ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. ΠΡΟΟΙΜΙΟΝ.
Ἱεροὶ μὲν λόγοι καὶ θείων ἄθροισις μαθημάτων, εὐκλεᾶ τοῖς εἰρηκόσιν περιποιοῦσι τὴν ὄνησιν· "Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν." Χρῆναι δὲ οἶμαι πονεῖν, καὶ μάλα προθύμως, ἔν γε δὴ τοῖς οὕτως ὀνησιφόροις, ὄκνου τε εἶναι καὶ ῥᾳθυμίας κρείττονα τῶν ἀξιαγάστων ἐρῶντα πραγμάτων· οὐ γὰρ τοῖς εἰωθόσιν ἀναπίπτειν εἰς ῥᾳθυμίαν, ἁλώσιμα γένοιτ' ἂν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ τοῖς ἱδροῦν ἐθέ λουσιν περὶ αὐτῶν. Ἔνθεν τοι κἀγὼ παρατέθηγμαι καὶ νῦν ἐπί γε τὸ δεῖν ὀλίγα ἄττα κατὰ δύναμιν καὶ εἰς τὴν τῶν ψαλμῶν ἀφηγήσασθαι βίβλον. Σφόδρα γὰρ αὐτῇ ἐν Ἐκκλησίᾳ Κυρίου ταῦτα ψάλλουσιν εἰς ὑπακοὴν τοῦ λαοῦ· δύνανται δὲ οἱ περὶ τὸν Ἀσὰφ προφῆται δείκνυσθαι καὶ ἀρχηγοὶ καὶ διδάσκαλοι κατασταθέντες ὑπὸ τοῦ Δαβὶδ εἰς τοὺς λαοὺς εἰς τὸ αἰ νεῖν τὸν Κύριον καὶ ἐξομολογεῖσθαι αὐτῷ. Καὶ ταῦτα μὲν οὕτως ἡμῖν εἴρηται. Περὶ δὲ τῶν λοιπῶν τῶν εὑρισκομένων, εἰ τύχοι, διαψάλματος, ἢ ὀβέλου, ἢ λημνίσκου, ἤ τινος ἑτέρου μνήμην ἑκάστου ψαλμοῦ, τῇ τοῦ Κυρίου χάριτι ὁδηγούμενος καὶ συμβιβαζόμενος τῇ ἐκείνου δυνάμει, λέξω καὶ πάλιν. Καὶ περὶ αὐτῶν δὲ τῶν προλεχθέντων ἐν τοῖς ἑξῆς πλατύτερον τὸν λόγον διηγήσομαι τῇ τοῦ Κυρίου χάριτι.
OF OUR FATHER AMONG THE SAINTS CYRIL, ARCHBISHOP OF ALEXANDRIA, ON THE PSALMS. PROOEMIUM.
Sacred words and a gathering of divine teachings procure for those who speak them a glorious benefit; for "wisdom is better than precious stones, and every precious thing is not worthy of her." But I think one ought to labor, and that very eagerly, in matters so beneficial, and to be superior to hesitation and laziness, loving things worthy of admiration; for the excellent things of good deeds would not be attainable by those accustomed to sink into laziness, but by those willing to sweat over them. Hence I too have been stirred up even now to the duty of expounding, according to my ability, a few things at least concerning the book of the Psalms. For these things are sung in the Church of the Lord very much for the obedience of the people; and the prophets around Asaph can be shown to have been appointed by David as leaders and teachers for the peoples, to praise the Lord and give thanks to him. And these things have been said by us in this way. But concerning the remaining things found, if it happens, in the diapsalma, or the obelos, or the lemniskos, or the mention of any other thing in each psalm, guided by the grace of the Lord and instructed by his power, I will speak again. And concerning these very things previously mentioned, I will set forth the account more fully in what follows, by the grace of the Lord.
ΨΑΛΜΟΣ Αʹ.
Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται Πρὸ μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἦν οὐκ ἄτραχυ τοῖς ἐπὶ τῆς γῆς τὸ δύνα σθαι κατευμεγεθεῖν τῆς ἐκτόπου φιληδονίας, καὶ ὑπερφέρεσθαι κοσμικῶν ἐπιθυμιῶν. Ἐπειδὴ δὲ ἐπέφανεν ἡμῖν Θεὸς ὢν ὁ Κύριος, λεία καὶ ὁμαλὴ καὶ οὐδὲν ἔχουσα τὸ ἄναντες ἢ τραχὺ γέγονεν ἡ εἰς ἀρε τὴν ἡμᾶς ἀποφέρουσα τρίβος. Οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει. (, ) Ἕπεται δέ τις αὐτοῖς ἔσθ' ὅτε καὶ οἰκτιρμὸς, ὡς μὴ ταῖς ἴσαις τοῖς ἀσε βέσιν κολάσεσι περιπεσεῖν. –Ἀναστήσονται δὲ καὶ οἱ ἁμαρτωλοὶ, ἀλλ' οὐκ ἔσονται ἐν τῇ βουλῇ καὶ τῷ τάγματι τῶν δικαίων· βουλὴν δὲ δικαίων φησὶν οἷον τὴν τάξιν καὶ τὸ ἀξίωμα. Εἰ γὰρ καὶ εἶέν τινες τῶν ἡμαρτηκότων ἐλέους [ ἢ συγγνώ μης] ἄξιοι, ἀλλ' οὐκ ἂν τοῖς τῶν ἁγίων ἐναριθμηθεῖεν χοροῖς· ἕτερος γὰρ ἐκείνων κλῆρος, καὶ ἀνεστηκότα τὰ αὐχήματα, περίοπτός τε ἡ χάρις, καὶ ἀτελεύτητος ἡ τρυφή. Τετρυγήκασι γὰρ καρπὸν ἀνδραγαθημάτων, καὶ τῆς εἰς πᾶν ἀγαθὸν εὐανδρίας καταπλουτοῦσι τὰς ἀμοιβάς. Σὺ δὲ σημείωσαι ὅτι πρῶτος Δαβὶδ ἀνάστασιν καὶ κρίσιν καὶ ἐπαγγελίαν ζωῆς μελλούσης σαφῶς ἐδίδαξε, Μωσέως μηδὲν παραδεδωκότος.
PSALM 1.
And all things whatsoever he does shall prosper. For before the coming of our Savior, it was not without difficulty for those on earth to be able to rise above unnatural love of pleasure and to be superior to worldly desires. But since the Lord, being God, has appeared to us, the path that leads us to virtue has become smooth and level and has nothing steep or rough in it. The ungodly shall not rise in judgment. Yet sometimes mercy follows even them, so that they do not fall into the same punishments as the ungodly. And the sinners shall rise, but they shall not be in the council and the rank of the righteous; and by "council of the righteous" he means, as it were, their order and dignity. For even if some of those who have sinned be worthy of mercy or pardon, yet they would not be numbered among the choirs of the saints; for theirs is another lot, and their honors are raised on high, and their grace is conspicuous, and their delight is unending. For they have gathered the fruit of their noble deeds, and they are enriched with the rewards of their manliness toward every good thing. But mark this, that David first clearly taught resurrection and judgment and the promise of the life to come, whereas Moses handed down nothing of the kind.
ΨΑΛΜΟΣ Βʹ.
Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Καὶ ἐνταῦθα δὲ σαφέστερον τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶδες ἐν λογισμοῖς, μονονουχὶ καταιτιᾶται λέγων· "Ἵνα τί ἐφρύαξαν ἔθνη; –Καὶ ἑτέρως δὲ μάτην ἐμελέτησαν τὰ τῶν προφητῶν βιβλία, τὸν ὑπ' αὐτῶν κηρυττόμενον Σωτῆρα τοῦ γένους μὴ παραδεξάμενοι. Ἐγὼ δὲ
κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ. Ἀνενδεὴς δὲ κατὰ φύσιν ὑπάρχων, ὅσα λέγεται λαμβάνειν, ἵνα ἡμεῖς μετάσχωμεν, εἴληφεν. –Κεχειροτόνημαι, φησὶν, εἰς βασιλέα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὥστε διαγ γέλλειν τὸ πρόσταγμα αὐτοῦ, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐν Σιών. Καὶ τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Χρι στός· "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ." Ἐπειδὴ γὰρ αὐτοῖς τῆς ἐπαγγελείας ὠφείλετο χάρις, αὐτοῖς καὶ πρώτοις τὸ τῆς εὐαγγελικῆς ἀφηγήσεως ἐχαρίζετο λόγον, καὶ τὴν διὰ πίστεως τῆς εἰς αὐτὸν δικαίωσιν. Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Οἶδεν οὖν ὁ Δαβὶδ τὸν Χριστὸν καὶ προαιώνιον ἔχοντα τὸν τῆς θεότητος θρόνον, διὰ τὴν ἐκ Πατρὸς ἀπόῤῥητον γέννησιν· "Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα." Οἶδεν αὐτὸν καὶ βασι λείαν δεχόμενον ἀνθρωπίνως ἐν χρόνῳ, διὰ τὸ τῆς οἰκονομίας νεώτερον. Καὶ πάλιν τὴν προαιώνιον αὐτοῦ δηλοῖ γέννησιν εἰπών· "Υἱός μου εἶ σύ." Ἦν γὰρ ἀεὶ Υἱός. Καὶ τὴν κατὰ σάρκα δὲ αὖθις δεικνύει ἐπενεγκών· "Ἐγὼ σήμερον γεγέννηκά σε·" τὸ γὰρ σήμερον, χρόνου ἐστίν. Ἐχαρίσατο δὲ αὐτῷ ὁ Θεὸς ὡς ἀνθρώπῳ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ τῆς υἱότητος δηλαδή.
PSALM 2.
Why did the nations rage, and the peoples meditate on vain things? And here too he more clearly accuses the folly of the Jews, and their unbridled boldness against Christ, and their rashness in thoughts, and their childishness in reasonings, almost saying: "Why did the nations rage?" And in another way they meditated in vain on the books of the prophets, not receiving the Savior of the race who was proclaimed by them. But I
was established as king by him. And being by nature without need, whatever he is said to receive, he has received so that we might partake. "I have been appointed," he says, "as king by God the Father, so as to declare his command, and before all others to those in Zion." And this, I think, is what Christ said: "I was not sent except to the lost sheep of the house of Israel." For since the grace of the promise was owed to them, to them first also he granted the word of the gospel proclamation, and the justification through faith in him. You are my Son; today I have begotten you. David therefore knows Christ as having his throne of divinity before the ages, because of the ineffable generation from the Father; "For your throne, O God," he says, "is forever." He knows him also as receiving a kingdom in a human way in time, because of the newer aspect of the economy. And again he reveals his generation before the ages, saying: "You are my Son." For he was always Son. And again he shows the generation according to the flesh by adding: "Today I have begotten you"; for "today" is a matter of time. And God granted to him as a man the name that is above every name, namely that of sonship.
Τὸ σήμερον, καιροῦ τοῦ ἐνεστηκότος, καθ' ὃν καὶ γέγονε σὰρξ, ποιεῖται τὴν δήλωσιν, ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος· μεμαρτύρηκεν γὰρ Ἰωάννης περὶ αὐτοῦ, ὅτι εἰς τὰ ἴδια ἦλθεν, ἴδια λέγων αὐτοῦ τὸν κόσμον. Ὡς εἰς δόξαν συνήθη τὴν τῆς βασιλείας καλούμενος, ἔφασκεν· "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ," δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Ἠνέσχετο δὲ τῶν τοιού των, ἵν' ὡς ἄνθρωπος υἱοποιηθεὶς, καίτοι κατὰ φύ σιν ὑπάρχων Υἱὸς, ὁδοποιήσῃ δι' αὐτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μέθεξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννου μένους. Ὥσπερ γὰρ οἷά τινα κλῆρον, ἐκ πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διῆκον γένος τὰς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά. Δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὲ πάντως ὁ Μονογενής· πλήρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεός· δεῖται δὲ ὅλως οὐδενός· καταπλουτίζει δὲ μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη. Ἑνὸς ἔθνους παρ οιστρήσαντος τοῦ ἐξ Ἰσραὴλ, καὶ διὰ τοῦτο ἀποβληθέντος, πάντα τὰ ἔθνη δίδοται τῷ Χριστῷ πιστεύ σαντα εἰς αὐτόν. Αὐτὸς γὰρ ἡ τῶν ἐθνῶν προσδοκὴ, καὶ ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ ἀντὶ μιᾶς γῆς τῆς τῶν Ἰουδαίων, τὰ τῆς οἰκουμένης πέρατα [α. πληρώματα] ᾠκειώσατο. Καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Τέθειται γὰρ ὡς ἄνθρωπος κληρονόμος πάντων, ἵνα λοιπὸν ὡς ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ γῆς διηρπασμένους ὑπὸ τῶν ἀντικειμένων δυνά 69.μεων.
The word “today” indicates the present time, in which he also became flesh, though by nature he is Lord of all things as well; for John testified concerning him, that he came to his own, calling the world his own. As one called to the glory of his kingdom that was his by custom, he said: “But I was established as king by him,” clearly by God and the Father. And he endured such things, so that, as a man adopted as son—though by nature he is the Son—he might prepare through himself for human nature a share in adoption as sons, and call to the kingdom of heaven those tyrannized by sin. For just as, as it were, by some inheritance from a father, the misfortunes from the transgression in Adam have reached the whole race descended from him, burdened as we are with a curse and death, so again the glorious things in Christ will run through the whole human race. For the Only-Begotten receives them for our sake, and certainly not for his own; for he is fully God even by nature, and has need of nothing at all; rather, he himself enriches the whole creation with the good things from above. Ask of me, and I will give you the nations. When one nation—that from Israel—had acted insolently and for this reason was rejected, all the nations that believed in Christ are given to him. For he himself is the expectation of the nations, and in him shall the nations hope. And instead of the one land of the Jews, he took as his own the ends [or: the fullness] of the inhabited world. And I will give you the nations as your inheritance. For he has been appointed as a man the heir of all things, so that thereafter he might recover as his own inheritance those on the earth who had been plundered by the opposing powers.
Οὗ δὴ πρὸς πέρας ἀχθέντος, ἔφη πρὸς τὸν Πατέρα ὁ Υἱός· "Οὓς δέδωκάς μοι, ἐκ σοῦ ἦσαν, κἀμοὶ αὐτοὺς δέδωκας." Εἰ δὲ τοῦ Πατρὸς ἦσαν, καὶ τοῦ συμβασιλεύοντος αὐτῷ κατὰ φύσιν Λόγου, εἰς τὸν ὑπάρχοντα αὐτοῦ πλοῦτον ἄνεισιν καὶ μετὰ σαρκός. Τοιγαροῦν ἔφασκε· "Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά." Οὐκοῦν ἂν εἰ λέ γοιτο λαβεῖν καὶ τεθεῖσθαι κληρονόμος, διὰ τὸ ἀν θρώπινον λέγεται. Γέγονε γὰρ ἄνθρωπος ἵνα κηρύξῃ αἰχμαλώτοις ἄφεσιν τοῖς ἀποσκιρτήσασι τοῦ Θεοῦ· ἀλλ' ἔμεινεν οὐδὲν ἧττον Θεὸς, καίτοι πτωχεύσας καθ' ὃ γέγονεν ἄνθρωπος. Διὸ καὶ πρὸς τοὺς Ἑβραίους ἔφασκε Παῦλος· "Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε." Οὐκ ἐν χρείᾳ δόξης ἢ ἑτέρου τινὸς καθεστηκὼς ὁ Υἱὸς, ὃς Λόγος ἐστὶν, αἰτεῖν παρὰ τοῦ Πατρὸς ἢ καὶ λαμβάνειν λέγεται· οἰκονομικῶς δὲ τοῦτο ποιεῖ. Δέχεται μὲν γὰρ ἀνθρωπίνως διὰ τὸ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιώσεως· ἔστι δὲ πλήρης ὡς Θεός. Καὶ μετ' ὀλίγα· Αἰτεῖ τοίνυν καὶ δέχεται παρὰ τοῦ Πατρὸς δι' ἡμᾶς, ἅπερ ἔχει μὲν φυσικῶς ὡς Θεός. Ἐπειδὴ σάρκα τοῦ δοξάζεσθαι χρῄζουσαν ἀνέλαβεν, καὶ οὐχ ἑτέρου τινὸς, ἀλλ' αὐτοῦ γέγονεν, εἰκότως ἰδιοποιεῖται τὰ εἰς αὐτὴν ἢ περὶ αὐτὴν γινό μενα· καὶ ὡς ἄνθρωπος μὴ ἔχων, δέχεται παρὰ τοῦ Πατρὸς
When this had been brought to completion, the Son said to the Father: "Those whom you have given me were yours, and you have given them to me." But if they were the Father's, they were also the Word's, who by nature reigns together with him; and so he ascends, even with the flesh, into the wealth that is his own. Therefore he said: "All things that are mine are yours, and yours are mine." So then, if he is said to receive and to be appointed heir, this is said because of the human nature. For he became man in order to proclaim release to captives, to those who had revolted from God; but he nonetheless remained God, even though he became poor inasmuch as he became man. Therefore Paul also said to the Hebrews: "through whom he also made the ages." The Son, who is the Word, is not in need of glory or of anything else, so as to be said to ask from the Father or to receive; but he does this by economy. For he receives in a human way because of the form of his likeness to us; but as God he is full. And shortly after: He asks, then, and receives from the Father for our sake, things which he has by nature as God. Since he took up flesh that needed to be glorified, and it became not another's but his own, he rightly appropriates to himself the things that happen for it or concerning it; and as a man who does not have, he receives from the Father
ἅπερ ἔχει φυσικῶς ὡς Υἱὸς καὶ Θεός. Καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. ( 27 ) Τοῦτο δείκνυσιν, ὅτι οὔτε ἐπὶ τοῦ Ζοροβάβελ, ὡς Ἰουδαῖοί φασιν, ἔχει λόγον· ποῖα γὰρ ἔλαβεν, ἢ ποίαν κατάσχεσιν περάτων γῆς; ἐπὶ δὲ τοῦ Κυρίου τοῦ πάντα τὸν κόσμον ὑπαγομένου εἰς τὴν ἑαυτοῦ δεσποτείαν. Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Ἕως μὲν γὰρ ἐλπίδα εἶχον ἀναπλάσεως, πηλὸς ἤκουον· "Μὴ γὰρ, φησὶ, καθὼς ὁ κεραμεὺς οὐ δυνήσομαι ὑμᾶς ἀναπλάσαι, οἶκος Ἰσραήλ;" Ὅτε δὲ ἐξοπτηθέντες πρὸς τὸ κακὸν γεγόνασιν ὄστρακα, συντριβὴν αὐτοῖς ἀπειλεῖ ἀδιόρθωτον. Ποιμαίνει δὲ καὶ τὰ ἔθνη Χριστὸς ὡς ἐν ῥάβδῳ τῷ σταυρῷ, καὶ τῇ ἀῤῥαγεῖ καὶ ἰσχυρᾷ αὐτοῦ βασιλείᾳ. Ἡ γὰρ ῥάβδος καὶ βασιλείας ἐστὶ σύμβολον, ὡς τὸ, "Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." Καὶ συντρίβει ταῦτα οὐχ ὥστε ἀπολέσαι καὶ ἀναλῶσαι, ἀλλ' ὥστε ἀναπλά 69.σαι. Πρὸς τοῦτο γὰρ σκοπὸς τῷ κεραμεῖ συντρίβειν τὰ οἰκεῖα σκεύη, ὅταν μὴ ἀκέραιον σώζῃ τὴν διάπλασιν οὐδέπω πυρὶ προσωμιληκότα. Δράξασθε παιδείας. Τὸ Δράξασθε, τὸ Ἐν τάχει ἀποδοτέον, καθ' ὑπέρβατον εἰρημένον. Δράξασθε παιδείας ἐν τά χει, καὶ ἔτι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀλλοτριώσῃ ὑμᾶς τῆς χαρᾶς τῶν δικαίων. Ἀπρὶξ ἡμᾶς ἔχεσθαι τῆς τοῦ Κυρίου διδασκαλίας βουλόμενος, εἰκότως τῇ τοῦ δράξασθαι φωνῇ κέχρηται.
...which he possesses naturally as Son and God. And your possession, the ends of the earth. (27) This shows that it has no application to Zerubbabel, as the Jews claim; for what did he take, or what possession of the ends of the earth? But it applies to the Lord, who subjects the whole world to his own dominion. As vessels of a potter you shall shatter them. For as long as they had hope of being remolded, they were called clay: "For shall I not be able, says he, as the potter, to remold you, house of Israel?" But when, baked hard, they have become potsherds for evil, he threatens them with irremediable shattering. And Christ shepherds the nations also, as with a rod, by the cross, and by his unbreakable and mighty kingdom. For the rod is also a symbol of kingship, as in "A rod of uprightness is the rod of your kingdom." And he shatters these, not to destroy and consume them, but to remold them. For this is the potter's purpose in shattering his own vessels, when he does not preserve the molding intact and they have not yet been exposed to fire. Lay hold of instruction. The word "Lay hold" is to be rendered "quickly," spoken by hyperbaton. Lay hold of instruction in your hands, and while you are still in this life, lest the Lord be angry and estrange you from the joy of the righteous. Wishing us to cling to the Lord's teaching with a firm grip, he has fittingly used the word "lay hold.
ΨΑΛΜΟΣ Γʹ.
Κύριε, τί ἐπληθύνθησαν; (, ) Φησὶ γοῦν· "Τί ἐπληθύνθησαν;" τὸ τί ἀντὶ τοῦ σφόδρα λέγων. Καταπλήττεται γὰρ ἀναριθμήτους ὁρῶν τοὺς ἀρτύοντας αὐτῷ τὰς ἐπιβουλάς· καὶ δέδιε μὲν ὡς ἄνθρωπος, πλὴν οὐχ ἡττᾶται τοῖς δείμασιν, ἀλλ' ἐῤῥωμένην ἔχων ἐπὶ Θεῷ τὴν καρδίαν, προσδοκᾷ ὅτι τῶν ἐπι βουλευόντων περιγενήσεται. Ἔθλιβον δὲ τὸν Δαβὶδ πληθυνόμενοι οἱ προστιθέμενοι τῷ Ἀβεσσαλὼμ δια κόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ, ὅτε αὐτῷ καὶ Ἀχιτόφελ καὶ Θεκὼν προσετέθησαν, καὶ σύστρεμμα ἰσχυρὸν καὶ λαὸς πολὺς σὺν αὐτῷ. Οὗτοι γὰρ πάντες ἔθλιβον τὸν Δαβίδ· ἐν οἷς καὶ ὁ Σεμεεὶ, ὃς ἐκπορευομένῳ κατηρᾶτο τῷ Δαβίδ. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ. Τὴν γενομένην ἐκ τῆς τῶν ἐχθρῶν ἐπαναστάσεως αὐτῷ συνοχήν τε καὶ ἀμηχανίαν προειπὼν ὁ Δαβὶδ, νῦν διαστέλλει τὸ μέλος τῷ διαψάλματι, καὶ τῷ κατὰ τὸ ἀπόῤῥητον αὐτῷ ἐνηχήσαντι ἐπιθαρσήσας, τὴν σωτήριον ταύτην φωνὴν φθέγγεται· "Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ." Ἐκεῖνοι μὲν, φησὶν, ὅπλα κινοῦσι, καὶ περιέσεσθαί μου προσδοκῶσι, διὰ τὸ τῆς σῆς γεγυμνῶσθαί με χάριτος· ἐγὼ δὲ οἶδα τὸν ἐμαυτοῦ Σωτῆρα καὶ Λυτρωτήν. Οὐκ ἐπὶ τόξῳ ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· ἀλλὰ τεῖχος ἄῤῥηκτον ἐμοὶ καὶ δορυφόρων πλῆθος οὐκ εὐκαταγώνιστον τὸ σὸν εὐμενὲς, ὦ Δέσποτα, καὶ ἡ παρὰ σοῦ ἀντίληψις· δεηθήσομαι δὲ οὐδενὸς, τῆς σῆς ἡμερότη τος ἐμοὶ καὶ δόξαν νεμούσης, καὶ τὴν ἐμὴν ὑψούσης κεφαλὴν, τουτέστιν ἐν περιφανείᾳ τιθείσης, καὶ οἷον ἐπέκεινα τῶν ἐχθρῶν. Ἢ κεφαλὴν τὴν ἀρχὴν λέγει τὴν ἑαυτοῦ, ἣν πρὸς βραχὺ ταπεινωθεῖσαν, πάλιν ὑψωθεῖσαν ἀνέλαβεν.
PSALM 3.
Lord, why have they multiplied? He says, then: "Why have they multiplied?" using "why" in place of "greatly." For he is astonished, seeing those who devise plots against him to be innumerable; and he is afraid, as a man, yet he is not defeated by his fears, but having his heart strengthened in God, he expects that he will prevail over those who plot against him. And those who were added to Absalom, two hundred men from Jerusalem, were pressing hard on David as they multiplied, when both Ahithophel and Thekōn were joined to him, and a strong conspiracy and a great people with him. For all these were oppressing David; among whom was also Shimei, who cursed David as he went out. But you, Lord, are my helper. Having foretold the constraint and perplexity that came upon him from the uprising of his enemies, David now divides the melody by the diapsalma, and taking courage from what was sounded to him in secret, he utters this saving cry: "But you, Lord, are my helper." Those men, he says, move their weapons and expect to prevail over me, because I have been stripped of your grace; but I know my own Savior and Redeemer. I will not hope in the bow, and my sword will not save me; but an unbreakable wall and a multitude of spearmen not easily overcome is your goodwill, O Master, and the help that comes from you; and I will need nothing, since your gentleness bestows glory on me and lifts up my head, that is, places it in prominence, and as it were beyond my enemies. Or he calls his own head his rule, which after being humbled for a short time he received back lifted up again.
Εἴποι δ' ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος, ὅτι Σὺ ἀντιλήπτωρ μου εἶ, καὶ οὐκ ἐγκαταλιμπάνων τὴν ψυχήν μου εἰς ᾅδην, καὶ δόξα μου, εἰπών· "Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω," καὶ τὴν ἐμὴν κεφαλὴν τὴν θεότητα ὕψωσας, 69.τουτέστι διὰ τῶν θεοσημειῶν φανερὰν ἐποίησας. Τὰ γὰρ ἐπὶ τῷ σταυρῷ θαύματα, τῆς τοῦ Μονογενοῦς θεότητος σαφὴς ὄντως ἀπόδειξις. Ὑψοῖ δὲ καὶ ἡμῶν τὴν κεφαλὴν ὁ Θεὸς, ἤγουν τὸν νοῦν καὶ τὸ ἡγεμονι κὸν, ὅταν ἄνω βλέπωμεν, πᾶν σωματικὸν ὑπερκύ πτοντες. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, κ.τ.λ. ( Τὰ οἰκεῖα πάθη διηγούμενος ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰ συμπίπτοντα γενναίως, διὰ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος
διδασκαλίαν ἡμῖν ἐναργεστάτην τῆς ὑπομονῆς καταλιμπάνει, καὶ διδάσκει ὡς ἐν ταῖς περιστάσεσιν οὐκ ἄλλῳ ἢ Θεῷ προσιέναι δεῖ, καὶ ὅτι ὁ καρπὸς τῆς τοιαύτης προσόδου, τὸ εἰσακούεσθαι. Νῦν μέν τοι ἀποστρέφει τὸ πρόσωπον πρὸς ἡμᾶς, καὶ διηγεῖται πῶς εὐξάμενος ἐπηκούσθη, καί φησι· "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ." Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα. ( 12, ) Ὕπνον ἐνταῦθα τὸν περὶ τὸν νοῦν φησι, δι' οὗ καὶ εἰς τὴν ἁμαρτίαν κατέπεσε. [ Ὁμολογεῖ τὸ πλημμέλημα, καὶ ὕπνου τοῦ κατὰ νοῦν συμβάντος ἔγκλημα ποιεῖται τὸ γεγονός. Νοῦ μὲν γάρ, ] Νοῦ μὲν γὰρ ἐγρηγορότος ἔργον ἂν γένοιτο καὶ σπουδὴ τὸ παραιτεῖσθαι τὸ φαῦλον, καὶ ἀποφοιτᾷν ἐπείγεσθαι τοῦ πεφυκότος ἀδικεῖν· ῥέγχοντος δὲ καὶ ἠῤῥωστηκότος τὸ ῥᾴθυμον, τὸ ἡττᾶσθαι παθῶν καὶ τοῦτο σαρκικῶν. Οὐκοῦν ἐν ταυτῷ καὶ τῆς ἁμαρτίας ποιεῖται τὴν μνήμην, καὶ ᾠδὴν ἀναφέρει χαριστήριον τῷ Θεῷ, λέγων·
The Savior too might say to the Father, as a man, that "You are my helper, and do not abandon my soul to Hades, and my glory," having said: "And I have glorified, and again I will glorify," and you have lifted up my head—my divinity—that is, you have made it manifest through the divine signs. For the wonders at the cross are truly a clear proof of the divinity of the Only-Begotten. And God lifts up our head too—that is, the mind and the ruling faculty—when we look upward, leaping over everything bodily. With my voice I cried to the Lord, etc. The prophet, recounting his own sufferings and how he bore what befell him nobly, through the example in his own person leaves us the clearest teaching of endurance, and teaches that in circumstances one must approach no other than God, and that the fruit of such an approach is to be heard. Now, however, he turns his face toward us and recounts how, having prayed, he was heard, and says: "With my voice I cried to the Lord, and he heard me from his holy mountain." I lay down and slept. By "sleep" here he means the sleep of the mind, through which one also falls into sin. He confesses the fault, and makes what happened a charge against the sleep that came upon the mind. For it would be the work and earnest effort of a waking mind to reject what is base and to hasten to depart from what is naturally inclined to do wrong; but of one snoring and sick, the sluggishness, the being defeated by passions—and these fleshly. Therefore in the same breath he both makes mention of the sin and offers up a song of thanksgiving to God, saying:
Ἐγὼ μὲν ὕπνωσα τῇ ῥᾳθυμίᾳ εἰς ἁμαρτίαν, τῇ Βηρσαβεὲ συμφθαρεὶς καὶ τὸν Οὐρίαν ἀπεκτονώς. Οὐκ ἂν δὲ ἐξηγέρθην τῇ μετανοίᾳ, εἰ μὴ Κύριος ἀντελάβετό μου. Τοῦτο δέ ἐστιν ὁμολογοῦντος μὲν ἐναργῶς τῆς ἀνθρωπίνης διανοίας τὸ ἀσθενὲς, στεφανοῦντος δὲ ταῖς εὐφημίαις τὸν ἀεὶ σώζοντα καὶ ἐπικουροῦντα Θεὸν, καὶ τὴν τοῦ διαβόλου παγίδα συνθραύοντα, καὶ ἐξέλκοντα αὐτῆς τοὺς ἁλόντας αὐτῇ. Ἀλλὰ καὶ τοῦ Ἀβεσσαλὼμ, φησὶν, ἐπιβουλεύοντος, Ἐγὼ ἐῤῥᾳθύμουν καὶ οἷον ἐκάθευδον· νῦν δὲ ἀνέστην καὶ οἶδα, ὅτι Κύριος ἀδικουμένου μου ἀντιλήψεται. Ἐκτινάξο μαι καὶ τὸν ὕπνον τὸν ἐξ ἀθυμίας, ὃν ἡ νύξ μοι τῆς συμφορᾶς ἐπήνεγκε· καὶ διεγερθήσομαι πρὸς εὐθυ μίαν, λευκὴν ὥσπερ ἰδὼν ἡμέραν τὴν φαιδροτέραν τῶν πραγμάτων κατάστασιν. Ἡ γὰρ προσδοκία τῆς τοῦ Θεοῦ ἀντιλήψεως οὐκ ἐᾷ με καθεύδειν καὶ ἀνα πίπτειν. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ. Ἐπειδὴ, φησὶν, ὁ Κύριος ἀντελάβετό μου, διεγήγερμαι, καὶ οὕτω νεανικὸν πεπλούτηκα φρόνημα, ὡς κατὰ μηδένα δεδιέναι τρόπον, κἂν μυριάδες λαῶν τῶν μετὰ τοῦ Ἀβεσσαλὼμ περιστοιχί ζοιντό με. Καλὴ τοιγαροῦν τῶν ἁγίων ἡ πίστις· δεδίασι γὰρ οὐδαμῶς κατατεθηγμένης αὐτῶν ἀναριθμήτου πληθύος ἐχθρῶν, ὅταν ἐπαμύνῃ Θεός. Ἀρκεῖ 69.γὰρ καὶ μόνος παρὼν τὰς πολλὰς μυριάδας διασκεδάσαι. Οὐκ ἐφοβήθη οὐδὲ ὁ Κύριος τοὺς κατὰ τὸν καιρὸν τοῦ πάθους κυκλοῦντας αὐτῷ Ἰουδαίους καὶ ἐθνικούς· διὸ καὶ λεγεῶνας ἀγγέλων παρῃτήσατο. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. ( 19.)Χρῆμα μὲν οὐκ ἀζήμιον τοῖς κάμνουσιν ἡ σιγή· χρήσιμον δὲ καὶ σωτήριον τὸ λέγειν·
I slept through my negligence into sin, having been corrupted together with Bathsheba and having killed Uriah. But I would not have been awakened to repentance, if the Lord had not taken hold of me. And this is the part of one clearly confessing the weakness of the human mind, and crowning with praises the God who always saves and helps, and who shatters the snare of the devil, and drags out from it those caught in it. But also, he says, when Absalom was plotting, I was negligent and, as it were, sleeping; but now I have risen and I know that the Lord will take up my cause when I am wronged. I will shake off also the sleep that comes from despondency, which the night of my misfortune brought upon me; and I will be awakened to cheerfulness, seeing, as it were, a bright day, the more radiant state of affairs. For the hope of God's help does not allow me to sleep and fall back. I will not be afraid of ten thousands of people. Since, he says, the Lord has taken hold of me, I have been awakened, and thus I have been enriched with such a vigorous mind, as to fear in no way at all, even if ten thousands of peoples with Absalom should surround me. Excellent, therefore, is the faith of the saints; for they fear not at all when the countless multitude of their enemies is sharpened against them, whenever God comes to their aid. For he alone is sufficient, being present, to scatter the many ten thousands. Nor did the Lord fear the Jews and Gentiles who surrounded him at the time of his passion; therefore he also declined legions of angels. Arise, O Lord, save me, O my God. (19.) Silence is no loss-free thing for those who are weary; but speaking is useful and saving.
"Ἀνά στα, Κύριε, σῶσόν με, ὁ Θεός μου." Πλὴν οὐχ ἅπα σιν οἶμαι πρέπειν αὐτό. Οἱ γὰρ τῶν θείων μὲν καταφρονοῦντες θελημάτων, ταῖς δὲ ἰδίαις ἡδοναῖς ὥσπερ ὅλας ἀνέντες ἡνίας, πῶς ἢ πόθεν ἂν σχοῖεν πρὸς Θεὸν παῤῥησίαν; Τοῖς γε μὴν εὐάγωγον τοῖς παρὰ Θεοῦ νόμοις ὑπέχουσι τὸν αὐχένα, παῤῥησία πολλὴ πρὸς αὐτόν· φαῖεν δ' ἂν εἰκότως τὸ, Ἀνάστα, σῶσόν με τὸν σὸν γνήσιον οἰκέτην. Καὶ ὁ Δαβὶδ οὖν Κύριον ἑαυτοῦ τὸν Θεὸν ὀνομάζει, ὡς ποιῶν αὐτοῦ τὸ θέλημα, καί φησι· "Σῶσόν με, ὁ Θεός μου·" μετὰ πολλῆς διαθέσεως τὸν τῶν ἁπάντων Θεὸν ἰδιοποιούμενος, καὶ ἀναστῆναι παρακαλῶν εἰς βοήθειαν. Ἀξία δὲ τῆς πραότητος αὐτοῦ ἡ προσευχή· οὐ γὰρ εἶπεν· Ἀπόλεσον τοὺς ἐχθρούς μου· ἀλλὰ τί; "Σῶσόν με." Τοῦτο, φησὶ, μόνον ζητῶ ἵνα ἐγὼ σωθῶ, οὐ μὴν ἵνα οἱ ἐχθροί μου ἀπόλωνται. Τάχα καὶ ὡς Προφήτης εἰδὼς ὅτι τὴν ψυχὴν αὐτοῦ ἐν ᾅδου κατασχεθεῖσαν ὁ Χρι στὸς ἐκεῖθεν ἐλευθερώσει ἐκ νεκρῶν ἀναστὰς, προλέ γει τὸ μέλλον· καὶ τοῦ Κυρίου ἐπιταχῦναι εὔχεται τὴν ἀνάστασιν, ὅπως δι' αὐτῆς τύχοι καὶ αὐτὸς σω τηρίας. Τέως μέντοι κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς ὑπνοῦν λέγεται ὁ Θεὸς, ὅταν μακροθυμεῖ· ὡς τὸ, "Ἵνα τί ὑπνοῖς, Κύριε;" ἀνίστασθαι δὲ πάλιν, ὅταν ἐκδικῇ καὶ ἐπισκέπτηται. Καὶ ἐνταῦθα οὖν, Ἀνάστα, φησὶ, Κύριε· τουτέστιν, Ἀπόθου τὴν πολλὴν μακρο θυμίαν, καὶ ἐξεγέρθητι εἰς ἐμὴν ἀντίληψιν. Ὅτε δὲ καὶ ὁ Σωτὴρ ὑπὲρ ἡμῶν παρεδίδοτο, οἱονεὶ ἐκοιμᾶτο αὐτῷ ὁ Πατὴρ ἀνεχόμενος. Πρὸς ὃν καὶ ἔλεγε· "Σῶ σόν με ἐκ τῆς ὥρας ταύτης." Τὸ αὐτὸ δὲ
Arise, O Lord, save me, O my God." But I do not think this applies to everyone. For those who despise the divine will and, as it were, give loose rein entirely to their own pleasures, how or from where would they have boldness toward God? But those who submit their neck obediently to the laws of God have great boldness toward him; and they would reasonably say, "Arise, save me, your genuine servant." And David also calls God his Lord, as one who does his will, and says: "Save me, O my God," claiming as his own with great affection the God of all, and beseeching him to arise for help. And his prayer is worthy of his meekness; for he did not say, "Destroy my enemies," but what? "Save me." This, he says, is the only thing I seek—that I myself be saved, not that my enemies be destroyed. Perhaps also, as a prophet knowing that Christ would free his soul, which was held in Hades, from there by rising from the dead, he foretells what is to come; and he prays that the Lord hasten his resurrection, so that through it he too might obtain salvation. Meanwhile, however, according to the idiom of Scripture, God is said to sleep when he is long-suffering; as in, "Why do you sleep, O Lord?" And he is said to arise again when he avenges and visits. And here too, he says, "Arise, O Lord"—that is, put away your great long-suffering, and be awakened for my help. And when the Savior was handed over for our sake, the Father, as it were, slept, enduring it. To him he also said: "Save me from this hour." The same
καὶ ἡμεῖς ἐν πειρασμοῖς λέγειν δυνάμεθα. Πλὴν ὅρα ὅτι, ὅταν ἐκνήψωμεν, τότε καὶ ὁ Θεὸς πρὸς τὴν ἡμῶν σωτηρίαν ἀνίσταται. Καὶ ὁ Δαβὶδ οὖν αὐτὸς πρότερον τὸν ὕπνον τῆς ῥᾳθυμίας ἀπέθετο, εἶτα καὶ τὸν Θεὸν ἀνα στῆναι παρακαλῶν εἰς βοήθειαν. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. (,, ) Σκόπει δὲ τοῦ λόγου τὸ ἀσφαλές· οὐ γὰρ ἁπλῶς εἶπε τοὺς ἐχθραίνοντας, ἀλλὰ τοὺς τοῦτο δρῶντας ματαίως, τουτέστιν εἰκῆ καὶ περιττῶς καὶ ἐπ' οὐδενὶ πλημμελήματι. Ἐχθραίνει δέ τις ματαίως, ὅταν μὴ προαδικηθῇ, μηδέ τι πάθοι τῶν εἰωθότων λυπεῖν καὶ παροξύνειν. Κἀκεῖνος ἔχει ματαίως ἐχθροὺς, ὁ μὴ παρέχων πρόφασιν ἔχθρας καὶ μίσους, ὁποῖοι πάντες οἱ διωκόμενοι διὰ τὸ ζῇν εὐσεβῶς. Πρὸς οὕς φησιν ὁ Σωτήρ· "Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ," καὶ τὰ ἐξῆς. Καὶ ὁ Δαβὶδ πολλοὺς εἶχε μάτην ἐχθραίνοντας, τὸν Σαοὺλ καὶ τὸν Ἀβεσσαλὼμ, καὶ τοὺς σὺν αὐτοῖς· αὐτοῦ γὰρ πολλὴν πρὸς αὐτοὺς ἐπιδεικνυμένου πραότητα, μάτην ἦσαν ἐχθροί. Ὀδόντας ἀμαρτωλῶν συνέτριψας. Τὸ δὲ, "Ὀδόντας συνέτριψας," ὡς ἐπὶ θηρίων ἀγρίων εἶπε· μιαιφόνοι γὰρ ὡς ἐπίπαν οἱ φιλαμαρτήμονες καὶ ταῖς τῶν ἁγίων εὐδοκιμήσεσιν ἐπιτρίζοντες τοὺς ὀδόντας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ θηρίοις ἐξομοιοῦν τοὺς ἀγρίως τισὶν ἐπιφύεσθαι μεμελετηκότας. Τὸ οὖν Συνέτριψας ὀδόντας, ἀντὶ τοῦ Πάσης ἰσχύος αὐτοὺς ἐγύμνωσας εἴρηται, ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερούμενα, εὐκαταφρόνητα λίαν ἐστὶ καὶ εὐκαταγώνιστα.
And we too can say this in temptations. But observe that, when we have become sober, then God also rises up for our salvation. And David himself first laid aside the sleep of negligence, and then also urged God to rise up for help. "For you struck all those who are my enemies without cause." But consider the precision of the word: for he did not simply say "those who are enemies," but those who do this "without cause," that is, vainly and gratuitously and for no fault. And someone is an enemy without cause when he has not been wronged beforehand, nor suffered any of the things that customarily grieve and provoke. And that man has enemies without cause who provides no pretext for enmity and hatred—such as all those who are persecuted for living piously. To these the Savior says: "Blessed are you when they reproach you and persecute you and say every evil word against you, lying, for my sake," and the rest. And David had many who were enemies without cause—Saul and Absalom and those with them; for while he showed great gentleness toward them, they were enemies in vain. "You crushed the teeth of sinners." But the phrase "You crushed the teeth" he spoke as concerning wild beasts; for those who love sin are, as a rule, murderous, and they gnash their teeth at the good repute of the saints. And it is the custom of divinely inspired Scripture to liken to beasts those who have practiced fiercely attacking certain people. Therefore "You crushed the teeth" is said instead of "You stripped them of all strength," by a metaphor from beasts, which, when deprived of their teeth, are very contemptible and easy to overcome.
Ἐρεῖ δὲ καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα, ὅτι Σὺ ἐπάταξας μὲν Ἡρώδην τὸν βρεφοκτόνον ἐχθραίνοντά μοι ματαίως· πατάξεις δὲ καὶ τοὺς Ἰουδαίους, Ῥωμαίοις αὐτοὺς παραδούς· καὶ τοὺς ὀδόντας αὐτῶν συντρίψεις, διότι εἶπον· "Οὐκ ἔχομεν βασιλέα·" καὶ, "Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς." Πατάσσονται δὲ ὑπὸ Κυρίου καὶ οἱ δαίμονες, διότι μηδὲν παρ' ἡμῶν ἀδικηθέντες, μά την ἡμῖν διὰ τὴν ἑαυτῶν κακίαν ἐπιβουλεύουσι· καὶ οἱ νοητοὶ ὀδόντες αὐτῶν, τὰ πάθη φημὶ, δι' ὧν κατεσθίουσι τοὺς ἁπλουστέρους, συντρίβονται. Σὺ γὰρ, φησὶ, "συνέθλασας τὰς κεφαλὰς τῶν ἐμφωλευόντων δρακόντων τοῖς ὕδασιν," ὁ τὸ μέγα κῆτος διὰ τῆς ἀναστάσεως χειρωσάμενος, ὁ ᾄδην καθελὼν καὶ θάνατον πατήσας, καὶ καταργήσας διάβολον. Σὺ δέ μοι ὅρα, ὅτι οἱ ἀδικοῦντες ἐκεῖνοί εἰσιν οἱ βλαπτόμενοι, πατάσσονται γὰρ ὑπὸ Θεοῦ· οἱ δὲ ἀδικούμενοι, οὗτοι καὶ προσωφέληνται· σώζονται γάρ. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Ἁγιοπρεπὲς δὲ τὸ καὶ τοῖς ἄλλοις ὑπάρ ξαι παρακαλεῖν, ὅπερ ἑαυτῷ συμβῆναι βούλεται· οὐ γὰρ μόνος τῶν θεοσδότων ἀγαθῶν ἐν μεθέξει γενέ σθαι ζητεῖ, ἀλλὰ κοινὴν ἅπασι τοῖς ἀγαπῶσι τὸν Θεὸν τὴν ἐπὶ τούτοις προκεῖσθαι φιλοτιμίαν. Καὶ μὴ θαυμάσῃς εἰ τοιοῦτος ἔνεστι τοῖς ἁγίοις σκοπὸς, ὅπου καὶ συναλγοῦσι τοῖς πάσχουσι, καὶ συνδακρύ ουσι τοῖς κλαίουσι, καὶ τὴν τοῖς φιλαμαρτήμοσιν ὀφειλομένην ὀργὴν ποιοῦνται κοινήν.
And the Savior will also say to the Father: You struck Herod the child-killer, who hated me in vain; and you will strike the Jews too, handing them over to the Romans; and you will shatter their teeth, because they said, "We have no king," and, "His blood be on us." And the demons are also struck by the Lord, because, though in no way wronged by us, they plot against us by their own wickedness; and their spiritual teeth—I mean the passions—by which they devour the simpler sort, are shattered. For you, it says, "shattered the heads of the dragons that lurk in the waters," you who subdued the great sea-monster through your resurrection, who brought down Hades and trampled death and abolished the devil. But observe for me that those who do wrong are the ones who are harmed, for they are struck by God; while those who are wronged are also helped, for they are saved. Salvation belongs to the Lord, and your blessing is upon your people. And it is fitting for the saints to pray that what one wishes for himself may also befall others; for he does not seek to be the only one to share in the good things given by God, but that the honor of these things may be set before all who love God in common. And do not wonder that such a purpose is found in the saints, since they grieve with those who suffer and weep with those who weep, and make the wrath owed to the lovers of sin their own common concern.
Τάχα δὲ καὶ θεολογεῖ ἐνταῦθα ὁ Δαβὶδ λέγων, ὅτι Παρὰ σοῦ τοῦ Κυρίου καὶ Πατρὸς ἀποσταλήτω ὁ Σωτὴρ Ἰησοῦς, ἡ σωτηρία τῆς ἀνθρωπίνης φύσεως, καὶ ἡ τοῦ ἁγίου Πνεύματος εὐλογία ἐπὶ τὸν λαόν σου καταπεμφθήτω, τουτέστιν ἐπὶ τὰ ἔθνη· ἂ καὶ εὐλόγησον πάσῃ εὐλο γίᾳ πνευματικῇ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ εὐλογηθήσονται πάντα τὰ ἔθνη, Ἰουδαῖοι δὲ ἐξωσθήσονται. Καὶ ὁ Χριστὸς δὲ τὴν ἑαυτοῦ σωτηρίαν, ἣν ἐσώθη ἐκ νεκρῶν ἀναστὰς, τοῦ Πατρὸς εἶναι λέγει, ὁμοίως καὶ τὴν ἐπὶ τοὺς πιστεύοντας εὐλογίαν αὐτῷ ἀνατίθησι. Διὸ λέγει· "Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε." Δικαίως δὲ ὁ ψαλμὸς καὶ τῇ ἀν θρωπίνῃ φύσει προσαρμοσθήσεται, ἣν ἔθλιβον μὲν οἱ δαίμονες πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας· ἐπατάχθη σαν δὲ τῇ ἀληθεῖ τοῦ Χριστοῦ δυνάμει ἐνανθρωπή σαντος· ἡ δὲ ὑπ' αὐτῶν πολεμηθεῖσα φύσις καὶ σω τηρίας καὶ εὐλογίας ἀπέλαυσεν.
ΨΑΛΜΟΣ Δʹ.
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ Δαβίδ. Τὸν μὲν τρίτον ψαλμὸν συνέταξεν ὁ μα κάριος Δαβὶδ, ἔτι τοῦ πρὸς τὸν Ἀβεσσαλὼμ συνεστῶτος πολέμου, ὅθεν καὶ ὀλοφυρμοὺς περιεῖχε· τὸν δὲ τέταρτον τοῦτον, μετὰ τὸ νικῆσαι τὸν πόλεμον, ἀνα τίθησι τῷ νικοποιῷ Θεῷ εὐχαριστήριον. Διὸ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ Εἰς τὸ τέλος, Τῷ νικο ποιῷ ἤγουν ἐπινίκιον ἀναγράφουσι τὴν ᾠδήν. Εἰς τὸ τέλος μὲν οὖν ἐπιγέγραπται, ὅτι ἐπὶ καταλύσει τῆς τυραννίδος ὁ ψαλμὸς συνετέθη· Ἐν ὕμνοις δὲ, ὅτι οὐκ ἔτι δακρύει ὁ Δαβὶδ, ἀλλ' ὑμνεῖ τὸν τῆς νί κης δοτῆρα Θεόν· ψαλμὸς δὲ ᾠδῆς, ὅτι πανηγυρίζων, ᾠδικώτερον ᾄδει τὸ ἐπινίκιον. [Ἐν τῷ ἐπικαλεῖσθαί με.
