[ Π ΣΤ Λ Π ΤΡ Υ ΠΡ Σ ΚΩΒ Ν.] Πέτρος Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπῳ τῆς ἁγίας ἐκκλησίας. ὑπὸ τοῦ τῶν ὅλων πατρὸς διὰ Ἰησοῦ Χριστοῦ ἐν εἰρήνῃ πάντοτε. ἰδώς σε, ἀδελφέ μου, εἰς τὸ κοινῇ πᾶσιν ἡμῖν συμφέρον σπεύδοντα προθύμως, ἀξιῶ καὶ δέομαι τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους μηδενὶ τῶν ἀπὸ τῶν ἐθνῶν μεταδοῦναι μήτε ὁμοφύλῳ πρὸ πείρας, ἀλλ' ἐάν τις δοκιμασθεὶς ἄξιος εὑρεθῇ, τότε αὐτῷ κατὰ τὴν ἀγωγὴν παραδοῦναι, καθ' ἣν καὶ τοῖς ἑβδομήκοντα ὁ Μωυσῆς παρέδωκε τοῖς τὴν καθέδραν αὐτοῦ παρειληφόσιν. διὰ τοῦτο καὶ ὁ καρπὸς τῆς ἀσφαλείας μέχρι τοῦ δεῦρο φαίνεται. τὸν γὰρ αὐτὸν οἱ πανταχῆ ὁμόεθνοι τῆς μοναρχίας καὶ πολιτείας φυλάσσουσι κανόνα, κατὰ μηδένα τρόπον ἄλλως φρονεῖν ὑπὸ τῶν πολλὰ νευρουσῶν γραφῶν ἐξοδευθῆναι δυνηθέντες. κατὰ γὰρ τὸν παραδοθέντα αὐτοῖς κανόνα τὰ τῶν γραφῶν ἀσύμφωνα πειρῶνται μεταρρυθμίζειν, εἰ δή τις· τυχὸν μὴ εἰδὼς τὰς παραδόσεις ναρκᾷ πρὸς τὰς τῶν προφητῶν πολυσήμους φωνάς. οὗ ἕνεκεν οὐδενὶ διδάσκειν ἐπιτρέπουσιν, ἐὰν μὴ πρότερον μάθῃ πῶς δεῖ ταῖς γραφαῖς χρῆσθαι. Διὰ τοῦτο παρ' αὐτοῖς εἷς θεός, εἷς νόμος, μία ἐλπίς. ἵνα γοῦν τὸ ὅμοιον καὶ παρ' ἡμῖν γένηται, τοῖς ἑβδομήκοντα ἡμῶν ἀδελφοῖς τὰς βίβλους μου τῶν κηρυγμάτων δὸς μετὰ τοῦ ὁμοίου τῆς ἀγωγῆς μυστηρίου, ἵνα καὶ τοὺς βουλομένους τὸ τῆς διδασκαλίας ἀναδέξασθαι μέρος ἐφοδιάζειν ἐφοδιάζωσιν· ἐπεὶ ἐὰν μὴ οὕτως γένηται, εἰς πολλὰς γνώμας ὁ τῆς ἀληθείας ἡμῶν διαιρεθήσεται λόγος. τοῦτο δὲ οὐχ ὡς προφήτης ὢν ἐπίσταμαι, ἀλλ' ἤδη αὐτοῦ τοῦ κακοῦ τὴν ἀρχὴν ὁρῶν.
Peter to James, the lord and bishop of the holy church: under the Father of all through Jesus Christ, always in peace. Knowing, my brother, that you eagerly hasten toward what is commonly beneficial to us all, I ask and entreat you not to share the books of my preachings which I have sent to you with anyone of the Gentiles, nor with one of our own people before testing, but if anyone is tested and found worthy, then hand them over to him according to the conduct in which Moses also handed them over to the seventy who received his seat. For this reason the fruit of security is evident even to this day. For those of the same race everywhere keep the same rule of monarchy and citizenship, being unable to be led out in any other way by the many-stringed scriptures. For according to the rule handed down to them they attempt to reform the inconsistencies of the scriptures, if indeed anyone, perhaps not knowing the traditions, grows numb before the many-meaninged voices of the prophets. For this reason they permit no one to teach unless he has first learned how one must use the scriptures. Therefore among them there is one God, one law, one hope. In order, then, that the same may also happen among us, give the books of my preachings to our seventy brothers together with the like mystery of the conduct, so that those who wish to undertake the part of teaching may also equip them; since if this is not done, our word of truth will be divided into many opinions. And I know this not as being a prophet, but already seeing the beginning of the evil itself.
