Γρηγορίῳ ἑταίρῳ.
Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσιν. τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθ' ἡμῶν βίον, πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθοις καὶ τῆς διαγωγῆς, σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἡμῖν ἀποκειμένην μακαριότητα. ἐγὼ δὲ ἃ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχατιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι. κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην. ἀλλ' ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπολλυμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται· συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή. τοιοῦτον οὖν τι καὶ τὸ ἡμέτερον. τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα τῆς ἐρημίας ἀπωνάμεθα ταύτης. ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτηρίαν καθηγησαμένου–εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι–ταῦτά ἐστιν. Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει.
To Gregory, my companion.
I recognized your letter, just as people recognize the children of friends from the likeness that appears in them to their parents. For your saying that the situation of the place is not great enough to create in your soul some impulse toward the life with us, before you learn something about the manner and the conduct, was truly your thought and the thought of your soul, which counts all things here as nothing compared to the blessedness laid up for us in the promises. But as for what I myself am doing in this remote corner, night and day, I am ashamed to write. For I have left behind the pursuits in the city as the starting points of countless evils, yet I have not been able to leave myself behind. But I am like those at sea who are perishing from inexperience in sailing and are seasick; they are vexed at the size of the ship as providing much tossing, and from there they move to the skiff or the small boat, and everywhere they are seasick and at a loss; for the nausea and the bile accompany them. Such a thing, then, is our case too. For carrying our inborn passions with us, we are everywhere with the same disturbances, so that we have gained no great advantage from this solitude. However, what one ought to do, and from what source it would be possible for us to hold to the footsteps of the one who led the way to salvation—for if anyone, he says, wishes to come after me, let him deny himself and take up his cross and follow me—these are the things. It is fitting to try to keep the mind in stillness.
ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρωμένῳ, εἰ μέλλοι ἐναργῆ ποιεῖσθαι τὴν θέαν· οὕτω καὶ νοῦν ἀνθρώπου ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου κατεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι· τὸν δὲ ἤδη συγκαθειργμένον ὁμοζύγῳ ἕτερος θόρυβος τῶν φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ, παίδων ἐπιθυμία, ἐν τῇ κτήσει τῶν παίδων, παιδοτροφίας μέριμνα· γυναικὸς φυλακή, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοί, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις. πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν. αἱ νύκτες, τὰς μεθημερινὰς φροντίδας παραλαμβάνουσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν. Τούτων δὲ μία φυγή, ὁ χωρισμὸς ἀπὸ τοῦ κόσμου παντός. κόσμου δὲ ἀναχώρησις, οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀπορρῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας τυπώσεις. ἑτοιμασία δὲ καρδίας ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων.
For just as an eye that is constantly turned about, now rolled to the sides, now frequently shifted up and down, cannot clearly see what lies before it, but the sight must be fixed upon the visible object if it is to make the vision clear, so too the mind of a man, dragged about by countless cares of this world, cannot clearly gaze upon the truth. But the man not yet yoked in the bonds of marriage is thrown into confusion by raging desires, hard-to-restrain impulses, and certain ill-starred loves; while the man already shut in with a yoked partner is met by another turmoil of cares: in childlessness, a longing for children; in the possession of children, the anxiety of rearing them; guarding a wife, managing a household, overseeing servants, losses in contracts, quarrels with neighbors, entanglements in the courts, the risks of trade, the toils of farming. Every day brings its own darkening of the soul. The nights, taking over the daytime cares, deceive the mind with the same phantasies. From these there is one escape: separation from the whole world. And withdrawal from the world is not to be outside it bodily, but to tear the soul away from its sympathy with the body and to become cityless, homeless, without a household, without friends, without possessions, without a livelihood, without business, without dealings, unlearned in human teachings, ready to receive in the heart the impressions that come from divine teaching. And the preparation of the heart is the unlearning of the teachings that from evil habit have preoccupied it.
οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατόν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. πρὸς δὴ τοῦτο μέγιστον ὄφελος ἡμῖν ἡ ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά,
κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον, οἷόν πέρ ἐστι καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι. Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασιν. τί οὖν μακαριώτερον τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσθαι; εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα καὶ ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα· εἶτα ἡλίου καθαρῶς λάμψαντος, ἐπ' ἔργα τρεπόμενον, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας· τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. Ἡσυχία οὖν ἀρχὴ καθάρσεως τῇ ψυχῇ, μήτε γλώσσης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ἐν ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε.
For it is impossible to write on wax unless the characters already impressed on it have first been smoothed out; nor can divine doctrines be deposited in the soul unless the preconceptions that come from habit have been removed from it. For this, solitude provides us the greatest benefit, calming our passions and giving leisure to reason to cut them completely out of the soul. For just as wild beasts are easily overcome when stroked and soothed, so desires and angers and fears and griefs, the venomous evils of the soul, when calmed through quiet and not allowed to grow savage by continual irritation, become more easily overcome by the power of reason. Let the place, then, be such as ours is, free from the mingling of men, so that the continuity of our discipline may not be interrupted by any external thing. And the discipline of piety nourishes the soul with divine thoughts. What, then, is more blessed than to imitate on earth the choir of the angels? To rush to prayers at the very beginning of the day and to honor the Creator with hymns and songs; then, when the sun has shone clearly, to turn to works, with prayer present everywhere, and to season one's labors with hymns, as with salt; for the consolations of hymns grant the soul a cheerful and painless state. Silence, then, is the beginning of purification for the soul, when neither the tongue speaks of human things, nor the eyes scrutinize the fair colors and proportions of bodies, nor the ear relaxes the tension of the soul with the hearing of melodies made for pleasure, nor with the words of witty and jesting men, which is what most of all naturally loosens the tension of the soul.
νοῦς μὲν γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενος καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλὰ σχολὴν ἀπὸ τῶν γηίνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι· πῶς μὲν κατορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις καὶ αἱ λοιπαὶ ἀρεταί, ὅσαι ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι καθηκόντως ἕκαστον ἐπιτελεῖν τῶν κατὰ τὸν βίον ὑποβάλλουσι τῷ σπουδαίῳ. Μεγίστη δὲ ὁδὸς πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν ἡ μελέτη τῶν θεοπνεύστων Γραφῶν. ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσδιατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀρρωστήματι φάρμακον. καὶ ὁ μὲν ἐραστὴς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρ' αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον.
For the mind, when it is not scattered abroad to external things nor diffused through the senses into the world, returns to itself, and through itself ascends to the thought of God; and being illuminated and shone upon by that beauty, it comes to forget even its own nature, not being dragged down by the soul to care for food or anxiety for clothing, but keeping leisure from earthly cares, it transfers all its zeal to the acquisition of eternal goods: how prudence and courage may be rightly achieved, and how justice and understanding and the remaining virtues, which, being subdivided from these generic ones, duly suggest to the earnest man the performance of each of the duties of life. But the greatest road to the discovery of what is fitting is the study of the divinely inspired Scriptures. For in these both the counsels of actions are found and the lives of the blessed men are handed down in writing, like certain living images of the citizenship according to God, set forth for imitation of good works. And so, whatever each man perceives himself to be lacking in, by dwelling on that, as from some common physician's clinic, he finds the remedy suited to his ailment. And the lover of prudence continually unrolls the story of Joseph and from it is taught the prudent deeds, finding him not only possessing self-control toward pleasures but also habitually disposed toward virtue.
ἀνδρίαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτός, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασῴζων. ἀλλ' οὔτε τῶν φίλων τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινὰ παρωξύνθη. πάλιν σκοπῶν τις πῶς ἂν πρᾶος ἐν τῷ αὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι, τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν Δαβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. τοιοῦτος καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανιστάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθ' ἑαυτοῦ διαβολὰς ὑποφέρων. καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνος εἰκόνα γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα βλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως. Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ
He is trained in courage by Job, who not only remained the same when the circumstances of his life were reversed—becoming poor from rich and childless from the father of fair children in a single moment of time—preserving everywhere the unhumiliated resolve of his soul. But neither was he provoked when his friends who came to console him trampled upon him and intensified his pains. Again, if one considers how a person might become both gentle and great-hearted at the same time, so as to use anger against sin but gentleness toward people, he will find David valiant in the deeds of war, but gentle and unmoved in the requitals of enemies. Such also was Moses, rousing himself with great anger against those who sinned against God, but bearing with a gentle soul the slanders against himself. And everywhere, just as painters, when they paint a picture from a picture, looking frequently at the model, strive to transfer the character from it into their own work of art—so too the one who has earnestly set himself to become perfect in all the parts of virtue ought to look toward the lives of the saints as toward certain living and active statues, and to make their good his own through imitation. Prayers again succeeding the readings make the soul fresher and more vigorous in its longing toward God
κεκινημένην παραλαμβάνουσιν. εὐχὴ δὲ καλή, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. καὶ τοῦτό ἐστι τοῦ Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηίναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, ὅταν μὴ τοῖς ἀπροσδοκήτοις πάθεσι ὁ νοῦς ἐκταράσ σηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ, καὶ ἐξελαύ νων τὰ προκαλούμενα ἡμᾶς εἰς κακίαν τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύ μασιν ἐνδιατρίβῃ. Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλ' ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδά σκειν ἀνεπιφθόνως· καὶ εἴ τι παρ' ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι, ἀλλὰ κηρύσ σειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος, μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως. προεξετάσαντα δὲ ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις, οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. προκαταβαλὼν γὰρ σεαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας.
They receive a soul that has been stirred up. And a good prayer is one that implants a vivid conception of God in the soul. And this is the indwelling of God: to have God established within oneself through remembrance. Thus we become a temple of God when the continuity of remembrance is not interrupted by earthly cares, when the mind is not thrown into confusion by unexpected passions, but the lover of God, having fled from all things, retreats to God, and driving out the things that provoke us to evil, devotes himself to the pursuits that lead to virtue. And first of all it is fitting to be zealous not to be ignorant in the use of speech, but to ask without contentiousness and to answer without love of vainglory, not interrupting the one conversing with you when he says something useful, nor desiring to thrust in one's own speech ostentatiously, setting limits to speech and hearing; to learn without shame and to teach without envy; and if one has been taught something by another, not to conceal it like worthless women who substitute illegitimate children, but to proclaim gratefully the father of the word. The middle pitch of voice is to be preferred, so that it neither escapes hearing through faintness nor is burdensome through the magnitude of its strain. And having first examined in oneself what is to be said, then publish the word. Be affable in encounters, sweet in conversations, not hunting what is pleasant through wittiness, but possessing what is gentle through kindly encouragement. Everywhere thrust away harshness, even if one must reprove. For having first humbled yourself through lowliness of mind, you will thus be readily accepted by the one who needs the healing.
πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ Δαβὶδ ἁμαρτόντι οὐ παρ' ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλ' ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον ἐκάθισε τοῦ ἰδίου κριτὴν ἁμαρτήματος· ὥστε αὐτὸν καθ' ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν μηδὲν ἔτι μέμφεσθαι τὸν ἐλέγξαντα. Ἕπεται δὲ τῷ ταπεινῷ καὶ καταβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆν νενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα. ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατ' ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι. χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον, ὥστε διαρρεῖν τὸν χιτῶνα, βλακικὸν γάρ· καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν, μηδ' αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες· μήτε δὲ ἐν χρώματι τὸ ἀνθηρὸν διωκέσθω, μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν· τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν, ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν ὁ χιτὼν ὀφείλει, ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. ὑπόδημα δὲ τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν.
