khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:1 · narrative
Source
Ὥστε μὴ ἐκ τῆς ἀνθρωπίνης–ἄνευ τινὸς προσθήκης καὶ ὁρισμοῦ. ο 1, Οὐ γὰρ δὴ μεταβολὴν τοῦ λόγου τολμήσει τις εἰς σάρκα γεγενημένην ἀκοῦσαι, τὸ δὲ σκηνῶσαι αὐτὸν ἐν ἡμῖν τὸ μετὰ ἀνθρώπων ἐστὶ κατοικῆσαι. ο 1, Γεγονέναι δ' ἄν τις νοήσειε καὶ τὸ ὑπάρξαι, καθ' ὃ καὶ ἡ τοῦ προφήτου λέξις εἶχε τὸ “ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός” διὸ καὶ κάλλιστα ἐπήγαγεν εὐθύς, ὅτι πρῶτός μου ἦν, τῷ γέγονε τὸ ἦν ἐπισυνάψας ὡς ἂν μὴ νομισθείη καὶ ἐπ' αὐτοῦ παραπλησίως εἰρῆσθαι τὸ γέγονεν, ὥσπερ ἐπὶ τῶν γενητῶν ἅπερ οὐκ ἦν πρὸ τοῦ γεγονέναι. ὁ δὲ ἦν, φησίν, πρῶτός μου ἀεὶ δηλονότι τὸ εἶναι ἔχων κατὰ τὴν θεότητα οὔποτε
ἀρχόμενον ὥσπερ οὐδὲ λῆγον. 4 1 ο 1, 19 21 Προείρηκεν ὁ εὐαγγελιστὴς τὴν Ἰωάννου μαρτυρίαν ἀναμεμιγμένην τῇ παρ' ἑαυτοῦ, ἐξη γητικῶς δὲ νῦν ἤδη διέξεισιν αὐτὴν ἐφ' ἑαυτῆς ὥσπερ ἐπαναλαμβάνων ἐν τῷ λέγειν καὶ αὕτη ἐστὶν ἡ μαρτυρία Ἰωάννου, ἣν ἄρτι ἔλε γεν μαρτυρεῖν αὐτὸν περὶ αὐτοῦ καὶ κεκραγέναι ἄνωθεν ἐρχόμενον, ὅπως ἐλήλυθεν εἰς τὸ μαρτυ ρεῖν ὁ πρόδρομος τῷ κυρίῳ. Ἰουδαῖοι, φησίν, ἀπέστειλαν ἐκ τῶν δοκιμωτάτων παρ' ἑαυ τοῖς ἐπιλεξάμενοι τοὺς ἐρωτήσοντας αὐτὸν ὅστις εἴη δηλονότι τὴν ἐκ πα τέρων ἔχοντες προσδο κίαν τοῦ ἐρχομένου σω τῆρος. ἡμάρτανον δὲ διαιροῦντες ἀπὸ Χριστοῦ τὸν προφήτην. ὁ δὲ βαπτιστὴς καλῶς ἀπεκρίνατο μὴ εἶναι ὁ προφήτης ταὐτὸ λέγων, ὃ καὶ πρῶτον ἀπε κρίνατο φάσκων οὐκ εἰμὶ ὁ Χριστός, εἰ καὶ σαφῶς οὐκ ἐδίδασκεν αὐτούς, ὅτι ταὐτὸ εἴη ὁ Χριστὸς καὶ ὁ προ φήτης.
English
So as not to be from human [origin]—without any addition or definition. 1. For no one will dare to understand a change of the Word into flesh that has come to be, but his dwelling among us is his residing with men. 1. And one might understand that "to have come to be" also means "to exist," in accordance with which the prophet's utterance also had the phrase "before me no other god came to be"; therefore he also most excellently added immediately that "he was first of me," joining "he was" to "came to be," so that it might not be thought that "came to be" was said in a similar way in his case too, as in the case of created things which did not exist before they came to be. But he was, he says, first of me, always evidently having his being according to the divinity, never beginning just as not ending either. 4.1.19–21. The evangelist has previously mentioned the testimony of John mixed with his own, and now he sets it out distinctly by itself, as it were resuming, in saying "and this is the testimony of John," which he had just been saying—that he testified concerning him and cried out as he came from above, how the forerunner came to testify to the Lord. The Jews, he says, sent men chosen from the most esteemed among them to question him as to who he was, evidently having from their fathers the expectation of the coming Savior. But they erred in separating the prophet from Christ. And the Baptist answered well that he was not the prophet, saying the same thing which he also first answered when he said, "I am not the Christ," even if he did not clearly teach them that the Christ and the prophet were the same.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:2 · narrative
Source
Ἀπέστειλαν, φησίν, οἱ Ἰουδαῖοι ἐκ τῶν δοκιμωτάτων παρ' αὐτοῖς ἐπιλεξάμενοι τοὺς ἐρωτήσοντας αὐτὸν ὅστις εἴη δηλονότι τὴν ἐκ πα τέρων ἔχοντες προσδο κίαν τοῦ ἐρχομένου σω τῆρος καὶ τῇ τοιαύτῃ προσδοκίᾳ πρὸς ὑπόνοιαν αὖθις ἀνακινούμενοι, ὁ πότε τι ξένον καὶ παρά δοξον ἴδοιεν, μήποτε ἄρα τοῦτο εἴη τὸ ἐλπιζόμενον. ξένος δὴ ὁ τοῦ Ἰωάν νου βίος ὢν καὶ ἅγιος εἰς ἐπίστασιν καὶ ζήτησιν ἤγαγεν αὐτούς, τίς ποτε ἄρα οὗτος εἴη καὶ μήποτε ὁ προσδοκώμενος. ὁ δέ, φησίν, ὡμο λόγησεν εὐθὺς καὶ οὐκ ἀπέκρυψε τὸ ἀληθές, ὅτι οὐκ εἰμὶ ὁ Χριστός. οἱ δὲ δεύτερον ἠρώτων, εἰ Ἠλίας τυγχάνοι· καὶ γὰρ δὴ Μαλαχίας ἐλεύσεσθαι Ἠλίαν προείρηκεν. ὁ δὲ Ἰωάννης εἶπεν οὔ· καὶ γὰρ οὐκ ἦν Ἠλίας κατὰ τὴν ἰδίαν φύσιν, εἰ καὶ τοῦ πνεύματος ἐκοινώνει. τελευταίαν ἐρώτησιν αὐτῶν προτείνουσιν· ὁ προφή της εἶ σύ. ὁ βαπτιστὴς οὖν ἀπεκρίνατο μὴ εἶναι ὁ προφήτης ταὐτὸ λέγων, ὃ καὶ πρῶτον ἀπε κρίνατο φάσκων οὐκ εἰμὶ ὁ Χριστός, εἰ καὶ σαφῶς οὐκ ἐδίδασκεν αὐτούς, ὅτι ταὐτό ἐστιν ὁ Χριστὸς καὶ προ φήτης. Ἀπέστειλαν, φησίν, οἱ Ἰουδαῖοι ἐκ τῶν δοκιμωτάτων παρ' αὐτοῖς ἐπιλεξάμενοι τοὺς ἐρωτήσοντας αὐτὸν ὅστις εἴη δηλονότι τὴν ἐκ πα τέρων ἔχοντες προσδο κίαν τοῦ ἐρχομένου σω τῆρος καὶ τῇ τοιαύτῃ προσδοκίᾳ πρὸς ὑπόνοιαν αὖθις ἀνακινούμενοι, ὁ πότε τι ξένον καὶ παρά δοξον ἴδοιεν, μήποτε ἄρα τοῦτο εἴη τὸ ἐλπιζόμενον. ξένος δὴ ὁ τοῦ Ἰωάννου βίος ὢν καὶ ἅγιος εἰς ἐπίστασιν καὶ ζήτησιν ἤγαγεν αὐτούς, τίς ποτε ἄρα οὗτος εἴη καὶ μήποτε ὁ προσδοκώ μενος. ὁ δέ, φησίν, ὡμο λόγησεν εὐθὺς καὶ οὐκ ἀπέκρυψε τὸ ἀληθές, ὅτι μὴ εἴη ὁ Χριστός.
English
They sent, he says, the Jews, having chosen from among those most esteemed among them those who would question him as to who he was—clearly possessing the expectation from the fathers concerning the coming Savior, and by such expectation being stirred up again to suspicion whenever they saw something strange and unexpected, wondering whether perhaps this might be the one hoped for. For the strange and holy life of John led them to inquiry and questioning as to who he might be and whether perhaps he was the expected one. But he, he says, confessed at once and did not hide the truth, that he was not the Christ. And they asked a second time whether he happened to be Elijah; for indeed Malachi had foretold that Elijah would come. But John said no; for he was not Elijah according to his own nature, even if he shared in the spirit. They put forward their final question: Are you the prophet? The Baptist therefore answered that he was not the prophet, saying the same thing as he had also answered first when he said, I am not the Christ, even if he did not clearly teach them that the Christ and the prophet are the same. They sent, he says, the Jews, having chosen from among those most esteemed among them those who would question him as to who he was—clearly possessing the expectation from the fathers concerning the coming Savior, and by such expectation being stirred up again to suspicion whenever they saw something strange and unexpected, wondering whether perhaps this might be the one hoped for. For the strange and holy life of John led them to inquiry and questioning as to who he might be and whether perhaps he was the expected one. But he, he says, confessed at once and did not hide the truth, that he was not the Christ.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:3 · narrative
Source
οἱ δὲ δεύτερον ἠρώτων, εἰ Ἠλίας ὢν τυγχάνοι· καὶ γὰρ δὴ καὶ αὐτὸς ἥξειν προείρητο διὰ Μαλαχίου τοῦ προφήτου σαφῶς λέ γοντος· “ἰδοὺ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην” καὶ μέχρι μὲν τού του ταῖς ὑπονοίαις οὐκ ἐσφάλλοντο προσδοκῶν τες Ἠλίαν τε καὶ Χρι στόν. ὡς δὲ ἀπέφησεν Ἰωάννης μηδὲ Ἠλίας εἶναι καὶ γὰρ οὐκ ἦν Ἠλίας κατὰ τὴν ἰδίαν φύσιν, εἰ καὶ τοῦ πνεύματος
ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των εἰ ὁ προφήτης ἐστίν, ἕτερόν τι παρὰ τὸν προφήτην οἰόμενοι τὸν Χριστόν. ἐκεῖνοι μὲν οὖν ἡμάρτανον διαιροῦντες ἀπὸ Χριστοῦ τὸν προφή την. ὁ δὲ βαπτιστὴς κα λῶς ἀπεκρίνατο μὴ εἶναι ὁ προφήτης ταὐτὸ λέγων, ὃ καὶ πρῶτον ἀπε κρίνατο φάσκων οὐκ εἰμὶ ὁ Χριστός, εἰ καὶ σαφῶς οὐκ ἐδίδασκεν αὐ τούς, ὅτι ταὐτό ἐστιν ὁ Χριστὸς
καὶ ὁ προφήτης. ο 1, 25 27 Κωλυτικῶς λέγουσι τῷ Ἰωάννῃ τὸ τί οὖν βαπτίζεις, εἰ μὴ τάδε τυγχάνεις οὐκ εἰδότες, ὅτι οὐδὲ ὁ Χριστὸς αὐτὸς ὢν ὁ προφήτης ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ. Ἠλίας τε ἐπὶ τοῦ Ἀχαὰβ οὐδὲ τὰ τοῦ θυσιαστηρίου ξύλα δεόμενα λουτροῦ ἐβάπτισεν, τοῖς δὲ ἱερεῦσιν τοῦτο ποιεῖν προσέταξεν. πρὸς μὲν οὖν τὸ τί οὖν βαπτίζεις παρίστησιν ὁ Ἰωάννης τὸ ἴδιον βάπτισμα σωματικόν, πρὸς δὲ τὸ εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς δοξολογίαν τῆς προηγουμένης οὐσίας Χριστοῦ λέγων, ὅτι ἀόρατός ἐστι τῇ θεότητι παρὼν παντὶ τῷ κόσμῳ.
