[ Π ΣΤ Λ ΚΛ Μ ΝΤ Σ ΠΡ Σ ΚΩΒ Ν.] Κλήμης Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπων ἐπισκόπῳ, διέποντι δὲ τὴν Ἱερουσαλὴμ ἁγίαν Ἑβραίων ἐκκλησίαν καὶ τὰς πανταχῆ θεοῦ προνοίᾳ ἱδρυθείσας καλῶς, σύν τε πρεσβυτέροις καὶ διακόνοις καὶ τοῖς λοιποῖς ἅπασιν ἀδελφοῖς. εἰρήνη εἴη πάντοτε.
Γνώριμον ἔστω σοι, κύριέ μου, ὅτι Σίμων, ὁ διὰ τὴν ἀληθῆ πίστιν καὶ τὴν ἀσφαλεστάτην αὐτοῦ τῆς διδασκαλίας ὑπόθεσιν τῆς ἐκκλησίας θεμέλιος εἶναι ὁρισθεὶς καὶ δι' αὐτὸ τοῦτο ὑπ' αὐτοῦ τοῦ Ἰησοῦ ἀψευδεῖ στόματι μετονομασθεὶς Πέτρος, ἡ ἀπαρχὴ τοῦ κυρίου ἡμῶν, ὁ τῶν ἀποστόλων πρῶτος, ᾧ πρώτῳ ὁ πατὴρ τὸν υἱὸν ἀπεκάλυψεν, ὃν ὁ Χριστὸς εὐλόγως ἐμακάρισεν, ὁ κλητὸς καὶ ἐκλεκτὸς καὶ συνέστιος καὶ συνοδοιπόρος, ὁ καλὸς καὶ δόκιμος μαθητής, ὁ τῆς δύσεως τὸ σκοτεινότερον τοῦ κόσμου μέρος ὡς πάντων ἱκανώτερος φωτίσαι κελευσθεὶς καὶ κατορθῶσαι δυνηθείς–καὶ δὴ μέχρι ποῦ μηκύνω τὸν λόγον, μὴ βουλόμενος σημῆναι τὸ λυποῦν, ὃ ἐξ ἀνάγκης κἂν βραδὺ πάντως εἰπεῖν με δεῖ; –οὗτος αὐτὸς διὰ τὴν ἄμετρον πρὸς ἀνθρώπους στοργὴν σαφῶς δημοσίᾳ ἐπὶ τοῦ ἐνεστῶτος πονηροῦ τὸν ἐσόμενον ἀγαθὸν ὅλῳ τῷ κόσμῳ μηνύσας βασιλέα, μέχρις ἐνταῦθα τῇ Ῥώμῃ γενόμενος, θεοβουλήτῳ διδασκαλίᾳ σ ζων ἀνθρώπους, αὐτὸς τοῦ νῦν βίου βιαίως τὸ ζῆν μετήλλαξεν.
Clement to James, the lord and bishop of bishops, who governs the holy church of the Hebrews in Jerusalem and those everywhere well established by the providence of God, together with the presbyters and deacons and all the rest of the brethren. Peace be always with you.
Let it be known to you, my lord, that Simon, who through his true faith and the most secure foundation of his teaching was appointed to be the foundation of the church, and for this very reason was renamed Peter by Jesus himself with an unlying mouth, the firstfruits of our Lord, the first of the apostles, to whom first the Father revealed the Son, whom Christ rightly blessed, the called and chosen one, the table-companion and fellow-traveler, the good and approved disciple, who was commanded to enlighten the darker part of the world, the West, as being more capable than all and able to set it right—and indeed, how far shall I prolong my account, not wishing to indicate what grieves me, which of necessity I must say, even if briefly?—this very man, through his boundless affection for men, having clearly and publicly proclaimed to the whole world, in the present evil age, the good King who is to come, and having come as far as Rome, and having by God-willed teaching [...] men, he himself violently exchanged this present life for life.
Πρὸς αὐταῖς δὲ ταῖς ἡμέραις, αἷς ἤμελλεν τελευτᾶν, συνηθροισμένων τῶν ἀδελφῶν, αἰφνιδίως λαβόμενός μου τῆς χειρὸς ἐγερθεὶς ἐπὶ τῆς ἐκκλησίας ἔφη· Ἀκούσατέ μου, ἀδελφοὶ καὶ σύνδουλοι. ἐπεί (ὡς ἐδιδάχθην ἀπὸ τοῦ με ἀποστείλαντος κυρίου τε καὶ διδασκάλου Ἰησοῦ Χριστοῦ) αἱ τοῦ θανάτου μου ἠγγίκασιν ἡμέραι, Κλήμεντα τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ, ᾧ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, τῷ ἀπ' ἀρχῆς μοι μέχρι τοῦ τέλους συνοδεύσαντι καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντι, συνελὼν ἐρῶ, ὃς ἐν πᾶσι πειρασμοῖς μου κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη, ὃν πλεῖον πάντων πεπείραμαι θεοσεβῆ, φιλάνθρωπον, ἁγνόν, πολυμαθῆ, σώφρονα, ἀγαθόν, δίκαιον, μακρόθυμον καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμι τὴν ἐξουσίαν τοῦ δεσμεύειν καὶ λύειν, ἵνα περὶ παντὸς οὗ ἂν χειροτονήσῃ ἐπὶ γῆς ἔσται δεδογματισμένον ἐν οὐρανοῖς. δήσει γὰρ ὃ δεῖ δεθῆναι καὶ λύσει ὃ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας εἰδὼς κανόνα. αὐτοῦ οὖν ἀκούσατε ὡς γνόντες ὅτι ὁ τὸν ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει· οὗ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμὸν ἔχειν. ὐτοῦ ταῦτα λέγοντος ἐγὼ προσπεσὼν ἐδεόμην αὐτοῦ, παραιτούμενος τὴν τῆς καθέδρας τιμήν τε καὶ ἐξουσίαν. ὁ δ' ἀπεκρίνατο· Περὶ τούτου μή με ἀξίου· τοῦτο γὰρ γενέσθαι δέδοκταί μοι, καὶ ταύτῃ μᾶλλον εἰ παραιτῇ·
And in those very days in which he was about to depart, when the brothers had gathered together, suddenly taking hold of my hand and standing up in the assembly, he said: Hear me, brothers and fellow servants. Since (as I was taught by the Lord and teacher Jesus Christ who sent me) the days of my death have drawn near, I ordain this Clement as bishop for you, to whom I entrust my seat of the word, who has accompanied me from the beginning to the end and has thus listened to all my discourses—to sum it up, who in all my trials shared with me and was found steadfast in the faith, whom I have tested more than all others to be godly, humane, pure, learned, temperate, good, just, long-suffering, and one who knows how to bear nobly the ingratitude of some of the catechumens. Therefore I impart to him the authority of binding and loosing, so that concerning everything he may ordain on earth it will be decreed in the heavens. For he will bind what must be bound and loose what must be loosed, as one who knows the canon of the church. Therefore hear him, knowing that the one who grieves him who presides over the truth sins against Christ and provokes the Father of all to anger; on account of which he shall not live. And so it is necessary that the one who presides hold the place of a physician, not have the temper of an irrational beast. While he was saying these things, I fell down and begged him, declining the honor and authority of the seat. But he answered: Do not ask me about this; for this has been decided by me to happen, and all the more so if you decline it.
