draw temptations upon themselves, so that neither the adversary may have greater punishment on their account, nor may the things of human weakness, as we said, cause them to grow weak, since even a pilot steering the ship straight does not wish to experience a storm, lest he also fall into a mishap. But that they decline trials not out of cowardice, it is possible to hear one of them speaking about their common condition: "Our God is a refuge and strength, a helper in the afflictions that have found us sorely. For this reason we shall not fear when the earth is shaken and the mountains are moved into the hearts of the seas." In agreement with these things the apostle also says: "Who shall separate us from the love that is in Christ Jesus? Affliction, or distress, or persecution, or famine," and the rest. But that they undergo these things not without sweat, he adds:
"ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς", ὅπερ ἐστὶ δεῖγμα διὰ τῆς ἐναγωνίου μάχης, μεθ' ἣν ἡ νίκη συμβαίνει. εὖ δὲ καὶ τὸ "συνήντησέν μοι"· ὡς γὰρ ἀθλητῇ συνήντησεν τὰ παλαίσματα. οὐ γὰρ τοῖς τυχοῦσιν ὁ διάβολος μάχεται, ὡς καὶ ὁ σωτὴρ δηλοῖ λέγων πρὸς τοὺς μαθητάς· "ἰδοὺ ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον." συνήντησεν καὶ τούτῳ ἑτοιμότατα ἔχοντι πρὸς μάχην ὡς καὶ τὸ πρᾶγμα ἔδειξεν καὶ τὰ ἑξῆς δηλοῖ. "οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθεν δέ μοι ὀργή." τὸ ἐνπαράσκευον αὐτοῦ πρὸς τὸν ἀντικείμενον ἐκ τούτων δηλοῦται. ἐπάγρυπνος γὰρ ὢν καὶ ἔχων τὴν ἐλπίδα καὶ τὸ τοῦ πνεύματος χάρισμα ἵστατο πρὸς τὸν ἀντίπαλον εἰδὼς τοῦτο καὶ Παῦλος ὡς "οὐκ ἔστιν τοῖς ἁγίοις ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς ἀρχάς, πρὸς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας", καὶ πρὸς αὐτὸν τὸν ἀρχέκακον διάβολον, ὅστις "ὡς λέων περιπατεῖ ζητῶν τίνα καταπίῃ". ὅμως καὶ οὕτως αὐτοῦ ἐγρηγορότος οὐκ ἠμέλησεν ὁ διάβολος, ὡς ἐξαιτήσασθαι, ἵν' ἐπαγάγῃ αὐτῷ ἃ ἐπήγαγεν, ἅπερ ὀργὴν διὰ τὰ ἐπίπονα καλεῖ, ἐπιστάμενος ὡς οὐ διὰ κακίαν ἐπήχθησαν. φησὶν γάρ· "οἶδα ὅτι δίκαιος ἀναφανοῦμαι." καὶ ἄλλως δὲ οἶδεν τὰ ἐπίπονα ὀργὴν ὀνομάζειν. "ἐξαπέστειλας" γάρ φησιν "τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην". ὀργὴν δὲ ἂν ἀκούωμεν θεοῦ, μὴ πάθος αὐτοῦ εἶναι ταύτην κατὰ ἀνθρώπινα λογιζόμεθα. τὸ γὰρ τοιοῦτο πάθος οὐ πέφυκεν ἐξαποστέλλεσθαι, ἐν τῆι ψυχῇ φωλεῦον. ἡ δὲ λεγομένη θεοῦ ὀργὴ ἐξαποστέλλεται·
But in all these things we are more than conquerors through him who loved us," which is a proof through the contest of struggle, after which the victory comes. And well is the phrase "he met me"; for as to an athlete, the wrestling matches met him. For the devil does not fight with just anyone, as also the Savior makes clear when he says to the disciples: "Behold, Satan has demanded to sift you as wheat." He met this one too, who was most ready for battle, as the event itself showed and what follows makes clear. "I neither had peace nor was quiet nor rested, but wrath came upon me." His readiness against the adversary is shown by these words. For being watchful and having hope and the grace of the Spirit, he stood against the opponent, knowing this as Paul also did: "our struggle is not against blood and flesh, but against principalities, against authorities, against the world-rulers of darkness, against the spiritual forces of wickedness," and against the very originator of evil, the devil, who "walks about like a lion seeking whom he may devour." Nevertheless, even though he was thus awake, the devil did not neglect him, so as to demand him, in order to bring upon him the things he brought, which he calls wrath because of the hardships, knowing that they were brought on not because of wickedness. For he says: "I know that I shall appear righteous." And in another way too he knows how to call hardships wrath. For he says, "You sent forth your wrath and it devoured them like stubble." But if we hear of the wrath of God, let us not reckon according to human standards that this is a passion in him. For such a passion is not of a nature to be sent forth, lurking in the soul. But the so-called wrath of God is sent forth;
"ἐξαπέστειλας" γὰρ "τὴν ὀργήν σου", ὅ ἐστιν τὰ ἐπίπονα. ταῦτα γὰρ καὶ ἐπιπέμπεται. καὶ οὗτος οὖν ταῦτα ὀργὴν ὀνομάζει, ἅπερ αὐτῷ συμβέβηκεν. οὕτω δὲ ἀποτείνας ὁ ἅγιος οὗτο̣ς διήγησιν τοιαύτην, ἐν ᾗ τῶν κριμάτων τοῦ θεοῦ διδασκαλία τυγχάνει, καὶ μυστηρίων θείων, ἃ κατὰ τὸ δυνατὸν ἐξεθέμεθα, δῆλός ἐστιν οὐ περιπαθὴς γενόμενος διὰ τὰ συμβεβηκότα, ἀλλὰ καὶ ἐν αὐτοῖς τῆς θείας θεωρίας πόθον καὶ ἔρωτα καὶ οὐράνιον ἔχων. "ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας, νῦν δὲ ἥκει ἐπὶ σὲ φόβος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας." πάσης διδασκαλίας καὶ διαλήμψεως εἰσὶν ἀρχαί, ὧν εὖ ἐχουσῶν πάντα κατὰ λόγον χωρεῖ. ὅταν δὲ μὴ καλῶς ἔχωσιν αἱ ἀρχαί, πολλὰ ἕπονται
σφάλματα. καὶ ἔστω ἀφ' αἱρέσεων τὸ παράδειγμα· εἰ γάρ τις ἀσεβῶν θείη προϋπάρχοντα τὸν πατέρα τοῦ υἱοῦ, ταύτῃ τῇ ἀρχῇ σαθρᾷ οὔσῃ πολλὰ ἕπεται ψευδῆ· κτίσμα γὰρ εὐθυντὸν τὸν υἱὸν ὑπολήμψεται, οὐκ ἀΐδιον· οὐ γὰρ οἷόν τε ἀϊδίου προϋπάρχοντος. εἰ δὲ προϋπάρχει κατὰ τὴν σαθρὰν ὑπόθεσιν αὐτῶν ὁ πατήρ, οὐκ ἂν εἴη ὁ υἱὸς ἀΐδιος. κτίσμα δὲ καὶ ποίημα αὐτὸν εἶναι ἕπεται, οἷς ἀκολουθεῖ τὸ τρεπτὸν εἶναι αὐτὸν καὶ ἀλλοιω τόν. τούτου οὕτως ἔχοντος οὐκ ἔσται κατ' οὐσίαν θεός. διόπερ εἴ ποτε σαθροῖς δόγμασιν περιτύχοις, τὴν ἀρχὴν αὐτῶν ζήτει. ταύτης γὰρ ἀνατραπείσης συναπέρχεται ὅλα. ἐκκείσθω δὲ καὶ δεύτερον τοῦ αὐτοῦ παράδειγμα.
For you sent your anger," that is, the painful things; for these too are sent upon one. So this man also calls "anger" these things which have befallen him. And having thus stretched out this holy man's narrative of such a kind, in which there happens to be teaching of the judgments of God and of divine mysteries, which we have set forth as far as possible, he is shown to have become not passionate because of what befell him, but even in these things having a longing and love and heavenly desire for divine contemplation. "And Eliphaz the Temanite, taking up the discourse, says: Has it not often been spoken to you in toil? And who will endure the strength of your words? For if you instructed many and encouraged the hands of the weak, and raised up the weak by words, and put courage on feeble knees, but now fear has come upon you and touched you, and you have been earnest." All teaching and understanding have beginnings, and when these are well, everything proceeds according to reason. But when the beginnings are not well, many errors follow. And let the example be from the heresies; for if someone impiously posits that the Father pre-exists the Son, since this beginning is unsound, many false things follow: for he will suppose the Son to be a created and changeable being, not eternal; for it is not possible when the eternal pre-exists. But if the Father pre-exists according to their unsound hypothesis, the Son would not be eternal. And it follows that he is a creature and a made thing, which entails that he is changeable and alterable. Since this is so, he will not be God in essence. Therefore, if ever you encounter unsound doctrines, seek their beginning; for when this is overturned, the whole collapses with it. And let a second example of the same be set out.
εἰσίν τινες, οἳ τὴν δόκησιν εἰσάγουσιν, τῶι δοκεῖν πεφάνθαι τὸν ςωτῆρα φρονοῦντες. ζητητέον, τίνος ἕνεκα ἐπεδήμησεν, καὶ δῆλον, ὡς τῆς τῶν ἀνθρώπων σωτηρίας χάριν. εἰ δὲ δοκήσει ὤφθη καὶ εἰ διδασκαλία δοκήσει γέγονε, καὶ ὁ σταυρὸς καὶ ἡ ἀνάλημψις, οἷς ἕπεται δοκήσει καὶ τὴν σωτηρίαν καὶ οὐκ ἀληλθείᾳ γεγενῆσθαι. ὅπερ κατὰ τὴν ἄτοπον ἀρχὴν ἠκολούθησεν. καὶ ἐπὶ τῶν ἐκτεθέντων τοίνυν ὑπὸ τοῦ Ἐλιφὰζ λόγων τοιοῦτόν τι ἔστιν. δύο εἰσὶν ἀρχαὶ ἀναντίρρητοι τῶν ἐπιφερομένων ἀνθρώποις σκυθρωπῶν, μία μὲν ἡ κατὰ διόρθωσιν ἁμαρτημάτων, ἑτέρα δὲ ἡ πρὸς τὸ ἀνα δειχθῆναι ἀνδρείαν καὶ δοκιμὴν τῶν θλιβομένων, ὅπερ σημαίνει τὸ οὕτως ἔχον λόγιον· "μακάριος ἀνὴρ ὃς ὑπο94 μένει πειρασμόν, ὅτι δόκιμος γενάμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν." καὶ πάλιν· "πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, ὅτι τὸ δοκίμιον τῆς θλίψεως κατεργάζεται ὑπομονήν, ἡ δὲ δ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα." ἔστιν δὲ καὶ τοῦ ἑτέρου εἴδους ἐκ τῶν ἁγίων γραφῶν δέξασθαι μαρτύρια. εἴρηται γάρ· "ὀργὴν κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ." τὴν γὰρ ἐπαγωγὴν δι' ἁμάρτημά φησιν γενέσθαι. κοινὰ τοίνυν τὰ ἐπίπονα καὶ σπουδαίῳ καὶ φαύλῳ, ἀλλ' ὁ τρόπος τῆς αἰτίας διάφορος. ἀμέλει γοῦν τὰ τοῖς ἁμαρτωλοῖς διὰ τὰς γεγενημένας κακίας ἐπαγόμενα "μάστιγες" λέγονται ἐν τῷ· "πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει." καὶ πάλιν·
There are some who introduce the notion of appearance, holding the opinion that the Savior appeared only in appearance. It must be asked for what reason he came, and it is clear that it was for the sake of the salvation of human beings. But if he appeared by appearance and if the teaching came about by appearance, then the cross and the ascension also did, from which it follows that salvation too came about by appearance and not in truth—which is what followed from that absurd premise. So then, in the words set forth by Eliphaz there is something of this sort. There are two indisputable causes of the gloomy things that befall human beings: one is for the correction of sins, the other is for the demonstration of courage and the testing of those who are afflicted, which is what the following saying means: "Blessed is the man who endures temptation, because having become approved he will receive the crown of life, which he promised to those who love him." And again: "Count it all joy, my brothers, when you fall into various temptations, because the testing of affliction produces endurance, and endurance produces approval, and approval produces hope." And it is also possible to receive testimonies of the other kind from the holy Scriptures. For it is said: "I will bear the anger of the Lord, because I have sinned against him." For he says that the visitation came about because of sin. Therefore painful things are common to both the earnest and the base, but the manner of the cause is different. At any rate, the things brought upon sinners because of the evils they have committed are called "scourges" in the passage: "Many are the scourges of the sinner, but the one who hopes in the Lord, mercy will surround him." And again:
"ἐὰν ἐνκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ ἐν τοῖς κρίμασίν μου μὴ πορευθῶσιν, καὶ τὰ δικαιώματά μου μὴ φυλάξωσιν, καὶ τὰς ἐντολάς μου μὴ τηρήσωσιν, ἐπισκέψομαι ἐν ῥάβδωι τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν." τὰ αὐ95 τὰ ταῦτα συμπτώματα καὶ τὰ αὐτὰ ἀνιαρὰ καὶ περιστατικὰ τοῖς δικαίοις ἐπαγόμενα οὐ λέγονται "μάστιγες" ἀλλὰ "θλίψεις"· "πολλαὶ αἱ θλίψεις τῶν δικαίων", καί· "ἐν θλίψει τοῦ κυρίου ἐμνήσθην." ἀλλὰ καὶ περὶ τοῦ δικαίου τοῦ ὡς ἐπὶ τὸ πλεῖστον θλιβομένου κατὰ τὸ εἰρημένον· "ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι" λέγεται· "καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου." τὰ ἐπαγόμενά τινι θλιβηρά, ὡς προείρηται, κατὰ δύο ἀναντιρρήτους ἀρχὰς συμβαίνει, ἢ ἐπιτιμίας ἕνεκα καὶ διορθώσεως ἢ ἵνα τις μεγαλοψύχως ἐνεγκὼν αὐτὰ ἐπὶ καρτερίᾳ καὶ ἀνδρείᾳ στεφάνων τύχῃ. τοῦτο ἀγνοήσαντες οἱ φίλοι τοῦ Ἰὼβ κατὰ τὸν ἕτερον τῶν δύο τούτων τρόπον ᾠήθησαν ὡς παρατρεπόμενος διὰ ἁμαρτήματα θλίβεται. οὐκ ἐντίθεσαν γοῦν τὸν ἕτερον τρόπον, καίτοι μηδὲν συνειδότες τῷ Ἰὼβ ἁμάρτημα. πῶς γὰρ οἷόν τε ἦν, μαρτυρουμένου αὐτοῦ, ὡς καθ' ἡμέραν τῇ πρὸς θεὸν παρεδρίᾳ καρτερῶς προσεῖχεν ἀναφέρων ὑπὲρ τῶν υἱῶν θυσίας "μήποτε κακὰ ἐνενόησαν". οὐδὲν γὰρ φαινόμενον αὐτῶν ἐτύγχανεν ἁμάρτημα. διὸ καὶ ὑπὲρ τῆς ἐννοίας αὐτῶν τὴν προσφορὰν ἐποίει. τοῦτο δὲ καὶ μεῖζον, ὅτι καὶ ὑπὸ θεοῦ ἐμαρτυρεῖτο λέγοντος ὡς "ἀνὴρ δίκαιος ἦν, ἄμεμπτος" καὶ τὰ ἑξῆς.
If his sons forsake my law and do not walk in my judgments, and do not keep my statutes, and do not observe my commandments, I will visit their lawless deeds with a rod and their sins with scourges." These same calamities and the same distressing and adverse circumstances brought upon the righteous are not called "scourges" but "afflictions": "Many are the afflictions of the righteous," and: "In affliction I remembered the Lord." But also concerning the righteous man who for the most part is afflicted, according to what is said: "In everything afflicted, but not distressed," it is said: "And a scourge shall not come near your tent." The distressing things brought upon someone, as has been said, happen according to two incontrovertible principles: either for the sake of rebuke and correction, or so that one who bears them with magnanimity may obtain crowns for endurance and courage. The friends of Job, being ignorant of this, supposed according to the second of these two ways that he was being afflicted as one who had turned aside because of sins. They did not set forth the other way, although they were conscious of no sin in Job. For how was it possible, when he was testified of, that he attended daily with steadfastness to his sitting before God, offering sacrifices on behalf of his sons, "lest perhaps they had conceived evil"? For no sin of theirs was apparent. Therefore he also made the offering on behalf of their thought. And this is even greater, that he was also testified of by God, saying: "He was a righteous man, blameless," and the rest.