English
But they asked a second time whether he happened to be Elijah; for indeed he too had been foretold to come through Malachi the prophet, who says clearly: "Behold, I send you Elijah the Tishbite." And up to this point they were not mistaken in their suppositions, expecting both Elijah and the Christ. But when John declared that he was not Elijah—for he was not Elijah by his own nature, even if he shared in the Spirit and for this reason was called Elijah by the Lord—they put to him a last, mistaken question, again asking him this, which they had also asked first, whether he was the prophet, supposing the Christ to be someone other than the prophet. They therefore erred in separating the prophet from the Christ. But the Baptist answered well that he was not the prophet, saying the same thing that he had also answered first when he said, "I am not the Christ," even if he did not clearly teach them that the Christ and the prophet are the same.
John 1:25-27. They say to John in a restrictive manner, "Why then do you baptize, if you are not these?"—not knowing that not even the Christ himself, being the prophet, baptized, but his disciples. And Elijah in the time of Ahab did not baptize even the wood of the altar that needed washing, but commanded the priests to do this. In answer, then, to "Why then do you baptize?" John sets forth his own baptism as bodily; and in answer to "if you are not the Christ," he speaks the glorification of the pre-eminent essence of Christ, saying that he is invisible in his divinity, present to the whole world.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:4 · narrative
Source
ἐλέγχει τε αὐτῶν τὴν εὐτελῆ περὶ Χριστοῦ ὑπόληψιν καὶ ἑνοῖ τὸν “ἐν ἀρχῇ” λόγον τῇ ἐνανθρωπήσει αὐτοῦ συνάπτων τὸ ὃν ὑμεῖς οὐκ οἴδατε τῷ ὀπίσω μου ἐρχόμενος, τήν τε ὑπεροχὴν Χριστοῦ πρὸς ἑαυτὸν δηλοῖ διὰ τοῦ οὐκ εἰμὶ ἄξιος, μέσος δ' ἂν εἴη τοῦ παντὸς κόσμου, οὗ διήκει κατὰ τὰς λογικὰς φύσεις, ἢ ἡμῶν, ὧν ἐν μέσῳ τὸ ἡγεμονικόν, ἔνθα καὶ ὁ ἐν ἑκάστῳ λόγος. εἰ δὲ τὸ μέσος ὑμῶν ἕστηκεν οὐκ αἰσθητόν, οὐδὲ τὸ ὀπίσω μου ἐρχόμενος. εἰπὼν δὲ τὰ περὶ τῆς οὐσίας τοῦ λόγου συνάπτει καὶ τὰ τῆς ἐπιδημίας ὀπίσω αὐτοῦ ἐρχόμενον αὐτὸν εἰπών.
6 ο 2, Οὐκ ὀξέως ὁ κύριος εἰς τὴν ἐν φανερῷ τῶν σημείων κατεργασίαν χωρεῖ, ἐπεὶ μηδὲ εἰς ἐμφανὲς ἤδη κηρύττειν μηδὲ εἰς τὸ κοινὸν ἤδη διδασκάλου τάξιν ἀνείληφεν· προσιόντας γὰρ ὡς διδασκάλῳ καὶ μεταδιώκοντας ὡς σωτῆρα τυγχάνειν τῶν ἰάσεων ἐχρῆν, ὅτι καὶ πρέπει τὸν δεόμενον ἐπὶ τὸ πληρωτικὸν τῆς ἐνδείας χωρεῖν. λέγει τοίνυν μὴ παρεῖναι τὴν ὥραν αὐτοῦ τὴν εἰς τὰ σημεῖα τὴν
English
He refutes their lowly opinion concerning Christ and unites the Word “in the beginning” by joining it to his incarnation—the one “whom you do not know” to “the one coming after me”—and he shows Christ’s superiority to himself through “I am not worthy,” and he would be in the midst of the whole world, which he pervades according to rational natures, or of us, in the midst of whom is the governing principle, where also is the word in each one. But if “in your midst he stands” is not perceptible, neither is “the one coming after me.” And having spoken the things concerning the substance of the Word, he joins also the things of his visitation, calling him “the one coming after him.”
6. The Lord does not proceed quickly to the outward working of signs, since he was not yet proclaiming openly nor had he yet assumed the rank of teacher for the public; for it was necessary that those who approached as to a teacher and pursued as to a savior obtain healings, because it is fitting that the one in need proceed to that which fills his lack. He says, then, that his hour for the signs is not present—the hour for the
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:5 · narrative
Source
κατὰ λόγον δηλαδὴ καὶ κατὰ τὸ πρέπον. ο 2, 4 5 Οἶδεν ἡ μήτηρ πειθήνιον ὡς υἱὸν αὐτῇ γινόμενον τὸν κύριον. καὶ δὴ καὶ ἡ ἀπόκρισις τοῦτο ἐπεδείξατο τί ἐμοὶ καὶ σοί, γύναι· ὡς γὰρ δυσωπεῖν δυνάμενος τοῦτο ἀπεκρίνατο, οἷον ἦν τὸ τοῦ θεοῦ πρὸς Μωυσέα· “ἔασόν με” ὡς δυνάμενον δηλαδὴ δυσωπῆσαι καὶ πεῖσαι. εἰδυῖα δὴ καὶ πιστικῶς πρὸς αὐτὴν διακείμενον καὶ ἐκ τῆς ἀποκρίσεως ὁρῶσα πρὸς τὴν ἀξίωσιν
ἐγγὺς ἐπι νεύοντα τοῖς διακόνοις ἐπιτάττει ποιεῖν ὃ κελεύει. ο 2, 13 16 Κατ' ἀλληγορίαν τοὺς δι' αἰσχροκέρδειαν ἐληλυθότας ἐπὶ τὸ τοκίζειν τὰ τοῦ θεοῦ λόγου ὄντα ἀργύριον, ἔτι μὴν καὶ πωλοῦντας τὰ τοῦ πνεύματος χαρίσματα περιστερὰς ὠνομασμένα διὰ τὸ οἰκειότητα ἔχειν πρὸς τὸ καταβὰν ἐν εἴδει περιστερᾶς ἐπὶ τοῦ σωτῆρος ἅγιον πνεῦμα ἐκβάλλει τῆς τοῦ θεοῦ ἐκκλησίας. εὖ δὲ καὶ τὸ εἰπεῖν ἐκ σχοινίων ὑπὸ τοῦ Ἰησοῦ τὸ φραγέλλιον γεγονέναι, ᾧ πάντας ἐδίωξεν· ἐπειδὴ γὰρ δι' ὧν πλέκει τις τὸ σχοινίον, ἐν τῷ ἁμαρτάνειν κολάζεται. εἰκότως τοῦτο γέγραπται· σχοινία γὰρ τὰ ἁμαρτή ματα λέγεται.
English
According to reason, that is, and according to what is fitting. The mother knew the Lord as a son who was becoming obedient to her. And indeed the answer showed this: "What is it to me and to you, woman?" For as one able to be entreated, he answered this way—just as was the word of God to Moses: "Let me alone," as one able, that is, to be entreated and persuaded. Knowing, then, that he was also faithfully disposed toward her, and seeing from the answer that he was already inclining toward her request, she commands the servants to do whatever he bids. Allegorically, those who have come through shameful greed to lend at interest the silver that belongs to the word of God, and moreover who sell the gifts of the Spirit—called "doves" because of their affinity to the Holy Spirit that descended in the form of a dove upon the Savior—he casts out of the church of God. Well also is it said that the whip was made by Jesus from cords, with which he drove them all out; for since by the things with which one plaits a cord, one is punished in sinning, this was reasonably written; for sins are called cords.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:6 · narrative
Source
9 ο 3, Ἀναβιβάζει πρὸς τὴν ἀληθινὴν αὐτὸν ἔννοιαν ὁ κύριος τῇ χάριτι τὴν ἀναγέννησιν ἀνατιθείς, ἥτις ἐπιτελεῖται δι' ὑπουργίας μὲν ὕδατος τὸ σῶμα καθαίροντος ἀπὸ τῶν ἀνθρωπίνων καὶ τῶν ἐκ κακίας ῥύπων, δι' ἐνεργείας δὲ πνεύματος τὴν ψυχὴν ἁγιάζοντος καὶ πληροῦντος θεότητι, οὗ δὴ κατοικήσαντος νῦν ἐν ἡμῖν ὥσπερ ἀρραβῶνός τινος καὶ ἀπαρχῆς, ἡ τελείως ἥξει βασιλεία τοῦ θεοῦ
πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. ο 3, Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. ο 3, Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντες τὸ σκότος ὑπὲρ τὸ φῶς· οὐ γὰρ δι' ἄγνοιαν οὐ πιστεύουσι τῷ Χριστῷ, ἀλλὰ διὰ τὸ θέλειν φαῦλα πράσσειν, ἅπερ ἡ Χριστοῦ διδασκαλία οὐ παραδέχεται. ὅταν οὖν ἀκούσωμεν, ὅτι “οὐκ ἠδύναντο πιστεύειν”, μὴ φύσεως ἐννοήσωμεν δύναμιν ἢ ἄλλου τινὸς ἐπικράτειαν, ἀλλὰ τὸν αὐτοδέσποτον λογισμὸν τὸν καταδουλώσαντα ἑαυτὸν τοῖς πάθεσι τοῖς ἀσέμνοις καὶ μὴ θέλοντα τῆς κακίστης ἀποστῆναι συνηθείας· οὗτοι γὰρ ἐπι γινώσκουσι μὲν τὸ φῶς, οὐκ ἔρχονται δὲ πρὸς αὐτό, ἵνα μὴ ἐλεγχθῇ ἡ ὑπό κρισις αὐτῶν τῶν λεγόντων εἰδέναι θεόν, ἔργοις δὲ αὐτὸν ἀρνουμένων. ο 3,
English
The Lord, by grace, leads him up to the true understanding, attributing regeneration to grace—a regeneration that is accomplished through the ministry of water, which cleanses the body from human stains and those that come from evil, and through the energy of the Spirit, which sanctifies the soul and fills it with divinity. Since the Spirit has now dwelt in us as a kind of pledge and firstfruits, the kingdom of God will come perfectly, being a fullness of divinity in us. The light came of itself, with no one having labored to find it. Those who loved darkness rather than the light are without excuse; for it is not through ignorance that they do not believe in Christ, but because they wish to practice base deeds, which the teaching of Christ does not accept. When, then, we hear that "they could not believe," let us not think of a power of nature or the domination of something else, but of the self-sovereign reasoning that has enslaved itself to shameful passions and does not wish to depart from the most wicked habit. For these know the light but do not come to it, lest their hypocrisy be exposed—of those who say they know God but deny him by their deeds.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:7 · narrative
Source
32 33 Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται ὅ τε πιστεύων, ὅ τε ἀπιστῶν, ἐκείνῳ καὶ πιστεύει καὶ ἀπιστεῖ. τὸ δὲ ἐσφράγισεν ἀντὶ τοῦ ἔδειξεν.