Often the prophet's manner of rebuke is also useful to us: when David sinned, he did not bring the sentence of condemnation upon him on his own authority, but, adopting the device of a persona, he seated that very man as judge of his own sin, so that, having first brought forth the judgment against himself, he had nothing further to blame the one who exposed him. And there follows upon a humble and abased disposition a gloomy eye fixed on the ground, a neglected appearance, unkempt hair, soiled clothing, so that what mourners do by deliberate practice may appear in us spontaneously. A tunic drawn close to the body by a belt; the belt, however, should be neither above the flanks—for that is womanish—nor loose, so that the tunic slips down—for that is slovenly; and the gait should be neither sluggish, so as to betray a slackness of soul, nor again vehement and rushed, so as to reveal its impulses as reckless. There is one aim of clothing: to be a sufficient covering of the flesh for winter and summer. Neither let the bright color be pursued in its hue, nor the delicate and soft in its manufacture; for to scrutinize the fine complexions in clothing is equal to womanish adornment, which those women practice, dyeing their cheeks and hair with an alien bloom. But indeed the tunic ought also to be of such thickness as not to need a companion to warm the one who wears it. And the shoe should be cheap in value, yet fulfill its need without deficiency.
Καὶ ἁπαξαπλῶς, ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασῶσαι. ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλ' αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζον τα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. εὐχαὶ πρὸ τροφῆς ἀξίους γενέσθαι τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο. εὐχαὶ μετὰ τροφὴν εὐχαριστίαν τῶν δεδομένων ἔχουσαι καὶ αἴτησιν τῶν ἐπηγγελμένων. ὥρα μία τροφῆς ἀποτεταγμένη. ἡ αὐτὴ κατὰ
περίοδον ἀπαντῶσα· ὡς ἐκ τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι ταύτην τὴν προσαναλισκομένην τῷ σώματι· τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐργασίᾳ ἀπασχολεῖσθαι τὸν ἀσκητήν. Ὕπνοι δὲ κοῦφοι καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦντες τῷ λεπτῷ τῆς διαίτης· κατ' ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. τὸ γὰρ βαθεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀτόποις φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας.
And, to put it simply, just as in clothing what is useful should take precedence, so also in food bread will fulfill the need and water will serve the thirst of the healthy person, and whatever side dishes from seeds can preserve strength for the body for its necessary needs. But one should eat without displaying a ravenous gluttony, rather preserving everywhere the calm and gentle and self-controlled disposition regarding pleasures; nor even then keeping the mind idle in the contemplation of God, but making the very nature of foods and the constitution of the body that receives them an occasion for glorifying God: how the manifold kinds of foods, suited to the particularities of bodies, have been devised by the one who orders all things. Prayers before food, that we may be worthy of God's provisions, both those he now gives and those he has stored up for the future. Prayers after food, containing thanksgiving for what has been given and petition for what has been promised. One hour is appointed for food, the same one recurring in its cycle; so that out of the twenty-four hours of the day and night this is the one spent upon the body, while the rest are occupied by the ascetic in the work of the mind. And sleep should be light and easily shaken off, following naturally from the spareness of the diet, and by deliberate practice interrupted by cares about great matters. For to be mastered by deep torpor, with one's limbs dissolved, so as to give leisure to unseemly fantasies, makes those who sleep thus live in a daily death.