ὅτι ἡ τοιαύτη καθέδρα οὐ φιλοκαθεδροῦντος τολμηροῦ χρείαν ἔχει, ἀλλ' εὐλαβοῦς τὸν τρόπον καὶ πολυμαθοῦς τὸν λόγον. δὸς δὲ τὸν κρείττονα, ὃς ἐμοὶ σοῦ πλέον συνώδευσεν καὶ τῶν λόγων ἐπήκουσεν καὶ τὴν διοίκησιν τῆς ἐκκλησίας ἐκμεμάθηκεν, καὶ οὐκ ἀναγκάσω σε καλῶς ποιεῖν οὐ θέλοντα. ἀλλ' οὐ δυνήσει νῦν τὸν σοῦ κρείττονα παρασχεῖν· σὺ γὰρ δι' ἐμοῦ τῶν σῳζομένων ἐθνῶν ἡ κρείττων ἀπαρχή. πλὴν καὶ τὸ ἕτερον λόγισαι ὅτι, εἰ τὸν κίνδυνον τῆς ἁμαρτίας φοβούμενος οὐκ ἀναδέχῃ τῆς ἐκκλησίας τὴν διοίκησιν, εὖ ἴσθι εἰδὼς ὅτι πλεῖον ἁμαρτάνεις, ὅστις τοῖς θεοσεβέσιν ὥσπερ πλέουσιν καὶ κινδυνεύουσιν βοηθεῖν δυνάμενος οὐ θέλεις, διασκοπῶν μόνον
τὸ ἴδιον καὶ οὐ τὸ κοινῇ πᾶσι συμφέρον. ὅτι δὲ τὸν κίνδυνον πάντως ἀναδέξασθαί σε δεῖ, ἐμοῦ τοῦτο ἀξιοῦν μὴ παυομένου εἰς τὴν τῶν πάντων βοήθειαν, ὀρθῶς ἐπίσταμαι.
ὅσῳ οὖν μοι ταχύτερον συνευδοκήσεις, τοσοῦτόν με τῆς ἀθυμίας κουφίσεις. οἶδα δὲ καὶ αὐτός, ὦ Κλήμης, λύπας καὶ ἀθυμίας καὶ κινδύνους καὶ ψόγους τοὺς ἐξ ἀπαιδεύτων ὄχλων σοι δωρούμενος, οὓς δυνήσει γενναίως φέρειν, ἐνορῶν τῆς ὑπομονῆς τὸν ἐκ θεοῦ σοι μέγαν ἀποδιδόμενον μισθόν. ἀλλὰ καὶ δικαίως συνενθυμήθητί μοι πότε σου τῆς ξυμμαχίας χρείαν ἔχει ὁ Χριστός, νῦν, ὅτε ὁ πονηρὸς κατὰ τῆς αὐτοῦ νύμφης πόλεμον ἤρατο, ἢ εἰς τὸν ἐπιόντα χρόνον, ὅτε νικήσας βασιλεύει μηδεμιᾶς τοῦ λοιποῦ χρείαν ἔχων βοηθείας; οὐχὶ καὶ τῷ βραχὺν νοῦν ἔχοντι δῆλον, ὅτι νῦν; πάσῃ οὖν προαιρέσει ἐν τῷ τῆς παρούσης ἀνάγκης χρόνῳ τάχυνον ξυμμαχῆσαι βασιλεῖ ἀγαθῷ, μισθοὺς μεγάλους μετὰ νίκην ἀποδιδόναι πεφυκότι.
For such a seat does not need a bold man who loves the seat, but one who is cautious in manner and learned in speech. But give the better man, who has journeyed with me more than you and has listened to the words and has thoroughly learned the administration of the church, and I will not compel you to do well against your will. But you will not be able now to provide one better than yourself; for you are through me the better firstfruit of the nations being saved. Nevertheless, consider also the other matter: that if, fearing the danger of sin, you do not undertake the administration of the church, know well and be assured that you sin more, since, being able to help the godly who are as it were sailing and in danger, you are unwilling, looking only to your own interest and not to what is advantageous to all in common. But that you must by all means undertake the danger, since I do not cease to deem this worthy for the help of all, I know rightly.
Therefore, the more quickly you consent to me, the more you will lighten me of my discouragement. And I myself know, O Clement, that I am giving you griefs and discouragements and dangers and reproaches from uneducated crowds, which you will be able to bear nobly, looking to the great reward of endurance that is being repaid to you from God. But also consider with me rightly: when does Christ have need of your alliance—now, when the evil one has raised war against his bride, or in the time to come, when, having conquered, he reigns and has no further need of any help? Is it not clear even to one of small understanding that it is now? With all readiness, therefore, in the time of the present necessity, hasten to fight alongside the good King, who is by nature disposed to repay great wages after victory.
χαίρων οὖν ἐπισκόπησον (εὐκαίρως ταύτῃ μᾶλλον ὡς διοίκησιν ἐκκλησίας παρ' ἐμοῦ μεμαθηκώς) εἰς τὴν τῶν ἡμῖν προσφευγόντων ἀδελφῶν σωτηρίαν.