17 ο 4, 13 16 Τοῦτο, φησίν, τὸ αἰσθητὸν ὕδωρ πρὸς ὀλίγον ἰάσεται τὴν δίψαν, τὸ δὲ ἀόρατον, καθάπερ ἀπαλλάττει τοῦ διψᾶν, οὐκέτι ζωῆς ἐνδεεῖς καταλιμπάνει τοὺς ἀνθρώπους· πηγάζει γὰρ αὐτοῖς ἀφθαρσίαν. τοῦτο δέ, ὅτι πνεῦμα ἅγιον δωρεὰν ἐπαγγέλλεται διὰ τῶν ἑξῆς δῆλόν ἐστιν. ἔχει τοίνυν τὸ λεγόμενον ὕδατος πνευματικοῦ πρὸς ὕδωρ σωματικὸν ἀντεξέτασιν, ἀλλὰ καὶ τῆς τοῦ πνεύματος δωρεᾶς πρὸς τὴν τοῦ νόμου διδασκαλίαν· ὁ μὲν γὰρ ἦν διὰ γραμμάτων μαθή σεως, ὧν ἀεὶ διὰ τὴν λήθην ὁ ἄνθρωπος δεῖται, πνεῦμα δὲ σοφίας, ἣ παρα γένοιτο διηνεκῶς, τὴν χορηγίαν ἐπιδίδωσιν· τούτων ἀκούσασα ἡ Σαμαρεῖτις ἔμεινεν ἐπὶ τῆς σωματικῆς ἐννοίας καὶ τὰ μικρὰ μεγάλα περινοοῦσα τῶν μεγάλων ἀνεπαίσθητος ἔμεινεν. ἀλλ' ὁ κύριος ἄχρι μὲν τούτων πρὸς τὴν γυναῖκα προοιμιάσατο, ἐπαγαγέσθαι δὲ τὸ τῶν Σαμαρειτῶν ἔθνος βουλόμενος ἐπισυνάπτει τῷ πρὸς ἐκείνην λόγῳ τὴν τοῦ ἀνδρὸς κλῆσιν. ἐν ᾧ δείκνυται πρὸς ἐπίγνωσιν λόγου καλλίων ἀνδρὸς φύσις καὶ ἐπιτηδειοτέρα που τῆς γυναικὸς οὐκ ἐφικομένης τῶν πνευματικῶν τοῦ κυρίου διδασκαλιῶν. ο Δηλοῦσιν, ὅτι τὰς διακονίας τῶν προσφερόντων ἐδέχετο, καίτοι δυνατὸς ὢν τρέφειν καὶ μὴ τρέφεσθαι· εὐεργεσία γὰρ μεγίστη τὸ τρέφειν Χριστόν, ἧς οὐκ ἐφθόνει τοῖς βουλομένοις. διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν.
English
Since, therefore, the things that belong to him are spoken both by the one who believes and by the one who does not believe, it is in him that both believes and does not believe. And “he has sealed” is used in place of “he has shown.”
This, he says, is the perceptible water that will heal thirst for a little while, but the invisible water, just as it frees from thirsting, no longer leaves human beings in need of life; for it wells up for them into incorruption. And that this is so is clear from what follows, because he promises the Holy Spirit as a gift. What is said, then, sets spiritual water in contrast with physical water, and also the gift of the Spirit in contrast with the teaching of the law. For the one was through the learning of letters, which man always needs because of forgetfulness, but the Spirit of wisdom, which may be present continually, grants the supply. The Samaritan woman, having heard these things, remained at the physical understanding and, thinking small things great, remained insensible to great things. But the Lord, having made a prelude to the woman up to this point, wishing to draw in the nation of the Samaritans, attaches to his discourse with her the calling of the man. In this it is shown that the nature of a man is more beautiful and in some way more suited for the knowledge of the word than that of a woman, since she had not reached the spiritual teachings of the Lord. They make clear that he received the ministries of those who offered, although he was able to feed and not be fed; for to feed Christ is the greatest benefaction, which he did not begrudge to those who wished it. Therefore he also appointed the same for the disciples.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:8 · narrative
Source
19 ο Τὸ τριακοστὸν καὶ ὄγδοον ἔτος τοῦ κειμένου παραλύτου σημαίνει κολά σεως χρόνον ἤδη συμπληρούμενον, ὅτι καὶ τεσσαράκοντα ἔτεσιν ὁ λαὸς ἐπὶ τῆς ἐρήμου δίκας ἐξέτισε καὶ τεσσαράκοντα ἡμέρας ἐπέσχεν ὁ κατακλυσμὸς καὶ πληγαῖς δὲ ὁ νόμος τεσσαράκοντα τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. ὁ τοίνυν κύριος ὑποτεμνόμενος τὸ πλῆρες τῆς κολάσεως ἔτει τριακοστοογδόῳ θεραπεύει τὸν ἄρρωστον, ὥσπερ καὶ τὰς νομικὰς κολάσεις ὑπετέμνετο διὰ τῆς χάριτος ἐγγὺς τοῦ κοσμικοῦ χρόνου πεπληρωμένου. ο Εἶτα ἐπειδή φησιν ὑμεῖς τὴν παρ' ἀλλήλων δόξαν ζητεῖτε καὶ τὴν παρὰ θεοῦ οὐ ζητεῖτε, οὐ δύνασθε ἐλθεῖν πρός με. τοῦτο δέ φησιν ἐλέγχων τῶν διανοιῶν τὰ κεκρυμμένα καὶ τῆς ἀπιστίας τὴν αἰτίαν λέγων· ἄρχοντες μὲν γὰρ τὴν ἀπὸ λαῶν εὐδοκίμησιν μεταδιώκοντες, λαοὶ δὲ τὴν παρὰ τοῖς ἄρχουσι τιμὴν ἀγαπῶντες ἀφίστασθε τῆς πίστεως τῆς εἰς ἐμέ, οἱ μέν, ἵνα μὴ τὴν δόξαν ἐλαττωθεῖεν τὴν ἐν ὑμῖν, ὑμεῖς δέ, ἵνα μὴ τὴν παρ' ἐκείνοις τιμὴν ἀποβάλητε.
English
The thirty-eighth year of the paralytic in the text signifies the time of punishment already being completed, because the people also paid the penalty for forty years in the wilderness, and the flood stayed for forty days, and the law punished those who sinned with forty plagues. Therefore the Lord, cutting short the fullness of punishment, heals the sick man in the thirty-eighth year, just as he was also cutting short the legal punishments through grace when the worldly time was near its completion. Then, because he says, “You seek the glory that comes from one another and do not seek the glory that comes from God, you cannot come to me.” And he says this, exposing the hidden things of the thoughts and stating the cause of unbelief: for rulers, pursuing the good repute that comes from the peoples, and peoples, loving the honor that comes from rulers, you stand apart from faith in me—the former, so that the glory among you might not be diminished, and you, so that you might not lose the honor among them.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:9 · narrative
Source
23 ο ἅμα δὲ καὶ ἐπὶ πλείονας ἄγειν τὴν εὐεργεσίαν βουλόμενος οὐκ ἐπὶ
μιᾶς χώρας ἑδραῖος ἔμενεν. ο Τοῖς μαθηταῖς τὸ γεγενημένον σημεῖον
οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο “μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσει; ἤδη ὄψει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου”, ἀλλ' ἐνταῦθα πρᾴως πως καὶ ἡσυχίως ἀναπεσεῖν μόνον τοὺς ἀνθρώπους κελεύει καὶ λαβὼν τοὺς ἄρτους καὶ τοὺς ἰχθύας εὐχαριστεῖ ὡς ἐπὶ τροφαῖς ὑποκειμέναις καὶ ὡς ταύταις θρέψων ταύταις ἐπιδιδούς, ἐν τούτῳ δὲ τὰς οὐκ οὔσας ἐξεργαζόμενος. ο Μεθίστησι μὴ περὶ τὴν φθειρομένην ἐπτοῆσθαι τροφήν, ἀλλὰ τὴν εἰς αἰῶνα μένουσαν, ἥτις τρέφει ψυχήν. αὕτη δὲ ἦν ἡ πίστις ἡ ζωοποιὸς καθ' ἣν ἐξομοιοῦται πρὸς τὴν σάρκα τοῦ κυρίου τὴν ὑπὸ τοῦ πατρὸς ἐσφραγισμένην τῇ θείᾳ δυνάμει. ο Θεοῦ μὲν ἔργον ἐνταῦθα λέγεται τὸ ἀνῆκον εἰς θεόν. τοῦτο δὲ εἶναί φησιν ὁ κύριος τὴν πίστιν τὴν εἰς αὐτόν, ἔργον τὴν πίστιν ἀποφαίνων ἱερώτερόν τε καὶ τέλειον. διὸ καὶ ἄνευ τῶν ἀνθρωπίνων ἔργων εἰκότως δικαιοῖ τε καὶ ἁγιάζει ἅτε τὴν καλλίστην ἐνέργειαν ἔχον τῆς ψυχῆς, οὐκ ἀργίαν τινὰ καὶ ἀπραξίαν.28 ο Οὐκ ἔστιν ἀπολαῦσαι τοῦ λόγου τοῦ θεοῦ πρὸς αἰώνιον ζωήν, εἰ μὴ διὰ τῆς σαρκὸς αὐτοῦ· ἄχρι γὰρ οὐκ ἀνεμίγνυτο σαρκί, κατείχετο πᾶσα σὰρξ ὑπὸ θανάτου. νῦν δὲ ζωοποιὸς δέδοται σὰρξ τρέφουσα πᾶν τὸ ὁμογενὲς εἰς ζωὴν διὰ τῆς ἀνακραθείσης αὐτῇ δυνάμεως καὶ ταῖς μετεχούσαις σαρξὶν ἀνακιρνα μένης καθ' ὁμοίωσιν.
English
But at the same time, wishing to extend the benefaction to more people, he did not remain fixed in one place. The sign that had taken place he does not announce to the disciples by word, but demonstrates by deed; for this was fitting for the dispensation, not as it was said to Moses at that time, "Is the hand of the Lord not sufficient? Now you shall see whether my word will overtake you," but here he gently and quietly commands the people only to recline, and taking the loaves and the fish he gives thanks as over food set before him and as one who will feed them by giving these, and in this working out what did not exist. He moves them not to be frantic about corruptible food, but about that which remains for eternity, which feeds the soul. This was the life-giving faith by which one is made like the flesh of the Lord, sealed by the Father with divine power. Here the work of God is said to be that which belongs to God. The Lord says this is faith in him, declaring faith to be a work more sacred and perfect. Therefore also without human works he rightly justifies and sanctifies, as having the noblest activity of the soul, not some idleness and inactivity. It is not possible to enjoy the word of God unto eternal life except through his flesh; for until he was mingled with flesh, all flesh was held by death. But now life-giving flesh has been given, feeding everything of the same kind unto life through the power blended with it and blended into the flesh that partakes of it by likeness.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:10 · narrative
Source
ο Ἀληθής ἐστιν βρῶσις ἡ μὴ τῆς προσκαίρου καὶ ἀπολλυμένης ζωῆς ἐπίκουρος, ἀλλὰ τῆς αἰωνίου παρασκευαστική. αὕτη καὶ πόσις ἀληθινὴ ὡς ἂν μὴ πρὸς ὀλίγον ἐπαρκοῦσα τῷ δίψει, ἀλλ' εἰς ἀεὶ παρεχομένη τὸν ἐμφορηθέντα αὐτῆς καὶ ἀνεπιδεῆ καθιστῶσα καθάπερ καὶ πρὸς τὴν Σαμαρεῖτιν ὁ κύριος ἔλεγεν.