ὅμως δὲ οἱ φίλοι κατὰ μόνον ὡς εἴρηται τὸν ἕτερον τρόπον τὰς ἐπαγωγὰς ἐπιπέμπεσθαι νομίζοντες δικαίῳ προσθεῖν̣αι ταύτας οὐκ ἐτόλμων, δηλοῦν τὴν πρόνοιαν θέλοντες, ὅτι πρὸς τὰ πεπραγμένα τὰς θλίψεις ἐπάγει. διὰ ταύτην δὲ τὴν ἑαυτῶν ὑπόλημψιν ἀντίθετα πρὸς
τὸν Ἰὼβ ἐλάλησαν. διὸ καὶ ὁ θεὸς συγγνώμην αὐτοῖς ἀπένειμεν καὶ ὑπὲρ ἀγνοίας ἐποίησεν προσαγαγεῖν θυσίαν. ὅτι δ' οὐ κακῇ προθέσει τοῦτο ἐποίησαν ἀλλ' ὡς δικαιοῦντες τὴν πρόνοιαν, τοῦτο ἔλεγον, εἰ καὶ τὴν ἀκρίβειαν ἠγνόησαν. ἀπὸ ταύτης γοῦν τῆς διαλήμψεως καὶ τὰς λέξεις ἐπιφέρει ὁ πρῶτος ἀρξάμενος φάσκων· "μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ", ὅπερ δηλοῖ ὅτι· καὶ αὐτὸς σὺ πολλάκις ἐχρήσω λόγοις πρός τινας περιπεπτωκότας θλιβηροῖς, ἵνα τὸ λελάληται ἐνεργητικῶς ἀκούσωμεν ὡς τὸ πέπρακταί σοι. δύναται καὶ παθητικῶς εἰρῆσθαι, ἵν' ᾖ τὸ λεγόμενον· ἦ νῦν πρῶτον ἐν κόποις γεγενημένος ἔσχες τὸν λαλοῦντά σοι τὰ τῆς παρακλήσεως; τοῦ μὴ ἀντὶ τοῦ οὐχὶ λαμβανομένου. οὐδὲ γὰρ τότε μόνον ἐν περιστάσει ἦν ὁ Ἰώβ. εἰκὸς γὰρ αὐτὸν ἐν πλείονι χρόνῳ ἐν τοῖς θλιβηροῖς εἶναι. εἶτα τῶν εἰρημένων πρὸς τοῦ Ἰὼβ ἑτέρως ἐξειληφὼς τὴν διάνοιαν καὶ ὡς παρὰ ὀλιγωροῦντος ἀκούσας αὐτοῦ τὰ ῥήματα ἐπάγει· "ἰσχὺν δὲ ῥημάτων τίς ὑποίσει;" αὐτὸς μὲν πολλοῖς παράκλησιν προσήγαγες, τὰ δὲ σὰ ῥήματα ὀλιγωρίας πεπληρωμένα οὐδεὶς οἷός τέ ἐστι φέρειν. ταῦτα δὲ ἔλεγεν ἀγνοῶν τὸ μέγεθος τῶν παρ' αὐτοῦ εἰρημένων. καὶ δέχεται δῆθεν ἀπ' αὐτοῦ τὴν σύνκρισιν λέγων· "εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς" καὶ τὰ ἑξῆς, δηλῶν ὅτι·
Nevertheless, the friends, believing as has been said that the visitations were sent in only one of the two ways, did not dare to attribute them to a righteous man, wishing to show that providence brings afflictions in accordance with one's deeds. And because of this assumption of theirs they spoke contrary things against Job. Therefore God also granted them forgiveness and made them bring a sacrifice for their ignorance. But that they did this not with an evil intent but as vindicating providence—this is what they said, even if they were ignorant of the exact truth. From this judgment, then, the first one who began also brings forward the words, saying: "Have you not often spoken in toil?" which means: you too have often used words to certain people who had fallen into distress, so that we may understand "have spoken" actively, as "it has been done by you." It can also be said passively, so that the meaning is: was it only now, having first come into toils, that you had someone speaking words of consolation to you? — "not" being taken in place of "no"; for Job was not only then in a difficult situation. For it is likely that he was in distress for a longer time. Then, having taken the meaning of what was said to Job in another way and having heard his words as from one who was slighting, he adds: "But the strength of words who can endure?" You yourself brought consolation to many, but your words, filled with slighting, no one is able to bear. But he said these things in ignorance of the greatness of what had been said by him. And he supposedly accepts the comparison from him, saying: "For if you instructed many" and the rest, showing that:
ἃ σὺ τοῖς ἄλλοις εἰς παραμυθίαν παρήγαγες διανιστῶν τρόπον τινὰ τοὺς παρεθέντας ὑπὸ λύπης οὐχ ὑπομιμνῃσκόμενος "ἐσπούδασας"–ἀντὶ τοῦ τετάραξαι–, καὶ πρὸς ἐπικουρίαν καὶ παράκλησιν πολλὰ ποιῶν τοῖς θλιβομένοις ὡς δεξιὰν ὀρέγειν αὐτοῖς κατὰ τὸ ἐν Ἠσαίᾳ λεγόμενον πρὸς τοὺς ἄρχον τας· "παρακαλεῖτε τῆι χειρί", τὴν σύνπνοιαν καὶ συνπάθειαν δηλοῦν98 τος τοῦ λόγου. "γόνασιν δὲ ἀδυνατοῦσιν θάρσος περιέθηκας", ἀσθενείᾳ πεπιασμένοις ἀνθρώποις ἰσχὺν παρέχων διὰ τῆς εἰς αὐτοὺς σπουδῆς. κατὰ δὲ ἀναγωγὴν γόνατα παραλελυμένα ἔχει "ὁ τῇ Βάαλ αὐτὰ κάμπτων", ὁ θεὸν ἕτερον ἀναγορεύων, ὁ δουλεύων ᾗ ποιεῖ ἁμαρτίᾳ. "νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου", τοῦ ἥψατο δηλοῦντος σφοδρὰν ἐπίτασιν τῆς περιστάσεως. πρὸς τοῖς εἰρημένοις ἐκεῖ ἐννοεῖν ἀκόλουθον ὡς χαλεπωτέρα τῆς περιστάσεως θλῖψις ὑπῆρχεν ἡ παρὰ τῶν φίλων διὰ τῶν λόγων προσαγομένη καταδρομή. πρὸς γὰρ τῷ ἀπαράκλητον εἶναι τὸ δεινὸν ἔτι καὶ οἱ λόγοι φορτικοὶ ὄντες οὐ μικρὰν παρεῖχον ἀνίαν. "πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου;" τοῦ συνγραφικοῦ πνεύματος μαρτυρήσαντος τῷ Ἰὼβ ὅτι οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ, οὗτος ἑτέραν διάλημψιν ἔχων περὶ τῶν ἐπαχθέντων αὐτῷ καὶ λογιζόμενος, ὅτι διὰ ἁμαρτήματα πάσχει, οἰόμενός τε αὐτὸν ἐξ ὀλιγωρίας εἰρηκέναι ἃ ἐφθέγξατο, φησίν· "πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ"–οἰόμενος γὰρ σαυτὸν δίκαιον– 99 "καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦς σου". ἀφροσύνη δέ, φησίν, καὶ τὸ ἐλπίζειν ὅτι δίκαιος ὀφθήσει. δικαίῳς γὰρ τοιαῦτα οὐκ ἐπάγεται.
The things you brought forward for the consolation of others, rousing in a certain way those who had been slackened by grief—not merely reminding them—"you have been earnest" (in place of "you have been disturbed"), and doing many things for the aid and comfort of the afflicted, so as to extend a right hand to them according to what is said in Isaiah to the rulers: "Comfort with the hand," the word signifying concord and sympathy. "And to feeble knees you have given courage," providing strength to men enfeebled by weakness through your earnestness toward them. And in the anagogical sense, "the one who bends them to Baal" has knees that are paralyzed—the one who proclaims another god, the one who is enslaved to the sin he commits. "But now pain has come upon you and has touched you," the word "has touched" signifying the violent intensity of the calamity. In addition to what has been said, it is fitting to consider there that the affliction brought on by the friends through their words—an assault—was harsher than the calamity itself. For besides the dread being without consolation, their words, being burdensome, also provided no small distress. "Is not your fear in folly, and your hope, and the wickedness of your way?" Since the prophetic Spirit testified to Job that he did not give folly to God, this one, holding a different opinion about the things brought upon him and reckoning that he suffers because of sins, and supposing that he had spoken what he uttered out of negligence, says: "Is not your fear in folly"—for he supposed himself righteous—"and your hope, and the wickedness of your way." And folly, he says, is also the hoping that you will appear righteous. For such things are not brought upon the righteous.
αὐτὴ δ' αὕτη ἡ ὁδὸς ὁδὸς κακίας εἴρηται διὰ πάντων νομίζοντι τῷ Ἐλιφὰζ ὅτι δι' ἁμαρτίας πάσχει ὁ μακάριος. οὕτως καὶ ἀφροσύνην αὐτῷ προσῆπτεν. "μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. καθ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θερίσουσιν ἑαυτοῖς. ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται." ἔτι τῆς αὐτῆς ἐχόμενος διανοίας ὡς δι' ἁμαρτίας ὁ Ἰὼβ τῶν περιστατικῶν εἰλήφει πεῖραν, ταῦτά φησιν πρὸς αὐτόν, οἰόμενος ὡς οὐδεὶς ἄνθρωπος καθαρὸς ὢν τῶι βίῳ θλιβηροῖς περιέπεσεν καὶ "ὁλό ρριζος ἀπώλετο", αἰνιττόμενος τὴν τέκνων καὶ χρημάτων καὶ κτημάτων ἀπώλειαν. τὸ γὰρ ἀπώλοντο τοῦτο αὐτῷ σημαίνει. παραβάλλει δὲ τοὺς φαύλους, τούτους καὶ ὑποτιθέμενος ταῖς κακώσεσιν ὑποπίπτειν–λέγων τι ἀληθὲς ὡς "οἱ σπείροντες ἄδικα ὀδύνας θερίζουσιν"–, τὴν ἀνταπόδοσιν ὑποβάλλων νοεῖν, ἥντινα ἐπιπέμπεσθαι ἐκ θεοῦ φησιν, καὶ περὶ τοῦτο ὀρθῶς διακείμενος διὰ τοῦ
This very way has been called a way of wickedness, since Eliphaz thinks in every respect that the blessed man suffers because of sin. Thus he also attached folly to him. "Remember, then, who being pure has perished, or when have truthful men been destroyed root and branch. According to the manner in which I have seen those who plow absurd things, and those who sow them shall reap pains for themselves. They shall perish at the command of the Lord, and by the breath of his anger they shall vanish." Still holding to the same thought—that Job had experienced these circumstances because of sin—he says these things to him, supposing that no man, being pure in life, has fallen into afflictions and "been destroyed root and branch," hinting at the loss of children and possessions and property. For "they perished" means this to him. He compares the wicked, also suggesting that these are subject to calamities—saying something true, that "those who sow unjust things reap pains"—urging him to understand the recompense which he says is sent from God, and being rightly disposed in this matter through the
λέγειν· "ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται." ᾧ ὅμοιον παρὰ τῷ μακαρίῳ Παύλῳ λέγεται· "ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." "σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη. μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους. εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἄν σοι τούτων κακὸν ὑπήντησεν." εἰ καὶ διεσφάλησαν οἱ τοῦ Ἰὼβ φίλοι, ὧν ἦν καὶ οὗτος, κατὰ τὸ διακεῖσθαι περὶ αὐτοῦ ὡς δι' ἁμαρτήματα περιπεσόντος τοῖς θλιβηροῖς, ἀλλὰ γοῦν ἔχουσιν ἀνθρωπίνην σύνεσιν, ἥτις οὐκ ἔστιν ἀδιάπτωτος. διόπερ ἐπιβάλλοντες αὐτοῖς τοῖς λόγοις τοῖς μὲν ἐκ συνέσεως λεγομένοις οὐκ ἀπαρεσκόμεθα διακείμενοι, ὡς οὐκ ἐξίσχυσαν ἅπασαν τὴν περὶ τὰ φρονητέα ἀλήθειαν καταλαβεῖν καὶ ἐκ τοῦ νῦν ἐκτεθέντος ἐπὶ τέλει· "εἰ γάρ τι", φησίν, "ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἄν σοι τούτων κακὸν συνήντησεν", ὅπερ ὡς ἔφαμεν οὐκ οἰκείως οὐδὲ συνετῶς παρ' αὐτοῦ εἴρηται. ταύτην γὰρ μόνην αἰτίαν τῶν θλιβηρῶν ᾤετο, τὴν δι' ἁμαρτίας λέγων. διέξεισιν δὲ τὰς περὶ τοὺς ἀνθρώπους μεταβολὰς οὐκ ἀσυνετῶς λέγων· "σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη." τροπολογίας γὰρ εἴδει ταῦτά φησιν, πολλῶν ὑπερηφάνων καὶ μέγα ἐπὶ τοῖς ἀνθρωπίνοις φρονούντων μεταβολὴν πεπονθότων, οἷος ὁ Ναβουχοδοσὸρ ἐκ βασιλείας εἰς ἔσχατον ἰδιώτου ἐλθών. ἀλλὰ καὶ τὸ τῶι πλουσίωι εἰρημένον εἰπόντι· "καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω.
to say: "By the command of the Lord they shall perish, and by the breath of his anger they shall vanish." To which is similar what is said by the blessed Paul: "who will render to each according to his works." "The strength of a lion, and the voice of a lioness, and the pride of dragons has been quenched. The ant-lion has perished for lack of food, and the cubs of lions have abandoned one another. But if any true word had come to be in your words, none of these evils would have befallen you." Even if the friends of Job—of whom this man was one—went astray in supposing concerning him that it was because of sins that he fell into afflictions, yet at any rate they possess human understanding, which is not infallible. Therefore, when we apply ourselves to their very words, we are not displeased with those spoken from understanding, disposed as we are to recognize that they were not able to grasp the whole truth concerning things to be thought upon; and this is clear from what has now been set out at the end: "For if any," he says, "true word had come to be in your words, none of these evils would have met you"—which, as we said, was spoken by him neither appropriately nor intelligently. For he thought this to be the only cause of afflictions, namely that which comes through sin. And he sets forth the changes that befall human beings, not unintelligently, saying: "The strength of a lion, and the voice of a lioness, and the pride of dragons has been quenched." For he says these things by way of figurative language, since many proud men who think greatly of human affairs have undergone a change—such as Nebuchadnezzar, who came from kingship to the uttermost condition of a private citizen. But also what was said to the rich man who said: "I will pull down my storehouses and build greater ones.
–ἄφρων, ταύτηι τῇ νυκτὶ τὴν ψυχήν σου αἱροῦσιν ἀπὸ σοῦ", ταύτης τῆς διανοίας ἐστὶ παραστατικόν. "λέων" μὲν οὖν διὰ τὸ ὠμόθυμον αὐτῶι εἴλημπται καὶ γαῦρον ὡς "ἐφ' ἑαυτῶι πεποιθέναι". ὅπερ νοῶν καὶ ὁ μακάριος Παῦλος περὶ Νέρωνος ἔφη· "ἐν τῆι πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ὁ δὲ κύριός μοι παρέστη καὶ ἐρύσατό με ἐκ στόματος λέοντος." ἀλλὰ καὶ ὁ Ἰερεμίας λέγων· "πρόβατον πλανώμενον Ἰσδραήλ, λέοντες ἐξῶσαν αὐτόν" ἑξῆς ἑρμηνεύει, τίνες οἱ λέοντες, λέγων· "ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσοὺρ" καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ τό· "ὁ θεὸς συνέτριψεν τὰς μύλας τῶν λεόντων" τὴν κατὰ τῶν ὑπερηφάνων καὶ ὠμοθύμων ἀνθρώπων ἧτταν σημαίνει. τὴν δὲ "λέαιναν" ἀντὶ ἀπλήστου τρόπου εἴη δεχόμενος, ἥτις φύσιν ἔχει τοιαύτην. καὶ γὰρ ὅτε τροφῆς δεῖται, οὐ βοᾷ, ἵνα μὴ τῶν ὀφειλόντων τροφὴν αὐτῆι γενέσθαι θηρίων φυγὴ γένηται. εἰ δὲ καὶ ὁ ἄρρην ταύτης ἐστὶ τῆς φύσεως, ἀλλ' ἀπὸ τοῦ ἐπικρατεστέρου καὶ πρὸς βασιλικόν τε καὶ ὑπερήφανον αὐτοῦ ἐμνήσθη. καὶ τῶν "δρακόντων" δὲ μνήμην πεποίηται, αἰνιττόμενος τοὺς ὀφιώδεις ἀνθρώπους, ὡς καὶ αὐτοὶ καταλύονται μεταβολῆς καὶ περὶ αὐτοὺς γιγνομένης. δολεροὶ δὲ οὗτοι καὶ ἀπάτην ἐργαζόμενοι, κατ' ἐκεῖνο περὶ οὗ εἴρηται· "φοβοῦμαι δέ, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ φθαρῇ τὰ νοήματα ὑμῶν." "μυρμηκολέων" δὲ ἔοικεν ἀνθρώπωι ἀλάζονι καὶ προπετεῖ, ὅστις διὰ τὸ ἀβέβαιον καὶ ἀστάθμητον θᾶττον ἀποπίπτει. λέγεται δὲ οὗτος τίκτεσθαι ἀπὸ λέοντος συνελθόντος μύρμηκι, οὐ τῷ ζῳϋφαρίῳ, ἀλλὰ ἄλλῳ, ὃ μέγεθος μὲν ἔχει ἄρκου, οὕτω δὲ καλεῖται.