Πλὴν καὶ βραχέα σε ἐπὶ πάντων διὰ πάντας τὰ τῆς διοικήσεως ὑπομνῆσαι θέλω. σὲ μὲν χρὴ ἀνεπιλήπτως βιοῦντα σπουδῇ μεγίστῃ πάσας τὰς τοῦ βίου ἀσχολίας ἀποσείεσθαι, μήτε ἐγγυητὴν γινόμενον μήτε συνήγορον μηδὲ ἑτέρῳ τινὶ βιωτικῷ παρεμπεπλεγμένον πράγματι. οὐ γὰρ κριτὴν καὶ δικαστὴν χρημάτων ἢ ἀσχολημάτων καθεστάναι σε θέλει τῶν νῦν βιωτικῶν πραγμάτων ὁ Χριστός, ἵνα συνεχόμενος εἰς τὰς νῦν τῶν ἀνθρώπων φροντίδας μὴ εὐσχολῇς χωρίζειν λόγῳ ἀληθείας ἀνθρώπων τοὺς κρείττονας ἀπὸ τῶν χειρόνων. ἀλλὰ ταῦτα μὲν οἱ μανθάνοντες ἀλλήλοις παρεχέτωσαν, καὶ σὲ ἀπὸ τῶν σ ζειν δυναμένων λόγων μὴ ἀπασχολείτωσαν. ὡς γὰρ σοὶ ἀσεβές ἐστιν τὰς βιωτικὰς φροντίδας ἀναδέξασθαι καταλείψαντα ποιεῖν ὃ ἐκελεύσθης, οὕτως ἑκάστῳ λαϊκῷ ἁμαρτία ἐστίν, ἐὰν μὴ ἀλλήλοις καὶ ἐν ταῖς βιωτικαῖς χρείαις παρίστανται. καὶ σὲ δὲ περὶ ὧν χρὴ ἀμέριμνον εἶναι οἱ πάντες ποιεῖν ἐὰν μὴ νοῶσιν, παρὰ τῶν διακόνων μανθανέτωσαν, ἵνα μόνης τῆς ἐκκλησίας τὴν φροντίδα ἔχῃς, πρός τε τὸ διοικεῖν αὐτὴν καλῶς καὶ τὸ τοὺς τῆς ἀληθείας λόγους παρέχειν. ἐπεὶ ἐὰν βιωτικαῖς μερίμναις ἀσχοληθῇς, καὶ σεαυτὸν καὶ τοὺς ἀκροατὰς ἐνεδρεύσεις· τὰ γὰρ συμφέροντα ἐφοδιάζειν διὰ τὴν ἀσχολίαν οὐ δυνηθείς, καὶ σὺ ὡς μὴ διδάξας τὸ συμφέρον κολασθήσῃ, οἱ δὲ μὴ μαθόντες ἀγνοίας αἰτίᾳ ἀπολοῦνται.
Rejoicing, therefore, oversee—more fittingly in this matter, as one who has learned from me the administration of a church—for the salvation of the brothers who flee to us.
Moreover, I wish to remind you briefly, before all and on behalf of all, of the matters of administration. You must live blamelessly and with the greatest zeal cast off all the distractions of life, becoming neither a guarantor nor an advocate, nor entangled in any other worldly affair. For Christ does not wish you to be established as a judge and arbiter of money or of business, of the present worldly matters, so that, being held fast by the present cares of men, you may not have leisure to separate, by the word of truth, the better among men from the worse. But let those who are learning provide these things for one another, and let them not distract you from the words that are able to save. For just as it is impious for you to take up worldly cares, having left off doing what you were commanded, so it is a sin for each layperson if they do not assist one another also in worldly needs. And let all learn from the deacons the things about which you must be free from care, if they do not understand them, so that you may have care for the church alone, both to administer it well and to provide the words of truth. Since if you are occupied with worldly cares, you will lay snares both for yourself and for your hearers; for, being unable because of occupation to furnish what is beneficial, you also will be punished as one who did not teach what is beneficial, and those who did not learn will perish on account of ignorance.
διὸ σὺ μὲν αὐτοῖς εὐσχολῶν προκαθέσθητι πρὸς τὸ εὐκαίρως παρέχειν τοὺς σ ζειν αὐτοὺς δυναμένους λόγους, καὶ οὗτοι ἐπακουέτωσάν σου, εἰδότες ὅτι ὁ τῆς ἀληθείας πρεσβευτὴς ὃ ἂν δήσῃ ἐπὶ γῆς, δέδεται καὶ ἐν οὐρανῷ, ὃ δ' ἂν λύσῃ, λέλυται. σὺ δὲ δήσεις ἃ δεῖ δεθῆναι καὶ λύσεις ἃ δεῖ λυθῆναι. καὶ τὰ μὲν κατὰ σὲ τὸν προεστῶτα ταῦτά ἐστιν καὶ τὰ τούτοις ὅμοια.
Τὰ δὲ κατὰ τοὺς πρεσβυτέρους ἔστω τάδε. πρὸ πάντων τοὺς νέους πρὸς γάμον ζευγνύτωσαν ἐν τάχει, προλαμβάνοντες τῆς νεαζούσης ἐπιθυμίας τὰ παγιδεύματα. ἀλλὰ μηδὲ τῶν ἤδη γερόντων περὶ γάμου ἀμελείτωσαν· ἐνίοις γὰρ καὶ γηράσασιν ἀκμαία ἔνεστιν ἐπιθυμία. ἵνα οὖν μὴ ἡ πορνεία νομὴν λαβοῦσα καθ' ὑμῶν εἰς ὑμᾶς τὸν αὐτὸν ἐμβάλῃ λοιμόν, προασφαλίζεσθε καὶ ἐρευνᾶτε, μήπως τὸ τῆς μοιχείας λανθανόντως ἐν ὑμῖν ἀναφθῇ πῦρ. πολὺ γὰρ δεινὸν ἡ μοιχεία, τοσοῦτον ὅσον τὰ δευτερεῖα ἔχειν αὐτὴν τῆς κολάσεως· ἐπεὶ τὰ πρωτεῖα τοῖς ἐν πλάνῃ οὖσιν ἀποδίδοται, κἂν σωφρονῶσιν. διὸ ὑμεῖς ὡς ἐκκλησίας πρεσβύτεροι ἐξασκήσατε τὴν Χριστοῦ νύμφην εἰς σωφροσύνην (νύμφην δὲ λέγω τῆς ἐκκλησίας τὸ σύστημα)· ἐὰν γὰρ σώφρων καταληφθῇ ὑπὸ νυμφίου βασιλέως, τιμῆς μεγίστης τεύξεται, καὶ ὑμεῖς μεγάλης εὐφρασίας, ὡς κλητοὶ γάμων, ἀπολαύσετε. ἐὰν δὲ ἡμαρτηκυῖα φωραθῇ,
Therefore, you, being at leisure for them, preside so as to provide in due season the words able to save them, and let them listen to you, knowing that the ambassador of the truth, whatever he binds on earth is bound also in heaven, and whatever he looses is loosed. And you shall bind what must be bound and loose what must be loosed. And these things, and things like them, are what pertain to you as the presiding one.