32 ο 7, 6 8 Ὁ μακαρίζων τοὺς πενθοῦντας ἐπὶ τοῦ παρόντος αἰῶνος ἀκόλουθα καὶ νυνὶ φθέγγεται, κοινόν τι καὶ εἰς ἅπαντας διαβαῖνον τοὺς ἁγίους ἐφ' ἑαυτοῦ λέγων, τὸ μὴ εἶναι καιρὸν ἑορτῆς ἡμῖν ἐν μέσῳ τῶν παρουσῶν θλίψεων, ἐν ὅσῳ κακία καταστρατεύεται καὶ ἀλήθεια παρὰ τοῖς πλείοσιν ἀθετεῖται καὶ θέλημα θεοῦ κατὰ γῆν οὐ κρατεῖ. διὰ δὲ ταῦτα μὴ εἶναι τὸν ἑαυτοῦ καιρὸν ὁ κύριος ἔλεγεν· οὐδὲ γὰρ οἷόν τε ἦν συνεορτάζειν πονηροῖς τὸν ἀγαθὸν οὐδὲ μισοῦσι τὸν μισούμενον. ο 7, Ὑμεῖς, φησίν, ἀνάβητε συνεορτάσαντες οἱ μηδὲ μισούμενοι μηδὲ φθο νούμενοι παρ' αὐτῶν. ἐγὼ δὲ οὐκ ἀναβήσομαι· ἕτερος γὰρ ὁ τῆς ἐμῆς ἑορτῆς καιρός, ὅτε δηλαδὴ κρατήσει τὸ ἀγαθὸν καταποθέντος τοῦ χείρονος καὶ τὸ πονηρὸν οὐδαμοῦ φανεῖται. ο 7, Ἐπὶ τοὺς πέντε ἄρτους ἀναφέρει ὅ φησιν ἢ ἐπὶ τὸ
English
The true food is not that which supports this temporary and perishable life, but that which prepares us for eternal life. This is also the true drink, since it does not satisfy thirst for a short time, but supplies it forever and renders the one who has drunk of it without need, just as the Lord also said to the Samaritan woman. He who blesses those who mourn in the present age speaks now in a manner consistent with this, saying on his own behalf something that is common and extends to all the saints: that we have no time for festival amid present afflictions, as long as wickedness wages war and truth is rejected by the majority and the will of God does not prevail on earth. For these reasons the Lord said that his own time had not yet come; for it was not possible for the good to celebrate together with the wicked, nor for one who is hated to celebrate with those who hate him. He says, "You go up and celebrate the festival, you who are neither hated nor envied by them. But I will not go up; for the time of my festival is different, namely when the good shall prevail, the worse being swallowed up, and evil shall appear nowhere." He refers this to the five loaves, or to the...
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:11 · narrative
Source
χωρὶς τοῦ πεπλευκέναι πέραν γεγονέναι. ο 7, 22 23 Βουλόμενος εἰσαγαγεῖν τὴν ἐν σαββάτῳ γινομένην περιτομὴν ἀρχὴν οὖσαν τῆς ἐλευθερίας τῆς ἀπὸ τοῦ σαββάτου ἀκριβείας καὶ τὸν περὶ τῆς περι τομῆς ποιεῖται λόγον. ὡς μηδὲ ταύτῃ βεβηλοῦσθαι τοὺς ἀνθρώπους δεικνύῃ φησὶν δὴ μάλιστα μὲν οὐδ' ἐκ τοῦ Μωυσέως εἶναι τὸ τῆς περιτομῆς ἔθος, ἀλλ' ἄνωθεν καὶ ἐκ τῶν πατέρων, ἐπειδήπερ ἐξ Ἀβραὰμ ἄρχεται. τοῦτο δὲ λέγων ἐπὶ τὰ πρεσβύτερα τοῦ Μωυσέως αὐτοὺς ἀναπέμπει, ἐν οἷς οὔπω νόμος αὐτὸ τοῦτο, ὃ μάλιστα θαυμάζουσιν ὡς ἴδιον, τὴν κατὰ νόμον πολιτείαν, ἐπιδεικνύων τῆς παλαιοτέρας ὂν καὶ οὔπω νομικῆς. ἀεὶ δὲ ἔνθα τὰ μείζονα τοῦ νόμου παρεισάγει, πρὸς τὸ πρεσβύτερον καὶ ἀρχαῖον ἀναπέμπει, ἐπεὶ μήτε τῷ Ἐνὼχ μήτε ἐν τῷ Νῶε. διὸ οὐδὲ εἶπεν ἐκ τοῦ Ἀβραάμ, ἀλλ' ἐκ τῶν πατέρων τὴν περιτομήν, ἵν' ἐπὶ πάντων τὸ πρᾶγμα θεωρήσας μὴ πάντως ἀναγκαίαν αὐτοῦ νομίσῃς τὴν ἐπιτήδευσιν, ὅτι μηδὲ ἦν ἐπὶ πάντων. ἐλθὼν δὲ ἐπὶ Μωυσέα τῇ περιτομῇ χρησάμενον ἐν σαββάτῳ τὴν σαββατικὴν ἀργείαν ἀπέφηνεν ὑπ' αὐτοῦ λελυμένην τοῦ Μωυσέως ἕνεκεν τῆς θειοτέρας ἐργασίας. εἰ δὲ ἕνεκεν, φησίν, τῆς περιτομῆς ὡς θείου ἔργου τὸ σάββατον οὐ διατελοῦσιν, ἀργὸν ἄγεται, ἀλλ' ἔστιν ὅτε καὶ ἐνεργόν,
English
Without having sailed across, he has come to be beyond. Wishing to introduce the circumcision that takes place on the Sabbath, which is the beginning of freedom from the strictness of the Sabbath, he also makes his argument concerning circumcision. So that he may show that people are not profaned even by this, he says that, in the first place, the custom of circumcision is not even from Moses, but from above and from the fathers, since it begins from Abraham. And saying this, he sends them back to what is older than Moses, in which there was not yet law—this very thing that they especially marvel at as their own, the constitution according to the law—showing that it is from the older order and not yet legal. And always, wherever he introduces the greater matters of the law, he sends them back to what is older and ancient, since neither in Enoch nor in Noah. Therefore he did not say "from Abraham," but "from the fathers" the circumcision, so that, having observed the matter in all cases, you might not think its practice altogether necessary, because it was not even in all cases. But coming to Moses, who used circumcision on the Sabbath, he demonstrated that the Sabbath rest was loosed by Moses himself for the sake of the more divine work. But if, he says, for the sake of circumcision as a divine work they do not keep the Sabbath, it is kept idle, but sometimes also active,
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:12 · narrative
Source
πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; ο 7, Εἰσάγει τὰς περὶ ἑαυτοῦ δύο δόξας ὁ κύριος, καὶ γινώσκεσθαι μὲν αὐτοῖς ὁπόθεν ἐστὶν, διότι μήτηρ αὐτοῦ ἡ Μαρία, ἔχειν δὲ ἅμα καὶ τὸ ἄγνωστον, ὅτι ἐστί τε καὶ ἐλήλυθεν ἐκ θεοῦ. διὸ μὴ αὐθάδη τινὰ καὶ αὐτοχειροτόνητον εἶναι διδάσκαλον ἑαυτόν, ἀλλὰ θεοῦ τοῦ πατρὸς ἀπεσταλκότος ἥκειν ἐπὶ τὴν διδασκα λίαν, τὸν δὲ ἀποστείλαντα αὐτὸν ἐκείνοις μὲν οὐ γινώσκεσθαι, ὅτι θεοῦ γνώ σεως ἀληθινῆς ἀπεῖχον ὡς πορρωτάτω ὅσον καὶ τῇ γνώμῃ καὶ ταῖς πράξεσιν ἀφεστήκασιν αὐτοῦ. εἰκότως δὲ ἑαυτὸν γινώσκειν τὸν πατέρα, ὅτι καί ἐστι παρ' αὐτοῦ· γνωστότατον γὰρ τὸ οἰκειότατον. ο 7,39–44 Ὡς τῆς σαρκὸς κοινωνίαν πρὸς ἡμᾶς ἀναδεξάμενος τοῦ πνεύματος ἔμελλεν παρέξειν οὐ πρότερον ἀνθρώποις ἁγιασμὸν τὸν ὄντως δεδομένον πρὶν σαρκωθῆναι τὸν λόγον καὶ τὴν ἀνθρωπίνην ὁδὸν πᾶσαν τοῦ βίου διαδραμεῖν καὶ τὴν ἡμετέραν ἀδοξίαν εἰς δόξαν τὴν θείαν μεταγαγεῖν· ἐνταῦθα γὰρ δεκτικὴν ἤδη τὴν ἀνθρωπότητα θεὸς ἐν Χριστῷ ποιησάμενος ὡς ἰδίοις καὶ προσειλημ μένοις πνεῦμα χαρίζεται καὶ πάρεστι δὴ τὸ πνεῦμα. καὶ ἔστιν ἐν ἡμῖν ἐξ ἐκείνου· ὅτι γὰρ τὸν ἁγιασμὸν τὸν ἐν πνεύματι πνεῦμα ἡ γραφὴ καλεῖ, δηλοῦται ἐν Πράξεσι ἔνθα Παύλου πυθομένου· “εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες” ἔλεγον οἱ ἐρωτηθέντες, ὅτι “οὐδ' εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν”, τοῦτο λέγοντες, ὅτι, εἰ δέδοται πνεύματος ἁγιασμὸς ἀνθρώποις, οὐκ ἀκηκόασιν, ἐπεὶ ὅτι γέ ἐστι πνεῦμα θεοῦ, πάλιν ἐπεβεβόητο παρὰ ταῖς θείαις γραφαῖς.