τινὲς γὰρ τῶν ἀπὸ ἐθνῶν τὸ δι' ἐμοῦ νόμιμον ἀπεδοκίμασαν κήρυγμα, τοῦ ἐχθροῦ ἀνθρώπου ἄνομόν τινα καὶ φλυαρώδη προσηκάμενοι διδασκαλίαν. καὶ ταῦτα ἔτι μου περιόντος ἐπεχείρησάν τινες ποικίλαις τισὶν ἑρμηνείαις τοὺς ἐμοὺς λόγους μετασχηματίζειν εἰς τὴν τοῦ νόμου κατάλυσιν, ὡς καὶ ἐμοῦ αὐτοῦ οὕτω μὲν φρονοῦντος, μὴ ἐκ παρρησίας δὲ κηρύσσοντος. ὅπερ ἀπείη. τὸ γὰρ τοιοῦτο ἀντιπράσσειν ἐστὶ τῷ τοῦ θεοῦ νόμῳ τῷ διὰ Μωυσέως ῥηθέντι καὶ ὑπὸ τοῦ κυρίου ἡμῶν μαρτυρηθέντι περὶ τῆς ἀιδίου αὐτοῦ διαμονῆς. ἐπεὶ οὕτως εἶπεν· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου». τοῦτο δὲ εἴρηκεν, «ἵνα τὰ πάντα γίνηται». οἱ δὲ οὐκ οἶδα πῶς τὸν ἐμὸν νοῦν ἐπαγγελλόμενοι, οὓς ἤκουσαν ἐξ ἐμοῦ λόγους, ἐμοῦ τοῦ εἰπόντος αὐτοὺς φρονιμώτερον ἐπιχειροῦσιν ἑρμηνεύειν, λέγοντες τοῖς ὑπ' αὐτῶν κατηχουμένοις τοῦτο εἶναι τὸ ἐμὸν φρόνημα, ὃ ἐγὼ οὐδὲ ἐνεθυμήθην.
Εἰ δὲ ἐμοῦ ἔτι περιόντος τοιαῦτα τολμῶσιν καταψεύδεσθαι, πόσῳ γε μᾶλλον μετ' ἐμὲ ποιεῖν οἱ μετ' ἐμὲ τολμήσουσιν;
For some of the Gentiles rejected the lawful preaching delivered through me, having accepted a certain lawless and trifling teaching of the hostile man. And while I was still present, some attempted to reshape my words by various interpretations into an annulment of the law, as though I myself thought this way but did not preach it openly. Which may it never be. For such a thing is to oppose the law of God spoken through Moses and testified by our Lord concerning its eternal permanence. Since he said thus: "Heaven and earth will pass away, but not one iota or one stroke will pass from the law." And he said this "so that all things might come to be." But they, I do not know how, claiming my mind, attempt to interpret more cleverly than I who spoke the words they heard from me, saying to those instructed by them that this is my thought, which I never even conceived.
But if while I am still present they dare to fabricate such things, how much more will those after me dare to do so after me?
ἵνα οὖν μὴ τοιοῦτόν τι γένηται, τούτου ἕνεκα ἠξίωσα καὶ ἐδεήθην τῶν ἐμῶν κηρυγμάτων ἃς ἔπεμψά σοι βίβλους μηδενὶ μεταδοῦναι μήτε ὁμοφύλῳ μήτε ἀλλοφύλῳ πρὸ πείρας, ἀλλ' ἐάν τις δοκιμασθεὶς ἄξιος εὑρεθῇ, τότε αὐτῷ κατὰ τὴν Μωυσέως ἀγωγὴν παραδοῦναι, καθ' ἣν τοῖς ἑβδομήκοντα παρέδωκεν τοῖς τὴν καθέδραν αὐτοῦ παρειληφόσιν, ἵνα οὕτως τὰς πίστεις φυλάξωσιν καὶ πανταχῆ τὸν τῆς ἀληθείας κανόνα παραδῶσιν, ἑρμηνεύοντες τὰ πάντα πρὸς τὴν παράδοσιν ἡμῶν, καὶ μὴ αὐτοὶ ὑπὸ ἀμαθείας κατασπώμενοι, ὑπὸ τῶν κατὰ τὴν ψυχὴν στοχασμῶν εἰς πλάνην ἑλκόμενοι, ἄλλους εἰς τὸν ὅμοιον τῆς ἀπωλείας ἐνέγκωσιν βόθυνον. καὶ τὰ μὲν ἐμοὶ δόξαντα καλῶς ἐσήμανά σοι, τὸ δὲ σοὶ δοκοῦν, κύριέ μου, πρεπόντως ἐπιτέλει. ἔρρωσο.
So then, that such a thing may not happen, for this reason I have thought it right and have entreated that the books of my preachings which I have sent to you be given to no one, neither to a member of our own people nor to a foreigner, before testing; but if anyone, having been tested, is found worthy, then hand them over to him according to the procedure of Moses, according to which he handed them over to the seventy who received his seat, so that in this way they may guard the pledges of faith and everywhere deliver the canon of truth, interpreting all things in accordance with our tradition, and not themselves, dragged down by ignorance and drawn into error by the conjectures of the soul, lead others into the same pit of destruction. And what seemed good to me I have made known to you well, but what seems good to you, my lord, carry out fittingly. Farewell.