Perhaps David here is also speaking theologically when he says: Let the Savior Jesus be sent from you, the Lord and Father—the salvation of human nature—and let the blessing of the Holy Spirit be sent down upon your people, that is, upon the nations; and bless them with every spiritual blessing. For in Christ Jesus all the nations will be blessed, but the Jews will be driven out. And Christ also says that his own salvation, by which he was saved when he rose from the dead, belongs to the Father, and likewise he attributes to him the blessing upon those who believe. Therefore he says: "Come, you who are blessed of my Father, inherit." And with good reason the psalm will also be fitted to human nature, which the demons were oppressing before the coming of the Savior; but they were struck down by the true power of Christ when he became man; and the nature that was warred against by them enjoyed both salvation and blessing.
PSALM 4.
For the end, among hymns. A psalm of song to David. The blessed David composed the third psalm while the war against Absalom was still ongoing, which is why it also contained lamentations; but this fourth one, after winning the war, he dedicates to the God who gives victory as a thanksgiving. Therefore some of the interpreters, instead of "For the end," write the song "To the victor," that is, as a victory ode. It is inscribed "For the end," then, because the psalm was composed for the overthrow of tyranny; and "Among hymns," because David no longer weeps, but hymns God, the giver of victory; and "a psalm of song," because, celebrating a festival, he sings the victory ode more songfully. [When I call upon me.
Ἄτοπόν ἐστι σιγῇ καταχωννύναι τὸν τῆς εὐεργε σίας τρόπον, ὅπερ οἱ ἐν Εὐαγγελίοις ἐννέα λεπροὶ ὀνειδίζονται. Ἢ τοίνυν τὴν θείαν καταθαυμάζει φιλο τιμίαν, οὐκ ἐν παρατάσει χρόνου τὰ αἰτήματα πληρώσασαν· ἢ τάχα διδάσκει, ὡς οὐκ ἐν τῷ σιγᾷν, ἀλλ' ἐν τῷ μᾶλλον ἐπικαλεῖσθαι, σέσωσται. Δείκνυται δὲ διὰ τοῦτο, μέγα καὶ ὀνησιφόρον τὸ ἀδιαλείπτως προσεύχεσθαι.] Ὁ Θεὸς τῆς δικαιοσύνης μου. Εὑρήσομεν δὲ αὐτὸν, τὸν ἐνθάδε χρησί μως δίκαιον ἑαυτὸν εἶναι λέγοντα, καὶ πλημμελείαις ἔνοχον ὁμολογοῦντα ὑπάρχειν. Εἶτα πῶς ἂν εἴη, φησὶν, ἀληθὲς, ὅτι δίκαιος ὁ αὐτὸς καὶ πλημμελείαις ἔνοχος; Ὅτι παρέπεται τοῖς δικαίοις καὶ ὀλισθήματα, κατὰ τὸ, "Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται." Ἕτερον τοίνυν ἐστὶ τὸ ἀκαταλήκτως πλημμελεῖν, καὶ ἕτερον τὸ ἐν τῷ πειρᾶσθαι κατορ θοῦν τὴν δικαιοσύνην, ὀλιγάκις ἔσθ' ὅτε τὴν κοινὴν τῆς φύσεως ὑπομένειν ἀσθένειαν. "Παραπτώματα γὰρ τίς συνήσει;" κατὰ τὸ γεγραμμένον. "Τίς δὲ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;" Ἐν θλίψει ἐπλάτυνάς με. Ἐπειδὴ εἶπεν ὅτι Εἰσήκουσέ μου ὁ Θεὸς, ὡσανεί τινος αὐτὸν ἐρωτήσαντος, Κατὰ τί εἰσηκούσθης, ὦ προφήτα; τί δέ σοι καταθύμιον εἰς πέ ρας ἐκβέβηκε; διαλευκαίνει τῆς ἐπικουρίας τὸν τρόπον, καί φησιν, ὅτι "Ἐπλατύνθην ἐν θλίψει·" τουτέστιν, οὐκ ἀπήλλαγμαι μόνον τῶν περιστάσεων καὶ τοῦ ἐν μοχθηροῖς εἶναι πράγμασιν, ἀλλὰ γὰρ ἰδοὺ καὶ πρὸς εὐθυμίαν κατευρύνομαι. Εἰσήκουσέ μου γὰρ, οὐκ ἐν χρήμασιν, οὐδ' ἵνα ἐχθρῶν κρατήσω (οὐ γὰρ ταῦτα ᾔτησα), ἀλλ' ἐν ἀνέσει τῇ ἐν μέσῳ τῆς θλίψεως γενομένῃ. Παῦλός γ' οὖν ἤκουσεν· "Ἀρκεῖ σοι ἡ χάρις μου·
It is absurd to bury the manner of the benefaction in silence, which is the very thing the nine lepers in the Gospels are reproached for. Either, then, he marvels at the divine generosity, which fulfilled the requests not over a long stretch of time; or perhaps he teaches that it is not in keeping silent but rather in calling upon God that one is saved. And by this it is shown that praying without ceasing is great and profitable. O God of my righteousness. We will find him who here usefully calls himself righteous also confessing that he is liable to transgressions. Then how, he says, can it be true that the same man is both righteous and liable to transgressions? Because slips also attend the righteous, according to the saying, "Seven times shall the righteous fall, and rise again." One thing, then, is to transgress without ceasing, and another is to succeed in righteousness amid trials, occasionally enduring the common weakness of nature. "For who will understand his transgressions?" as it is written. "And who will boast that he has a pure heart?" In tribulation you enlarged me. Since he said, God heard me, as if someone had asked him, In what way were you heard, O prophet? Or what desire of yours has come to fulfillment? He makes clear the manner of the assistance, and says, "I was enlarged in tribulation"—that is, I have not only been released from the circumstances and from being amid wretched affairs, but behold, I am also widened into cheerfulness. For he heard me, not in possessions, nor that I might prevail over enemies (for I did not ask these things), but in the relief that came in the midst of tribulation. Paul, at any rate, heard: "My grace is sufficient for you.
ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται." Καὶ οἱ διελάσαντες δὲ τῆς ἁμαρτίας τοὺς βρό χους, καὶ οἱ ἐν πίστει τελειωθέντες καὶ θλίψεις ὑπὲρ Χριστοῦ καὶ αἰκίας ἀναδεξάμενοι, τοῖς ἄνωθεν ἐν τρυφήσουσιν ἀγαθοῖς. Ἔλθοι δ' ἂν ὁ λόγος καὶ ἐπὶ τὸν Σωτῆρα, δεικνὺς καὶ αὐτὸν διὰ παθημάτων τελειωθέντα, καὶ ἐκ τοῦ παθεῖν γενόμενον ὑψηλότερον. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὰ περιστατικὰ ἐπὶ μὲν τῶν ἁγίων θλίψεις ὀνομάζει ἡ θεία Γραφὴ, διότι γυμνασίου ἕνεκεν αὐτοῖς συμβαίνουσιν· ὡς τὸ, "Πολ λαὶ αἱ θλίψεις τῶν δικαίων·" ἐπὶ δὲ τῶν ἁμαρτωλῶν, μάστιγας· ὡς τὸ, "Πολλαὶ αἱ μάστιγες τῶν ἁμαρ τωλῶν." Μαστίζονται γὰρ, διὰ τὰς ἁμαρτίας αὐ τῶν παιδευόμενοι. Καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Ἀλλὰ πῶς ὁ εἰσηκοῦσθαι λέγων, ἀκου σθῆναι πάλιν παρακαλεῖ; Ἢ χρόνος ἐστὶν ἀντὶ χρό νου· ἀντὶ γὰρ τοῦ, Ὠκτείρησάς με καὶ εἰσήκουσας, εἴρηται τὸ, "Οἰκτείρησον καὶ εἰσάκουσον·" ἢ τάχα που καὶ διηνεκῶς ἀκούεσθαι παρακαλεῖ· ἐπειδὴ τοὺς ζῇν εὐσεβῶς ἐθέλοντας οὐκ ἐνδέχεται μὴ οὐχὶ πάντως ταῖς κατὰ τόνδε τὸν βίον ὁμιλεῖν θλίψεσιν. Εἰ οὖν καὶ κατὰ πάντα εἰσηκούσθη ὅσα προσηύξατο, ἀλλ' ὅμως δέδοικε περὶ τοῦ μέλλοντος· διὸ καὶ πάλιν προσεύχεται, τὸ κέρδος τῆς προσευχῆς ἐπιστάμενος. Εἰ γὰρ καὶ ἀπηλλάγη τῶν ἀλγηδόνων καὶ τῆς ἀθυμίας, ἀλλ' ἄνθρωπος ὢν καὶ πρὸς τὸ μέλλον ἀγωνιῶν, μὴ οὐκ ἰσχύσῃ διὰ παντὸς ἐπικειμένων τῶν πειρασμῶν, πλατύνεσθαι αἰτεῖται, καὶ αὐτὰ ταῦτα τὰ ποιητικὰ τῶν ἀλγηδόνων παρελθεῖν. Διὸ καὶ, Οἰκτείρησόν με, φησὶ, τουτέστι Λῦσον τὸν ἀγῶνα, δὸς παντελῶς ἀπαλλαγῆναι. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;
For my power is made perfect in weakness. And those who have broken through the snares of sin, and those who have been made perfect in faith and have taken up afflictions and tortures for Christ, will enjoy the good things on high. The word could also apply to the Savior, showing that he too was made perfect through sufferings and became higher from having suffered. And this too should be known, that circumstantial trials are called afflictions by divine Scripture in the case of the saints, because they come to them for the sake of training; as in, Many are the afflictions of the righteous; but in the case of sinners, scourges; as in, Many are the scourges of sinners. For they are scourged, being disciplined because of their sins. And hear my prayer. But how does he who says he is heard again beg to be heard? Either it is a time in place of a time; for instead of, You had compassion on me and heard me, it is said, Have compassion and hear; or perhaps he begs to be heard continually, since those who wish to live piously cannot possibly avoid altogether the afflictions that attend this life. If, then, he was heard in all that he prayed, nevertheless he feared concerning the future; therefore he prays again, knowing the gain of prayer. For even if he was released from his pains and despondency, yet being a man and anxious about the future, lest he not be strong, with temptations pressing on him throughout, he asks to be enlarged, and that these very things that produce pains pass away. Therefore also, Have compassion on me, he says, that is, Release the struggle, grant to be delivered completely. Sons of men, how long heavy-hearted?
Κατὰ μὲν τὴν ἱστορίαν, ὡς πρὸς
τοὺς οἰομένους τῷ πλήθει τοῦ στρατοῦ ἑλεῖν τὸν δίκαιον, ταῦτα εἴρηται. Διὰ πείρας γὰρ αὐτῆς μαθὼν ὅσην ἔχει τὴν ὄνησιν τὸ ἐπὶ Θεῷ πεποιθέναι, καὶ παρ' αὐτοῦ μόνου σώζεσθαι ζητεῖν, κοινωφελὲς μάθημα προτίθεται τὸ συμβεβηκὸς αὐτῷ, καί φησιν· Ὦ τυ φλοὶ τὰς φρένας, τὸν νοῦν τε παχεῖς, μέχρι τίνος οὐκ ἀποβαλεῖσθε τὴν ἀῤῥωστίαν; ἕως τίνος οὐ γνώ σεσθε, ὅτι ἡ ἐπ' ἀνθρώποις ἐλπὶς ματαιότης ἐστὶ καὶ ψεῦδος; Γίγας γὰρ οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Καὶ ἁπλῶς δὲ ὁ Δαβὶδ υἱοὺς ἀνθρώπων καλεῖ τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς πρὸς ἀσέβειαν ἐπιῤῥεπεῖς· ἐπεὶ οἱ μὴ τοιοῦτοι, τῇ φύσει μὲν ἀν θρώπων υἱοὶ, τῇ χάριτι δὲ οὐκ ἔτι, ἀλλ' υἱοὶ Θεοῦ. Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ἡ μὲν γὰρ τῶν ἐπιγείων ἀπόλαυσις κατ' οὐδὲν, οἶμαι, διαφέρει τῶν ἐν ὁράμασι τερπνῶν, ἃ μόνον ὀφθέντα καταλήγει πρὸς τὸ μηδὲν, τὸν τοῦ ῥέγχοντος νοῦν διαπαίξαντα· τὰ δέ γε λαμπρὰ τῆς δικαιοσύνης αὐχήματα, καὶ τὰ ἐπ' αὐτῇ παρὰ τοῦ Θεοῦ γέρα, μακρὰν καὶ ἀκράδαντον ἔχει τὴν μέθεξιν καὶ περιφανὲς τὸ ἀξίωμα. Δέχεται γὰρ ὁ Θεὸς τὰς τῶν ὁσίων φωνὰς, καὶ ἀποπεραίνει τὰ αἰτήματα· οὗ τί γένοιτ' ἂν τὸ ἰσοστατοῦν; Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Ἄπασι μὴν ἀνθρώποις συμβαίνει τὸ τῆς ὀργῆς πάθος, μητέρα ἔχον λύπην ἢ μικροψυχίαν ἢ πλεονεξίαν ἢ τὴν παρά τινων λοιδορίαν. Ἔξεστι δὲ ταύτην ἀνακόπτειν, καθάπερ καὶ τὰς σωματικὰς ὀρέξεις. Τὸ μὲν γὰρ μηδόλως αὐτὰς ἐν ἡμῖν κινεῖ σθαι, τάχα που καὶ ἀνέφικτον καὶ οὐκ ἐφ' ἡμῖν. Ἐν ἡμῖν δὲ τὸ ἐπιτιμᾷν τοῖς κινήμασιν· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς·
According to the historical sense, these things were spoken against those who thought that by the multitude of their army they would capture the righteous man. For having learned by actual experience how great is the benefit of trusting in God, and of seeking to be saved by him alone, he sets before them as a commonly useful lesson what happened to him, and says: O you who are blind in your understanding and dull in mind, until when will you not cast off your weakness? Until when will you not know that hope placed in men is vanity and a lie? For the giant shall not be saved by the multitude of his strength. And David simply calls the sons of men those who live in wickedness, those who are inclined to impiety; since those who are not such are sons of men by nature, but by grace no longer, but sons of God. And know that the Lord has shown wondrously his holy one. For the enjoyment of earthly things differs, I think, in nothing from the delights seen in dreams, which, having only appeared, come to nothing, having mocked the mind of the sleeper; but the bright boasts of righteousness, and the rewards from God for it, have a participation far off and unshaken and a manifest dignity. For God receives the voices of the holy ones and brings their petitions to completion; what could be equal to this? Be angry and do not sin. The passion of anger befalls all men, having as its mother grief or faintheartedness or greed or abuse from certain people. But it is possible to check this, just as also bodily desires. For that they should not be stirred in us at all is perhaps both unattainable and not in our power. But it is in our power to rebuke the movements; so also in the case of anger.
δριμὺ μὲν γὰρ ἐν ἡμῖν ἐστιν, ὅτε ποιεῖ ται τὸ κίνημα, πλὴν ὥσπερ τισὶ χαλινοῖς ἀνακόπτεται, τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισμοῖς. Καὶ ἕως μὲν ἀδρανές ἐστι ἔτι τὸ πάθος ἐν ἡμῖν, συγγνώμης ἀξιοῦ ται παρὰ τοῦ Θεοῦ· ἐπειδ' ἂν δὲ τὰ ἐξ αὐτοῦ ἐμ φαίνηται κακὰ, τότε τὰς δίκας ὑφέξομεν. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν σαρκικῶν ὀρέξεων· ἀπρακτούσης γὰρ ἐν ἡμῖν τῆς φαύλης ἡδονῆς, συνηρεμήσει πάντως καὶ αὐτῇ ὁ κολάζων νόμος· ἐνηνεγμένης δὲ ἤδη πρὸς πέρας, τὰ τῆς δίκης συνεκτείνεται. Φησὶν οὖν καὶ νῦν ὁ Δαβὶδ, ὅτι Κἂν ἀπροαιρέτως ὀργισθῆτε, ὅπερ οὐχ ἁμάρτημα τέλειον, μὴ προσθῆτε καὶ τὴν πρᾶ ξιν, ἵνα μὴ τέλειον ᾖ τὸ ἁμάρτημα. Εὐφυῶς γὰρ συγχωρεῖ τὸ ἔλαττον ὡς ἀσθενεστέροις, τὴν ὀργὴν λέγω, ἵνα κωλύσῃ τὸ μεῖζον, τουτέστι τὸν φόνον καὶ ὅσα ἐκ τοῦ θυμοῦ μὴ κολαζομένου τίκτεται. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Τίθησι δὲ τὰ καθ' ἑαυτὸν εἰς παρά δειγμα ὁ Δαβίδ· καὶ ὅτι τοῖς θύουσι τῷ πανάγνῳ Θεῷ τοὺς ἐκ τῆς δικαιοσύνης καρποὺς οὐκ ἄμισθος ἡ εἰς αὐτὸν ἐλπὶς, πειρᾶται διδάσκειν. Καὶ γὰρ μο νονουχὶ, φησὶ, τέθυκα τὴν δικαιοσύνην, ἐποιησάμην δὲ καὶ ἐπ' αὐτῷ τὴν ἐλπίδα, καὶ κεκράτηκα τῶν ἐχθρῶν, εἰ καὶ τεθρήνηκα πεσόντα τὸν νεανίαν. Λέγων δὲ, "Θύσατε θυσίαν δικαιοσύνης," οὐ τὴν ἐν σκιαῖς ἀποδέχεται ταῖς κατὰ τὸν νόμον, τὴν ἐν Χρι στῷ δὲ μᾶλλον καὶ εὐαγγελικήν. Ὁ μὲν γὰρ ἀρχαῖος ἐδίδασκε νόμος τὰς δι' αἱμάτων ποιεῖσθαι προσαγωγὰς, ἀλλ' οὐκ ἦν ἐν αὐταῖς τελειοῦσθαι τὸν ἄνθρωπον κατὰ συνείδησιν·
For it is sharp in us when it makes its movement, yet it is checked, as it were, by certain bridles—by reasonings that lead to what is better. And as long as the passion in us is still without strength, it is deemed worthy of forgiveness from God; but when the evils that come from it become manifest, then we shall submit to the penalties. The same holds also for fleshly desires: for when the base pleasure is inactive in us, the punishing law will altogether lie dormant with it; but once it has been brought to completion, the matters of justice are extended along with it. So David says also now: Even if you are angered involuntarily—which is not a perfect sin—do not add the deed also, so that the sin may not be perfect. For he graciously concedes the lesser, as to the weaker, I mean anger, in order to prevent the greater, that is, murder and whatever is begotten from anger when it is not punished. Sacrifice a sacrifice of righteousness, and hope in the Lord. And David sets forth his own case as an example; and he tries to teach that for those who sacrifice to the all-pure God the fruits of righteousness, the hope in him is not without reward. For, he says, I have all but sacrificed righteousness, and I have placed my hope in him, and I have prevailed over my enemies, even though I have lamented the young man who fell. And in saying, Sacrifice a sacrifice of righteousness, he does not accept the one among the shadows according to the law, but rather the one in Christ and the evangelical one. For the ancient law taught that offerings be made through blood, but it was not possible in them for man to be perfected according to conscience.
προσεκομίζοντο γὰρ τῆς ἀλη θοῦς λατρείας προανατυποῦσαι τὴν εὐοσμίαν, καὶ ἦσαν μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι. Τοιγάρ τοι καὶ ἐν Χριστῷ κατηργήθη μὲν ἡ σκιά· περιαστράπτει δὲ λοιπὸν τὰς τῶν πιστευσάντων καρδίας τῆς ἀληθείας τὸ φῶς. Λέγοι δ' ἂν καὶ Ἰουδαίοις ὁ Κύριος, ὅτι Αἱ διὰ τῶν θυμάτων θυσίαι καὶ αἱμάτων ὑμᾶς εἰς οὐρανὸν οὐκ ἀναβιβάσουσιν· ἀλλ' ὁ ἐξ οὐρανοῦ καταβὰς ἐγὼ, ἐφ' ὃν μόνον ἐλπίζετε, μηδένα τοῦ γράμματος ποιούμενοι λόγον. Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν ἀγαθὰ; Οἱ μὲν γὰρ ὀλίγοι, φησὶ, καὶ δόκιμοι καὶ φιλοσοφεῖν εἰδότες, ἀκατάσειστον ἐπὶ Θεῷ τὴν ἐλπίδα ἔχουσι· τεθαρσήκασι γὰρ ἐπαγγελλομένῳ τὰ ὑπὲρ νοῦν ἀγαθά· οἱ δὲ πολλοὶ, τουτέστι τὸ κεχυμένον πλῆθος, τὸ ἀδιάκριτον, τὸ ἀνοίᾳ προσηλωμένον, τὴν παραυτίκα μέθεξιν τῶν σαρκικῶν ἀκαθαρσιῶν τῶν ἐν ἐλπίδι ἀγαθῶν προτιμήσαντες, φασί· "Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" Ταῦτα τῶν περὶ τὰς διοικήσεις τοῦ Θεοῦ ὀλιγωρούντων τὰ ῥήματα· Ποῦ τοῦ Θεοῦ πρόνοια, τοσαύτης
For they were being brought forward, prefiguring the fragrance of true worship, and they remained imposed until the time of correction. Therefore also in Christ the shadow was abolished; and from then on the light of the truth flashes around the hearts of those who have believed. And the Lord might also say to the Jews: The sacrifices through victims and bloods will not bring you up to heaven; but I, who have come down from heaven, on whom alone you hope, paying no regard to the letter. Many say: Who will show us good things? For the few, he says, and the approved and those who know how to philosophize, have their hope in God unshaken; for they have taken courage because he promises good things beyond understanding. But the many, that is, the diffuse multitude, the indiscriminate, the one nailed to folly, having preferred the immediate participation in fleshly impurities to the good things in hope, say: "Who will show us good things?" These are the words of those who make light of the dispensations of God: Where is God's providence, of such great...
συγχύσεως ἐν τῷ βίῳ οὔσης; Καὶ ἄλλων μὲν τρυφώντων, ἡμῶν δὲ ἐν πτωχείᾳ καὶ τοῖς ἐσχάτοις ὄντων κακοῖς, τί τεκμήριον τῆς θείας κηδεμονίας; Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Κρυφιωδέστερον δὲ καὶ μυστικώτερον, πρόσωπον μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, φῶς δὲ τὸ ἐξ αὐτοῦ πεμπόμενον Πνεῦμα εἰς ἡμᾶς· δι' οὗ κατεσφραγίσμεθα, εἰς εἰκόνα τὴν πρώτην ἀναμορφούμενοι· δι' οὗ καὶ δεδιδάγμεθα τὰ ὄντως ἀγαθὰ, δι' ἃ καὶ τὴν νοητὴν εὐφροσύνην ἐσχήκαμεν τὴν εἰς νοῦν καὶ καρδίαν, βεβαιούμενοι πρὸς ἐλπίδα τὴν ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς. Οἱ μὲν ἄγγελοι βλέπουσι διὰ παντὸς τὸ πρόσωπον τοῦ Θεοῦ, οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσ ώπου αὐτοῦ. Πρόσωπον δὲ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς· φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν· εἴπερ, κατὰ τὴν σοφὴν Θεκωΐτιδα, ὡς ἄγγελος Θεοῦ ἦν ὁ Δαβὶδ εἰδὼς τὰ ἐπὶ τῆς γῆς πάντα. Καὶ ποῖον ἄρα ἐστὶν τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὗ τὸ φῶς ἐφ' ἡμᾶς σεσημείωται; Ὁ τοῦ Θεοῦ Υἱὸς, ἡ ἀπαράλλακτος εἰκών· καὶ διὰ τοῦτο λέγων· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου." Ἐσημάνθη δὲ ἡμῖν, συμμόρφους ἡμᾶς ἀποδείξας ἑαυτῷ, καὶ τὸν διὰ πνεύματος τοῦ ἰδίου φωτισμὸν ἐγχαράξας ὡς θείαν εἰκόνα τοῖς πιστεύου σιν εἰς αὐτόν. Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Οὕτως τεθαύμακα, φησὶ, τοὺς τολ μῶντας λέγειν· "Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" καί τοι παρὸν ἀπὸ τῶν ἐν χερσὶ βεβαιοῦσθαι πρὸς τὰ μέλλοντα. Ἐσχήκαμεν γὰρ ἐνέχυρα τῆς μελλούσης ἡμερότητος ἔσεσθαι πλουσίως, τὴν ἐν τῷδε τῷ κόσμῳ φειδώ τε καὶ πρόνοιαν τοῦ Δημιουργοῦ.
Since there is confusion in life? And while others are living in luxury, and we are in poverty and the worst evils, what proof of divine care? The light of your face, Lord, has been marked upon us. But more secretly and more mystically, the face of God and the Father is the Son, and the light is the Spirit sent from him to us; through whom we have been sealed, being reformed into the first image; through whom we have also been taught the truly good things, for the sake of which we have also received the noetic gladness that comes into mind and heart, being confirmed toward the hope of the good things to come. The angels see the face of God continually, but men see the light of his face. And the face of the Lord is the spiritual contemplation of all things on earth; and the light of his face is the partial knowledge of these same things; if indeed, according to the wise woman of Tekoa, David was as an angel of God, knowing all things on the earth. And what then is the face of God and the Father, whose light has been marked upon us? The Son of God, the unvarying image; and for this reason he says: "He who has seen me has seen my Father." And it has been marked upon us, having shown us to be conformed to himself, and having engraved the illumination through his own Spirit as a divine image upon those who believe in him. You have given gladness into my heart. Thus, he says, I have marveled at those who dare to say: "Who will show us the good things?" although it is possible from present things to be confirmed toward things to come. For we have received pledges of the coming gentleness in abundance, namely the Creator's care and providence in this world.
Χαρίζεται γὰρ τῇ φιλοτίμῳ δεξιᾷ τὰ ἀναγκαῖα πρὸς τὸ ζῇν· καὶ καθίησι μὲν ὑετοὺς, τὰς δὲ ἐξ ἀγρῶν εὐκαρπίας ἀνίησι κατὰ καιρούς. Ὁ τοίνυν ἀμφιλαφῶς χορηγήσας τὰ ζωαρκῆ, πῶς ἂν διαψεύσαιτο χαριεῖσθαι λέγων τὰ μετὰ τόνδε τὸν βίον; Ἐμοὶ οὖν ἔδωκας εὐ φροσύνην εἰς τὴν καρδίαν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με. (, ) Κατὰ δὲ τὸν θεῖον Κύριλλον, ἐπὶ τὸ αὐτὸ καὶ ὁμοῦ τοῖς ἄλλοις ἁγίοις τὸν ὕπνῳ ἐοικότα δέξομαι θάνατον· πλὴν ἐν εἰρήνῃ, μὴ ἔχων τὴν ἁμαρτίαν, ἡ ἐστιν ἔχθρα εἰς Θεόν· καὶ οὕτω καταλύσας τὸν βίον, κατοικισθήσομαι παρὰ Θεοῦ καὶ ἐπ' ἀγαθαῖς ἐλπίσι, τουτέστι βεβαίαν καὶ ἀκράδαντον τὴν ἐλπίδα ἕξω. Τὸ δὲ κατὰ μόνας ὑπεμφήνειεν ἂν, ὅτι ἰδικὸς καὶ ἐξαίρετός ἐστι τῶν ἁγίων ὁ κλῆ ρος· οὐ γὰρ ἀναμὶξ ἔσονται τοῖς πονηροῖς, ἀλλ' οἷον ἐξῃρημένοι καὶ κατὰ μόνας. Ἐκείνοις μὲν γὰρ πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ τοῦ ποτηρίου μερὶς, τούτοις δὲ τὸ βασιλεύειν ἡτοίμασται καὶ ἀκαταλήκτως ἐντρυφᾷν τοῖς ἄνωθεν ἀγαθοῖς.
For he grants the necessities for living by his generous right hand; and he sends down rains, and releases the fruitful harvests from the fields in their seasons. He, then, who has abundantly supplied the things that sustain life, how could he prove false when he says that he will grant the things after this life? For you have given gladness to my heart. In peace I will lie down together and sleep; for you, Lord, have settled me alone in hope. But according to the divine Cyril, together and at once with the other saints I will receive the death that resembles sleep; except in peace, not having sin, which is enmity toward God; and thus, having ended this life, I will be settled by God and in good hopes, that is, I will have hope firm and unshaken. And the phrase "alone" might suggest that the lot of the saints is peculiar and exceptional; for they will not be mingled with the wicked, but as it were set apart and alone. For to those, fire and brimstone and a spirit of tempest is the portion of the cup, but for these, to reign has been prepared and to delight unceasingly in the good things from above.
ΨΑΛΜΟΣ Εʹ.
Σύνες τῆς κραυγῆς μου. (, ) Τὸ σύνες ἐνταῦθα ἀντὶ τοῦ Κατεξέτασον καὶ βασάνισον τῆς ἐμῆς κραυγῆς τὸν σκοπόν. Οὐ γὰρ αἰτῶ τι τῶν ἀνθρωπίνων ἢ τῶν ἀπᾳδόντων τοῖς σοῖς, ὦ Δέσποτα, νόμοις· ἐκεῖνα δὲ μᾶλλον, ἃ καὶ τοῖς λαβοῦσι χρήσιμά τε καὶ ἀναγ καῖα πρὸς σωτηρίαν, καὶ τῇ σῇ φιλοτιμίᾳ χαρίζε σθαι πρέπει. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Εἴη δ' ἂν πρωΐα καὶ ὁ τῆς τοῦ Σωτῆρος ἐπιδημίας καιρός· τότε γὰρ δεκταὶ γεγόνασιν αἱ πάντων εὐχαί. ( 9) Μέγα εἰς ἁγνείαν καύχημα τὸ ἐκ πρωΐας τῆς αὐτῆς παρίστασθαι τῷ Θεῷ, καὶ φθάνειν ἐν εὐχαριστίᾳ τὸν ἥλιον· Οὕτω γὰρ, φησὶν, ἐπόψομαι τὰ θεῖα καὶ ἅγιά σου μυστήρια, ἃ ἡτοίμασας τοῖς ἀγαπῶσί σε. Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, κ.τ.λ. Τοὺς μὲν ἐν τῇ πολιτείᾳ πταίοντας, ἐργαζομένους τὴν ἀνομίαν ὠνόμασεν· τούτους δὲ μισεῖ ὁ Θεὸς τοὺς ἀποπεσόντας τῆς ἀληθείας. Ἑτεροδόξους, λαλοῦντας ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός· καὶ τήρει
διαφορὰν τοῦ Ἐμίσησας καὶ Ἀπολεῖς· πρῶτον μὲν εἰ χεῖρον τοῦ Ἀπολεῖς τὸ Ἐμίσησας· δεύτερον δὲ, διὰ τί τὸ μὲν εἰς παρεληλυθότα ἔκλινε χρόνον, τὸ δὲ εἰς μέλλοντα. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου, κ.τ.λ. Ἐγὼ, φησὶν, ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου· οὕτω γὰρ λέγειν δυνήσομαι, τὸ Πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι, καὶ ὡς ἠλεη μένος σὺν εὐλαβείᾳ προσκυνήσω σοι ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ἀμελούμενα, μείζονα γίνεται τῶν ἁμαρτημάτων τὰ τραύματα· καὶ οὐ μέχρι τραυμάτων ἵσταται τὰ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ θάνατον τίκτει τὸν ἀθάνατον.
PSALM 5.
"Give heed to my cry." Here "give heed" stands for "Examine and scrutinize the purpose of my cry." For I do not ask for any of the human things, or of those that are discordant with your laws, O Master; but rather for those things which are both useful and necessary for salvation to those who receive them, and which it is fitting for your generosity to bestow. "In the morning you will hear my voice." The morning would also be the time of the Savior's visitation; for then the prayers of all became acceptable. (9) It is a great boast unto purity to stand before God from the morning, and to anticipate the sun in thanksgiving; "For thus," he says, "I shall behold your divine and holy mysteries, which you have prepared for those who love you." "You have hated, O Lord, all those who work lawlessness," etc. Those who stumble in their conduct he has called "workers of lawlessness"; and God hates these, those who have fallen away from the truth. Heretics, speaking a lie, he has named, whom God will destroy; and observe
the difference between "You have hated" and "You will destroy": first, whether "You have hated" is worse than "You will destroy"; second, why the one inclines to past time, the other to future. "But I, in the abundance of your mercy," etc. "I," he says, "by your mercy shall enter into your house"; for thus I shall be able to say, "In the morning I shall stand before you and behold," and, as one who has been shown mercy, with reverence I shall worship you in spirit and in truth. For when neglected, the wounds become greater than the sins; and the things of disease and infirmity do not stop at wounds, but also give birth to death—the death that is deathless.
ΨΑΛΜΟΣ ςʹ.
Κυρίλλου ἐκ τοῦ εἰς Ψαλτήριον ὑπομνήματος, ῥητοῦ προκειμένου· "Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με." Καίτοι ταῦτα ἀκούσας παρὰ τοῦ προφήτου, μεμένηκεν ἀσφαλής· οὐ κατώλισθεν εἰς τὸ ῥᾴθυμον, οὐκ ἀνῆκε τοῦ τόνου· ἀλλὰ καίτοι λίαν ἡσθεὶς ἐπὶ τῇ τοῦ συγχωρήσαντος ἡμερότητι, καὶ χαριστηρίους ἀνατείνας ᾠδὰς, οὐδὲν ἧττον ἄθυ μος ἦν ὅτι προσκέκρουκεν ὅλως· πρέπει γὰρ ἁγίοις ἐπαινεῖσθαι μᾶλλον ἢ συγγινώσκεσθαι. Μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Λέγων δὲ, "Μὴ τῇ ὀργῇ σου παιδεύσῃς με," παραιτεῖσθαί πως ἔοικε τοῦ νομικοῦ γράμμα τος τὴν ἀποτομίαν. Ἀθετήσας γάρ τις νόμον Μω σέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· τοιγάρτοι καὶ κατακρίσεως διακονίαν ὁ θεσπέσιος Παῦλος τὸν νόμον ὀνομάζει· δεδικαίωκε γὰρ οὐδένα, πικρὰς δὲ τοὺς ἁμαρτάνοντας ἐζήτει δίκας. Οὐκοῦν τῆς ἐν νόμῳ παιδεύσεως ἀμείνων ἐστὶν ἀσυγκρίτως ἡ διὰ Χριστοῦ· ἡ μὲν γὰρ εἰς ἔλεγχον ἔκειτο τῶν ἠσθενηκότων, καὶ εἰς κατάκριμα τῶν παραβαινόντων, ἡ δὲ εἰς δικαίωσιν τῶν ἠσθενηκότων. Ὃ τοίνυν εἴπομεν, οὐ παρακαλεῖ μὴ ἐλεγ χθῆναι, ἀλλὰ μὴ θυμῷ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Οὐκ εἶπεν· Ἄνες μοι, οὐδὲ ἔνδος μοι, ἀλλ' Ἴασαι· τὰ γὰρ πρότερα ἀξιοῖ τραύματα ἀφανισθῆναι. Προσελθὼν γὰρ ὡς ἰατρῷ πνευμάτων τῷ Θεῷ, καὶ ὁμολογήσας τῆς φύσεως τὴν ἀσθένειαν, αἰτεῖ τὴν ἐπικουρίαν· καὶ Διψῶ τὴν ἴασιν, λέγων, ἐν κακοῖς με γεγονότα ἐλέῳ θεράπευσον. Ἐξ ἀσθενείας γὰρ ἦλθον ἐπὶ τὸ πάθος. Τίς δὲ ἡ ἀσθένεια; Ἐξηρ θρώθη τὰ ὀστᾶ μου, καὶ διελύθη ἀπὸ τῆς μετ' ἀλλή λων ἁρμονίας.
PSALM 6.
From Cyril's commentary on the Psalter, with the stated verse: "O Lord, do not rebuke me in your anger." And yet, having heard these things from the prophet, he remained secure; he did not slip into carelessness, he did not relax his tension; but although he was greatly pleased at the gentleness of the one who forgave us, and had raised up songs of thanksgiving, he was nonetheless disheartened that he had stumbled at all; for it is fitting for the saints to be praised rather than pardoned. Nor chasten me in your wrath. In saying, "Nor chasten me in your wrath," he seems in some way to be declining the severity of the legal letter. For one who has set aside the law of Moses dies without mercies on two or three witnesses; and so the divine Paul also calls the law a ministry of condemnation; for it has justified no one, but sought bitter penalties for those who sin. Therefore the chastening through Christ is incomparably better than that in the law; for the one was appointed for the conviction of the weak and for the condemnation of transgressors, but the other for the justification of the weak. What then we have said: he does not ask not to be rebuked, but not in wrath. Have mercy on me, O Lord, for I am weak. He did not say, "Release me," nor "Indulge me," but "Heal me"; for he asks that the former wounds be done away. For having come to God as to a physician of spirits, and having confessed the weakness of nature, he asks for aid; and "I thirst for healing," he says, "having come to be in evils, cure me by mercy." For it was from weakness that I came into suffering. And what is the weakness? My bones were disjointed, and were dissolved from their harmony with one another.
Ὀστᾶ δὲ λέγει τοὺς σώφρονας λογι σμοὺς, τοὺς τὴν ψυχὴν διερείδοντας, καὶ τὰς λόγῳ ληπτὰς τῆς ψυχῆς δυνάμεις, αἳ καὶ ἀνέχουσιν αὐτὴν εἰς νοητικὴν εὐρωστίαν· οἷον ἐγκράτεια, φρόνησις, ἡ κατὰ Θεὸν ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς· ὧν οὐκ οὐσῶν ἐν ἡμῖν ἀσυγχύτως, ἤγουν ἐν κόσμῳ τῷ δεόντι διὰ τοῦ τὴν ἰδίαν ἔχειν ἰσχὺν, πᾶσά πως ἀνάγκη ταράττεσθαι τὴν ψυχὴν, ἀτακτούντων ἐν αὐτῇ τῶν παθῶν. Τότε γὰρ οἷον ἐν σάλῳ γινομένη κοσμικῶν ἡδονῶν κινδυνεύει δεινῶς· ἀτονούσης γὰρ ἐν ἡμῖν τῆς ἀρε τῆς, κατακρατεῖ πάντως εἰς φαυλότητα κατασείουσα ἡδονή. Ὅτι δὲ ὀστᾶ τροπικῶς νοηθεῖεν ἂν αἱ νοηταὶ τῆς ψυχῆς δυνάμεις, καθ' ἃς ἔχει τὴν εἰς τὸ εὖ εἶναι σύστασιν καὶ διαμονὴν, αὐτὸς ὁ Δαβὶδ ἑρμηνεύει τοῦ λόγου τὸ αἴνιγμα, δι' ὧν ἐπήγαγε τοῖς εἰρημένοις. ὅτι Ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Οἶμαι δὲ καὶ ἕτερόν τι κατασημαίνεσθαι, διὰ τοῦ φάναι τὸν Ψάλλοντα ταραχὴν ὑπομεῖναι τὰ ὀστᾶ αὐτοῦ. Ἔκτισε μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ὁ Θεός· ἐπεὶ δὲ τὴν δοθεῖσαν πεπάτηκεν ἐντολὴν ὁ προπάτωρ Ἀδὰμ καὶ παρώλισθεν εἰς παράβασιν, ἐπάρατος ἦν εὐθύς. Εἴρηται γὰρ πρὸς αὐτόν· "Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Τεταράχθαι τοίνυν καὶ κατὰ τοῦτον οἶμαι τὸν τρόπον τὰ πάντων ὀστᾶ, ἅτε δὴ λυθείσης εἰς θάνατον τῆς σαρ κός· εἰσέδραμον γὰρ καὶ αὐτὴν τὴν ψυχὴν θόρυβοί τε καὶ πτοῖαι, καὶ ἡ τῶν παθῶν τυραννίς. Φθαρτοῦ γὰρ ἅπαξ γεγονότος τοῦ σώματος, τὰ τῆς φθορᾶς ἐν αὐτῷ βεβλάστηκε πάθη, καὶ ὁ
He calls "bones" the prudent reasonings, which support the soul, and the powers of the soul that are graspable by reason, which also hold it up into noetic vigor—for example, self-control, prudence, courage according to God, chastity, righteousness, and, simply put, every form of virtue. When these are not in us without confusion—that is, in the proper order, by each having its own strength—there is every necessity that the soul be disturbed, since the passions are in disorder within it. For then, as it were, being in a swell of worldly pleasures, it is terribly in danger; for when virtue is weakened in us, pleasure, dashing us down into wickedness, wholly prevails. But that "bones" would be understood tropologically as the noetic powers of the soul, according to which it has its constitution and permanence for well-being, David himself interprets the riddle of the word, through what he added to what was said: "My soul was greatly disturbed. Because my bones were disturbed." But I think something else too is signified by the Psalmist's saying that his bones underwent disturbance. For God created man for incorruption; but since our forefather Adam trampled the commandment given and slipped away into transgression, he was immediately accursed. For it was said to him: "Earth you are, and to earth you shall depart." I think, then, that in this way too the bones of all were disturbed, since the flesh was dissolved into death; for tumults and terrors and the tyranny of the passions rushed in even upon the soul itself. For once the body had become corruptible, the passions of corruption sprouted in it, and the
τῆς ἁμαρτίας εἰσέδυ νόμος, ὁ ἐν τοῖς μέλεσι τῆς σαρκὸς, ὁ ἀντιστρατευόμενος καὶ αἰχμαλωτίζων τὸν νοῦν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων. Γέγονε τοίνυν ἴασις τῇ ἀνθρώπου φύσει, τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως ἡ δύναμις ἔπαυσε γὰρ τὴν φθορὰν, συνήγαγε τὰ πάντων ὀστᾶ κατεσκεδασμένα· πτοίας καὶ θορύβου παντὸς καὶ δειμάτων καὶ προσέτι παθῶν καὶ πλεονεξίας διαβο λικῆς ἐλευθέραν ἀπέφηνε τὴν ἀνθρώπου φύσιν. Καὶ σὺ, Κύριε, ἕως πότε; Μᾶλλον δὲ εἰ χρή τι καὶ μυστικώτερον εἰπεῖν, οὐκ ἐπιτιμᾷ τοῖς τοῦ Θεοῦ κρίμασιν ὁ προφήτης, οὔτε μὴν ὡς μέλλοντα καὶ ἀναδυόμενον τὴν ἐπικουρίαν καταιτιᾶται τὸν τῶν ὅλων Δεσπότην, περιεργάζεται δὲ μᾶλλον τὸν τῆς ἐπιδημίας καιρὸν τοῦ εἰς τέλος ἐγηγερμένου Χριστοῦ κατὰ τὴν ὀγδόην. Πότε γὰρ, φησὶν, ἐλεύσῃ ὁ διὰ τῆς ἀναστάσεώς σου τὴν ἴασιν ἡμῖν χαρισόμενος; Ἔστι δὲ τὸ ἕως πότε καὶ τῆς χρονίας μετανοίας παραστατικόν. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. ( 11) Ὁ γὰρ ἅπαξ τοῖς τοῦ θανάτου βρόχοις ἁλοὺς, ἀπρακτήσει ἂν πρὸς πᾶσαν ἀρετήν. "Οὐκ ἔστιν, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου," τουτέστιν ὁ τὰς ἐντολὰς τηρῆσαι δυνά μενος, τῆς βοηθείας τοῦ πνεύματος μὴ συμπαρούσης. [Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Τὸ Ἐκοπίασα φησὶν ἀντὶ τοῦ Κοπιάσω. Ἔσται δὲ τοῦτο σαφὲς διά γε τῶν ἐφεξῆς κειμένων. Οὐ γὰρ Ἔλουσα τὴν κλίνην μου, φησὶν, ἀλλ' οὐδὲ Ἔβρεξα τὴν στρωμνήν μου, ἀλλ' ἐπ' ἀμφοῖν τὸ Λούσω, καὶ Βρέξω φησίν.
The law of sin crept in, the law in the members of the flesh, which wars against and takes captive the mind into any whatsoever of the things out of place. There has come, therefore, healing to the nature of man; the power of the Only-Begotten's becoming man has put an end to corruption, has gathered together the bones of all that were scattered abroad; it has shown the nature of man free from every panic and tumult and terror, and besides from passions and diabolical greed. And you, Lord, how long? Or rather, if one must speak somewhat more mystically, the prophet does not rebuke the judgments of God, nor does he accuse the Master of all things as though the help were future and delayed, but he inquires rather into the time of the visitation of Christ, who was raised up at the last, according to the eighth. For when, he says, will you come, you who through your resurrection will grant us healing? And the "how long" is also indicative of long-continued repentance. For there is not in death one who remembers you. For he who has once been caught in the snares of death will be inactive toward every virtue. "There is not," he says, "in death one who remembers you," that is, one able to keep the commandments, since the help of the Spirit is not present with him. I labored in my groaning. He says "I labored" instead of "I will labor." And this will be clear from what follows. For he does not say "I washed my bed," nor "I wet my couch," but in both cases he says "I will wash" and "I will wet.
Ὑπισχνεῖται γὰρ ἔσεσθαί τις φιλοπονώτατος, καὶ τὸν ἀνειμένον καὶ ἄφετον οὐκ ἀγαπήσειν βίον.] Διδάσκει δὲ καὶ ἡμᾶς ὅτι τοὺς εὐαρε στεῖν ἐθέλοντας τῷ Θεῷ, οὐκ ἀργίας καιρὸν ὕπνου τε καὶ ῥᾳθυμίας ἡγεῖσθαι προσήκει τὰ τῶν νυκτῶν διαστήματα (κτηνοπρεπὲς γὰρ τοῦτο καὶ ἀλογώτατον), πόνου δὲ μᾶλλον καὶ ἀϋπνίας τῆς ἐπ' ἀγαθοῖς. Ἄριστον γὰρ τὸ ἐν ἡσυχίαις μάλιστα καὶ κατὰ μόνας μονονουχὶ Θεῷ διαλέγεσθαι διὰ συχνῆς προσευχῆς, καὶ ἐφ' οἶς μὲν ἤδη κατεγνώσμεθα, συγγνώμην αἰτεῖν· τὰ δὲ ψυχωφελῆ ζητεῖν παρ' αὐτοῦ, καὶ ᾠδὴν αὐτὸν καὶ μέλος ποιεῖσθαι. Ἐταράχθη ἐν θυμῷ [ γρ. ἀπὸ θυμοῦ] ὁ ὀφθαλμός μου. Τάχα δὲ ὑπονοστεῖ ὁ Προφήτης πρὸς ἀνάμνησιν τῶν τῇ ἀνθρώπου φύσει συμβεβηκότων διὰ τὸ προσκροῦσαι Θεῷ τὴν τοῦ γένους ἀρχὴν, του τέστι τὸν Ἀδάμ. Πρὶν μὲν γὰρ ὀλιγωρῆσαι τῆς θείας ἐντολῆς, καθαρὸν εἶχε τὸν ὀφθαλμὸν, θεοπτίας ἔμπλεων καὶ ἐννοιῶν ἀγαθῶν, καὶ ἦν ἀθώλοτος, ἕτι τῷ θείῳ φωτὶ καταλαμπόμενος. Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου. Ἐξηγεῖται δὲ τίνα τρόπον εἰς πέρας ἐκβέβηκε τὰ τῆς εὐθυμίας αὐτῷ· εἰσηκοῦσθαι γάρ φησι τὴν φωνὴν τοῦ κλαυθμοῦ αὐτοῦ, δεκτήν τε γενέσθαι τὴν προσευχήν. Φωνὴν δέ φησιν, οὐχὶ πάν τως τὴν διὰ χειλέων, ἐκείνην δὲ μᾶλλον τὴν ἐκ πραγμάτων μονονουχὶ πρὸς Θεὸν πεμπομένην. Ὥσπερ γάρ ἐστιν ἁμαρτίας φωνὴ, κατὰ τὸ εἰρημένον πρὸς Κάϊν, "Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με," οὕτω καὶ μετανοίας ἐστὶ φωνὴ, ἧς ἀκούει Θεός. Καὶ οὐ δήπου φαίη τις ἂν, ὅτι φωνὴν ἔντονον αἰτεῖ, οὐ γὰρ οὕτω προσεύχεσθαι προστετάγμεθα.
For he promises that he will be most industrious and will not love the slack and unrestrained life. He also teaches us that those who wish to please God ought not to regard the intervals of the night as a time of idleness, sleep, and ease (for this is brutish and most irrational), but rather of labor and wakefulness for good things. For it is best, especially in quiet and solitude, almost to converse with God through frequent prayer, and to ask forgiveness for the things we have already been condemned for, and to seek from him the things profitable to the soul, and to make him our song and melody. My eye was troubled in anger [variant: from anger]. Perhaps the Prophet is hinting at the remembrance of what befell human nature because the beginning of the race, that is Adam, stumbled against God. For before he slighted the divine commandment, he had a pure eye, full of the vision of God and of good thoughts, and was undefiled, still illumined by the divine light. The Lord has heard my supplication. He explains in what manner the matters of his good cheer have come to pass: for he says that the voice of his weeping was heard, and his prayer was accepted. And he says "voice," not certainly that through the lips, but rather that which is sent, almost as it were, to God from deeds. For just as there is a voice of sin, according to what was said to Cain, "The voice of your brother's blood cries out to me," so also there is a voice of repentance, which God hears. And surely no one would say that he asks for a loud voice, for we have not been commanded to pray in that way.
Κραυγὴν δὲ πάλιν ἐν τούτοις φησὶ τὴν ἐκ πόνου λιτὴν, ᾗ κε χρῆσθαι τοὺς ἁγίους ἔθος. Αἰσχυνθείησαν καὶ ταραχθείησαν. Καὶ οἱ τῆς κακίας δὲ εὑρεταὶ καὶ διδάσκαλοι δαίμονες ἀποστρέφονται καὶ ὀπίσω πίπτουσιν, ἀφόρητον ὑπομένοντες τὴν τροπήν· πρῶτον μὲν διὰ τὴν παρὰ τοῦ σώζοντος Θεοῦ ἀντίλεξιν, ἔπειτα δὲ διὰ τὸ θέλειν ἡμᾶς ἀπανίστασθαι μὲν τῶν ἀρχαίων ἀῤῥωστημάτων, μεταφοιτᾷν δὲ νεανικῶς εἰς τὸ κατευμεγεθεῖν ἁπάσης φιλοσαρκίας, καὶ τῆς ἐν τῷδε τῷ βίῳ τύρβης οὐδένα ποιεῖσθαι λόγον, εἰς μόνα δὲ βλέπειν τὰ ἀρέσκοντα Θεῷ, καὶ ἐπ' αὐτὰ τρέχειν ἀμεταστρεπτί. Ἀνδριζομένοις γὰρ οὕτω συνέσται Χριστὸς ὁ πάντων ἡμῖν τῶν ἀγαθῶν καὶ δοτὴρ καὶ πρύτανις.