English
How do you charge the much greater thing of circumcision—the healing of the whole human body—with not being something that ought to be done in a time of idleness? 7. The Lord introduces the two opinions about himself: that he is known by them as to where he is from, because his mother is Mary, and that he has at the same time also the unknown, that he is and has come from God. Therefore he is not a self-willed and self-appointed teacher, but has come to the teaching as one sent by God the Father; and the one who sent him is not known by them, because they were as far as possible from the knowledge of the true God, inasmuch as they are far from him both in mind and in deeds. And reasonably he knows the Father, because he is also from him; for what is most one's own is most knowable. 7:39–44. As having taken up a sharing of flesh with us, he was going to provide the things of the Spirit—not the sanctification that is truly given to human beings before the Word was made flesh and had run through the whole human way of life and had transferred our dishonor into the divine glory; for here God, having made humanity in Christ already receptive, as to his own and those taken up, grants the Spirit, and the Spirit is present. And it is in us from him; for that Scripture calls the sanctification in the Spirit "Spirit" is shown in Acts, where, when Paul asked, "Did you receive the Holy Spirit when you believed?" those who were asked said, "We did not even hear whether there is a Holy Spirit," saying this: that, if a sanctification of the Spirit has been given to human beings, they had not heard of it, since indeed that there is a Spirit of God had again been proclaimed in the divine Scriptures.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:13 · narrative
Source
μὴ θαυμάζωμεν οὖν, εἰ καὶ πάλαι τοῦ πνεύματος ἐνεργοῦντος ἐν τοῖς προ φήταις ἴδιον τῆς ἀναστάσεως τοῦ κυρίου τὸ δῶρον εἶναι λέγεται· ἕτερον γὰρ πνεύματος ἐνέργεια προφητικὴ καὶ ἕτερον ἁγιασμὸς καὶ ἀνακαίνωσις υἱοὺς θεοῦ τοὺς γυναικῶν γεννητοὺς ἀποφαίνουσα. καὶ τῷ μὲν υἱοθετοῦντι ἁγιασμῷ πολλάκις ἕπεται καὶ προφητεία, ὁπότε αὐτῆς δέοι, τῇ προφητείᾳ δὲ ἀναγέννησις οὐ συνῆν, ὅτι οὐδέπω ἦν πνεῦμα ἅγιον. οὐκ ἐπὶ τὴν ὑπόστασιν ἀναφέρει, ἀλλ' ἐπὶ τὴν ἐνέργειαν· οὐδέπω γὰρ ἐνήργει ἐν τοῖς μαθηταῖς, ἐπείπερ οὐκ ἂν περὶ τῆς ὑποστάσεως τοῦ πνεύματος εἶπεν, ὅτι οὔπω ἦν, (ἀλλὰ δηλονότι ἦν), περὶ δὲ τῆς χάριτος τῆς ἐπὶ τοὺς ἀποστόλους μελλούσης ἔρχεσθαι καὶ δι' ἐκείνων ἐπὶ τοὺς λοιπούς. ἐκεῖνο γὰρ οὔπω ἦν, ἐπείπερ ἐν τοῖς δεχομένοις καὶ τὸ χάρισμα λαμβάνει καὶ τὴν μείωσιν δέχεται πολλάκις διὰ τὴν τῶν λαμβανόντων αὐτοκακίαν. ἀλλὰ Φαρισαῖοι πάλιν τὴν περὶ αὐτῶν γνώμην τοῦ πλήθους ἀφέντες ἐβουλεύθησαν μὲν αὐτὸν συλλαβέσθαι διὰ τῶν ὑπηρετῶν. ἥψατο δὲ οὐδεὶς πάντων ὑπὸ τῆς θείας κωλυομένων χάριτος. ο Εἷς ὢν καὶ αὐτὸς τῶν πεπιστευκότων καὶ σὺν τοῖς ἐπαράτοις ταγεὶς ἀνθυβρίζει αὐτοὺς ἠρέμα ἐπαράτους δεικνὺς ὡς καταψηφισαμένους τῶν πιστευ σάντων πρὸ τοῦ γνῶναι, εἰ ἀλόγως ἐπίστευσαν.
English
Let us not wonder, then, if even long ago, when the Spirit was active in the prophets, the gift of the Lord's resurrection is said to be his own; for one thing is the prophetic activity of the Spirit, and another is sanctification and renewal, which makes sons of God of those born of women. And prophecy often follows the sanctification that adopts as sons, whenever it is needed, but regeneration did not accompany prophecy, because the Holy Spirit was not yet. He does not refer this to the substance but to the activity; for he was not yet active in the disciples, since he would not have said concerning the substance of the Spirit that he was not yet (but clearly he was), but concerning the grace that was about to come upon the apostles and through them upon the rest. For that was not yet, inasmuch as in those who receive it, it both receives the gift and often admits of diminution through the self-wickedness of those who receive it. But the Pharisees again, setting aside the opinion of the crowd about them, resolved to seize him through the attendants. Yet no one of them all laid hands on him, being hindered by the divine grace. And he, being one of those who had believed and ranked with the accursed, reviles them in return, gently showing them to be accursed, as having condemned those who believed before knowing whether they had believed without reason.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:14 · narrative
Source
39 ο Ἐπειδὴ ἠρώτων ὡς περὶ ἀνθρώπου τόπῳ περιεχομένου· ποῦ ἐστιν ὁ πατήρ σου, θαυμασίως εἴρηκεν τὸ μὴ εἰδέναι αὐτοὺς τὸν πατέρα τοῦτο πάσχοντας διὰ τὸ καὶ τὸν υἱὸν μηδὲν ἕτερον ἢ σάρκα νομίζειν τὴν ἐν τόπῳ θεωρουμένην. εἰ δ' ἐπίστασθε, φησίν, ὅτι καὶ ὁ υἱὸς εἰ καὶ σάρκα πεφόρηκεν, οὐδὲν ἧττόν ἐστιν ὑπὲρ σάρκα, ἐπεγινώσκετε ἂν καὶ τὸν πατέρα μηδεμίᾳ τοπικῇ περιοχῇ κατεχόμενον, ἀλλὰ πάντα ἐν ἑαυτῷ φέροντα. ο 8, Θαυμάζων ὁ εὐαγγελιστὴς φαίνεται ἐπὶ τοιαύτῃ παρρησίᾳ λόγων καὶ ἐλέγχοις τοιούτοις, μηδένα δὲ δύνασθαι κατασχεῖν τὸν κύριον, καίτοι γε μεμη νότων ἐπὶ τούτῳ καὶ παρεσκευασμένων ἁπάντων. ἀλλ' ὅμως ἐν μέσοις αὐτοῖς ἐν τῷ ἱερῷ πρὸς τῷ γαζοφυλακίῳ διδάσκων ἔλεγεν, ἐπαρρησιάζετο, θεότητος παρεῖχε τεκμήρια, τὴν ἐκείνων ἄγνοιαν ἤλεγχε ἐπὶ τούτοις καὶ οὐδεὶς ὁ προσαψάμενος. ο Τοῖς οὐδὲν ἀπολαύσασι τῆς παρουσίας αὐτοῦ τὸν ἀνιαρὸν ὄλεθρον ἀπειλεῖ καὶ μάλα εἰκότως· οἱ γὰρ ἐκ τοῦ ἰατροῦ παρόντος μόνην ἴασιν μὴ
English
Because they were asking as if about a man confined to a place—"Where is your father?"—he has wonderfully said that they did not know the Father, suffering this because they supposed the Son to be nothing other than flesh, the flesh seen in a place. But if you knew, he says, that even the Son, although he has borne flesh, is nonetheless beyond flesh, you would have recognized that the Father also is contained by no local confinement, but bears all things in himself. The evangelist appears to marvel at such boldness of words and such reproofs, and that no one was able to seize the Lord, although all were incensed at this and prepared. Yet nevertheless, teaching in their midst, in the temple by the treasury, he was saying these things, speaking boldly, giving proofs of divinity, convicting their ignorance on these matters—and no one laid a hand on him. Upon those who derived no benefit from his presence he threatens grievous destruction, and very reasonably; for those who, when the physician is present, do not
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:15 · narrative
Source
δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. ο Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ θνητοὶ ὄντες ἀπελθεῖν πρὸς αὐτόν· μία γὰρ πάντων ἔξοδος, κἂν ὁ τρόπος διάφορος εἶναι δοκῇ καὶ ἓν τὸ ὑποδεχόμενον πάντας χωρίον πρὸ τῆς ἀναστάσεως τοῦ κυρίου, κἂν μετὰ ταῦτα τὸ τάγμα τῶν ἁγίων εἰς παράδεισον μετατεθῇ. τί οὖν ὁ κύριος; παρὰ πόδας δείκνυσι καὶ τὴν αἰτίαν φήσας ἀναιρῶν αὐτῶν τὴν ὑποψίαν· ὑμεῖς ἐκ τοῦ
κόσμου ἐστέ.43 ο Τοιαύτην πως ἔχει δύναμιν ὁ λόγος, ὅτι πρὸς τὰ ἑαυτοῦ καὶ τὰ οὐράνια μεταστήσεται· διόπερ τοῦτο οὐδὲ θάνατός ἐστιν ὡς πρὸς ἀλήθειαν καθάπερ ἂν ἐπ' ἀνθρώπου τοῦ ἐκ γῆς ὄντος καὶ κατὰ τὴν ἐκ τοῦ σώματος μετάστασιν ὑπὸ γῆν ἑλκομένου. ο Ἱκανά, φησίν, ἔστιν, ἃ καὶ ὁ θεὸς διὰ προφητῶν εἴρηκεν ἐλέγχων τὸ σκληροκάρδιον ὑμῶν καὶ δυσπειθές. κἀγὼ δὲ ὅσα λέγω περὶ ὑμῶν, οὐχ ἑτέ ρωθεν, ἀλλ' ἢ παρὰ πατρὸς λέγω. ἀκούειν δὲ εἶπεν ἀνθρωπινώτερον, σαφέστερον τοῖς ἀκούουσι διαλεγόμενος. ο Εἰ γὰρ συνίεσαν, ὅτι περὶ θεοῦ ἔλεγεν ὁ κύριος, οὐκ ἂν ἠρώτων “ ποῦ ἐστιν ὁ πατήρ σου” διόπερ καὶ δεόντως εἴρηκε πρὸς αὐτοὺς τὸ οὐκ “οἴδατε τὸν πατέρα μου”. ο Ἑωρακέναι καὶ παρὰ τῷ πατρὶ λέγων οὐκ ὀφθαλμῶν τινα ὅρασιν ἐδήλωσεν, ἀλλὰ γνῶσιν φυσικήν, ἐπεὶ καὶ ἐκείνους φάσκων ἑωρακέναι παρὰ τῷ πατρὶ αὐτῶν οὐκ ὄψει δήπουθεν ἑωρακέναι λέγει, ἀλλὰ τῇ ἐνοικούσῃ πονηρίᾳ ταῖς τοῦ πονηροῦ βουλαῖς οἰκείους
English
Having received these things, they die in their passions. And yet, if he was going to destroy himself according to their impious supposition, they too, being mortal, could have departed to him at any time; for there is one departure for all, even if the manner seems to differ, and one place receives all before the resurrection of the Lord, even if after these things the rank of the saints is transferred into paradise. What then does the Lord do? He shows the cause at once, saying, and removes their suspicion: You are from the world. The statement has something like this power, that he will depart to his own things and to the heavenly things; therefore this is not even death in truth, as in the case of a man who is from the earth and is dragged beneath the earth according to the departure from the body. Sufficient, he says, are the things which God also has spoken through the prophets, convicting your hard-heartedness and disobedience. And I also, whatever I say about you, I say not from elsewhere, but from the Father. He said "to hear" in a more human way, conversing more clearly with his hearers. For if they had understood that the Lord was speaking about God, they would not have asked, "Where is your father?" Therefore he also rightly said to them, "You do not know my Father." And saying that he has seen also with the Father, he did not indicate some sight of the eyes, but natural knowledge, since also when he says that those men have seen with their father, he surely does not say that they have seen by sight, but by the wickedness that dwells in them, by the counsels of the evil one, being akin
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:16 · narrative
Source
καθίστασθαι. ο Προειρηκώς, ὅτι « ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει « νῦν φησι δεικνὺς ἑαυτὸν κατὰ φύσιν ὄντα θεόν· οὗτος δὲ τηρεῖ τὴν θείαν ἐντολήν, ὁ κατὰ μηδένα τρόπον ἁμαρτάνων καὶ παραβαίνων τὰς θείας πράξεις· οὗτος καὶ ἀκούει τῶν θείων λόγων. θάνατον δέ φησιν ἐνταῦθα οὐ τὸν σαρκικόν, ὃν ὑπομένουσι πάντες, ἀλλὰ θάνατον ὀνομάζει τὸν μέλλοντα, τὸ δι' αἰῶνος κο λάζεσθαι, ὅστις ἐστὶν ἡ γέεννα καὶ “ὁ σκώληξ”· καὶ γὰρ καὶ ζωή ἐστιν ἀκατάπαυστος ἀπόλαυσις εἰς τὸν αἰῶνα· αἰῶνα γάρ φησι τὸν μέλλοντα. εἶτα εἰπὲ οὖν ἡμῖν, φασίν, μείζων εἶ αὐτὸς Ἀβραὰμ καὶ τῶν προφητῶν ὁ μείζους ἐκείνων ἑτέρους ποιεῖν ὑπισχνούμενος; τίνα σεαυτὸν ποιεῖς ὁ καὶ τῆς παρὰ τοῦ θεοῦ φιλοτιμίας τὰ ἀμείνω δώσειν ἐπαγγελλόμενος; ο Ζητητέον τίνα λέγει ἡμέραν· ἐπεὶ φῶς ἀληθινὸν καὶ “δικαιοσύνης ἥλιός” ἐστιν ὁ σωτήρ, ἡμέραν κατασκευάζει, ἐὰν ἀνατείλῃ δι' ἀρετῆς καὶ θείας γνώσεως. ἐπεὶ τοίνυν καὶ τῷ Ἀβραὰμ ὤφθη καταυγάσας αὐτὸν πίστει εἰς δικαιοσύνην λελογισμένῃ, μετὰ χαρᾶς ἠγαλλιάσατο ἰδὼν τὴν νοητὴν τοῦ κυρίου ἡμέραν. ἐντεῦθεν οἱ δύο θεοὺς λέγοντες τὸν κοσμοποιὸν καὶ τὸν πατέρα Χριστοῦ ἐλέγχονται ἀσεβῶς φρονοῦντες· εἰ γὰρ ὁ Ἀβραάμ, ὅν φασιν ἑτέρου θεοῦ εἶναι, τὸν σωτῆρα εἶδεν καὶ δι' αὐτοῦ τὸν πατέρα, ὁ ὀφθεὶς αὐτῷ θεὸς ὁ κοσμοποιός ἐστιν, ὁ αὐτὸς τῷ πατρὶ Χριστοῦ.