ἀλλ' ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστίν, τοῦτο τοῖς ἀσκηταῖς τῆς εὐσεβείας τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὠτῶν βλαβερὰς ἀκοὰς ἢ θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθ' ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορθουμένου μὲν ἑαυτὸν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος. (Ταῦτά σοι παρ' ἡμῶν, ὦ φίλη κεφαλή, ἀδελφικῆς ἀγάπης διηγήματα. αὐτὸς δὲ ἡμᾶς ταῖς ὁσίαις σου εὐχαῖς ἀμείβεσθαι καταξίωσον, ὅπως ῥυσθείημεν ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, καὶ ἀπὸ τῶν ἀτόπων ἀνθρώπων, καὶ ἀπαλλαγέντες πάσης ἁμαρτίας, μᾶλλον δὲ αὐτοῦ τοῦ ἐχθροῦ καὶ ἐπιβούλου τῆς ζωῆς ἡμῶν χωρισθέντες, καθαρᾷ τῇ καρδίᾳ τὸν Θεὸν τῶν ὅλων ἐν ἐπιγνώσει ὀψόμεθα, διὰ τῆς χάριτος τοῦ Κυρίου κτλ.) 150 {Ἀμφιλοχίῳ, ὡς παρὰ Ἡρακλείδου.} 1 Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι, καὶ ὧν τε αὐτὸς εἶπον, ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου, οὐκ ἐπιλέλησμαι. καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. εἰ γὰρ καὶ τῇ καρδίᾳ ὁ αὐτός εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων, ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τῆς ὁδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. καθέζομαι δὲ ἐπ' ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες, ἀποσκοπεύων τὸ μέλλον.
But what dawn is for others, that midnight is for the athletes of piety, since the night's quiet grants the soul leisure most of all, when neither eyes nor ears pass harmful sights or sounds on to the heart, but the mind alone, by itself, is with God, and corrects itself by the memory of its sins, and sets boundaries for itself against the inclination to evil, and seeks the cooperation that comes from God for the completion of what it strives after. (These things are from us to you, beloved head, as tales of brotherly love. But you yourself deem us worthy to be repaid by your holy prayers, so that we may be delivered from the present evil age and from unreasonable men, and, having been released from every sin—or rather, having been separated from the enemy and plotter against our life himself—we may see the God of all with a pure heart in knowledge, through the grace of the Lord, etc.) 150 {To Amphilochius, as from Heraclides.} 1 I both remember the things once spoken between us to one another, and I have not forgotten what I myself said and what I heard from your nobility. And now no public life holds me. For even if in heart I am the same and have not yet put off the old man, yet at least in appearance and in making myself far from the affairs of life, I have seemed henceforth, as it were, to have set foot upon the road of the citizenship according to Christ. And I sit by myself, like those about to put out to sea, looking ahead to what is to come.
οἱ μὲν γὰρ πλέοντες ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος. χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσεβείας. τούτων δὲ πρόξενος λόγος δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. πάλιν μοι χρεία φαρμάκων ἑτέρων, ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν τῶν ῥημάτων, ἀφυλάκτως δὲ πρὸς τὰς ἐν τῇ διανοίᾳ συνισταμένας ἐκ τοῦ πονηροῦ φαντασίας. ἡττήμεθα δὲ καὶ τιμῆς καὶ τὸ ἐφ' ἑαυτοῖς τι φρονεῖν οὐ ῥᾳδίως ἀποτιθέμεθα. πρὸς ταῦτα μεγάλου μοι δεῖν καὶ ἐμπείρου λογίζομαι διδασκάλου. ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν, οἷόν τινα λήμην, ἀφαιρεθέντα, δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω, οὐδ' ἐπ' ὀλίγον τὴν ὠφέλειαν φέρειν. Ἃ καὶ τὴν σὴν λογιότητα συνορᾷν, καὶ ἐπιθυμεῖν ὑπάρξαι τινὰ εἰς ταύτην τὴν βοήθειαν ἀκριβῶς ἐπίσταμαι· καὶ ἐάν ποτε δῷ ὁ Θεὸς εἰς ταὐτὸν ἀφικέσθαι τῇ κοσμιότητί σου, δηλονότι πλείονα μαθήσομαι ὑπὲρ ὧν φροντίζειν με χρή. νῦν γὰρ ὑπὸ πολλῆς ἀμαθίας οὐδὲ ὅσων ἐνδεής εἰμι γνωρίζειν δύναμαι·
For those who sail need winds for a good voyage, but we need one to guide us by the hand and bring us safely through the salty waves of life. For I reckon that I myself need first a bridle for my youth, and then goads for the race of piety. The cause of these is clearly reason, now disciplining our disorderliness, now rousing the sluggishness of the soul. Again I need other medicines, so as to wash away the filth that comes from habit. For you know that we, who have long been accustomed to the marketplace, are unsparing in our words, and unguarded against the fantasies that form in the mind from the evil one. We have also been defeated by honor, and we do not easily lay aside thinking something of ourselves. Against these things I reckon I need a great and experienced teacher. And then, moreover, that the eye of the soul be cleansed, so that, once all the darkness that comes from ignorance has been removed like some film, it may be able to gaze upon the beauty of the glory of God—this I judge to be no small work, nor to bring its benefit for a little while. That your learnedness both perceives these things and desires that someone should arise to give this help, I know well; and if ever God grants me to come to the same place as your refinement, I shall clearly learn more about the things I ought to care for. For now, from much ignorance, I cannot even recognize how many things I lack.