ΨΑΛΜΟΣ Ζʹ.
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. Σὺ δέ μοι ὅρα, ὅτι σε τοσαύταις ἐγγυ μνασθέντα νίκαις, πάλιν ἀπολύει πρὸς ἑτέρους ἀγῶ νας ὁ λόγος, πάλιν ἀλείφει τῇ τῶν πειρασμῶν προσ βολῇ. Ὁ αὐτὸς γὰρ πολέμιος, ὁ Ἀβεσσαλὼμ ἐκεῖνος, ὥσπερ ἀναγεννηθεὶς ἐξ ἡμῶν, τὸν καθ' ἡμῶν ἐξαρτύεται πόλεμον· ὃν ἀνατρέπει φονῶντα καθ' ἡμῶν ἡ ἡμετέρα περὶ τοῦ πράγματος εὐβουλία· μᾶλλον δὲ ἡ παρὰ τοῦ Θεοῦ συμμαχία. Ἥ γε μὴν σώζουσα ἡμᾶς γνώμη, ἀγχόνη γίνεται τοῦ ἀντικειμένου· αὕτη δέ ἐστιν, τὸ ἴσον εἰς κακίαν ἡγεῖσθαι, ἄρχειν τε ἀδικίας καὶ ἀμύνεσθαι τὸν κατάρξαντα. Ὁριστὴς γὰρ τῆς καθ' ἑαυτοῦ τιμωρίας ὁ Δαβὶδ γίνεται, εἰ εὑρεθείη κακοῦ τὸ κακὸν ὥσπερ ἐν συναλλάγματι διαμείψας, καὶ ἀντιδοὺς παρεσχημένοις ὃ ἔλαβε. Εἰ ἔστιν ἀδικία ἐν χερσί μου.
Again in these words he calls "cry" the plain petition that comes from labor, which the saints are accustomed to use. Let them be ashamed and troubled. And the demons, the inventors and teachers of wickedness, are turned back and fall backward, enduring the rout intolerably: first because of the contradiction from God who saves, and then because we wish to rise up from our old infirmities and to pass over with youthful vigor to prevail over all fleshly lust, and to make no account of the turmoil in this life, but to look only at the things pleasing to God and to run toward them without turning back. For Christ, the giver and president of all our good things, will be with those who are thus manly.
PSALM 7.
To the Lord concerning the words of Chusi the son of Jemeni. But you, observe for me, that after being pledged by so many victories, the word again releases you to other contests, again anoints you with the assault of temptations. For the same enemy, that Absalom, as if reborn from us, prepares war against us; our own good counsel concerning the matter overthrows him as he rages against us—or rather, the alliance from God. Indeed, the judgment that saves us becomes a noose for the adversary; and this is it: to reckon equal in wickedness both to begin injustice and to avenge oneself on the one who began it. For David becomes the setter of the boundary of his own punishment, if evil should be found to have exchanged evil as in a transaction, and to have given back in return to those who provided what he received. If there is injustice in my hands.
Τάχα δὲ οὐ τὸ πάντη ἐλεύθερον ἀδικίας ἑαυτῷ ὁ Δαβὶδ μαρτυρεῖ (ἠδίκησε γὰρ τὸν Οὐρίαν), ἀλλὰ τοῦτο λέγει, ὅτι Ἐν τῇ κατὰ τὸν παῖδα ὑποθέ σει, καθαρός εἰμι καὶ ἀνυπαίτιος· οὐδὲν γὰρ αὐτὸν ἠδίκησα, οὔτε τοὺς μετ' αὐτοῦ, ὥστε καὶ εὐάφορμον αὐτοῖς γενέσθαι τὴν κατ' ἐμοῦ δίωξιν. Εἶτα καὶ τὸ ἀμνησίκακον προβάλλεται, ἐκκαλούμενος δι' αὐτοῦ εἰς ἔλεον τὸν Θεόν. Καὶ δῆλον ἀφ' ὧν ἐπάγει· λέγει γάρ· "Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά." Ἀποπέσοιμι ἄρα τῶν ἐχθρῶν μου κενός. Τουτέστιν ἀπολισθήσαιμι καὶ τιμῆς καὶ δόξης ἁπάσης, καὶ γενοίμην ὡς χοῦς ὑπὸ πόδας ἐχθρῶν μου. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου. Ὅπερ οὖν ἔφην, μεταπεφοίτηκεν ὁ λόγος εἰς Χριστὸν, καὶ αὐτὸν ἀναστῆναι παρακαλεῖ οὐ κατὰ τοῦ Ἀβεσσαλὼμ (πῶς γὰρ, ὑπὲρ οὗ παρεκά λει λέγων· "Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ;"), ἀλλ' ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἀναστῆ ναι παρακαλεῖ τὸν Θεὸν, ὥσπερ ἐξ ἠρεμίας τῆς πάλαι μακροθυμίας ἐν ὀργῇ καὶ κινήσει κατὰ τῶν περά των τῶν ἐχθρῶν αὐτοῦ. Πλεῖστοι μὲν οὖν οἱ τῆς ἀν θρωπότητος ἐχθροὶ, τουτέστιν οἱ πονηροὶ καὶ ἀλιτήριοι δαίμονες· πέρατα δὲ αὐτῶν νοηθεῖεν ἂν οἱ προὔ χοντες τῶν ἄλλων καὶ ὑπερκείμενοι, οἷον ὁ Σατανᾶς καὶ οἱ ἐγγὺς, ἤγουν οἱ κοσμοκράτορες τοῦ σκότου. Τούτων κατεξανέστη Χριστός. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω. Ἐνταῦθα σαφῶς περὶ τῆς θεοφανείας τοῦ Σωτῆρος εὐαγγελίζεται. Ἄνωθεν γὰρ διὰ τῶν πατριαρχῶν ταύτην ἡμῖν τὴν σωτηρίαν ὑπέσχετο·
Perhaps David does not testify that he is entirely free from injustice (for he did injustice to Uriah), but he says this: that in the matter concerning the servant, I am clean and blameless; for I did no injustice to him, nor to those with him, so that their pursuit against me should even become easy for them. Then he also sets forth his forgetfulness of wrongs, calling God through it to mercy. And this is clear from what he adds; for he says: "If I have repaid those who repaid me with evils." May I then fall away from my enemies empty. That is, may I slip away from all honor and glory, and may I become like dust under the feet of my enemies. Arise, O Lord, in your anger. What I said, then: the word has passed over to Christ, and it urges him to arise, not against Absalom (for how could it, when he pleaded on his behalf, saying: "Spare me the boy Absalom"?), but it urges God to arise on behalf of all humanity, as if from the stillness of his former long-suffering into anger and movement against the ends of his enemies. Very many, then, are the enemies of humanity, that is, the wicked and sinful demons; and their ends would be understood as those who are foremost and preeminent among the others, such as Satan and those near him, namely the rulers of the darkness of this world. Against these Christ has risen up. And be awakened, O Lord my God, in the command which you commanded. Here he clearly proclaims the gospel concerning the manifestation of the Savior. For from of old, through the patriarchs, he promised us this salvation.
καί γε μεμέστωται ἡ θεία Γραφὴ τῶν τοῦ Σωτῆρος φωνῶν, προϋπισχνουμένου διὰ προφητῶν ἁγίων ὡς ἥξει κατὰ καιροὺς, καὶ ἐξελεῖται τὴν ὑπ' οὐρανὸν, καὶ οὐκ ἐν μόνῃ τῇ Ἰουδαίᾳ ποιήσεται τῆς ἐνούσης αὐτῷ ἡμερότητος τὴν ἐπίδειξιν, ἀλλὰ γὰρ καὶ ἐπισκέψεται πάντα τὰ ἔθνη· καὶ γοῦν ἐλπὶς ὠνόμασται τῶν ἐθνῶν. Ἐπέφανε γὰρ τῷ κόσμῳ παντὶ Θεὸς ὢν Κύριος καὶ φῶς τὸ ἀληθινὸν, δι' οὗ καὶ αὐτὸν ἐγνώ καμεν τὸν Πατέρα, τῆς ἀρχαίας ἀχλύος ἐσκεδασμέ νης, τῆς ἐν τῷ πλανᾶσθαι, φημὶ, καὶ ἀναλάμψαντος ἡμῖν ἑωσφόρου κατὰ τὸν νοῦν, καὶ διαυγαζούσης ἡμέρας, ἀνίσχοντος δὲ καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου, τουτέστι τοῦ Χριστοῦ. Ἐξεγέρθητι τοίνυν, φησὶ, κατὰ τὸ πρόσταγμα, ὃ ἐνετείλω, ἤγουν ὃ ἐπηγγείλω ποιήσειν· τοῦτο γὰρ ἐνταῦθα δηλοῖ τὸ ἐντείλασθαι. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Τάχα δὲ τὸ, εἰς ὕψος ἐπίστρεψον, ἢ τὸν τίμιον αἰνίττεται σταυρὸν, εἰς ὃν ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας· ἢ τὴν εἰς οὐρανοὺς τοῦ Χριστοῦ ἀναφοίτησιν· ἐπορεύθη γὰρ ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν. Πῶς ὑπὲρ ἡμῶν; Ἡμῖν ἐγ καινίζων πρόσφατον ὁδὸν καὶ ζῶσαν, ἵνα καὶ αὖθις βάσιμος ὑπάρχῃ λοιπὸν ὁ οὐρανὸς, καὶ εἰσερχώμεθα εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ἀρξαμένου καὶ τοῦδε τοῦ ἐν πᾶσι πρωτεύοντος, δηλονότι Χριστοῦ. Κύριος κρινεῖ λαούς. Εἴρηται δὲ ἐνταῦθα, τὸ κρινεῖ, ἀντὶ τοῦ, δικάσει. Ἐδίκασε γὰρ ἡμῖν τε καὶ τῷ Σατανᾷ· καὶ τὸν μὲν ὡς πλεονεκτήσαντα τὴν ὑπ' οὐρανὸν, τῆς κατὰ πάντων τυραννίδος ἀπώσατο· τοὺς δὲ τὴν ἀφό ρητον ὑπομείναντας πλεονεξίαν, κατηλέησεν ὡς Θεὸς καὶ τῇ πίστει ἐδικαίωσε. Κρῖνόν με,
And indeed the divine Scripture is filled with the words of the Savior, who promises beforehand through the holy prophets that he will come in due seasons and will deliver those under heaven, and will not make the display of the gentleness that is in him in Judea alone, but will also visit all the nations; and indeed he has been named the hope of the nations. For the Lord, being God, has appeared to the whole world, and the true light, through which we have also come to know the Father himself, the ancient mist having been scattered—the mist, I mean, that consists in wandering—and the morning star having shone upon us in the mind, and the day having grown bright, and the sun of righteousness having arisen, that is, Christ. Awake, then, he says, according to the command which you commanded, that is, which you promised to do; for this is what "to command" means here. And for her sake turn upward. Perhaps "turn upward" hints either at the precious cross, to which he carried up our sins, or at the ascent of Christ into the heavens; for he went to appear before the face of the Father on our behalf. How on our behalf? Inaugurating for us a new and living way, so that heaven may henceforth be walkable again, and we may enter into the inner part of the veil, this too having been begun by the one who is first in all things, clearly Christ. The Lord will judge the peoples. Here "will judge" is said in place of "will decide." For he decided between us and Satan; and the one, as having taken possession of what is under heaven, he drove away from his tyranny over all; and those who endured his insatiable greed he pitied as God and justified by faith. Judge me,
Κύριε, κατὰ τὴν δικαιοσύνην μου. Ἑτέρως δὲ εἰπὼν ὁ προφήτης, ὅτι Κύριος κρινεῖ λαοὺς, εἰσφέρει νῦν καὶ τὸ τῶν κρινο μένων πρόσωπον, τὴν οἰκείαν ὁμολογούντων ἀσθένειαν, οὔτω τε κριθῆναι παρακαλούντων, ὡς ἂν πρέ ποι τοῖς τῆς ἀνθρωπότητος μέτροις· ἑτέρα μὲν γὰρ, ὡς ἔφημεν, ἀγγέλων δικαιοσύνη πρέπουσα πάντως τῇ αὐτῶν φύσει· ἑτέρα δὲ ἡ ἀνθρώπων, σμικρὰ δηλονότι καὶ ἀναλόγως ἔχουσα τῇ τῆς φύσεως ἀσθενείᾳ. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. Συντελεσθήτω οὖν πονηρία ἁμαρτωλῶν, τουτέστι καταργηθήτω τοῦ διαβόλου ἡ τυραννὶς, καὶ τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων· ἵνα λοιπὸν δι' εὐθείας ὥσπερ καὶ λειοτάτης ἔρχοιτο τρίβου πρὸς τὴν εὐδόκιμον πολιτείαν πᾶς εἴτις ἐστὶ δικαιοσύνης ἐργάτης. Παροτρύνοντος γὰρ μηδενὸς ἐπὶ θάτερα, κατευθυνεῖ πάντως ὁδὸν αὐτοῦ ὁ δίκαιος· ἢ τάχα συν τελεσθῆναι τὴν ἐν τοῖς ἁμαρτωλοῖς πονηρίαν εὔχεται ὁ Προφήτης, τουτέστι παύσασθαι μετατιθεμένων αὐτῶν πρὸς ἀρετήν. Οὐκοῦν κατάληξιν ἁμαρτίας αἰτεῖ ἐν ἑκάστῳ τῶν ἐξ ἀσθενείας ὠλισθηκότων, ἵνα λοιπὸν ὁ δίκαιος κατευθύνηται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀποφανθῆναί τινα τῶν εἰς ἀρετὴν ἀνδραγαθημάτων ἀποτελεστὴν, πρὶν ἂν παύσηται τοῦ εἶναι πονηρός. Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Ἁρμόσει δὲ ὁ λόγος καὶ Ἰουδαίοις καὶ Ἕλλησιν· ἐπειδὴ γὰρ τὸ μὲν ἐν γνώσει πλημμε λεῖν, καταφρόνησίς ἐστιν ὁμολογουμένως· τό γε μὴν ἐν ἀγνοίᾳ τοῦτο δρᾷν, εὐάφορμον ἔχει τῆς συγγνώ μης τὴν αἴτησιν (πεπλάνηντο δὲ καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, οἱ μὲν ταῖς τῶν ἡγουμένων δυστροπίαις ἀποκομιζόμενοι πρὸς τὸ εὐπειθὲς, καὶ τὸν Λυτρωτὴν ἀγνοήσαντες·
O Lord, according to my righteousness. But the prophet, having said in another place that the Lord will judge the peoples, now also introduces the person of those who are judged, acknowledging their own weakness and thus entreating to be judged as befits the measures of humanity. For one righteousness, as we said, is that of angels, wholly fitting their nature; another is that of humans, evidently small and proportionate to the weakness of nature. Let the wickedness of sinners be consummated. Let the wickedness of sinners, then, be consummated—that is, let the tyranny of the devil and of the wicked powers with him be abolished, so that from then on every worker of righteousness may walk by a straight and, as it were, most smooth path toward the approved way of life. For when no one urges him toward the other side, the righteous man will surely direct his own way; or perhaps the prophet prays that the wickedness among sinners be consummated—that is, that they cease as they are changed toward virtue. Therefore he asks for the cessation of sin in each of those who have slipped through weakness, so that from then on the righteous man may be directed aright. For it is not possible, no, it is not possible, for anyone to be shown a perfecter of manly deeds toward virtue before he has ceased to be wicked. My help is righteous from God. And the word will suit both Jews and Greeks. For since to err in knowledge is admittedly a matter of contempt, while to do this in ignorance has an easy ground for the request of pardon (for both Jews and Greeks had gone astray—the one led away by the perversities of their leaders toward compliance, and ignorant of the Redeemer—
οἱ δὲ οὔπω τὸ θεῖον φῶς λαβόντες εἰς νοῦν, οὔτε μὴν ἐγνωκότες τίς ἐστιν ὁ φύσει καὶ ἀληθῶς Θεός)· διὰ τοῦτο ὁ ἐτάζων καρδίαν καὶ νεφροὺς, ἔγνω τούτους τε κἀκείνους πλημμελοῦντας ἐξ ἀμα θίας, καὶ ὡς ἀπό γε τοῦ μὴ εἰδέναι τὸ θέλημα τὸ Δεσποτικὸν, καὶ δικαίαν αὐτοῖς ἐκνενέμηκε τὴν ἐπικου ρίαν. Ὀφείλεται γὰρ τοῖς πεπλανημένοις ἡ ἐπι στροφὴ, τοῖς ἐσκοτισμένοις ὁ φωτισμὸς, τοῖς ἠσθενηκόσι τὸ ἐνισχύεσθαι παρ' αὐτοῦ. Διό φησιν· "Ἡ βοήθεια δικαία παρὰ τοῦ Θεοῦ." Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρό θυμος, κ.τ.λ. Ἐπωφελὲς μὲν οὖν τὸ παράγγελμα τοῖς τὸν ἄφετον καὶ ἀνειμένον ζῶσι βίον, ὅτι κριτὴς δίκαιος ὁ τῶν ὅλων Θεός. Ἔστι δὲ πρὸς τοῦτο καὶ ἰσχυρός. Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοί ξει; καὶ, Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ναὶ μὴν καὶ μακρόθυμος, μὴ παρὰ πόδας μηδὲ ὁμοῦ τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγων τοῖς ἁμαρτάνουσι. Πλὴν εἰ καὶ ἀνεξίκακος, οὐ χρὴ διὰ τοῦτο ἡμᾶς ῥᾳθυμεῖν. Μετακομιστέον δὲ πάλιν τοὺς λόγους καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν· ἐπιφωνήσοι γὰρ ἄν τις αὐτοῖς, ὡς εἰ μὴ θᾶττον ἀπόσχοιντο τῶν οἰκείων ἐπιτηδευμάτων, καὶ οἱ μὲν τοῦ τῇ κτίσει λατρεύειν ἀποσταῖεν, οἱ δὲ τὴν εἰς Χριστὸν πίστιν εἰσδέξαιντο, κριτῇ περιπεσοῦνται δικαίῳ καὶ ἰσχυρῷ, καὶ μακροθύμῳ μὲν, πλὴν εἰ μὴ ἀποδύσονται τὰ ἐγκλήματα, καὶ κολάζοντι· τοῦτο γὰρ διὰ τῶν ἐφεξῆς στίχων διδάσκει. Ἵνα γὰρ μὴ ἀκούοντες, ὅτι μακρόθυμος, ῥᾳθυμότεροι γένωνται, ἐπήγαγεν, ὅτι Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε. (, ) Στιλβώσει, ἀντὶ τοῦ, Γυμνώσει καθ' ὑμῶν τὴν μάχαιραν.
But those who have not yet received the divine light into their mind, nor indeed have known who is God by nature and truly—for this reason the one who searches heart and reins has known both these and those to be erring from ignorance, and, since they did not know the Master's will, he has apportioned to them a just assistance. For to those who have wandered, conversion is owed; to those who have been darkened, illumination; to those who have grown weak, being strengthened by him. Therefore he says: "Help is just from God." God is a just judge, and strong, and long-suffering, etc. The admonition is therefore beneficial to those living a loose and dissolute life, that the God of all is a just judge. And he is also strong for this. For if he shuts against a man, who will open? And, Who will turn away the uplifted hand? Indeed he is also long-suffering, not bringing his wrath upon sinners at their very feet nor together with their wickedness. Yet even if he is forbearing of evil, we must not for this reason be slack. But the words must be transferred again also to Israel and to those from the Gentiles; for one might cry out to them that, unless they quickly desist from their own practices—the one group from serving the creation, and the other from receiving faith in Christ—they will fall into a judge who is just and strong, and long-suffering indeed, but unless they strip off their accusations, also punishing; for he teaches this through the following verses. For lest, hearing that he is long-suffering, they become more slack, he added that He will make his sword gleam, he has bent his bow. He will make it gleam, instead of, He will bare his sword against you.
Φιλάνθρωπον δὲ τὸ κήρυγμα καὶ ἐξ ἡμερότητος τοῦ Θεοῦ προτεινόμενον τοῖς οὖσιν ἐν ἀσθενείαις· οὐ γὰρ ἁπλῶς, ὅτι γεγόνασιν ἐργάται τῶν πονηρῶν, ἠπείλησεν τὴν ῥομφαίαν αὐ τοῖς· ἀλλ' εἰ μὴ βούλοιντο θᾶττον ἐπιστρέφειν, ὅτι πάντη τε καὶ πάντως περιπεσοῦνται δεινοῖς, ἐφήσει νοεῖν. Ἐνέτεινε δὲ καὶ τὸ τόξον, ἕτοιμον ἔχων αὐτὸ τῶν τοῦ θανάτου σκευῶν, ἤτοι τῶν βελῶν, ἐπίμεστον, ἃ καὶ ἐξειργάσθαι φησὶν τοῖς καιομένοις, τοῖς τῆς γεέννης υἱοῖς [ υἱοὺς], οἳ κατὰ καιροὺς ἀκούσονται τοῦ Κριτοῦ λέγοντος· "Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι," καὶ τὰ ἑξῆς. Ῥομφαίαν γε μὴν τόξον τε καὶ βέλη καὶ σκεύη θανάτου, ἢ τὰς διαφορὰς τῶν κολάσεών φαμεν ὑποδηλοῦν, ἤγουν δυνάμεις τινὰς ἐπιφερούσας ἀναλόγως τοῖς ἑκάστου πλημμελήμασι τὰς δίκας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ ἐκ τῶν καθ'
ἡμᾶς πραγμάτων σχηματίζειν ἔσθ' ὅτε τὰ μὴ ἐμφανῶς, ἀλλ' ὡς ἐν κρυπτῷ καὶ νοήσει δρώμενα. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ἀκουέτωσαν ταῦτα καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, ὡς ταῖς ἀφύκτοις περιπεσοῦνται δίκαις, εἰ μὴ ἐπιστρέφειν ἕλοιντο, καὶ οἱ μὲν τῆς ἀρχαίας ἀπόσχοιντο πλάνης, οἱ δὲ τῇ μετανοίᾳ τὰ τῆς κυριοκτονίας ἐγκλήματα διασμήχοιντο. Ὠδίνησεν ἀδικίαν, κ.τ.λ. Λάκκον ὤρυξε, κ.τ.λ. Ἀλλὰ γὰρ προσεξεργαστέον καὶ ἔτι τὴν ψαλμῳδίαν. Οὐκοῦν λέγοιτο ἂν εἰκότως καὶ περὶ παντὸς ἁμαρτήματος, ὅτι ὁ ἁμαρτάνων συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν· ἀεὶ γάρ πως προανίσχουσι τῶν ἐν κακοῖς ἀποτελεσμάτων, διαλογισμοὶ πονηροί.
The proclamation is philanthropic and is offered from the gentleness of God to those who are in weaknesses; for he did not simply threaten the sword against them because they had become workers of evil things, but he will make them understand that, unless they wish to turn back quickly, they will utterly and in every way fall into terrible things. And he bent the bow, holding it ready, full of the instruments of death—that is, the arrows—which he says he has also wrought for those who are burned, the sons of Gehenna, who in due time will hear the Judge saying: "Depart from me, you cursed ones," and the rest. Indeed, by sword and bow and arrows and instruments of death, we say that either the different kinds of punishments are indicated, or certain powers that bring judgments proportionately to each one's offenses. But it is a custom of divinely inspired Scripture sometimes to shape things that are not manifest from our own affairs, but as done in secret and in thought. His arrows he wrought for those who are burned. Let both Jews and Greeks hear these things, that they will fall into inescapable judgments, unless they choose to turn back—the one group abstaining from their ancient error, and the other cleansing away the charges of the murder of the Lord by repentance. She travailed with iniquity, etc. He dug a pit, etc. But indeed we must work out the psalmody still further. Therefore it may reasonably be said also concerning every sin, that the one who sins conceived toil and brought forth lawlessness; for always, in some way, evil reasonings rise up before the outcomes of evils.
Ἁρμόσειε δ' ἂν τὸ ῥητὸν καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, οἳ συλλαβόντες, ἤγουν ἐν ὠδῖσι προεισδεξάμενοι, τῆς κατὰ Χριστοῦ δυσσεβείας τὰ σπέρματα, τῆς τοῦ διαβόλου σκαιότητος ταῦτα αὐτοῖς ἐνσπειράσης, ἐξέτεκον ἀνομίαν, τὴν κατ' αὐτοῦ δηλονότι. Ὠδίνησεν ἀδικίαν καὶ ἔτεκεν ἀνομίαν καὶ αὐτὸς ὁ Σατανᾶς· πειράζων μὲν γὰρ προσῆλθε κατὰ τὴν ἔρημον· εἶτα ἀπέστη μέχρι καιροῦ, καὶ εἰς πέρας ἤγαγε τὸν ἐξ ἀρχῆς τεθέντα σκοπόν. Κατέθηξε γὰρ ἐν αὐτῷ τὰς τῶν Ἰουδαίων καρδίας καὶ τὴν τοῦ προδότου ψυχὴν, ὃς δὴ καὶ κατ' αὐτὸν τὸν τῆς ἑαυτοῦ δυσσεβείας πα τέρα, φημὶ δὴ τὸν Σατανᾶν, συνέλαβε μὲν ἀδικίαν κατὰ τοῦ Χριστοῦ, αἰσχρῶν ἕνεκα λημμάτων, κατα προδοῦναι τοῖς φονῶσιν αὐτὸν βουλόμενος. Εἶτα καὶ ἔτεκεν ἀνομίαν· λαβὼν γὰρ τριάκοντα δηνάρια, παρ έδωκεν αὐτὸν, σύνθημα φόνου τὸ τῆς ἀγάπης σύμβο λον ποιησάμενος, τουτέστι τὸ φίλημα, καὶ αὐτὴν ἀδικήσας τὴν ἀρετήν. Εἶτα δέχεται μὲν ὁ προφήτης, ὡς ἐν λόγῳ παραδείγματος, τὸ ὀρύξαι λάκκον καὶ ἀνασκάψαι αὐτόν· καταλευκαίνει δὲ τοῦ φαινομένου τὴν διάνοιαν, ἐπενεγκὼν εὐθὺς τὸ, Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ. Πόνον δὲ οἶμαι λέ γειν αὐτὸν, ἢ τὴν ἐπὶ τῷ τὸν βόθρον ὀρύξαι ματαιοπονίαν, ἢ τὸν φθόνον ὃς κατατήκει τὴν τῶν ἐχόντων καρδίαν· ἀδικίαν δὲ τὴν πλεονεξίαν, ἤγουν τὴν ἐπι βουλὴν ἣν ἄν τις ἐργάσαιτο κατὰ τοῦ πέλας. Τοιοῦτόν τι καὶ ὁ Παροιμιαστὴς εὑρίσκεται λέγων· "Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται εἰς αὐτόν·" καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ τοιαύτην συγκληρῶσαι τῇ ἐπιβουλῇ τὴν φύσιν, ὥστε εἰς τοὺς ἐπιβουλεύοντας περιτρέψεσθαι.
This saying would also fit the teachers of the Jews, who, having conceived—that is, having first received in labor pains—the seeds of impiety against Christ, sown in them by the devil's perversity, brought forth lawlessness, clearly the lawlessness against him. "He travailed with injustice and brought forth lawlessness"—even Satan himself. For he came to tempt him in the wilderness; then he withdrew for a time, and brought to completion the purpose set from the beginning. For he kindled in him the hearts of the Jews and the soul of the traitor, who, in accordance with his own father of impiety—I mean Satan—conceived injustice against Christ for the sake of shameful gains, wishing to betray him to those who would kill him. Then he also brought forth lawlessness; for having taken thirty denarii, he handed him over, making the symbol of love—that is, the kiss—a signal for murder, and doing injustice even to virtue itself. Then the prophet receives, as it were in the way of an example, the digging of a pit and the digging it up; and he illuminates the meaning of what appears by adding at once, "His labor will return upon his own head." By "labor" I think he means either the vain toil of digging the pit, or the envy that consumes the heart of those who harbor it; and by "injustice," the greed, that is, the plot that one might work against one's neighbor. The author of Proverbs is found saying something like this: "He who digs a pit for his neighbor will fall into it." And this too is from God's love of humanity—to assign such a nature to the plot, so that it turns back upon those who plot.
Ἐντεῦθεν καὶ ἡ εὐ μηχανία τοῦ Θεοῦ μάλιστα διαλάμπει, καὶ τοῖς πονηροῖς πολὺς ὁ σωφρονισμὸς, καὶ τοῖς διαφεύγουσιν ἡ ἡδονή. Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύ νην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψί στου. (, ) Αὕτη φωνὴ καὶ τῶν ἐν Χριστῷ σεσωσμένων, ὡς καταργηθέντος τοῦ Σα τανᾶ καὶ ἀναιρεθέντος τοῦ θανάτου καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, καὶ ἐπιγνωσθέντος ἤδη τοῦ κατὰ ἀλήθειαν Υἱοῦ τοῦ Θεοῦ. Τὸ δὲ, Ἐξομολογήσομαι, φησὶν, ἀντὶ τοῦ, Μετ' ᾠδῆς ποιήσομαι τὴν εὐχαριστίαν κατὰ τὴν ἐνοῦσαν αὐτῷ ( μοι) δικαιοσύνην, ἤτοι κατὰ τὸ μέγεθος τῆς δικαιοκρισίας ἧς ἐποιήσατο, διασώσας τὴν ἁρπαζομένην ἀνθρωπότητα ὑπό τε τοῦ Σατανᾶ, καὶ τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων. Μεγάλη τοίνυν ἡ Θεοῦ δικαιοσύνη· διὸ ψάλλειν ἐπαγγέλλονται τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου· ὃν γὰρ οὐκ ᾔδεισαν πάλαι, νῦν Κύριον καὶ Ὕψιστον ὀνομάζουσι.
ΨΑΛΜΟΣ Ηʹ.
Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαβίδ. Προαναφωνεῖται τοίνυν διὰ τῆς προ κειμένης ᾠδῆς ἡ τῶν ἐθνῶν κλῆσις· ἐπεγράφη δὲ αὕτη· Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Καὶ τὸ μὲν Εἰς τὸ τέλος, δηλοῖ τὴν ἐπὶ συντελείᾳ τῶν αἰώνων γενο μένην ἐπιδημίαν, ἤγουν ἐνανθρώπησιν τοῦ Μονογε νοῦς· τὸ δὲ ὑπὲρ τῶν ληνῶν τοιάνδε τὴν διάνοιαν ἔχει· τινὲς μὲν γὰρ βούλονται ληνοὺς ὠνομάσθαι τρο πικῶς τὰς Ἐκκλησίας Χριστοῦ, εἰς ἃς οἷά τινας βότρυας συγκομίζουσιν οἱ
From this point the resourcefulness of God especially shines forth, and there is great correction for the wicked, and delight for those who escape. I will give thanks to the Lord according to his righteousness; I will sing to the name of the Lord Most High. This is the voice also of those saved in Christ, since Satan has been abolished and death destroyed and sin done away with, and the true Son of God has now been made known. The phrase "I will give thanks," he says, stands for "I will make my thanksgiving with song according to the righteousness that is in him"—that is, according to the greatness of the righteous judgment which he wrought, preserving the humanity that was being plundered by Satan and the evil powers with him. Great, then, is the righteousness of God; therefore they promise to sing to the name of the Lord Most High; for the one whom they did not know before, they now name Lord and Most High.
PSALM 9.
For the end, concerning the winepresses; a psalm of David. Therefore the calling of the Gentiles is proclaimed beforehand through the preceding ode; and it was inscribed "For the end, concerning the winepresses." Now "For the end" indicates the visitation that took place at the consummation of the ages—that is, the becoming man of the Only-begotten; while "concerning the winepresses" has this meaning: some wish the Churches of Christ to be called winepresses figuratively, into which, as though into presses, they gather the grapes—
μυσταγωγοὶ τοὺς ἔκ τε τῆς Ἰουδαίων ἀγέλης καὶ ἐκ τῶν ἐθνῶν πιστεύοντας εἰς Χριστὸν, καὶ οἷον ἐξ ἀμπελῶνος Δεσποτικῆς καρποὺς συναγείρουσιν· ἢ ληνοὺς εἶναί φασι τὰ θυσιαστήρια, διὰ τὸ ἐν αὐτοῖς συμφέρεσθαι τὰς παρὰ πάντων δωροφορίας. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! ( 53) Πάλαι μὲν γὰρ ἡ τοῦ Θεοῦ δόξα μονονουχὶ συνεστέλλετο κατὰ μόνην τὴν Ἰουδαίαν· γνω στὸν γὰρ ἦν ἐν αὐτῇ ὁ Θεὸς, καὶ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ· ἐπειδὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, τεθαύμασται τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐκπλήττεται τοίνυν ὁ προφήτης τὴν εἰς ἀνθρώπους χυθεῖσαν γνῶσιν τοῦ ὀνόματος τοῦ Θεοῦ· οὐκέτι γὰρ μόνοις γνωστὸς τοῖς ἐν τῷ Ἰούδᾳ ὁ Θεός. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου. ( 53 ) Τάχα δὲ οὐκ ἄλλη τῆς οἰκονομίας αὐ τοῦ ἡ ἐπαρθεῖσα μεγαλοπρέπεια. Τί γάρ ἐστιν ἐν αὐτῇ μὴ ἔχον ἐν μεγάλοις τὸ πρέπον; ἐκ παρθένου τόκος, ἐν θαλάσσῃ πορεία, ἐν θανάτῳ ἀφθαρσία, καὶ ὅσα τούτοις ἐοικότα. Αὕτη τοίνυν ἡ μεγαλοπρέπεια ἐπήρθη, καθίσαντος ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, μετὰ τὸ καθαρισμὸν τῶν ἁμαρτιῶν πεποιη κέναι. Οὕτω νοητέον καὶ τὸ ὑψηλότερον αὐτὸν τῶν οὐρανῶν γεγονέναι μετὰ τὴν ἀνάστασιν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων, κ.τ.λ. Τὴν νέαν καὶ καινὴν συναγωγὴν, ἐκ νηπίων λέγει συνεστάναι ψυχῶν, διὰ τὴν ἀναγέννησιν τὴν ἐν τῷ Χριστῷ πανταχοῦ συνιστᾶσαν τῆς οἰκου μένης μετὰ τὴν ἀνάληψιν αὐτοῦ. Διὸ καὶ βοώντων αὐτὸν τῶν παίδων· "Ὡσαννὰ ἐν τοῖς ὑψίστοις," ἀγανακτοῦσι τοῖς Ἰουδαίοις φησί· "Οὐδέποτε ἀνέγνωτε;" καὶ τὰ ἑξῆς.
The mystagogues gather those who believe in Christ both from the flock of the Jews and from the Gentiles, as it were fruits from the Master's vineyard; or they say that the altars are wine-presses, because in them the gifts brought by all are collected together. O Lord, our Lord, how wonderful is your name in all the earth! (53) For formerly the glory of God was, so to speak, confined to Judea alone; for God was known in her, and his name was great in Israel; but when God, being Lord, appeared to us, his name has been marveled at among those throughout all the earth. The prophet, then, is struck with wonder at the knowledge of the name of God poured out upon men; for God is no longer known to those in Judah alone. For your magnificence has been exalted. (53) And perhaps the magnificence that has been exalted is none other than that of his dispensation. For what is there in it that does not have its fitting place among great things? Birth from a virgin, a journey on the sea, incorruption in death, and all things like these. This magnificence, then, has been exalted, when he sat down at the right hand of the Majesty on high, after he had made purification of sins. Thus also must be understood that he became higher than the heavens after the resurrection. Out of the mouth of infants and nursing babes, etc. He says that the new and fresh congregation is constituted of infant souls, because of the regeneration in Christ which establishes it everywhere throughout the inhabited world after his ascension. Therefore also, when the children cried out to him, "Hosanna in the highest," he says to the indignant Jews: "Have you never read?" and the rest.
Τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. ( 54) Τὸν διάβολον δηλονότι, ἐπειδὴ μετὰ τὸ ἀναγκάσαι πληρῶσαι τὴν ἁμαρτίαν, καὶ τιμωρεῖται τοὺς ἁμαρτάνοντας, τὸ μέγεθος αὐτοῖς τοῦ ἁμαρτή ματος ἐν ὀφθαλμοῖς παριστῶν. Ὁ αὐτὸς γὰρ καὶ εἰς τὸ πλημμελὲς κατωθεῖ, καὶ κατήγορος τῶν ἡμαρτη κότων γίνεται· ὡς μὲν οὖν ἐχθρὸς, ἁμαρτάνειν καταναγκάζει, ὡς δὲ ἐκδικητὴς, παραδεδομένους κολάζει. Ὑμέναιον γοῦν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος, πάλιν ἐπαίδευσε διὰ τὰς εἰς Θεὸν βλασφημίας. Τίς ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἄπερ οὖν καὶ ὁ Δαβὶδ ἐννοῶν, θαυμάζεται καὶ λέγει· Εἰ καὶ θαυμαστά σου δημιουργήματα ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ ἐν αὐτοῖς ἅπερ ἥδρασας δι' ὅλου τοῦ αἰῶνος ἑστάναι, οὐ μήν σοι μεγάλα πρὸς ὕπαρξιν, ἀλλὰ βραχείας δυνάμεως δακτύλοις ἀναλο γούσης· οὕτω γὰρ τὰς μικρὰς δυνάμεις ἐκάλεσε τοῦ Θεοῦ. Ἀλλά γε τὰ κατὰ τὸν ἄνθρωπον μᾶλλον ἐκπέπληγμαι θεωρῶν, ὅπως καὶ μέμνησαι τούτου καὶ προνοῇ· ὅπερ οὐκ ἂν ὑπῆρξεν, εἴπερ σμικρόν τι παρὰ σοὶ καὶ οὐδαμινὸν ἐτύγχανε ζῶον. Ἄλλοι μὲν τῶν Ἰουδαίων καθηγηταὶ πεπλάνηνται, μὴ συνιέντες τὸ μυστήριον· ἐγὼ δὲ, φησὶν, τοῖς τῆς διανοίας ὄμμασιν ἐνορῶν τὴν κτίσιν, σὰ τὰ πάντα δημιουργήματα βλέπω. Σὺ κατηρτίσω ἥλιον καὶ σελήνην, καὶ τὸν ἐπ' αὐτοῖς τέθεικας νόμον διηνεκῆ· τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, "Ἐθεμελίωσας αὐτά." Καὶ μετ' ὀλίγα· Οὐκοῦν εἰ καὶ γέγονας, φησὶν, καθ' ἡμᾶς, καὶ τὸ τῆς ἀνθρωπότητος μέτρον οἰκονομικῶς ὑπελθὼν οὐκ ἐπεγνώσθης παρά τινων, ἀλλ' ἐγὼ τὴν σὴν ἐπίσταμαι δόξαν·
To destroy the enemy and the avenger. That is, clearly the devil, since after compelling them to fulfill sin, he also punishes those who sin, setting the magnitude of their sin before their eyes. For the same one both drives them down into transgression and becomes the accuser of those who have sinned; as an enemy, then, he compels them to sin, but as an avenger, he punishes those handed over to him. Hymenaeus and Alexander, for instance, he himself made blasphemers, and then again chastised them for their blasphemies against God. What is man, that you remember him? Pondering these things, David is struck with wonder and says: Even if the heavens and the earth and the things in them which you established are your wondrous works, standing throughout all time, yet they are not great to you for their existence, but rather of brief power, which the fingers proportioned; for thus he called the small powers of God. But I am far more astonished when I contemplate the things concerning man, how you both remember him and provide for him; which would not have been the case, if this living creature were something small and worthless in your sight. Other teachers of the Jews have gone astray, not understanding the mystery; but I, he says, gazing with the eyes of the mind upon creation, see all things as your works. You established the sun and the moon, and you have set over them a perpetual law; for this, I think, is what "you founded them" makes clear. And shortly after: Therefore, he says, even if you have become like us, and having taken on the measure of humanity by dispensation were not recognized by some, yet I know your glory.
οἶδα τῆς κατὰ πάντων ὑπεροχῆς τὸ ἀξίωμα, ὁμολογῶ καὶ ἐν σαρκὶ γεγονότα δημιουργὸν τῶν ὅλων, οἶδά σε Κύριον καὶ παρενεγκόντα πρὸς σὲ ἥλιον καὶ σελήνην. Δέχεται δὲ ἀπὸ μέρους, ἵνα πᾶσαν νοῇς τὴν κτίσιν. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. (,, ) Λογικαὶ μὲν οὖν αἱ ἄνω δυνάμεις, μακράν τε καὶ ἀτελεύτητον τρίβουσαι ζωήν. Ὁμοίως δὲ λογικὸς ἐπὶ γῆς ὁ ἄν θρωπος, εἰ καὶ μὴ ἐν ἴσῳ μέτρῳ τοῖς ἄνω, βραχὺ δὲ ὑποβέβηκε τὴν τῶν ἀγγέλων ἀξίαν διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν· καὶ ἐλάττων, καθ' ὃ ὑπὸ δίκην ἐστὶ θανάτου καὶ φθορᾶς, καὶ τοῦτο μετὰ τὴν παράβασιν· αὕτη γὰρ εἰσῆξε τὴν φθορὰν καὶ τὸν θάνατον. Ἠλαττῶσθαι τοίνυν ἀγγέλων λέγεται ὁ Χριστὸς διὰ τὸ πάθημα τοῦ θανάτου· παθεῖν γὰρ ἠνέσχετο σαρκὶ τῇ ἰδίᾳ, καίτοι μεμενηκὼς ἀπαθὴς τῇ τῆς θεότητος φύσει. [Ἐστεφάνωσε δὲ ἡμᾶς δόξῃ καὶ τιμῇ, δι' ὧν ὑπάρ χων Θεὸς κατὰ φύσιν, ἠλάττωται
δι' ἡμᾶς. ὡς ἂν ἡμεῖς ὑπὲρ φύσιν πλουτήσωμεν ἐν αὐτῷ. "Συνήγειρε γὰρ ἡμᾶς, καὶ συνεκάθισεν ἐν τοῖς οὐρανίοις ἐν Χριστῷ." Συνεδρεύοντος γὰρ αὐτοῦ, ἐφ' ὅλην τὴν ἀνθρώπου φύσιν δραμεῖται τὸ καύχημα. Οὕτω γὰρ τῇ αὐτοῦ πτωχίᾳ πεπλουτήκαμεν, δι' οὓς δόξῃ καὶ τιμῇ ἐστεφάνωται, καίτοι τῆς δόξης Κύριος ὢν ὡς Θεός. Ἄτιμοι γὰρ ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει γεγενημένοι, ἐν τῇ ὑπὲρ ἡμῶν ὑπακοῇ τοῦ Χριστοῦ δεδοξάσμεθα.] Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ἀναδιπλασιάζει τὸ θαῦμα, καὶ πάλιν αὐτὸ τὸ προοίμιον ἀκροτελεύτιον τίθησιν, ἐκπληττόμενος ἐπὶ τῇ γενομένῃ τῶν ἀνθρώπων θεογνωσίᾳ.
I know the dignity of your supremacy over all things; I confess you as the Creator of all, who have come to be in flesh; I know you as Lord, who have brought the sun and the moon into subjection to yourself. He receives this in part, so that you may understand the whole creation. You have made him a little lower than the angels. The powers above, then, are rational, passing a long and endless life. Likewise man on earth is rational, even if not in equal measure with those above, but he has come down a little below the dignity of the angels through his union with the earthly body; and he is lower in that he is subject to the sentence of death and corruption, and this after the transgression; for this introduced corruption and death. Christ, then, is said to have been made lower than the angels because of the suffering of death; for he endured to suffer in his own flesh, although he remained impassible in the nature of his divinity. [He has crowned us with glory and honor, through which, being God by nature, he has been made lower for our sake, so that we might be enriched beyond nature in him. "For he has raised us up together, and made us sit together in the heavenly places in Christ." For when he sits in session, the boast will run over the whole nature of man. For thus by his poverty we have been enriched, for whose sake he has been crowned with glory and honor, although as God he is the Lord of glory. For having become dishonored in the transgression of Adam, we have been glorified in the obedience of Christ on our behalf.] O Lord, our Lord, how wonderful is your name in all the earth! He doubles the wonder, and again sets the same opening as the closing refrain, struck with amazement at the knowledge of God that has come to men.
Καὶ πρὸ τῆς ἀποδείξεως καὶ μετὰ τὴν ἀπόδειξιν τὰ αὐτὰ λέγει ῥήματα, καὶ ὡς ἀπό γε τοῦ πλείστου θαύ ματος ἔρχεται πρὸς δοξολογίαν· καὶ κατευθυνομένην ὁρῶν τῆς ὑφ' ἥλιον πάσης τὴν δόξαν τοῦ Σωτῆρος, μονονουχὶ καὶ ἀνασκιρτᾷ, καὶ τὸν ἑαυτοῦ λόγον ἀνα λαβὼν λέγει· "Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὅνομά σου ἐν πάσῃ τῇ γῇ!"
ΨΑΛΜΟΣ Θʹ.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ. Ἡ Εἰς τὸ τέλος ἐπιγραφὴ δείκνυσιν, ὅτι συντέθειται τῷ Δαβὶδ ὁ ψαλμὸς οὐκ ἐπί τισιν ἤδη συντετελεσμένοις πράγμασιν, ἀλλ' ἐπὶ τοῖς ἐσο μένοις ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. Ταῦτα δὴ ἦν τὰ κρύφια τοῦ υἱοῦ, τουτέστι τὸ Χριστοῦ μυστήριον, ὃ προέγνωστο μὲν τοῖς ἁγίοις προφήταις, ἀποκαλύπτον τος αὐτοῖς τοῦ ἀγίου Πνεύματος, ἐκβέβηκε δὲ εἰς πέρας καιροῖς ἰδίοις. Κρύφια τοίνυν τοῦ υἱοῦ, τὰ κρυφίως πεπραγμένα τῷ Σωτῆρι· πολλὰ δὲ ταῦτα ἦν, ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα γέννησις, τά τε θαύματα, ὅ τε θάνατος αὐτὸς, καὶ ἡ εἰς ᾅδου κάθοδος, καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις, καὶ ἁπλῶς ὁ τῆς ἐνανθρωπήσεως τρόπος, καὶ τὰ ἐντεῦ θεν τῷ βίῳ κατωρθωμένα. Ταῦτα γὰρ πάντα κρυφίως αὐτῷ πέπρακται· ἀπέκρυψε γὰρ αὐτὰ καὶ τοὺς ἄρχοντας τοῦ κόσμου τούτου· "Μυστήριον γὰρ, φησὶ, τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν." Καὶ πάλιν· "Σοφίαν λαλοῦμεν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἢν οὐδεὶς τῶν ἀρ χόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν." Ἐλάνθανε δὲ καὶ τοὺς μαθητὰς ὁ θάνατος Χριστοῦ, καὶ ἡ κατὰ τοῦ θανάτου νίκη. Ἦν γὰρ, φησὶ, τοῦτο κεκρυμμένον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
And both before the demonstration and after the demonstration he says the same words, and as if from the greatest amazement he comes to glorification; and seeing the glory of the Savior of all things under the sun directed aright, he all but leaps for joy, and taking up his own discourse again he says: "O Lord, our Lord, how wonderful is your name in all the earth!"
PSALM 9.
For the end, concerning the hidden things of the son. The inscription "For the end" shows that the psalm was composed by David not for certain things already accomplished, but for things to come at the consummation of the age. These were the hidden things of the son, that is, the mystery of Christ, which was foreknown by the holy prophets, the Holy Spirit revealing it to them, and has come to fulfillment in its own times. The hidden things of the son, then, are the things secretly accomplished by the Savior; and these were many: the birth in the flesh from the Virgin through the Holy Spirit, the miracles, his death itself, and the descent into Hades, and the resurrection from the dead, and simply the manner of the incarnation, and the things achieved thereafter for the life of the world. For all these things were done by him secretly; for he hid them also from the rulers of this world; for "a mystery," he says, "which has been hidden from the ages and from the generations." And again: "We speak the wisdom of God in a mystery, the hidden wisdom which none of the rulers of this age has known." And the death of Christ and the victory over death escaped the notice even of the disciples. For this, he says, was hidden from their eyes.