English
to be established. The one who previously said, "He who is of God hears the words of God," now says this, showing himself to be God by nature; and this one keeps the divine commandment, the one who in no way sins and transgresses the divine deeds; this one also hears the divine words. And he calls death here not the fleshly death, which all endure, but he names death the one to come, the being punished through eternity, which is Gehenna and "the worm"; for indeed life is also unceasing enjoyment into eternity; for he calls the age the one to come. Then, they say, tell us, are you yourself greater than Abraham and the prophets, you who promise to make others greater than they? Whom do you make yourself, you who also promise to give the better things from the honor of God? One must inquire what day he means; since the Savior is the true light and "the sun of righteousness," he makes a day, if he rises through virtue and divine knowledge. Since, then, he also appeared to Abraham, illuminating him by faith reckoned to righteousness, he rejoiced with joy seeing the intelligible day of the Lord. From this, those who say there are two gods, the creator of the world and the Father of Christ, are refuted as thinking impiously; for if Abraham, whom they say belongs to another god, saw the Savior and through him the Father, the God who appeared to him, the creator of the world, is the same as the Father of Christ.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:17 · narrative
Source
49 ο Ἦν τις ἐν τοῖς πάλαι λόγος ἐξ ἁμαρτίας εἶναι τὰ κακὰ διὰ τὸ πεπεῖσθαι περὶ θεοῦ ὡς οὐδενός ἐστιν αἴτιος κακοῦ, τὸ δὲ ἐπὶ γυμνασίᾳ πάσχειν καὶ πρὸς αἴσθησιν τῆς τοῦ θεοῦ δυνάμεως ἐνεργούσης ὕστερον τοῦτο οὐ πάνυ πως ἐγινώσκετο διὰ τὸ μᾶλλον ἀνταποδόσεις εἶναι ἀγαθὰς τοῖς δικαίοις τότε παρὰ θεοῦ καὶ μὴ ὥσπερ νῦν παρατείνειν μακροτέρους τοὺς ἀγῶνας διὰ τὴν προκει μένην εἰς αἰῶνα ζωήν. ἐπεὶ δὲ ἐκ γενετῆς ὁ τυφλός, ζητεῖν παρίσταται τοῖς μαθηταῖς· καὶ ὡς ἀδύνατον ὂν τὸ αὐτὸν ἁμαρτεῖν πρὶν γεννηθῆναι παρατιθέασι τὸ τῶν γονέων. καὶ γὰρ ᾔδεισαν ἐπὶ λύπῃ γονέων παθήματα περὶ τοὺς παῖδας εἶναι. ὁ δὲ κύριος οὐχ
ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψεως. ο Ἡ τοῦ Σιλωὰμ εἰς τὸ ἔργον συμπαράληψις ὃ ἑρμηνεύεται ἀπεσταλ μένος καθὰ καὶ ὁ εὐαγγελιστὴς οὐ μάτην ἐπεσημαίνετο, δηλοῖ τὴν τῆς δημιουργοῦ δυνάμεως ἀποστολὴν εἰς τὴν τοῦ ἰδίου δημιουργήματος ἀνανέωσιν ἀπο καθαρτικὴν μὲν τῶν ἁμαρτιῶν γινομένην, οὗ σύμβολον τὸ ὕδωρ ἦν τὸ τῆς κολυμβήθρας, διὰ δὲ τῆς τῶν ἁμαρτιῶν ἀποκαθάρσεως ὑγείαν ἐπανάγουσαν καὶ εἰς
English
There was once an ancient account that evils come from sin, because it was believed concerning God that he is the cause of no evil; but that suffering is for the sake of training and for the perception of God's power at work was later not at all well understood, because at that time good recompenses from God were more for the righteous, and the contests were not extended longer, as now, because of the life set before us for eternity. But since the blind man was so from birth, it falls to the disciples to inquire; and since it was impossible that he himself had sinned before being born, they put forward that of the parents. For they knew that sufferings come upon children to the grief of parents. But the Lord says that the blindness did not come about for the sake of some sin, but for the sake of the glory of God that was to be, so that God's power might be known through the recovery of sight that happened paradoxically. The inclusion of Siloam in the work—which is interpreted "sent," just as the evangelist also noted not in vain—makes clear the sending of the Creator's power for the renewal of his own creation, a sending that becomes purifying of sins, of which the water of the pool was a symbol, and through the cleansing of sins brings health back and into
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:18 · narrative
Source
ἀρτιότητα τὴν νενοσηκυῖαν καὶ πεπηρωμένην φύσιν. ο Οὐχ ὡς μαθεῖν τι δεόμενοι παρὰ τοῦ τυφλοῦ τὴν ἐρώτησιν οὗτοι προσά γουσιν, ἀλλ' ὥσπερ ἐκδυσωποῦντες αὐτὸν δυσφημότερόν τι κατὰ τοῦ κυρίου φθέγξασθαι διὰ τὴν δοκοῦσαν περὶ τὸ σάββατον ὀλιγωρίαν· ᾤοντο γὰρ ὑπὸ πολλῶν ὄντων αὐτῶν ἑλκυσθήσεσθαι τὸν ἕνα καὶ ταῦτα πένητα καὶ εὐτελῆ καὶ προσαίτην, μέγα δὲ ἡγοῦντο τὸν εὐεργετηθέντα παῦσαι τῆς εἰς αὐτὸν εὐφημίας ὡς ἐκ τούτου καὶ κατακρύψαι δύνασθαι τὸ πραχθὲν μὴ μαρτυρούμενον ὑπ' αὐτοῦ τοῦ ἰαθέντος. ἀλλ' οὐκ εἶξεν, ἅτε πείρᾳ τὸν κύριον ἐγνωκώς, ἀλλ' ὅσον ἐδύνατο καταλαβεῖν εὐφήμως λέγει περὶ αὐτοῦ προφήτην εἶναι φάσκων καὶ τοῦτο εἰκότως, ἐπείπερ οὐκ ἰδίᾳ δυνάμει πεποιηκότα αὐτὸν ἠπίστατο τῆς θεότητος τὴν ἐξουσίαν ἀγνοῶν. ο Τοσοῦτον ἰσχύει δόγμα προκατεσχηκὸς καὶ ἡ πρός τι διάθεσις εἰς τὸ παρελέσθαι τὴν ὀρθὴν ἐπὶ τοῖς πράγμασιν δίκην καὶ σκοτῶσαι τὸν λογισμόν. καὶ ὅτι μὲν ἐν σαββάτῳ τὸν τυφλὸν βλέπειν ἐποίησεν, οὐ λογίζονται, ὅτι δὲ “πηλὸν ἐποίησεν”, κρίνουσιν, ἐξεπίτηδες τοῦ κυρίου κατὰ ταύτην τὴν ἡμέραν ἐργαζομένου τὰ ἑαυτοῦ ἔργα πολλάκις, ἵνα τῆς “ὑπὸ τὰ στοιχεῖα” δουλείας, ὡς ὁ ἀπόστολός φησιν, ἐλευθερώσῃ τοὺς ἀνθρώπους ἀνέτους ποιήσας ἀπὸ τῆς σαββατικῆς δουλείας εἰς τὴν θεοῦ δουλείαν· τὸ γὰρ θεοῦ ἔργα κατὰ τὴν σαββα τικὴν ἀργίαν ἐργάζεσθαι θεῷ δουλεύειν
English
the nature that had been sickened and crippled to its original soundness. These men do not bring their question to the blind man as though they needed to learn something from him, but as if trying to shame him into uttering something more blasphemous against the Lord because of what seemed to be his neglect of the Sabbath; for they thought that the one man, being poor and of no account and a beggar besides, would be dragged along by them since they were many, and they considered it a great thing to make the man who had been benefited cease from speaking well of him, so that by this means the deed might also be concealed, since it was not being testified to by the very man who had been healed. But he did not give way, since he had come to know the Lord by experience, but as far as he was able to grasp, he speaks well of him, declaring that he is a prophet—and this reasonably, since he knew that he had done it not by his own power, being ignorant of the authority of the Godhead. So great is the force of a preconceived opinion and of a disposition toward something, to steal away the right judgment in matters and to darken the reasoning. And that he made the blind man see on the Sabbath, they do not reckon, but that "he made clay," they judge—the Lord deliberately working his own works on this day many times, in order that, as the apostle says, he might free men from the slavery "under the elements," having set them free from Sabbath slavery into the service of God; for to work the works of God during the Sabbath rest is to serve God
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:19 · narrative
Source
ἦν ἀντὶ σαββάτου. ο Οὐχ εὑρόντες ἣν ἐβούλοντο ἄρνησιν παρὰ τοῦ τεθεραπευμένου παρὰ τῶν γονέων ταύτην ζητοῦσιν, ἐλπίζουσί τε αὐτοὺς θορυβηθέντας συνεργοὺς ἔσεσθαι αὐτοῖς ἀρνησαμένους, ὅτι ὁ γεγεννημένος τυφλὸς οὗτός ἐστιν ὁ νυνὶ βλέπων. φησὶ δὲ αὐτοὺς ὁ εὐαγγελιστὴς μηδὲ πιστεύειν· οὐ γὰρ εἰσοικίζεται πίστις εἰς ἐριστικὴν ψυχὴν καὶ εἰς θεοῦ δύναμιν παραταττομένην, ὥστε οὐκ ἀναίτιοι τῆς ἀπιστίας, ἀλλὰ καὶ σφόδρα ὑπαίτιοι σκληρότητα κατασκευάσαντες ἐν ἑαυτοῖς, δι' ἣν οὐχ ὑπεδέχοντο τὸ τῆς πίστεως ἀγαθόν. θορυβοῦσι δὲ τοὺς γονεῖς ἐγκαλοῦντες, ὅτι τυφλὸν λέγοιεν γεγεννῆσθαι τὸν υἱὸν ἑαυτῶν· πῶς γάρ, φασίν,
βλέπειν υἱόν. ο Ἐξ ὑπεροψίας τοῦτο ὑμεῖς φατε. ὃ λέγουσιν, τοιοῦτόν ἐστιν. οἴδαμεν, ὅτι ὁ θεὸς διὰ Μωυσέως ἐνομοθέτησεν, τοῦτον δὲ οὐκ ἴσμεν εἰ μὴ ὡς παραλύοντα τὸν νόμον· ἐν γὰρ σαββάτῳ τυφλὸν ἐθεράπευσεν· τούτῳ γὰρ τῷ σκοπῷ λέγουσι μὴ εἰδέναι αὐτόν. τὸ δὲ σὺ εἶ μαθητὴς ἐκείνου ὡς ἐξευτελίζοντες αὐτὸν εἰρήκασιν ἐκείνου, τὸ δὲ μὴ εἰδέναι λέγουσιν ὡς ἔχοντες περὶ τῆς κατὰ σάρκα αὐτοῦ γεννήσεως ὑποψίαν μηδὲν περὶ τῆς ἀρρήτου αὐτοῦ γεννήσεως δυνάμενοι ἐννοῆσαι. τί οὖν πρὸς τοῦτο ὁ τεθεραπευμένος; ἐκ τῶν αὐτῶν λόγων δράττεται αὐτοὺς καὶ ἑαυτοῖς περιπίπτειν ποιεῖ. τοῦτο, φησίν, τὸ θαυμαστόν, ὅτι οὐκ οἴδατε πόθεν ἐστίν, ὑπερβαῖνον τὴν ἀνθρωπίνην κατάληψιν. εἶτα ἐπειδὴ αὐτὸς οὐκ ἄνωθεν εἴρηκεν, ἀλλ' εἰδώς, ὅτι οὐχ ἁμαρτωλός ἐστιν, φησὶ γάρ, ὅτι οἴδαμεν, ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει.