But let the things pertaining to the presbyters be as follows. Before all things, let them join the young to marriage quickly, anticipating the snares of youthful desire. But let them not neglect marriage even for those already aged; for in some, even when they have grown old, desire is still at its peak. So then, lest fornication, having gained ground against you, cast the same plague upon you, guard beforehand and search out, lest the fire of adultery be secretly kindled among you. For adultery is a very dreadful thing, to the extent that it holds the second place of punishment; since the first place is given to those who are in error, even if they are self-controlled. Therefore you, as presbyters of the church, train the bride of Christ in chastity (and by bride I mean the assembly of the church); for if she is found chaste by the bridegroom king, she will obtain the greatest honor, and you will enjoy great gladness, as those called to the wedding. But if she is detected having sinned,
αὐτὴ μὲν ἔκβλητος ἔσται, ὑμεῖς δὲ δίκην δώσετε, μήπως παρὰ τὴν ὑμετέραν ἀμέλειαν γέγονεν ἡ ἁμαρτία. διὸ πρὸ πάντων περὶ σωφροσύνης φροντίζετε· λίαν γὰρ παρὰ τῷ θεῷ χαλεπὴ ὥρισται ἡ πορνεία. πορνείας δὲ εἴδη πολλά, ὡς καὶ αὐτὸς Κλήμης ὑμῖν διηγήσεται· πλὴν πρώτη μοιχεία ἐστὶν τὸ ἄνδρα μὴ ἰδίᾳ μόνῃ χρήσασθαι γυναικὶ καὶ γυναῖκα μὴ ἰδίῳ μόνῳ χρήσασθαι ἀνδρί. ἐὰν σώφρων ᾖ τις, καὶ φιλάνθρωπος γενέσθαι δύναται, οὗ εἵνεκεν ἐλέους αἰωνίου τεύξεται. ὡς δὲ ἡ μοιχεία μέγα κακόν, οὕτως ἡ φιλανθρωπία μέγιστον ἀγαθόν. διὸ ἀγαπᾶτε πάντας ὑμῶν τοὺς ἀδελφοὺς σεμνοῖς καὶ ἐλεήμοσιν ὀφθαλμοῖς, τοῖς μὲν ὀρφανοῖς ποιοῦντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, παρέχοντες μετὰ πάσης εὐφροσύνης τὰς τροφάς, τοῖς ἀκμαίοις τοὺς γάμους καὶ τοῖς αὐτῶν ἀτέχνοις διὰ τῶν ἐπιτηδευμάτων ἐννοούμενοι τὰς προφάσεις τῆς ἀναγκαίας τροφῆς, τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος. οἶδα δὲ ταῦτα ποιήσειν ὑμᾶς, ἐὰν ἀγάπην εἰς τὸν ὑμέτερον ἱδρύσητε νοῦν. πρὸς δὲ τὴν αὐτῆς εἴσοδον μία τίς ἐστιν ἱκανὴ πρόφασις, ἡ κοινὴ τῶν ἁλῶν μετάληψις. διὸ σπουδάζετε πυκνότερον συνέστιοι ἀλλήλων γίνεσθαι ὡς δύνασθε, ὅπως αὐτὴν μὴ ἀπεμπολήσητε· αἰτία γάρ ἐστιν τῆς εὐποιίας, ἡ δὲ εὐποιία τῆς σωτηρίας. κοινοὺς οὖν πάντες πᾶσιν τοῖς κατὰ θεὸν ἀδελφοῖς τοὺς ἑαυτῶν παρέχετε βίους, εἰδότες ὅτι πρόσκαιρα δωρούμενοι αἰώνια λήψεσθε. πολλῷ μᾶλλον πεινῶντας τρέφετε καὶ διψῶσι παρέχετε ποτόν, γυμνοῖς ἔνδυμα, τοὺς νοσοῦντας ἐπισκέπτεσθε, τοῖς ἐν φυλακαῖς ἐπιφαινόμενοι ὡς δύνασθε βοηθεῖτε, τοὺς ξένους μετὰ πάσης προθυμίας εἰς τοὺς ἑαυτῶν οἴκους λαμβάνετε.
She herself will be cast out, but you will give an account, lest the sin has come about through your negligence. Therefore, before all things, take thought for chastity; for fornication has been defined as exceedingly grievous before God. But there are many forms of fornication, as Clement himself will explain to you; yet the first is adultery—that a man not have dealings with his own wife alone, and a woman not have dealings with her own husband alone. If anyone is chaste, he can also become humane, for which reason he will obtain eternal mercy. And as adultery is a great evil, so humanity is the greatest good. Therefore love all your brothers with reverent and merciful eyes, doing for the orphans the things of parents, and for the widows the things of husbands, providing sustenance with all gladness; for those in their prime, marriages; and for those without skill, devising through their trades the occasions for necessary sustenance—for the craftsman, work; for the weak, mercy. I know that you will do these things if you establish love in your mind. And for its entrance, one sufficient occasion is the common partaking of salt. Therefore strive to be more frequently at table with one another as you are able, so that you may not sell it away; for it is the cause of well-doing, and well-doing is the cause of salvation. Therefore let all provide their own livelihoods in common to all the brothers according to God, knowing that by giving temporal things you will receive eternal things. Much more, feed the hungry and give drink to the thirsty, clothing to the naked; visit the sick; appearing to those in prison, help them as you are able; receive strangers into your own houses with all eagerness.