Εἰκότως τοίνυν οἱ Ἑβδομήκοντα, τοῦ υἱοῦ τὸν θάνατον ὠνόμασαν κρύφιον. Περιέχει δὲ ὁ ψαλμὸς ἐθνῶν κλῆσιν καὶ εὐχαριστίαν ὑπὲρ αὐτῶν, ἤγουν παρ' αὐτῶν· καὶ τῆς Χριστοῦ οἰκονομίας μεμέστωται, καὶ προσώπων ἔχει διαφορὰς, καὶ προσέτι θεωρημάτων ἄλλοτε ἄλλων ἐφ' ἕτερα μεταστάσεις, πλὴν οὐκ ἔξω τοῦ εἰκότος ἀποκο μιζούσας τὸν νοῦν. Ἄρχεται δὲ τοῦ ψαλμοῦ, τὸ τῶν ἐθνῶν πρόσωπον ὑποδὺς, ἤτοι τὸ τῆς ἀνθρωπό τητος. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί. Μεγάλα μὲν οὖν πάντα καὶ ἀξιάκουστα τὰ διὰ Χριστοῦ, τοῖς γε μὴν ὁρῶσιν αὐτὰ καὶ ἐπεγνωκόσιν. Αὐτὸς ὁ τούτων ἀποτελεστὴς, εὐφροσύνη γίνεται, καὶ πρόφασις εὐθυμίας, καὶ πανηγύρεως ἀφορμὴ, ὥστε καὶ λέγειν ἕκαστον· Εὐφρανθήσομαι ἐν σοί. Φιλοθέου δὲ ψυχῆς ἀπόδειξις τὸ χρῆμά ἐστι· τὸ γὰρ χαίρειν ἐπὶ Θεῷ καὶ εὐφραίνεσθαι διαδείκνυσι σαφῶς, ὅτι ὁ νοῦς τῶν ἐπὶ Θεῷ εὐφραινομένων ἔξω γέγονε τοῦ θέλειν ἐφήδεσθαι τοῖς κατὰ τόνδε τὸν βίον πράγμασιν, ἃ ματαιότητα καὶ μανίας ψευδεῖς εἴποι ἄν τις. Εὐφραίνεται δὲ νοῦς ἐπὶ Θεῷ, φιλάρετος ὢν, καὶ τῆς παρ' αὐτοῦ δόξης ἐραστὴς, καὶ τῶν θαυμα σίων τῶν παραδόξων αὐτοῦ θεωρὸς γεγονώς. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Ἐπειδὴ δὲ δεδώκαμεν τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ποιεῖσθαι τὴν ἐξομολόγησιν, ὅταν ἀκούσωμεν λεγόντων αὐτῶν, "Εὐφρανθήσομαι ἐν σοὶ," καὶ τὰ ἑξῆς, νοοῦμεν ὅτι πρέποι ἂν τοῖς ἤδη πιστεύσασι καὶ πεφωτισμένοις καὶ
Reasonably, then, the Seventy called the death of the Son hidden. The psalm contains the calling of the nations and thanksgiving on their behalf, that is, from them; and it is filled with the economy of Christ, and it has differences of persons, and moreover transitions of contemplations from some things to others at different times, yet not carrying the mind outside the probable. It begins the psalm by assuming the person of the nations, that is, of humanity. I will be glad and rejoice in you. Great indeed are all the things done through Christ and worthy of hearing, at least for those who see them and have recognized them. He himself, the accomplisher of these things, becomes joy, and a cause of gladness, and an occasion of festivity, so that each one says: I will be glad in you. And the matter is a proof of a God-loving soul; for rejoicing in God and being glad clearly demonstrates that the mind of those who rejoice in God has come to be outside of wanting to delight in the things of this life, which one might call vanity and false madness. The mind rejoices in God when it is virtue-loving, and a lover of the glory that comes from him, and has become a beholder of his wonderful and paradoxical works. When my enemy is turned back. Since we have granted that those who have believed from the nations make the confession, when we hear them saying, "I will be glad in you," and what follows, we understand that it would be fitting for those already believing and enlightened and
ἐπεγνωκόσι τὴν ἀλήθειαν ἡ φωνὴ αὕτη. Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Κατὰ δὲ ἀναγωγὴν, πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅς ἐστιν εἰκὼν αὐτοῦ ἀπαράλλακτος· ἠσθένησαν δὲ ἀπ' αὐτοῦ πάντες οἱ τῆς αὐτοῦ δόξης ἐχθροὶ, τουτέστιν ὁ Σατανᾶς καὶ αἱ σὺν αὐτῷ δυνάμεις. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπι δημίας, δυσάντητος ἦν καὶ ὅλης κατεθρασύνετο τῆς ὑπ' οὐρανὸν, λέγων· "Τὴν οἰκουμένην ὅλην καταλή ψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ." Ἐπειδὴ δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν ὁ Μονογενὴς γέγονεν ἄνθρωπος, ἠσθένησεν ὁ ἐχθρός· πεπτώκασιν αἱ δυνάμεις αἱ δειναὶ καὶ ἀφόρητοι, καὶ γεγόνασιν ὑπὸ πόδας ἁγίων. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην. Ἐπεξεργάζεται προθύμως ὅπερ ἔφη, καὶ διδάσκει σαφῶς ὅ τι ἂν βούλοιτο δηλοῦν τὸ, ὅτι "Ἐποίησας τὴν δίκην μου." Καθίσαι γὰρ αὐτὸν ἐπὶ θρόνου φησὶν, ἀνθρωπινώτερον φθεγγόμενος, καὶ ὡς ἐξ ὁμοιότητος τῶν καθ' ἡμᾶς πραγμάτων δια πλάττων τὰ νοητά. Οἱ γὰρ βασιλεῖς ὅταν ἀκούσωσιν, ὅτι κάμνουσιν ἢ πόλεις ἢ χῶραι ἐκ βαρβαρικῆς ἐπιδρομῆς ἢ τυραννικῆς ἀπονοίας, ἐπὶ τοὺς τῆς βασι λείας ἀναπηδῶσι θώκους, οἷον δικάζοντες τοῖς τετολμημένοις, καὶ ψῆφον ἐκφέρουσι κατὰ τῶν ἠδικηκότων, καὶ τοὺς μὲν κακοὺς κακῶς ἀπολέσθαι προσ τάσσουσι, σώζουσι δὲ τοὺς ἠδικημένους· οὕτω καὶ ὁ Σωτὴρ ἐκάθισεν ἐπὶ θρόνου, καὶ οὐχ ἵδρυσίν τινα ἐν τούτοις δηλοῖ τὸ, ἐκάθισεν, ἀλλ' οἷον ἐξουσίας ἐπί δειξιν, καὶ δικαστικῆς λαμπρότητος δόξαν· ὡς εἶναι τὸ, Ἐκάθισας, ἀντὶ τοῦ, Ἐδίκασας, ἐπεξῆλθες, ἤμυνας.
This utterance is for those who have come to know the truth: "They shall grow weak and perish from before your face." And by way of higher interpretation, the face of God and Father is the Son, who is His unvarying image; and all the enemies of His glory have grown weak before Him—that is, Satan and the powers with him. For before the coming of the Savior, he was hard to encounter and grew bold against the whole region under heaven, saying: "I shall seize the whole inhabited world with my hand as a nest, and as forsaken eggs I shall take it up." But when the Only-Begotten, having submitted to likeness with us, became man, the enemy grew weak; the dreadful and unbearable powers have fallen, and have become under the feet of the saints. "You sat upon a throne, you who judge righteousness." He eagerly elaborates what he said, and teaches clearly whatever he wishes to make plain by the words "You have done my judgment." For he says that He sat upon a throne, speaking in a more human way, and shaping the intelligible things as if from the likeness of our own affairs. For when kings hear that cities or regions are suffering from barbarian invasion or tyrannical madness, they leap up onto the thrones of their kingdom, as it were judging the outrages committed, and they bring forth a verdict against those who have done wrong, and they order the wicked to perish miserably, but they save those who have been wronged. In this way the Savior also sat upon a throne; and "He sat" does not signify some sitting down in these things, but, as it were, a display of authority and the glory of judicial splendor—so that "You sat" is equivalent to "You judged, you punished, you defended.
Ἔοικε δὲ ἐν τούτοις ὁ Ψάλλων διὰ μὲν τοῦ, Ἐκάθισας, τὴν εἰς τὸ κρίνειν ἐπισκοπὴν δηλοῦν τοῦ Θεοῦ· Ἔθνη δὲ τὰς τῶν πονηρῶν δαιμόνων ἀγέ λας ἀποκαλεῖν ἀναγωγικῶς, αἳ διεμοιράσαντο τὴν ὑπ' οὐρανὸν, εἰς πολυειδῆ καὶ πολύτροπον ἀποφέρουσαι πλάνην καὶ ἁμαρτίαν· ἀσεβῆ δὲ ἀπολλύμενον ἢ καθόλου πάντα τοιοῦτον, ἢ καὶ αὐτὸν τὸν διάβολον. Ἵνα δὲ μάθῃς τοῦ Θεοῦ τὴν ἰσχὺν, ἄκουε τῶν ἑξῆς· Τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα. Οὐ μόνον, φησὶν, ἠσθένησαν καὶ ἀπολώλασιν ἐπιτιμηθέντες οἱ δυσμενεῖς, ἀλλὰ γὰρ καὶ ἐξηλείφθη τὸ ὄνομα αὐτῶν. Ὄνομα δέ φησιν ἐν τούτοις οὐχ ἁπλῶς τὴν κλῆσιν, ἐπεὶ μηδὲ τοῦτο γέγονεν (μεμνήμεθα γὰρ εἰς δεῦρο καὶ τοῦ Σατανᾶ καὶ τῶν σὺν αὐτῷ δαιμονίων ἀκαθάρτων)· δηλοῖ δὲ τὴν δόξαν. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Ἐξέλιπον καὶ τοῦ διαβόλου αἱ ῥομφαῖαι εἰς τέλος, ὅ ἐστι παντελῶς· αὗται δὲ εἶεν ἂν ἤτοι αἱ ἀντικείμεναι δυνάμεις, δι' ὧν ἦν ἰσχυρός· ἢ τὰ καθ' ἡμῶν τυραννήσαντα πάθη, δι' ὧν ἐχειροῦτο τοὺς ἐπὶ τῆς γῆς, καὶ τραυματίας ἀποφαίνων, τοῖς ἰδίοις ὑπετίθει ζυγοῖς· ἢ τῆς ἐνούσης αὐτῷ δυστροπίας τὰ εὑ ρήματα, καὶ αἱ πολύτροποι μηχαναὶ, ἂς ἐπ' ὀλέθρῳ τῶν ἀνθρωπίνων ψυχῶν εἰργάσατο. Πᾶν γὰρ εἶδος αἰσχρᾶς ἡδονῆς καὶ τῶν ἑτέρων ἁμαρτιῶν, μαχαίρας εἶναί φαμεν διαβολικὰς, ἤτοι βέλη τῶν ἀκαθάρτων πνευμάτων, δι' ὧν καρδίαν κατατοξεύουσι καὶ κατα νεκροῦσιν εἰς ἁμαρτίαν, ἀλλ' ἐκλελοίπασιν αἱ ῥομφαῖαι· ἐνεδυσάμεθα γὰρ καὶ ἡμεῖς τὴν πανοπλίαν τοῦ Θεοῦ, δι' ἧς αὐτὰς ἀπημβλύναμεν. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.
In these words the Psalmist seems to indicate, by "you sat," the oversight of God unto judgment; and allegorically to call "nations" the packs of wicked demons, which divided the region under heaven among themselves, leading it away into manifold and varied error and sin; and "the impious man perishing" means either every such man in general, or the devil himself. But that you may learn the strength of God, hear what follows: "Their name you blotted out forever." Not only, he says, did the hostile ones grow weak and perish when rebuked, but their name was also blotted out. And by "name" in these words he does not mean simply the appellation, since that has not happened (for we remember to this day both Satan and the unclean demons with him); rather he indicates their glory. "The swords of the enemy have failed utterly." The swords of the devil too have failed utterly, that is, completely; and these would be either the opposing powers, through which he was strong; or the passions that tyrannized over us, through which he used to subdue those on the earth, and displaying them as wounded, subjected them to his own yokes; or the utterances of the perversity that is in him, and the manifold devices which he wrought for the destruction of human souls. For every kind of shameful pleasure and of the other sins we say are devilish swords, that is, arrows of the unclean spirits, with which they shoot through the heart and put it to death unto sin—but the swords have failed; for we too have put on the whole armor of God, by which we have blunted them. He has prepared his throne in judgment.
Οὐκοῦν ὁ ἀεὶ βασιλεὺς Χριστὸς ὡς Θεὸς βεβασίλευκε καὶ τῶν ἐθνῶν, καὶ αὐτοὺς ὑποθεὶς τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Τοῦτο γάρ ἐστι τὸ, ἐν κρίσει τὸν ἑαυτοῦ θρόνον ἑτοιμάσαι, καὶ κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Ἐπεὶ δὲ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τὸ κρίνειν ἀντὶ τοῦ δικάζειν λαμβάνειν, ἢ ἀντὶ τοῦ καθηγεῖσθαι καὶ προεστάναι πόλεων ἢ χωρῶν, κατὰ τὸ, "Παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν," ῥητέον ὅτι ἐξαλειφθέντος εἰς τὸν αἰῶνα τοῦ ὀνόματος τῶν ἐθνῶν, καὶ εἰς ἄπαν ἀνῃρημένης ἀρχῆς ἁπάσης καὶ ἐξουσίας διαβολικῆς ἐν δικαιοσύνῃ, κατάρξει καὶ κατακυριεύσει Χριστός. Ὁ γάρ τοι θρόνος, τὴν βασι λείαν ὑποδηλοῖ, ἤτις, οὐδενὸς ἀνθεστηκότος, ἑτοιμοτάτη τις ἔσται, τουτέστιν ἀδιακωλύτως ἐκλάμπουσα,
καὶ κατακρατοῦσα τῶν ὅλων. Δικάσει γὰρ ὁ Χριστὸς ἐν δικαιοσύνῃ, καὶ κατάρξει λαῶν τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην· βεβασίλευκε γὰρ τῆς ὑπ' οὐρανόν. Νοή σεις δὲ τοὺς στίχους καὶ οὕτως· ὅτι ὁ τὴν τοῦ δια βόλου τυραννίδα καθελὼν, καὶ τῆς ἐκείνου σκαιότη τος ὅλην ἀπαλλάξας τὴν ὑπ' οὐρανὸν, αὐτὸς ἥξει κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ δεῖ πάντας ἡμᾶς φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι. Ποίῳ φησὶ πένητι; Τῷ ἑκουσίως πενομένῳ καὶ διὰ τὸν Θεόν.
Therefore Christ, the eternal King, has reigned as God also over the nations, and has subjected them to the gospel ordinances. For this is what it means to prepare his throne for judgment, and to judge the world in righteousness and the peoples in uprightness. And he himself will judge the world in righteousness, he will judge the peoples in uprightness. Since it is the custom of divinely inspired Scripture to take "to judge" in place of "to govern," or in place of "to lead and preside over" cities or lands, according to the verse, "Be instructed, all you who judge the earth," it must be said that when the name of the nations has been blotted out forever, and every diabolical rule and authority has been wholly abolished in righteousness, Christ will rule and take dominion. For the throne signifies the kingdom, which, with nothing standing against it, will be most ready, that is, shining forth without hindrance, and prevailing over all things. For Christ will judge in righteousness, and will rule the peoples throughout the whole world; for he has reigned over what is under heaven. But you may also understand the verses in this way: that he who cast down the tyranny of the devil, and delivered the whole world from his perversity, will himself come in due time in the glory of the Father, in order to judge the world in righteousness. For the Father has given all judgment to the Son, and we must all appear before the judgment seat of Christ. And the Lord became a refuge for the poor, a helper in times of need, in afflictions. Which poor man does he mean? The one who is voluntarily poor and for God's sake.
Ἀντὶ γὰρ τῆς ἑκουσίου πε νίας τούτῳ τὸν ἑαυτοῦ πλοῦτον ὁ Θεὸς χαρίζεται, καὶ ἐν τῷ τῆς θλίψεως καιρῷ ῥύστης καὶ βοηθὸς αὐ τοῦ εὑρίσκεται. Νοητέον δὲ ταῦτα καὶ κατὰ ἀναγωγὴν, ὅτι τῷ πτωχῷ τῷ πνεύματι λαῷ, τουτέστι τῷ πτωχεύοντι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὐ πρέσβυς, οὐκ ἄγγελος, οὐχ ἑτέρα τις δύναμις ἢ ἐξουσία λογικὴ βεβοήθηκεν, ἀλλ' αὐτὸς ὁ Κύριος, ὁ τοῦ νοητοῦ πλούτου χορηγὸς, αὐτὸς βεβοήθηκεν ἐν εὐκαιρίαις, εἴτουν ἐν καιρῷ δεκτῷ θλίψεως σέσωκεν ἐπὶ καιροῦ. Ποία δὲ ἦν ἡ θλίψις; Ἡ δυσφόρητος ἁμαρτία φορτίου δίκην ἐπηρτημένη, ὥστε καὶ ἕκαστον τῶν ὑπ' αὐτῇ γεγονότων ἀναφωνεῖν, ὅτι "Αἱ ἀνομίαι μου ὡσεὶ φορ τίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ." Καὶ αὐτὸς δὲ ὁ Σατανᾶς βαρὺς ἦν, καὶ φορτίου παντὸς δυσαχθέστερος ἐπιπίπτων μετὰ τῆς πονηρᾶς φάλαγγος. Πεπιεσμένης τοίνυν τῆς ὑπ' οὐρανὸν καὶ οἷον ἐκτεθλιμμένης, ἐπὶ καιροῦ ἐπεφοίτησε τοῖς ἐπὶ γῆς ὁ Κύριος, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησεν. Οἱ δέ γε ἀλιτήριοι δαί μονες, τὸ μὴ ἐν καιρῷ πεπράχθαι τὴν οἰκονομίαν κατεψεύδοντο λέγοντες· "Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς." Ἀλλ', ὦ παμπόνηροι, φαίη τις ἂν, οὐ πρὸ καιροῦ μᾶλλον, ἀλλ' ἐν εὐκαιρίᾳ καὶ ἐν θλί ψει βεβοήθηκεν ἡμῖν, καὶ καταφυγὴ γέγονεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ [, σοὶ] οἱ γι νώσκοντες τὸ ὄνομά σου. Τίνες δέ εἰσιν οἱ ἐλπίζοντες ἐπ' αὐτῷ καὶ γινώσκοντες τὸ ὄνομα αὐτοῦ; Οἱ τοῖς θεσπίσμασιν ὑπέχοντες τὸν αὐχένα. Καὶ τοῦτο διδάξει λέγων αὐ τός· "Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ." Ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.
For in place of voluntary poverty, God bestows on him his own wealth, and in the time of affliction he is found to be his deliverer and helper. But these things must also be understood in a spiritual sense: that to the people poor in spirit—that is, to those who were poor before the coming of our Savior—no elder, no angel, no other rational power or authority came to their aid, but the Lord himself, the provider of spiritual wealth, himself came to their aid in due seasons, or rather, in an acceptable time of affliction he saved them at the right moment. And what was the affliction? Sin, unbearable, hanging over them like a burden, so that each of those who had come under it cried out: "My iniquities, like a heavy burden, have weighed heavily upon me." And Satan himself too was heavy, and more grievous to bear than any burden, falling upon them with his evil band. Therefore, when the world beneath heaven was oppressed and, as it were, crushed, the Lord visited those on earth at the right time, and on the day of salvation he came to their aid. But the wicked demons falsely claimed that the dispensation had not been accomplished at the right time, saying: "You have come here before the time to torment us." But, O most wicked ones, one might say, it was not before the time, but in due season and in affliction that he came to our aid, and the Savior and Lord of all became a refuge. And let those who know your name hope in you. But who are those who hope in him and know his name? Those who submit their neck to his ordinances. And he himself will teach this, saying: "The one who loves me keeps my commandments." For you have not forsaken those who seek you, O Lord.
Ἰσχυρίζεται διὰ πείρας ἔχειν τὸ πρᾶγμα, εἰδέναι τε ὅτι τὸ ἀκράδαντον ἔχει. Ἀληθὲς γὰρ τὸ τοῦ Ἱερεμίου, ὅτι "Εὐλογημένος ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλος εὐθηνοῦν παρ' ὕδατι." Οὕτω καὶ ἕτερός φησιν· Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατησχύνθη, ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ἐγκατ έλιπεν αὐτόν. Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. Εἰ τοίνυν λέγοιτο κατοικεῖν ὁ Θεὸς ἐν Σιὼν, οὐ κατὰ τὰς Ἰουδαίων ὑπονοίας αἰσθητῶς τοῦτο πράττεσθαι νοοῦμεν· οὐ γὰρ ἐν τῇ ἐπιγείῳ Σιὼν, οὐδὲ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ κατοικεῖ ὁ Θεός· ἀλλὰ Σιὼν εἶναί φαμεν τὴν νοητὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἣ καὶ ἀδελφὴ τῆς ἄνω νοεῖται. Πρέποι δ' ἂν ὀνομάζε σθαι Σιὼν τήν τε ἄνω καὶ ἐπὶ γῆς Ἐκκλησίαν· ἑρμηνεύεται γὰρ Σιὼν σκοπευτήριον· τοῦτο δέ ἐστιν αὕτη τε κἀκείνη. Οὐκοῦν κατοικεῖ Θεὸς ἐν τῇ Σιὼν οὐ περιγραφόμενος (πληροῖ γὰρ τὰ πάντα), ἀλλ' οἷον ἐμφιλοχωρῶν καὶ ἀναπαυόμενος ἐν αὐτῇ. "Ὧδε γὰρ, φησὶ, κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν." Ἀπεφοίτησε μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς, λέγων· "Ἰδοὺ ἀφίεται ὁ οἷκος ὑμῶν ὑμῖν." Πεπλούτηκε δὲ αὐτὸν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πρὸς ἣν ὁ Ψάλλων φησίν· "Ἄκουσον, θύγατερ," καὶ τὰ ἑξῆς, "ὅτι ἐπεθύ μησεν ὁ βασιλεὺς τοῦ κάλλους σου." Τοῖς γε μὴν κατοικοῦσιν ἐν ταύτῃ τῇ Σιὼν, τουτέστι τοῖς ἠλεημένοις καὶ σεσωσμένοις διὰ πίστεως, μηκέτι ζωοθυτεῖν· ἀλλ' ἐπειδὴ εἰς πνευματικὴν λατρείαν μετεφοίτησε τὰ ἐν νόμῳ, τὰς ᾠδὰς ἀνιέναι τῷ Θεῷ, καὶ ψάλλειν αὐτῷ θυσίας αἰνέσεως θύοντας·
He asserts from experience that he has the matter, and knows that he holds it unshaken. For true is the saying of Jeremiah: "Blessed is the man who has trusted in the Lord, and the Lord shall be his hope; and he shall be like a tree flourishing by the waters." So also another says: "Look to the ancient generations, and see, who hoped in the Lord and was put to shame, or who called upon him and he abandoned him?" Sing to the Lord who dwells in Zion. If, then, God is said to dwell in Zion, we do not understand this to be done perceptibly according to the notions of the Jews; for God does not dwell in the earthly Zion, nor in Jerusalem alone; but we say that Zion is the noetic Church on earth, which is also understood to be the sister of the one above. It would be fitting for both the Church above and the Church on earth to be named Zion; for Zion is interpreted as "watchtower"; and this is both the one and the other. Therefore God dwells in Zion not being circumscribed (for he fills all things), but as it were lingering in her and resting in her. "For here," he says, "I will dwell, because I have chosen her." For he has departed from the synagogue of the Jews, saying: "Behold, your house is left to you." But the Church from the Gentiles has been made rich by him, to which the Psalmist says: "Hear, daughter," and the rest, "for the king has desired your beauty." To those, then, who dwell in this Zion, that is, to those who have been shown mercy and saved through faith, it remains no longer to offer living sacrifices; but since the things in the law have passed over to spiritual worship, to send up songs to God, and to sing to him, offering sacrifices of praise.
ψάλλειν δὲ τὰ αὐτοῦ καὶ μόνα λαλοῦντας μεγαλεῖα καὶ κατορθώματα. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Χριστοῦ δέ φαμεν ἐπιτηδεύματα, ἤτοι τὰς θεοσημείας, ἢ τῆς μετὰ
σαρκὸς οἰκονομίας τὸ εὐτεχνές. Βαθὺς γὰρ λίαν ὁ τοῦ μυστηρίου λόγος, καὶ ἰσχναῖς ἐρεύναις ἐκ μέρους ἁλώσιμος, καὶ πίστει δεκτός· πολὺ γὰρ ἐν αὐτῷ τὸ θαῦμα. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν, ἐμνήσθη. Καὶ τίνα τρόπον; Ἐνηνθρώπηκε γὰρ, καὶ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ὑπέμεινε σταυρὸν, ἵνα πάντας ἀγοράσῃ τῷ ἰδίῳ αἵματι, καὶ διαβολικῶν ἁρπάσῃ βρόχων τοὺς ἁλόντας αὐτοῖς. Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐν τούτοις ἢ τοὺς ἐξ ἐθνῶν ὀνομάζει, ἢ τοὺς ὑπὲρ αὐτῶν πλειστάκις παρακαλοῦντας ἁγίους· τοὺς μὲν, ὡς οὐκ ἔχοντας πλοῦτον τὸν νοητὸν (οἱ γὰρ ὅλως τὸν φύσει Θεὸν οὐκ εἰδότες, ποίαν ἂν ἔχοιεν λαμπρότητα νοη τήν)· τοὺς δὲ, ὡς ταπεινὸν καὶ συνεσταλμένον ἔχοντας φρόνημα. Εἰ μὲν οὖν πένητας εἶναί φαμεν τοὺς ἁγίους, οὐκ ἐπελάθετο τῆς κραυγῆς αὐτῶν, ἧς πεποίηνται, πλειστάκις παρακαλοῦντες τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, ἐπισκέψασθαι τὴν ὑπ' οὐρανὸν, καὶ ἀντιλαβέσθαι τῶν ἐπὶ τῆς γῆς. Ἔφασκον γάρ· "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς·" καὶ πάλιν· "Κύριε, κλῖνον οὐρανοὺς καὶ κατά βηθι." Εἰ δὲ τὰ ἔθνη νοοῦμεν τοὺς πένητας, ἐπειδὴ φωνὰς ὑπὲρ ἑαυτῶν οὐκ ἂν ἔχοι τις αὐτὰ καταδεῖξαι ῥήξαντά ποτε (πῶς γὰρ ἂν ἐπεκαλέσαντο Θεὸν ὃν οὐκ ᾔδεισαν)· φαμὲν, ὅτι διὰ πραγμάτων μᾶλλον ἢ ῥημά των παρ' αὐτῶν γέγονεν ἡ φωνή.
To sing of his deeds and to speak only of his great works and achievements. Declare among the nations his practices. By "practices of Christ" we mean either the divine signs or the skillful craftsmanship of the economy with the flesh. For the word of the mystery is exceedingly deep, and partly graspable by subtle inquiries, and acceptable by faith; for great is the wonder in it. Because he who seeks out their blood remembered. And in what manner? For he became man, and submitting to our likeness, he endured the cross, in order to purchase all things by his own blood, and to snatch away from the devil's snares those caught in them. He did not forget the cry of the poor. And by way of spiritual interpretation, he here calls "poor" either those from the nations, or the saints who frequently intercede on their behalf; the former, as not having the intelligible wealth (for those who do not know the God who is by nature at all, what intelligible splendor would they have?); the latter, as having a humble and restrained mind. If, then, we say that the saints are the poor, he did not forget their cry, which they have made, frequently entreating God the Savior of all things to visit what is under heaven and to take hold of those on the earth. For they were saying: "You who sit upon the Cherubim, appear; stir up your power, and come to save us;" and again: "Lord, incline the heavens and come down." But if we understand the nations as the poor, since no one could demonstrate that they ever uttered voices on their own behalf (for how would they have called upon a God whom they did not know?)—we say that their voice came about through deeds rather than words.
Πᾶσα γάρ πως ἀδικία μονονουχὶ κατακέκραγε τοῦ δρῶντος αὐτὴν, καὶ ὑπὲρ τῶν ἀδικουμένων προσάγει λιτὴν, τοῦ πλημμελοῦντος τὸ ἀπηνὲς καταγγέλλουσα, καὶ διανιστῶσα πρὸς ἐπικουρίαν τὸν ἐπαμῦναι δυνάμενον. Κατεβόησε γοῦν τοῦ Κάϊν τὸ αἷμα τοῦ ὑπ' αὐτοῦ ἀναιρεθέντος. "Φωνὴ γὰρ, φησὶν, αἵματος τοῦ ἀδε οῦ σου βοᾷ πρός με." Δέδωκε δὲ καὶ ὁ θεῖος παῦλος φωνὴν τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ· κρεῖττον γὰρ ἔφη λαλεῖν αὐτὸ παρὰ τὸ Ἄβελ· τὸ μὲν γὰρ κατέκρινε τὸν φονευτὴν, καὶ οἷα κατηγοροῦσαν ἠφίει φωνὴν, τὸ δὲ γέγονε τῷ κόσμῳ σωτήριον, καὶ πλημ μελημάτων ἄφεσιν ἐκάλεσεν ἐπ' αὐτόν. Καθαρίζει γὰρ ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας τὸ αἷμα Χριστοῦ, καθὰ γέγραπται. Οὐκοῦν ἡ ἀπώλεια τῶν ἐθνῶν, ἤγουν τὰ αἵματα αὐτῶν τὰ ζητηθέντα παρὰ Θεοῦ, κραυγῆς δύναμιν ἀπετέλεσε, καὶ κέκληκε τὸν τῶν ὅλων Δη μιουργὸν εἰς ὀργὰς τὰς κατὰ τῶν ἀνῃρηκότων. Ὥσπερ γὰρ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, οὐκ αὐτό που πάντως ἰδίαν ἔχον φωνὴν, ἀλλ' οἱονεὶ τὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· οὕτω νοήσει τις καὶ ἐπὶ τῶν προσκυνούντων τοῖς δαίμοσιν. Εἰ γὰρ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, καὶ διὰ τοῦτο οὐδὲ ἐβόησαν πρὸς αὐτὸν, ἀλλ' ὅτι πε πλεονέκτηνται παρὰ τοῦ Σατανᾶ, δι' αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι, τὴν ἐφ' ἑαυτοῖς πάντως αἰτοῦντες ἐπικουρίαν. Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου. Κατὰ δὲ ἀναγωγὴν, μνημονεύσας ὁ Ψαλμωδὸς πενήτων κραυγῆς ἧς οὐκ ἐπελάθετο ὁ Θεὸς, εἰσεκόμισεν εὐθέως ὁποία γέγονεν ἡ κραυγὴ παρὰ τῶν πενήτων ἐθνῶν.
For all injustice, so to speak, has cried out against the one who commits it, and brings a plea on behalf of those who are wronged, proclaiming the cruelty of the offender and rousing to aid the one who is able to defend. The blood of Abel, slain by Cain, cried out against him. For, it says, the voice of your brother's blood cries out to me. And the divine Paul also gave a voice to the precious blood of Christ; for he said that it speaks better than Abel. For the one condemned the murderer and uttered a voice as though accusing; but the other became the salvation of the world and called for the forgiveness of sins upon it. For the blood of Christ cleanses us from all sin, as it is written. Therefore the destruction of the nations, that is, their blood sought out by God, produced the power of a cry, and called the Creator of all things to anger against those who had slain them. For just as the blood of Abel is said to have cried out to God, not surely as having its own voice in itself, but as it were because God abhorred the enormity of the deed; so one will understand it also in the case of those who worship demons. For if they do not know the God of all things, and for this reason did not cry out to him, yet because they have been wronged by Satan, through this very thing, in a certain manner, they have cried out, asking for the help that is wholly upon them. Have mercy on me, Lord, see my humiliation. And by way of spiritual interpretation, the Psalmist, having made mention of the cry of the poor which God did not forget, immediately introduced what kind of cry it was that came from the poor nations.
Οἷον γὰρ ἤδη πεφωτισμένοι καὶ ἀνανήψαντες, καὶ τῆς τῶν δαιμόνων κατεγνω κότες ἀπάτης, καὶ ἐν ἐπιγνώσει γεγονότες τῆς αὐ τῶν ἐπιβουλῆς, ὡς καὶ ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ τοὺς πάλαι προσκυνουμένους, παρακαλοῦσι τῆς ἄνωθεν ἐπικουρίας τυχεῖν, καί φασι τεταπεινῶσθαι, οὐχ ὑπὸ τῆς ἑαυτῶν φύσεως (ἐπὶ ἀφθαρσίᾳ γὰρ ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ ἔργοις ἀγαθοῖς), ἀλλ' ἐκ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς. Φθόνῳ γὰρ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἀλλ', ὦ Δέσποτα, φησὶν, ἐλέησόν με· σὺ γὰρ, ὁ ὑψῶσαι δυνάμενος ἐκ τῶν πυλῶν τοῦ θανάτου τοὺς ἁλόντας αὐταῖς. Πύλαι δὲ θανάτου, αἱ πονηραὶ δυνάμεις, κατακομίζουσαι εἰς πυθμένα θανάτου τοὺς ὑπ' αὐ τοῖς γεγονότας, καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, ἐξ ὧν τοὺς ἐνειλημμένους ἐξαιρεῖται Θεός. Θυγατέρα δὲ Σιὼν, τῆς ἐν οὐρανοῖς ἤτοι τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὴν ἐπὶ γῆς ὀνομάζουσι· πεποίηται γὰρ ὡς πρὸς ἐκείνην. "Ὅρα γὰρ, φησὶ ἡ Γραφὴ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·" τύπος γὰρ ἦν Ἐκκλησίας, ἡ σκηνή. Ἐν ταύτῃ τοίνυν γεγονὼς τῇ Σιὼν, φησὶν, μελῳδήσω σοι, τὰς
For as men already enlightened and come to their senses, and having condemned the deceit of the demons, and having come to the knowledge of their plotting—so as even to reckon as enemies those formerly worshipped—they entreat that they may obtain help from above, and they say that they have been brought low, not by their own nature (for God created man for incorruption, for good works), but by the plotting of the enemies. For by the envy of the devil, death entered into the world. But, O Master, he says, have mercy on me; for you are the one able to raise up from the gates of death those caught by them. And the gates of death are the evil powers, which bring down to the bottom of death those who have come under them, and the manifold sins, from which God rescues those entangled in them. And the daughter of Zion they name as the earthly one of the Church in the heavens, that is, of the firstborn; for it has been made with reference to that one. "For see, says the Scripture, you shall make all things according to the pattern shown to you on the mountain"; for the tabernacle was a pattern of the Church. In this Zion, then, he says, having come to be, I will sing to you, the
αἰνέσεις ἐξαγγελῶ καὶ πάσας ἀπαραλείπτως, ὡς μηδένα τρόπον ἐλλεῖψαι δοξολογίας. Ἐοίκασι δὲ διὰ τούτου δη λοῦν, ὡς οὐχὶ τοῖς ἔξω τῶν Ἐκκλησιῶν, ἀλλὰ τοῖς ἐν αὐταῖς εἰσελαύνουσι διὰ τῆς πίστεως, πρέπει τὸ δοξολογεῖν· "Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρ τωλοῦ." Καὶ πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Φασὶν οὖν οἱ ἐξ ἐθνῶν, ὅτι Διὰ τοῦτο ἐγεί ρεις ἡμᾶς ἐκ τῆς ταπεινώσεως, ἵνα ἐν τῇ ἐπουρανίῳ Σιὼν χορεύσωμεν. [Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Πύλαι θανάτου κατὰ Διαφόρους ἂν νοοῖντο τρόπους. Καὶ γὰρ καὶ αὐτὸς ὁ δράκων ὁ ἀποστάτης, ὁ φαυλό τητος ἁπάσης εὑρετὴς, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραὶ, λέγοιντο ἂν οὐκ ἀπεικότως θανάτου πύλαι· κατακομίζουσι γὰρ εἰς πέταυρον ᾅδου, καὶ εἰς πυθμένα θανάτου, τοὺς ὑπ' αὐτοὺς γεγονότας. Νοηθεῖεν δὲ ἂν θανάτου πύλαι καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, καὶ μὴν καὶ οἱ παρ' Ἕλλησιν σοφοὶ, συνασπίζοντες τῇ πλάνῃ, καὶ τῆς εἰδωλολατρείας τὸ ἀκαλλὲς ταῖς ἑαυ τῶν εὐγλωττίαις ἐξωραΐζειν σπουδάζοντες.] Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου. Κατὰ δὲ ἀναγωγὴν, ἀσμενίζουσι τὴν οἰκονομίαν οἱ ἐξ ἐθνῶν, ἢν ἐν Χριστῷ πεποίηκεν ὁ Θεὸς καὶ Πατὴρ, Σωτῆρα καὶ Λυτρωτὴν ἀναδείξας αὐτὸν τῷ κόσμῳ παντί· εὐδόκησε γὰρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὐκοῦν προσιέντες τὴν πίστιν, ὡς εἰσκομίζειν ἰσχύουσαν ἐν ταῖς πύλαις τῆς θυγα τρὸς Σιών. Σωτήριον δὲ πανταχοῦ ἡ Γραφὴ τὸν Χρι στὸν ὀνομάζει. Ἄδεται γοῦν ὡς ἐκ προσώπου τινῶν δεδιψηκότων ἰδεῖν τὴν ἐπιφάνειαν αὐτοῦ·
I will declare praises, and all of them without omission, so that in no way is there any lack of glorification. And by this they seem to indicate that it is not fitting for those outside the Churches, but for those who enter into them through faith, to glorify; "For praise is not beautiful in the mouth of a sinner." And how shall we sing the song of the Lord in a foreign land? Therefore those from the Gentiles say: For this reason you raise us from our lowliness, so that we may dance in the heavenly Zion. [He who lifts me up from the gates of death. The gates of death may be understood in various ways. For indeed the apostate dragon himself, the inventor of all wickedness, and the evil powers with him, might reasonably be called gates of death; for they bring down to the brink of Hades, and to the bottom of death, those who have come under them. And the gates of death might also be understood as the manifold sins, and indeed also the wise among the Greeks, who shield folly and eagerly beautify the ugliness of idolatry with their own eloquence.] We will rejoice in your salvation. And by way of spiritual interpretation, those from the Gentiles welcome the dispensation which God and the Father accomplished in Christ, having shown him forth as Savior and Redeemer to the whole world; for he was well pleased to sum up all things in him, both the things in the heavens and the things on the earth. Therefore they come forward to faith, which is able to bring them in at the gates of the daughter of Zion. And everywhere the Scripture names Christ as Salvation. At any rate, it is sung as from the person of certain ones who thirst to see his appearing:
"Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν." Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν. Κατὰ δὲ ἀναγωγὴν, ἔθνη χρὴ λέγειν τὴν ἀκάθαρτον τῶν δαιμόνων πληθὺν, οἳ κατεσκεύα σαν μὲν τῷ Σωτῆρι, καθάπερ ᾠήθησαν, τὴν ἐπὶ τῷ θανάτῳ διαφθοράν. Ἐστρατήγησαν αὐτοὶ ταῖς Ἰουδαίων μανίαις, στήσαντες ὑπουργὸν τὸν κλεπτίστατον μαθητήν· ἐνεπάγησαν δὲ αὐτοὶ μᾶλλον, ἤπερ ὁ τὴν παρ' αὐτῶν ὑπομείνας ἐπιβουλήν. Ἐξεπρίατο γὰρ τῷ ἰδίῳ αἵματι τὴν ὑπ' οὐρανὸν, καὶ τῆς τοῦ διαβόλου σκαιότητος ἠλευθέρωσεν. Ἔφη γὰρ τὸν τῷ κόσμῳ σωτήριον μέλλων ὑπομεῖναι σταυρόν· "Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται·" Καὶ, "Ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Καὶ οἱ διῶκται δὲ ταῦτα πεπόνθασιν, ἃ τοῖς πολλοῖς ἐξήρτυσαν. Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ. Κατὰ δὲ ἀναγωγὴν, ὀρθοῦ κρί ματος γεγονότος, καὶ κολάσεως ἐπενηνεγμένης τοῖς ἀνόσια πεπλημμεληκόσιν, ἐπιγινώσκεται ὁ Κύριος παρὰ τῶν πιστευσάντων εἰς αὐτὸν, ὡς ὑπάρχων δί καιος, ὅσιός τε καὶ δυνατός· ἐν γὰρ τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Τοῦτο δὲ διχῆ νοητέον· ἢ γὰρ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ καθάπερ εἴς τινα παγίδα ἐμπεσὼν ὁ ἁμαρτωλὸς, τὰς τῆς δυσσε βείας δίδωσι δίκας, ἢ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν περιπεσὼν, συλληφθήσεται· ὁ γὰρ τῷ πλησίον ὀρύσσων βόθρον, ἐμπεσεῖται εἰς αὐτόν. Καὶ κρῖμα ἀληθῶς δίκαιον, τὸ, τοὺς κατασκευάσαντας ἀνθρώπῳ τὸν θάνατον, ἐν αὐτῷ περιληφθῆναι, τοῦ Θεοῦ τὴν ἀπά την κατὰ τοῦ μηχανωμένου τρέποντος.
Show us, Lord, your mercy, and grant us your salvation." In this snare which they hid. And by way of spiritual interpretation, one must understand the nations as the impure multitude of demons, who prepared for the Savior, as they thought, destruction by death. They themselves schemed with the madness of the Jews, setting up as their servant the most thievish disciple; but they themselves were caught in the snare rather than the one who endured their plot. For he purchased with his own blood what is under heaven, and freed it from the perversity of the devil. For he said, when about to endure the cross that brings salvation to the world: "Now is the judgment of this world; now the ruler of this world will be cast out;" and, "If I am lifted up from the earth, I will draw all people to myself." And the persecutors also suffered these things which they had contrived for the many. In the works of his hands. And by way of spiritual interpretation, when right judgment has taken place and punishment has been brought upon those who have transgressed wickedly, the Lord is recognized by those who have believed in him as being just, holy, and powerful; for in the works of his hands the sinner was caught. And this must be understood in two ways: for either the sinner, having fallen into the hands of God as into a snare, pays the penalties for his impiety, or, having fallen into the works of his own hands, he will be caught; for he who digs a pit for his neighbor will fall into it. And truly just is the judgment, that those who contrived death for a man should be encompassed in it, God turning the deception against the one who devised it.
Ἁμαρτωλὸν δὲ ἐνταῦθα καλεῖ ὁ Δαβὶδ, ἤτοι καθ' ὅλου τὸν ἁμαρ τίαις ἔνοχον (πᾶσα γὰρ ἀνάγκη τὸν οὕτω ζῇν εἰωθότα, κολάζεσθαι τοῖς ἰδίοις ἔργοις ἐμπεπαρμένον· σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται)· ἢ ἁμαρτωλὸν τὸν Ἰουδαίων δῆμον ὀνομάζει, καὶ μάλα εἰκότως· ἀπέμεινε γὰρ ἐν μολυσμοῖς, οὐ προσηκάμενος τὴν διασμήχουσαν χάριν, ἐναπέθανε τοῖς ἑαυ τοῦ πλημμελήμασι. Κληθείη δ' ἂν ἁμαρτωλὸς καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς Σατανᾶς, ὃς δικαίῳ κρίματι συνελήφθη, τοῖς ἰδίοις ἔργοις περιπεσών· κατ εσκεύασε μὲν γὰρ καὶ γέγονεν ὑπὸ πόδας δικαίων. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην. Κατὰ δὲ ἀναγωγὴν, ἐκ πολλῆς ἄγαν φιλοθεΐας οἱ πιστεύσαντες ἐοίκασιν ἐπαρᾶσθαι τοῖς ἠθετηκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ τὴν πολύευκτον χάριν, δι' ἧς ἠδύναντο τῆς τῶν οὐρανῶν βασιλείας ἀποφαίνεσθαι κληρονόμοι. Ἢ τάχα ἔθνη Θεοῦ ἐπιλανθανόμενα,
οἱ δαίμονές εἰσι· κατ' οὐδένα γὰρ τρόπον πρακτικῶς Θεοῦ διαμέμνηνται, ἀλλ' ἔξω πάσης εἰσὶν ἀρετῆς καὶ ἀγαθουργίας. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός. ( 68) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐνταῦθα ἢ πάντας τοὺς ἁγίους ὀνομάζει ἁπλῶς, ὑφειμένον καὶ ταπεινὸν ἔχοντας φρόνημα, ἢ τοὺς ἐξ ἐθνῶν κεκλη μένους, οἳ πάλαι ἐν ἐνδείᾳ ἦσαν παντὸς ἀγαθοῦ. Τού τους οὐκ εἰς τέλος ἐπιλησθήσεσθαί φησι· μνήμη γὰρ γέγονεν αὐτῶν παρὰ τῷ φιλοικτίρμονι Θεῷ, καὶ κέκληνται διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν, τὸν τῆς ἀρχαίας ἀπάτης ἀπολυσάμενοι ζυγόν. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος.
David here calls the sinner either, in general, the one guilty of sins (for by every necessity the one accustomed to live in this way is punished, entangled in his own works; for each person is bound fast by the chains of his own sins); or he names the people of the Jews as the sinner, and quite reasonably so; for they remained in defilements, not having accepted the grace that washes clean, and they died in their own transgressions. Satan, the inventor of sin, could also be called a sinner, who was seized by a just judgment, having fallen into his own works; for he too was prepared and has come under the feet of the righteous. Let the sinners be turned back into Hades. And by way of spiritual interpretation, out of great love of God those who have believed seem to curse those who have rejected the manifestation of Christ and the much-prayed-for grace, through which they could have been shown to be heirs of the kingdom of the heavens. Or perhaps the nations that forget God are the demons; for in no way do they practically remember God, but they are outside all virtue and good works. For the poor man will not be forgotten to the end. And by way of spiritual interpretation, he here names as poor either simply all the saints, who have a humble and lowly disposition of mind, or those called from the nations, who formerly were in want of every good thing. These, he says, will not be forgotten to the end; for there has been a remembrance of them with the merciful God, and they have been called through Christ to knowledge, having loosed themselves from the yoke of the ancient deceit. Arise, O Lord, let not man be strengthened.
Κατὰ δὲ ἀναγωγὴν, ἐπιλάμψειν τοῖς ἐπὶ τῆς γῆς εὔχεται τὸν Μονογενῆ καὶ διεγερθῆναι, ὅπως ὁ ὑψηλόφρων ἐκεῖνος διάβολος (ὂν καὶ ἄνθρωπον ἐπὶ τοῦ παρόντος καλεῖ διὰ τὸ ἀσθενὲς, καὶ τό γε πρὸς Θεὸν μηδὲν ὅλως ὑπάρχειν αὐτὸν, ἀλλ' οἷον ἐν τάξει τῶν γηγενῶν) μὴ ἐπὶ πλεῖον ἐπαίρῃ τὴν ὀφρὺν, μη δὲ κραταιὸς φαίνηται. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ σωτηρίᾳ γενησομένην τῶν ἐθνῶν κρίσιν γενέσθαι εὔχεται· Κριθήτωσαν γὰρ, φησὶν, ἔθνη, οὐχ ἵνα τὰς τῶν ἐπταισμένων δοῖεν δίκας, ἀλλ' ἵνα γνωσθεῖεν ὡς ἠδικη μένοι, καὶ τῆς τοῦ τυραννήσαντος ἔξω γένοιντο χει ρός· ὡς εἶναι κρίσιν ἐνταῦθα τὴν τοῦ Θεοῦ δικαιοκρισίαν, καθ' ἣν ἠλέηται τὰ ἔθνη καὶ κέκληνται πρὸς τὴν θείαν ἐπίγνωσιν αὐτοῦ. Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πολλοὶ καὶ τοῦτο ἀπολωλέκασιν, ἐπελάθοντο τῆς φύσεως, εἰς μανίαν ἐξώκειλαν, ἠγνόησαν ἑαυτούς. Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν ἀξιοῖ διορθωθῆναι; Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης μανίας καὶ φρενίτιδος χαλεπώτερον· τὸ μὲν γὰρ, ἀνάγκης σώματος· τὸ δὲ, διεφθαρμένης προαιρέ σεως. Κατὰ δὲ ἀναγωγὴν, εὔχεται τοῖς ἔθνεσι νομο θέτην καταστῆναι Χριστόν· καὶ τὴν αἰτίαν ἐπιφέρει, δι' ἢν τοῦτο εὔχεται· "Γνώτωσαν ἔθνη, φησὶν, ὅτι ἄνθρωποί εἰσι." Πρὶν μὲν γὰρ εἰς ἐπίγνωσιν ἀλη θείας ἐλθεῖν, καὶ τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑπενεγκεῖν τὸν αὐχένα, κτηνοπρεπῆ διέζησαν βίον, οὐδὲν ὄντες ἔτερον πλὴν ὅτι σάρκα, καὶ οἷον βοσκήματα ταῖς τῆς γαστρὸς ἡδοναῖς προσκείμενοι· ὥστε τὸν Δαβὶδ ἐπι στενάζοντα λέγειν·
In the anagogical sense, he prays that the Only-Begotten will shine upon those on the earth and be roused, so that that proud devil (whom he now also calls a man, on account of his weakness, and because he is in no way anything in relation to God, but is, as it were, in the rank of the earthborn) may not lift his brow any further, nor appear mighty. Let the nations be judged before you. In the anagogical sense, he prays that the judgment which will come about for the salvation of the nations may take place; for let the nations be judged, he says, not so that they may pay the penalties for their transgressions, but so that they may be known to have been wronged, and may come out from the hand of the one who tyrannized over them; so that here the judgment is the righteous judgment of God, by which the nations have been shown mercy and have been called to the divine knowledge of him. Let the nations know that they are men. What he means is this: Many have lost even this, have forgotten their nature, have lapsed into madness, have not known themselves. Do you see how he makes the petition on their behalf, and deems the madness worthy of correction? For to be ignorant of oneself is worse than the utmost madness and frenzy; for the one is a matter of bodily necessity, but the other of a corrupted will. In the anagogical sense, he prays that Christ be established as lawgiver for the nations; and he adds the reason for which he prays this: "Let the nations know," he says, "that they are men." For before they came to the knowledge of the truth and submitted their neck to the yoke of the Savior, they lived a life befitting beasts, being nothing other than flesh, and, as it were, cattle devoted to the pleasures of the belly; so that David, groaning, says:
"Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσιν." Ἀνεκομίσθησαν δὲ διὰ Χριστοῦ πρὸς σύνεσιν ἀνθρωποπρεπῆ, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι πρὸς ἀρετὴν ἀπευ θύνονται. Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; Κατὰ δὲ ἀναγωγὴν, ἐπιταχῦναι τὴν μικρὸν ὕστερον γενησομένην τῶν ἐθνῶν κλῆσιν εὔ χεται. Τοῦτο δὲ αὐτῷ πεποίηκεν ἢ τοῦ διαβόλου ὑπεροψία, ἢ καὶ οὕτως· Ἵνα τί ἀφέστηκας μακρό θεν, οἷον ἀποφέρων ἑαυτὸν τῶν ἠδικημένων, καὶ πλεονεκτεῖν ἐφιεὶς τοῖς τὰ σὰ διαρπάζουσι, καὶ οὐχὶ δὲ μᾶλλον ἔγγιον ἔρχῃ διὰ τῆς ἐπικουρίας, ὑπερορᾷς δὲ συντεθλιμμένους καί τοι καιροῦ καλοῦντος εἰς τὸ ἐπαμῦναι; Πρέπει γὰρ οὐχ ἑτέροις ἢ τοῖς παθοῦσιν ὁ ἔλεος. Οὐκοῦν ἡ θλῖψις, ὡς ἐπὶ καιροῦ βοήθειαν αἰτεῖ· "Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." Ἐσχημάτισται δὲ ὁ λόγος ὡς ἐφ' ἡμῶν· οὐ γὰρ ἀπέστη Θεὸς, πληροῖ δὲ μᾶλλον τὰ πάντα, καὶ οὐδὲν αὐτοῦ κενόν. Εἰ δὲ ἀφεστάναι λέγεται μακρὰν, μὴ τὴν ὡς ἐν τόπῳ νοήσῃς ἀπόστασιν, ἀπεριόριστον γὰρ τὸ Θεῖον, ἀλλὰ καθ' ὃ συγκεχώρηκεν ἀδικηθῆναι καὶ παθεῖν, οὐ χαριζόμενος τὴν ἐπικουρίαν· ταύτῃ τοι καὶ ἀφεστάναι λέγεται. Ἔτι ἀφέστηκεν ὥσπερ ἡμῶν ὁ Θεὸς τῇ τῆς φύσεως διαφορᾷ· πολὺ γάρ τι τὸ μεσολαβοῦν Θεὸν καὶ κτίσιν, καὶ ἀσύγκριτος ἡ διαφορά. Ἔοικε τοίνυν ἐνταῦθα καλεῖν τὸν μονογενῆ Λόγον εἰς ἐνανθρώπησιν· οὕτω γὰρ γέγονεν ἐγγὺς ἡμῶν ὁ μακρὰν, ὅτι Θεὸς ὢν φύσει, γέγονε σάρξ.