Fool, this night they take your soul from you" is illustrative of this mindset. "Lion," then, is used of him because of his savage temper and his pride, in that he "trusted in himself." Understanding this, the blessed Paul also said concerning Nero: "At my first defense no one came to my aid, but the Lord stood by me and rescued me from the mouth of the lion." But Jeremiah too, saying: "Israel is a wandering sheep, lions have driven him out," next explains who the lions are, saying: "The first king of Assyria devoured him," and so on. But also the phrase "God shattered the teeth of the lions" signifies the defeat of proud and savage men. And "lioness" one may take as meaning a greedy disposition, which has such a nature. For when she needs food, she does not roar, lest the beasts that ought to become food for her take flight. And if the male is also of this nature, nevertheless from the more dominant trait he was mentioned with a view to what is kingly and proud. And he has made mention of "dragons" too, hinting at serpent-like men, as these also are brought down when a change comes upon them. These are deceitful and workers of deception, according to that saying: "But I fear lest, as the serpent deceived Eve by his cunning, your minds should be corrupted." And "myrmecoleon" seems to be a boastful and rash man, who because of his instability and inconstancy falls the more quickly. It is said that this creature is born from a lion mating with an ant—not the little animal, but another, which has the size of a bear, and is so called.
φασὶν δὲ οἱ ἱστοροῦντες, ὡς διὰ μὲν τὸν πατέρα σαρκοφάγον ὄντα καὶ διὰ τὴν μητέρα ποηφάγον ἀπόλλυται μὴ δυνάμενος διὰ τὴν ἐξ ἀμφοτέρων γένεσιν μιᾷ τροφῇ χρῆσθαι. ὅπως δὲ ἔχει ταῦτα, κρινέτω ὁ ἐντυγχάνων. εἰσὶν δὲ οἱ εἰς τὸν διάβολον τοῦτον δεχόμενοι πιθανῶς λέγοντες, ὅτι τοῖς μὲν ἁγίοις μύρμηξ ἐστὶν δι' ἀσθένειαν, τοῖς δὲ ἁμαρτάνουσι λέων διὰ τὸ "τόπον δεδωκέναι αὐτῷ". "σκυμνοὶ δὲ λεόντων ἔλιπον ἀλλήλους", ὅπερ ἔφη αἰνιττόμενος τοὺς ἀδιαθέτους καὶ ἀγρίους ἀνθρώπους. καὶ γὰρ οἱ σκυμνοὶ ἕως μὲν ὑπὸ τὴν μητέρα τυγχάνουσιν, ἅμα εἰσίν, ἐπειδὰν δὲ ἀνδρυνθῶσιν, διασχίζονται ἀλλήλων. οὕτω καὶ πανοῦργος ἄνθρωπος καὶ ἄγριος ἕως μέν τινα ἔχει ὠφελίαν– ἀνθρωπίνην λέγω– παρὰ τοῦ συνόντος, κρύπτει τὴν κακουργίαν, πληρωθεὶς δὲ τοῦ
σπουδαζομένου μικρὰ φροντίζει τοῦ εὐεργέτου. "ἀληθινὸν" δὲ "ῥῆμα" νοεῖν δεῖ τὸ ἀπὸ διαθέσεως προϊὸν ἀψευδοῦς· ἔστι γὰρ καὶ ἐν ψυχῇ λόγος. καὶ τοῦτο δὲ λεκτέον, ὡς οὐ παντὸς προσώπου τοῦ ἐν τῇ γραφῇ κειμένου τοὺς λόγους σπουδαίους ἢ ἀξίους συνέσεως ἡγεῖσθαι προσήκει. ἐν γοῦν τοῖς εὐαγγελίοις τὰ μὲν τῶν Ἰουδαίων ἀσύνετα, ἀλλὰ καὶ Νικόδημος λόγοις ἐχρήσατο οὐ φρονίμως· τοῦ γὰρ ςωτῆρος λέγοντος· "δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν", εἶπεν αὐτός· "μὴ δύναταί τις γέρων ὢν γεννηθῆναι ἢ δεύτερον εἰς τὴν κοιλίαν τῆς μητρὸς εἰσελθεῖν." οὕτως οὐκ ἀεὶ ἀπαιτεῖν δεῖ σύνεσιν παρὰ παντὸς προσώπου ἐν τῆι γραφῇ κειμένου.
Those who record such things say that it perishes because of its father, which is carnivorous, and because of its mother, which is herbivorous, since by reason of its birth from both it cannot make use of a single kind of food. How these things stand, let the reader judge. There are those who take this to refer to the devil, speaking persuasively, saying that for the saints the ant is [a figure] because of weakness, but for sinners the lion, because he "gave place to him." "And the whelps of lions left one another," which he said, hinting at those who are without disposition and savage. For the whelps, as long as they are under the mother, are together, but when they have grown to maturity, they are separated from one another. So too the crafty and savage man, as long as he has some benefit—I mean human benefit—from the one who is with him, conceals his wickedness, but once he has been filled with what he was eager for, he cares little for his benefactor. And one must understand the "true word" as that which proceeds from a sincere disposition; for there is also a word in the soul. And this too must be said, that it is not fitting to regard the words of every person set in Scripture as earnest or worthy of understanding. At any rate, in the Gospels some of the Jews' words are senseless, but Nicodemus also used words not wisely; for when the Savior said, "You must be born from above," he said, "Can one who is old be born, or enter a second time into his mother's womb?" Thus one must not always demand understanding from every person set in Scripture.
"πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ, φόβῳ δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους, φρίκη δέ μοι συνήντησεν καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν, καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες. ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον." ἐπεὶ πλείοσιν ἐχρήσατο λόγοις, τὰ μὲν πρῶτα δόξασιν εἶναι παρακλητικοῖς, ἔπειτα καθαπτομένοις ὡς ἂν σπεύσαντος αὐτοῦ τοῦ Ἰὼβ διὰ τὰ συμβεβηκότα καὶ ὅτι δι' ἁμαρτίας πέπονθεν–τοῦτο γὰρ ἐξ ἀρχῆς ἐνόμισεν ὁ Ἐλιφάζ, καὶ πρὸς τούτοις, ὅτι τὰ πράγματα τὰ ἀν105 θρώπινα, κἂν ᾖ ἐπίδοξα, πολλὴν δέχεται τὴν μεταβολήν–, λογισάμενος ὡς ἐνδέχεται τὸν ἀκούοντα μὴ προσέχειν τοῖς παρ' αὐτοῦ εἰρημένοις πιστοποιήσεως χάριν ἐπάγει τὰ ἐκτεθέντα λέγων· "πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ", μονονουχὶ φάσκων· μηδεὶς τῶν ἀκουόντων οἰέσθω ἀσύνετόν με τυγχάνειν. δέχεται γάρ μου τὸ οὖς τῆς διανοίας θαυμαστὰ παρ' αὐτοῦ, αὐτοῦ λέγων τοῦ θεοῦ. αὐθεντίας γὰρ τοῦτο σημαντικὸν ὡς ἐν τῷ· "αὐτὸς ὁ λαλῶν πάρειμι", καὶ ἐν τῶι· "αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά, καὶ ὁ νόμος αὐτοῦ οὐ μὴ ἀθετηθῇ", δηλονότι τοῦ θεοῦ. καὶ γὰρ τῷ ὄντι ἐὰν ἀνθρωπίνη σύνεσις ἐπιβάλλῃ τοῖς παρὰ τοῦ θεοῦ, φόβου πιμπλάνεται κατὰ τὸ λεγόμενον· "κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην." τῷ δ' αὐτῷ τούτῳ καὶ "ἦχος" ἕπεται "νυκτερινός", ὅ ἐστιν ἀσαφία πολλή, ἐξ ἧς φρίττειν καὶ φοβεῖσθαι συμβαίνει τῶι ἀρξαμένῳ νοεῖν τι τῶν θεοῦ κριμάτων.
Will my ear not receive extraordinary things from him, and in fear and a night echo, a fear falling upon men, and shuddering met me and trembling, and it greatly shook my bones, and a spirit came upon my face, and my hairs and flesh shuddered. I rose and did not know; I saw and there was no form before my eyes, but I heard a breeze and a voice." Since he used more words, the first things seeming to be consolatory, then reproachful, as though Job had been hasty because of what had happened and because he suffered on account of sin—for this is what Eliphaz thought from the beginning—and in addition to these things, that human affairs, even if they be held in high repute, admit of great change—, considering that it is possible for the hearer not to pay attention to what was said by him, for the sake of assurance he brings forward the things set out, saying: "Will my ear not receive extraordinary things from him," almost saying: let none of those hearing think that I happen to be unintelligent. For the ear of my mind receives wonderful things from him, meaning from God himself. For this is indicative of authority, as in: "I myself who speak am present," and in: "He himself, being wise, brought evils upon them, and his law shall certainly not be set aside," evidently of God. For indeed, if human understanding applies itself to the things from God, it is filled with fear, according to what is said: "I considered your works and was astonished." And to this same thing there follows also a "night echo," which is great obscurity, from which it happens that the one who has begun to understand something of God's judgments shudders and fears.
οὐ μὴν ἀλλὰ καὶ "τὰ ὀστᾶ" τοῦ τοιούτου ταράττεται, ἅ ἐστιν δύναμις ψυχῆς. πᾶς γὰρ ἀνθρώπινος λογισμὸς ἐξασθενεῖ πρὸς τὴν τῶν θείων ἀκριβῆ κατανόησιν. τοῦτο αὐτὸ καὶ Ἀμβακοὺμ ἐπιστάμενός φησιν· "ἀπὸ φωνῆς προσευχῆς με εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου." τῷ οὖν ὡς προείρηται θείων ἔργων φοβερῶν τυγχανόντων βουλομένῳ ἐπαΐειν κατὰ τὸ διανοητικὸν γίνεταί τις τύπος νοήσεως οὐκ ἀκριβής, ὅστις δηλοῦται διὰ τοῦ· "καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν." ἑξῆς καὶ ἔστιν τό· "ἔφριξαν δέ μου τρίχες καὶ σάρκες." θόρυβον γὰρ ὑπομένει οὐ μικρὸν ἄνθρωπος, εἰ τολμήσειεν ἐπιβαλεῖν τοῖς θεοῦ κρίμα σίν τε καὶ θαυμασίοις. "ἀνέστην, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου", ἵν' ᾖ τὸ λεγόμενον ὅτι· κἂν διεγεῖραι αὑτὸν θέλῃ ἄνθρωπος πρὸς κατανόησιν, διαφεύγει αὐτὸν ἡ ἀκρίβεια μορφὴ εἰρημένη. τούτῳ ὅμοιον ἂν εἴη τό· "βαθὺ βάθος, τίς εὑρήσει αὐτήν." "ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον." θαυμαστὰ γάρ τινα καὶ ἀπηχήματα τῆς διοικήσεως τῆς ἀπὸ θεοῦ δέχεται συνέσει τις χρώμενος. καὶ οὐ πάντηι σθένει γε καταλαβεῖν, καὶ μάλα εἰκότως· εἰ γὰρ Παῦλος ἐν Χριστῷ λαλῶν φησιν· "ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ. ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ", πόσῳ ὁ τοῖς ἀνθρωπίνοις λογισμοῖς ἐπιβάλλων ἀτονήσει πρὸς τὴν κατάλημψιν; "τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;" σύνεσιν ἀνθρωπίνην ἔχειν ὑπεθέμεθα καὶ ἐν τοῖς προλαβοῦσιν τοὺς φίλους τοῦ Ἰώβ.
But indeed also the bones of such a one are troubled, which are the power of the soul. For every human reasoning grows weak in relation to the precise comprehension of divine things. Knowing this very thing, Habakkuk also says: From the voice of my prayer trembling entered into my bones. Therefore, since fearful divine works are, as has been said before, for one who wishes to understand according to the intellectual faculty, there comes to be a certain impression of thought, not precise, which is indicated by: and a spirit came upon my face. Next there is also: and my hairs and flesh shuddered. For a man endures no small disturbance if he should dare to apply himself to the judgments and wonders of God. I arose, and there was no form before my eyes, so that what is said may be: even if a man wishes to rouse himself toward comprehension, precision, called form, escapes him. Similar to this would be: Deep is the depth, who will find it? But rather I heard a breeze and a voice. For one who uses understanding receives certain wonderful things and echoes of the governance that is from God. And he does not altogether have the strength to grasp it, and very reasonably so; for if Paul, speaking in Christ, says: O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are his judgments and untraceable his ways, how much more will one who applies himself with human reasonings grow weak toward comprehension? For what? Shall a mortal be pure before the Lord, or a man blameless from his works? We have supposed that the friends of Job also had human understanding in the preceding passages.
καὶ γὰρ οὐ μικρὸν δεῖγμα συνέσεως τὸ βασιλεῖς ὄντας καταλιπεῖν μὲν τὰς χώρας, παραγενέσθαι δὲ διὰ συνπάθειαν τοῦ Ἰώβ, καίτοι διαλαμβάνοντες ὡς οὐκ ἀπήλλακται ἁμαρτημάτων. ὅμως δ', εἰ καὶ
ἀνθρωπίνοις χρῶνται λογισμοῖς, ἀλλὰ γοῦν καὶ διασφάλλονται. ὡς γὰρ οὖν προείρηται, μίαν αἰτίαν τῶν ἐπαγωγῶν τιθέμενοι οἴονται καὶ τὸν Ἰὼβ δι' ἁμαρτίας πεπονθέναι, ἀπὸ πιθανοῦ λόγου ἐπὶ τοῦτο ἀγόμενοι, τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης ἐννοοῦντες φύσεως. διὸ καὶ ὁ Ἐλιφὰζ τὰ προκείμενά φησιν· "τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου, ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;" τοῦτο μενοῦν πιθανὸν ὑπάρχον, εἰ κατὰ τὴν ἔννοιαν αὐτοῦ ἐξετάζοιτο, ἔχει τὸν ἔλεγχον. εἰ γὰρ δι' ἁμαρτίας ὁ περιπίπτων ἀνιαροῖς θλίβεται, οὐδεὶς δὲ καθαρός, οὐδεὶς ἐκτὸς ἀνιαρῶν ὑπῆρξεν ἄν. ἀλλὰ ταῦτα μὲν οὗτος, ἡ δὲ θεία παίδευσις διδάσκει, ὡς καὶ πονηροὶ ἄνθρωποι καὶ τὰ πάντα ἐν ἁμαρτίαις ὄντες ἀπερίστατον τὸν βίον ἑαυτῶν διήγαγον. ὧν ἐστιν ὁ σὺν τῷ Λαζάρῳ πλούσιος καθ' ἡμέραν εὐφραινόμενος λαμπρῶς βύσσον τε καὶ πορφύραν ἐνδιδυσκόμενος μέχρις ὑστέρας ἀναπνοῆς διαμείνας ἐν ἡδίστῃ διαγωγῇ, τοῦ Λαζάρου δικαίου μαρτυρουμένου καὶ μὴ ἐσχηκότος ἐνταῦθα ἀνάπαυσιν. ἀλλὰ καὶ ὁ ἀκούσας· "ἄφρων, ταύτηι τῇ νυκτὶ αἱροῦσιν τὴν ψυχὴν ἀπὸ σοῦ. ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;" οὐ περιστάσει κοινωνήσας ἀναγέγραπται. καὶ τοῦτο δὲ παιδεύει ὁ θεῖος λόγος, εἰ καὶ οὗτος αὐτὸ εἶπεν ἀνθρωπίνως, ὅτι οὐχ ὁ καθαρὸς πάντως καὶ ἐναντίον κυρίου τοιοῦτός ἐστιν. τοῦτο δὲ δείκνυται ἐκ τοῦ· "ἄστρα δὲ οὐ καθαρὰ αὐτοῦ ἐνώπιον", καὶ τοῦ ἐν Ψαλμοῖς·
For it is no small proof of understanding that, being kings, they left their lands and came because of sympathy for Job, although they understood that he had not been freed from sins. Nevertheless, even if they use human reasonings, yet they also go astray. For as has been said before, setting down one cause for calamities, they think that Job also suffered because of sin, being led to this by a plausible argument, understanding the weakness of human nature. Therefore Eliphaz also says the things set before us: "For what? Shall a mortal be pure before the Lord, or shall a man be blameless from his works?" This very thing, being plausible, if it were examined according to his meaning, has its refutation. For if the one who falls into grievous afflictions is oppressed because of sin, and no one is pure, then no one would have existed outside of grievous afflictions. But these things he says; yet divine instruction teaches that even wicked men, and those who are entirely in sins, passed their life without adversity. Of these is the rich man with Lazarus, who feasted splendidly every day, clothed in fine linen and purple, remaining in the most pleasant manner of life until his last breath, while Lazarus the righteous was testified to and had no rest here. But also the one who heard, "Fool, this night they demand your soul from you. And the things you prepared, whose will they be?" is recorded as not having shared in adversity. And divine word also teaches this, even if this man spoke it in a human way, that not the pure man is altogether such also before the Lord. And this is shown from "the stars are not pure before him," and from what is in the Psalms:
"οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν." οὐ γὰρ εἶπεν· «οὐδεὶς δικαιοῦται», ἀλλ'· «ἐπίπροσθεν σοῦ». εὑρήσεις γοῦν ὡς πρὸς θεὸν ἀπολειπομένους πάντας, καὶ οὐ καθ' ὑπερβολὴν ἔχουσιν. ὁ Μωσῆς μὲν γὰρ καίτοι "πεπαιδευμένος πάσῃ σοφίαι Αἰγυπτίων" φησίν· "οὔκ εἰμι ἱκανὸς λαλῆσαι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης καὶ ἀφ' οὗ σὺ ἤρξω λαλεῖν τῶι θεράποντί σου." παρόντος γὰρ τοῦ ὑπερ109 βάλλοντος δοκεῖ ἐλάττων εἶναι. ἢ καὶ μεθ' ἕτερα λέγων· "ἐγὼ δὲ ἄλο γός εἰμι." ἀλλὰ καὶ Ἀβραὰμ ὁ "φίλος θεοῦ" χρηματίσας λέγει· "ἐπειδὴ ἠρξάμην λαλεῖν πρὸς τὸν κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός." οὐ καθάπαξ δὲ ἀτιμ̣α´̣ζει ἑαυτόν, ἀλλὰ ἀφ' οὗ ἤρξατο λαλεῖν πρὸς θεόν. "βροτὸς" δὲ καὶ "ἀνὴρ" εἰ παρὰ τοῦ Ἐλιφὰζ ἐκ παραλλήλου εἴρηται, ἀλλ' ἡμεῖς ἀκριβέστερον ἐπιβαλόντες τῶι λόγωι φαμέν, ὅτι τὸ μὲν βροτὸς οἷόν τέ ἐστι ἐπὶ γυναικὸς τετάχθαι. τὸ γὰρ ἀνὴρ οὐκ ἐπὶ παντὸς ἀνθρώπου λέγεται. "εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν, τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον. καὶ ἀπὸ πρωΐθεν μέχρις ἑσπέρας οὐκέτι εἰσίν." ἀπὸ τοῦ μείζονος τὴν ἀπόδειξιν ἐπαγαγεῖν βούλεται καὶ πιστοποιῆσαι, ὅτι πᾶς ἄνθρωπος ὑφ' ἁμαρτίαν ἐστὶν λέγων, ὅτι καὶ οἱ παῖδες τοῦ θεοῦ παρ' αὐτῶι οὐ πιστεύονται, ὅ ἐστιν· οὐχ ὡς ἄτρεπτοί εἰσιν. "κατὰ δὲ ἀγγέλων ἑαυτοῦ σκολιὸν ἐπενόησεν" ἁμαρτόντων. εἰ δὲ τοῦτο, πολλῷ πλέον κατὰ τῶν οἰκούντων τὰς πηλίνας οἰκίας.