πλὴν ἵνα μὴ τὸ κατ' εἶδος λέγω, πᾶν καλὸν ἡ φιλανθρωπία ὑμᾶς ποιεῖν διδάξει, ὥσπερ ἡ μισανθρωπία τοῖς μὴ βουλομένοις σ ζεσθαι τὴν κακοπραξίαν ὑποδείκνυσιν. οἱ πράγματα ἔχοντες ἀδελφοὶ ἐπὶ τῶν ἐξουσιῶν μὴ κρινέσθωσαν, ἀλλ' ὑπὸ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων συμβιβαζέσθωσαν παντὶ τρόπῳ, ἑτοίμως αὐτοῖς πειθόμενοι. πλὴν καὶ τὴν πλεονεξίαν οὕτως φεύγετε ὡς προφάσει προσκαίρου κέρδους ἀπὸ τῶν αἰωνίων ἀγαθῶν ζημιοῦν δυναμένην. ζυγά, μέτρα, σταθμία, τὰ τῶν τόπων δίκαια ἐπιμελῶς φυλάσσετε, πρὸς τὰς παρακαταθήκας εὐγνωμονεῖτε. Πλὴν ταῦτα καὶ τὰ τούτοις παραπλήσια μέχρι τέλους ποιεῖν ὑπομενεῖτε, ἐὰν ἀχώριστον μνήμην περὶ τῆς ἐκ θεοῦ γινομένης κρίσεως ἐν ταῖς καρδίαις ἔχητε. τίς γὰρ ἂν ἁμαρτήσῃ πεπληροφορημένος ὅτι ἐκ θεοῦ δικαίου, τοῦ νῦν μόνου μακροθύμου καὶ ἀγαθοῦ, ἐπὶ τῇ τοῦ βίου συντελείᾳ γενέσθαι ὡρίσθη κρίσις, ἵνα οἱ ἀγαθοὶ τοῦ λοιποῦ τῶν ἀπορρήτων ἀγαθῶν ἀιδίως ἀπολαύσωσιν, οἱ δὲ ἁμαρτωλοὶ εὑρεθέντες ὡς κακοὶ ἀπορρήτου κολάσεως τεύξωνται τὸν αἰῶνα; καὶ ταῦτα μὲν οὕτως ἔχειν, εἰ μὴ ὁ τῆς ἀληθείας προφήτης ἐνόρκως εἰρήκει ἔσεσθαι, τάχα ἂν εὔλογον ἦν ἀμφιβάλλειν. διὸ προφήτου ἀληθοῦς ὄντες μαθηταί, ἀποθέμενοι τὴν διχόνοιαν, ἐξ ἧς γίνεται ἡ κακοπραξία, προθύμως τὸ εὖ ποιεῖν ἀναδέξασθε. εἰ δὲ περὶ τῶν εἰρημένων ἔσεσθαι ἀμφιβάλλει τις ὑμῶν, μὴ αἰδεσθεὶς ὁμολογείτω, εἴπερ τῆς αὑτοῦ φροντίζει ψυχῆς, καὶ ὑπὸ τοῦ προεστῶτος πληροφορηθήσεται. εἰ δ' ὀρθῶς πεπίστευκεν, θαρρῶν πολιτευέσθω ὡς μέγα καταδίκης πῦρ φεύγων καὶ εἰς ἀιδίαν ἀγαθὴν θεοῦ βασιλείαν εἰσερχόμενος.
However, not to speak of particulars, love for humanity will teach you to do everything good, just as hatred for humanity points out wicked conduct to those who do not wish to be saved. Brothers who have disputes with the authorities should not be judged, but should be reconciled by the elders of the church in every way, readily obeying them. Moreover, flee greed in this way also, since on the pretext of temporary gain it is able to deprive you of eternal goods. Carefully keep balances, measures, weights, and the just ordinances of places; be fair-minded in matters of deposits. Moreover, you will endure to do these things and those like them until the end, if you keep an inseparable remembrance in your hearts concerning the judgment that comes from God. For who would sin, being fully assured that by a righteous God—the only one now long-suffering and good—a judgment has been appointed to take place at the consummation of life, so that the good may for the rest enjoy ineffable goods eternally, while sinners, being found wicked, may receive ineffable punishment for the age? And that these things are so, unless the prophet of truth had sworn that they would be, it would perhaps be reasonable to doubt. Therefore, since you are disciples of a true prophet, having put aside discord, from which wicked conduct arises, eagerly undertake to do good. But if any of you doubts concerning what has been said—that it will be—let him not be ashamed to confess it, if indeed he cares for his own soul, and he will be fully assured by the one who presides. But if he has believed rightly, let him conduct himself with confidence, fleeing as a great fire of condemnation and entering into the eternal good kingdom of God.
ἱ μὲν οὖν τῆς ἐκκλησίας διάκονοι τοῦ ἐπισκόπου συνετῶς·εμβόμενοι ἔστωσαν ὀφθαλμοί, ἑκάστου τῆς ἐκκλησίας πολυπραγμονοῦντες τὰς πράξεις, τίς μέλλει ἁμαρτάνειν, ἵνα νουθεσίᾳ καταληφθεὶς ὑπὸ τοῦ προκαθεζομένου τάχα οὐ μὴ τελέσῃ τὸ ἁμάρτημα· τοὺς λειποτάκτας ἐπιστρεφέτωσαν, τοῦ μὴ ἐπιλείπειν τοὺς συνερχομένους τῶν λόγων ἐπακούειν, ὅπως τὰς ἑκάστοτε τῇ καρδίᾳ προσπιπτούσας ἀθυμίας ἔκ τε βιωτικῶν συνπτώσεων καὶ ὁμιλιῶν κακῶν λόγῳ ἀληθείας καθαίρεσθαι δύνωνται· ἐπεὶ γὰρ ἂν χρόνῳ πολλῷ χερσεύσωσιν, πυρὸς ἔργον γίνονται. τοὺς δὲ καὶ κατὰ σάρκα νοσοῦντας μανθανέτωσαν καὶ τῷ ἀγνοοῦντι
πλήθει προσαντιβαλλέτωσαν, ἵν' ἐπιφαίνωνται, καὶ τὰ δέοντα ἐπὶ τῇ τοῦ προκαθεζομένου γνώμῃ παρεχέτωσαν· τοῦτο δὲ κἂν λάθρα αὐτοῦ ποιῶσιν, οὐχ ἁμαρτάνουσιν. ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ὅμοια οἱ διάκονοι προνοείτωσαν. ἱ κατηχοῦντες πρῶτον κατηχηθέντες κατηχείτωσαν· ὅτι περὶ ψυχῆς ἀνθρώπων τὸ ἔργον· πρὸς γὰρ τὰς πολλὰς τῶν μανθανόντων γνώμας συναρμόζεσθαι δεῖ τὸν τῶν λόγων ὑφηγητήν. πολυμαθῆ οὖν καὶ ἀνεπίληπτον πέπειρόν τε καὶ ἄδειλον τὸν κατηχοῦντα εἶναι δεῖ, ὡς αὐτοὶ εἴσεσθε Κλήμεντα μετ' ἐμὲ κατηχεῖν μέλλοντα· πολὺ γάρ ἐστιν ἐμὲ νῦν τὸ κατ' εἶδος λέγειν. πλὴν ἐὰν ὁμονοήσητε, δυνήσεσθε εἰς τὸν τῆς ἀναπαύσεως ἐνεχθῆναι λιμένα, ἔνθα μεγάλου βασιλέως ἐστὶν εἰρηνικὴ πόλις.