Man, being in honor, did not understand; he was compared to the beasts." But they were brought back through Christ to understanding befitting a human being, and are directed toward virtue by the gospel ordinances. Why, O Lord, have you stood far off? In the anagogical sense, he prays that the calling of the Gentiles, which will come to pass a little later, be hastened. And this has been done to him either by the contempt of the devil, or also in this way: Why have you stood far off, as though withdrawing yourself from those who have been wronged, and allowing those who plunder your things to take advantage, and do you not rather come nearer through your help, but overlook those who are hard pressed, even though the time calls for succor? For mercy is fitting for none other than those who have suffered. Therefore affliction, as at the right time, asks for help: "For those who are healthy have no need of a physician, but those who are sick." But the word has been shaped as if concerning us; for God has not withdrawn, but rather fills all things, and nothing is empty of him. But if he is said to have stood far off, do not understand the withdrawal as in place—for the Divine is unbounded—but in that he has permitted them to be wronged and to suffer, not granting his help; in this way indeed he is also said to have stood far off. Further, God has stood off from us, as it were, by the difference of nature; for great is that which intervenes between God and creation, and the difference is incomparable. It seems, then, that here he calls the Only-Begotten Word to the incarnation; for in this way he who was far off has come near to us, because being God by nature, he became flesh.
Ἐπὶ καιροῦ δὲ πέπρακται τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ὅτε καὶ εἰς λῆξιν κακοῦ διελήλακεν ἡ ὑπ' οὐρανὸν, πάντα τρόπον ἐπιβουλῆς ἐπαρτυσάντων αὐτῇ τῶν ἐχθρῶν. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός. Οὐ μόνον ἐν τοῖς ἀνθρωπικοῖς ἀδικούμενος πράγμασιν, ἀλλὰ καὶ εἰς ἁμαρτίαν ἐρεθιζόμενος· ὅταν γὰρ ἴδῃ τὸν ἀσεβῆ εὐοδούμενον, ὑπὸ τῶν λογισμῶν ἐμπυρίζεται,
τοῦ Σατανᾶ ὑποβάλλοντος αὐτῷ ζηλῶσαι τὸν ἄνομον. Οὐκοῦν ἀληθὴς ὁ λόγος καὶ κατὰ παντὸς ἀλαζόνος καὶ ἀπηνοῦς λεγόμενος, ἀφύκτοις ὥσπερ πλεονεξίαις καταφλέγοντος τοὺς ἀσθενεστέρους. Ἀλη θὲς γὰρ κἀκεῖνο· οἱ γὰρ τὴν ἐγκόσμιον ταύτην καὶ δαιμονιώδη καὶ ψυχικὴν σοφίαν ἐξησκηκότες, ἀλαζο νεύονται διὰ τοῦτο, καὶ τοὺς ἐν πτωχείᾳ φρενῶν ἐμπυρίζουσι, τουτέστιν υἱοὺς γεέννης ἀποφαίνουσι, συνηγοροῦντες τῷ ψεύδει, καὶ ταῖς αὐτῶν εὐγλωττίαις τὴν ἀπάτην κατακαλλύνοντες, καὶ ἀποφέροντες διὰ τούτου πρὸς τὸ πλανᾶσθαι πολλούς· οὗτοι συλλαμβάνονται, καθάπερ εἰς παγίδα πεσόντες εἰς τὰ τῶν πλάνων διαβούλια· ὃ γὰρ ἂν ἐκεῖνοι συμβουλεύσειαν, τοῦτο τοῖς ἀσθενεστέροις πάγη καὶ βρόχος γίνεται. Ἑτέρως δὲ ὑπερήφανος μὲν ὁ Σατανᾶς· ἐπειδὴ δὲ τοιοῦτός ἐστιν, ἕως ἐξῆν αὐτῷ τοῦτο δρᾷν καὶ κατεπαίρεσθαι τῶν ἐπὶ τῆς γῆς, ἐνεπυρίσθη πᾶς ὁ πτω χὸς, τουτέστιν ὁ ἐν ἐνδείᾳ φρενῶν, καὶ πνευματικῆς ἰσχύος ἐπιδεής· ἡ γὰρ ὑπεροψία τοῦ πονηροῦ, πύρωσις τῷ πτωχῷ γίνεται λαῷ. "Συνελήφθησαν γὰρ ἐν διαβουλίοις οἷς διαλογίζονται." Καὶ τίνες οἱ διαλογιζόμενοι;
But the mystery of the dispensation with the flesh was accomplished at the fitting time, when also the world under heaven had come to the lot of evil, the enemies having equipped it in every manner of plotting. "In the proud exaltation of the impious, the poor man is set on fire." Not only is he wronged in human affairs, but he is also provoked to sin; for when he sees the impious prospering, he is set on fire by his thoughts, Satan suggesting to him that he envy the lawless man. Therefore the saying is true, spoken also against every arrogant and cruel man, who inflames the weaker with, as it were, inescapable acts of greed. True also is that saying: for those who have practiced this worldly and demonic and psychical wisdom are arrogant because of this, and they set on fire those poor in mind—that is, they show them to be sons of Gehenna—advocating for falsehood and beautifying deceit with their own eloquence, and by this leading many away to wandering; these are caught, as it were falling into a snare, in the counsels of deceivers; for whatever those men advise, this becomes a snare and a noose for the weaker. In another sense, Satan is the proud one; and since he is such, as long as it was permitted him to do this and to exalt himself over those on the earth, every poor man was set on fire—that is, the one in want of mind and lacking spiritual strength; for the contempt of the wicked one becomes a burning for the poor people. "For they were caught in the counsels which they devise." And who are those who devise?
Ἢ αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς, καὶ οἱ κοσμοκράτορες τοῦ κόσμου τούτου, ὧν τὰ διαβούλια καὶ αἱ κακουργίαι καὶ κατὰ πάντων μηχανήματα, παγίδες εἰσὶ τοῖς ἁλισκομένοις· ἢ αὐτοὶ οἱ πλεονεκτούμενοι, ἐν τοῖς ἑαυτῶν διαβουλίοις συλλαμβάνονται· ὃ γὰρ ἂν βουλεύσωνται, τοῦτο πάντως ἔσται κατ' αὐτῶν. Ὡς ἐν κεφαλαίῳ τοίνυν εἰπεῖν, ἐκ μέσου γενέσθαι παρακαλεῖ τὸν ἀλαζόνα δράκοντα καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις, ὧν τοῖς διαβουλίοις ὁ πτωχὸς ἐμπυρίζεται, πρὸς πᾶν εἶδος φαυλότητος κατ ωθούμενος· διὰ τοῦ μὴ εἰδέναι τίς ὁ φύσει Θεὸς, μήτε μὴν τοῖς θείοις νόμοις πρὸς τὸ καλὸν ἀπευθύνεσθαι. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. Ἢ καὶ οὕτως. Εἰς τοῦτο, φησὶ, φαυλό τητος καὶ ἀθλιότητος πραγμάτων κατεκομίσθη τὰ ἀνθρώπινα ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ὡς εἶναι μὲν παντελῶς οὐδένα τῆς ἀγαθουργίας τὸν ἐπιμελητὴν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἐπαινεῖσθαι παρὰ πάντων τοὺς ταῖς τῶν ἰδίων ψυχῶν ἐπιθυμίαις ἀκολουθοῦντας, οἳ τάχα που καὶ ἐναβρύνονται τῷ κακῷ καὶ ἐπὶ τῷ εἶναι πονηροὶ μέγα φρονοῦσι, κατασκώ πτοντος μὲν αὐτοὺς οὐδενὸς, εὐλογοῦντος δὲ μᾶλλον ἤγουν εὐφημοῦντος. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Νοήσεις δὲ καὶ οὕτως ὅτι παρώξυνε τὸν Κύριον, χλευάζων τοὺς περὶ τῆς προνοίας καὶ τῆς κρίσεως αὐτοῦ λόγους. Πολλοὶ γοῦν ἀκούοντες τοιοῦ τόν τι, γελῶσιν εὐθέως· τούτῳ δὲ συναπτέον καὶ τὸ, "Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ," ἵνα ᾖ τὸ ὅλον οὕτω· Παρώξυνε γὰρ, φησὶ, τὸν Κύριον ὁ ἁμαρτωλὸς, πλῆθος ὀργῆς ἑαυτῷ θησαυρίζων· τὸ γὰρ αὐτοῦ ἐπὶ τοῦ παροξύνοντος αὐτὸν ληπτέον.
Or is it the very inventor of sin, and the world-rulers of this world, whose designs and villainies and devices against all are snares for those who are caught? Or are the very ones who are defrauded caught in their own designs? For whatever they may plan, this will certainly be against them. To speak in summary, then, he calls upon the boastful dragon and the evil powers with him to be removed from the midst, by whose designs the poor man is set on fire, being driven toward every kind of baseness—through not knowing who is God by nature, nor indeed being directed by the divine laws toward the good. For the sinner is praised in the desires of his soul. Or also in this way. To this, he says, have human affairs been brought—to such baseness and wretchedness—when the impious man is proud, so that there is absolutely no one who takes thought for good works, but on the contrary those who follow the desires of their own souls are praised by all, who perhaps even exult in evil and think greatly of themselves for being wicked, with no one mocking them, but rather blessing them, that is, speaking well of them. The sinner provoked the Lord. But you will understand also in this way that he provoked the Lord, mocking the words concerning his providence and his judgment. Many, then, hearing such a thing, laugh immediately; and to this must be joined also the phrase, "According to the abundance of his anger," so that the whole may be thus: For the sinner, he says, provoked the Lord, treasuring up for himself an abundance of anger; for "his" must be taken of the one who provokes him.
Εἶτα τὸ οὐκ ἐκζη τήσει, καθ' ὑποστιγμὴν ἀναγνωστέον· ἵνα ᾖ τὸ νοούμενον οὕτως· Ἆρ' οὖν ὁ μὲν παροξύνει τὸν Θεὸν καὶ τὸ πλῆθος ἑαυτῷ ἐκκαίων ὀργῆς; ὁ δὲ οὐ· ἐκζητήσει; Ἢ καὶ οὕτως· Παροξύνει μὲν τὸν Θεὸν ὁ ἁμαρτωλὸς, οὐκ ἔχων αὐτὸν εἰς νοῦν. Εἶτα ὡς ἐν ἐπερωτήσει· Τί δέ; Ὁ Θεὸς οὐκ ἐκζητήσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε καὶ τὸ πλῆθος καὶ ἡ ἔκκαυσις ἔσται τῆς ὀργῆς αὐτοῦ; Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ· βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ. (, ) Ὁ γὰρ μὴ ἐπιστάμενος ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Ἐπὶ μὲν οὖν ἀνθρώπων, οὕτως ἂν νοηθεῖεν οἱ προκείμενοι λόγοι τῶν στίχων, ὅτι παντὸς φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνε νευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τὸ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶ μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἶον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κρι μάτων, ἤτοι νόμων. Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων, καὶ τό γε ἧκον εἰς αὐτὴν, ὁ τῆς ἀρετῆς βραβευτὴς ἀναιρεῖται νόμος, καὶ ἀνατέτραπται θέλημα τὸ Δεσποτικόν. Ἐπὶ δὲ τοῦ Σατανᾶ λεγόμενα ταῦτα, πολὺ τὸ εἰκὸς ἔχει· ἀεὶ γὰρ ἀκάθαρτοι αἱ ὁδοὶ αὐτοῦ, καὶ τοῖς τοῦ Θεοῦ νόμοις
Then the phrase "he will not seek out" must be read with a pause, so that the meaning is as follows: Is it the case, then, that the one provokes God and kindles for himself a multitude of wrath, while he does not seek out? Or also in this way: The sinner provokes God, not having him in mind. Then, as in a question: What then? Will God not seek out at the time of judgment, when both the multitude and the kindling of his wrath shall be? "God is not before him; his ways are profaned." For the one who does not know that God exists, neither does he know that he is a judge. In the case of human beings, then, the words of the verses before us would be understood thus: that for every lover of sin, who looks without restraint upon wrongdoing and has wholly inclined toward provoking God, because he does not have him before him, his ways—that is, his actions—are altogether profaned, and are full of uncleanness, and are defiled with the mire of wickedness, and as it were look toward the abolition of God's judgments, that is, his laws. For every sin fights against the aim of the sacred ordinances, and, as far as it depends on it, the law that rewards virtue is abolished, and the Master's will is overturned. But when these things are said of Satan, they have great plausibility; for his ways are always unclean, and against the laws of God
ἀντανίστανται. Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. [Παντὸς ἀνθρώπου φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνε νευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τοῦ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶν μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἷον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κριμάτων, ἤτοι νόμων. Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων] Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Οὐ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυ ριεύσει ὁ Σατανᾶς. Πάντες δὲ οἱ δίκαιοι ἐχθροὶ αὐτοῦ ὄντες, πάντων ἆρα τούτων κατακυριεύσει; Οὐκ ἐν παντὶ δηλονότι κατακυριεύσει πράγματι, ἀλλ' ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς "ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ." Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου. Καὶ τοῦ διαβόλου δὲ τὸ στόμα πικρίας καὶ δόλου πεπλήρωται· καὶ μὴν καὶ ἐνεδρεύει πτω χοὺς πρὸς τὸ ἀποκτεῖναι διὰ τῶν οἰκείων παγίδων. Τὸ δὲ "μετὰ πλουσίων," τί ἂν ἔτερον νοηθείη, ἢ τῶν πλουτούντων ἐν κακοῖς; Οὗτοι γὰρ δὴ τῷ διαβόλῳ κατὰ τῶν πτωχῶν τῷ πνεύματι συμπράττουσι. Νοή σεις δὲ ταῦτα καὶ ἐπὶ τῶν αἱρετικῶν. Ὥσπερ γὰρ οἱ δεινοὶ καὶ πικροὶ τῶν ὄφεων ἐν τοῖς δήγμασιν ὅλην ἔχουσι τὴν ἰσχὺν, οὕτως καὶ οὗτοι· μεστοὶ γάρ εἰσι ῥημάτων πικρῶν καὶ ἐπαράτων ἐννοιῶν καὶ ἀπάτης καὶ δόλου, καὶ πόνον ὑπὸ τὴν γλῶτταν ἔχουσι. Συν τρίβουσι γὰρ αἱ τῶν ἀνοσίων φωναὶ τὰς τῶν ἁπλουστέρων καρδίας, διὰ δόλου καὶ ἀπάτης, ἀποφέρουσαι πλειστάκις ἐφ' ἃ μὴ θέμις.
They set themselves against him. "God is not before him." [For every man who loves sin, and looks without restraint upon what is wrong, and has wholly inclined toward provoking God, because he does not have him before his eyes, his ways—that is, his deeds—are utterly profaned, and are full of uncleanness, and are defiled with the mire of wickedness, and as it were look toward the abolition of God's judgments, that is, his laws. For every sin fights against the aim of the sacred ordinances.] "He will lord it over all his enemies." Satan will not lord it over all his enemies. But are all the righteous, being his enemies, then to be lorded over by him? Clearly he will not lord it over them in every matter, but in some; for Christ alone "did not commit sin, nor was guile found in his mouth." His mouth is full of cursing and bitterness and guile. And the mouth of the devil too is filled with bitterness and guile; and indeed he lies in wait for the poor to kill them through his own snares. And "with the rich"—what else could be understood than those who are rich in evils? For these indeed cooperate with the devil against the poor in spirit. You will understand these things also in reference to the heretics. For just as the dread and bitter among serpents have their whole strength in their bites, so also do these; for they are full of bitter words and accursed thoughts and deceit and guile, and they have pain under their tongue. For the voices of the unholy crush the hearts of the simpler sort, through deceit and deception, often carrying them off to what is not lawful.
Ἐπάρατον δὲ μάλιστα τοῦ Σατανᾶ τὸ δολερὸν καὶ ἀπατηλόν· ἀποφέρει γὰρ οὕτως εἰς τὸ πλημμελὲς, ψιθυρίζων ὁ πονηρὸς εἰς νοῦν καὶ καρδίαν, καὶ συναγορεύων ἀεὶ τῷ κακῷ, καὶ τὸ πικρὸν γλυκὺ λέγων αὐτός τε καὶ οἱ μιμηταὶ τῆς αὐτοῦ σκαιότητος· ἔργον γὰρ αὐτοῖς τὸ ὑποσκελίζειν ἀγαθοὺς καὶ ἀποκτείνειν ἀθώους· ἐνεδρεύοντας ἐν ἀποκρύφοις, τουτέστι κρύπτοντας τὴν πονηρίαν, καὶ οἷς ἂν δύνωνται τρόποις κατασκιάζον τας τὸ κακόν. Οἱ γὰρ ἀπατῶντες τοὺς ὀρθοποδοῦντας, ὑποπλάττονται πολλάκις εἶναι χρηστοί· εἶτα κολλώ μενοι ἐπιπλέκουσι τὸν τῆς ἀπάτης ἰὸν, καὶ κατὰ βραχὺ παρακλέπτουσι τῶν ἀκεραίων τὸν νοῦν, ἀπο φέροντες αὐτοὺς εἰς τὰ οἰκεῖα. Πλὴν τοῦτο δρῶσιν, οὐ κατὰ πάντων ἀδιακρίτως, κατ' ἐκείνων δὲ μᾶλλον οἷς πτωχός ἐστι νοῦς, τὸν ἐκ φρονήσεως δηλονότι πλοῦτον οὐκ ἔχων. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, "Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι." Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ. Τὸν γὰρ ἐν ἀρετῇ ζῶντα κἂν ἑλκύσῃ αὐτὸν πρὸς μικρὸν, ὅμως εἰς τέλος νήψαντος καὶ ἀποστάντος οὐ περιγίνεται· τὸν δὲ πτωχὸν τῇ ἀρετῇ καὶ ἀσύνετον ὅταν ἑλκῦσαι φθάσῃ, εἰς τὸ σπήλαιον τῆς κακίας λαβὼν μασᾶται, καθάπερ λέων ἐν ἀποκρύφῳ πρόβατον. (, ) Τί δὲ βούλεται τὸ ἐνεδρεύει ὡς λέων; Φασὶν γὰρ ἐν τοῖς ὄρεσι τὸν λέοντα ἐν ταῖς οἰκείαις μάνδραις ἠρεμεῖν, καὶ οἷον κατακρύπτεσθαι, μὴ ἄρα πως τῇ θέᾳ καταπτοήσῃ τι τῶν ἑτέρων ζώων, ἃ δὴ ποιεῖται τροφήν· ἐπ' ἂν δὲ ἴδῃ τὸ γεγονὸς ἐγγὺς, ἀναπηδήσας εὐθὺς καταβρυχᾶται μέγα, καὶ κατα βροντήσας ἀφορήτως ἐπιπηδᾷ, καὶ ἁρπάζει τὸ παρατυχὸν, προαπονευρώσας τοῖς δείμασι.
Most accursed is the deceitful and seductive nature of Satan; for he thus leads men away into sin, the evil one whispering into mind and heart, and always pleading on behalf of evil, and calling the bitter sweet—he himself and the imitators of his perversity. For their work is to trip up the good and to kill the innocent, lying in wait in secret places—that is, concealing their wickedness—and by whatever means they can, casting a shadow over the evil. For those who deceive the upright often feign to be good; then, attaching themselves, they weave in the venom of deceit, and little by little steal away the mind of the simple, leading them away to their own ways. Yet they do this not indiscriminately against all, but rather against those whose mind is poor, that is, who do not have the wealth that comes from understanding. For this, I think, is what is meant by "His eyes look upon the poor man." He lies in wait in secret like a lion in his den. For the one who lives in virtue—even if he draws him aside for a little while—nevertheless, when he has stayed awake and departed, he does not prevail over him; but the one who is poor in virtue and without understanding, when he has managed to draw him in, he takes him into the cave of wickedness and devours him, like a lion in a secret place devouring a sheep. But what does "he lies in wait like a lion" mean? For they say that on the mountains the lion rests in his own dens and, as it were, hides himself, lest by any chance the sight of him should terrify one of the other animals, which he makes his food; but when he sees that the creature has come near, he leaps up at once and roars mightily, and thundering unbearably he springs upon it, and seizes whatever is at hand, having first unnerved it by his terrors.
"Λέων γὰρ ἐρεύξεται, φησὶ, καὶ τίς οὐ φοβηθήσεται; Λέοντι τοίνυν παραπλησίως ὁ Σατανᾶς ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν· δέδιε γὰρ τοῦ πλουτοῦντος κατ' ἀρετὴν τὴν ἀντίστασιν· τοὺς δὲ ἐν ἐνδείᾳ φρενῶν καὶ πνευματικῆς ἰσχύος, ἑτοιμότατα λαβὼν, γλυκὺ ποιεῖται τὸ θήραμα. Πλεῖσται δὲ λίαν αἱ τοῦ διαβόλου παγίδες, καὶ πρός γε τῶν ἄλλων, τὸ μὴ εἰδέναι τὸν φύσει Θεόν. Τὸ δὲ "Κύψει καὶ πεσεῖται," διχῆ νοη τέον. Ἤτοι γὰρ ἐν τῷ κατακυριεῦσαι τὸν ἀσεβῆ τῶν πενήτων, πᾶς ὁ τοῦτο πεπονθὼς, ὑπὸ τὴν ἐκείνου χεῖρα καὶ τυραννίδα γεγονὼς, κύψει καὶ πεσεῖται· τουτέστι ταπεινωθήσεται, καὶ οἷον ἐν γῇ κείσεται, τοῖς ἐν πολέμῳ τεθνεῶσι προσεοικώς. Ἢ αὐτὸς ὁ ἀσεβὴς ἐπειδὰν κυριεύσῃ τῶν πτωχῶν, τουτέστι τῶν ἀσθενῶν, πεσεῖται· ὥσπερ οὖν καὶ ὁ Σατανᾶς, ὅτε κεκυρίευκε τῶν πενήτων, τότε
τεταπείνωται. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός. Ὠήθη δὲ καὶ ὁ Σατανᾶς ὅτι κατακυριεύσει τῶν πενήτων, οὐκ ἐφορῶντος ἔτι τοῦ Θεοῦ τὴν γῆν, ἀλλ' ἅπαν ἀποστρεφομένου, καὶ μὴ κηδομένου τοὺς ἐν αὐτῇ. Ὑψωθήτω ἡ χείρ σου. (·) Καταπαιέτω ἡ χείρ σου, φησὶ, καὶ ὑψούσθω λοιπὸν, ἐπιφέρουσα τοῖς πλημμελοῦσι τὴν μάστιγα, κατά γε τὸ εἰρημένον διὰ τῆς Ἡσαΐου φωνῆς· "Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή·" αἴρεται γὰρ ἀεί πως ὑψοῦ τῶν παιόντων ἡ χείρ. Εἰ γὰρ οὕτως συνήσεις τὸν στίχον, ἤγουν καὶ ἑτέρως δὲ χείρ ἐστι Θεοῦ, ἡ πάντα ἰσχύουσα αὐτοῦ, ζῶσά τε καὶ ἐνυπόστατος δύναμις, τουτέστιν ὁ Υἱὸς, ὃς ὑψωθεὶς ὑπὲρ ἡμῶν, καὶ τὸν τίμιον ὑπομείνας σταυρὸν, ἐδοξάσθη.
For the lion shall roar, he says, and who will not be afraid? Satan, then, lies in ambush like a lion to snatch the poor man; for he fears the resistance of the man who is rich in virtue, but those who are in want of understanding and spiritual strength, having taken most readily, he makes his sweet prey. And very numerous indeed are the snares of the devil, and besides the others, that of not knowing the God who is by nature. But 'He shall bow down and fall' must be understood in two ways. For either, when the impious man has gained dominion over the poor, everyone who has suffered this, having come under his hand and tyranny, shall bow down and fall—that is, shall be humbled, and as it were lie on the ground, like those slain in war. Or the impious man himself, when he has gained dominion over the poor, that is, over the weak, shall fall; just as Satan too, when he has gained dominion over the poor, then he has been humbled. For he said in his heart: God has forgotten. And Satan also thought that he would gain dominion over the poor, since God no longer looked upon the earth, but had turned away from everything, and did not care for those in it. Let your hand be lifted up. Let your hand, he says, strike, and henceforth be lifted up, bringing the scourge upon transgressors, according to what was spoken through the voice of Isaiah: 'For all these things his wrath is not turned away, but still his hand is lifted up'; for the hand of those who strike is always in some way raised on high. For if you understand the verse in this way—or else in another way, the hand of God is his power that prevails over all things, living and subsistent, that is, the Son, who having been lifted up for our sake, and having endured the precious cross, was glorified.
Κατήργηκε γὰρ οὕτω τοῦ θανάτου τὸ κράτος, καὶ ἀνεκόμισεν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐκ φθορᾶς τὴν ἀνθρώπου φύσιν· καὶ γὰρ δι' Υἱοῦ τὰ πάντα κατερ γάζεται. Οὕτω γάρ πού φησιν ὁ Θεὸς καὶ Πατήρ· Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Ἔνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; ( 40 ) Ὁ μὲν οὖν παράνομος ταῦτά φησιν, ὁ ἁρπάζων, ὁ πλεονεκτῶν, ὁ μὴ διδοὺς δίκην· ὁ δὲ προφήτης, ἀναιρῶν αὐτοῦ τὰ δόγματα, τὸν περὶ μακροθυμίας ἐξαπλοῖ λόγον. Ἐκεῖνος μὲν γάρ φησιν, ὅτι ἀπέστρεψεν ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν· ὁ δὲ Δαβὶδ ἀπεναντίας λέγει, ὅτι καὶ βλέ πεις καὶ κατανοεῖς καὶ τὸν κόπον τῶν ἀδικουμένων καὶ τὸν θυμὸν τῶν ἀδικούντων αὐτούς· μακροθυμεῖς δὲ ἕως ἂν αὐτοὶ ἐμπέσωσιν εἰς χεῖράς σου. Οὐχ ἕτεροι δὲ ἡμᾶς εἰς χεῖρας Θεοῦ πέμπουσιν, ἀλλ' ἕκαστος ὑπὸ τῶν ἰδίων πλημμελημάτων μονονουχὶ καὶ προσάγεται. Τὸ μέν τοι ἕνεκεν τίνος, οὐκ ἐνδοιά ζοντός ἐστιν, οὐδὲ ἀγνοοῦντος τὴν αἰτίαν δι' ἣν ἐθάῤῥησεν ὁ ἀσεβὴς παροξύναι τὸν Θεὸν, ἐξηγουμένου δὲ μᾶλλον αὐτήν. Ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ οὖν τὸν πρῶτον στίχον ἀναγνωστέον, ὡς ἀπόδοσιν αἰτίας τὸν δεύτερον ποιησώμεθα. Ἀλλ' ὁ μὲν ἀσεβὴς ᾠήθη καθ' ἑαυτὸν μὴ ἐκζητεῖν τὸν Θεὸν, μήτε μὴν ἐφορᾷν τὰ ἀνθρώπινα. Ὅτι δὲ τῆς ἀληθείας ἐσφάλλετο, καὶ τοῦ εἰδέναι τὴν ἐνοῦσαν ἡμερότητα τῷ Θεῷ καὶ φιλανθρωπίαν ἀπεκομίσθη μακρὰν, αὐτὰ δι' ἑαυτῶν βοήσει τὰ πράγματα.
For in this way he has abolished the power of death, and has brought back the nature of man from corruption to incorruption and immortality; for through the Son all things are kept in order. For somewhere God and the Father says thus: I have strengthened the heaven with my hand. For what reason has the impious man provoked God? (40) The lawless man, then, says these things—the one who snatches, the one who takes advantage, the one who does not pay the penalty; but the prophet, refuting his opinions, unfolds the account concerning long-suffering. For that man says that God has turned away his face so as not to see; but David says the opposite, that you both see and observe both the toil of those who are wronged and the anger of those who wrong them; and you are long-suffering until they themselves fall into your hands. It is not others who send us into the hands of God, but each person is, so to speak, brought near by his own transgressions. The phrase "for what reason," however, is not the utterance of one who doubts, nor of one who is ignorant of the cause for which the impious man dared to provoke God, but rather of one who explains it. The first line, then, is to be read as in a question and with a pause, while we make the second the giving of the reason. But the impious man thought in himself that God does not seek out, nor indeed oversee, human affairs. That he was mistaken concerning the truth, however, and was carried far away from knowing the gentleness and love of mankind that dwells in God, the facts themselves will cry out by themselves.
Κατημέλησε γὰρ τῶν τῇδε ὁ Θεὸς οὐδαμῶς, ἀλλ' ἔπεμψεν ἐξ οὐρανῶν τὸν Υἱὸν αὐτοῦ ζητῆσαι τὸ ἀπολωλὸς, ἐπιστρέψοντα τὸν πεπλανημένον, ἀναῤῥωννύντα τὸ ἀσθενὲς, ἀπαλλάσ σοντα τοῦ νοσεῖν τὸν συντετριμμένον. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός. (, ) Τὸν ἀσθενῆ φησι καὶ τὸν ἀνεπικούρητον, τὴν παρὰ σοῦ μόνου ζητουμένους ἐπικουρίαν· δύναται γὰρ διασώζειν τοὺς πτωχούς τε καὶ ὀρφανούς. Αὐτοὶ δ' ἂν εἶεν καὶ μάλα εἰκότως οἱ οὔπω Θεὸν τὸν φύσει καὶ ἀληθῶς ἐπεγνωκότες· καὶ πτωχοὶ μὲν ὡς πλοῦτον οὐκ ἔχοντες τὸν ἐκ θείων τε καὶ ἱερῶν χαρισμάτων, ἤγουν τῶν ἐκ πολιτείας εὐαγοῦς καὶ ζωῆς τῆς κατὰ Χριστόν· ὀρφανοὶ δὲ ὡς οὔπω λαχόντες Πατέρα τὸν Θεόν. Δέδωκε γὰρ ἐξου σίαν ὁ Υἱὸς τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ τέκνα Θεοῦ γενέσθαι· οἱ τοίνυν οὔπω πιστεύσαντες, οὔτε μὴν τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος ἔχοντες ἀναγέννησιν, ὀρφανοὶ πάντως νοηθεῖεν. Ὀρφανῷ σὺ ἦσθα βοηθός. Οὐκ εἶπε· Σὺ εἶ, ἀλλ', Ἦσθα. Πρότερον γὰρ πάντων παρανομούντων, σὺ μόνος βοηθὸς τῶν ὀρφα νῶν ἐτύγχανες· νῦν δὲ καὶ οἱ σοὶ, οἱ τοῦ νόμου τὰς ἐντολὰς φυλάσσοντες. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. (, ) Καὶ τοῦ Σατανᾶ δὲ τοσαύ τη γέγονεν ἡ ἁμαρτία, ὥστε διερευνηθεῖσαν παρὰ Θεοῦ, δίκης ἄξιον αὐτὸν τῆς ἐσχάτης ἀποφῆναι· τοι γάρτοι καὶ συνετρίβη καὶ ἠτόνησεν ὁ βραχίων αὐτοῦ, τουτέστιν ἡ καθ' ἡμῶν δυναστεία. Πλὴν ἁγιοπρεπὴς ἡ αἴτησις καὶ παντὸς ἐπαίνου μεστὸν τῆς προσευχῆς τὸ χρῆμα. Ὅσιον γὰρ καὶ παντὶ τῷ βίῳ χρήσιμον τὸ παντὸς ἁμαρτωλοῦ συντρίβεσθαι βρα χίονα, τουτέστι τὴν δυναστείαν·
For God did not in any way neglect the things here below, but sent his Son from heaven to seek what was lost, to turn back what had gone astray, to strengthen what was weak, to release from sickness what was crushed. The poor man has been left to you. He means the weak and the helpless, who seek help from you alone; for he is able to save the poor and the orphans. And these would most reasonably be those who have not yet come to know God by nature and in truth; poor, as not having the wealth that comes from divine and holy gifts, that is, from a life of good conduct and a life according to Christ; and orphans, as not yet having received God as Father. For the Son gave authority to those who believe in his name to become children of God; those, then, who have not yet believed, nor have the regeneration from water and the Spirit, would certainly be understood as orphans. You were a helper to the orphan. He did not say, "You are," but, "You were." For when all men were transgressing before, you alone proved to be the helper of orphans; but now also your own people, those who keep the commandments of the law. Crush the arm of the sinner and the wicked man. And so great has the sin of Satan become that, when he was searched out by God, he declared him worthy of the utmost punishment; and so his arm has been crushed and weakened, that is, his dominion against us. Moreover, the request is holy and the matter of the prayer is full of all praise. For it is a holy thing and useful for the whole of life that the arm of every sinner be crushed, that is, his dominion.
ἐπ' οὐδενὶ γὰρ ἔχου σιν αὐτὴν ἑτέρῳ, ἐπὶ δὲ τῷ συντρίβειν πτωχούς. Ἁμαρτωλοῦ τούτου ὁ βραχίων ὑπὸ Κυρίου συντρί βεται, καὶ ἡ ἁμαρτία αὐτοῦ ζητουμένη οὐχ εὑρίσκε ται. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐχ εὑρεθῇ. Εἰ γὰρ ἐρευνῷτο, φησὶν, ἡ
[ἁμαρτία] τοῦ τὰ φαῦλα δρῶντος ἁμαρτωλοῦ, οὐκ ἀνευρεθείη δι' αὐτὴν, τουτέστι δικαίως ἀφανισθήσεται. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. Ἐν γὰρ τῇ βασιλείᾳ αὐτοῦ βληθήσονται εἰς τὸ πῦρ τὸ αἰώνιον. Ἔθνη δὲ λέγει τοὺς ἀκαθάρ τους δαίμονας, ἀλλ' οὐκ ἀνθρώπους οὓς ἦν ἐλπὶς σωθήσεσθαι διὰ Χριστοῦ δικαιωθέντας ἐν πίστει. Πῶς ἂν ηὔξατο δραμεῖν εἰς ἀπώλειαν καὶ ἔθνη τὰ ἄπιστα; Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος. Αὕτη ἦν αὐτῶν ἡ ἐπιθυμία, τὸ τῶν μελλόντων ἀξιωθῆναι ἀγαθῶν· εἰς τοῦτο γὰρ ἑτοιμαζόμενοι, πάντα ὑπομένειν τὴν καρδίαν ηὐτρέπιζον. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ ποία τις ἦν ἐπιθυμία τοι αύτη παρὰ τοῖς ἔτι πλανωμένοις; Φαμὲν οὖν ὅτι συντριβέντος τοῦ βραχίονος τοῦ πονηροῦ, καὶ οὐκ ἐνεργοῦντος ἐν αὐτοῖς καθὰ καὶ πάλαι τὸ ἐν ἀγνοίᾳ κεῖσθαι Θεοῦ, κέκληνται τὰ ἔθνη πρὸς ἐπιθυμίαν τῆς διὰ Χριστοῦ σωτηρίας καὶ τοῦ εἰδέναι τὴν ἀλήθειαν, καὶ ἑτοιμοτάτην ἔσχον τὴν καρδίαν εἰς τὸ πιστεύειν εἰς αὐτόν. Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν. Κατὰ δὲ ἀναγωγὴν, πτωχὸς καὶ ταπει νὸς οἱ οὔπω πιστεύσαντες. Τούτοις εὔχεται γενέσθαι κριτὴν τὸν Χριστὸν, καταδικάζοντα μὲν τὸν Σατα νᾶν, δικαιοῦντα δὲ τοὺς ἠπατημένους.
For they have nothing else on which to set it, but on crushing the poor. The arm of this sinner is crushed by the Lord, and his sin, being sought, is not found. His sin will be sought, and it will not be found. For if, he says, the sin of the sinner who does wicked things were searched out, it would not be discovered on account of it—that is, it will be justly done away. You will perish, nations, from his land. For in his kingdom they will be cast into the eternal fire. And he calls the unclean demons "nations," but not human beings, for whom there was hope of being saved, having been justified through Christ in faith. How could he have prayed to run into destruction, and the unbelieving nations too? The Lord has heard the desire of the poor. This was their desire: to be deemed worthy of the good things to come; for being prepared for this, they kept their heart ready to endure all things. But perhaps someone will say: And what sort of desire was this among those who were still wandering astray? We say, then, that when the arm of the evil one was crushed and he was no longer working in them as of old, so that they lay in ignorance of God, the nations were called to a desire for the salvation that is through Christ and for knowing the truth, and they kept their heart most ready to believe in him. To judge the orphan and the lowly, so that he may no longer boast greatly. And in the anagogical sense, the poor and lowly are those who have not yet believed. For these he prays that Christ may become judge, condemning Satan but justifying those who have been deceived.
Τούτου γὰρ γεγονότος, οὐκ ἂν ἔτι μεγαλαυχήσειεν ἄνθρωπος ἐπὶ τῆς γῆς, ἢ αὐτὸς ὁ Σατανᾶς ἄνθρωπος κληθεὶς, διὰ τὴν ἐνοῦσαν αὐτῷ ἀσθένειαν· οὐδεὶς γάρ ἐστι παντελῶς ὡς πρός γε τὴν θείαν ἰσχὺν, ἢ ἁπλῶς πᾶς ἄνθρωπος τῆς τοῦ διαβόλου σκαιότητος ὑπουργὸς καὶ τῶν αὐτοῦ θελημάτων ὅργανον. Ὁ γὰρ τοιοῦτος, οὐκ ἔτι μέγα φρονήσει περιγινόμενος τῶν ἀσθενεστέρων. Δῴη δὲ καὶ ἡμῖν ὁ Θεὸς νικῆσαι τὸν ἐν κρυφίοις ἐνεδρεύοντα καθ' ἡμῶν θῆρα, ὥστε μηκέτι τοῦ ἐχθροῦ τὸ καθ' ἡμῶν περιλειφθῆναι καύχημα.
ΨΑΛΜΟΣ Ιʹ.
Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου; κ.τ.λ. (, 21.) Ὁ μὲν οὖν σκοπὸς τοῦ Ψάλλοντος ἐναργής· πεποιθέναι γάρ φησιν ἐπὶ τῷ Κυρίῳ. Ὁ δὲ ἐπιφερόμενος στίχος διαφόρους ἡμῖν ἐννοίας εἰσκομίζει. Τίκτει γὰρ ὑπόνοιαν, ὅτι προσδιαλέγεταί τισι, καὶ οἷον ἐπιπλήττει λέγουσιν αὐτῷ· "Μεταναστεύου ἐπὶ τὰ ὄρη." Διὰ τί γάρ μοι, φησὶν, ἐπὶ τῷ Θεῷ πεποιθότι, στρουθίῳ παρεικάζεσθαι συμβουλεύετε, καὶ ἐν ὄρεσιν ἀναπτῆναι τοῖς ὑψηλοτάτοις; Ἔδει τοίνυν, φησὶν, ἐπὶ τῷ Κυρίῳ με πεποιθότα, μὴ μᾶλλον ἀκούειν "Μεταναστεύου ἐπὶ τὰ ὄρη," ἀλλ' ἐπαινεῖσθαι τῆς γνώμης, καὶ ὡς τῶν ἀρίστων βουλευμάτων ἐπιδραξάμενον, εὖ μάλα κατα θαυμάζεσθαι. Μία μὲν οὖν αὕτη διάνοια· ἑτέρα δέ· Πειρασμοῦ γὰρ ἐπικειμένου καὶ πολέμου κινεῖσθαι μέλλοντος, ἢ νοητοῦ τυχὸν ἢ αἰσθητοῦ, πῶς ἡμᾶς χρὴ διακεῖσθαι, μετασχηματίσας ἐφ' ἑαυτῷ τὸν λόγον, πειρᾶται διδάσκειν, καί φησιν· "Ἐπὶ τῷ Κυ ρίῳ πέποιθα." Μέχρι τούτου στήσας τὸν λόγον, τοῖς εἰωθόσι παρακαλεῖν τοὺς ἐν περιστάσει, ἐπιφθέγγεται·
For if this has happened, no human being on earth would any longer boast, nor would Satan himself, called a human being, because of the weakness that is in him; for no one at all, in comparison with the divine strength, is anything—or simply every human being is a servant of the devil's perversity and an instrument of his will. For such a person will no longer think great things when he prevails over the weaker. May God also grant us to conquer the hunter who lies in ambush against us in secret places, so that no boast of the enemy against us may any longer be left remaining.
PSALM 10.
In the Lord I have trusted; how will you say to my soul, etc. ( , 21.) The purpose of the psalmist is clear; for he says that he has trusted in the Lord. But the verse that follows introduces various thoughts to us. For it gives rise to the suspicion that he is conversing with certain people, and as it were rebuking those who say to him: "Migrate to the mountains." For why, he says, when I have trusted in God, do you advise me to be likened to a sparrow and to fly away to the highest mountains? It was necessary, then, he says, that I, having trusted in the Lord, should not rather hear "Migrate to the mountains," but be praised for my resolve, and as one who has grasped the best counsels, be very greatly admired. This, then, is one meaning; and another is this: when temptation presses and war is about to be stirred up, whether intelligible or perhaps perceptible, he tries to teach us, having reshaped the argument in reference to himself, how we ought to be disposed, and he says: "In the Lord I have trusted." Having stopped the argument at this point, he adds what those who are accustomed to encourage people in circumstances are wont to say:
"Πῶς ἐρεῖτε τῇ ψυχῇ μου;" τουτέστι, Τίνα ἐστὶν ἄπερ ἂν εἰσηγησαμένους ὑμᾶς ἐπαινέσαι δικαίως, Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ταῦτά μοι παρ' ὑμῶν λεγέσθω, φησί. Τοὺς γὰρ ἐπὶ τῷ Θεῷ πεποιθότας, νοητῶς ἀναπτῆναι προσήκει καὶ ἁγίοις ὄρεσιν ἐμφιλοχωρεῖν, τουτέστι τὰς τῶν ἁγίων ἐκεί νων κατασκέπτεσθαι πολιτείας, καὶ τοὺς τῆς εὐδοκιμήσεως περιεργάζεσθαι τρόπους, οὕτω τε κατ' ἴχνος ἰέναι τῆς ἐκείνων ἀγωγῆς. Ὄρη δὲ ἅγιά φα μεν εἶναι τοὺς ἁγίους προφήτας καὶ δικαίους. Εἴ τις οὖν ἀναπτὰς οἷάπερ στρουθίον τούτοις τοῖς νοητοῖς ὄρεσιν ἐνιζήσειεν, ὄψεται πάντως λαμπροὺς γεγονό τας, οὐ διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰσχὺν, ἀλλ' ὅτι πε ποιθότες ἦσαν ἐπὶ τῷ Κυρίῳ. Καὶ καθ' ἕτερον δὲ τρόπον τοὺς ἐπὶ τῷ Κυρίῳ πεποιθότας ὡς στρουθίον ἀνίπτασθαι δεῖ ἐπὶ τὰ ὄρη. Ὄρη δὲ εἶναί φαμεν τὰς ἀρετὰς, οὐδὲν ἐχούσας χαμαιριφές· ἐν οἷς ὄρεσι
πέμποντες τὰ φρονήματα, καὶ τὸ χαμαίζηλον τῶν ἐπὶ γῆς πραγμάτων διωθούμενοι, ἀνάλωτοι τῶν εἰς τὸ φαῦλον ἡδονῶν ἐσόμεθα. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον. Κατὰ δὲ ἀναγωγὴν, ἀναγκαίαν εἶναί φησι τὴν εἰς τὰ ὄρη νοητὴν ἀναφοίτησιν, ὡς ἐντει νάντων τὸ τόξον τῶν ἁμαρτωλῶν καὶ ηὐτρεπισμένων ἤδη πρὸς μάχην. Τούτοις γὰρ τοῖς λόγοις φυγεῖν ἠρέθιζον, φάσκοντες, εἰ μὴ φύγοι, κατατοξεύειν αὐτὸν τοὺς ἁμαρτωλοὺς ἐν σκοτομήνῃ, ἀντὶ τοῦ λεληθότως καὶ ὡς ἐν σελήνης ἀμυδροῖς φέγγεσι. Τοι αῦτα γὰρ τῶν νοητῶν ἐχθρῶν τὰ τοξεύματα· τῷ ζόφῳ γὰρ ἑαυτὸν ἐγκρύπτων, ὁ πονηρὸς κατατοξεύει τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας.
How will you speak to my soul?" That is: What is it that you would advise and justly commend, saying, "Migrate to the mountains like a sparrow"? Let these things, he says, be said to me by you. For those who have put their trust in God ought to fly up in the noetic sense and to dwell among the holy mountains—that is, to contemplate the ways of life of those holy men, and to examine closely the manners of their good repute, and so to walk in the footsteps of their conduct. And we say that the holy mountains are the holy prophets and righteous men. If, then, anyone, flying up like a sparrow, should settle upon these noetic mountains, he will surely see that they became radiant, not through the strength that was in them, but because they had trusted in the Lord. And in another way, those who have trusted in the Lord must fly up like a sparrow to the mountains. And we say that the mountains are the virtues, which have nothing base and earth-bound; upon these mountains, sending our thoughts upward and thrusting aside the lowly-mindedness of earthly affairs, we shall be unconquerable by the pleasures that lead to what is base. "For behold, the sinners have bent the bow." And by way of spiritual interpretation, he says that the noetic ascent to the mountains is necessary, since the sinners have bent the bow and are already prepared for battle. For by these words they were provoking him to flee, saying that if he did not flee, the sinners would shoot him down in the dark of the moon—that is, secretly and as in the faint gleams of the moon. For such are the arrows of the noetic enemies; for hiding himself in the darkness, the evil one shoots down the fair body of the Church.
Εἶεν δ' ἂν ἁμαρτωλοὶ, καὶ οἱ τὴν πίστιν διώκοντες, καὶ οἱ τοῖς εὐαγῶς ἐθέλουσι ζῇν ἀνέδην ἐπιβουλεύοντες. Δρῶσι δὲ τοῦτο καὶ μάλα ἐντόνως καὶ αἱ πονηραὶ δυνάμεις, πάντα τρόπον ἐπι βουλῆς τοῖς ἁγίοις ἀρτύουσαι. Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. Εὐτρεπῆ μὲν τῶν πολεμίων τόξα ἐν σκοτομήνῃ· οὕτω δὲ τὸ τὴν σελήνην ὑποτρέχον σκότος καὶ σκιάζον αὐτὴν ὠνόμασεν. Τότε τοίνυν πολεμοῦ σιν οἱ ἁμαρτωλοὶ δαίμονες· τοξεῦσαι γὰρ ἐν φωτὶ τοὺς δικαίους οὐ δύνανται, ἀλλ' ἐν τῷ σκότει τῆς ἀγνοίας, ὅταν νεφέλη ῥᾳθυμίας ἐπελθοῦσα ἀμαυροῖ τὸ φῶς τῆς ἡμετέρας σελήνης, ἤτοι τῆς διανοίας ἐργάσηται. Ὅτι ἂ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον. Κατὰ δὲ ἀναγωγὴν, δείκνυσιν ἐναργῶς ὡς Θεῷ μαχόμενος ὁ Σατανᾶς, καὶ αἱ σὺν αὐτῷ πονηραὶ δυνάμεις τοῖς εὖ βιοῦν ᾑρημένοις ἐπιβου λεύουσι. Σκοπὸς γὰρ αὐτοῖς τὸ οἰκοδομούμενον ὑπὸ Θεοῦ καταστρέφειν, καὶ τοῖς αὐτοῦ θελήμασιν ἀντ ανίστασθαι· Κατήνεγκε γὰρ, φησὶν, ὁ ἐχθρὸς τὸν ἄν θρωπον εἰς φθορὰν, καί τοι ἐπὶ ἀφθαρσίαν κατηρτισμένον.– Μάχονται τῷ θείῳ σκοπῷ, καὶ ἅπερ ἂν αὐτὸς ὁ τῶν ὅλων Δεσπότης καταρτίσαιτο πρός γε τὸ εὖ ἔχειν, καθαιροῦσιν αὐτοί. Πλάττει γὰρ κόπον ἐπὶ προστάγματι ὁ τῆς ἀνομίας θρόνος, τουτέστιν ὁ Σατανᾶς. Ὁ δὲ δίκαιος τί ἐποίησε; Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, κ.τ.λ. Δίκαιον νῦν τὸν Θεὸν ὁμολογεῖ, πάντων μὲν, ἐξαιρέτως δὲ τῆς τῶν δικαίων σωτηρίας, νοή σωμεν λέγεσθαι.–( 769.) Κατὰ δὲ ἀναγωγὴν, τὴν τοῦ διαβόλου δυστροπίαν εἰρηκὼς ὁ Δαβὶδ, ἐναργῆ καθίστησι τὸν σώζειν εἰδότα καὶ τῆς ἐκείνου πλεον εξίας ἐξέλκοντα.