Shall every living man be justified before you?" For he did not say, "No one is justified," but "before you." You will find, then, that all are lacking in comparison with God, and do not possess anything in excess. For Moses, although "trained in all the wisdom of the Egyptians," says: "I am not capable of speaking, from yesterday and from the third day before, and from the time you began to speak to your servant." For when the surpassing one is present, he seems to be lesser. Or also when he says after other things: "But I am slow of speech." But Abraham too, who was called "the friend of God," says: "Since I began to speak to my Lord, I am earth and ashes." He does not dishonor himself absolutely, but from the time he began to speak to God. And if "mortal" and "man" are spoken by Eliphaz in parallel, nevertheless we, having applied ourselves more precisely to the word, say that "mortal" can indeed be used of a woman. For "man" is not said of every human being. "If he does not trust his own servants, and against his angels he devised something crooked, but those who dwell in houses of clay, from which we too are from the same clay, he struck them like a moth. And from morning until evening they are no more." He wishes to bring the proof from the greater and to make it credible, that every man is under sin, saying that even the servants of God are not trusted by him, that is: they are not as though immutable. "And against his angels he devised something crooked"—of those who sinned. But if this is so, much more against those who dwell in houses of clay.
καὶ αὐτῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τυγχανόντων ἁμαρτανόντων οὐ φείσεται, σητὸς τρόπον τὰς κολάσεις αὐτοῖς ἐπιπέμπων, οἳ καὶ κρίματι αὐτοῦ ἀπὸ πρωΐθεν πολλάκις ἕως ἑσπέρας οὐχ ὑπομενοῦσιν. ἀλλὰ μὲν οὖν αὕτη ἡ ὁλοσχερεστάτη νόησις τῶν εἰρημένων, ζητήσειεν δ' ἄν τις, πόθεν οὗτος ἔχει διάλημψιν περὶ τῶν παραβεβηκότων ἀγγέλων, καθ' ὧν σκολιὸν ἐπινενοηκέναι τὸν θεόν φησιν. πρὸς ὃ λεχθείη, ὅτι ἅτε συνετὸς ὢν ἀνὴρ οἶδεν, ὡς οὐ κατὰ φύσιν ἀγαθοὶ τυγχάνουσιν, ἀλλὰ τρεπτοὶ οἱ ἄγγελοι. οὐκ ἄτοπον δὲ αὐτὸν καὶ ἐκ τῶν δαιμονιζομένων ἀνθρώπων τοῦτο ἐννοεῖν, περὶ ὧν ἡ θεία διδασκαλία φησίν· "ἀγγέλους δὲ τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν τάξιν ὑπὸ ζόφον τετήρηκεν." κατοικεῖν δὲ οἰκίας πηλίνας τοὺς ἀνθρώπους φησὶν ἀντὶ τοῦ ὑλικάς, ἁπλούστερον καὶ τοὺς ἀνθρώπους ἐκ τοῦ αὐτοῦ πηλοῦ συνεστάναι λέγων. οὐ γὰρ καὶ ἡ ψυχὴ ἐκ πηλοῦ· τὸ γὰρ σῶμα πήλινον εἴρηται. "ἔπαισεν αὐτοὺς σητὸς τρόπον." τὴν κατ' αὐτῶν ὡς εὐτελῶν ἐπιπεμπομένην
And since they are from the same clay and sin, he will not spare them, sending punishments upon them like a moth, they who by his judgment often will not endure from morning until evening. But indeed this is the most general sense of what has been said. One might ask, however, whence he has a distinction concerning the angels who transgressed, against whom he says God has devised a crooked thing. To this it might be said that, being a prudent man, he knows that the angels are not good by nature but mutable. And it is not unreasonable for him to understand this also from demon-possessed men, concerning whom the divine teaching says: "But angels who did not keep their own rank he has kept in darkness." And he says that men dwell in houses of clay instead of material houses, saying more simply that men too are composed of the same clay. For the soul is not also from clay; for the body is called clay. "He struck them like a moth." The punishment sent upon them as upon worthless things
κόλασιν δηλοῖ. τοῦτο ἐν τῇ Σοφίαι δηλοῦται. ῃαξατ ῃαξατ ῃαξατ ῃαξατ ῃαξατ ἀλλὰ καὶ ὁ προφήτης φησίν· "ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν· καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν. καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κάνονος ἐν ἡμέρᾳ σκοπιᾶς", ὅπερ δηλοῖ τὸ ἀθρόον καὶ αἰφνίδιον τῶν κολάσεων καὶ τὸ κεκρι μένον. τοῦτο γ̣ὰρ κανὼν δηλοῖ. εἰ γὰρ μὴ "ὀργὴν ἐπάγει καθ' ἑκάστην ἡμέραν", ἀλλ' "ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ", κανόνι τοῦτο ποιεῖ μετὰ τοῦ κεραννύναι τὴν ἀγαθότητα. "παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο. ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν." ἔτι τῆς αὐτῆς ἀρχῆς ἐχόμενος, καθ' ἣν οἴεται δι' ἁμαρτίας τὰ περιστατικὰ συμβαίνειν, καὶ ταῦτά φησιν. ἐπειδὴ γὰρ δι' ἀρετῆς οὐκ ἐδυνήθησαν μεταγνόντες τῶν κακῶν βοηθῆσαι ἑαυτοῖς, ἠκολούθησεν αὐτοῖς τὰ θλιβηρά. καὶ τοῦτο δὲ ὑπο βάλλει νοει῀̣ν· δι' ἀσθένειαν τὴν τῶν ἐπελθόντων δεινότητα ἀπώσασθαι μὴ δυνηθέντες ἀπώλλυντο, τὸ εὐτελὲς τῆς ἀνθρώπου δυνάμεως ἐπιδεικνύντες. τοῦτο γοῦν καὶ τὸ ἐπιφερόμενον φαίνεται σημαῖνον· "ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν." δηλοῖ γάρ, ὅτι οὐκ ἐδέησεν ὑπερβαλλούσης ἐπιφορᾶς κατ' αὐτῶν, ἀλλ' ἐμφυσήσαντος μόνον, ὅπερ ἤρκεσεν ἐπὶ ἀναίρεσιν αὐτῶν, ἣν ἀπώλειαν εἶπεν. τῆς αὐτῆς δὲ τῆς φθασάσης διανοίας ὑπάρχων ἐπάγει τό· "ἀπώλοντο διὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν", ἀγνοῶν, ὅτι πολλοὶ σοφοὶ ἀνιαροῖς ὑπερβάλλουσι περιέπεσαν.
He indicates punishment. This is made clear in Wisdom. But the prophet also says: "The ruler asks, and the judge has spoken peaceful words; it is the desire of his soul. And I will take away their good things like a moth devouring and walking on a rule in the day of visitation," which indicates the sudden and unexpected nature of the punishments and what has been determined. For "rule" means this. For if he does not "bring wrath each day," but "repays each one according to his works," he does this by a rule, together with tempering his goodness. "Because they could not help themselves, they perished. For he breathed upon them and they dried up; they perished because they had no wisdom." Still holding to the same principle, according to which he thinks that circumstances happen because of sin, he says these things too. For since they were not able through virtue, by repenting of their evils, to help themselves, distressing things followed them. And he suggests understanding this as well: unable through weakness to repel the severity of what came upon them, they were perishing, displaying the worthlessness of human power. At any rate, what follows also appears to signify this: "For he breathed upon them and they dried up." For it indicates that there was no need of an extraordinary onslaught against them, but only of his breathing, which was sufficient for their destruction, which he called perdition. And being of the same mind as the thought that came before, he adds: "They perished because they had no wisdom," not knowing that many wise men fall into overwhelming troubles.
112 "ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἁγίων ἀγγέλων ὄψῃ." προτροπὴν ὡς ἔοικε προσάγει τῷ ἁγίῳ πρὸς μετάνοιαν ὁρῶσαν, ἵν' ἐκ τούτου ἐπὶ παράκλησιν ἐλθὼν τύχῃ τοῦ ἐπικουροῦντος καὶ ἐπακούσαντος. παρίστησιν δὲ καὶ τό· "εἴ τινα ἁγίων ἀγγέλων ὄφει" ἐπιστάμενον αὐτόν, ὅτι εἰσὶν οὐχ ἅγιοι ἄγγελοι. εἰ γὰρ μὴ τοῦτο ἐγίγνωσκεν, περιττὴ ἡ προσθήκη· ὥσπερ διαστέλλων ἅγιον ἀπὸ μὴ τοιούτου τοῦτό φησιν. εἰσὶν δὲ οἱ λέγοντες, ὅτι ταῦτα εἰρωνευόμενος λέγει. τῆς ἀρχῆς πάλιν τῆς ἐσφαλμένης ἔχεται λέγων, ὅτι 10–15 δι' ἁμαρτίας 15–20 ἵνα γνω 15–20 "καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος." πρ 15–20 σιν οὕτως 15–20 λεσαι. εἰ χ 15–20 σαι σοι ἀφρ 15–20 πεσοντ̣ 15–20 καλεῖν τ̣ 15–20 βοήθειαν 15–20 καὶ αυτη 15–20 ται ὅταν 15–20 τινες καὶ· 15–20 λου ἀντὶ του῀̣ κ̣ 10– 15 τοῦνται τοιαυτ 10–15 τῶν δυσαρεστούντων τῇ τοῦ θεοῦ προνοίᾳ· διὰ τί ἐγώ γε̣ τοσούτοις ἀνιαροῖς περιπίπτω 8–12 τε καὶ τὴν τιμὴν 6–10 κατὰ τὸ λεγόμενον· "μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν."·α̣ι ζῆλος 5–10 του ὅμοιος̣ αὐτοῦ ο̣· 5–10 δευτέραν δὲ ἀπόδοσιν 2–6 τα πρὸς τὴν πρώτην 5–10 κἂν κατ' εἰρωνείαν· 5–10 τό· "ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται", δόξει οἰκείως ει᾿̣ρηκέναι ὅτι οὐχ̣ υ῾̣πακου 4–6 114 15–20 λος ὡς εἴρηται.
Call now, if anyone will answer you, or if you will see any of the holy angels." He brings, as it seems, an exhortation to the holy man, looking toward repentance, so that from this, having come to supplication, he might obtain the one who helps and answers. And he sets forth also this: "if you will see any of the holy angels," knowing himself that there are angels who are not holy. For if he did not know this, the addition would be superfluous; as though distinguishing a holy angel from one not such, he says this. But there are those who say that he says these things in irony. Again he holds to the erroneous beginning, saying that through sin... "For anger destroys the fool, and zeal puts to death the one who has gone astray." ... in this way ... to have been ... if ... to you ... having fallen ... to call ... help ... and this ... whenever ... some also ... instead of ... such things ... of those who are displeased with the providence of God: why do I fall into so many grievous things ... and the honor ... according to what is said: "Do not be provoked to jealousy by those who do evil, nor be jealous of those who commit lawlessness." ... zeal ... similar to him ... but a second rendering ... the things relative to the first ... even if by irony ... this: "Call now, if anyone will answer you," he will seem to have spoken fittingly, that he does not obey ... as has been said.
"ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας, ἀλλ' εὐθέως̣ ἐβρώθη αὐτῶν ἡ δίαιτα." 14–18 νους ὑπὸ τῶν 14–18 ῥίζας δυνα14–18 τ̣ο πολυσχι14–18 παντὶ ἀνε 14–18 πολύρριζος ει 14–18 νέχειν καὶ 10–14 ἀνθρώπινα λέγει 12–16 συμβαῖνον εὐθέως γὰρ ἐβρώθη αὐτῶν ἡ δίαιτα 12–16· ἐπὶ τὸ πολύ 14–18·τα ὡς τὸν ὑ12–16·νε̣υ̣όμενον με12–16 ι̣ν καὶ τὸν πλούσιον πολλάκις εἰς πενίαν μεταβάλλεσθαι 8–12·τι δὲ περιόντος 8–10 αινει ἀλλὰ γοῦν του 6–8 κατὰ ζῆν τοῦτο ἐλθόν6–8·τα τῆς ἀλαζονείας 4–6 τοιαύτην τὸ θεῖον γράμμα γὰρ τὴν νόησιν παρίστησιν ἐν ψαλμοῖς ἀπὸ ἁγ̣ίου λεγόμενον· "εἶδον ἀσεβῆν ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθην ὁ τόπος αὐτοῦ." 5–8 γὰρ τὸ κακὸν οὐδ' ὑφιστάμενον πειτ μ̣αι̣ εἰ μὴ ἐν τῆι προαιρέσει τοῦ ἐνεργ̣οῦντ̣ος. ἂν γοῦν ἐκεῖνος προαιρούμενο̣ς παύσηται, οὐκέτι τὸ κακὸν σύστασιν ἔχει δη δι ς̣ ἐστιν ἡ προαιρετικὴ αὐτοῦ ὕπα̣ρ̣ξις. "σύντριψο̣ν̣ τ̣ὸν βραχίονα του῀̣ ἁμαρτωλοῦ καὶ πο̣ν̣η̣ροῦ,
But I have seen fools taking root, but immediately their dwelling was devoured." He speaks of human things, saying that this happens for the most part, so that the one being stirred up and the rich man often change into poverty. But while it remains, he praises it; yet at any rate, coming to this in life, such things of boastfulness. For the divine Scripture presents the meaning, spoken in the Psalms from a holy one: "I saw the wicked exalted and lifted up like the cedars of Lebanon; and I passed by, and behold, he was not, and I sought him, and his place was not found." For evil is not even subsisting, I am persuaded, except in the purpose of the one who works it. If, then, that one ceases by his purpose, evil no longer has a standing, since his purposive existence is what it is. "Break the arm of the sinner and the wicked,
ζητηθήσεται ἡ ἁμα̣ρ̣τία αὐτοῦ· καὶ οὐ μὴ εὑρ̣εθῇ δι̣' αὑτήν." διὰ γὰρ το`̣ ἀνυπόστατος εἶναι οὐχ εὑρίσκεται· οὐ γα`̣ρ οὐσία̣ ε᾿̣σ̣τ̣ι`̣ν̣ ἡ κακία, ἀλλ' ἐν προαιρέσε̣ι̣ γ̣ε̣γ̣ε̣ν̣νημένη ἔχει τὸ εἶναι. πάλιν παυσαμένης τῆς πλάν̣ης κ̣α̣ι`̣ η῾̣ κ̣α̣κία συναπέρχεται. α᾿̣λλὰ γοῦν̣ περὶ τῆς καθόλου κακίας εἴρηται· "καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτήν." ὥσπερ γὰρ λέγομεν πολλάκις ψεύδεσθαι πόρον̣ τὴν γῆν τὸν̣ οἰκεῖον καὶ τὸν ἀγαθ̣όν, οὕτως κα̣ι`̣ ἡ κακία ψεύδεσθαι λέγεται αὑτὴν μηκέτι ἐξα γινομένης, ὅταν "ἀποδρᾷ πᾶσα ὀδύνη καὶ λύπη καὶ στ̣ε̣ναγμός". βιβρώσκεται δὲ ἡ δίαι̣τα τῆς κολάσεως ἐπιτελουμε´̣νης. "πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας. κολαβρισθει´̣ησαν δὲ ἐπὶ θύραις η῾̣σσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος." παίδευσίν τινα ἐπεύχεται γενέσθαι̣ 116 τοῖς ἀλάζοσιν, ἵνα τὰ ἡδέα καὶ τὰ ἀν θρώπινα ἀγαθὰ ἀποστῇ αὐτῶν, ἅπερ "σωτηρίαν" ἐκάλεσεν· οὕτω γὰρ συμβήσεταί τις αὐτοῖς πόνος. λέγει δέ· "κολαβρισθείησαν", εὐτελισθείησαν ὑπὸ ἐλαττόνων ταπεινούμενοι μηδενὸς ὄντος τοῦ βοηθοῦντος. συμφέρει γὰρ τῶι ὑπερηφάνωι ταπείνωσις, πρῶτον μέν, ἵνα τοιούτῳ ἀργία τῆς ἀμέτρου κακίας γένηται, ἔπειτα, ὅπως καὶ ὡς̣ αι μεταπαιδευθῇ. τὸ δὲ κολαβρισθείησαν παρῆκται ἀπὸ τ̣οῦ κόλου, ὅ ἐστιν̣ κολοβοῦ· λέγεται γὰρ κ̣όλοβρον τὸν μικρὸν εἰ῀̣ν̣αι χοῖρον. "ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται." οὑ῀̣τος καίτοι ἀνθρωπίνως αὐτὸ λέγων εὖ παρε´̣χοι τὸν ἀπολογισμὸν φάσκων, ὡς ἅπερ οἱ ἀσεβεῖς συνάγουσιν, οἱ δίκαιοι φάγονται, εἰ μὴ φαίνεταί ποτέ τι συμβαῖνον παράδοξον· οὐδὲ γὰρ πάντως τοῦτο οὕτως ἔχον εὑρίσκεται.