Let the deacons of the church, then, be the bishop's eyes, acting with understanding, diligently overseeing each person's affairs in the church—who is about to sin, so that, caught by the admonition of the one who presides, he may perhaps not complete the sin. Let them turn back those who are deserters, so that they do not fail to gather to hear the words, in order that they may be able to be cleansed by the word of truth from the despondencies that fall upon the heart from time to time, both from worldly misfortunes and from evil conversations. For when they have been left barren for a long time, they become the work of fire. And let them learn of those who are sick even in the flesh, and let them set them before the ignorant multitude, so that they may be made visible, and let them provide what is necessary according to the judgment of the one who presides. And even if they do this secretly from him, they do not sin. These things, then, and things like them, let the deacons provide for. Let those who catechize first have been catechized themselves, then catechize; for the work concerns the souls of human beings. For the teacher of words must adapt himself to the many dispositions of those who learn. Therefore the one who catechizes must be learned in many things and blameless, experienced and fearless, as you yourselves will know that Clement, who is to catechize after me, is; for it is much for me to speak now in detail. Nevertheless, if you are of one mind, you will be able to be carried into the harbor of rest, where there is the peaceful city of the great King.
Ἔοικεν γὰρ ὅλον τὸ πρᾶγμα τῆς ἐκκλησίας νηὶ μεγάλῃ, διὰ σφοδροῦ χειμῶνος ἄνδρας φερούσῃ ἐκ πολλῶν τόπων ὄντας καὶ μίαν τινὰ ἀγαθῆς βασιλείας πόλιν οἰκεῖν θέλοντας. ἔστω μὲν οὖν ὑμῖν ὁ ταύτης δεσπότης θεὸς καὶ παρεικάσθω ὁ μὲν κυβερνήτης Χριστῷ, ὁ πρωρεὺς ἐπισκόπῳ, οἱ ναῦται πρεσβυτέροις, οἱ τοίχαρχοι διακόνοις, οἱ ναυστολόγοι τοῖς κατηχοῦσιν, τοῖς ἐπιβάταις τὸ τῶν ἀδελφῶν πλῆθος, τῷ βυθῷ ὁ κόσμος, αἱ ἀντίπνοιαι τοῖς πειρασμοῖς, οἱ δὲ διωγμοὶ καὶ οἱ κίνδυνοι καὶ παντοδαπαὶ θλίψεις ταῖς τρικυμίαις, τὰ δὲ ἀπόγεια τῶν χειμάρρων [καὶ τὰ] φυσήματα ταῖς τῶν πλάνων καὶ ψευδοπροφητῶν ὁμιλίαις, τὰ δὲ ἀκρωτήρια καὶ τὰ τραχέα τῶν τόπων τοῖς ἐν ὑπεροχαῖς δεινὰ ἀπειλοῦσι δικασταῖς, διθάλασσοι δὲ καὶ θηριώδεις τόποι τοῖς ἀλογίστοις καὶ ἐνδοιάζουσι περὶ τῶν τῆς ἀληθείας ἐπαγγελμάτων. οἱ ὑποκριταὶ τοῖς πειραταῖς παρεικασμένοι νοείσθωσαν. Πλὴν ἰσχυρὰν ἴλιγγα καὶ ταρταρέαν χάρυβδιν καὶ φόνια προσρήγματα καὶ θανατώδεις διαλύσεις μόνας τὰς ἁμαρτίας [αἰτίας] εἶναι νομίζετε. ἵνα οὖν οὐρίᾳ πλέοντες εἰς τὸν λιμένα τῆς ἐλπιζομένης πόλεως ἀκινδυνότερον ἐνεχθῆτε, ἐπηκόως εὔχεσθε· εὐχαὶ δὲ ἐπήκοοι γίνονται ταῖς εὐπραγίαις. εὐσταθείτωσαν οὖν οἱ ἐπιβάται ἑδραῖοι ἐπὶ τῶν ἰδίων καθεζόμενοι τόπων, ἵνα μὴ τῇ ἀταξίᾳ σεισμὸν ἢ ἑτεροκλινίαν παρέχωσιν. οἱ ναυστολόγοι τοὺς μισθοὺς ὑπομιμνησκέτωσαν. οἱ διάκονοι μηδὲν ἀμελείτωσαν ὧν ἐπιστεύθησαν. οἱ πρεσβύτεροι ὥσπερ ναῦται καταρτιζέτωσαν ἐπιμελῶς τὰ χρῄζοντα ἑκάστῳ. ὁ ἐπίσκοπος ὡς πρωρεὺς ἐγρηγορὼς τοῦ κυβερνήτου μόνου τοὺς λόγους ἀντιβαλλέτω.
For the whole affair of the church resembles a great ship, carrying through a violent storm men who come from many places and wish to dwell in one city of a good kingdom. Let God, then, be its owner, and let the helmsman be likened to Christ, the look-out man to the bishop, the sailors to the presbyters, the deck-officers to the deacons, the ship's stewards to the catechists, the passengers to the multitude of the brethren, the deep to the world, the contrary winds to temptations, and the persecutions and dangers and all kinds of afflictions to the surging waves, and the lee-shores of the torrents and the gusts to the converse of deceivers and false prophets, and the headlands and the rough places to judges in high places who threaten terrible things, and the double seas and beast-infested places to those who are unreasoning and waver concerning the promises of the truth. Let the hypocrites be understood as likened to pirates. But reckon that the strong whirlpool and Tartarean Charybdis and deadly breakers and death-dealing dissolutions have as their sole cause your sins. So that, then, sailing with a fair wind, you may be carried more safely into the harbor of the city you hope for, pray attentively; and prayers become attentive through good conduct. So let the passengers stand firm, seated in their own places, so that by disorder they may not cause a shaking or a leaning to one side. Let the ship's stewards remind them of their wages. Let the deacons neglect nothing of what they have been entrusted with. Let the presbyters, like sailors, diligently equip what each one needs. Let the bishop, as the look-out man, being awake, exchange words with the helmsman alone.
