Ἔγραψέ ποτε Κύριλλος, ὁ γράψας τὴν ἐπιστολὴν Κωνσταντίνῳ, ἀλλ' ὁ μετ' ἐκεῖνον διαδεξάμενος τὸν θρόνον αὐτοῦ, πρὸς Ἰούλιον τῆς Ῥώμης ἐπίσκοπον, ἔγραψε λέγων, ὅτι Μέγας τόπος καὶ στέρησις γίνεται εἰς τὰς μεγάλας καὶ λαμπρὰς ἑορτὰς, ὅτι τελοῦνται ἐν μιᾷ ἡμέρᾳ, καὶ τὰ ἀναγνώσματα, καὶ ἡ ἀκολουθία ἀπομένουσιν ἡμιτελῆ τῶν δύο ἑορτῶν, διὰ τὸ μὴ δύνασθαι τὴν γέννησιν καὶ τὸ βάπτισμα ἐκτελέσαι τοῦ Κυρίου. Ὡς δὴ οὐ δυνάμεθα ἐν μιᾷ ἡμέρᾳ ἀπαντῆσαι εἰς τόπον τοῦ βαπτίσματος (ἐπεὶ ἡ Βηθλεὲμ τρία μίλια ἀπέχει ἀπὸ Ἱερουσαλὴμ κατὰ νότον, καὶ ὁ Ἰορδάνης ιεʹ μίλια ἀπέχει κατὰ ἀνατολὰς), προσταξάτω οὖν ἡ ἁγιωσύνη σου ἐρευνῆσαι πάντα τὰ συγγράμματα τῶν Ἰουδαίων, ἅτινα σκυλεύσας ὁ Καῖσαρ Τίτος ἀπήγαγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ῥώμην. Ἴσως εὕροις βεβαίως τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν. Τότε Ἰούλιος ὁ Ῥώμης ἐπιμελῶς ἐζήτει περὶ τῆς αἰτήσεως ταύτης· καὶ συναγαγὼν πάντα τὰ γράμματα τῶν Ἰουδαίων, τὰ αἰχμαλωτισθέντα καὶ ἀχθέντα εἰς Ῥώμην, εὗρε σύγγραμμά τι Ἰωσήππου τοῦ χρονογράφου, συγγραφὲν παρ' αὐτοῦ· ὅτι ἐν μηνὶ τῷ ζʹ ἐν τῇ ἑορτῇ τῆς Σκηνοπηγείας, εἰς τὴν ἡμέραν τοῦ ἱλασμοῦ, ὤφθη ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ κωφωθεὶς ὁ ἱερεὺς διέμεινεν ἄλαλος, ἕως οὗ ἔτεκεν ἡ γυνὴ αὐτοῦ Ἐλισάβετ ἐν γήρῃ [λ. γήρει]. Ἔγραψε δὲ ὁ πατριάρχης Ἱεροσολύμων ὁ Ἰουβενάλιος τῷ πατριάρχῃ Ῥώμης Ἰουλίῳ περὶ τούτου, ὅτι Οὐ δύναμαι ἐν μιᾷ ἡμέρᾳ ἀπαντῆσαι εἰς Βηθλεὲμ, καὶ εἰς τὸν Ἰορδάνην. Καὶ γὰρ Ἰορδάνης ἀπέχει τῆς πόλεως Ἱερουσαλὴμ κατὰ ἀνατολὰς μίλια κεʹ· ἡ δὲ ἁγία Βηθλεὲμ, κατὰ νότον τῆς πόλεως, μίλια ἕξ·
Cyril once wrote—the one who wrote the letter to Constantine, but the one who after him succeeded to his throne—he wrote to Julius, bishop of Rome, saying: that a great loss and deprivation occurs at the great and splendid feasts, because they are celebrated on one day, and the readings and the service of the two feasts remain half-finished, since it is not possible to accomplish the Nativity and the Baptism of the Lord. Since indeed we cannot in one day reach the place of the baptism (for Bethlehem is three miles distant from Jerusalem to the south, and the Jordan is fifteen miles distant to the east), let therefore your Holiness command that all the writings of the Jews be searched out, which Caesar Titus carried off as spoil from Jerusalem to Rome. Perhaps you may find with certainty the day of the Nativity of Christ our God. Then Julius of Rome diligently sought concerning this request; and having gathered all the writings of the Jews that had been taken captive and brought to Rome, he found a certain writing of Josephus the chronicler, written by him: that in the seventh month, at the feast of Tabernacles, on the day of atonement, the angel of God appeared, and the priest, struck dumb, remained speechless until his wife Elizabeth bore a child in her old age. And Juvenal, the patriarch of Jerusalem, wrote to Julius, the patriarch of Rome, concerning this: that I cannot in one day reach Bethlehem and the Jordan. For the Jordan is distant from the city of Jerusalem to the east twenty-five miles; and holy Bethlehem, to the south of the city, six miles.
καὶ οὐ δύναμαι ἐν μιᾷ ἡμέρᾳ τὰς δύο ἑορτὰς ἀποτελεῖν. Παρακαλῶ οὖν τὴν σὴν ὁσιότητα, Πάτερ, ἵνα ἐρευνήσῃς τὰ ὑπομνήματα, ἢ καὶ δώσῃς ἡμῖν ἐν ἀκριβεῖ ἐρεύνῃ διὰ γραφῆς σου, τίμιε, τὴν περὶ τούτων εἴδησιν, ἐν ποίᾳ ἡμέρᾳ ἐτέχθη Χριστὸς ὁ Κύριος, καὶ ἐν ποίᾳ ἡμέρᾳ ἐβαπτίσθη. Ὡς γὰρ ἀκριβῶς ἔγνωμεν, ὅτι τὰ ἐξ ἀρχῆς ὑπομνήματα ἐξ Ἱεροσολύμων εἰς σιανοῦ. Ταύτην τὴν γραφὴν δεξάμενος Ἰούλιος ὁ πατριάρχης Ῥώμης, ἐρευνήσας τὰ ὑπομνήματα, εὗρεν, ὅτι τῇ εἰκοστῇ πέμπτῃ τοῦ Δεκεμβρίου ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ μετὰ τριάκοντα χρόνους τῆς αὐτοῦ γεννήσεως ἐβαπτίσθη ὑπὸ Ἰωάννου, ἐν τῷ Ἰορδάνῃ ποταμῷ, τῇ ʹ Ἰανουαρίου μηνός. Κατὰ τὴν ἔρευναν οὖν ταύτην χωρίσαντες οἱ Πατέρες τὴν ἑορτὴν, γογγυσμὸς ἦν ἐν τοῖς πολλοῖς, ετξ.
And I cannot complete the two feasts in one day. I therefore entreat your Holiness, Father, that you search the records, or else give us by your letter, in exact inquiry, honored one, the knowledge concerning these things: on what day the Lord Christ was born, and on what day he was baptized. For we have known accurately that the original records are from Jerusalem to Sion. Julius, the patriarch of Rome, having received this letter and searched the records, found that our Lord Jesus Christ was born on the twenty-fifth of December, and thirty years after his birth he was baptized by John in the river Jordan, on the eighth of the month of January. When the Fathers, therefore, according to this inquiry, separated the feast, there was murmuring among the many.