His sin will be sought out, and it will not be found because of it. For because it is without substance, it is not found; for evil is not a substance, but having been begotten in free choice, it has its being. Again, when the error ceases, the evil also departs with it. But at any rate it has been said concerning evil in general: "And injustice has lied to itself." For just as we often say that a path lies to the earth, both the proper one and the good one, so too evil is said to lie to itself, no longer coming into being when "all pain and grief and groaning shall flee away." But the manner of life of punishment is devoured when it is accomplished. "May their sons be far from salvation. May they be buffeted at the gates of the lesser, and there will be no one to rescue them." He prays that some discipline befall the arrogant, so that the pleasant and human goods may depart from them, which he called "salvation"; for thus some toil will befall them. And he says: "May they be buffeted," may they be despised, being humbled by lesser men, with no one to help. For humility is beneficial to the proud man, first, so that there may be a cessation of boundless evil for such a one, and then, so that he may also be re-educated. And "may they be buffeted" is derived from kolon, which is "mutilated"; for a small pig is called a kolobron. "For what those men gathered, the righteous shall eat." This man, although speaking it in a human way, would well provide the reckoning, saying that what the impious gather, the righteous shall eat—unless some paradoxical thing is ever seen to happen; for this is not found to be altogether so.
ἐν δὲ ταῖς θείαις Παροιμίαις λέγεται· "θησαυρίζεται δικαίοις πλοῦτος ἀσεβῶν", ὅπερ πάλιν οὐκ ἀναγκαίως ἐπὶ ἱστορίας δεχόμεθα. ἐπειδὴ δὲ παροιμιωδῶς εἴρηται, ἀκολούθως λέγονται πλουτοῦν Ἰουδαῖοι νόμον τε καὶ προφήτας ἔχοντες, οἷς οὐκ ἐχρήσαντο δεόντως. οὗτος ὁ πλ̣ο̣ῦτος δ' ἐπὶ τὰ ἔθνη μετέστη· 117 "ἀρθήσεται" γὰρ ὁ ἀμπελὼν "καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτοῦ". "αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται, ἐκ̣σιφ̣ω̣νισθείη αὐτῶν ἡ ἰσχύς." λέγει, ὅτι οὐ μόνον προσαφαιροῦνται τὸν πλοῦτον οἱ ἀσεβεῖς, ἀλλὰ ἐκ κακῶν οὐδέποτε ἐξαιρεθείησαν. τῶν δ' αὐτῶν καὶ ἡ δύνα̣μις αὐτῶν παντελῶς κενωθείη, ἀπὸ μεταφορᾶς τῶν σιφωνιζομένων πρὸς τὸ μη̣δὲν ἔτι υ῾̣γρὸν ὑπολείπεσθαι· ταῦτα μὲν ε̣ι᾿̣ ἀρατικῶς λέγει, σ̣υνεπίσκεψαι. οἶδε δέ, ὅτι συμβήσεται ταῦτα τοῖς φαύλοις οὐ πάντως· πολλοὶ γὰρ ἐν εὐγηρίᾳ τέλος τοῦ ζῆν τούτου ἐδέξαντο. εἰ δὲ καὶ διάλημψιν ἔχων μέλλοντος αἰῶνος καὶ κολάσεως ταῦτα λέγει, ἐπισκέψει καὶ τοῦτο. ἃ μέντοι ὁ ἅγιος περὶ τῶν πλουτούντων ἀδίκως τοιάδε παραινῶν τὸν προσέχοντά φησιν· "μὴ φοβοῦ ὅταν πλουτ̣η´̣σ̣ῃ̣ ἄνθρωπος, ὅτι οὐκ ἐν τῶι ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα οὐδὲ συνκαταλαβήσεται αυ᾿̣τῷ ἡ δόξα τοῦ πλούτου αὐτοῦ." δι' ὅλου δὲ τοῦ λόγου ἑαυτοῦ οὗτος κακὰ λέγει τὰ ἐπίπονα· πενίαν, νόσον, ἀδοξίαν, ἀτιμίαν. "οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος, ἀλλὰ ἄνθρωπος γεννᾶται πόνῳ, νεοσσοὶ δὲ γυπῶν τὰ ὑψηλὰ πέτ̣ον̣τα̣ι." τὰς ἀρὰς ἃς ἐπηράσατο κατὰ τῶν ἀσεβῶν ἢ ἃς εἶπεν αὐτοῖς ἕπεσθαι δεῖξαι βουλόμενος, ὅτι εὐλόγως ἐποιήσατο, φησίν·
But in the divine Proverbs it is said: "The wealth of the ungodly is stored up for the righteous," which again we do not accept as necessarily referring to history. Since it has been spoken proverbially, accordingly the Jews are said to be rich, having the law and the prophets, which they did not use as they ought. But this wealth passed over to the Gentiles; for "the vineyard shall be taken away and given to a nation producing its fruits." "But they themselves shall not be exempt from evils; may their strength be siphoned away." He says that not only are the ungodly deprived of wealth, but may they never be exempted from evils. And may their power be utterly emptied out, by a metaphor from things siphoned off, so that nothing moist is left remaining. These things he says in the manner of curses; consider this as well. But he knows that these things will not by all means happen to the wicked; for many in their old age received the end of this life. But whether he says these things with a view to the future age and punishment, consider this too. However, what the holy man, advising concerning those who are unjustly rich, says to the one who attends: "Do not fear when a man becomes rich, because in his dying he will not take all things, nor will the glory of his wealth go down with him." And throughout his whole discourse he calls "evils" those things that are painful: poverty, disease, ill repute, dishonor. "For travail shall not come forth from the earth, nor shall toil spring up from the mountains, but man is born for toil, and the young of vultures fly to the heights." Wishing to show that the curses which he invoked against the ungodly, or which he said follow them, he uttered reasonably, he says:
ἀνθρώπων γάρ ἐστιν τὸ περιπίπτειν θλιβηροῖς καὶ οὐκ ἀψύχων. δύναται δὲ καὶ ὡς παρακλητικὸς εἶναι ὁ λόγος, ὡς καὶ ἔθος ἐστὶν λέγειν τοῖς πολλοῖς ὅτι· οὐκ ἔξω τῆς ἀνθρωπίνης πέπονθας φύσεως· καὶ γὰρ ἐν πόνῳ τὸ ζῆν ἔχομεν. καὶ αὐτὸ δὲ τὸ γεννηθῆναι ἡμᾶς πόνωι καὶ κακοπαθείᾳ γίνεται, καὶ τῶν γεννώντων μυρία ὅσα ὑφισταμένων καὶ τῶν γεννωμένων ἐν μόχθῳ διαγόντων. εἰ δὲ δύνασαι παρεμβάλλειν τὸν περὶ τοῦ ἀπὸ γέννης τυφλοῦ λόγον τούτωι, συνεπίσκεψαι. περὶ γὰρ ἐκείνου "ἠρώτησαν τὸν Ἰησοῦν οἱ μαθηταὶ αὐτοῦ· οὗτος ἥμαρτεν ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;". "νεοσσοὶ δὲ γυπῶν τὰ ὑψηλὰ πέτονται" ὅμοιον τῷ λέγειν, ὅτι ἀψύχων οὐχ ἅπτεται κάκωσις. καὶ νεοττοὶ δὲ γυπῶν, φησίν, ἐν ὕψει
πέτονται, ἀντὶ τοῦ· ἀταλαίπωροί εἰσιν–οὐ γὰρ ἐν κακίᾳ ζῶ119 σιν–, ἵνα ὃ λέγει τοιοῦτον ᾖ· τὰ ἄψυχα καὶ τὰ ἄλογα–διὰ τῶν νεοσσῶν γὰρ τῶν γυπῶν τὰ ἄλογα σημαίνειν φαίνεται–οὐ δέχεται πεῖραν ἀνταποδόσεως, ἀνθρώπου διὰ τὰς ἁμαρτίας τοιούτων παραπολαύοντος, ὅπερ λέγει τῆι οἰκείᾳ ἀρχῇ ἑπόμενος. "οὐ μὴν δέ, ἀλλ' ἐγὼ δεηθήσομαι κυρίου, κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσωμαι." αἰτιασάμενος τοὺς ἄφρονας καὶ τὰ ἑξῆς εἰπὼν περὶ αὐτῶν ἐγὼ δέ, φησίν, οὐ χαίρομαι ὡς ἐκεῖνοι, ἀλλ' ἅτε πρόνοιαν ἐπιστάμενος καὶ εἰδὼς δεσπότην τῶν πάντων τὸν θεὸν ἐπικαλοῦμαι αὐτόν, πρέπειν τοῦτο ἡγούμενος. κατανόησον δέ, εἰ μὴ διάλημψιν ὡς περὶ δικαίου ἑαυτοῦ ἐξαποστεῖλαι βουλόμενος ταῦτά φησιν. "τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.
For it belongs to humans to fall into afflictions, not to soulless things. But the statement can also be consolatory, as it is customary for many to say: "You have not suffered anything outside human nature"; for we have our life in toil. And indeed, our very being born comes about through toil and hardship, with those who beget enduring countless things and those who are begotten passing their lives in labor. But if you are able to set alongside this the account of the man blind from birth, consider it together. For concerning him "his disciples asked Jesus: Did this man sin, or his parents, that he should be born blind?" "But the young of vultures fly to the heights" is similar to saying that harm does not touch soulless things. And the nestlings of vultures, he says, fly on high, meaning: they are free from hardship—for they do not live in wickedness—so that what he says is something like this: soulless and irrational creatures—for through the young of vultures he appears to signify irrational creatures—do not receive the experience of recompense, while man, because of his sins, enjoys such things, which he says following his own principle. "Nevertheless, I will beseech the Lord, and I will call upon the Lord, the master of all things." Having blamed the foolish and said what follows concerning them, he says, But I do not rejoice as they do, but as one who knows providence and knows that God is the master of all things, I call upon him, considering this fitting. But consider whether he says these things wishing to send forth a distinction as concerning himself as righteous. "Who does great and inscrutable things, glorious and marvelous, of which there is no number.
τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν." προνοητὴν ὁμολογεῖ τῶν ὅλων καὶ δημιουργὸν τὸν θεόν. οὐκ ἀπεικὸς δὲ αὐτὸν ταύτας ἔχειν τὰς διαλήμψεις, ἄνδρα σοφὸν τὰ ἀνθρώπινα. ἔχει δὲ καὶ περὶ ἀοράτων καὶ ὁρατῶν διάλημψιν, περὶ ἀνεξιχνιάστων λέγων καὶ μεγάλων καὶ ἐνδόξων ὑετοῦ τε καὶ ὕδατος, ὅπερ ὕδωρ εἰ διαστέλλοι τοῦ ὑετοῦ, τὰ ἐκ πηγῶν καὶ χειμάρρων καὶ φλεβίων εἴη̣ λέγων̣. ἔχεις δὲ καὶ πολλαχοῦ τῶν γραφῶν ταύτας τὰς ἐννοίας συνετώτατα, οὐχ ἥκιστα δὲ καὶ παρὰ Παύλῳ γράφοντι· "ἐν Χριστῷ ἔκτισται τὰ ὁρατὰ καὶ τὰ ἀόρατα καὶ τὰ ἐπίγεια καὶ ἐπουράνια." δεῖ δὲ καὶ τοῦτο λογίζεσθαι, ὅτι ἐκ τῶν τῷ ἁγίῳ Ἰὼβ συμβεβηκό των ὡς ἄνθρωπος εἰς φόβον ἀχθεὶς θαυμάζει τὰ τῆς προνοίας ἔργα. τὸ δ' "οὐκ ἔστιν ἀριθμὸς" νοεῖν δεῖ ὅτι ἄνθρωπος· θεὸς γὰρ τὰ πάντα οἶδεν. καὶ οὐδὲν θαυμαστόν, ὅπου καὶ Σαλομών φησιν· "ὁ θεὸς δέδωκέν μοι τῶν ὄντων γνῶσιν ἀληθῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνου, τροπῶν ἀλλαγὰς" καὶ τὰ ἑξῆς. οὐδὲ γὰρ τὰ φύσει μὴ ἀριθμητὰ καὶ θεῷ ἀναριθμητά ἐστιν, περὶ οὗ λέγεται· "ὁ ἀριθμῶν πλήθη ἄστρων, καί· "ὑμῶν δὲ αἱ τρίχες τῆς κεφαλῆς ἠρίθμηνται", ἅπερ καὶ τοῖς ἀξίοις εἰδέναι πρὸς τὸ συμφέρον δίδοται, ὡς περὶ Σολομῶντος εἴρηται.
...the one who gives rain upon the earth, who sends water under the heaven." He confesses God as the provider and creator of all things. And it is not unreasonable that a wise man has these understandings of human affairs. He also has an understanding concerning invisible and visible things, speaking of the unsearchable and great and glorious things of rain and water—which water, if one distinguishes it from rain, he would be speaking of what comes from springs and torrents and veins. You have these notions most intelligently in many places of the Scriptures, not least also in Paul when he writes: "In Christ the visible and the invisible things have been created, both earthly and heavenly." But one must also consider this, that from the things that happened to holy Job, being led into fear as a human being, he marvels at the works of providence. And the phrase "there is no number" must be understood as pertaining to man; for God knows all things. And it is nothing wonderful, since even Solomon says: "God has given me true knowledge of things that exist, to know the constitution of the world and the working of the elements, the beginning and the end and the middle of time, the changes of seasons," and so on. For not even the things that are by nature uncountable are uncountable to God, of whom it is said: "He who numbers the multitudes of the stars," and: "But the hairs of your head have been numbered," which things are also given to those who are worthy to know for their benefit, as has been said concerning Solomon.
"τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα." 121 μεταβαίνει καὶ ἐπὶ τὴν κατὰ ἀνθρώπους πρόνοιαν καὶ τοῦτο διακείμενος περὶ τοῦ θεοῦ τῶν ὅλων, ὅτι αὐτὸς ἐξ ὕψους ταπεινοῖ ἐκ πενήτων πλουσίους, ἐξ ὑπηκόων ἄρχοντας, ἐκ νοσούντων ἄρχοντας ὑγιαίνοντας ἀπεργαζόμενος καὶ τὸ ἔμπαλιν. δῆλον, ὅτι καὶ τῷ ὄντι ταῦτα κα̣ι`̣ φαινόμενα καὶ νοούμενα ὑπάρχει συμφέροντα, τούτῳ τῷ ὑπὸ ἁγίου εἰρημένῳ· "κύριος κα̣θιστᾷ βασιλεῖς κα̣ὶ μεθιστᾷ", καὶ τῷ· "δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν", καὶ τῷ· "ὁ ἐγείρων ἀπὸ γη῀̣ς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα." τῆς ὑψώσεως δὲ τῆς ἐκ θεοῦ προοίμιον ἡ ἐξ ἡμῶν ταπεινοφροσύνη· "ὁ" γὰρ "ταπεινῶν ἑαυτὸν ὑψωθήσεται καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται." καὶ πάλιν· "ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν." "ἀπολωλότας" δὲ "ἐξεγείρεσθαι" λέγει τοὺς ἐν περιστάσεσι καταστάντας καὶ μεταβολῆς πειραθέντας παυούσης μὲν τὰ θλιβηρά, ἀντιδιδούσης δὲ τὰ τῆς ἀναπαύσεως, ὅπερ καὶ τῷ μακαρίῳ Ἰὼβ συμβέβηκεν ἑδραίω διαμείναντι ἐν τοῖς τῆς ψυχῆς ἐναρέτοις ἔργοις. εἰ δὲ τὸν ἀπολωλότα ἀντὶ τοῦ ἁμαρτήσαντος λάβοις, καὶ τούτους ἐξεγείρει θεὸς "μετανοίας τόπον" διὰ διδασκαλίας παρέχων. ἀλλ' ὁ Ἰὼβ ὁ μακάριος οὐκ ἀπολώλει τοιαύτην ἀπώλειαν, ἵνα καὶ τοιαύτης ἐγέρσεως δεηθῇ. "διαλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές." διὰ πάντων περὶ θεοῦ κατὰ τὸν δυνατὸν ἑαυτῷ τρόπον διέξε̣ισιν ἐννοίαις ἀνθρωπίναις οὐκ ἀπιθανῶς ἐν πολλοῖς κινούμενος.
The one who makes the lowly high and raises up those who have perished." He moves on also to providence as it concerns human beings, and he holds this view about the God of all: that he himself from on high brings low, making the rich out of the poor, rulers out of subjects, the healthy out of the sick, and the reverse. It is clear that these things—both as they appear and as they are understood—are truly beneficial, as stated by the holy one: "The Lord sets up kings and deposes them," and: "By me kings reign," and: "He who raises the poor from the earth and lifts the needy from the dung heap." And the prelude of exaltation that comes from God is the humility that comes from us; for "he who humbles himself will be exalted, and he who exalts himself will be humbled." And again: "God opposes the proud but gives grace to the humble." And he says that "those who have perished" are "raised up"—those who have fallen into difficulties and experienced a change that puts an end to their afflictions and grants them rest in return, which also happened to the blessed Job, who remained steadfast in the virtuous works of his soul. But if you take "the one who has perished" in the sense of "the one who has sinned," God raises up these too, providing through teaching "a place of repentance." Yet the blessed Job had not perished with such a perishing as to need such a raising up. "He frustrates the counsels of the crafty, and their hands shall not accomplish the truth." Through all these things he expounds concerning God in the manner he can, being moved in many points not unconvincingly by human thoughts.
διεξελθὼν περὶ προνοίας θεοῦ καὶ ὅτι δι' αὐτοῦ ἀδοξίαι καὶ δόξαι συμβαίνουσιν καὶ ταπεινοῦταί τις οὐκ ἄνευ αὐτοῦ, μέτεισιν ἐπὶ τὸ δεῖξαι, ὅτι κἂν μεγάλῃ ποικιλίᾳ συνέσεως ἄνθρωποι χρήσωνται, θεοῦ ἐστι τὸ τέλος παρασχεῖν. σημαίνει γοῦν αὐτῷ
τὸ "διαλάσσοντα βουλὰς πανούργων", ὅτι κἂν βουλεύσωνται καὶ νομίσωσιν ἑαυτῶν ἄνθρωποι πανοῦργον ἀναντίρρητον καὶ βέβαιον, ἐξαλάττει ταῦτα θεὸς πρὸς τὸ συμφέρον ἑκάστῳ ποιῶν. ἦ πολλάκις ἄνθρωποι ἐλπίσαντες οὐκ ὀλίγα ἀπέτυχον καὶ μὴ προσδοκηθέντα ἔσχον θεοῦ διοικοῦντος, οὐκ ἀνθρωπίνως οἰκονομοῦντος. οὐδ' αὖ τοιοῦτοι οὐδ' ἐν ταῖς πράξεσιν ἑαυτῶν ἀληθές τι ἔχουσιν, ὅσοι ἐφ' ἑαυτοῖς βαλλόμενοι αὐτάρκεις πρὸς πάντα διὰ τῶν ἰδίων βουλῶν ἐτόπασαν εἶναι. δεῖ δὲ εἰδέναι, ὅτι ἐν τῆι θείᾳ γραφῇ οὐ μόνον ἐπὶ ψεκτοῦ ἀλλὰ καὶ ἐπαινετοῦ τὸ τῆς πανουργίας ὄνομα κεῖται. ὅταν γὰρ λέγηται περὶ τῆς σοφίας· "ἵνα δῷ ἀκάκοις πανουργίαν", δῆλον, ὡς φρόνησιν λέγει καὶ πρᾶγμα ἐπαίνου ἄξιον· τοιοῦτον γα`̣ρ̣ ὑπὸ σοφίας δίδοται. καὶ πάλιν· "πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη" δηλοῖ συνετοῦ πρᾶξιν, ἥτις πρὸς αὐτοῦ ἐπιτελεῖται μετανοίας τρόπῳ, ὅταν ἐπιφορὰ κακῶν προσδόκιμος ᾖ, ὅπερ οἱ Νινευῖται ποιήσαντες διέφυγον τὴν ἀπειλήν· κρύπτεται γὰρ τὴν ὀργὴν μετανοίᾳ ταύτην διαδιδράσκων. ὅτι καὶ ψεκτῶς ἡ πανουργία κεῖται, δηλοῦται ἐν τῷ· "φοβοῦμαι, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν." "χεῖρας" δὲ τὰς πράξεις ἔχομεν σημαινομένας ἐν τῇ γραφῇ, ὡς καὶ οὗτος φαίνεται νενοηκώς. ὅταν γὰρ λέγῃ·
Having gone through the matter of God's providence and that through him disgraces and glories come about, and that a person is brought low not without him, he proceeds to show that even if human beings employ great and varied understanding, it is God's part to supply the outcome. He indicates this, then, by the phrase "changing the counsels of the crafty," meaning that even if people plan and suppose their own cunning to be incontrovertible and certain, God alters these things, doing what is advantageous for each. Often, indeed, people who hoped for no little have failed, and have obtained things they did not expect, since God directs, not managing things in a human way. Nor, again, do such people have anything true in their actions—those who, casting their hopes on themselves, imagined they were sufficient for everything through their own counsels. But one must know that in divine Scripture the name of "cunning" is applied not only to what is blameworthy but also to what is praiseworthy. For when it is said of wisdom, "that he may give cunning to the innocent," it is clear that it means prudence and a thing worthy of praise; for such is what is given by wisdom. And again: "The cunning man hid himself when evils were coming upon him" indicates the action of a prudent man, which is accomplished by him in the manner of repentance, when an onslaught of evils is expected—which the Ninevites did and so escaped the threat; for he hides, escaping that wrath by repentance. That "cunning" is also used in a blameworthy sense is shown in the passage: "I fear, lest as the serpent deceived Eve in his cunning, your minds should be corrupted." And "hands" we have as signifying actions in Scripture, as this man also appears to have understood. For when he says—
"ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου", οὐ τὸ μέρος τοῦ σώματος ἐκλαμβάνομεν ὄν 124 –οὐ γὰρ ἐπὶ τούτῳ ἄκανθαι φύονται–, ἀλλὰ τὰς πράξεις, καθ' ἃς ἁμαρτάνει. "οὐ ποιήσουσιν" οὖν "αἱ χεῖρες αὐτῶν ἀληθές", τοῦ θεοῦ μὴ ἐῶντος τὰς ἐκβάσεις τῶν βουλευμάτων αὐτῶν πληροῦσθαι. "ὁ καταλαμβάνων σοφοὺς ἐν τῆι φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν." ἤτοι τῆι φρονήσει τῇ ἰδίᾳ τὰς τῶν σοφῶν μηχανάς φησιν αὐτὸν καταλαμβάνειν ἢ τῇ τῶν ἀπ' αὐτοῦ μετεσχηκότων τῆς φρονήσεως, ᾗ Ἐλισαῖε τὴν σοφιστείαν τοῦ Γιεζί, ὃν κατείληφεν μηχανώμενον λαθεῖν αὑτὸν λέγων· "οὐκ ἀπῆλθεν ὁ δοῦλός σου δεξιὰν ἢ ἀριστεράν." πρὸς ὃν καταλαβὼν αὐτοῦ τὸ κίνημα εἶπεν· "οὐχὶ ἡ καρδία μου μετὰ σοῦ ἦν;" ῃαξατ ἀλλὰ καὶ τὴν βουλὴν τῶν πλεκόντων πανουργίας ἐξίστησιν ὡς τοῦ Ἀχιτοφέλ, εὐξαμένου τοῦ μακαρίου Δαυὶδ καὶ λέγοντος· "διασκέδασόν μοι τὴν βουλὴν τοῦ Ἀχιτοφέλ." οὐ μὴν δέ, ἀλλὰ καὶ τὴν "τῶν παρανόμων πρεσβυτέρων" καὶ τῆς Αἰγυπτίας ἐξέστησε βουλὴν κατὰ σωφροσύνης βουλευσαμένων οὕτως, ὡς τὴν μὲν Σωσάνναν διὰ τὸ πολύπλοκον αὐτῶν εἰπεῖν· "στενά μοι πάντοθεν", τὸν δὲ Ἰωσὴφ νεανικῷ καὶ φρονήματι καὶ κινήματι διαδρᾶναι τὰς τῆς Αἰγυπτίας παρανόμου γυναικὸς μηχανάς. "ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί, ἀπόλοιντο δὲ ἐν πολέμῳ." λέγει, ὅτι ὅσοι ὑπὲρ τὴν ἑαυτῶν δύναμιν ἐπιχειροῦσιν ὡς οἴεσθαι, ὅτι χωρὶς ἐπιπνοίας θεοῦ τι καταλαμβάνουσιν, οὐδὲν εὑρίσκουσιν, σκότῳ συνεχόμενοι ἀσαφίας ψηλαφῶντες καθάπερ ἐν νυκτὶ τὰ πράγματα, οὐδὲν ὅλως ἀκριβείας συνιδεῖν δυνάμενοι.
Thorns grow in the hand of the drunkard": we do not take this as referring to a part of the body—for thorns do not grow on that account—but to the actions by which he sins. "Their hands," then, "will not accomplish truth," since God does not allow the outcomes of their plans to be fulfilled. "He who catches the wise in their cleverness, and has confounded the counsel of the crafty." Either he says that by his own cleverness he catches the schemes of the wise, or by the cleverness of those who have received a share of cleverness from him—by which Elisha caught the sophistry of Gehazi, whom he caught scheming to escape his notice, saying: "Your servant did not go to the right or to the left." To whom, having caught his movement, he said: "Was not my heart with you?" But he also confounds the counsel of those who weave villainy, as that of Ahithophel, when the blessed David prayed and said: "Scatter for me the counsel of Ahithophel." And not only this, but he also confounded the counsel of the "lawless elders" and of the Egyptian woman, who plotted against chastity in such a way that Susanna, because of their intricacy, said: "I am hemmed in on every side," while Joseph, with a youthful spirit and movement, escaped the schemes of the lawless Egyptian woman. "By day darkness will meet them, and at midday they will grope as in the night, and they will perish in war." He says that as many as attempt beyond their own power, thinking that they grasp something without the inspiration of God, find nothing, held fast by the darkness of obscurity, groping after matters as in the night, wholly unable to perceive anything with precision.
ὥσπερ γὰρ ὑπόχυμα ὀφθαλμοῖς ἐπικείμενον κωλύει τὴν ὁρατικὴν δύναμιν, οὕτω τοιοῦτον περὶ τὸν νοῦν πάθος ποιεῖ καὶ ἐν τοῖς φωτεινοῖς καὶ φανεροῖς ἀβλεπτεῖν. ἐπιτεταμένως δὲ αὐτῶν σημαίνει τὴν ἄγνοιαν γίνεσθαι τῷ καὶ ἐν μεσημβρινῷ καιρῷ ἀβλεπτεῖν. λέγοις δὲ ἂν καὶ αὐτὸν τῷ πεπιστευκότι μὲν τῶι κηρύγματι τῷ εὐαγγελικῷ, ἐν ἁμαρτίαις δὲ ἔτι ἐνκαλεῖν δυναμένῳ φωτὸς μεγάλου παρόντος μὴ ὁρᾶν· ᾗ μὲν γὰρ πιστεύει, φῶς αὐτῷ φαίνεται, ᾗ δὲ οὐ χρῆται πρὸς τὸ δέον τῶι φωτί, τυφλώττει. γέγονε δὲ ταῦτα συμβολικῶς τοῖς Αἰγυπτίοις· τρεῖς γὰρ ἡμέρας καὶ τρεῖς νύκτας ὅλας ἐφεξῆς ἐν σκότει διέτριψαν. καὶ ὅτι παρὰ τὴν αὑτῶν αἰτίαν τοῦτ' ἔπασχον, οὐ πᾶσιν α῾̣πλῶς ἀφεγγὴς ἦν ἡ ἡμέρα ἀλλὰ αὐτοῖς μόνοις, τῶν Ἰσδραηλιτῶν οὐδὲν τοιοῦτο πασχόντων. ἀλλὰ καὶ οἱ κατὰ Σοδομὰ ἄνδρες ἀορασίᾳ πληγέντες αἰσθητῇ συμβολικῶς ἐδείκνυντο τυφλώττειν κατὰ τὴν διάνοιαν. καὶ οι῾̣ ἐν ταῖς Βασιλείαις δὲ
ἀορασίᾳ πληγέντες, οἳ καί ῃαξατ ῃαξατ ῃαξατ ῃαξατ ου᾿̣κ̣ ἀναγκαστῶς δὲ ἐρεῖς καὶ τοὺς κατὰ τῆς ἀληθείας γινομένους διὰ σοφιστικῶν καὶ πιθανῶν λόγων περιπίπτειν ἐν ἡμέραι σκότῳ καὶ μεσημβρίᾳ καθάπερ ἐν νυκτί, ἀλλ' ἐπὰν ὁ συνιστάμενος τῇ ἀληθείᾳ ταῖς ἀποδείξεσιν τὸ σαθρὸν αὐτῶν τῆς πιθανότητος ἐλέγχῃ, πρὸς ἃς μὴ δυνάμενοι ἀντιστῆναι τυφλοῖς καὶ ἀνοήτοις ἐοίκασιν. οἳ καὶ ἐν πολέμῳ τῷ κατὰ τὸν ἀγῶνα τὸν ὑπὲρ τῆς ἀληθείας ἀπόλλυνται.
For just as a film spread over the eyes hinders the power of sight, so such a condition affecting the mind makes one blind even amid things bright and manifest. He indicates that their ignorance is all the more intense because they are blind even at midday. You might also say that he is speaking of the one who has believed the gospel proclamation but is still able to be accused of sins: though a great light is present, he does not see. For insofar as he believes, light appears to him; but insofar as he does not use the light as he ought, he is blind. These things happened symbolically to the Egyptians; for three days and three full nights in succession they remained in darkness. And that they suffered this through their own fault is shown by the fact that the day was not simply without light for all, but only for them, while the Israelites suffered nothing of the kind. But also the men of Sodom, struck with perceptible blindness, were symbolically shown to be blind in their understanding. And those in the Kingdoms who were struck with blindness, who also... not by constraint. But you will say also that those who set themselves against the truth through sophistical and plausible words fall into darkness in the day and at midday as though in the night; but when one who stands with the truth by demonstrations convicts the rottenness of their plausibility, since they are unable to withstand these, they resemble the blind and foolish. And they also perish in the war, in the contest for the truth.