Now, sinners are those who persecute the faith and plot without restraint against those who wish to live piously. The evil powers also do this very intensely, scheming against the saints in every manner of plot. "To shoot in the darkness at those upright in heart." The arrows of the enemies are ready in the darkness; for thus he named the darkness that runs beneath the moon and shadows it. At that time, then, the sinful demons make war; for they cannot shoot the righteous in the light, but in the darkness of ignorance, when a cloud of negligence comes upon us and dims the light of our moon—that is, works upon our understanding. "For what you have established, they have torn down." By way of spiritual interpretation, he shows clearly that Satan fights against God, and the evil powers with him plot against those who have chosen to live well. For their aim is to overthrow what is built by God and to oppose his will. For the enemy, he says, brought man down to corruption, though he had been established for incorruption. They fight against the divine purpose, and whatever the Master of all things establishes for good, they themselves tear down. For the throne of lawlessness—that is, Satan—fashions toil at his command. But what did the righteous one do? "The Lord is in his holy temple," and so on. Now he confesses that God is righteous, and we should understand this to be said of all, but especially of the salvation of the righteous. By way of spiritual interpretation, David, having spoken of the devil's perversity, clearly sets forth the one who knows how to save and draws us out of that one's greed.
Τοῦ γὰρ διαβόλου, φησὶ, καθαιρεῖν ἐπιχειροῦντος ἄπερ ἂν εἰς σωτηρίαν τῶν ἐπὶ τῆς γῆς καταρτίσαιτο Θεὸς νομοθετῶν καὶ διδάσκων τί πε ποίηκεν ὁ δίκαιος; ὁ ἐν τῷ ἰδίῳ ναῷ κατοικῶν, ὁ θρόνον ἔχων τὸν οὐρανὸν, οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἐπιβλέπουσι. Δεῖ γὰρ συνάψαι τοὺς στίχους, ὡς εἰς μίαν τελοῦντας διάνοιαν. Ἡ δὲ ἐπίβλεψις ἐν ταῦθα τὴν ἐπισκοπὴν κατασημαίνει. Σώζει δὲ πάν τως ἐφορῶν, καὶ ἔξω παγίδος τίθησι· ἐπιβλέπει δὲ τὸν πένητα, τὸν πτωχὸν δηλαδὴ τῷ πνεύματι· "Ἐπὶ τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον;" Ὅταν δὲ ἡ θεία Γραφὴ τοὺς περὶ Θεοῦ ποιεῖται λόγους, εἶτα μορίων μνημονεύσει σω ματικῶν, μὴ τοῖς αἰσθητοῖς ἐνορμιζέσθω τῶν ἀκροω μένων ὁ νοῦς, ἀλλ' ἐκ τῶν αἰσθητῶν ὡς ἐξ εἰκότων πραγμάτων, πρὸς τὸ τῶν νοητῶν ἀναφοιτάτω κάλλος, ἔξω τε σχημάτων καὶ ποσότητος καὶ περιγραφῆς, εἴδους τε καὶ τῶν ἑτέρων, ἃ τοῖς σώμασιν ἀκολουθεῖ, νοείτω Θεόν· ἔστι μὲν γὰρ ὑπὲρ πάντα νοῦν. Ἀνθρω πίνως δὲ τὰ περὶ αὐτοῦ λαλοῦμεν· οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν τὰ ὑπὲρ ἡμᾶς. Βλέφαρα τοίνυν, ἤγουν ὀφθαλμοὶ, ἡ ἐποπτικὴ ἐνέργεια τοῦ Θεοῦ λέγεται, ἤπερ ἂν νοοῖτο κατὰ τὴν αὐτοῦ φύσιν· ἐξετάζει δὲ, ἤγουν ἀκριβῶς ἐρευνᾷ καὶ κατασκέπτεται, τόν τε δίκαιον καὶ τὸν ἀσεβῆ· καὶ τῷ μὲν χεῖρα νέμει τὴν ἐπίκουρον, καὶ φῶς ἐνίησιν εἰς νοῦν, ἵνα μὴ ἐν σκοτομήνῃ τοξεύηται· τὸν δὲ ὡς ἀχαλίνως ἐρχόμενον, κατὰ πετρῶν καὶ κρημνῶν ἀφίησιν. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀν θρώπων. Ὅτε κρίσεως καιρὸς, τοῖς βλεφάροις ὡς ἀπειλὴν μηνύουσιν κέχρηται·
For, he says, since the devil attempts to tear down whatever God, by legislating and teaching, might establish for the salvation of those on the earth—what has the righteous man done? He who dwells in his own temple, who has heaven as his throne, his eyes look upon the poor man. For it is necessary to join the verses together, as contributing to a single meaning. And "looking upon" here signifies oversight. He certainly saves by watching over, and places outside the snare; and he looks upon the poor man, that is, the one poor in spirit. For he says, "Upon whom shall I look, but upon the humble and quiet?" But when divine Scripture makes statements about God and then mentions bodily parts, let not the mind of the hearers be entrenched in things perceptible, but from perceptible things, as from fitting images, let it ascend to the beauty of intelligible things, and let it understand God outside of shapes and quantity and circumscription, and form and the other things that accompany bodies; for he is beyond all mind. But we speak of him in a human way; for it was not possible for us to think things beyond us in any other way. Eyelids, then, that is, eyes, are said to be the overseeing activity of God, whatever it might be understood to be according to his nature; and he examines, that is, he searches accurately and inspects, both the righteous and the impious; and to the one he extends a helping hand, and sends light into his mind, so that he may not be shot at in the darkness; but the other, as one coming without restraint, he lets go against rocks and cliffs. His eyelids examine the sons of men. When it is the time of judgment, he employs the eyelids as indicating a threat.
ταῦτα γὰρ καὶ ἡμεῖς ἀνασπᾷν ἐν τῷ θυμοῦσθαι εἰώθαμεν· ἀλλὰ μὴν καὶ ὄταν ἀκριβῶς τι κατοπτεῦσαι βουλώμεθα. Ὅθεν οὐδὲ Σολομὼν αὐτῶν ἐν τῷ τὸν νυμφίον ἢ τὴν
νύμφην, ὡς θυμῷ καὶ κρίσει μᾶλλον, οὐχὶ δὲ γάμῳ καὶ χαρᾷ πρεπόντων ἐμνημόνευσεν. Ἢ ὀφθαλμὸς τὸ ἀλάθητον τοῦ Θεοῦ σημαίνει. Πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ποτήριον δὲ ἐνταῦθα τὴν τιμωρίαν ὀνομάζει, ὡς τὸ ποτήριον ἐν χειρὶ Κυρίου ἐξ οὗ πίον ται ἁμαρτωλοί. Τὸ μὲν οὖν τῶν δικαίων ποτήριον ἀποφέρει πρὸς σωτηρίαν αὐτούς· ποιεῖται γὰρ εὐφρο σύνην καὶ ζωὴν, κατὰ τὸ, "Ποτήριον σωτηρίου λή ψομαι." Τὸ δέ γε τῶν ἁμαρτωλῶν κατακομίζει πρὸς θάνατον, καὶ ἀκατεύναστον ἔχει φλόγα· πῦρ γάρ ἐστι, θεῖον καὶ πνεῦμα καταιγίδος, ἵν' ἐννοῶμεν ὅτι κα θάπερ ἄνεμος ἐμπεσὼν εἰς φλόγα διανίστησιν αὐτὴν καὶ ἀποφέρει πως ἐνεργεστέραν, οὕτω καὶ ὁ τοῦ κρί νοντος θυμὸς, οἷον πνεῦμα καταιγίδος ἐμπίπτων τοῖς κολαζομένοις, ἄσβεστον ἀεὶ ἀποφαίνει τὴν τιμωρίαν. Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν. Τουτέστιν ἰσότητα, ἤτις τότε σώζεται καὶ φανεροῦται μάλιστα ὅταν ὑψωθῶσι τοῖς ἀγαθοῖς οἱ διὰ τὸν Θεὸν ἑαυτοὺς ταπεινώσαντες· ταπεινωθῶσι δὲ ταῖς τιμωρίαις πάλιν, οὓς ὁ διάβολος ὕψωσε· ταύ την γὰρ ὁ Θεὸς ὁρᾷ καὶ οἰκεῖ τὴν εὐθύτητα. Κολασθήσονται τοίνυν οἱ τῆς ἀδικίας ἐρασταί· ἐφορᾷ δὲ τὸν εὐθῆ, τουτέστι τὸν ὅσιόν τε καὶ ἀδιάστροφον, καὶ ὥσπερ τινὰ κανόνα τῆς ἑαυτοῦ πο λιτείας καὶ ζωῆς τὸν θεῖον νόμον ποιούμενον.
For we too are accustomed to tear these things down when we are angry—and indeed also whenever we wish to observe something precisely. Hence not even Solomon mentioned them when he spoke of the bridegroom or the bride, as being fitting rather for wrath and judgment, not for marriage and joy. Or the eye signifies the unerring nature of God. A spirit of tempest is the portion of their cup. And here he calls punishment a cup, as in "the cup in the hand of the Lord, from which sinners shall drink." The cup of the righteous, then, carries them away to salvation; for it produces gladness and life, according to "I will take the cup of salvation." But the cup of sinners brings them down to death and has an unquenchable flame; for it is fire, divine fire, and a spirit of tempest, so that we may understand that just as wind falling upon a flame stirs it up and renders it in some way more active, so also the wrath of the judge, like a spirit of tempest falling upon those being punished, makes the punishment always unquenchable. For the Lord is righteous, and has loved righteousnesses. That is, equity, which is then especially preserved and made manifest when those who have humbled themselves for God's sake are exalted by good things; and again, when those whom the devil exalted are humbled by punishments; for God sees this and dwells in uprightness. Therefore the lovers of injustice shall be punished; but he watches over the upright man—that is, the one who is holy and undeviating, and who makes the divine law, as it were, a kind of rule of his own conduct and life.
ΨΑΛΜΟΣ ΙΑʹ.
Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαβίδ. Ἄδεται μὲν καὶ ὁ προκείμενος ψαλμὸς, τῆς εἰς Θεὸν εὐνοίας καὶ γνησιότητος ἔχων ἐπίδειξιν. Διαβάλλει δὲ ὁ Δαβὶδ τοὺς διπλόῃ κεχρημένους, καὶ φιλίαν μὲν ὑπισχνουμένους, προϊεμένους δὲ αὐτὸν τῷ πολεμίῳ Σαοὺλ, καὶ μηνύοντας ἔνθα διῆγε. Πρέποι δ' ἂν τὰ τοῦ ψαλμοῦ ῥήματα καὶ ἁγίῳ παντὶ, λαμ πρὰν καὶ ἐξῃρημένην ἔχοντι τὴν ζωὴν, καὶ οὐχὶ δὴ μόνης τῆς ἰδίας κηδομένῳ ψυχῆς, ἀλλὰ γὰρ καὶ ταῖς τῶν πεπλανημένων ἀμαθίαις ἐπιστυγνάζοντι, γλιχομένῳ τε καὶ αὐτοὺς ἰδεῖν ὑποπίπτοντας τῷ Θεῷ. Ἡ δέ γε τῆς ᾠδῆς δύναμις ἔντευξιν μὲν ἔχει κατὰ παντὸς ἀδίκου καὶ πονηροῦ διψύχου τε καὶ ἑτερογνώμονος, ψευδοεποῦς τε καὶ βωμολόχου, δόλοις καὶ ἀπά ταις ἐντεθραμμένου. Ἔοικε δέ πως καὶ τῆς Ἑλλή-νων σοφίας καταβοᾷν· ποιεῖται δὲ καὶ μνήμην τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· περιέχει δὲ καὶ ἐπαγγελίαν, ὡς παρ' αὐτοῦ γενομένην, ὡς ὅσον οὐ δέπω παρεσομένου πρὸς ἐπικουρίαν τῶν ὑπὸ τοῦ δια βόλου πλεονεκτουμένων. Ἄδεται δὲ περὶ τῆς ὀγδόης, καθ' ἣν ἡ ἀνάστασις, καὶ ἡ τῶν ἐθνῶν γέγονε κλῆ σις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος δόσις, καὶ τῆς νοητῆς ἤγουν τῆς ἐν πνεύματι περιτομῆς ἡ δύναμις· εὔχεται δὲ ὁ προφήτης ῥυσθῆναι τῆς γενεᾶς τῆς πο νηρᾶς· αὕτη δ' ἂν εἴη γενεὰ, ἡ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, περὶ ἧς αὐτὸς ἔλεγεν· "Ἄνδρες Νινευῖται κρινοῦσι τὴν γενεὰν ταύτην." Ἄρχεται τοίνυν τῆς ᾠδῆς οὕτως. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.
PSALM 11.
For the end, concerning the eighth; a psalm of David. The psalm before us is also sung, having a demonstration of goodwill and genuineness toward God. But David denounces those who have employed duplicity, who promise friendship yet betray him to the enemy Saul, and reveal where he was staying. The words of the psalm would be fitting also for every saint, who has a life radiant and set apart, and who does not care for his own soul alone, but indeed also grieves over the ignorance of those who have gone astray, and longs to see them too submitting to God. The power of the song contains an entreaty against every unjust and wicked person, double-minded and of divided opinion, a liar and a buffoon, reared in guile and deceit. It seems in some way also to cry out against the wisdom of the Greeks; and it makes mention of Christ our common Savior; and it contains a promise, as having come from him, that he will presently come to the aid of those who are being exploited by the devil. It is sung concerning the eighth, in which the resurrection, and the calling of the nations, and the gift of the Holy Spirit, and the power of the spiritual—that is, the circumcision in the Spirit—have come to be. And the prophet prays to be delivered from the evil generation; and this would be the generation at the time of Christ our Savior, concerning which he himself said: "The men of Nineveh will judge this generation." He begins the song, then, as follows. Save me, O Lord, for the holy one has failed.
Τοσαύτην οὖν φησιν ὁ Δαβὶδ τῶν ἀγαθουργεῖν εἰωθότων εἶναι τὴν σπάνιν, ὡς τάχα που συναρπάζεσθαι εἰς φαυλότητα καὶ αὐτοὺς τοὺς τῷ θείῳ νόμῳ παιδαγωγουμένους· δεῖσθαι δέ φησιν ἑαυ τὸν, ἤγουν ἅπαντας τοὺς περὶ ὧν ὁ λόγος, τῆς φρου ροῦ χειρὸς, τουτέστι Χριστοῦ καὶ οὐχὶ μόνους Ἰου δαίους, ἀλλὰ καὶ τοὺς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν· αὐτὸς γάρ ἐστι προσδόκησις ἐθνῶν, κατὰ τὸ γεγραμ μένον. Ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ψευδῆ δὲ καὶ τὰ Ἑλλήνων ἅπαντα, σοφία καὶ λόγοι καὶ ζωή· καὶ τῶν ἀληθῶν, ἤγουν ἀναγκαίων καὶ ἐπωφελῶν, εὕροι τις ἂν παρ' αὐτοῖς οὐδὲν, οἵ γε τεθεοποιήκασι τὴν κτίσιν, τὸν φύσει ἀφέντες Θεόν. Ὠλιγώθησαν τοίνυν αἱ ἀλήθειαι παρ' αὐτοῖς. Μάταια ἐλάλησεν ἔκαστος πρὸς τὸν πλησίον αὐτοῦ. Τοῦτο καὶ ἐπὶ Ἰουδαίων
ἀληθές· ἔκαστος ἐλάλησε μάταια πρὸς τὸν πλησίον, τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπιβουλάς. Καὶ οἱ παρ' Ἕλλησι δὲ ποιηταὶ καὶ λογογράφοι, κατ' οὐδένα τρόπον τοῦ ἀληθεῖς εἶναι φροντίσαντες, συντεθείκασιν ἀβασανίστως τὸ αὐτοῖς δοκοῦν, σκοπὸν ἔχοντες ἕνα, τὸ ἐπίδειξιν ποιήσασθαι γλώττης. Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα. Κατὰ δὲ ἀναγωγὴν, πῶς οὐ μεγαλοῤῥή μων ἡ γλῶσσα ἐκείνη ἡ τολμήσασα τῷ Σωτῆρι λέ γειν; "Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι δέδωκε τὴν ἐξουσίαν ταύτην;" Τῆς Ἰουδαίων δὲ τόλμης καὶ τὸ λέγειν· "Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;" ὡς τοῦτο διανοουμένων ἐκείνων, τὸ ἐξουσίαν ἔχειν πᾶν ὅ τι ἂν βούλοιντο κατὰ τοῦ Σωτῆρος εἰπεῖν. Τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστι.
David says, then, that the scarcity of those accustomed to doing good is so great that perhaps even those who are trained by the divine law are swept away into wickedness; and he says that he himself needs the guarding hand—that is, Christ's—or rather all those of whom the word speaks, and not the Jews only but also those throughout the whole world under heaven; for he is the expectation of the nations, as it is written. For the truths have been diminished from among the sons of men. And all the things of the Greeks are false—their wisdom, their words, and their life; and of the true things, that is, the necessary and profitable, one would find nothing among them, since they have made a god of creation, having abandoned the God who is by nature. The truths, then, have been diminished among them. Every man has spoken vain things to his neighbor. This is true also of the Jews: each one spoke vain things to his neighbor, gathering plots against our Savior. And the poets and prose-writers among the Greeks, having in no way taken care to be truthful, composed without examination whatever seemed good to them, having one aim: to make a display of their tongue. May the Lord destroy all deceitful lips, and the tongue that speaks great things. And in the anagogical sense, how is that tongue not one that speaks great things—the tongue that dared to say to the Savior: "By what authority do you do these things? And who gave you this authority?" And it is part of the audacity of the Jews also to say: "Our lips are our own; who is lord over us?"—as though they thought this, that they had authority to say whatever they wished against the Savior. Our lips are our own.
Τουτέστιν ἡμεῖς εὑρεταὶ γεγόναμεν τῆς καλλιεπείας. Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν. Ὑπεξίσταται δὲ λοιπὸν ἐνταῦθα τὸ τῶν λιτανευόντων πρόσωπον· αὐτὸς δὲ ὁ τὰς ἐντεύξεις δεχόμενος ἀποκρίνεται, ἐπαγγελλόμενος τοῖς αἰ τοῦσι τὴν ἄφιξιν καὶ τῆς ἐπικουρίας τὴν ἐπίδοσιν. Καὶ πένητας ὀνομάζει τοὺς πτωχοὺς τῷ πνεύματι, ὧν καὶ τοῦ στεναγμοῦ ἀκούσας, ἀναστήσομαι, φησίν. Νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σω τηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἐξεγερθήσεσθαι λέγει· καὶ οὔ τί πού φαμεν σωματικὴν εἶναι τὴν ἀνάστασιν, ἤτοι τὴν ἔγερσιν, ἀλλ' οἷον τὸ διανεῦσαι λοιπὸν ἐπὶ τῷ θέλειν τοῖς κάμνουσι χεῖρα νεῖμαι τὴν σώζουσαν. Κατὰ δὲ ἀναγωγὴν, φανερὸν πᾶσι κατ έστη τὸ διὰ Χριστοῦ σωτήριον, καὶ ἐξάκουστον πᾶ σιν· ἐκηρύχθη γὰρ εἰς πᾶσαν τὴν γῆν μετὰ παῤῥη σίας. Τὰ λόγια Κυρίου λόγια ἀγνὰ, ἀργύριον πεπυρω μένον. (, ) Τουτέστιν ἁγνοποιά· νοσεῖ γὰρ κατ' οὐδένα τρόπον, λαμπρὰ δὲ οὕτως ἐστὶν καὶ κεκαθαρμένα, ὥστε δοκεῖν ἀργύριον εἶναι, πεπυρω μένον δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις· τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἑπταπλασίως. Δεδοκιμασμένα τοίνυν τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος τὰ λόγια. Ἰουδαίοις δὲ διὰ Ἡσαΐου ὀνειδίζει λέγων· "Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον," τουτέστιν, ὁ λόγος τῆς πίστεως παρατετυπωμένος ἐστὶ καὶ πα ράσημος, τὸν ἀκριβῆ χαρακτῆρα τῆς βασιλικῆς εἰκόνος μὴ διασώζων. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς. Κατὰ δὲ ἀναγωγὴν, εὔχεται ὁ Προφήτης ῥυσθῆναι τῆς ἐπὶ τοῦ Σωτῆρος γενεᾶς τῶν Ἰουδαίων, τῆς ἀπίστου καὶ φονευτρίας καὶ μοιχαλίδος. Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι.
That is, we have become inventors of fair speech. Because of the misery of the poor. And here, then, the person of those making supplication yields place; but he himself who receives the petitions answers, promising to those who ask both his arrival and the bestowal of his aid. And he calls poor those who are poor in spirit, whose groaning also having heard, he says, I will arise. Now I will arise, says the Lord; I will set him in salvation, I will speak boldly in him. He says that he will be awakened; and we do not say that the resurrection, that is the awakening, is in any way bodily, but rather, as it were, that he will now nod assent to bestowing a saving hand on those who are weary. And by way of spiritual interpretation, the salvation through Christ has become manifest to all and heard by all; for it was proclaimed with boldness to all the earth. The words of the Lord are pure words, silver tried in fire. That is, purifying; for it is in no way diseased, but is so bright and purified that it seems to be silver, and tried in fire not once but very many times; for this, I think, is what "sevenfold" means. The words of the Savior have been approved, then, by those on earth. But he reproaches the Jews through Isaiah, saying: "Your silver is reprobate," that is, the word of faith is stamped falsely and counterfeit, not preserving the exact impress of the royal image. You, O Lord, will guard us, and will preserve us. And by way of spiritual interpretation, the Prophet prays to be delivered from the generation of the Jews at the time of the Savior, the faithless and murderous and adulterous generation. The impious walk about in a circle.
Κατὰ δὲ ἀναγωγὴν, διὰ τοῦτό φησι, "Φυ λάξεις ἡμᾶς," ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ.
ΨΑΛΜΟΣ ΙΒʹ.
Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαβίδ. Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐν μετανοίᾳ τοῦ ἁμαρτήματος γεγονὼς, ἅμα δὲ καὶ τὸ σωτήριον ἡμῖν εὐαγγελιζόμενος, δι' οὗ ἐλάβομεν ὑπογραμμὸν, πῶς δεῖ ἡμᾶς ἐν ἁμαρτίᾳ γενομένους προσιέναι Θεῷ. Ἔως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; κ.τ.λ. Ἀποστρέφει τὸ πρόσωπον ὁ Θεὸς ἀπὸ τῶν ἁμαρτωλῶν, τί πράττων; ἀναξίους εἶναι κρίνας τῆς ἐποπτίας αὐτοῦ. Διὸ ὑπὸ τοῦ συνειδότος νυττόμενος, καὶ τὴν τοῦ Θεοῦ δεδιὼς κρίσιν, ὡς καὶ μα κρὰν γινόμενος αὐτῷ διὰ τὴν ἁμαρτίαν, ἐν τῇ μετανοίᾳ ἀνανεῶμαι, φησὶ, βουλόμενος κατὰ ψυχὴν, μήπως ἄρα ἐν τῇ ἁμαρτίᾳ ἀποθανοῦμαι. Καὶ τοῦτό ἐστι μάλιστα ὃ ὀδύνας μου τῇ ψυχῇ παρασκευάζει. Ἀνθ' οὗ Σύμμαχος ἔφη· "Μέριμναν ἐν τῇ καρδίᾳ μου καθ' ἡμέραν." Ταῦτα δὲ ἐγράφη πρὸς νου θεσίαν ἡμῶν, πῶς δεῖ μετανοεῖν ἐφ' ἁμαρτήμασιν ἐκδιδάσκοντα, τοῖς παροῦσι ῥήμασιν οἷα δὴ ὡς φαρμάκοις χρωμένους. Ἢ καὶ λήθην καλεῖ τὴν τῆς βοη θείας ἀναβολὴν, καὶ παρακαλεῖ μὴ τελέως τῆς θείας γυμνωθῆναι προνοίας. Ἔως πότε ὑψωθήσεται ὁ
By way of spiritual interpretation, he says, "You will guard us," because the ungodly encircle us round about, plotting against our salvation.
PSALM 12.
For the end, a psalm of David. He sings this psalm having come to repentance for his sin, and at the same time proclaiming to us the message of salvation, through which we have received an example of how we ought to approach God when we have fallen into sin. How long will you turn your face away from me? etc. God turns his face away from sinners—doing what? Having judged them unworthy of his oversight. Therefore, pricked by conscience and fearing the judgment of God, and as one who has become far from him through sin, he says, I am renewed in repentance, desiring it in my soul, lest perhaps I die in my sin. And this is especially what causes me grief in my soul. For which Symmachus said: "Anxiety in my heart daily." But these things were written for our instruction, teaching how one ought to repent for sins, using the present words as it were like medicines. Or he calls the delay of help a forgetting, and he entreats not to be wholly stripped of divine providence. How long will he be exalted
ἐχθρός μου ἐπ' ἐμέ; Ἐρωτᾷ δὲ περὶ τούτων τὸν Θεὸν οὐχ ὡς αὐτὸν αἴτιον, ἀλλ' ὡς κωλῦσαι διὰ τῆς ῥοπῆς τῆς οἰκείας δυνάμενον. Εἰ γὰρ θεοσεβούντων ἡμῶν ταπεινοῦται ὁ ἐχθρὸς, δηλονότι ἁμαρτανόν των ὑψοῦται· ὕψος γὰρ τοῦ Σατανᾶ, ἡ τῶν ἀνθρώπων ταπείνωσις· ἐπεὶ καθάπερ ὁ Θεὸς ὑψοῦσθαι ἐν τῇ σωτηρίᾳ τῆ ἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι λέγεται. Ἀρκεῖ, φησὶν, αὐτῷ ὅτι ἅπαξ ὑψώθη, ἐμοῦ τῇ ἁμαρτίᾳ ταπεινωθέντος. Ἴνα τί μέχρι πολλοῦ κατ' ἐμοῦ ὑψοῦται; Μήποτε ὑπνώσω εἰς θάνατον. Ὕπνον τὴν ῥᾳθυμίαν ὠνόμασεν, ἐν ᾗ ταῖς τοῦ βίου φαντασίαις ῥεμβόμεθα, ἀργοὶ δὲ ἐπὶ κλίνης τῆς ἡδονῆς ἀναπεσόντες κείμεθα. Ὥστε τοίνυν μὴ τῷ ὕπνῳ τῆς ῥᾳθυμίας τὸν χαλεπὸν ἀκο λουθῆσαι θάνατον, φωτισθῆναι τοὺς ὀφθαλμοὺς, τουτέστι τὰ τῆς ψυχῆς αἰσθήσεις, προσεύχεται, ἵνα βλέπωσι τὴν ἀλήθειαν. Δέδια μὴ εἰς θάνατον ὁ ὕπνος μεταπέσῃ, ἰσχυροτέρας τῆς λύπης γενομένης τῶν συμφορῶν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. Ὥσπερ ἀθλητὴς ἀπὸ τοῦ σκάμματος ἀποπηδήσας ἥττηται, οὕτως καὶ ὁ πιστὸς ἀφεὶς ἂ ἐξ ἀρχῆς παρέλαβεν, σαλευόμενος πίπτει. Μὴ τοίνυν ἀλλοιωθῶμεν, ἵνα μὴ χαρὰν τοῖς ἡμετέροις ἐχθροῖς ἐμποιήσωμεν. Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με. Ἰστέον καὶ τοῦτο, ὡς καὶ τὸ πρότερον, οὐχ ὅτι νῦν ὁ προφήτης οὐκ οἶδεν, ἀλλ' ὅτι τελεώτερον ᾄσει προκόπτων καὶ τελειούμενος. Τίνι δὲ ᾄσει; τῷ εὐεργέτῃ δηλονότι τῷ πλάσαντι καὶ ἀναπλά σαντι. Καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. Μακάριος ὃς ψάλλει τῷ πνεύματι καὶ τῷ νοῒ, εἰδὼς ᾧ ψάλλει, καὶ τοῖς ἔργοις συνιστῶν ὡς ἐπίσταται.
Is my enemy against me? He asks God about these things, not as if God were the cause, but as one who is able to prevent it by the inclination of his own power. For if, when we are godly, the enemy is brought low, it is clear that when we sin he is exalted; for the height of Satan is the humiliation of men, since just as God is said to be exalted in our salvation, so the devil is said to be lifted up in our destruction. It is enough, he says, for him that he was exalted once, when I was humbled by sin. Why does he exalt himself against me for so long? Lest I sleep unto death. He has called slothfulness sleep, in which we are carried about by the phantasies of life, and lie idle, reclining on the bed of pleasure. So then, in order that the grievous death may not follow upon the sleep of slothfulness, he prays that the eyes, that is, the senses of the soul, may be enlightened, so that they may see the truth. I fear lest the sleep turn into death, when the sorrows of my calamities become stronger than my grief. Those who afflict me will rejoice if I am shaken. Just as an athlete who has leapt from the wrestling pit is defeated, so too the faithful man who abandons what he received from the beginning falls when he is shaken. Let us not then be changed, so that we may not create joy for our enemies. I will sing to the Lord who has done good to me. This too must be understood, as also the former, not that the prophet does not know now, but that he will sing more perfectly as he advances and is perfected. And to whom will he sing? To the benefactor, clearly, to the one who formed and re-formed him. And I will sing psalms to the name of the Lord, the Most High. Blessed is he who sings psalms in spirit and in mind, knowing to whom he sings, and commending it by his deeds as he knows how.
Ὁ γὰρ οὗτος ψάλλων, τὸν οὐρανὸν τέμνει, τὰς νεφέλας ὑπερβαίνει, καὶ τῷ Ὑψίστῳ, οὗ τῷ ὀνόματι μελῳδεῖ, παρίσταται μηδενὸς ἐμποδί ζοντος.
ΨΑΛΜΟΣ ΙΓʹ.
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Κορυφὴ τοῦτο πάσης πονηρίας ἐστί. Τὸ γὰρ οἴεσθαι μὴ εἶναι Θεὸν, ἀλλ' ἀπὸ ταυτομάτου γεγενῆσθαι τὸ πᾶν, ἀρχὴ πάσης ἀκολασίας καὶ παρανόμου καθέστηκε πράξεως. Δηλοῖ οὗν ὁ λόγος ὡς εἰς τοσοῦτον ἀσεβείας τὸ γένος ἐλήλακεν, ὡς μηδὲ Θεὸν ἐφιστάνειν τοῖς οὖσιν, ἀλλ' ἡγεῖσθαι τὸν σύμ παντα τοῦτον κόσμον, τυχαίαν καὶ αὐτόματον εἰ ληφέναι τὴν σύστασιν. Τί δέ ἐστιν, "Εἶπεν ἐν καρ δίᾳ;" Ἐπειδὴ τῶν λόγων ὁ μὲν ἔστι προφορικὸς, ὁ δὲ ἐνδιάθετος, οὐ περὶ τοῦ προφορικοῦ λόγου φησὶν ὁ προφήτης, ἀλλὰ περὶ τῆς ἐν τῇ ψυχῇ δόξης. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, τουτέστιν ἐλογίσατο ὅτι οὐκ ἔστι Θεός. Καὶ πᾶς δὲ ὁ ἀνέδην ἁμαρτάνων, δι' ὧν ὁρᾶται καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ' ἔργοις αὐτοῖς καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τὸ, "Οὐκ ἔστι Θεός." Οἱ γὰρ οὕτως ζῇν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρῶντες ἀπερισκέπτως, ἔργοις αὐτοῖς καὶ πράγμα σιν ἀρνοῦνται Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα. Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τῶν ἐθνῶν· ἡ γὰρ ἀπὸ γῆς σὰρξ, τὸν τῆς ἁμαρτίας ἐν αὐτῇ κατηῤῥώστησε νόμον, καὶ ὁ ἀνθρώπινος νοῦς, εὐπαράφορος λίαν εἰς τὸ ἐκνεῦσαι ἐπὶ τὰ πονηρὰ ἐκ νεό τητος κατὰ τὸ γεγραμμένον. Δικαίως οὖν ὁ ἱερὸς ἐπιστυγνάζει λόγος ἡμῖν·
For the one who sings this, passes through the heaven, transcends the clouds, and stands before the Most High, to whose name he sings, with nothing hindering him.
PSALM 13.
The fool has said in his heart: There is no God. This is the height of all wickedness. For to suppose that there is no God, but that the universe came into being by chance, is the beginning of all licentiousness and unlawful action. The word therefore shows that the race had been driven to such a pitch of impiety as not even to set God over existing things, but to consider that this whole cosmos received its constitution by chance and spontaneously. And what is "He said in his heart"? Since of words one kind is spoken aloud and the other is inward, the prophet does not speak of the spoken word, but of the opinion in the soul. For he said in his heart, that is, he reasoned that there is no God. And everyone who sins without restraint, despising God by what is seen, even if he does not say it with his voice, yet by his very deeds and the perversity of his life all but cries aloud, "There is no God." For those accustomed to live as though God were not watching, and to do everything without circumspection, deny God by their very deeds and actions. They have all turned aside, together they have become worthless; there is none who does good. You will understand these things also in relation to the Gentiles; for the flesh from the earth has made the law of sin in it grow strong, and the human mind is very easily swayed to swerve toward evil from youth, according to what is written. Rightly, then, does the sacred word grieve over us:
"Πάντες γὰρ, φησὶν, ἐξέκλιναν." Δέον γὰρ τὴν εὐθεῖαν τραπέσθαι, καὶ ἀπὸ τῆς τῶν κτισμάτων καλλονῆς τε καὶ τάξεως ἀναλόγως τὸν γενεσιουργὸν κατιδεῖν, καὶ διὰ τῶν προφη τικῶν φωνῶν ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν, τοῦτο μὲν οὐ γέγονεν· εἰς μυρίας δὲ πλάνης καὶ ἀπωλείας ὁδοὺς ἐξετράπησαν, καὶ τοῖς ἔργοις τῆς αἰσχύνης ἠχρειώθησαν, καὶ οὐδεὶς ἦν ὁ ποιῶν τὸ ἀγαθόν. Τάφος ἀνεῳγμένος λάρυγξ αὐτῶν, κ.τ.λ. Διόδωρος, καὶ Θεόδωρος, καὶ Κύριλλος, καὶ Δίδυμος, "Τάφος ἀνεῳγμένος," κ.τ.λ. υσθυε "Ἐν ταῖς ὁδοῖς αὐτῶν." Ἐν δὲ τῷ Ἐξαπλῷ ταῦταοὐχ
εὕρηται. Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; Τοῦτον τὸν στίχον ὡς ἐν ἐρωτήσει ἀναγνωστέον. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι "Πάντες ἐξέκλιναν" καὶ ἐργάζονται τὴν ἀνομίαν, νῦν φησι· "Καὶ ἆρα οὐ μέλλουσι γινώσκειν οὗτοι τὸν Κύριον, καὶ πιστεύειν εἰς αὐτόν;" Ναὶ πάντως πολλοὶ πιστεύσουσιν· εἰσὶ δὲ οἳ καὶ μενοῦσιν ἐν ἀπιστίᾳ, καὶ διώξουσι καὶ τυραννήσουσι τοὺς πιστεύσαντας εἰς Χριστόν. Ἐκεῖ ἐδειλίασαν φόβον οὗ οὐκ ἦν φόβος. Καταγινώσκει γὰρ τῶν τοιούτων ὁ Ψαλμωδός. Ἰουδαῖοι γοῦν οἱ ἐν ἀπιστίᾳ μεμενηκότες, ψοφοδεῆ φόβον ἐφοβήθησαν, ὃν οὐκ ἔδει αὐτοὺς φοβηθῆναι. Τίς δὲ ὁ ἀνόητος φόβος; Ἐδειλίασαν, μή ποτε παραδεξάμενοι τὸν Χριστὸν, καὶ εἰς αὐτὸν πι στεύσαντες προσκρούωσι τῷ Θεῷ. Λεχθείη δ' ἂν καὶ περὶ τῶν πιστευσάντων ἡ τοῦ στίχου δύναμις, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Ὁ μὲν νόμος, φησὶ, Μωσέως κόλασιν ἐποίει· ὁ δὲ τοῦ Χριστοῦ φόβος ἁγνός ἐστιν, ὡς υἱοὺς γὰρ φοβεῖσθαι Πατέρα παρ εσκεύασε. Μετὰ τὸν καιρὸν τοίνυν ἐκεῖνον, καθ' ὃν δηλονότι ἡ ἐπιφάνεια·
For all," he says, "have turned aside." For while they ought to have turned to the straight path, and from the beauty and order of created things to have beheld the Creator by analogy, and through the prophetic voices to have been guided to the truth, this did not happen; but they turned aside into countless ways of error and destruction, and became useless in works of shame, and there was none who did good. Their throat is an opened grave, etc. Diodore, and Theodore, and Cyril, and Didymus: "An opened grave," etc. "In their ways." But in the Hexapla these things are not found. Will not all those who work lawlessness know? This verse is to be read as a question. For since he said, "All have turned aside" and "they work lawlessness," now he says: "And will these not come to know the Lord, and to believe in him?" Yes, certainly many will believe; but there are those who will also remain in unbelief, and will persecute and tyrannize those who have believed in Christ. There they feared with fear where there was no fear. For the Psalmist condemns such people. At any rate, the Jews who have remained in unbelief feared a fear that makes them tremble at every sound, which they ought not to have feared. And what is the senseless fear? They feared, lest perhaps in receiving Christ and believing in him they should offend God. But the force of the verse might also be spoken concerning those who have believed, so that what is said is something like this: The law of Moses, he says, produced punishment; but the fear of Christ is pure, for it has prepared sons to fear a Father. After that time, then, in which, clearly, the manifestation...
φόβον φοβηθήσονται οὗ οὐκ ἔστι φόβος, ἐκ νομικῆς δηλονότι ἀπειλῆς, ἀλλ' ἡ πρέ πουσα μᾶλλον ἐλευθέροις εὐλάβεια. Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; Ὅρα πῶς διψῇ τὸν Κύριον, καὶ οἶον μέλλοντος οὐκ ἀνέχεται, καθ' ὃν ἐπιλάμψειν ἔμελλε καιρὸν τὸ σωτήριον τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι Χριστός. Φησὶ δὲ αὐτὸν σωτήριον τοῦ Ἰσραὴλ, διὰ τὸ ἀφικέσθαι τάχα πρωτοτύπως ἕνεκα τοῦ Ἱσραήλ. Ἔφη γάρ· "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ." Ἢ καθ' ἕτερον τρόπον· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, Ἰουδαίων ἦσαν αἱ ἐπαγγελίαι, αἱ νομοθεσίαι, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες ἐξ ὧν γεγένηται τὸ κατὰ σάρκα Χριστός. Διψῶ οὖν τὴν παρουσίαν αὐτοῦ, ὁ προφήτης φησί. Τίς μοι δώσει ἰδεῖν τὸν Σωτῆρα ἢ ἐκ τῆς ἄνω Σιὼν καὶ τοῦ οὐρανοῦ ἐπιδημήσαντα, ἢ ἐκ τῆς κάτω Σιὼν διὰ τῆς κατὰ σάρκα γεννήσεως προερχόμενον;
ΨΑΛΜΟΣ ΙΔʹ.
Τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; Ὄρος ἅγιόν ἐστιν ἡ βασιλεία τοῦ μέλ λοντος αἰῶνος· ὄρος, διὰ τὸ ὑψηλὸν καὶ ὑπερκείμενον· ἅγιον, ἐπειδὴ ἐν αὐτῷ οὐ κατοικεῖ βέβηλος. Ὁ τοίνυν παροικῶν ἐν τῷ βίῳ τούτῳ, καὶ τῇ νῦν πολι τείᾳ ὡς σκιᾷ καὶ χόρτῳ κατὰ πάροδον χρώμενος, οὗτος κατασκηνοῦν, τουτέστι κατοικεῖν, ἐν τῇ μελ λούσῃ βασιλείᾳ δυνήσεται. Τίς δὲ ὁ τοιοῦτος, καὶ πῶς πολιτευόμενος, ἔχει τοῦ ψαλμοῦ τὰ ἐπαγό μενα. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. Ἔχει τι τὸ ἀσαφὲς ὁ λόγος· ἄδηλον γὰρ πότερόν ποτε παρὰ τῶν ἔγγιστά τισιν οὐκ ἔλαβεν ὀνειδισμὸν, ἤγουν αὐτὸς κατ' ἐκείνων τὸν ὀνειδισμόν;
They will be afraid with fear where there is no fear—evidently from the legal threat, but rather the reverence that befits free men. Who will give from Zion the salvation of Israel? See how he thirsts for the Lord, and as it were cannot endure the delay, the time in which the salvation of God and the Father—that is, Christ—was about to shine forth. And he calls him the salvation of Israel, perhaps because he came primarily for the sake of Israel. For he said: "I was not sent except to the lost sheep of the house of Israel." Or in another way: as the inspired Paul writes, the promises, the laws, and the covenant belonged to the Jews, and the fathers from whom Christ came according to the flesh. Therefore, says the prophet, I thirst for his coming. Who will give me to see the Savior, either coming from Zion above and from heaven, or proceeding from Zion below through the birth according to the flesh?
PSALM 14.
Who will dwell in your holy mountain? The holy mountain is the kingdom of the age to come; a mountain, because of its height and pre-eminence; holy, since no profane person dwells in it. Therefore the one who sojourns in this life, and uses the present order as a shadow and grass in passing, this one will be able to dwell—that is, to make his home—in the kingdom to come. Who is such a one, and how does he conduct his life? The psalm has the following. And he did not take up reproach against his neighbors. The statement has something unclear about it; for it is unclear whether it is from his neighbors that someone did not receive reproach, or whether he himself directed the reproach against them.
Καὶ οἶμαι δὲ ἔγω γε τοῖς δικαιοσύνης ἐπιμεληταῖς ἐπεῖναι πρέπειν κατ' αὐτὸν ἀμφότερα. Καρπὸς γὰρ εἰς λῆξιν τῆς ἐπιεικείας τὸ σεπτὸν οὕτω ποιεῖσθαι τοῦ βίου ἀγωγὴν, ὥστε μὴ παρ' ἑτέρων ὀνειδίζεσθαι τυχὸν ἐπὶ τῇ τῶν καλλίστων ῥᾳστώνῃ, μήτε μὴν αὐ τὸν κατονειδίζειν ἑτέροις, κἂν εἴ πού τι διαπέσειάν τε καὶ διαπταίσειαν· νοσεῖ γὰρ ἀνθρώπου φύσις, καὶ πίπτει ῥᾳδίως εἰς τὸ πλημμελές. Ἡ ἐξουδένωσις οὐκ ἐξ ὑπερόπτου φρο νήματος, ἀλλ' ἐκ μισοκάκου μᾶλλον καὶ βδελυττομέ νου τὰ πονηρά.
ΨΑΛΜΟΣ ΙΕʹ.
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Πάλιν καὶ τοῦτο πρέπον τῇ τοῦ δούλου μορφῇ· δηλοῖ δὲ ἅμα καὶ τὴν ἐν πίστει δι' ὁμολογίας δικαίωσιν. Ἐνταῦθα τὸ κοινὸν ὥσπερ πρόσωπον τῆς ἀνθρωπότητος ἀναλαβὼν ὁ Σωτὴρ, τοὺς
πρὸς τὸν Θεὸν καὶ Πατέρα ποιεῖται λόγους οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον, ἀλλὰ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ὡς εἷς ἐξ ἡμῶν διὰ τὴν οἰκονομίαν. Κύριον οὖν ὀνομάζει τὸν Πατέρα, διὰ τὸ ἐν τῇ τοῦ δούλου αὐτὸς γενέσθαι μορφῇ. Φυλαχθῆναι δὲ ἑαυτὸν αἰτεῖ, διὰ τὴν Ἐκκλησίαν, ἥ ἐστιν ἡ σὰρξ αὐτοῦ. Ἡ γὰρ σὰρξ αὐτοῦ Ἐκκλησία· φυλαχθῆναι δὲ ταύτην αἰτεῖ εἰκότως· καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέροιτ' ἂν ἡ Ἐκκλησία καὶ ἡ φυλακή. Τίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ δεῖν αὐτὸν φυλάττεσθαι· Διὰ τοῦτο γὰρ, φησὶν, ὦ Πάτερ, αἰτῶ παρὰ σοῦ φυλαχθῆναι, διότι ἐπὶ σοὶ ἤλπισα· ἐμαυτὸν δὲ λέγων, τὴν Ἐκκλησίαν λέγει. Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγα θῶν μου οὐ χρείαν ἔχεις. Καὶ ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν·
And I think that both of these things ought to be present in those who care for righteousness, in accordance with him. For it is a fruit unto the lot of equity thus to make the conduct of life venerable, so as not to be reproached by others, perhaps for the ease of the noblest things, nor indeed to reproach others, even if somewhere they should fall and stumble; for human nature is sick, and falls easily into wrongdoing. The contempt is not from a haughty mind, but rather from one that hates evil and abhors wicked things.
PSALM 15.
Guard me, O Lord, for I have hoped in you. Again this too is fitting for the form of a servant; and at the same time it makes clear the justification in faith through confession. Here the Savior, taking up as it were the common person of humanity, makes his words to God and Father not so much on his own behalf, but for us and on our behalf, as one of us through the economy. He therefore names the Father Lord, because he himself has come to be in the form of a servant. And he asks that he himself be guarded, for the Church, which is his flesh. For his flesh is the Church; and he reasonably asks that this be guarded; and the Church and its guarding would be referred to his own person. He also sets forth the reason why he ought to be guarded: For this reason, he says, O Father, I ask to be guarded by you, because I have hoped in you; and in saying myself, he means the Church. I said to the Lord: You are my Lord, because you have no need of my good things. And in the Gospel he was saying:
"Ἀνα βαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." Καὶ νῦν ὡς φύσει γενό μενος ἄνθρωπος, Κύριον ἑαυτοῦ τὸν Πατέρα καλεῖ. Προσθεὶς δὲ, "Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις," τῆς νομικῆς λατρείας ἔδειξε τὸ ἀνόνητον. Ἀγαθὰ γὰρ ἐνταῦθα, τὰς κατὰ νόμον προσφερομένας θυσίας ὠνόμασεν, ἃς οὐ παραδεχόμενος φαίνεται· τὸ γὰρ τῆς πίστεως ῥῆμα ἐκείνας ἀναιρεῖ. "Μὴ φάγομαι κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι;" Καὶ πάλιν· "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι." Ὅρα δὲ ὅτι Θεοῦ μόνου τὸ ἀνενδεές· οἱ δὲ ἄλλοι λεγόμενοι κύριοι, χρῄζουσιν ὧν προσ άγουσιν αὐτοῖς οἱ ὑπ' αὐτοὺς, οἷον τῆς τῶν οἰκετῶν γεωργίας, τῆς οἰκοδομῆς, καὶ τῶν ἄλλων. Τοῦτο οὖν καὶ ὁ Χριστὸς τεκμήριον τίθησι τοῦ ἀληθῶς Κύριον εἶναι τὸν Πατέρα, ὅτι οὐ χρῄζει τῶν ἀγαθῶν τῶν προσαγομένων παρ' αὐτοῦ, τουτέστι παρὰ τῆς σαρκὸς αὐτοῦ τῆς Ἐκκλησίας. Καὶ μέν τοι κἂν προσεύχηται ὁ Υἱὸς, κἂν δακρύῃ, κἂν παρακαλῇ, οὐκ ἔχει ὁ Πατὴρ χρείαν τῶν τοιούτων ἀγαθῶν· εἰδὼς γὰρ πάντα, οὔτε προσευχῆς δέεται, οὔτε λόγων χρῄζει προφητικῶν. Τοῖς ἁγίοις τοῖς ἐν γῇ αὐτοῦ." Ἁγίους εἶναί φησι τοὺς ἡγιασμέ νους ἐν πνεύματι· γῆν δὲ τὴν τοῦ Χριστοῦ Ἐκκλη σίαν. Τὸ δὲ ἐθαυμάστωσεν, ἀντὶ τοῦ ἔδειξεν ἢ ἐδόξασεν τέθειται. Τὸ δὲ αὐτοῦ, τὸν Πατέρα σημαίνει· ἵνα ᾖ τὸ ὅλαν οὕτω, τοῖς ἡγιασμένοις ἐν πίστει γνω στὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός. Διὸ καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. Τῶν ἐθνῶν δηλονότι.
I ascend to my Father, and Father of you, and my God and God of you." And now, as one who has become man by nature, he calls the Father his own Lord. And having added, "Because you have no need of my good things," he showed the unprofitableness of the legal worship. For here he named as good things the sacrifices offered according to the law, which he plainly does not accept; for the word of faith abolishes them. "Shall I eat the flesh of bulls, and drink the blood of goats?" And again: "Sacrifice and offering you did not desire, but a body you prepared for me." Observe that freedom from need belongs to God alone; but the others who are called lords need the things that those under them bring to them—for instance, the farming of their servants, the building, and other things. This, then, Christ also sets down as a proof that the Father is truly Lord, that he has no need of the good things brought by him—that is, by his flesh, the Church. And indeed, even if the Son prays, even if he weeps, even if he entreats, the Father has no need of such good things; for knowing all things, he neither needs prayer nor requires prophetic words. "To the saints who are in his land." He says that the saints are those who have been sanctified in the Spirit; and the land is the Church of Christ. And "he made wondrous" is used in place of "he showed" or "he glorified." And "his" signifies the Father; so that the whole may be thus: to those sanctified in faith he made known the will of the Father. Therefore he is also called the Angel of great counsel. "Their infirmities were multiplied." Of the nations, clearly.