πλήν γε ὅτι οὐδὲν μετεμέλησέ μοι τῆς πρώτης ὁρμῆς, οὐδὲ ὀκλάζει μου ἡ ψυχὴ πρὸς τὸν σκοπὸν τοῦ κατὰ Θεὸν βίου, ὅπερ ἠγωνίασας ἐπ' ἐμοί, καλῶς καὶ προσηκόντως ἑαυτῷ ποιῶν, μήποτε στραφεὶς εἰς τὰ ὀπίσω στήλη γένωμαι ἁλός, ὅπερ γυνή τις ἔπαθεν, ὥσπερ ἀκούω. ἀλλ' ἔτι μέν με καὶ αἱ ἔξωθεν ἀρχαὶ
συστέλλουσιν, ὥσπερ λειποτάκτην τινὰ τῶν ἀρχόντων ἀναζητούντων. ἐπέχει δέ με μάλιστα ἡ ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα. Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης, καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι. ἐγὼ γὰρ νομίζω, εἰ μὴ πάντη ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς τὸν Κύριον ἄγουσαν, καὶ πάντας τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι. ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι καὶ μὴ μετὰ σοῦ ζῇν καὶ μετὰ σοῦ δουλεύειν Θεῷ, ᾧ κοινῇ προσεφύγομεν; τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται, ὁ δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ δηλονότι, εἴπερ οὖν ἄξιος καὶ ὁ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι. ἀνέγνων γάρ που ἐν Ψαλμοῖς, ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους. ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν. οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ τὸ κέρδος φέρουσαν.
Except that I have not repented of my first impulse, nor does my soul falter toward the goal of the life according to God—which was your anxiety on my behalf, and you did well and fittingly for yourself—lest perhaps, turning back, I become a pillar of salt, which a certain woman suffered, as I hear. But still the external authorities constrain me, as though they were searching for some deserter among the rulers. And most of all my own heart holds me back, testifying to itself those things which I have said. But since you mentioned agreements and promised to bring an accusation, you made me laugh in this dejection of mine, because you are still a rhetorician and do not depart from your cleverness. For I think—unless I am entirely mistaken as an unlearned man from the truth—that there is one road leading to the Lord, and that all who journey to him accompany one another and walk according to one covenant of life. So where can I go to be separated from you and not live with you and serve with you the God to whom we have fled together? For our bodies will be separated by places, but the eye of God surely watches over both of us together—if indeed my life too is worthy to be overseen by the eyes of God. For I have read somewhere in the Psalms that the eyes of the Lord are upon the righteous. For I pray to be with you in body, and with everyone who chooses as you do, and every night and day to bend the knees with you to our Father who is in the heavens, and with anyone else who worthily calls upon God. For I know that fellowship in prayers brings great profit.