ὧν σύμβολα οἵ τε Αἰγύπτιοι ὑπὸ Φαραὼ στρατευόμενοι καὶ ἡττηθέντες ὑπὸ τῶν Ἰσδραηλιτῶν θεοῦ βοηθείᾳ καὶ Γολιὰθ ὑπὸ τοῦ Δαυὶδ καὶ πάντες, ὅσοι ὑπὸ τῶν θεραπευτῶν τοῦ θεοῦ καὶ κατὰ τὸ αἰσθητὸν ἡττήθησαν. οὗτοι γὰρ δεῖγμα ἐκφέρουσιν τοῦ μηδὲ τοὺς κατὰ διάνοιαν πολεμίους τῶν σοφῶν δύνασθαι πρὸς τὴν πρεσβευομένην ὑπ' αὐτῶν ἀλήθειαν. οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ Μωσέα τούτου σαφέστατόν ἐστι δεῖγμα, ὅτε πρὸς Ἀμαλῆκα ἐπολέμει. ἡνίκα γὰρ αἱ χεῖρες καθεῖντο, τροπὴ ἐγίγνετο νίκης γιγνομένης ὅτε ἄνω πρὸς θεὸν ἐκτεταμέναι ἐτύγχανον. ἐξ οὗ παρίσταται, ὡς ὁ τῷ ὑψηλῷ φρονήματι τῆς ἀληθείας ἐπερειδόμενος ἀήττητος ὢν καὶ "τὴν ψευδώνυμον γνῶσιν" πατεῖ. ὁ δὲ κάτω περὶ τὰ γήϊνα στρεφόμενος τυφλώττων καὶ ἀγνοίαι σκοτωθεὶς τὴν διάνοιαν ἧτταν ὑπομένει χαλεπωτάτην. "ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου." εἴη μὲν ταῦτα καὶ κατὰ τὸ σχῆμα τῆς λέξεως οὕτω δηλοῦντα εὐκτικά, ἵν' ᾖ τὸ λεγόμενον· γένοιτο τοὺς ἀσθενεῖς τυχεῖν βοηθείας, ὡς διαφυγεῖν τῶν δυνατῶν τὰς χεῖρας. δυνατὸν καὶ ὡς ἀπὸ διηγήσεως αὐτὸ φέρεσθαι, ἵν' ᾖ οὕτως· "ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ εν ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ὁ διδοὺς ὑετὸν ἐπὶ τὴν γῆν, ὁ ἀποστέλλων ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν, ὁ ταπεινοὺς ὑψῶν, ὁ ἀπολωλότας ἐξεγείρων", ὡς εἴρηται, καὶ τὰ ἑξῆς. πάντας οὗτος καὶ τοὺς ἀδυνάτους ἐκ χειρὸς δυνατῶν ῥύεται. ἔχομεν τοῦτο ἐν ταῖς Βασιλείαις, ὁπηνίκα γὰρ ὁ Σαοὺλ τὸν Δαυὶδ ἐδίωκεν οὕτως, ὡς εἰς σπήλαιον αὐτὸν ὑποκρύπτεσθαι, ἐν ᾧ καὶ ηὐλίσθη ὁ Σαούλ. καὶ τί τὸ παράδοξον;
Of these things the symbols are both the Egyptians who campaigned under Pharaoh and were defeated by the Israelites with God's help, and Goliath by David, and all who were defeated by the servants of God even in the perceptible sense. For these furnish a proof that not even the enemies of the wise in the realm of thought can prevail against the truth that is proclaimed by them. Indeed, the example according to Moses is the clearest proof of this, when he fought against Amalek. For whenever his hands were let down, a turning of victory took place, victory coming about when they happened to be stretched upward toward God. From this it is evident that the one who rests upon the lofty thought of truth, being invincible, also tramples "the falsely named knowledge." But the one who turns downward around earthly things, being blinded and darkened in mind by ignorance, undergoes the most grievous defeat. "But an impotent man shall go forth from the hand of a mighty one." These words might indeed, according to the form of the expression, be thus indicating wishes, so that what is said is: may the weak obtain help, so as to escape from the hands of the mighty. It is also possible for this to be taken as from narrative, so that it reads thus: "who does great and unsearchable things, glorious and marvelous, of which there is no number, who gives rain upon the earth, who sends water upon what is under heaven, who raises up the lowly, who raises the lost," as it is said, and the rest. This one rescues all, even the impotent, from the hand of the mighty. We have this in the Books of Kingdoms, for when Saul was persecuting David in such a way that he hid himself in a cave, in which Saul also lodged. And what is the paradoxical thing?
περιστοιχισθεὶς γὰρ ὑπὸ τῶν ἐχθρῶν δυνάμει θείᾳ διεσώθη, ὡς καὶ τὸν ἐχθρὸν ὑπὸ χεῖρα αὐτῷ δοθῆναι, εἰ καὶ ἀρετῇ ἀμνησικακίας ὑπερεῖδεν τὴν κατὰ τοῦ ἀντιπάλου σφαγήν, οὐ μόνον μὴ καθελὼν ἀλλὰ καὶ παιδεύων ἀποστῆναι τῆς μοχθηρίας. ἀποτεμὼν γὰρ αὐτοῦ "τὸ πτερύγιον τῆς διπλοΐδος" ἔδειξεν αὐτῷ, ὅτι καὶ τὴν κεφαλὴν ἀποτεμεῖν ἐδύνατο. ἀμφότερα οὖν παιδεύει, καὶ τὴν τοῦ θεοῦ περὶ τοὺς ἑαυτοῦ θεράποντας κηδεμονίαν καὶ τὴν ἑαυτοῦ ἀνεξικακίαν, ἐφ' ἣν εἰς μίμησιν αὐτοῦ προκαλεῖται τὸν ἐχθρὸν διδάσκων αὐτόν, ὅτι τοὺς ἀδυνάτους ὁ θεὸς ἐξαιρεῖται ἀπὸ τῶν δυνατῶν καὶ ἐπιβούλων. "εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐνφραχθείη." καὶ πρὸς το`̣ν τῆς π̣ρ̣ονοίας λόγον ἁρμόζει ἡ λέξις. εἰ ἀδύνατός ἐστιν λειπόμενος δυνα´̣μεως, μὴ ἀποδοκιμαζέτω ἑαυτόν, μὴ πᾶσαν προσδοκίαν ἀποστρεφέσθω· κ̣α̣ι`̣ τ̣οῖς ἀδυνάτοις γὰρ ἐλπίς ἐστιν. ἐμφράσσεται δὲ καὶ τοῦ ἀδίκου τὸ στόμα, ὅταν ὑπ' ἀλαζονείας ἐπιφυσόμενος̣ κ̣ατ̣α`̣ τῶν ἀδικουμένων θεάσ̣η̣ται αὐτοὺς διαφυγόντας τὴν ἀπ' αὐτοῦ βίαν καὶ πρὸς τοῦτο ἐνδόξους γεγενημένους τα μὲν οὖν ο 15 ς̣ κοιναὶ μεμπτὰς ἰδ ἐκ τῶν ἁγίων ι̣λ·ισαπ ὑπὸ φαι 16·σ·υτ̣ου ων ν̣ 16 νον αχως θαρ20–24 υ αντες ἀλλὰ καὶ τοὺς ἰδόν ν δὲ καὶ ε᾿̣κλα18 ν̣αι 10 "τὴν ἰσχὺν τῶν ε᾿̣θνῶν προνομεύσω καὶ τῇ σ̣οφι´̣ᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν̣, τὴν οἰκουμένην ὅλην καταλήμ130 ψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς ᾠὰ καταλελειμμένα ἀρῶ", ἅπερ ὑπ' ἀλαζονείας πρ̣άτ̣τ̣εται μονονουχὶ λέγων· ἡ πᾶσα οἰκουμένη ὥσπ̣ερ μεα λόγον·
For he was surrounded by enemies and was saved by divine power, so that even his enemy was given into his hand, although by the virtue of forgiveness he overlooked the slaughter of his adversary, not only not killing him but also teaching him to depart from wickedness. For having cut off "the fringe of his cloak," he showed him that he was also able to cut off his head. So he teaches both things: the providence of God toward his own servants, and his own forbearance, to which he invites the enemy to imitate him, teaching him that God rescues the weak from the powerful and treacherous. "But let hope belong to the weak, and let the mouth of the unjust be stopped." And the phrase fits the account of providence. If one is weak, lacking power, let him not reject himself, let him not turn away from all expectation; for even for the weak there is hope. And the mouth of the unjust is stopped when, puffed up with arrogance against the wronged, he sees them escaping his violence and becoming glorious in this regard. The common [remarks] from the saints are blameworthy... "I will despoil the strength of the nations and by the wisdom of understanding I will remove the boundaries of nations; I will seize the whole inhabited world with my hand as a nest and as abandoned eggs I will take them," things which are done out of arrogance, almost saying: the whole inhabited world is like...
ων εικ μμεν̣ πο πω πτερωθεν ἀλλ' εὐχει̣ρωτ 16 "διαφεύξεται" 15 ἀλλα α᾿̣π τὰς ἐλπίδας διαφυγεῖν κατ του ἐχω· π̣· διὰ τὴν ἀκακίαν ἀσπίδων τ λιου μη· κ̣ 15 "δέδωκεν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." καὶ γὰρ ο προ· 18–22 β 20–24 τα αν 14 "καὶ τὴν ἔκβασιν τοῦ
δύνασθαι ὑπενεγκεῖν" 20–22 ο 20–24 μ· 20–24 χωρη 12–14 λω 3–5 "μὴ δοξασθήσεται ἀξίνη ἄνε̣υ τοῦ κόπτοντος ἐν αὐτῇ;" η̣·η ο τ μὴ γὰρ σὺ εἶ ὁ κόπτων. προη131 γουμέν̣ως ἀξίνῃ λόγον ἐπέχεις. ὁ τῆς προ̣ν̣οίας λόγος παραδίδωσιν, τίνα ται ισιν. μὴ ἐπὶ σαυτῷ σ̣ εσο πεποιθώς· ἀξίνη γὰρ ὑπάρχεις. ἐγώ εἰμι ὁ κόπτων ἐν σοί. "μὴ ὑψ̣ωθήσε̣ται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;" παρεμλημφθ πρίσῃς τὰ μηκ ο̣ντα δένδρα ν. ἐγὼ γάρ εἰμι σ̣εως ἕλκων κ ἐν τῷ ψαλμῷ ˉοˉα λέγει· "ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα ὧι οὐχ ὑπῆρχεν βοηθός. φείσεται πτωχοῦ καὶ πένητος, ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν" 10 ο εἰργάσατο σταυρῷ τόκ ι̣ν οτα·σιδ ησαμεν 14· χαρισαμεν 14 "ἀδύνατον ἐκ δυνάστου χειρός". ἅπαξ δε`̣ 14 ες σκοπησ ουκου ρ̣ουσε̣ μο̣ 10 ἁμαρτάνοντες ἑαυ τῶν ἁμαρτημάτων ὅπερ διὰ τοῦ χρε κ̣ους δηλ̣οῦται, τοῦ β ἐπουράνια, οὐ δὲ φαινόμενα λου ἐκ τοῦ καὶ κατὰ τ ὁρμᾶν. ἐλπὶς δὲ ὑπάρχουσα τοῖς ἀδυνατοῦσιν ἔλεγχός ἐστιν κατὰ τῶν Νοβατιανῶν, ο̣ἳ μετάνοιαν ἐξαιροῦντες̣ καὶ τὰς ἐλπίδας ἐκκόπτουσι. οἳ ὤφειλον κἂν παρὰ τοῦ Ἐλιφὰζ παιδευθῆναι φυσικο εινομένου, ὅτι ἐλπίδα 10 σωτηρίας καὶ με γάρ τις ἑκουσι αὐτῶν καὶ α ἐστίν.
...not at all from on high, but easily caught. "Shall he escape?" But to escape beyond the hopes against the enemy... because of his innocence... of shields... "He has given authority to tread upon serpents and scorpions and upon all the power of the enemy." For he... "and the outcome of... to be able to endure." ... "Shall the axe be glorified without him who cuts with it?" For you are not the one who cuts. In the first place, you hold the role of an axe to the word. The word of providence hands down what these things are. Do not be confident in yourself; for you are an axe. I am the one who cuts in you. "Shall the saw be exalted without him who draws it?" You would be sawed through—the trees that are not long... For I am the one who draws you... In the psalm he says: "For he delivered the poor from the hand of the mighty, and the needy for whom there was no helper. He shall spare the poor and needy, and he shall redeem their souls from usury and from injustice"—which he accomplished by the cross, usury... "impossible from the hand of the mighty." Once... considering... not... we who sin against ourselves of our sins, which is shown through the need, of the... heavenly things, but not things that appear... from the... and according to... impulse. But hope existing for those who are powerless is a refutation against the Novatians, who, by removing repentance, also cut off hopes. They ought at least to have been taught by Eliphaz, who speaks of natural things, that there is a hope of salvation and... for some of them willingly... and... is.
"ἐμφραχθείη δὲ τὸ στόμα τοῦ ἀδίκου" 12 κουμενην ολ ι̣ κόρης μὲν σ̣τ̣ 14 ὑπερβαιν̣ 14 ινα νεανίου δ̣ὲ ης ἐπιρρεπ ύντος τοῦ το 8 "πᾶσα ἀδικία ἐμφράξει τὸ στόμα αὐτῆς", ὅπερ ἀντὶ τοῦ ἀδίκου εἴρηται. πολλάκις γὰρ μ·υσιν οιπ 12. εἰ γοῦν Παῦλος γράφει περὶ τῆς ἀγάπης, τὰ ῥήματα οὐκ αὐτῇ ἀλλὰ τῷ ἔχοντι αὐτὴν ἐφαρμόζει. φησὶν γάρ· "ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται" ου̣·ε̣πετ τ καὶ ταῦτα δὲ περ̣ὶ τ̣οῦ ἔχοντος κυριολεκτεῖται· "ἡ ἀγάπη οὐδέποτε πίπτει". ἀρετὴ δὲ οὐ πίπτει, ἀλλ' ὁ ἔχων αὐτήν. "ἐμφραχθείη" οὖν "τῇ ἀδικίᾳ τὸ στόμα αὐτῆς" 133 τουτέστιν ὁ ἄδικος, ὅς ἐστιν ὁ διάβολος μηκέτι ἔχων τι λέγειν, ὅπερ καὶ ὁ Παῦλος γράφει λέγων· "ἵνα καὶ ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων περὶ ὑμῶν λέγειν", ἀντὶ τοῦ· καθ' ἡμῶν. "μακάριος ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος, νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν, ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο." 18·α̣ται ἐχο̣ 18 προφήτου εν ἐν τι 20–22 κηδομενο̣ 16 μων τοῦτο δε̣ 14 ι χαλεπωτατ κατὰ ἀπόδοσιν ι̣ν γίνεται. λέγεται γάρ· "καὶ οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας αὐτῶν, ὅταν πορνεύσωσιν οὐδ' ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοιχεύσωσιν." καὶ παρατηροῦ, ὅτι ἐπὶ μὲν τῶν θυγατέρων τὸ πορνεύειν εἴρηται, ἐπὶ δὲ νυμφῶν τὸ μοιχεύειν. ἀλλὰ καὶ τὸ ἐν Παροιμίαις λεγόμε νον· "ὃν ἀγαπᾷ κυ´̣ριος παιδευ´̣ει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται" τὴν αὐτὴν ὑποβάλλει διάνοιαν. καὶ εἷς ἐκ τῶν ἁγίων προθυμίαν εἰς τοῦτο ἔχων παρρησιαζόμενος μετανοίας λόγους τῷ θεῷ προσφέρων ἔλεγεν· "ἐγὼ εἰς μάστιγας ἕτοιμος"·
Let the mouth of the unjust be stopped." ... of a maiden ... of a young man ... when the ... inclines ... "All injustice shall stop its mouth," which is said in place of "the unjust." For often ... For if Paul writes concerning love, he applies the words not to love itself but to the one who possesses it. For he says: "Love does not boast, is not puffed up" ... and these things are properly said of the one who possesses it: "Love never falls." But virtue does not fall; rather, the one who possesses it does. "Let its mouth be stopped," then, "by injustice"—that is, the unjust one, who is the devil, no longer having anything to say, which Paul also writes, saying: "so that the adversary may be put to shame, having nothing to say about you," meaning against us. "Blessed is the man whom the Lord reproves, and do not reject the discipline of the Almighty. For he causes pain and again restores; he struck, and his hands healed." ... of the prophet ... ... this ... according to the rendering ... For it is said: "And I will not visit their daughters when they commit fornication, nor their brides when they commit adultery." And observe that in the case of daughters, "commit fornication" is said, but in the case of brides, "commit adultery." But also what is said in Proverbs: "Whom the Lord loves he disciplines, and he scourges every son whom he receives," suggests the same meaning. And one of the saints, having zeal for this and speaking boldly as he offered words of repentance to God, said: "I am ready for scourges.
οἶδα γάρ, ὅτι συμφερόντως παρὰ σοῦ γίνεται, καθὰ καὶ ἰατρῷ συνετῷ λέγοι τις· ἐγὼ καὶ πρὸς τομὴν ἕτοιμός εἰμι θαρρῶν σου̣ τῇ ἀλήμπτῳ τέχνῃ. ἔτι οὖν τῆς αὐτῆς ἀρχῆς ἐχόμενος τρόπον τινὰ Ἰὼβ παρακ ὡς πρὸς ἀν̣ 15 ἔλεγχον καλ ο̣ εἶδος. "αὐ τὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν" ς καὶ περὶ ω· ἀλλα α ς̣ αὐθ̣εντικὰ κω12 τὸν θεόν. αὐτὸς δὲ ἐκ βο ὁ Μωσῆς φησιν· "ἐγὼ ἀποκτέννω καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι̣." ο̣ὐδὲ γὰρ κατὰ τοὺς Μανιχαίους ἄλλος μὲν ἀλγεῖν̣ π̣οιεῖ, ἄλλος δὲ ἰᾶται· εἷς γάρ ἐστιν ὁ ἰώμενος, ὃς καὶ τὴν τῶν κακωτικῶν ἐπαγωγὴν ε᾿̣πέτρεψεν πρὸς τὸν σκοπὸν π̣ρ̣ονοίας ἄγων τὰ δαιμόνια οι γὰρ· π̣ αὐτο̣υ῀̣ δυναμ· ν̣ ὑπάρχουσι τ̣α`̣ τῆς κακώσεως πρὸς ὑγεῖαν ἐπάγουσι "ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν." ἐπι135 στάνων τῷ εἰρημένῳ καὶ λογιζόμενος, ὡς ὁ Ἐλιφὰζ οὐκ ἔστι τῶν ἁγίων, ἀπορήσειεν ἄν τις, πῶς τοιοῦτοι λόγοι παρ' αὐτοῦ λέγονται, οἳ καὶ πρὸς ἁγίων ῥηθεῖεν. λεκτέον οὖν πρὸς τοῦτο, ὅτι οἱ κατὰ θεὸν σοφο̣ι`̣ καὶ πρὸ τοῦ νόμου
For I know that this happens from you in a beneficial way, just as one might say to a wise physician: "I am ready even for surgery, trusting in your unerring art." Still holding to the same beginning, Job in a certain manner... as if toward reproof and... "For he himself causes pain and again restores," and concerning... but... authentic... God. Moses himself says: "I kill and I make alive; I strike and I will heal." For not according to the Manichaeans is one who causes pain and another who heals; for there is one who heals, who also permitted the onslaught of those that afflict, leading the demons toward the goal of providence. For the powers of him... they bring on the afflictions for health: "Six times he will deliver you from necessities, and in the seventh no evil shall touch you." Attending to what has been said and considering that Eliphaz is not among the saints, one might be at a loss as to how such words are spoken by him, which might even have been uttered by saints. One must say to this, then, that those who are wise according to God and before the law...