Μήπω τῆς ἀλη θείας φανερωθείσης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπληθύνθησαν αἱ ἁμαρτίαι καὶ τὰ πάθη. Μετὰ ταῦτα, φανερωθείσης τῆς σωτηρίας, ἐτάχυναν εἰς γνῶσιν, καὶ τῶν κακῶν ἀθέτησιν.. Τινὲς δὲ τὰς ποικίλας τῶν ἐθνῶν εἰδω λολατρείας καὶ ἀσθενείας ἐδήλωσαν, ἐξ ὧν οἱ μεταβάλλοντες ἅγιοι γεγόνασι τοῦ Θεοῦ· περὶ ὧν ἔφη "τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ," οἳ καὶ ταχέως ἀπέστη σαν τῶν εἰδώλων, ἢ τῶν διαπονημάτων. ἣ τῶν ἀσθενειῶν αὐτῶν τῶν πρὸ τῆς πίστεως, θαυμαστωθέντων τῶν τοῦ Σωτῆρος ἐν αὐτοῖς θελημάτων. Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱ μάτων. Εἰ μέν τις βούλοιτο νοεῖν ταῦτα ὡς ἐπὶ τῶν Ἰουδαίων, ἀποφαντικῶς ἀναγνωστέον τοὺς στί χους, οἷον ἐναργῶς διαγορεύοντος τοῦ Θεοῦ τὰς αἰτίας τῆς ἀποβολῆς τοῦ Ἰσραήλ. Οὐκ ἂν συνάξαιμι, φησὶν, τὰς συναγωγὰς αὐτῶν, ἀλλ' οὐδ' ἂν μνησθείην ἔτι αὐτῶν τῶν ὀνομάτων διὰ χειλέων μου. Καὶ διὰ ποίαν αἰτίαν; Ἐξ αἱμάτων, φησὶν, τουτέστιν διὰ τὸ πλείστοις αὐτοὺς αἵμασιν ἐνησχολῆσθαι καὶ φόνοις. Εἰ δέ τις λέγοι καὶ περὶ ἐθνῶν χρῆναι νοεῖν αὐτὸν, ἐκδέξαι κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ἐτάχυναν περὶ τὴν πίστιν, φησὶ, καὶ ἀμελ[λ]ητὶ παρεδέξαντο τὸν ἐπιλάμ ψαντα Κύριον, καὶ πρὸς τὸ θεῖον αὐτοῦ δεδραμήκασι φῶς, οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν; Ἀνα γνωστέον δὲ ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ· Ἀλλὰ ναὶ συνάξω, φησὶν, ἐξ αἱμάτων· τουτέστιν, ἐπειδὴ πάν τες ἀνῄρηνται, καὶ τὰ πολλὰ αὐτῶν ἐξεχύθη αἵματα, κομίζοντος εἰς ἀπώλειαν τοῦ Σατανᾶ, καὶ τῆς τῶν δαιμονίων ἀγέλης ὀλέθρου οὔσης αὐτοῖς.
Before the truth of our Lord Jesus Christ was revealed, sins and passions multiplied. After this, when salvation was revealed, they hastened to knowledge and to the setting aside of evils. But some have indicated the various idolatries and weaknesses of the nations, from which those who were changed have become holy to God; concerning whom it was said, "to the saints who are in the land," who also quickly departed from their idols, or from their labors, or from their weaknesses that existed before the faith, when the wills of the Savior were marvelously wrought in them. I will surely not gather their assemblies from blood. If someone should wish to understand these things as applying to the Jews, the verses should be read as an assertion, as though God were clearly declaring the reasons for the rejection of Israel. "I would not gather," he says, "their assemblies, nor would I even remember their names anymore with my lips." And for what reason? "From blood," he says, that is, because they occupied themselves with very many bloodsheds and murders. But if someone should say that he ought to understand this also concerning the nations, let him receive it in some such manner as this. For since, he says, they hastened in faith and received without delay the Lord who shone upon them, and ran to his divine light, "I will surely not gather their assemblies"? But it should be read as a question with a pause: "But yes, I will gather," he says, "from blood"—that is, since all have been slain, and their blood has been poured out in great quantity, Satan bringing them to destruction, and the herd of demons being destruction to them.
Δηλοῖ δὲ τὸ αἷμα τὴν ἀναίρεσιν, ἤγουν τὴν ἀπώλειαν ἣν ὑπέστη σαν αὐτοὶ, διὰ τὸ μὴ εἰδέναι τὸν τῶν ὄλων Δημιουρ γόν. Καταφέρεσθαι δὲ ἀγέλην δεῖ εἰς τὸν ᾅδην. Οὕτω γὰρ γέγραπται
περὶ αὐτῶν καὶ τοῦ Σατανᾶ· "Ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη·" καὶ τὸ, "Ὡς πρόβατα ἐν ᾄδῃ ἔθεντο· θάνατος ποιμανεῖ αὐτούς." Αὐτὸς γὰρ ἦν ὁ θάνατος, τουτέστιν ὁ θανάτου πρό ξενος Σατανᾶς καταποιμένων αὐτοὺς, καὶ ὥσπερ ἔν τισι σηκοῖς κατακλεῖω τοῖς ᾅδου μυχοῖς. Ἐπειδὴ τοίνυν, φησὶ, πολλὰ γέγονεν αὐτῶν τὰ αἵματα, καὶ ὅτι ἐτάχυναν εἰς πίστιν, οὐκ ἂν εἰκότως ἐλεήσας συν άξαιμι τὰς συναγωγὰς αὐτῶν; Ὁ μέντοι θεῖος Κύριλλος ἐν ἐρωτήσει τοὺς στίχους ἀναγινώσκεσθαι βούλεται. Ἐπειδὴ γὰρ, φησὶν, οἱ ἐξ ἐθνῶν κεκλημένοι περὶ τὴν πίστιν ἐτάχυναν, ἆρά γε οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν; Τὸ δὲ ἐξ αἱμάτων ἀντὶ τοῦ, Ἐπειδὴ πάντες ἀνῄρηνται, ( 26 ) Ἢ κατὰ τὸν Ἀκύλαν· "Οὐ σπείσω σπονδὰς αὐτῶν ἐξ αἱμάτων." Πάλαι μὲν ἔσπενδον οἱ Ἰουδαῖοι κατὰ τὸν νόμον Θεῷ, Ἕλληνες δὲ τοῖς εἰδώλοις. Ἐγὼ δὲ παραδώσω καινὰ μυστήρια πᾶσι καὶ θυσίαν ἀναίμακτον, μηκέτι δεχόμενος τὰς κατὰ νόμον σπονδάς. [Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτη ρίου μου. Ποτήριον δὲ τὴν δοθεῖσαν αὐτῷ κληρονομίαν παρὰ τοῦ Πατρὸς ὀνομάζει, ὡς εὐφραίνειν αὐτὸν δυναμέ νην, οὐκ οὔσης τοιαύτης τῆς πάλαι, τουτέστιν τοῦ Ἰσραὴλ, στυγητῆς δὲ μᾶλλον καὶ ἀπηχθημένης. Ὡς εὐφραινούσης τοίνυν αὐτὸν τῆς Ἐκκλησίας ποτήριον ὀνομάζει. Ἔφη γάρ που πρὸς αὐτὸ Ἡσαΐας·
The blood signifies their destruction, that is, the ruin which they themselves suffered because they did not know the Creator of all things. And the flock must be brought down to Hades. For thus it is written concerning them and concerning Satan: "He who seeks out their bloods remembered"; and, "They were set like sheep in Hades; death shall shepherd them." For he himself was death, that is, Satan, the cause of death, shepherding them and shutting them up as in certain pens in the recesses of Hades. Since, then, he says, their bloods have become many, and because they hastened to faith, would I not reasonably, having shown mercy, gather their synagogues together? The divine Cyril, however, wishes the verses to be read as a question. For since, he says, those called from the Gentiles hastened concerning the faith, shall I not indeed gather their synagogues together? And the phrase "from bloods" is instead of "since all have been slain," or according to Aquila: "I will not make a covenant with them from bloods." Formerly the Jews poured libations to God according to the law, and the Greeks to idols. But I will deliver new mysteries to all and a bloodless sacrifice, no longer accepting the libations according to the law. [The Lord is the portion of my inheritance and of my cup. He calls the inheritance given to him by the Father a cup, as being able to gladden him, since such was not the case formerly, that is, of Israel, but rather it was hateful and detested. As therefore the Church gladdens him, he calls it a cup. For Isaiah said somewhere concerning it:
"Καὶ ὡς εὐφραίνεται νεανίσκος ἐπὶ παρθένῳ, οὕτως εὐφραίνεται Κύριος ἐπὶ σοί."] Σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις μου. Σχοινίον μέτρον ἐστὶν, ὡς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ τὸ, "Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα." Ἢ τάχα τὸ μέτρον οὐ πρὸς τὴν γνῶσιν αὐτὴν ὀνομάζεται, ἀλλ' ὡς πρὸς τὸν ὑποδεχόμενον αὐτὴν, τῷ μὴ εἶναι αὐτὸν γνώσεως μείζονος δεκτικόν. Καὶ γὰρ ὁ αὐτὸς μὲν ὑετός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις ἀγγείοις. Ἡ κληρονομία μου κρατίστη. Ἡ μὲν πρώτη κληρονομία, τουτέστιν ὁ Ἰσραὴλ, οὐ κρατίστη ἧν ἀλλὰ καὶ θεοστυγὴς μᾶλλον. Ἀγάπης δὲ σχοινίοις καὶ ἐντονωτάτῃ διαθέσει Χριστῷ συνῆπται, κλῆρος ὥσπερ ἐξαίρετος, ἡ ἐξ ἐθνῶν Ἐκ κλησία, ἣν καὶ κρατίστην εἰκότως ἀποκαλεῖ· ἔνεστι γὰρ αὐτῇ πολὺ τὸ εὐπειθὲς καὶ εὐήνιον, καὶ κάλλος ἐκλάμπει τὸ νοητὸν, διὰ πάσης ἀρετῆς κοσμούμενον. Ἢ τάχα τὰ σχοινία, οὐ τοὺς δεσμοὺς τῆς ἀγάπης δηλοῖ, ἀλλ' ἐκ μεταφορᾶς τῶν γεωμετρούντων εἴρη ται· ὅτι Σχοινίοις ὁ Πατὴρ τὴν κληρονομίαν μοι διεμέτρησε, καὶ ὁροθεσίοις περιέλαβε καὶ κύκλῳ περιετείχισε καὶ κατησφαλίσατο, ὥστε μηκέτι τὴν κρατίστην παρ' ἐμοὶ καὶ πατρῴαν διαρπαγῇ κληρονο μίαν, εἰς ἣν ἔπεσέ μοι τὰ τῆς κληροδοσίας σχοινία, τουτέστιν ἥτις ἐκληρώθη μοι. Κληρονομία ἐστὶ φύσεως λογικῆς, ἢ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἐστιν ἡ γνῶσις ἐκ τοῦ Θεοῦ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός.. Τοῦτο ὅμοιον τῷ εὐαγγελικῷ ἐκείνῳ ῥητῷ τῷ λέγοντι·
And as a young man rejoices over a bride, so the Lord rejoices over you." The measuring lines have fallen to me in my choicest portions. A measuring line is a measure, as it is written in the Gospel according to John: "For God does not give the Spirit by measure." Or perhaps the measure is named not in relation to the knowledge itself, but in relation to the one who receives it, in that he is not capable of receiving greater knowledge. For the same rain is one, yet it is measured out in the vessels that receive it. My inheritance is the choicest. The first inheritance, that is Israel, was not the choicest, but rather even hateful to God. But by the cords of love and the most intense disposition, the Church from the Gentiles is joined to Christ as a choice lot, which he rightly calls the choicest; for in it there is much that is obedient and gentle, and the intelligible beauty shines forth, adorned with every virtue. Or perhaps the cords signify not the bonds of love, but are spoken by way of metaphor from those who measure land: that with measuring lines the Father measured out the inheritance to me, and enclosed it with boundaries and walled it round about and secured it, so that the choicest inheritance, which is also the Father's, may no longer be plundered from me—the inheritance into which the measuring lines of the allotment fell to me, that is, which was allotted to me. An inheritance is proper to a rational nature, either the contemplation of the ages that have come to be and that will be; and the inheritance of Christ is the knowledge that is from God. I set the Lord before me continually. This is similar to that Gospel saying which says:
"Οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατήρ μου μετ' ἐμοῦ ἐστι." Καθ' ὃ μὲν οὖν νοεῖται Θεὸς ὁ Χριστὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθ' ὃ δὲ γέγονεν ἄνθρωπος, πρέποι ἂν αὐτῷ καὶ τὸ λέγειν ἐκ δεξιῶν ἐσχηκέναι τὸν Κύριον, ἵνα μὴ σαλευθῇ. Συμπλάττεται γὰρ αὐτοῦ τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ τῇ κενώσει πρέπον οὐκ αἰσχύνεται διὰ τὴν οἰκονομίαν. Προσεδεχόμην οὖν, φησὶν, ὅτι ὁ Πατήρ μου βοηθεῖ καὶ οὐκ ἐᾷ περιτραπῆναι. Τὸ, "Ἐκ δεξιῶν μου ἐστὶν," εἶπεν ἀντὶ τοῦ, Βοηθεῖ μοι, ἀπὸ τοῦ δεξιοῦ καὶ κρείττονος τὴν βοήθειαν καλέσας. Σὺ δέ μοι ὅρα ὅπως γέγονεν ἡ φύσις ἡμῶν εὐδόκιμος ἐν Χριστῷ· προσηνέχθημεν εἰς πρόσωπον τοῦ Πατρὸς οἱ ἐκβεβλημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ ἐσχήκαμεν αὐτὸν ἐπαμύνοντα καὶ στηρίζοντα. Ἔχοι μεν οὖν καὶ ἡμεῖς ἀεὶ τὸν Θεὸν πρὸ ὀφθαλμῶν, καὶ ὡς παρόντος καὶ βοηθοῦντος, οὕτω διανοώμεθα, ἵνα μὴ μετακινηθῶμεν ἀπὸ τοῦ καθήκοντος· ἀλλὰ παυ θείη μὲν ὁ ἀπὸ τῶν δεξιῶν ἡμῖν ἀντικείμενος διάβο λος· μὴ δεχοίμεθα δὲ τὴν ἀρὰν, ἣν Ἰούδας λαμβάνει λέγουσαν· "Στήτω ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ·" ἐκ δεξιῶν γὰρ τοῦ
I am not alone, because my Father is with me." Insofar, then, as Christ is understood as God, he is himself the one who establishes and sustains all things; but insofar as he has become man, it would be fitting for him also to say that he has the Lord at his right hand, so that he might not be shaken. For he is conformed to the measures of humanity, and he is not ashamed of what befits his self-emptying, for the sake of the economy. "I awaited," then, he says, "that my Father helps me and does not allow me to be overturned." The phrase "He is at my right hand" he said in place of "He helps me," calling the help from the right and the better side. But do you observe how our nature has become approved in Christ: we who were cast out because of the transgression in Adam have been brought into the presence of the Father, and we have had him as our helper and sustainer. Therefore let us also always have God before our eyes, and let us think of him as present and helping, so that we may not be moved from what is fitting; but let the devil who opposes us from the right be put to rest; and let us not accept the curse which Judas receives, saying: "Let the devil stand at his right hand"; for at the right hand of the
μὲν δικαίου ὁ Κύριος, τοῦ δὲ ἁμαρ τωλοῦ ὁ διάβολος. [Θεὸς γὰρ φύσει καὶ ζωὴ, καὶ ζωοποιὸς, ἐζωοποίησε τὸν ἑαυτοῦ ναὸν, οὐχ ἑαυτῷ τὸ χρῆμα κατορθῶν, ἀλλ' εἰς ὅλην τοῦ ἀνθρώπου παραπέμπων τὴν φύσιν ὃ ἐντεῦθεν ἀγαθόν. Οὐκ ἠγνόησε τοίνυν τὴν ὁδὸν τῆς ζωῆς, καίτοι τοῦ προπάτορος Ἀδὰμ ἠγνοηκότος αὐτήν.] Ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. Διὰ τὸ, "Κάθου ἐκ δεξιῶν μου," καὶ τὸ κεκαθηκέναι μετὰ τὴν ἀνάληψιν ἐκ δεξιῶν τοῦ Πατρὸς τῆς μεγαλοσύνης· πῶς οὖν ὁ Υἱὸς λέγει· "Προωρώ μην τὸν Κύριον ἐκ δεξιῶν μου διὰ παντὸς," τὸν Πα τέρα δηλῶν; Οὐκοῦν δεξιὸς τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ τοῦ Υἱοῦ ὁ Πατὴρ, κατὰ τὸ, "Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί." Ἔοικε δὲ τὸ πρῶτον κατὰ τὸ ἀνθρώπινον εἰρῆσθαι· καθ' ὃ γὰρ Θεὸς, οὐ σα λεύεται. Οὐκ ἄψυχος δὲ ἡ σὰρξ αὐτοῦ· οὐ γὰρ αὐτῆς τὸ λέγειν ἐκ δεξιῶν ἔχειν τὸν Θεὸν καὶ προορᾷν αὐ τὸν διὰ παντὸς, ἵνα μὴ ἁμαρτάνῃ. Κίνησιν γὰρ ἁμαρ τικὴν τὸ σαλευθῆναι δηλοῖ. Μετὰ τοῦ προσώπου σου τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος. Ἦν οὖν ἄρα πρέπον τε ἐοικῶς τῷ τῶν ὅλων Δημιουργῷ, καὶ Κυρίῳ, καὶ Θεῷ τὸ ἀγαλλιᾶσθαι καὶ εὐφραίνεσθαι τῶν, αὐτοῦ κτισμάτων ἀναμορφουμένων ἐπὶ τὸ ἄμεινον, καὶ εἰς ὅπερ ἦσαν ἐν ἀρχαῖς ἀναστοιχειουμένων παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δι' αὐτοῦ τοῦ Υἱοῦ· ὥσπερ γὰρ δι' αὐτοῦ τὰ πάντα παρ ήχθη πρὸς γένεσιν, δι' αὐτοῦ τὴν εἰς τὰ ἀμείνω δέχεται διασκευήν. Δεξιὰ μὲν τοῦ Πατρὸς ὁ Υἱὸς ὡραῖος, τερπνότητα τῆς σαρκὸς αὐτοῦ· ὃς τὴν ἄμορφον καὶ ἀκαλλῆ φύσιν ὑψώσας, ἐν δεξιᾷ τοῦ Πατρὸς θεώσει Θεὸν ἐκάθησεν.
The Lord is the portion of the righteous, but the devil of the sinner. For God by nature and life and life-giver gave life to his own temple, not setting the matter right for himself, but transmitting to the whole nature of man the good that comes from this. He did not, then, fail to know the way of life, although our forefather Adam had failed to know it. Because he is at my right hand, so that I may not be shaken. Through "Sit at my right hand," and his having sat at the right hand of the Majesty after the ascension; how then does the Son say, "I foresaw the Lord at my right hand continually," meaning the Father? Therefore the Son is at the right hand of the Father, and the Father at the right hand of the Son, according to "I am in the Father, and the Father is in me." And the first seems to have been said in accordance with the human nature; for insofar as he is God, he is not shaken. Nor is his flesh without a soul; for it is not for it to say that it has God at its right hand and foresees him continually, so that it may not sin. For being shaken indicates a sinful motion. With your face are delights at your right hand forever. It was, then, fitting and seemly for the Creator of all things, and Lord, and God, to exult and rejoice when his own creatures are reformed for the better, and are restored by God and the Father, through the Son himself, to what they were in the beginning; for just as all things were brought into being through him, through him they receive their arrangement into better things. The Son is the beautiful right hand of the Father, the delight of his flesh; he who, having exalted the formless and unadorned nature, seated it as God at the right hand of the Father by deification.
ΨΑΛΜΟΣ Ι ςʹ.
Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου. Δικαιοσύνην ἐνταῦθα οὐ τὴν τελείαν ἀρετὴν λέγει (κομπηρὸν γὰρ τοῦτο καὶ φαρισαϊκὸν), ἀλλὰ τὴν δικαίαν αἴτησιν. Αἰτεῖ γὰρ ὁ Δαβὶδ οὐκ ἀπώλειαν τοῦ Σαοὺλ, ἀλλ' ἑαυτοῦ σωτηρίαν. Ἴσως δὲ, ἐπεὶ οὐ ψιλῶν ῥημάτων ἀκούει Θεὸς, ἀλλ' ἀρετῆς ὥσπερ βοώσης διὰ τῶν πραγμάτων, διδάσκει ἡμᾶς ὁ προφήτης, πῶς καὶ αὐτοὶ παρακαλοῦντες εἰσακου σθησόμεθα ὅτι μετὰ δικαιοσύνης. Εἰ δὲ ὁ χορὸς τῶν ἀποστόλων ἐστὶν ἐνταῦθα ὁ παρακαλῶν, δικαιοσύνης Κύριον ὀνομάζει τὸν Χριστὸν, οὐχὶ τῆς ἐν τῷ νόμῳ (ἐκείνη γὰρ οὐκ ἦν ἄμεμπτος, ἀλλ' ἔκειτο μέχρι και ροῦ διορθώσεως), ἀλλὰ τῆς ἐν ἀληθείᾳ δικαιοσύνης, τουτέστι τῆς εὐαγγελικῆς. Ἀγαπῶντες οὖν οἱ ἀπό στολοι, [τὴν] ἐν πνεύματι προσκύνησιν καὶ λατρείαν φασίν· "Εἰσάκουσον ἡμῶν, ὦ Κύριε, καὶ Θεέ·" οὐχὶ τῆς ἐν τύποις δικαιοσύνης, ἀλλὰ τῆς ἐμῆς, τουτέστι τῆς ἀληθινῆς καὶ πνευματικῆς, καθ' ἣν καὶ διαβιοῦν ἐθέλομεν, ἣν καὶ τοῖς ἄλλοις κηρύττομεν. Αὐτῷ δὲ τῷ Χριστῷ μάλιστα πάντων ἁρμοδιώτατον τὸ λέγειν κατὰ τὸ ἀνθρώπινον πρὸς τὸν Θεὸν καὶ Πατέρα· "Εἰσάκουσον δικαιοσύνης μου·" αὐτὸς γὰρ ἁμαρ τίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. [Ἐκ προσώπου σου τὸ κρῖμά μου. Ὅμοιον ὡς εἰ λέγοι· Αὐτὸς δικαστὴς τῶν ἐπ' ἐμοὶ γενοῦ, καὶ τὴν σὴν εὐθύτητα, ἤτοι τὴν σὴν δικαιοκρισίαν, ἐπιδέτωσάν μου οἱ ὀφθαλμοί.] Ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑ ρέθη ἐν ἐμοὶ ἀδικία. Ὁ καὶ νυκτὸς καὶ ἐν ὕπνοις ἀνεπίδεκτος αἰσχρῶν καὶ παραλόγων φαντασιῶν, εἴ γε δυνατὸν ταῦτα λεγέτω. Σημειωτέον δὲ τὸ, Ἐπεσκέψω, οὐκ ἐπὶ κολάσεως κείμενον.
PSALM 16.
Hearken, O Lord, to my righteousness. By righteousness here he does not mean perfect virtue (for that would be boastful and Pharisaic), but the righteous petition. For David asks not for the destruction of Saul, but for his own salvation. Perhaps, since God does not hear bare words, but virtue as it were crying out through deeds, the prophet teaches us how we too, when we entreat, shall be heard, namely, because it is with righteousness. But if it is the choir of the apostles that entreats here, it names the Lord of righteousness, Christ—not the righteousness that is in the law (for that was not blameless, but lay in wait until the time of correction), but the righteousness that is in truth, that is, the evangelical righteousness. Loving, then, the worship and service in the Spirit, the apostles say: "Hearken to us, O Lord and God"—not to the righteousness that consists in types, but to mine, that is, the true and spiritual righteousness, according to which we wish also to live, and which we also proclaim to others. But to Christ himself, most of all, it is fitting to say in his human nature to God and the Father: "Hearken to my righteousness," for he himself did no sin, neither was guile found in his mouth. [From thy face be my judgment. It is as if he were saying: Be thou thyself judge in my cause, and let my eyes behold thy uprightness, that is, thy righteous judgment.] Thou hast visited in the night, thou hast tried me, and no iniquity was found in me. Let him who is free from shameful and irrational fantasies even by night and in sleep say these things, if indeed such a thing is possible. And note that "Thou hast visited" is not set down in reference to punishment.
Καὶ πάλιν ἰστέον ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ· Θεὸς δὲ πυροῖ, εἴτε τὴν προϋπάρχουσαν εὑρίσκῃ ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου Ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ Θεοῦ τοὺς δαίμονάς φησι· δεξιὰ δὲ τοῦ Θεοῦ πᾶς εὐσεβὴς καὶ δίκαιος, περὶ ὧν ἐν ἑτέρῳ λέγει· "Γενηθήτω ἐπ' ἄνδρα δεξιᾶς μου·" Τούτου τῇ σωτηρίᾳ οἱ δαίμονες ἀνθίστανται, ἐξ ὧν ὁ Θεὸς ἐλευθεροῖ τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Ἀνθεστήκασι καὶ τῷ Κυρίῳ, ὅς ἐστι δεξιὰ τοῦ Πατρὸς,
Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ οἱ τῶν βεβήλων αἱρέσεων εὑρεταί· ἐξ ὧν ῥυσθῆναι παρακαλοῦσιν οἱ ἀπόστολοι· καὶ τὸ ἀσφαλὲς ὅπερ ἡ φύσις τῇ κόρῃ τοῦ ὀφθαλμοῦ δεδώρηται, τοῦτο ζητοῦσι παρὰ Θεοῦ, ἵνα κατὰ μηδένα τρόπον ἀδικηθῇ αὐτοῖς ὁ τῆς δια νοίας ὀφθαλμὸς, καὶ πάθοι τὸ σκοτισθῆναι. Ταυτὸ τοῦτο καὶ ὁ Σωτὴρ ἂν εὔξαιτο πρὸς τὸν Πατέρα, ἵνα φυλαχθῇ αὐτὸς, τουτέστι τὸ σῶμα αὐτοῦ, ἡ τῶν πιστῶν Ἐκκλησία, ἐκ τῶν πολεμούντων αὐτῇ, καθά περ τις κόρη ὀφθαλμοῦ ἀνεπιθόλωτος καὶ ὀρθὰ βλέ πουσα. Φυλαχθείημεν καὶ ἡμεῖς ἀπὸ δαιμόνων τῶν ἐναντιουμένων τῇ δεξιᾷ καὶ ἀγαθῇ ἡμῶν πράξει· ἥτις τοῦ Θεοῦ εἶναι λέγεται, ὡς διὰ τῆς αὐτοῦ χάριτος καὶ ἐνεργείας κατορθουμένη, μήποτε τοῦ ἐντὸς ἡμῶν ὀφθαλμοῦ σκοτισθέντος, εἰς τὴν ἀχλὺν τῆς ἁμαρτίας ἐμπέσοιμεν. Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσαις με. ( 94.) Καὶ οἱ ἀπόστολοι δὲ ἀναγκαίαν ποιοῦνται τὴν αἴτησιν, ὑπὸ σκέπην γενέσθαι τὴν ἐν Χριστῷ, ταλαιπώρους αὐτοὺς ἀποφαίνειν ἐπιχειρούντων ἐχθρῶν καὶ πᾶν εἶδος ἐπιῤῥιπτούντων ἀγρίως ἐπιβουλῆς.
And again it must be known that the devil kindles in a manner contrary to God; but God kindles, whether he finds the injustice that already exists, or because it does not pre-exist, he does not find it. From those who oppose your right hand, he calls the demons those who oppose the right hand of God; and the right hand of God is every pious and righteous man, concerning whom he says elsewhere: "Let him be made over to the man of my right hand." The demons oppose his salvation, from which God delivers those who hope in him. They have also opposed the Lord, who is the right hand of the Father, — Jews and Greeks, and the inventors of profane heresies; from which the apostles pray to be delivered; and the security which nature has given to the pupil of the eye, this they seek from God, so that in no way the eye of the mind may be wronged in them, and suffer being darkened. The Savior too would pray this same thing to the Father, that he himself might be guarded, that is, his body, the Church of the faithful, from those who war against it, like a pupil of an eye, unblemished and seeing rightly. May we also be guarded from demons who oppose our right and good action; which is said to be of God, as being accomplished through his grace and energy, lest, when the eye within us is darkened, we fall into the mist of sin. In the shelter of your wings you will cover me. (94.) And the apostles also make this necessary petition, to come under the shelter that is in Christ, while enemies attempt to render them wretched and savagely cast upon them every kind of plot.
Πάντες γὰρ "οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται." Ἤθελε καὶ ὁ Σωτὴρ τῆς Ἱερουσαλὴμ τὰ τέκνα συναγαγεῖν, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, ἀλλ' οὐκ ἠθέλησε. Διὸ ὑπὲρ τῆς Ἐκκλησίας ὡς ὑπὲρ ἰδίου σώματος αἰτεῖ παρὰ τοῦ Πατρὸς τὴν φρουρητικὴν δύναμιν. Καταπονοῦσι καὶ ἡμᾶς, καὶ ἀθλίους καὶ ταλαιπώρους ἐργάζονται, οἱ τῆς ἀσεβείας καὶ τῆς ἁμαρτίας εὑρεταὶ δαίμονες· ἀλλ' ὁ Θεὸς φρουρήσει τὰς καρδίας ἡμῶν καὶ τὰ νοήματα ἡμῶν, ὡς διά τινων πτερύγων συμφυῶν αὐτῷ καὶ ὁμοουσίων, τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ καὶ τοῦ ζωοποιοῦ καὶ ἁγίου Πνεύματος. Ἐκβαλόντες με νυνὶ, περιεκύκλωσάν με. Καὶ τίνος ἡμᾶς ἐκβάλλουσιν, ὅταν κυκλῶσαι καὶ συλλαβέσθαι βούλονται; Τοῦ νόμου πάντως καὶ τῶν ἐντολῶν· ὃς ἀντὶ τείχους καὶ πόλεως ἰσχυ ρᾶς ὑπάρχει τοῖς νήφουσι· περὶ ἧς εὑρήσεις τὸν προ φήτην φθεγξάμενον. "Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;" Μὴ τοίνυν ποτὲ ἐκ ταύτης ἀπατηθέντες ἐκπέσωμεν, μήποτε ὑπὸ τὰς χεῖρας τῶν πολεμίων γενώμεθα. Καὶ οἱ πολεμοῦντες δὲ τοῖς ἁγίοις, οὐ δὲν ἄλλο ἑώρων, ἤγουν ἐνενόουν, πλὴν αὐτὸ δὴ τοῦτο καὶ μόνον, τὸ ἐκβαλεῖν τοὺς ἁγίους ἀπὸ τῶν ἀγαθῶν σπουδασμάτων, καὶ ἐκκλῖναι αὐτοὺς καὶ ἐκτρέψαι τῆς κατὰ Θεὸν ὁδοῦ. Ποῦ δὲ βούλονται οἱ ἐχθροὶ ἀποστῆσαι τοὺς ἁγίους τῆς φιλοθεΐας; Ἐν τῇ γῇ, τουτέστιν ἕως ζῶσι, καὶ τὸν ἐπίγειον χῶρον τοῦτον οἰκοῦσιν οἱ ἅγιοι. Μετὰ γὰρ τὴν ἐντεῦθεν ἐκδημίαν, ἐπηρεάζειν οἱ πολεμοῦντες οὐ δύνανται. Λέγουσι μέντοι οἱ ἅγιοι, πάντα τρόπον ἐπιβουλῆς ὑπομένοντες·
For "all who desire to live piously in Christ will be persecuted." The Savior also wished to gather the children of Jerusalem, in the way a bird gathers its nestlings under its wings, but they did not wish it. Therefore, on behalf of the Church as on behalf of his own body, he asks the Father for the guarding power. The demons, inventors of impiety and sin, oppress us too and make us wretched and miserable; but God will guard our hearts and our thoughts, as it were by certain wings connatural with him and of the same essence—those of his only-begotten Son and of the life-giving and holy Spirit. They have cast me out now, they have surrounded me. And from what do they cast us out, when they wish to encircle and seize us? From the law, certainly, and the commandments, which stands in place of a wall and a strong city for those who are sober; concerning which you will find the prophet speaking: "Who will lead me into the city of protection?" Let us therefore never, deceived, fall out from this, lest we come under the hands of the enemies. And those who war against the saints saw, or rather thought, nothing else except this very thing alone: to cast the saints out from their good pursuits and to turn them aside and divert them from the way according to God. But where do the enemies wish to make the saints stand away from the love of God? On the earth—that is, as long as they live; and the saints inhabit this earthly place. For after their departure from here, those who war cannot harm them. The saints, however, enduring every manner of plot, say:
"Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" Ἐξέβαλον καὶ τὸν Κύριον Ἰουδαῖοι ἔξω τῆς πόλεως καὶ περιεκύκλωσαν, καὶ μέντοι καὶ ἐσκόπουν πῶς αὐτὸν ἀπολέσωσι, καὶ εἰς γῆν καταστρέψωσι· καὶ σκοποῦντες εὗρον ἀρέσκοντα αὐτοῖς τὸν διὰ σταυροῦ ἀτιμότατον θάνατον. Ὑπέλαβόν με ὠσεὶ λέων ἔτοιμος εἰς θήραν. Φοβερὰν ἡμῖν τὴν ἐπιβουλὴν τῶν δαιμόνων ὑποτίθεται· τί γὰρ λέοντος ἁρπακτικώτερον ἢ φονι κώτερον; Οὕτως τοίνυν ἡμῖν οἱ ἀόρατοι ἐχθροὶ μετὰ τὴν θήραν κέχρηνται. Ἀλλ' ὅταν ἀντιστῶμεν ἡμεῖς τῷ Πέ τρῳ πειθόμενοι· "Νήψατε, φησὶ, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περι πατεῖ, ζητῶν τίνα καταπίει·" ᾧ ἐὰν ἀντιστῆτε τῇ πίστει, παραχρῆμα ταπεινοῦται, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Διὰ δειλίαν εὑρίσκονται [οἱ δαίμονες,] φοβούμενοι μὲν ὡς ἰσχυροῖς ἐπελθεῖν, καιρὸν δὲ ὅμως ζητοῦντες· τούτου γὰρ χάριν κρύπτονται. [Ἰστέον γε μὴν, ὅτι καὶ ἐμφανῶς ἐπιπηδᾷ διὰ τῶν οἰκείων ὑπασπιστῶν ὁ παγχάλεπος λέων, τουτέστιν ὁ Σατανᾶς· ὁ αὐτὸς δὲ καὶ ὡς σκύμνος κρύπτεται· ἀρτύει γὰρ λεληθότως ἐπιβουλάς. Περιθείη δ' ἄν τις τὰ τοιάδε καὶ τοῖς αὐτοῦ τέκνοις· φρονοῦσι γὰρ τὰ αὐτά.] Ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. Ῥομφαίαν αὐτοῦ Θεοῦ, καλεῖ τὸν δίκαιον, μαχαίρας δίκην τὰς τῶν δαιμόνων παρατάξεις τέμνοντα. Δικαίου γὰρ ψυχὴ, ἁμαρτίας ἀναίρεσις· δικαίου ζωὴ, θάνατος ἡδονῶν. Καὶ διὰ τοῦτο ῥυσθῆναι αὐτὴν ἀπὸ ἀσεβοῦς καὶ χειρὸς ἐχθρῶν,
Who will separate us from the love of Christ?" The Jews cast the Lord also outside the city and surrounded it, and indeed they were watching how they might destroy him and bring him down to the ground; and watching, they found the death through the cross, most dishonorable, pleasing to them. They supposed me like a lion ready for prey. He sets before us the fearful plot of the demons; for what is more ravenous or more murderous than a lion? In this way, then, our invisible enemies have treated us after the prey. But when we resist, obeying Peter: "Be sober," he says, "be watchful, because your adversary the devil walks about like a roaring lion, seeking whom he may devour"—if you resist him in the faith, he is immediately humbled, and like a cub dwelling in hidden places. Through cowardice the demons are found, fearing to attack as though against the strong, yet nevertheless seeking an opportunity; for this reason they hide. It should be known, however, that the utterly wretched lion, that is, Satan, also leaps out openly through his own henchmen; and the same one also hides like a cub; for he secretly prepares plots. One might apply such things also to his own children; for they think the same things. Your sword from the hand of your enemies. He calls the righteous man the sword of God, cutting down the ranks of the demons like a sword. For the soul of the righteous is the destruction of sins; the life of the righteous is the death of pleasures. And for this reason that it might be rescued from the impious man and from the hand of enemies,
τουτέστι τοῦ διαβόλου καὶ τῶν δαιμόνων, ὡς σφόδρα παρὰ πάντων ἐπιβουλευόμενος προσεύχεται. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλισον αὐτούς. Τὸ μὲν πρόφθασον δηλοῖ τὸ, Μὴ ἐπιτρέψῃς εἰς πέρας αὐτοῖς ἐκβῆναι τὸ σπουδαζόμενον· προ λαβὼν δὲ τὸν ἐμὸν κίνδυνον, τὸ τέλος ἀχρεῖον αὐτῶν ἀποφῆναι τὴν σκαιότητα. Τὸ δ' ὑποσκέλισον, ἀντὶ τοῦ, Μὴ εὐοδώσῃς τρέχοντας κατ' ἐμοῦ· πιπτέτωσαν δὲ μᾶλλον ὡς ὑπαντῶντός τινος, καὶ τὸν πανχάλεπον αὐτῶν ἀνακόπτων δρόμον. [Κύριε, ἀπ' ὀλίγων ἀπὸ γῆς. Ὀλίγους, ὥσγε οἶμαι, φησὶν τοὺς ἐξειλεγμένους ἐν τούτοις, δῆλον δὲ ὅτι τοὺς ἁγίους, καὶ τὸν ἀπό βλεπτον παρὰ Χριστοῦ λαχόντας κλῆρον. Καὶ αὐτὸς δέ φησιν ὁ Σωτήρ· "Πολλοὶ μὲν οἱ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί."–"Διαμέρισον τοίνυν αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν." Ἀποδίελε, φησὶ, τῶν ἁγίων, καὶ ἀπόστησον τῶν ἱερωτάτων τοὺς πονηρούς· πρέπει γὰρ τοῦτο τῇ ζωῇ αὐτῶν. Τοῖς γὰρ ἀποσειομένοις τὸν ἐπὶ Θεῷ ζυγὸν, καὶ ἀπηνῆ τοῖς αὐτοῦ θεσπίσμασιν ἀντανα τείνουσι τὸν αὐχένα, πῶς ἂν δοθείη κλῆρος ἢ μερὶς μετὰ τῶν εὐήνιον ἐχόντων τὸν νοῦν, καὶ ὅπερ ἂν βούλοιντο πρὸς τοῦτο μάλιστα ἐσπουδακόσιν;]
that is, of the devil and the demons, he prays as one who is greatly plotted against by all. Arise, O Lord, forestall them, and trip them up. “Forestall” means: Do not permit their eager purpose to come to completion; but by anticipating my danger, show their perversity to be of no effect in the end. And “trip them up” is instead: Do not prosper them as they run against me; rather let them fall, as though someone met them and checked their utterly grievous course. [O Lord, from few from the earth. “Few,” as I think, he means those who are chosen among these, clearly the saints, and those who have obtained the enviable lot from Christ. And the Savior himself says: “Many are called, but few are chosen.”—“Divide them therefore in their life.” Separate, he says, the wicked from the saints, and remove them from the most sacred; for this is fitting for their life. For to those who shake off the yoke upon God, and who stretch out their neck stubbornly against his ordinances, how could a lot or a portion be given with those who have a compliant mind, and who are especially zealous for whatever they might wish for this?]
ΨΑΛΜΟΣ ΙΖʹ.
Εἰς τὸ τέλος, τῷ παιδὶ Κυρίου τῷ Δαβίδ· ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, κ.τ.λ. Τὸ δὲ ἀληθὲς καὶ μυστικὸν, οἱ πιστεύ σαντες εἰς Χριστὸν τὸν ἐκ σπέρματος Δαβὶδ γεγονότα, καὶ σὺν αὐτῷ υἱοὶ τοῦ Δαβὶδ χρηματίσαντες, οὗτοι τῷ Χριστῷ τὴν ᾠδὴν ταύτην ἀνακομίζουσιν, ὡς ἐκ πάν των ἐχθρῶν ῥυσθέντες, καὶ ἐκ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ὃν τῆς καθ' ἡμῶν τυραννίδος ἐξέβα λεν ὁ Υἱὸς, καθ' ἃ καὶ πάλαι Θεὸς τὸν Σαοὺλ ἀπώσατο τοῦ βασιλεύειν ἐπὶ τὸν Ἰσραήλ. Εἰσφέρεται δὲ ἐν τῷ ψαλμῷ, ποτὲ μὲν τὸ πρόσωπον τῶν πιστευσάντων, ποτὲ δὲ τὸ τοῦ Χριστοῦ, ταῖς ἀνθρωπίναις κεχρημέ νον φωναῖς. Ταύτῃτοι καὶ Εἰς τὸ τέλος ἡ ἐπιγραφή. Περιέχει γὰρ ὁ ψαλμὸς τὴν κάθοδον τοῦ Μονογενοῦς, τὴν ἀνάληψιν, τὴν κατὰ τῶν δαιμόνων νίκην, τοῦ Ἰσραὴλ τὴν ἐκβολὴν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, ἅτινα πάντα ἐν τῷ τέλει τῶν αἰώνων ἐγένετο, ὅτε ὁ Μονογενὴς ἐνηνθρώπησεν. Εἴημεν καὶ ἡμεῖς παῖδες Κυρίῳ, ὅ ἐστι δοῦλοι· καὶ ὡς ἐν ἡμέρᾳ τῇ ἀρετῇ καὶ τοῖς ἔργοις τοῦ φωτὸς εὐσχημόνως περιπατοῦν τες, ῥυσθείημεν ἐκ πάντων τῶν ἐχθρῶν, μάλιστα δὲ τῆς χειρὸς τοῦ Σαοὺλ, τουτέστι τῆς πράξεως καὶ τῆς ἐνεργείας τοῦ Σατανᾶ. Ἡ γὰρ χεὶρ, πράξεως σύμ βολον· καὶ εἰς τὸ τέλος τῆς νίκης ἐλθόντες, εὐχαριστεῖν ἀξιωθείημεν τῷ νικοποιῷ Χριστῷ. Ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου. Ταῦτα δὲ πάντα δικαίως ὀνομάζεται, περὶ οὗ ψάλλειν ἡμᾶς αὐτὸς οὗτος ὁ προφήτης ἐδίδαξεν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οὔ τως ἡμῶν ὑπερασπιστὴς διὰ τῆς σαρκὸς, καθάπερ ἐν ἀσπίδι βέλη τὰ ὑπὲρ ἡμῶν πάθη δεξάμενος.
PSALM 17.
For the end, for the servant of the Lord, David; he spoke to the Lord the words of this song, etc. But the true and mystical meaning is: those who have believed in Christ, who was born of the seed of David, and who together with him have been called sons of David—these bring back this song to Christ, as having been rescued from all enemies, and from the ruler of this age, whose tyranny against us the Son cast out, just as long ago God thrust Saul away from reigning over Israel. In the psalm there is introduced sometimes the person of those who have believed, and sometimes that of Christ, employing human voices. For this reason the inscription is also "For the end." For the psalm contains the descent of the Only-begotten, the ascension, the victory over the demons, the casting out of Israel, and the calling of the Gentiles—all of which took place at the end of the ages, when the Only-begotten became man. May we too be servants of the Lord, that is, slaves; and as in the day walking becomingly in virtue and the works of light, may we be rescued from all enemies, and especially from the hand of Saul, that is, from the action and the working of Satan. For the hand is a symbol of action; and having come to the end of victory, may we be deemed worthy to give thanks to Christ, the giver of victory. My protector, and the horn of my salvation, and my helper. But all these things are rightly named of him concerning whom this same prophet taught us to sing: In you we shall gore our enemies with the horn. Thus he is our protector through the flesh, as though in a shield receiving for our sake the darts of his sufferings.
Ἀντιλήπτωρ διὰ τῆς θεότητος· μόνη γὰρ ἡμῶν ἀντι λαβέσθαι διὰ τῆς ἀπαθείας ἐδύνατο. Κέρας ἡμῶν σωτηρίας διὰ τοῦ σταυροῦ ἐγένετο· οὐδὲν γὰρ τοῖς δαίμοσιν τοῦ σταυροῦ φοβερώτερον. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσ ώπου αὐτοῦ. ( Κυρίλλου καὶ Ὑπατίου.) Ὥσπερ γὰρ καπνὸς προηγεῖται πυρὸς, ἀνακαιομένου δὲ πυρὸς καὶ ξυλικὴν δαπανῶντος ὕλην, ἄνθρακας γίνεσθαι συμβαίνει, οὕτω καὶ ἡ τοῦ Θεοῦ ὀργὴ, ἤρξατο μὲν ὡς διὰ καπνοῦ, ηὔξησε δὲ ὡς πῦρ, καὶ τέλος ἀπην θράκωσε τοὺς ἐχθροὺς τοῦ Δαβίδ. Εἰκότως δὲ καπνὸς καὶ τιμωρία λέγεται, ὡς δακρύων ἐμποιητική· ἐξέλκει γάρ πως ἀεὶ τῶν ὀμμάτων τὸ δάκρυον ὁ καπνὸς ἐμπίπτων τοῖς ὀφθαλμοῖς. Ὀργισθέντος δὲ τοῦ Δημιουργοῦ καὶ κατὰ δαιμονίων διὰ τὴν τοῦ πλάσματος ἀπώλειαν, προηγήσατο τῆς ἐκδικήσεως ὁ καπνὸς, ἡ μετρία τοῦ
τυραννήσαντος ἐποχή· ἠκολού θησε δὲ καὶ πῦρ, ἡ παντελὴς πάντως τοῦ πολεμίου φθορὰ γενομένη ἀπὸ προσώπου τοῦ Θεοῦ, τουτέστιν ἀπὸ Χριστοῦ, ὅς ἐστι τοῦ Θεοῦ πρόσωπον καὶ χα ρακτὴρ τῆς αὐτοῦ ὑποστάσεως. Ἐνανθρωπήσαντος γὰρ τοῦ Μονογενοῦς, ἀνήφθη ἀπ' αὐτοῦ πῦρ ὀργῆς κατὰ τῶν δαιμονίων, ὥστε κράζειν αὐτά· "Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς." Καὶ ἐπὶ τῶν Ἰουδαίων δὲ προανεδόθη ὥσπερ καπνὸς ἡ παρὰ τοῦ Χριστοῦ ἐπ' αὐτοὺς ἀπειλή. Ἔφασκε γάρ· "Ὅτανἴδητε κυκλουμένην τὴν Ἱερουσαλὴμ ὑπὸ στρατοπέδων, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ' ἡμᾶς." Εἶτα ἐπηκολούθησε καὶ πῦρ ἡ ὀργὴ, καὶ τοσοῦτον ἐπ' αὐτοῖς ἐξεκαύθη, ὥστε καὶ ἄνθρακας αὐτοὺς ἀποτελέσαι, τουτέστι δαπανῆσαι καὶ διαφθεῖραι.
A helper through his divinity; for it alone was able to take hold of us through impassibility. He became the horn of our salvation through the cross; for nothing is more fearful to the demons than the cross. Smoke went up in his anger, and fire from his face. (Of Cyril and Hypatius.) For just as smoke goes before fire, and when fire is kindled and consumes wooden material, it happens that coals are produced, so also the anger of God began as it were through smoke, grew as fire, and in the end utterly consumed the enemies of David. And reasonably smoke and punishment are spoken of, as producing tears; for smoke, falling upon the eyes, always draws out the tear from the eyes in some way. But when the Creator was angered also against the demons because of the destruction of his handiwork, the smoke went before the vengeance—the moderate restraint of the one who had tyrannized; and fire followed, becoming the complete destruction of the enemy from the face of God, that is, from Christ, who is the face of God and the express image of his substance. For when the Only-Begotten became man, a fire of anger against the demons was kindled from him, so that they cry out: "You have come here before the time to torment us." And in the case of the Jews too, the threat from Christ against them was sent forth beforehand like smoke. For he said: "When you see Jerusalem surrounded by armies, then say to the mountains: Cover us; and to the hills: Fall on us." Then the anger followed as fire also, and was so kindled against them that it made them coals too, that is, it consumed and destroyed them.
Οἶδα καὶ πῦρ κα λὸν, ὅπερ ἦλθε Χριστὸς βαλεῖν ἐπὶ τὴν γῆν. Τοῦτο τὸ πῦρ ἐπαινετοὺς ἄνθρακας ἀποτελεῖ· διὰ γὰρ τῆς τοῦ ἁγίου Πνεύματος θερμότητος, τῷ πνεύματι ζέοντες ἀποφαίνονταί τινες. Ἀνήφθησαν γοῦν ἀπὸ Θεοῦ ἄνθρακες οἱ ἀπόστολοι, τῇ πρὸς αὐτὸν ἑνώσει πυρούμενοι, καὶ φωστῆρες ἐν κόσμῳ φαινόμενοι· καὶ περὶ αὐτῶν λέλεκται πρὸς τὴν Ἱερουσαλήμ· "Ἔχεις ἄνθρακας πυρὸς καθίσαι ἐπ' αὐτοὺς, οὗτοι ἔσονταί σοι βοήθεια." Ἔκλινεν οὐρανοὺς καὶ κατέβη, κ.τ.λ. Κατέβη ἵνα τὴν γῆν τῷ οὐρανῷ συνάψῃ, καὶ τοῖς κάτω πρὸς τὰ ἄνω κοινωνίαν χαρί σηται. Οὐκ ἂν δὲ τοῦτο ἐγένετο, εἰ μὴ καταβὰς τοῦ τον τὸν τρόπον ἐπεδήμει τῇ γῇ καθ' ὃν ἐδύνατο δέχεσθαι, τουτέστιν ἐν σαρκὶ, ἥντινα γνόφον ὑπὸ τοὺς πόδας ἐκάλεσεν. Αὔτη γὰρ τοῦ Θεοῦ τὴν παρ ουσίαν τὴν ἐπὶ συντελείᾳ πρὸς ἡμᾶς γενομένην ἀπέκρυψεν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.. Σκότος ἐνταῦθα τὴν ἐκ τῆς ἀκαταληψίας ἀχλὺν, ἣ καὶ τοῖς εἰς νοῦν τὸν ἡμέτερον ὀφθαλμοῖς ἐμπίπτουσα, τὸν ἀϊδίως ὄντα μετὰ Πατρὸς, χρόνου μέτροις μετρεῖν οὐκ ἐᾷ.. Σκότος τὸ ἀσαφὲς τοῦ μυστηρίου νόη σον, ὅπερ ἀπὸ τῆς σαρκὸς τοῖς ἀπίστοις συνέβαινεν· ὅθεν καὶ ἀποκρυφὴν εἰκότως προσηγόρευσεν· οὔτως ἑαυτὸν ὁ Χριστὸς ἀπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔκρυψεν, οἳ θεωροῦντες αὐτὸν καὶ παρὰ τῶν Ἰουδαίων ἀπιστούμενον, ἐπὶ τὸν σταυρὸν ἔτρεχον, οὐκ εἰδότες τοῦ σταυρωθέντος τὴν δύναμιν. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Κεκρυμμένον γὰρ οὕτως ἐστὶ τὸ τοῦ Χριστοῦ μυστήριον. Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν.