ἐὰν δέ, ὁσάκις ὑπάρξῃ μοι ἐν διαφόρῳ γωνιδίῳ παρερριμμένῳ στενάζειν, ἀκολουθήσει μοι πάντως τὸ ψεύδεσθαι, μάχεσθαι μὲν πρὸς τὸν λόγον οὐκ ἔχω, ἤδη δὲ ὡς ψεύστου ἐμαυτὸν κατακρίνω, εἴ τι τοιοῦτον κατὰ τὴν παλαιὰν ἀδιαφορίαν ἐφθεγξάμην, ὅ με τῷ κρίματι τοῦ ψεύδους ὑπόδικον καθιστᾷ. Γενόμενος δὲ πλησίον Καισαρείας, ὥστε γνωρίσαι τὰ πράγματα, καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν προσέταξεν ἡμῖν ἡ λογιότης σου. καὶ ἃ μὲν ἀπεκρίνατο, οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρ' ἡμῶν δυνατόν, καὶ ἐπιστολῆς ὑπερβαίνει μέτρον· ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι τὴν κτῆσιν. καὶ παρείχετο ἡμῖν ἐκ τοῦ εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μέν, ὡς Ἰωάννου τοῦ βαπτιστοῦ εἰπόντος· ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· ἑτέραν δέ, ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος, μὴ ἔχειν δύο χιτῶνας. προσετίθει δὲ τούτοις καὶ τό· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν· ὅτι ὁ ἔμπορος ὁ εὑρὼν τὸν πολύτιμον μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. προσετίθει δὲ τούτοις, ὅτι οὐδὲ ἑαυτῷ τινα ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ. καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο.
But if, whenever it falls to me to groan in some scattered corner, falsehood will inevitably follow me—I cannot fight against the argument, yet I already condemn myself as a liar, if I ever uttered anything of that sort in my former indifference, which makes me liable to the judgment of falsehood. And having come near Caesarea, so as to learn the facts, yet not enduring to put in at the city itself, I took refuge at the poorhouse nearby, so as to learn there about the things I wished. Then, when the most God-beloved bishop had arrived according to custom, I reported to him the matters your learnedness enjoined on us. And what he answered it is neither possible for us to keep in memory, and it exceeds the measure of a letter; but in summary, concerning poverty he said that the measure is this: that each should reduce his possession to the last tunic. And he furnished us proofs from the Gospel: one, as John the Baptist said, "Let him who has two tunics share with him who has none"; another, as the Lord forbade the disciples to have two tunics. And he added to these also this: "If you wish to be perfect, go, sell your possessions, and give to the poor." He said also that the parable of the pearl contributes to this: that the merchant who found the precious pearl went and sold all that he had and bought it. And he added to these that one ought not to entrust the distribution of money even to himself, but to the one entrusted with administering the affairs of the poor. And this he confirmed from the Acts.
ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς, φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ παρ' ἐκείνων διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε, καὶ παρ' αὐτοῦ λήψεται τὸν μισθόν. ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ προσέρριψε κυνί, φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν. Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθ' ἡμέραν, ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος· πλὴν ἀλλ' ἐβουλόμην παρ' αὐτοῦ ἐκείνου σε μαθεῖν. ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. ηὐχόμην δὲ μετὰ σοῦ ποτε καταλαβεῖν αὐτόν, ἵνα τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα, καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. ἐκείνου γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῇν τὸν χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμη-σας τῆς συντυχίας τοῦ ἐπισκόπου, οὔτ' ἂν ἐμοὶ
that, selling their possessions, they brought them and laid them at the feet of the apostles, and by them it was distributed to each one according as anyone had need. For he said that discernment of the one who truly is in need and of the one who asks out of greed requires experience. And the one who gives to the afflicted has given to the Lord, and from him he will receive the reward. But the one who provides for the vagrant has thrown it to every dog, burdensome indeed because of his shamelessness, but not pitiable because of his want. And concerning how we ought to live each day, I have already spoken a few things, as is fitting to the greatness of the subject; nevertheless I wished you to learn from that man himself. For it is not reasonable that I should obscure the exactness of his teachings. And I prayed that I might once meet him together with you, so that, having carefully preserved what was said in memory, you might also discover what is lacking by your own understanding. For I remember from the many things I heard from him that the teaching about how a Christian ought to live needs not so much discourse as daily example. And I know that, if the bond of caring for your aged father did not hold you back, you would not yourself have preferred anything else to the meeting with the bishop, nor would you have
συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι ἀναχωρεῖν αὐτοῦ καὶ περιτυγχάνειν ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσιν αὐτῷ δυναμένῳ.