English
It was instead of the Sabbath. Not finding the denial they wanted from the man who had been healed, they seek this from his parents, and they hope that they, having been thrown into confusion, will become their collaborators by denying that this man who was born blind is the one now seeing. But the evangelist says that they did not even believe; for faith does not take up residence in a contentious soul and one arrayed against God's power, so that they are not without blame for their unbelief, but are even greatly culpable, having fashioned hardness in themselves, through which they did not receive the good of faith. But they throw the parents into confusion by accusing them, because they said that their son had been born blind. For how, they say, does the son see? You say this out of contempt. What they say is of this sort: We know that God legislated through Moses, but this man we do not know, except as one who abolishes the law; for on the Sabbath he healed a blind man. For with this aim they say they do not know him. And the phrase "You are a disciple of that man"—they have said "of that man" as belittling him; and "we do not know" they say as having a suspicion concerning his birth according to the flesh, being able to conceive nothing concerning his ineffable birth. What then does the man who was healed say to this? He seizes them from their own words and makes them fall over themselves. This, he says, is the wonderful thing, that you do not know where he is from—it surpasses human comprehension. Then, since he himself has not said it from above, but knowing that he is not a sinner—for he says, "We know that God does not hear sinners.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:20 · narrative
Source
56 ο 10, 1 6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ τῆς παραβολῆς δηλῶσαι τὴν ἐπ' ἀγαθῷ γινομένην ἀναχώρησιν ἀπὸ τῆς νομικῆς καὶ Ἰουδαϊκῆς ἀγωγῆς ἐπὶ τὴν ἐν πίστει καὶ παρὰ Χριστῷ τελείωσιν· πρόβατα γὰρ τὰ καλῶς ὑπὸ τοῦ ποιμένος ἐξαγόμενα καὶ τὴν φωνὴν γνωρίζοντα αὐτοῦ καὶ ἀκολουθοῦντα καθηγουμένῳ οἱ ἐκ τοῦ Ἰσραήλ εἰσιν ἄνθρωποι οἱ τὸν ἐναπομένοντα τοῖς σωματικοῖς ἐπιτηδεύμασι λαὸν ἀφιέντες καὶ τῷ κυρίῳ συνακολουθήσαντες ἐξιόντι τοῦ κόσμου, οἱ συνιέντες, ὅτι θεῖα ὄντως τὰ τοῦ Χριστοῦ καὶ ἀπὸ μικρῶν ἐπὶ τὰ μείζω προάγει οὐκ ἐξ ἀγαθῶν εἰς κακά, ὅπερ οὐ ποι μένος, ἀλλὰ κλέπτου καὶ λῃστοῦ, τοῦτ' ἔστι πονηροῦ διδασκάλου καὶ πρὸς ἀνομίαν ἀπὸ νόμου μετατιθέντος, ᾧ μὴ συνακολουθεῖν τὰ πρόβατα λέγων διδάσκει μὴ ἕπεσθαι τοῖς παρανόμοις διδασκάλοις τοὺς ὑπηκόους θεοῦ τε καὶ νόμου. λέγων καὶ κατ' ὄνομα φωνεῖ τὰ ἴδια πρόβατα ὁ ποιμὴν ἐκλογὴν δηλοῖ τὴν τῶν ἐπιτηδείων κατὰ τὸ εἰρημένον ἐν προφήταις· “ὑμεῖς δὲ συναγάγετε υἱοὺς Ἰσραὴλ κατὰ ἕνα καὶ ἕνα”· “οὐ γὰρ πάντων ἡ πίστις” οὐδὲ πάντες δύναν ται, ἐπειδὴ μηδὲ βούλονται τῶν συνήθων ἀποπηδῆσαι μελετημάτων καὶ τῆς κοσμικῆς ἐλευθερωθῆναι προσπαθείας καὶ ἐπὶ τὴν θείαν μὲν ἄσκησιν ζῆν καὶ ὑπερκόσμιον, πρὸς ἣν καὶ ὁ κύριος τοὺς ἑαυτοῦ καθοδηγεῖ μαθητὰς ἔμπροσθεν αὐτῶν πορευόμενος.
English
With a wondrous veil, the parable conceals the things signified from those who are not worthy to know, leaving the knowledge to those who are worthy. The power of the parable is to make clear the departure for the good that takes place from the legal and Jewish way of life to the perfection that is in faith and with Christ. For the sheep that are rightly led out by the shepherd and recognize his voice and follow him as he leads the way are the men from Israel who leave behind the people that remain in bodily practices and follow the Lord as he goes out of the world—those who understand that the things of Christ are truly divine and that he leads from small things to greater ones, not from good things to evil, which is the work not of a shepherd but of a thief and a robber, that is, of an evil teacher who transfers from the law to lawlessness. By saying that the sheep do not follow him, he teaches the subjects of God and of the law not to follow lawless teachers. And when the shepherd calls his own sheep by name, he makes clear the selection of those who are fit, according to what is said in the prophets: "But you, gather the sons of Israel one by one"; for "not all have faith," nor are all able, since they do not even wish to leap away from their accustomed pursuits and to be freed from worldly attachment and to live for divine and superworldly discipline, to which the Lord also guides his own disciples, walking before them.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:21 · narrative
Source
καιρὸς δὲ ὁ τῆς τοιαύτης παραβολῆς ἀναγκαιότατος ὁ παρὼν διδασκούσης περὶ τῶν ἐξιόντων ἀπὸ συναγωγῆς Ἰουδαίων, ὅτι δὴ τὸν “ἐκ γενετῆς τυφλὸν” ἀναβλέψαντα διὰ τὴν περὶ Χριστοῦ μαρτυρίαν ἐξέωσαν ἐκεῖνοι. τῷ δὲ ἦν οὐχ οὕτω κακόν, ἀλλὰ μέγιστον ἀγαθόν. διότι οὐ συνῆκαν αὐτοῦ τὴν φωνὴν τὴν τῆς ἀναβλέψεως αἰτίαν. ὁ δὲ ἀνοίγων τῷ ποιμένι θυρωρὸς καὶ τὴν εἴσοδον ἀνοίγων εὐπρεπῆ ὁ τοῦ Ἰσραὴλ ἐπιστάτης ἐστὶν ἄγγελος ὁ τὴν τοῦ βασιλέως παρουσίαν ἀσμένως δεχόμενος καὶ τῇ μείζονι παραδιδοὺς ἐπιστασίᾳ τοὺς οἰκονομηθέντας ὑφ' ἑαυτοῦ κατὰ τὸ μέτρον τῆς οἰκετικῆς ἐπιτροπῆς· “ὑπ' οἰκονόμους” γάρ, φησίν, ἦμεν καὶ “ἐπιτρόπους”. ο Παροιμίαν δὲ δηλονότι
νῦν τὴν παραβολὴν ἐκάλεσεν.58 ο Εἰσῆλθεν ὁ κύριος διὰ νόμου πληρώσεως αὐτὸς ὢν τρόπον τινὰ καὶ ὁ νόμος· ἐν γὰρ τῷ ζῶντι καὶ ἀληθινῷ λόγῳ καὶ ὁ νομικὸς περιέχεται. ἐξήγαγε δὲ ἐπὶ νομῇ καὶ τροφῇ ζωοποιῷ τοὺς ἀκολουθήσαντας, ὅτι τῇ δυνάμει τοῦ πνεύματος αὐτοὺς τρέφει τοῦ ζωοποιοῦ οὐκέτι δεομένους νομικῶν παραγγελμάτων, ἀλλὰ τοῖς κατὰ λόγον δόγμασιν ἀγομένους· “τὸν νόμον” γάρ, φησίν, “τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας”· καὶ νόμος μὲν ἐδόθη μὴ δυνάμενος ζωοποιεῖν, ζωὴν δὲ ὁ Χριστοῦ δίδωσι λόγος ἐπὶ τὰ αἰώνια ἀπὸ τῶν προσκαίρων καλῶν καὶ οὐ ζωὴν μόνον, ἀλλὰ καὶ τὴν ἐν ζωῇ βασιλείαν ἐπιχωρηγῶν, ὅπερ ἐστὶ τὸ περισσόν. τίνες οὖν ἂν εἶεν οἱ κλέπται καὶ λῃσταὶ οἱ πρὸ τοῦ κυρίου παραγενόμενοι καὶ οὐκ ἀκουσθέντες ὑπὸ τῶν προβάτων;
English
The most necessary time for such a parable is the present, as it teaches about those who go out from the synagogue of the Jews—namely, that they cast out the man "blind from birth" who received his sight because of his testimony about Christ. But for him this was not a harm, but the greatest good, because they did not understand his voice, the cause of his receiving sight. The doorkeeper who opens to the shepherd and opens the entrance fittingly is the overseer of Israel, the angel who gladly receives the presence of the King and hands over those administered by him to the greater oversight, according to the measure of the household stewardship; for "under stewards," he says, we were, and "guardians." And "Proverbs" clearly now he called the parable. The Lord entered through the fulfillment of the law, himself being in a certain way also the law; for in the living and true Word the legal is also contained. And he led out to pasture and life-giving food those who followed, because by the power of the Spirit he feeds them, who no longer need legal precepts but are led by doctrines according to reason; for "the law," he says, "of commandments, having abolished it in doctrines." And the law was given, unable to give life, but the Word of Christ gives life unto eternal things, from temporary goods, and not only life but also grants the kingdom in life, which is the abundance. Who then would be the thieves and robbers who came before the Lord and were not heard by the sheep?