I know also a good fire, which Christ came to cast upon the earth. This fire produces praiseworthy coals; for through the heat of the Holy Spirit, some are shown to be boiling in spirit. At any rate, the apostles were kindled as coals from God, being set on fire by their union with him, and appearing as lights in the world; and concerning them it was said to Jerusalem: "You have coals of fire, sit upon them; these shall be a help to you." He bowed the heavens and came down, etc. He came down in order to join the earth to heaven, and to grant communion to those below with those above. But this would not have happened if, having come down, he had not in this way dwelt upon the earth in the manner in which it was able to receive him, that is, in flesh, which he called darkness under his feet. For this concealed the presence of God that came to us at the consummation. And he made darkness his hiding place. Darkness here means the mist that comes from incomprehensibility, which, falling upon the eyes of our mind, does not permit us to measure by the standards of time the one who eternally exists with the Father. Understand darkness as the obscurity of the mystery, which came about from the flesh for the unbelieving; whence he also reasonably called it a hiding place; for in this way Christ hid himself from the devil and the demons, who, seeing him and finding him disbelieved by the Jews, ran to the cross, not knowing the power of the one crucified. Dark water in the clouds of the air. For the mystery of Christ is thus hidden. He sent from on high and took me; he received me out of many waters.
Ὁμολογεῖ καὶ ἡ τῶν πιστῶν Ἐκκλησία, Σωτῆρα ἐξ οὐρανοῦ τὸν Κύριον παρὰ τοῦ Πα τρὸς ἀποσταλῆναι, ὡς ἀκτῖνα ἐξ ἡλίου, καὶ ἐλευθερῶσαι αὐτὴν ἀπὸ τῶν πολλῶν ὑδάτων, τουτέστι τῶν ἀντικειμένων δυνάμεων, καὶ τῶν ἀλμυρῶν καὶ ταραχωδῶν τοῦ βίου πραγμάτων καὶ περιστάσεων. Πολλὰ δὲ λέγει τὰ ὕδατα· διάφοροι γὰρ τῶν πειρα σμῶν οἱ τρόποι, καὶ τῶν πονηρῶν πνευμάτων αἱ ἐπιβουλαί. Ἀλλ' ἐκ πάντων τούτων σέσωκεν ἡμᾶς ὁ Χριστός. Κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπο δώσει μοι. Συζύγως δὲ καθαρότητα χειρῶν ἐρεῖς τὰ λαμπρὰ καὶ ἀμολύντως ἐνεργούμενα τῆς πίστεως ἔργα, ὧν χωρὶς ἡ πίστις νεκρά ἐστιν. Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ. Ὁ τοῦ Θεοῦ Λόγος μόνος Θεὸς ἀληθής· διὸ καὶ Μονογενὴς διὰ τὸ μόνος εἶναι ὥσπερ Θεός· πάντες γὰρ οἱ ἄλλοι παρουσίᾳ τοῦ Θεοῦ Λόγου θεοὶ κατασκευάζονται. Ἐκείνους γὰρ θεοὺς εἶπεν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου. Ἁρμόζει δὲ ταῦτα καὶ τοῖς ἱερουρ γοῖς τοῦ Εὐαγγελίου, οἷς ἔλεγεν ὁ Σωτήρ· "Καθ ίσατε ἐν Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους·" ἣν περιζωσάμενοι καὶ, τῷ ἁγίῳ καθοπλι σθέντες Πνεύματι (τοῦτο γὰρ ἡ ἐπηγγελμένη δύναμις), ἀκαταγώνιστοι ἐγίνοντο καὶ δαίμοσι καὶ διώκταις καὶ πάθεσι, καὶ τὴν ὁδὸν τῆς ζωῆς ἀνεπιλήπτως διῆλθον. Καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. Φασὶ τὰς ἐλάφους εὐδρομωτάτας εἶναι, καὶ μὴν καὶ ὀφιοκτόνους, καὶ διωκομένας ὑπὸ τῶν θηρευτῶν, ὑψοῦ φέρεσθαι. Ἐδίωξαν οὖν καὶ τὸν Δαβὶδ ἄλλοι τε καὶ ὁ Σαούλ· ἀλλ' οὐ κατέλαβεν αὐ τὸν, τοῦ Θεοῦ τάχος αὐτῷ
The Church of the faithful also confesses that the Lord was sent from heaven by the Father as Savior, as a ray from the sun, and that he set her free from the many waters—that is, from the opposing powers, and from the salty and turbulent affairs and circumstances of life. It says “many waters,” for the modes of temptation are various, and so are the plots of the evil spirits. But Christ has saved us from all these. According to the cleanness of my hands he will repay me. You will rightly call the bright works of faith, performed without defilement, the cleanness of hands, without which faith is dead. My God, his way is blameless. The Word of God alone is true God; therefore he is also Only-begotten, because he alone is as God; for all others are made gods by the presence of the Word of God. For he called those gods to whom the word of God came. God who girds me with strength, and made my way blameless. These things also suit the sacred ministers of the Gospel, to whom the Savior said: “Wait in Jerusalem until you are clothed with power from on high.” Girded with this and armed with the Holy Spirit (for this is the promised power), they became invincible against demons and persecutors and passions, and they passed through the way of life blamelessly. He establishes my feet like a deer’s, and sets me upon the heights. They say that deer are the swiftest of runners, and indeed that they are killers of serpents, and that when pursued by hunters they are borne on high. So others, and Saul too, pursued David; but he did not overtake him, because God gave him swiftness
ἐμπαρέχοντος, καὶ κατα πατεῖν ὡς ἰοβόλα θηρία τοὺς πολεμίους ποιοῦντος. Ἐπεὶ δὲ ἴδιόν ἐστι τῆς τῶν νεβρῶν φύσεως τὸ ἀνα λωτικὸν τῶν θηρίων, καὶ τὸ φυγαδεύειν τῷ ἄσθματι καὶ τῇ τοῦ χρωτὸς ἰδιότητι τὸ τῶν ὄφεων γένος, εἰκότως νεβρὸς ὁ Κύριος λέγεται, ὡς πατῶν καὶ ἀναλίσκων τὴν ἐναντίαν ἐνέργειαν, καὶ τοὺς μαθη τὰς εἰς τὴν τῶν ἐλάφων καταρτιζόμενος φύσιν, ἐν οἶς λέγει· "Δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων." Διώκει μὲν οὖν ὁ Σατανᾶς οἷά τις ὄφις· ἀλλ' οὗτοι λαβόντες ἐξουσίαν παρὰ τοῦ Σωτῆρος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, τῶν νοητῶν δηλαδὴ, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐχ ἁλίσκονται· ἀλλὰ τὸ χαμαιριφὲς ἀφέν τες φρόνημα, ἀναφοιτῶσιν ὥσπερ εἰς ὄρος τὴν ἀξιόκτητον ἀρετήν. Πλὴν οὐκ ἀρκεῖ τὸ ἀναφοιτῆσαι μόνον, ἀλλὰ χρὴ προσεῖναι καὶ τὸ ἐμμένειν τοῖς ἄνω καὶ ἐμφιλοχωρεῖν τοῖς τῶν ἀρετῶν ὑψώμασι. Διὸ καὶ τὸν δίκαιον, τὸν τοὺς πόδας κατηρτισμένους ἔχοντα, οὐ μόνον ἀνάγει ἐπὶ τὰ ὑψηλὰ ὁ Θεὸς, ἀλλὰ καὶ ἱστᾷ ἄνω, τουτέστιν ἵστασθαι παρασκευάζει ἐν τῇ ἀρετῇ, καὶ μὴ καταπίπτειν. Ἐπλάτυνας τὰ διαβήματά μου. Διαβήματα λέγει καθ' ἃ ἐκ κακίας εἰς ἀρετὴν, καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ, καὶ ἀπὸ τοῦ παρόντος αἰῶνος εἰς τὸν μέλλοντα διαβαίνει. Κατ' ἀρχὰς μὲν οὖν τὰ στενὰ καὶ ἐπίπονα τῷ τὴν τεθλιμ μένην ὁδεύοντι, καὶ τῶν ἐχθρῶν βουλομένῳ διαβαί νειν τὰ σκάνδαλα· τῇ δὲ προκοπῇ, πλατυνόμενα. Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι. Οὐκ ἀγνοίας ἐστὶ σημαντικόν· ταῦτα γὰρ οἶδεν ὡς Θεός· ἀλλ' ὅτι οἱ κατὰ καιροὺς τὴν οἰκειότητα τὴν εἰς ἐμὲ μὴ λαχόντες.
...providing it, and making them trample the enemies like venomous beasts. Since it is peculiar to the nature of fawns to consume beasts, and to drive away the race of serpents by their breath and by the peculiarity of their skin, the Lord is reasonably called a fawn, as one who tramples and consumes the opposing activity, and who trains his disciples into the nature of deer, in whom he says: "I have given you authority to trample upon serpents and scorpions." Satan, then, pursues like a serpent; but these, having received authority from the Savior to trample upon serpents and scorpions—the intelligible ones, that is—and upon all the power of the enemy, are not caught; but casting off the earth-dragging mindset, they ascend as if to a mountain, to virtue that is worth acquiring. However, it is not enough merely to ascend, but one must also remain in the things above and dwell in the heights of the virtues. Therefore God not only leads the righteous man, the one whose feet have been made straight, up to the heights, but also sets him above—that is, he prepares him to stand firm in virtue and not to fall. You have widened my steps. He calls "steps" those by which one crosses from vice to virtue, and from sensible things to intelligible things, and from the present age to the one to come. At the beginning, then, the way is narrow and toilsome for the one traveling the compressed path and wishing to cross the snares of the enemies; but with progress, they are widened. A people whom I did not know served me. This is not a sign of ignorance—for as God he knows these things—but that those who at various times did not obtain kinship with me.
Λέγοιτο δὲ ταῦτα καὶ ἐκ προσώπου Χριστοῦ καὶ Δαβὶδ, οὗπερ ἐκ σπέρματος αὐτοῦ γε νομένου τὸ πρόσωπον ἀνείληφεν ὁ Χριστός. Εἰ δὲ μὴ τῶν ἐθνῶν ἐβασίλευσεν ὁ Δαβὶδ, ἐπὶ τὸν ἐξ αὐτοῦ Χριστὸν τὸν λόγον ἀνύσωμεν, τὸν ἀεὶ μὲν ὡς Θεὸν ἀπάντων δεσπόζοντα, μετὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπιστευκότων δουλείαν δεξάμενον. Διττὸν δὲ τὸ γινώσκει[ν] τὰς καρ δίας ἡμῶν, ἢ τὸ ἐπίστασθαι ἢ τὸ ἡνῶσθαι γνωστῷ τὸ γινῶσκον. Κατὰ πρότερον σημαινόμενον, καὶ τοὺς φαύλους γινώσκει Θεὸς, πρὸς οὓς εἶπεν ὁ Σωτήρ· "Ὑμεῖς ἐστε ὡς δικαιοῦντες αὐτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν." Καὶ ἐν τῷ προφήτῃ· "Διότι ἔγνω πάσας τὰς ἁμαρ τίας ὑμῶν." Κατὰ δὲ τὸ βʹ, μόνους λέγεται τοὺς δικαίους εἰδέναι· ἔγνω γὰρ Κύριος τοὺς ὄντας αὐ τοῦ. Πρὸς γὰρ φαύλους ἔλεγεν ὁ Σωτήρ· "Ἀποχω ρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐδέποτε ἔγνων ὑμᾶς." Καὶ ὁ ἀπὸ τῶν ἐθνῶν τοίνυν λαὸς εἰδωλολα τρῶν πάλαι καὶ ἁμαρτάνων, καὶ τούτου χάριν ὑπὸ τοῦ Σωτῆρος μὴ γινωσκόμενος, μεταβαίνων διὰ με τανοίας, εἴρηται δουλεύειν αὐτῷ. Διόπερ οὐκ εἶπεν· Ὃν οὐ γινώσκω (ὁ γὰρ ἔτι τὰ τῆς κακίας ἐνερ γῶν, οὐ γινώσκεται), ἀλλ' ὃν οὐκ ἔγνω πάλαι, νῦν δὲ δῆλόν ἐστι γινώσκειν. Ὁποῖον τὸ ἀποστολικόν· "Ἀλλὰ τότε μὲν οὐδ' εἰδότες Θεὸν ἐδουλεύσατε, τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ' αὐτοῦ." Ἀγνοοῦντες γὰρ, ἠγνοοῦντο· γνόντες δὲ, ἐγνώσθησαν. Υἱοὶ ἀλλότριοι. Ὁ κληθεὶς υἱὸς πρωτότοκος Ἰσραὴλ, ἀλλότριος ἐκλήθη διὰ τὴν ἀπιστίαν υἱός. Ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτοῦ.
These things may be said also from the person of Christ and of David, from whose seed Christ, having been born, took up that person. But if David did not reign over the nations, let us carry the meaning to Christ who came from him, who always as God rules over all things, and after the incarnation received also the willing service of those who have believed in him. The knowing of our hearts is twofold: either the understanding, or the knower being united to the known. According to the first meaning, God knows even the wicked, to whom the Savior said: "You are those who justify themselves before men, but God knows your hearts." And in the prophet: "Because he has known all your sins." But according to the second, he is said to know only the righteous; for the Lord knows those who are his. For to the wicked the Savior said: "Depart from me, workers of lawlessness, I never knew you." And so the people from the nations, who formerly worshipped idols and sinned, and for this reason were not known by the Savior, passing over through repentance, is said to serve him. Therefore he did not say, "Whom I do not know" (for one still working the things of wickedness is not known), but "whom he did not know formerly, but now it is clear that he knows." Of this sort is the apostolic saying: "But then indeed, not knowing God, you served those who by nature are not gods; but now, having known God, or rather having been known by him." For knowing, they were unknown; but having known, they were known. Sons who are strangers. Israel, called the firstborn son, was called a stranger son because of unbelief. They grew old and became lame from his paths.
Ἀντὶ δὲ τοῦ, Ἐπαλαιώθησαν καὶ ἐχώλαναν, Ἀτιμασθήσονται καὶ ἐντραπήσονται Σύμμαχος εἴρηκεν. Ζῇ Κύριος. Τὸ, "Ζῇ Κύριος," ἀντὶ τοῦ, Μὰ τὸν ζῶν τα Κύριον, ἔχει ἡ Γραφή· καθὼς καὶ ὁ Ἰώ ησι· "Ζῇ Κύριος ὃς οὕτω με κέκρικεν, καὶ ὁ πικράνας μου τὴν ψυχήν· ᾗ μὲν ἔτι τῆς πνοῆς μου ἐνού σης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν.
ΨΑΛΜΟΣ ΙΗʹ.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἡ μὲν τῶν Ἑλλήνων πληθὺς τῷ μεγέθει καὶ τῷ κάλλει τῶν ὁρωμένων κτισμάτων οὐ προσβάλλουσα συνετῶς,
ὑπέλαβον θεὸν εἶναι οὐρανὸν ἤγουν τὸ στερέωμα, καὶ προσεκύνησαν αὐτῷ. Καί τοι ἐδύναντο συνιδεῖν τὸν τεχνίτην ἀπὸ τοῦ θαυμαστῶς ἔχειν τὸ ποίημα. Εἰ γὰρ μέγα καὶ ἐξαίρετον τὸ ποιη θὲν, οὐ τὴν ἰδίαν μᾶλλον ἀλλὰ τὴν τοῦ τεχνίτου δόξαν διαβοήσειεν ἄν. Διηγοῦνται τοίνυν οἱ οὐρανοὶ τὴν τοῦ Θεοῦ δόξαν ἄνευ φωνῆς, καὶ τὸ στερέωμα μονονουχὶ βοᾷ ὅτι αἱ χεῖρες τοῦ Θεοῦ αὐτὸ ἐποίησαν. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Συμφώνως τῷ Μωϋσῇ, οὐρανοῦ μνη μονεύσας πρῶτον, εἶτα στερεώματος, ἐφεξῆς καὶ περὶ τοῦ ποιοῦντος τὴν ἡμέραν φωτὸς διαλέγεται, καὶ δείκνυσιν ὅτι δυνατὸν καὶ ἐξ ἡμερῶν καὶ νυκτῶν καταθαυμάσαι τὴν οἰκονομίαν τοῦ τάξιν καὶ μέτρα καὶ ἀνακύκλησιν τὴν ἐξ ἀμοιβῆς ἐπιθέντος αὐτοῖς. Αὐτὸς γάρ ἐστιν ὁ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν, τουτέστιν ὁ μεθιστὰς εἰς ὄρθρον καὶ φῶς τὴν νύκτα, καὶ ποιῶν ὄρθρον καὶ ὁμίχλην, ἤγουν ἡμέραν καὶ νύκτα. Αὐτὸς προστάττει ἡμέρας μὲν ἡμέραις παραχωρεῖν τὰ τῶν ὡρῶν διαστήματα, νύκτας δὲ νυξίν· ὡς ποτὲ μὲν εἶναι μείζους αὐτὰς, ποτὲ δὲ ἐλάττους·
Instead of “They have grown old and have become lame,” Symmachus has said “They will be dishonored and put to shame.” “The Lord lives.” The phrase “The Lord lives” in Scripture stands for “By the living Lord,” just as also Job says: “The Lord lives, who has judged me thus, and who has embittered my soul; so long as my breath is still in me, and the divine spirit that remains in my nostrils.”
PSALM 18.
The heavens declare the glory of God. The multitude of the Greeks, not applying their minds intelligently to the greatness and beauty of the visible creation, supposed that the heaven—that is, the firmament—was a god, and worshiped it. And yet they could have perceived the craftsman from the wondrous quality of the work. For if what was made is great and excellent, it would proclaim not so much its own glory as the glory of the craftsman. The heavens, then, declare the glory of God without a voice, and the firmament all but cries out that the hands of God made it. Day to day pours forth speech, and night to night proclaims knowledge. In agreement with Moses, having first mentioned heaven, then the firmament, he next speaks also of the light that makes the day, and shows that it is possible to marvel at the ordering of the one who imposed upon them order and measures and a cyclical return by alternation, even from days and nights. For he it is who turns the shadow into morning—that is, who transfers the night into dawn and light—and who makes the dawn and the mist, that is, day and night. He it is who commands the intervals of the hours to yield to days, and nights to nights, so that at one time they are longer, at another shorter.
καὶ γὰρ μονονουχὶ λέγει ἡ ἡμέρα ἐν θέρει τυχὸν τῇ ἐν χειμῶνι· Παραχώρει μοι τὸ πλέον ἐν διαστήματι τῶν ὡρῶν. Τοῦτο γὰρ τῷ πατριάρχῃ δοκεῖ. Ἡ νὺξ δὲ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν περὶ τοῦ ποιήσαντος δηλαδή· ἢ ὅτι χρὴ πάντως τὰς ἐν τῷ χειμῶνι νύκτας μακροτέρας εἶναι, ἥττους γε μὴν τὰς ἐν θέρει. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἡμέραν μὲν τῇ ἡμέρᾳ ἐρεύγεσθαι ῥῆμα, καὶ μονονουχὶ φωνὴν ἀφιέναι, τὸ περιττὸν ἐν διαστήματι τῶν ὡρῶν ἀπαιτοῦσαν· νύκτα δὲ νυκτὶ τὴν αὐτὴν ἀπαγγέλλειν γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὁ δὲ ἅγιος Κύριλλος καὶ ὁ πάμμεγας Ἀθανάσιος, ἐν ἐρωτήσει ἀναγινώσκουσι τὸ, "Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·" τουτέστιν, Ἆρα οὐκ εἰσὶ καὶ τῶν ἀφώνων ἢ πραγμά των ἢ ἔργων φωναὶ χωρὶς λόγου καὶ γλώττης; Ναὶ, φαίη ἄν τις· ὥσπερ γὰρ τοῦ ὑφάντου τὴν τέχνην ἡ παμποίκιλος ἐσθὴς ἀναβοᾷ, καὶ τὸν ναυπηγὸν ἡ ἀδιαβλήτως ἔχουσα ναῦς ἀνακηρύττει, καὶ τὸν σιδηρέα τὸ ἔργον αὐτοῦ· οὕτω καὶ ἡ κτίσις, ἧς ἀρτίως διεμνημονεύσαμεν, ἄφωνος μὲν, ἤγουν ἄλογος· λαλιαὶ δὲ ὥσπερ αὐτῆς τὸ θαῦμά ἐστι, καὶ οἷον φωνὴ τὸ κάλλος καὶ ἡ εὐταξία. Τὸ γὰρ διήγημα τὸ οὐράνιον, καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον, φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν, οὔτε λαλιὰ διὰ στόματος, διδασκαλία δὲ θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς. Πλὴν ἄφωνον τὴν κτίσιν εἰπὼν ὁ Δαβὶδ ἀπέφηνεν, ὅτι μήτε ἔμπνους μήτε λογικὴ κατὰ τὸ δοκοῦν τοῖς Ἑλλήνων σοφοῖς· ζῶον γὰρ εἶναί φασιν ἒν τὸν σύμπαντα τοῦτον κόσμον·
For the day, so to speak, says to the day in summer, perhaps, and in winter: Yield to me the greater part in the interval of the hours. For this is what seems right to the patriarch. And night declares knowledge to night—clearly, knowledge concerning the one who made it; or that the nights in winter must by all means be longer, and those in summer shorter. And this, I think, is what it means that day belches forth a word to day, and, so to speak, utters a voice, demanding the excess in the interval of the hours; and that night announces the same knowledge to night. There are no speeches nor words whose voices are not heard. But Saint Cyril and the all-great Athanasius read in the form of a question, "Are there no speeches nor words whose voices are not heard?" That is: Are there not also voices of voiceless things, whether deeds or works, without word and tongue? Yes, one might say; for just as the embroidered garment cries out the weaver's craft, and the ship that is beyond reproach proclaims the shipbuilder, and his work proclaims the smith; so too the creation, which we have just now mentioned, is voiceless—that is, without reason—but its wonder is, as it were, speeches, and its beauty and good order are, as it were, a voice. For the heavenly narrative, and the word cried out by the day, is not an articulate voice, nor a speech through the mouth, but it becomes a teaching of divine power for those who know how to understand a voice that is silent. Moreover, David, having called creation voiceless, declared that it is neither ensouled nor rational according to the opinion of the wise men of the Greeks; for they say that this whole world is one living being.
ζῶα δὲ ὁμοίως καὶ τὰ μέρη, ἐξ ὧν συμπλη ροῦται. Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Διαμέμνηται χρησίμως ὁ Δαβὶδ τῆς εὐτάκτου πορείας τοῦ ἡλίου, καὶ ὅτι ἀναφοιτᾷ ὥσπερ ἀπὸ παστοῦ τῆς ἐσχατιᾶς, οἷά τις νυμφίος εὖ μάλα διαπρεπής· εἶτα καθάπερ ἀπὸ βαλβίδος τὸ τοῦ δρό μου σύνθημα λαβὼν, ὀξεῖάν τε καὶ εὐσθενῆ ποιεῖται τὴν πτῆσιν, καὶ ἀμογητὶ διατρέχει. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐ τοῦ. Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάσ Οὐκ ἀνόνητος τοῖς νουνεχεστέροις ἡ φυσικὴ γίνεται θεωρία παριστῶσα τοῖς ὁρᾷν ἐθέλουσι τὴν τοῦ Θεοῦ δόξαν, ὡς ἀπό γε τῆς τῶν κτισμάτων καλλονῆς τε καὶ εὐταξίας· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ἀλλ' ὧδε τούτων ἐχόντων, καὶ αὐτὸς ἐπέφανεν ἡμῖν ὁ Χριστὸς, καὶ τῷ Πατρὶ ἡμᾶς προσεκόμισεν, οὐ διὰ νομικῆς λατρείας, διὰ νουθεσίας δὲ μᾶλλον εὐαγγελι κῆς. Οὐκοῦν πρὸς τῇ φυσικῇ θεωρίᾳ, τουτέστι τῇ ἀπό γε τῆς τῶν κτισμάτων ποιήσεώς τε καὶ εὐταξίας, καὶ τὸ δι' αὐτοῦ πεπλουτήκαμεν κήρυγμα. Ἀπέχρη μὲν καὶ ἡ κτίσις δεῖξαι τοῖς ἀνθρώποις τὸν Ποιητὴν, ἀλλ' ὅμως καὶ νόμον ἔδωκεν εἰς βοήθειαν, ἐπιστρέ ψαι τοὺς πλανωμένους δυνάμενον. Τῷ μὲν οὖν ἀπερισκέπτως ἐξετάζοντι τὰ τοῦ ψαλμοῦ ῥήματα, δοκεῖ μὴ ἀκολουθεῖν τοῖς
Living things likewise, and the parts of which it is completed. And he himself goes forth as a bridegroom from his chamber. David usefully recalls the well-ordered course of the sun, and that it returns as from a chamber from the farthest edge, like a bridegroom exceedingly distinguished; then, as if having received the signal of the race from the starting line, it makes its flight swift and strong, and runs its course without toil. For this, I think, is what is meant by, He will rejoice as a giant to run his course. The law of the Lord is blameless, converting souls. Natural contemplation does not come unprofitably to the more discerning, presenting to those who wish to see the glory of God, as it were from the beauty and good order of created things; for his invisible things from the creation of the world are clearly seen, being understood by the things that are made. But while these things are so, Christ himself has shone upon us, and has brought us to the Father, not through legal worship, but rather through evangelical admonition. Therefore, in addition to natural contemplation, that is, that which comes from the making and good order of created things, we have also been enriched by the proclamation through him. Creation was sufficient to show the Maker to men, but nevertheless he also gave a law as a help, able to convert those who were going astray. To one who examines the words of the psalm without circumspection, it seems not to follow the
προλαβοῦσιν ὁ περὶ τοῦ νόμου καὶ τῶν δικαιωμάτων οὑτοσὶ λόγος. Ἔστι δὲ πολλὴ μᾶλλον ἡ συμφυΐα. Καὶ ὅπως, ἔνθεν ἐρῶ· Τρεῖς εἰσιν οὗτοι θεῖοι σύμπαντες νόμοι· εἷς μὲν ὁ φυσικὸς ὁμοῦ καὶ δημιουργικὸς, καθ' ὃν ἐκ τῆς συνειδήσεως καὶ ἐκ τῶν κτισμάτων, τὸ δέον γινώσκομεν, καὶ τὸν Δη μιουργὸν ἐπιγινώσκομεν· ἕτερος δὲ ὁ γραπτὸς, ὁ διὰ Μωσέως δοθείς· καὶ τρίτος ὁ πνευματικὸς καὶ εὐαγγελικός. Ἐπεὶ οὖν περὶ τοῦ νόμου τοῦ ἐκ τῆς δη μιουργίας ἱκανῶς διέλαβεν ὁ Δαβὶδ, καὶ ἔδειξεν ὅτι καὶ ὁ οὐρανὸς καὶ τὸ στερέωμα καὶ ἡμέρα καὶ νὺξ καὶ ἥλιος τὸν ποιήσαντα καταγγέλλουσι, συμπεριέλαβε δὲ καὶ τὸν φυσικὸν νόμον διὰ τῆς κτίσεως (ἓν γάρ ἐστι τῶν κτισμάτων καὶ ἡ φύσις), μεταβαίνει λοιπὸν ἐπὶ τοὺς λοιποὺς τόν τε γραπτὸν καὶ τὸν πνευματι κὸν, καὶ ἑκάτερον ὑποδιαιρεῖ εἰς ἐντολὰς, καὶ νόμους, καὶ κρίματα, καὶ μαρτυρίας, καὶ δικαιώματα. Πρῶτα τοίνυν τὸ εὐαγγελικὸν κήρυγμα, νόμον Κυρίου λέγει· οὐ γὰρ δι' ἑνὸς ἐξεφωνήθη τῶν προφητῶν, ἀλλὰ δι' αὐτοῦ τοῦ πάντων Δεσπότου. Ἔπειτα ἄμωμον ὀνομάζει· ὁ γὰρ διὰ Μωσέως νόμος, οὐκ ἦν ἄμεμπτος, ὡς ὁ πάνσεπτος Παῦλος γράφει· οὐδένα γὰρ ἐτελείωσεν. Ἔφη δέ που καὶ ὁ Θεὸς περὶ τῶν Ἰουδαίων, ὅτι "Ἐγὼ δέδωκα αὐτοῖς νόμιμα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς." Ἀντιπαραθέσει γὰρ τῶν εὐαγγελικῶν θεσπισμάτων, οὐ καλὸς ὁ νόμος· ἄμωμα δὲ ὁμολογουμένως τὰ Χριστοῦ παιδεύματα, ἃ καὶ ἐπιστρέφει ψυχὰς ἐκ φαυλότητος πρὸς ἀρετὴν, ἐκ πλάνης Ἑλληνικῆς πρὸς εὐσέβειαν, ἐξ ἀγνοίας καὶ σκότου εἰς φῶς καὶ σύν εσιν.
This discourse concerning the law and the statutes comes before those things. But the connection is much greater. And how, I will say from here: There are three divine laws in all: one is the natural and at the same time creative law, by which from conscience and from created things we know what is fitting, and we recognize the Creator; another is the written law, given through Moses; and the third is the spiritual and evangelical law. Since, therefore, David has sufficiently discussed the law that comes from creation, and has shown that both heaven and the firmament and day and night and the sun proclaim the one who made them, and has also included the natural law through creation (for nature is also one of created things), he now passes on to the remaining laws, both the written and the spiritual, and subdivides each into commandments, and laws, and judgments, and testimonies, and statutes. First, then, he calls the evangelical proclamation the law of the Lord; for it was not proclaimed through one of the prophets, but through the Master of all himself. Then he names it blameless; for the law through Moses was not blameless, as the all-holy Paul writes: for it perfected no one. And God also said somewhere concerning the Jews, "I gave them statutes that were not good, and judgments in which they shall not live." For by comparison with the evangelical decrees, the law is not good; but the teachings of Christ are confessedly blameless, which also turn souls from wickedness to virtue, from Greek error to piety, from ignorance and darkness to light and understanding.
Νόμος δὲ ὠνόμασται τὸ Εὐαγγέλιον, διὰ τὸ ἀπο νέμειν ἑκάστῳ τὰ ταῖς αὐτοῦ πράξεσι πρεπωδέ στατα, ἐπαίνους μὲν τοῖς ἀγαθοῖς, ποινὰς δὲ τοῖς καταφρονηταῖς. Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος. (, Κυρίλλου καὶ Ὑπατίου.) Καθαρὸς μὲν οὐδεὶς ἀπὸ ῥύπου, οὐδ' ἂν ᾖ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Πλὴν ὥσπερ τὴν πόαν σμηκτικὴν εἶναί φασι τοῦ ῥύπου τῶν ἱματίων, οὕτως ὁ τοῦ Θεοῦ φόβος ὁ ἁγνὸς, τουτέστιν ὁ ἁγνοποιὸς, εἰς νοῦν εἰ γέ νοιτο τὸν ἀνθρώπινον, πᾶσαν αὐτοῦ διασμήχει κηλίδα. Τηρήσει δὲ καὶ εἰς μακραίωνα βίον τὸν τοιοῦτον· ὁ γὰρ ἐν ἁγνείᾳ διαπεράνας τὸν βίον, τοιοῦτος ἔσται καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό. Κρίματα πάλιν καλεῖ τὰς ἐφ' ἑκάστῳ πράγματι θείας ψήφους καὶ ἀποφάσεις· ταῦτα δὲ ἀληθινὰ καὶ δίκαιά εἰσιν ἐπὶ τὸ αὐτὸ, τουτέστιν οὐκ ἀσύμφωνα καὶ ἀλλήλοις μαχόμενα, ἀδελφὰ δὲ μᾶλλον καὶ ἀλλήλοις συμβαίνοντα. Οὐδὲ μία γὰρ ἐναντιότης ἐν τοῖς τοῦ Σωτῆρος εὑρίσκεται νόμοις. Διττῶς δὲ κρίνει ὁ Θεὸς, ἢ φιλαγάθως ἢ δικαίως· καὶ φιλαν θρώπως μὲν ὡς ὅτε τῷ περὶ ἑνδεκάτην ὥραν κλη θέντι εἰς τὸν ἀμπελῶνα, ἴσον μισθὸν ἀπονέμει τοῖς προκεκμηκόσι· δικαίως δὲ ὡς ἐν τῇ στάσει τῶν προβάτων καὶ ἐρίφων, τοῖς μὲν λέγων· "Δεῦτε, κληρονομήσατε τὴν βασιλείαν·" τοῖς δὲ, "Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον." Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας με γάλης.
The Gospel is called "law" because it apportions to each one what is most fitting for his deeds—praises to the good, but penalties to the despisers. The fear of the Lord is pure, enduring unto the age of ages. (Of Cyril and Hypatius.) No one is pure from defilement, not even if his life on earth be a single day. Yet just as they say that soapwort cleanses the filth of garments, so the pure fear of God—that is, the fear that makes pure—if it enters the human mind, cleanses away every stain of it. And it will preserve such a man even unto a long-lived old age; for he who has passed through life in purity will be such also in the age to come. The judgments of the Lord are true, justified together. Again he calls "judgments" the divine votes and verdicts upon each matter; and these are true and just "together," that is, not discordant and at war with one another, but rather akin and in agreement with each other. For not a single contrariety is found in the laws of the Savior. But God judges in two ways: either lovingly or justly—lovingly, as when to the one called at the eleventh hour into the vineyard he apportions equal wages to those who labored before; justly, as in the separation of the sheep and the goats, saying to the one, "Come, inherit the kingdom," and to the others, "Go from me, you cursed, into the eternal fire." If they do not lord it over me, then I shall be blameless, and I shall be cleansed from great sin.
Ὁμολογήσας ὁ προφήτης ὅτι καὶ τὸν ἰσχνὸν νομοφύλακα πολλὰ παριππεύει, φησὶν ὅτι, Ὦ Δέσποτα, τὰ κρύφιά τε καὶ ἀλλότριοι μή μου κατακυριεύσωσι, σοῦ τοῦ κρίνοντος μὴ ἱστῶντος αὐτὰ, μηδὲ εἰς ἁμαρτίαν ἐμοὶ καταγράφοντος· ἢ, Ὅταν οἱ πονηροὶ λογισμοὶ, οὓς ὁ διάβολος τῷ νῷ ἐνίησι, μὴ κατακυριεύσωσί μου, ὥστε συγκαταθέσθαι αὐτοῖς, τότε καὶ ἄμωμος ἂν εἴην, καὶ ἀπὸ τῆς κατ' ἐνέργειαν ἁμαρτίας καθαρισθήσομαι, ἥτις μεγάλη ἐστὶν, ὡς πρὸς σύγκρισιν τῆς κατὰ διάνοιαν. Προφητικῶς δὲ καὶ ἡ φύσις πᾶσα βοᾷ πρὸς τὸν Θεόν· Ὁ μὲν νόμος, ὦ Δέσποτα, τὸ σῶμα μόνον προσκαίροις ἥγνιζε ῥαντισμοῖς· σὺ δὲ καὶ ἐκ τῶν κρυφίων καθάρισόν με διὰ τοῦ βαπτίσματος, καὶ φεῖσαί μου ἀπὸ τῶν ἀλλο τρίων δαιμόνων· ἐὰν γὰρ οὗτοι μή μου κατακυριεύσωσι, τότε ἀληθῶς ἄμεμπτος ἔσομαι καὶ καθαρισθή σομαι ἀπὸ τῆς ἀπιστίας, ἢ καὶ τῆς παραβάσεως, ἥτις ἁμαρτία ἐστὶ μεγάλη. Ἁμαρτίαν μεγάλην τὴν ἀποτελεσματικὴν λέγει, ἣν ὁ τῶν κρυφίων κωλύει καθαρισμός.
Having confessed that many things ride past even the diligent guardian of the law, the prophet says: O Master, let the hidden things and things belonging to others not have dominion over me, since you who judge do not set them in place, nor record them against me as sin; or: When the evil thoughts that the devil injects into the mind do not have dominion over me, so that I consent to them, then I would also be blameless, and I shall be cleansed from sin in actual deed, which is great, by comparison with sin in thought. And in prophetic manner all nature cries out to God: The law, O Master, purified only the body with temporary sprinklings; but do you cleanse me even from hidden things through baptism, and spare me from the demons that belong to others; for if these do not have dominion over me, then truly I shall be blameless and shall be cleansed from unbelief, or from transgression, which is a great sin. He calls "great sin" the sin that produces effects, which the cleansing from hidden things prevents.
ΨΑΛΜΟΣ ΙΘʹ.
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. Ἀεὶ τῶν ἁγίων τέταται πρὸς Θεὸν ὁ σκοπὸς, καὶ πρὸς μόνον αὐτὸν ἀποβλέποντες, τὴν παρ' αὐτοῦ ζητοῦσι βοήθειαν, κἄν πού τι σαλεύηται κῦμα, καὶ χαλεπὸς ἐκ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ἐγείρηται χειμών. Τοῦτο καὶ Ἱερεμίας ἐπιστάμενος ἔλεγε· "Κύριε, ἰσχύς μου, καὶ βοηθέ μου, καὶ κατα φυγή μου, ἐν ἡμέρᾳ κακῶν μου." Ἡ μὲν γὰρ ἐξ ἀνθρώπων ἐπικουρία σαθρὰ, ἀσφαλὴς δὲ ἡ ἄνωθεν βοήθεια. Διά τοι τοῦτο καὶ οἱ ἅγιοι ταλαίπωρον εἶναί φασι τὸν ἄνθρωπον, μᾶλλον δὲ κεκατηραμένον, τὸν τὴν ἐλπίδα ἔχοντα ἐπ' ἄνθρωπον, καὶ ἀπὸ Κυρίου τὴν ἑαυτοῦ καρδίαν ἀποστήσαντα. Ἔοικε δὲ νῦν ὁ Δαβὶδ ἡμέραν θλίψεως λέγειν, ἱστορικῶς μὲν καθ' ἣν ὁ Σεναχηρεὶμ τοῦ Ῥαψάκου τὰ ἀτάσθαλα ἐκεῖνα ἔπεμψε γράμματα· "Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου." Ἀλληγορικῶς δὲ τὴν τοῦ πάθους ἡμέραν, ὅτε ἔλεγεν ὁ Σωτήρ· "Περίλυπός ἐστιν ἡ ψυχή μου." Εὔχονται οὖν καὶ οἱ περὶ τὸν Ἐζεκίαν ἐπακοῦσαι αὐτοῦ τὸν Θεὸν, θλιβομένου ἐφ' οἷς ἐβλασφήμησε ὁ Σεναχηρείμ· καὶ οἱ μαθηταὶ τοῦ Σωτῆρος, ἵνα ἐπακούσῃ αὐτοῦ ὁ Θεὸς καὶ Πατήρ. Μανθάνομεν δὲ καὶ ἡμεῖς ἐν καιρῷ θλίψεως μὴ καταπίπτειν, ἀλλ' εὔχεσθαι, καὶ μὴ ἀν θρώποις πιστεύειν τὴν σωτηρίαν ἡμῶν, τῷ Θεῷ δὲ τῷ πάντα ἰσχύοντι. Μνησθείη πάσης θυσίας σου. Λέγοι δ' ἂν ταῦτα καὶ πρὸς τὴν τοῦ ἀθυμοῦντος παραμυθίαν, ἢ ὁ ἐνυπάρχων τῇ ψυχῇ λόγος, ἢ τὸ ἅγιον Πνεῦμα. Εὐχῆς δὲ δεῖ τῷ θλιβο μένῳ, καὶ τοῦ μὴ καταβαλεῖν τὰς ἐλπίδας· οὕτω γὰρ Θεὸς ὑπήκοος γίνεται. Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ ιθʹ ψαλμοῦ.
PSALM 19.
May the Lord hear you in the day of affliction. The aim of the saints is always stretched toward God, and looking to him alone, they seek help from him, even if some wave is stirred up and a fierce storm is raised by the plotting of demons. Jeremiah also knew this and said: "O Lord, my strength, and my helper, and my refuge, in the day of my evils." For the assistance that comes from men is rotten, but the help from above is sure. For this reason also the saints say that the man is wretched, or rather accursed, who has his hope in man and has turned his own heart away from the Lord. And David now seems to call the day of affliction, historically, the day on which Sennacherib sent those insolent letters of the Rabshakeh: "Do not let Hezekiah deceive you, that God will deliver Jerusalem out of my hand." Allegorically, however, it is the day of the passion, when the Savior said: "My soul is deeply grieved." Therefore those around Hezekiah pray that God may hear him, when he is afflicted by the things Sennacherib blasphemed; and the disciples of the Savior pray that God and the Father may hear him. And we too learn not to fall down in the time of affliction, but to pray, and not to entrust our salvation to men, but to God who is mighty in all things. May he remember all your sacrifice. And these words might be spoken also for the consolation of the fainthearted, either by the reason that dwells in the soul, or by the Holy Spirit. For the afflicted man needs prayer, and needs not to cast down his hopes; for in this way God becomes attentive. Of Saint Cyril, from the interpretation of the 19th Psalm.
Ἀλλ' ἦν οὐ δυσεύρετος ἡ ὁδὸς ἡ ἀγαθή· προσεφώνει γὰρ λέγων ὁ Χριστός· "Ἐγώ εἰμι ἡ ὁδός."
ΨΑΛΜΟΣ Κʹ.
Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Παραταξάμενος ὁ Δαβὶδ πρὸς Ἀμμανίτας νενίκηκε, καὶ εἷλεν αὐτοὺς κατὰ κράτος, καὶ ἔλαβε τὸν στέφανον τοῦ Μολχώμ· τοῦτο δὲ εἴδωλον ἦν τῶν Ἀμμανιτῶν, καὶ εὑρὼν ἐν τῷ στεφάνῳ λίθον πολύτιμον, ἐνέθηκε τῷ ἰδίῳ στεφάνῳ. Ταύτης τῆς ἱστορίας νῦν μνημονεύει, καί φησι πρὸς τὸν Θεὸν, ὅτι Ταῖς φιλοτιμίαις φθάνεις, ὦ Δέσποτα, καὶ αὐτήν μου τὴν αἴτησιν· οὐ γὰρ ἱκέτευσα περὶ λίθου τιμίου, ἀλλὰ σὺ καὶ τοῦτον δέδωκας, προλαβών μου τὴν αἴ τησιν. Καὶ ἄλλως δὲ πρὸ τῆς χειροτονίας εὐλόγησας, τουτέστιν ἐπῄνεσας λέγων· "Εὗρον Δαβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, καὶ ἔσται μοι εἰς βασιλέα." Καὶ ἔτι· Ἐγὼ μὲν σωτηρίαν παρὰ τῶν ἐχθρῶν ἐκ σοῦ ἐζήτησα, σὺ δὲ ἐν εὐλογίαις, τουτέστιν ἐν δαψιλείᾳ καὶ πλεονασμῷ ἀγαθότητος, καὶ νίκην μοι δέδωκας, καὶ βασιλείαν, καὶ προφητείαν, καὶ τὸ μέγιστον, θεοπατο ρίαν. Ἀλλὰ καὶ ὁ Ἐζεκίας ἐλευθερίαν μόνον ᾔτησεν, εὕρατο δὲ νίκην τοσαύτην καὶ τῶν ἐχθρῶν πανολεθρίαν· καὶ τὴν βασιλείαν δὲ μὴ αἰτήσας, ἔλαβε. Λίθοι δὲ τίμιοι καὶ οἱ Χριστοῦ μαθηταὶ, καὶ ἁπλῶς οἱ πιστοὶ, κόσμος ὄντες αὐτοῦ καὶ δόξα καὶ οἱονεὶ στέφανος τῇ κεφαλῇ ἐπικείμενος. Ἐν μὲν οὖν τῷ Εὐαγγελίῳ ὁ πατὴρ λέγεται ποιεῖν τῷ υἱῷ τοὺς γάμους, ἐνταῦθα δὲ ὁ προφήτης πρὸς τὸν Θεὸν λέγει· "Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον." Στέφανος δὲ Χριστῷ ἡ Ἐκκλησία γίνεται, διὰ τῶν ἐμ ψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα.
But the good way was not hard to find, for Christ was saying, "I am the way."
PSALM 20.
You placed on his head a crown of precious stone. David, having drawn up for battle against the Ammonites, conquered and took them by force, and took the crown of Milcom; this was an idol of the Ammonites, and finding in the crown a precious stone, he set it in his own crown. He now recalls this history, and says to God: You anticipate, O Master, even my very request by your favors; for I did not entreat concerning a precious stone, but you also gave this, forestalling my request. And in another way, before your ordination you blessed me, that is, you praised me, saying: "I have found David, a man after my heart, and he shall be to me for a king." And further: I sought salvation from my enemies from you, but you in blessings, that is, in abundance and overflow of goodness, gave me both victory and kingship and prophecy, and the greatest thing, to be the father of God. But Hezekiah also asked only for deliverance, yet found such great victory and utter destruction of his enemies; and though he did not ask for the kingdom, he received it. Precious stones are also the disciples of Christ, and simply the faithful, being his adornment and glory and, as it were, a crown placed upon his head. In the Gospel, then, the Father is said to make the wedding for the Son, but here the prophet says to God: "You placed on his head a crown." And the Church becomes a crown for Christ, encircling his head with living stones.
Λίθον ἂν εἴποις πολύτιμον καὶ αὐτὸν τὸν Χριστὸν, ὡς ἐκλεκτὸν δηλονότι καὶ ἀξιάγαστον μαργαρίτην, ὃν δέ δωκεν ἡμῖν στέφανον δόξης ὁ Θεὸς καὶ Πατὴρ, εὐ λογῶν ἡμᾶς εὐλογίᾳ ἁγιασμοῦ καὶ χρηστότητος.– Ἐκ τῶν ἔργων καὶ τῶν ἐπιτηδευμάτων αὐτοῦ τις στεφανοῦται. Ἀμέλει ὁ δικαστὴς τὸ δίκαιον διώξας, ἀπολήψεται τὸν τῆς
δικαιοσύνης στέφανον. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. Ἄλλως τοῖς ἐπιμένουσι τῇ ἁμαρτίᾳ, καὶ ἄλλως τοῖς μετανοοῦσιν εὑρίσκεται· τοῖς μὲν γὰρ κριτὴς, τοῖς δὲ λυτρωτὴς εὑρίσκεται. Πλὴν ὅτι πρῶ τον ἡμᾶς τὸν Θεὸν εὑρεῖν ὁ προφήτης, καὶ τότε παρ' αὐτοῦ εὑρεθήσεσθαι [λέγει,] σαφῶς οὖν τοῦτο δηλοῖ ὅτι ἐν ἡμῖν ἡ σωτηρία. Ὅτι θήσεις αὐτοὺς νῶτον. Εἰς δὲ τὸν Χριστόν τινες ἐξειληφότες τὸν παρόντα ψαλμὸν, εἰς τοὺς Ἰουδαίους τὰς τιμωρίας ἐξέλαβον, ἀπὸ τοῦ, "Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. "Ταῦτα γὰρ ἐπενεχθήσεται, φασὶν, αὐτοῖς εἰς τὸν καιρὸν τῆς τοῦ προσώπου σου παρουσίας, δι' ἅπερ ἐμηχανήσαντο κατὰ σοῦ, νομίσαντες ἀδυνάτως τὸν τῆς δόξης Κύριον θανάτῳ περιβάλλειν. Διὸ καὶ τέθεινται νῶτον τοῖς ἐξ ἐθνῶν πιστοῖς. Πρῶτον μὲν υἱοὶ Θεοῦ καὶ λαὸς χρηματίσαντες, ὕστερον δὲ ἄλλοις τῆς υἱοθεσίας παραχωρήσαντες τοῖς ἐπ' ἐσχάτων κληθεῖσιν ἐθνικοῖς, οἵτινες καὶ πρῶτοι γεγένηνται, κατὰ τὸ, "Ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι." Ἐν δὲ τοῖς περιλοίποις φησὶν, ἐπείπερ ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται.
You might call even Christ himself a precious stone, as being clearly a chosen and admirable pearl, the crown of glory that God and the Father has given us, blessing us with a blessing of sanctification and goodness. From his works and pursuits a person is crowned. Indeed, the judge who has pursued justice will receive the crown of righteousness. Let your hand be found against all your enemies. It is found in one way for those who persist in sin, and in another way for those who repent; for to the former he is found as a judge, and to the latter as a redeemer. Except that the prophet says we must first find God, and then be found by him; this clearly shows that salvation lies in us. For you will make them a back. Some, having interpreted the present psalm as referring to Christ, understood the punishments as referring to the Jews, from the verse, "Let your hand be found against all your enemies." For these things, they say, will be brought upon them at the time of the coming of your person, on account of what they plotted against you, thinking to encompass the Lord of glory in death without power. Therefore they have also been made a back to the faithful from among the Gentiles. First they were called sons of God and a people, but later they yielded the sonship to others, to the Gentiles called at the last, who have also become first, according to the saying, "The first will be last, and the last first." And in the remaining words he says that when the fullness of the Gentiles comes in, then all Israel will also be saved.