καὶ τῆς ἐνγράφου διδασκαλίας πολλὰ ἀγράφως μετὰ σοφία̣ς ἔλεγον, ἅπερ ὕστερόν τις ἐγγράφως παραδέδωκεν̣ θείᾳ γε̣ χορηγίᾳ. εἰκὸς οὖν, ὅτι καὶ οἱ τοῦ Ἰω`̣β φ̣ίλοι ἔχοντες διηρθρωμένην ἔννοιαν ἐμέμνηντο τῶν ὑπὸ ἁγίων διατεθ̣έντων λ̣όγων̣. και`̣ τοῦτό ἐστιν τὸ ἐνάγο̣ν αὐτ̣οὺς̣ εἰς τὸ συνετοὺς προφέρειν λο´̣γους, εἰ καὶ ἔν τισιν διημάρτα̣ν̣ο̣ν̣. ὃ ὑποβάλλουσιν τοίνυν οἱ ἐκτεθέντες στίχοι, τοῦτ' ἔστιν· ἐς ὅσον τις ὑπὸ τὸν ἐν ἓξ ἡμέραις γεγενημένον ὑπάρχει κόσμον, τὰς ἐν αὐτῷ ὑπομένει ἀνίας καὶ θλίψεις. κἂν γὰρ ἅγιος τις ὑπάρχῃ, ἔχει τὴν ἐκ τοῦ σώματος τῆς χρείας ἀνάγκην, ἧς ἀπαλλάττεται ὑπερβὰς τὸν κόσμον καὶ ἐν ἑβδοματικῇ ἀναπαύσει γεγενημένος. τοῦτο δηλοῦται ἐκ τοῦ· "ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός." καὶ κατὰ ταύτην γὰρ τὴν διάνοιαν οὐκ ἀπεμφαί136 νει ἐκλαβεῖν τὸ ῥητόν. οὐχ ἅπτεται γὰρ κάκωσις τοῦ ὑπερβάντος τὸν κόσμον, ἐπεὶ τοῦ καὶ ἀφιλάργυρον ἔχοντος τρόπον καὶ ἀκτήμονος οὐχ ἅπτεται ζημία, τοῦ ἅπτεται συνετῶς νοουμένου ὡς καὶ πρότερον ἐπεσημηνάμεθα πλείονα τῆς λέξεως σημαινούσης· ἐν μὲν γὰρ τῷ· "πάντων ἅψαι" τὸν προσεγγισμο`̣ν κα̣ὶ αὐτὴν τὴν ἁφὴν δηλοῖ, ἐν δὲ τω῀̣ι· "ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ" τὴν κατά τινος ἐπιφορὰν καὶ ὁρμὴν δηλοῖ καὶ ἐπιβουλήν, κἂν μὴ δι' αὑτοῦ αὐτὴν ὁ ἀδικῶν ἐνεργῇ. νοηθείη δὲ καὶ οὕτως· ὁ ἔτι ἐπιπροκόπτων ὡς δι' ἔργων καὶ πράξεων ἐπὶ τὸ τέλος ἐπείγεσθαι, οὗτος ἂν ἐν ἓξ ἀνάγκαις εἴη βιαστής τις γινόμενος· "βιασταὶ" γὰρ "ἁρπάζουσι τὴν βασιλείαν".
And they used to speak many things without writing, with wisdom, from the written teaching, which someone later handed down in writing, by divine provision. It is likely, then, that Job's friends also, having a well-articulated understanding, remembered the words composed by the saints. And this is what moved them to bring forward intelligent words, even if they erred in certain matters. What, then, do the verses set forth suggest? This: as long as a person remains under the world that came into being in six days, he endures the griefs and afflictions that are in it. For even if someone is a saint, he has the necessity of the body's need, from which he is released when he has passed beyond the world and come to be in the seventh-day rest. This is made clear from the words: "Pain and sorrow and groaning have fled away." For according to this understanding it is not incongruous to interpret the saying. For affliction does not touch the one who has passed beyond the world, since loss does not touch the one who has a character free from love of money and possesses nothing, [but it does touch] the one understood intelligently, as we also noted earlier, since the expression signifies more than one thing. For in the phrase "you have touched all things" it indicates approach and touch itself, while in "the one who touches you is as one who touches the pupil of his own eye" it indicates an attack and assault and plot against someone, even if the wrongdoer does not carry it out through himself. It could also be understood in this way: the one who is still making progress, so as to press on toward the end through works and deeds, would be in the six necessities, becoming a certain violent man; for "the violent seize the kingdom.
ἐπειδὰν δὲ τελειότητος ἐφίκηται, οὐκέτι τῆς δι ὰ πόνου καὶ ἱδρῶτος το̣υ῀̣ ἐνδεία προκοπῆς συνισταμένου δεήσεται βίας τῇ τελειότητι διαναγ̣καζο´̣μενος. τοῦτο τοίνυν συμβολικῶς ἐν τῷ πατριάρχῃ δείκνυται Ἰακὼβ μὲν πρότερον καλουμένῳ διὰ τὸ "πτερνίζειν" τὰ πάθη, ὕστερον δὲ Ἰσδραὴλ διὰ τὸ θε137 ωρίᾳ σχολάζειν μετὰ τὴν πρὸς τὰ πάθη πάλην. τοῦτο γοῦν καὶ τοῖς μαθηταῖς ἑαυτοῦ Ἰησοῦς ἔλεγεν· "οὐκέτι ἐστὲ ἐκ τοῦ κόσμου τούτου" ὑπερπηδήσασιν ε αὐτόν. εἰ δέ τις ἐνσταίη ὡς μὴ ὑποβαλλομένης ἀνηγμένης θεωρίας πρὸς τοῦ εἰρημένου ὑπὸ τοῦ Ἐλιφάζ, δίκαιος ἂν εἴη τὴν διάνοιαν ἀποδοῦναι καὶ λέγειν, εἰ οὕτως μήποτε νοῦν ἐ´̣χειν̣ οἴεται, ὅτι ἕως ἕκτης θλίψεως συνχωρεῖ ἀνθρώπῳ θεὸς θλίβεσθαι τὸ ἕβδομον οὐκέτι συνχωρῶν, πεῖραν αὐτοῦ ἔχοντος ὡς πολλάκις ἄνθρωποι πολλοῖς̣ π̣ειρασμοῖς ε̣ι᾿̣σ̣ενέπεσαν· οὐ γὰρ ἀπεικὸς τοῦτο. "ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε." εἴποι μὲν ἄν τις, ὡς οὐδὲν ἀπεοικὸς τὸν νομίσαντα δι' ἁμαρτίας τὸν πάσχοντα πάσχειν νομίσαι, ὅτι καὶ ὁτι νουθετούμενος ὑπὸ κυρίου μετὰ τὴν νουθεσίαν εὐθὺς τοιούτων ἀξιοῦται ὡς καὶ ὑπὸ θεοῦ ἐν λιμῷ ἐκ θανάτου ῥύεσθαι καὶ ἐν πολέμῳ ἐκ σιδήρου ὑπὸ θεοῦ λύεσθαι, τούτου ἀναντιρρήτου μὴ ὑπάρχοντος· πολλοὶ γὰρ ἐπαπέθανον σπουδαῖοι ἐν λιμῷ καὶ οὐ πάντες οἱ ἐν πολέμῳ ἀπολλύμενοι φαῦλοι, τοῦ λόγου κατὰ ἀνα138 γωγὴν ἔχοντος τὸ ἀναντίρρητον. τὸ γὰρ λεγόμενον ἐν Ψαλμοῖς· "νεώτερος ἐγενάμην· καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐνκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.
But when it has reached perfection, it will no longer need the force of progress that consists in toil and sweat, being compelled to perfection by necessity. This, then, is shown symbolically in the patriarch, who was first called Jacob because of "supplanting" the passions, and later Israel because of devoting himself to contemplation after the struggle against the passions. This, at any rate, is what Jesus also said to his own disciples: "You are no longer of this world," since they had leaped over it. But if someone should object that the elevated contemplation is not supplied by what was said by Eliphaz, he would be right to give the meaning and to say—if indeed he does not think it has this sense—that until the sixth affliction God permits a man to be afflicted, no longer permitting the seventh, since he has experience of him, as often men have fallen into many temptations; for this is not unreasonable. "In famine he will deliver you from death, and in war he will loose you from the hand of iron." Someone might say that it is not at all unlikely that the one who supposed the sufferer was suffering because of sin should suppose that even the one admonished by the Lord is immediately after the admonition deemed worthy of such things as to be delivered by God from death in famine and loosed by God from iron in war, since this is not incontrovertible; for many excellent people have died in famine, and not all who perish in war are worthless, the account having its incontrovertibility according to the anagogical sense. For what is said in the Psalms: "I was young; for indeed I have grown old, and I have not seen a righteous man forsaken, nor his seed seeking bread.
ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανίζει" ἀληθὲς καὶ ἀναγκαῖον κατὰ διάνοιαν λαμβανόμενον· οὐδὲ γὰρ δίκαιος δέεται τῶν τρεφόντων ψυχὴν πλήρης ὑπάρχων τοῦ "ζωοποιοῦντος πνεύματος". ἀλλὰ καὶ τὸ σπέρμα αὐτοῦ τὸ κατὰ τὴν θείαν ἀπογέννησιν τικτόμενον οὐχ ὑποκείσεται ταύτῃ τῇ ἐνδείαι τῶν τροφῶν· μιμητὴς γὰρ ὁ σπουδαῖος γινόμενος τοῦ Χριστοῦ κατὰ τὸν Παῦλον λέγοντα· "μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ βρῶμα ἔχει τὸ τοῦ θεοῦ θέλημα ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασιν αὐτοῦ πορευόμενος. ὁ δ' αὐτὸς ἐλεεῖ καὶ δανίζει οὐκ ἀπηγορευμένον δάνιον–πῶς γὰρ οἷόν τε; τὸ γὰρ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ–, ἀλλὰ παίδευσιν θεί αν καὶ διδασκαλίαν, ἐξ ἧς προκοπὴ καὶ κέρδος τοῖς ἀκούουσιν γίνεται καὶ τῷ διδάσκοντι. τοῖς γοῦν γνωρίμοις Ἰησοῦς σπεύδουσι μὴ ἔχειν "χαλκὸν εἰς τὰς ζώνας" μηδ' ὅλως τι
ἔχειν ὡς παρρησιαζομένους εἰπεῖν· "ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι", φησίν· "τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς", δηλονότι ὡς προείρηται. ὁ φαῦλος οὖν δανιζόμενος οὐκ ἀποτιννύει. πολλοὺς γὰρ λόγους εἰς παίδευσιν ἄγοντας ἀκούων οὐδὲν εἰς ἔργον προφέρει. ἀλλὰ καὶ τό· "δανιεῖς ἔθνεσι πολλοῖς", λεγόμενον ἐν προστάξει· "σὺ δὲ οὐ δανιῇ", οὐκ ἔχον ἱστορίαν–πῶς γὰρ οἷόν τε ἦν διαβῆναι ἔθνη πολέμια ἐπὶ τῷ τοκίζειν; ἀλλὰ καὶ τῶν Ἰσδραηλιτῶν δανιζομένων εἴρητ̣αι· "τῷ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς", καί·
All day long he has mercy and lends—true and necessary when understood in the spiritual sense. For the righteous man has no need of things that nourish the soul, being full of the life-giving Spirit. But even his seed, begotten according to divine generation, will not be subject to this lack of nourishment. For the earnest man becomes an imitator of Christ, according to Paul who says: "Be imitators of me, as I also am of Christ"—he has as food the will of God, walking in his commandments and ordinances. And the same man has mercy and lends—not a forbidden loan (for how could that be? For he has not given his money at interest), but divine instruction and teaching, from which progress and gain come to those who hear and to the one who teaches. At any rate, to those who are close to Jesus and eager not to have "bronze for their belts" nor to have anything at all, so as to say with boldness, "Silver and gold I do not possess," he says: "Do not turn away the one who wishes to borrow from you," evidently as has been said before. The worthless man, then, when he borrows, does not repay. For though he hears many words that lead to instruction, he brings nothing to fulfillment in deed. But also the saying, "You shall lend to many nations," spoken as a command—"but you shall not borrow"—has no historical application (for how could it be possible to cross hostile nations for the purpose of exacting interest?). And also, when the Israelites were borrowing, it has been said: "You shall not exact interest from your brother," and—
ἐὰν ἐνεχυράσῃς, "πρὸ δυθμῶν ἡλίου ἀποδώσεις αὐτό", ὅπερ δείκνυσιν αὐτοὺς ἐν χρείᾳ ὄντας– ἔχει διάνοιαν, ὡς τὸν θεῖον ἔχοντα πλοῦτον παιδεύειν δεῖ πάντα τὸν προσιόντα αὐτὸν μὴ εἰς τὴν τοῦ χρῄζοντος ἐρχόμενον κατάστασιν. ὅτι γὰρ ἐλίμωξαν δίκαιοι καὶ ἐν πολέμωι πολλὰς ὑπέμειναν θλίψεις δῆλον τῷ ἀναγνόντι τὰς βασιλικὰς ἱστορίας, τῶν μὲν υἱῶν τῶν προφητῶν λιμωττόντων καὶ Λαζάρου, Δαυὶδ δὲ ἐν πολλαῖς περιστάσεσι γενομένου, δηλονότι τροφὴν ψυχικὴν ἔχοντες κατὰ τὸ εἰρημένον· "διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων", καὶ ἐκτὸς πειρασμοῦ τοῦ κατὰ διάνοιαν εὑρισκόμενοι, οὐκ ἐώμενοι θάνατον ψυχῆς ὑπομένειν ἢ δεσμὰ ἁμαρτίας ἐκτὸς τῆς ἀπειλῆς γιγνόμενοι, καθ' ἣν ἐπάγεται "οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ τοῦ ἀκοῦσαι λόγον κυρίου" πινόντων ἐκ τοῦ ὕδατος οὗ Ἰησοῦς παρέχει τῶν δικαίων, ὃ καὶ "ἐν αὐτοῖς γίνεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον". "ἀπὸ μάστιγος γλώσσης σε κρύψει καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων." περὶ τοῦ νουθετουμένου ἀπὸ κυρίου καὶ ὡσανεὶ μετανοήσαντος ταῦτα πάλιν λέγει ἑ πόμενος τῇ οἰκείᾳ ἀρχῇ οὐκ ὄντος οὐδὲ τούτου ἀναγκαίου οὗ λέγει. πολλοὶ γὰρ πολλάκις ἐλοιδορήθησαν δίκαιοι, ὧν ἐστιν ὁ Ἰωσὴφ ὑπὸ τῆς Αἰγυπτίας ὁ σώφρων εἰς ἀκολασίαν καταμαρτυρούμενος καὶ Σωσαννά, ἥτις ὑπέμεινεν μάστιγας τὰς ἀπὸ "τῶν ἀνόμων πρεσβυτέρων" κακηγορίας.
If you take a pledge, "you shall restore it before sunset," which shows that they are in need—it has this meaning: the one who possesses divine wealth must instruct everyone who comes to him, not entering into the condition of the one in need. For that righteous men have hungered and in war have endured many afflictions is clear to the one who has read the royal histories, since the sons of the prophets were hungering, and Lazarus, and David came into many circumstances, evidently having spiritual food according to what is said: "Open your eyes and be filled with bread," and being found outside the trial that is according to the mind, not being permitted to endure the death of the soul or becoming outside the threat of the bonds of sin, according to which he brings on: "Not a famine of bread nor a thirst of water, but of hearing the word of the Lord," while the righteous drink from the water that Jesus provides, which also "in them becomes a spring of water leaping up to eternal life." "From the scourge of the tongue he will hide you, and you shall not fear from evils that come." Concerning the one admonished by the Lord and as it were having repented, he says these things again, following his own principle, since not even this that he says is necessary. For many righteous men have often been reviled, among whom is the prudent Joseph, accused by the Egyptian woman of licentiousness, and Susanna, who endured scourges—the slanders from "the lawless elders.