ὁ Χριστὸς ὡς σωτὴρ κυβερνήτης φιλείσθω καὶ μόνος περὶ ὧν λέγει πιστευέσθω. οἱ δὲ πάντες τῷ θεῷ περὶ τοῦ οὐρίᾳ πλέειν προσευχέσθωσαν. οἱ πλέοντες πᾶσαν θλίψιν προσδοκάτωσαν ὡς μέγαν καὶ ταραχώδη βυθὸν παραπλέοντες τὸν κόσμον· ὁτὲ μὲν ἀθυμοῦντες, διωκόμενοι, σκορπιζόμενοι, πεινῶντες, διψῶντες, γυμνητεύοντες, στενοχωρούμενοι, καὶ πάλιν [ὁτὲ μὲν] ἑνούμενοι, συναλιζόμενοι, ἡσυχάζοντες· ἀλλὰ καὶ ναυτιῶντες, ἰλιγγιῶντες, ἀπερῶντες (τουτέστιν ἐξομολογούμενοι τὰ παραπτώματα ὥσπερ νοσοποιοὺς χολάς, τὰς ἐκ πικρίας ἁμαρτίας λέγω καὶ τὰ ἐξ ἐπιθυμιῶν ἀτάκτων σωρευθέντα κακά, ἅτινα τῷ ὁμολογῆσαι ὥσπερ ἀπεράσαντες κουφίζεσθε τῆς νόσου, προσιέμενοι τὴν ἐκ τῆς ἐπιμελείας σωτήριον ὑγείαν). πλὴν γινώσκετε πάντες πάντων ὑμῶν πλεῖον κάμνοντα τὸν ἐπίσκοπον, ὅτι ἕκαστος ὑμῶν τὴν αὑτοῦ θλίψιν πάσχει, αὐτὸς δὲ τὴν αὑτοῦ καὶ τὴν ἑκάστου. διό, ὦ Κλήμης, ἑκάστῳ κατὰ τὸ δυνατὸν προκαθέσθητι βοηθός, τὰς πάντων φορτισθεὶς φροντίδας. ὅθεν τὸ σὲ οἰκονομεῖν ἀναδέξασθαι χάριν οἶδα εἰληφώς, οὐ δεδωκώς. ἀλλὰ θάρρει καὶ γενναίως φέρε ὡς εἰδὼς ὅτι ἀποδώσει σοι ὁ θεὸς εἰς τὸν λιμένα τῆς ἀναπαύσεως καταντήσαντι τὸ μέγιστον τῶν ἀγαθῶν, ἀναφαίρετον μισθόν, καθότι ὑπὲρ τῆς τῶν πάντων σωτηρίας τὸν μείζονα ἀνεδέξω κάματον. ὥστε ἐάν σε πολλοὶ τῶν ἀδελφῶν διὰ ἐπ' ἄκρον δικαιοσύνην μισήσωσιν, τὸ αὐτῶν μὲν μῖσος οὐδέν σε βλάψει, ἡ δὲ τοῦ
Let Christ be loved as Savior and helmsman, and let him alone be believed concerning what he says. But let all pray to God that they may sail with a fair wind. Let those who sail expect every affliction, as they sail past the world, a great and turbulent deep: at one time discouraged, persecuted, scattered, hungry, thirsty, naked, in straits, and again united, gathered together, at rest; but also seasick, dizzy, vomiting (that is, confessing their transgressions like disease-causing bile—I mean the sins that come from bitterness and the evils heaped up from disordered desires, which by confessing, as if having vomited them up, you are relieved of the sickness, receiving the saving health that comes from care). Moreover, know all of you that the bishop labors more than all of you, because each of you suffers his own affliction, but he suffers both his own and each one's. Therefore, O Clement, set yourself before each one as a helper according to your ability, having taken on yourself the cares of all. Whence I know that you have received the grace of undertaking to manage, not having given it. But take courage and bear it nobly, knowing that God will repay you, when you arrive at the harbor of rest, with the greatest of goods, an unalienable reward, inasmuch as you have undertaken the greater labor for the salvation of all. So then, if many of the brothers hate you because of your righteousness to the utmost, their hatred will harm you not at all, but the
δικαίου θεοῦ φιλία πολύ σε ὀνήσει. ὥστε πειρῶ τὸν ἐξ ἀδικίας γινόμενον ἔπαινον ἀποσείεσθαι, διὰ δὲ δικαίαν διοίκησιν τὸν ἐκ Χριστοῦ ἐπωφελῆ θηρεύειν ἔπαινον. Ταῦτα εἰπὼν καὶ τὰ τούτων πλείονα, πάλιν τῷ πλήθει προσεμβλέψας εἶπεν· Καὶ ὑμεῖς δέ, ἀγαπητοί μου ἀδελφοὶ καὶ σύνδουλοι, τῷ προκαθεζομένῳ ἀληθείας κατὰ πάντα ὑπείξατε, τοῦτ' εἰδότες ὅτι ὁ τοῦτον λυπήσας Χριστόν, οὗ τὴν καθέδραν πεπίστευται; οὐκ ἐδέξατο, καὶ ὁ Χριστὸν μὴ δεξάμενος ὡς ἀθετήσας τὸν πατέρα λογισθήσεται, διὸ τῆς ἀγαθῆς βασιλείας ἀποβληθήσεται. οὗ εἵνεκεν πειρᾶσθε κατὰ πάσας συνόδους ἔρχεσθαι, ἵνα μὴ ὡς λειποτάκται ὑπὸ τῆς τοῦ ταξιάρχου ἀθυμίας ἁμαρτίας ἔγκλημα λάβητε. διὸ πρὸ πάντων οἱ πάντες τὰ ὑπὲρ αὐτοῦ φρονεῖτε, τοῦτ' εἰδότες ὅτι δι' ἕκαστον ὑμῶν ὁ πονηρὸς αὐτῷ μόνῳ τὸ πλεῖον ἐχθραίνων προσπολεμεῖ. ὑμεῖς οὖν πειρᾶσθε τῇ πρὸς αὐτὸν στοργῇ καὶ τῇ πρὸς ἀλλήλους εὐνοίᾳ διατελεῖν καὶ αὐτῷ ἐπακούειν, ἵνα καὶ αὐτὸς κουφίζηται καὶ ὑμεῖς σωθῆναι δυνηθῆτε. ἔνια δὲ καὶ ἀφ' ἑαυτῶν νοεῖν ὀφείλετε διὰ τὸ αὐτὸν μὴ δύνασθαι ἐν φανερῷ λέγειν διὰ τὰς ἐπιβουλάς, οἷον ἐὰν ἐχθραίνῃ τινί, μὴ ἀναμένετε αὐτὸν εἰπεῖν· Τῷδε μὴ προσαμιλλᾶσθε, ἀλλὰ φρονίμως ἕπεσθε αὐτοῦ τῷ βουλήματι, ἐχθροὶ γινόμενοι οἷς ἐχθραίνει καὶ μὴ ὁμιλοῦντες οἷς μὴ ὁμιλεῖ· ἵνα ἕκαστος, πιδικαζόμενος τοῦ πάντας φίλους ἔχειν, αὐτὸν διαλλάττων σ ζηται, τῆς αὐτοῦ ἐπακούων ὁμιλίας. εἰ δέ τις φίλος μένει οἷς αὐτὸς ἐχθραίνει καὶ λαλεῖ οἷς αὐτὸς οὐχ ὁμιλεῖ, εἷς ἐστιν καὶ αὐτὸς τῶν ὀλοθρεύειν θελόντων τὴν ἐκκλησίαν·