173 {Πρὸς κανονικὴν Θεοδώραν.} 1 Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν πάντως ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους· καὶ μάλιστα νῦν οὕτω τεταραγμένων τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. διόπερ ἀναμένω τρόπον τινὰ μεμφθῆναι καὶ ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. καὶ γράφοντες μέντοι καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν, φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου, καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντα τῇ ἐπαγγελίᾳ τὰ ἐφεξῆς ἐπαγαγεῖν. τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν παντός, τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν, καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾷν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται·
You advised me, having left this behind, to wander into the wilderness. For the caves and the rocks await us, but the benefits that come from men do not always remain with us. So, if you accept my advice, you will persuade your father to allow you for a little while to withdraw from him and to meet a man who is both from the experience of others and from his own understanding knowledgeable in many things and able to provide for those who come to him.
To the Canonical Theodora. 1 It makes us sluggish in writing that we are not persuaded our letters will by all means be delivered to your love, but by the malice of those who serve, they meet with countless others first—and especially now, when the affairs of the world are so disturbed. Therefore I wait, in a manner of speaking, to be blamed and to have my letters demanded by force, so as to use this very thing as proof of their delivery. And yet, whether writing or keeping silent, we have one task in our hearts: to preserve the memory of your orderliness, and to pray to the Lord to grant you to complete the course of your good conduct just as you have chosen. For in truth it is no small struggle, having confessed the promise, to bring the things that follow in its train. For to choose the conduct according to the gospel is everyone's, but to carry out the observance even to the smallest details, and to overlook nothing of what is written there—this has been achieved by very few of those who have come to our knowledge.
ὥστε καὶ γλώσσῃ πεπαιδευμένῃ κεχρῆσθαι καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ εὐαγγελίου, καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως, καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει τῶν ἀναγκαίων ἀπέριττον. ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα, ἐπ' αὐτῆς τῆς ἀληθείας εὑρήκαμεν. καὶ μὴν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι, μήτε, εἴ τι ἐκ φύσεως ἐνυπάρχει ἡμῖν πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι, μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου. τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ τοῦ φρονήματος καταβεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας, τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἐπιλειπούσης ἡμᾶς τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπ' αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.
So as to use a trained tongue and a disciplined eye according to the will of the gospel, and to work with our hands according to the aim of well-pleasing, and to move our feet and use each of our members as our Creator arranged from the beginning: modesty in dress, guardedness in encounters with men, self-sufficiency in foods, simplicity in the possession of necessities. All these things, when spoken of simply and in passing, seem small, but we have found in truth itself that they require a great struggle to be achieved rightly. Indeed, also perfection in humility—so as neither to recall the distinction of ancestors, nor to be lifted up by any natural advantage we possess, whether of body or of soul, nor to make the external opinions held about us an occasion for pride and inflation—these things belong to the gospel life. Vigor in self-control, diligence in prayers, compassion in brotherly love, generosity toward the needy, a humbled mind, contrition of heart, soundness of faith, evenness in a somber countenance, with the thought of the fearful and inexorable judgment never failing us—toward which we all hasten, but few remember it and are anxious about their departure from it.