The friendship of a righteous God will greatly benefit you. So strive to shake off the praise that comes from injustice, and through righteous administration to hunt for the beneficial praise that comes from Christ. Having said these things and more than these, he looked again at the multitude and said: And you too, my beloved brothers and fellow servants, submit in all things to the one who presides over the truth, knowing this: that the one who grieves him has not received Christ, whose seat he has been entrusted with; and the one who has not received Christ will be reckoned as one who has set aside the Father, and therefore will be cast out of the good kingdom. For this reason, try to come to all the assemblies, so that you may not, as deserters, receive the charge of sin from the discouragement of the commander. Therefore, before all things, let all of you be of one mind on his behalf, knowing this: that for the sake of each one of you the evil one, who is hostile to him alone the more, wages war against him. You, then, strive to continue in affection toward him and in goodwill toward one another, and to listen to him, so that he too may be lightened and you may be able to be saved. But you ought also to understand some things on your own, because he cannot speak openly on account of the plots against him—for example, if he is hostile to someone, do not wait for him to say, "Do not associate with this person," but wisely follow his will, becoming enemies of those to whom he is hostile and not conversing with those with whom he does not converse; so that each one, striving to have all as friends, may endeavor to reconcile him by listening to his conversation. But if anyone remains a friend to those to whom he is hostile and speaks with those with whom he does not converse, he too is one of those who wish to destroy the church.
τῷ γὰρ σώματι συνὼν ὑμῖν, τῇ γνώμῃ μὴ ὢν μεθ' ὑμῶν, καθ' ὑμῶν ἐστιν, πολλῷ χείρων τῶν ἔξωθεν φαινομένων ἐχθρῶν, μετὰ δοκούσης φιλίας σκορπίζων τοὺς ἔσω. Καὶ ταῦτα εἰπὼν ἐν μέσῳ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὐτοῦ καθέδραν καθεσθῆναί με ἐδυσώπησεν. καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη· Ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συνπαρόντων ἀδελφῶν, ὅπως ὁπόταν τοῦ ἐνταῦθα (ὡς ἐμοὶ ὀφείλεται) ἀπαλλάξω βίου, σὲ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου διαπέμψαι ἐν ἐπιτομῇ ἀναγραψάμενον μέχρι καὶ τῶν ἐκ παίδων σου λογισμῶν καὶ ὡς ἀπ' ἀρχῆς μέχρι τοῦ νῦν συνώδευσάς μοι, ἐπακούων τῶν κατὰ πόλιν ὑπ' ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων, ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν ὡς προεῖπον δηλῶσαι μὴ ὀκνήσῃς. οὔτε γὰρ λίαν αὐτὸν λυπήσει τοῦτο, εἰδότα ὅτι ὃ πάντως ἔδει με παθεῖν εὐσεβῶς ἀπεδόμην, μεγίστης δὲ παραμυθίας τεύξεται, μαθὼν ὅτι μετ' ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς λόγους ἀγνοῶν καὶ ἐκκλησίας κανόνα οὐκ εἰδὼς τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν· πλάνος γὰρ ὁμιλία τῶν ἀκουόντων ὄχλων ἀναιρεῖ τὰς ψυχάς. Ὅθεν ἐγώ, κύριέ μου Ἰάκωβε, αὐτοῦ ταῦτα εἰπόντος ὑποσχόμενος οὐκ ὤκνησα, ὡς ἐκελεύσθην, τὸ πολὺ τῶν κατὰ πόλιν λόγων τῶν ἤδη σοι προγραφέντων καὶ ὑπ' αὐτοῦ διαπεμφθέντων ἐν βίβλοις ἐπὶ κεφαλαίων ποιῆσαι ὥσπερ σημείου χάριν καὶ οὕτως διαπέμψαι σοι ἐπιγράψαντα· Κλήμεντος τῶν Πέτρου ἐπιδημίων κηρυγμάτων ἐπιτομή. πλὴν τοῦ ἐκτιθέναι ὡς ἐκελεύσθην ἄρξομαι.
For while he is with you in body but not with you in mind, he is against you, far worse than enemies who appear from outside, scattering those within under the guise of friendship. And having said this, he placed his hands on me in the midst of everyone and urged me to sit in his own chair. And when I had sat down, he immediately said to me: I ask you before all my brothers who are present with me, that whenever I depart from this life here (as is owed to me), you should send to James the brother of the Lord, having written down in summary even as far as the thoughts from your childhood, and how from the beginning until now you have accompanied me, listening to the words and deeds I proclaimed in each city, and then at the end do not hesitate to make clear the cause of my death, as I said before. For this will not greatly grieve him, since he knows that what I had to suffer in any case I have paid back piously, and he will receive the greatest consolation, learning that after me no ignorant man, one who does not know life-giving words and does not know the canon of the church, has been entrusted with the chair of the teacher; for the deceitful discourse of the listening crowds destroys souls. Therefore I, my lord James, when he said these things, promised and did not hesitate, as I was commanded, to make a summary of the many words in each city already written to you and sent by him in books by chapters, as it were for a sign, and thus to send them to you, inscribing them: Summary of the Preachings of Peter's Visits by Clement. However, I shall begin to set them out as I was commanded.