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:22 · narrative
Source
τίνες δὲ ἄλλοι ἢ οἱ νόμον διδάξαντες ἀπέστησαν διὰ τῆς ἐπὶ τὸν ἐθνικὸν βίον μετα θέσεως, οἱ πρὸς ἀλλοτρίωσιν ἐνάγοντες θεοῦ καὶ τὸν διὰ τῆς ἀλλοτριώσεως ὄλεθρον ἐπιφέροντες. ἀναγκαιότατα τοίνυν ὁ κύριος διαφορὰν ἐπιδείκνυσι πρὸς ἑαυτὸν τῶν ἀπὸ τοῦ νόμου μετατιθέντων, ὅπερ φυλάσσων καὶ ὁ ἀπόστολος ἐπισημαίνεται λέγων· “ ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω”, τοῦτ' ἔστιν οὐ δι' ἀνομίας ἐχωρίσθη νόμος, ἵνα εἰς θάνατον κατενεχθῶ, ἀλλὰ διὰ τῆς ὄντως νομίμου καὶ θείας πολιτείας, ἣ πρὸς τὴν αἰώνιον ἄγει ζωήν· ἐπειδὴ γὰρ ψευδεῖς καὶ οὐκ ἀγαθοὶ ποιμένες ἐφεστήκασιν οἱ μισθοῦ τῆς ἐφημερίας ἡδονῆς ποιμένες, οἷς οὐκ ἔμελεν τῶν προβάτων, ἀλλὰ τὴν ἰδίαν ἐθήρευον ἡδονὴν ἐπὶ ταύτην φεύγοντες ἐπιόντος τοῦ λύκου τοῖς προβάτοις, τοῦτ' ἔστι τοῦ ὀλέθρου τοῦ τῇ κακίᾳ συνακολουθοῦντος, ὁ
κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρόβατα παρέντες ἔβοσκον “ ἑαυτοὺς” ὡς Ἰεζεκιήλ φησιν καὶ “οὐ τὰ πρόβατα”. διὸ καὶ ἔλεγεν ὁ θεός· “ἐγὼ ποιμανῶ τὰ πρόβατα” καὶ πεπλήρωκε τοῦτο διὰ τοῦ κυρίου
English
But who else are these than those who taught the law and then fell away through their transfer to a Gentile manner of life—those who lead people to alienation from God and bring on the destruction that comes through that alienation? Most necessarily, then, the Lord shows the difference between himself and those who transfer away from the law—a point the apostle also keeps and marks when he says, "For I through the law died to the law, that I might live to God"—that is, the law was not set aside through lawlessness, so that I might be brought down to death, but through the truly lawful and divine way of life, which leads to eternal life. For since false and wicked shepherds have stood over them—shepherds for the pay of the day's pleasure, who did not care for the sheep, but hunted their own pleasure and fled to it when the wolf came upon the sheep, that is, when destruction, which follows upon wickedness, came—the Lord, so that we might not perish before sin, took upon himself such oversight and died to sin for our sake. But those men, having handed the sheep over to sin, were feeding "themselves," as Ezekiel says, "and not the sheep." Therefore God also said, "I will shepherd the sheep," and he has fulfilled this through the Lord.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:23 · narrative
Source
ποιμαίνοντος. ο Εἰπὼν ὅτι καὶ τὰ πρόβατα αὐτὸν ἐπιγινώσκει καὶ τούτῳ τὴν ὁμοίωσιν ἀποδέδωκε τοσαύτην εἶναι λέγων τοῖς προβάτοις τὴν πρὸς αὐτὸν γνῶσιν οἵαν αὐτῷ τὴν πρὸς τὸν πατέρα. αὕτη δέ ἐστιν ἐν μὲν τοῖς ἀνθρώποις ἡ κατ' ἀρετὴν ἐπίγνωσις τοῦ κυρίου, ἐν τῷ κυρίῳ δὲ ἡ κατὰ φύσιν γνῶσις τοῦ πατρός· μιμεῖται γὰρ τὸ φύσει ἀγαθὸν ἡ κατ' ἀρετὴν ὁμοιότης. γινώσκων δὲ τὰ ἴδια
καὶ κήδεσθαί φησιν αὐτῶν τῷ καὶ τὴν ψυχὴν ὑπὲρ ἐκείνων θεῖναι. ο 10, 28 33 Θάνατος ἥρπαζεν τοὺς ἔτι κατὰ νόμον ἀγομένους οὐκ ἔχοντας ἐν τῷ νόμῳ τὴν τελείωσιν οὐδὲ δυναμένους ἐν τῇ οἰκίᾳ μένειν εἰς τὸν αἰῶνα ὡς δούλους, καθάπερ εἴρηται, καὶ μήπω τετυχηκότας υἱοθεσίας. οὐκέτι δὲ θάνατος ἁρπάζει τοὺς ἐν Χριστῷ ἠλευθερωμένους· χάρις γὰρ ἤδη τοὺς τοιούτους ἀεὶ παρὰ θεῷ φυλάσσει καὶ θεοῦ δύναμις ἐκ θανάτου ῥύεται. οὕτω δὲ ἡμᾶς καὶ ὁ κύριος κτᾶται οὐχ ὡς ἐκτὸς τῆς δημιουργικῆς αὐτοῦ δυνάμεως ὄντας, ἐπειδὴ καὶ “ἦλθεν εἰς τὰ ἴδια” καὶ φυσικῶς ἴδια πάντα αὐτοῦ, ἀλλ' ὡς ἐκτὸς τῆς ἁγιότητος αὐτοῦ πεπτωκότας διὰ τὴν ἁμαρτίαν, οἰκειουμένους δὲ αὐτῷ διὰ τὴν παρου σίαν· καὶ βασιλείαν γὰρ κατὰ σάρκα κτησάμενος τὴν ἐπὶ τοῖς ἐκπεσοῦσιν αὐτὸς καὶ οὐχ ἕτερός ἐστιν ὁ ἐξ ἀρχῆς καὶ φύσει βασιλεύς, δι' οὗ βασιλεύει πατήρ. διὰ τοῦτό φησι τὰ διδόμενα αὐτῷ καὶ βασιλευόμενα ὑπ' αὐτοῦ βασιλεύεσθαι ὑπὸ τοῦ πατρός. ἐβάστασαν οὖν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτὸν τιμωρίαν ἐπάγοντες τῷ καὶ ἐξ ἀρχῆς ταύτην ὁρίσαντι κατὰ τῶν ἀσεβούντων καὶ μόνῳ ταύτης ἐξελέσθαι διὰ φιλανθρωπίας δυναμένῳ τοὺς τὴν χάριν αὐτοῦ τὴν νῦν ὑποτρέχοντας.
English
shepherding. The one who said that the sheep also know him, and who assigned to this such a likeness, saying that the sheep's knowledge of him is as great as his knowledge of the Father. And this is, among humans, the knowledge of the Lord that comes through virtue, but in the Lord it is the natural knowledge of the Father; for the likeness that comes through virtue imitates what is good by nature. And knowing his own
and he says that he cares for them by also laying down his soul on their behalf. Death was seizing those still led under the law, who did not have their perfection in the law, nor could they remain in the house forever as slaves, as it is said, and who had not yet obtained adoption. But death no longer seizes those who have been set free in Christ; for grace now always guards such people before God, and the power of God rescues them from death. And so the Lord also possesses us, not as though we were outside his creative power, since he "came to his own" and all things are naturally his own, but as those who have fallen outside his holiness through sin, yet are made his own through his presence; for having acquired a kingdom according to the flesh over those who have fallen, he himself and no other is the king from the beginning and by nature, through whom the Father reigns. For this reason he says that those given to him and ruled by him are ruled by the Father. The Jews therefore took up stones, in order to stone him, bringing punishment upon the one who from the beginning ordained this against the impious and who alone is able to rescue from it through his love for humanity those who now run to his grace.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:24 · narrative
Source
ἐπὶ τούτοις ἀτάραχος ὁ κύριος ἅτε δὴ ἔχων αὐτὸς ἐξουσίαν τοῦ παθεῖν οὐκ ἄλλως δυνάμενος, εἰ μὴ αὐτὸς βούλοιτο. καὶ πυνθάνεται διὰ ποῖον ἔργον ὧν ἔδειξεν αὐτοῖς ἐκ τοῦ πατρὸς λιθάζουσιν αὐτόν. καλὰ δὲ αὐτά φησι δεικνύς, ὅτι τὰ παρ' αὐτοῦ τεράστια διὰ τὸ καλὸν ἅπαντα γίνεται καὶ οὐδὲν ἕνεκεν θαύματος μόνου· οὐ γὰρ ἐκπλήξων, ἀλλ' εὐεργετήσων παρῆν. ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι διὰ τῆς σοφῆς ἐρωτήσεως ὀρθῶς ὁμο λογοῦντες· οὐ γὰρ ἔσχον εἰπεῖν, ὅτι οὐχ ἑωράκασιν ἔργα καλά, ἀλλὰ τὴν τῶν λόγων συκοφαντοῦσιν ἀλήθειαν, οἷς πιστεύειν μᾶλλον ἐχρῆν διὰ τὴν τῶν καλῶν ἔργων ἐπίδειξιν. ο 10, Ἵνα μὴ ἐκφανῆ σφόδρα τὴν θεότητα καταστήσῃ συνὼν ἐπὶ πλέον τοῖς κατέχειν ἐπειγομένοις καὶ μὴ κατεχόμενος καὶ τῆς ἀνθρωπίνης τάξεως παραχα ράξῃ τὸν ῥυθμόν.
64 ο 11, 7 11 Οὐκ εὐθέως ἐμφανίζει, ὅτι ἐπὶ τοῦτο ἔρχεται· ἀκόμπαστα γὰρ παρ' αὐτῷ πάντα καὶ πόρρω παντὸς ὄγκου πρὸς ἀλήθειαν, οὐ πρὸς δόξαν ἐπιτελούμενα. ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; διδάσκει δὲ ὁ κύριος, ὅτι πρὸ τοῦ καιροῦ τοῦ πάθους οὐκ ἂν ὑπὸ Ἰουδαίων τι πάθῃ. διδάσκει δὲ διὰ παραβολῆς ἡμέραν μὲν καιρὸν ὀνομάζων τὸν πρὸ τοῦ πάθους, τὸν δὲ τοῦ πάθους νύκτα φησίν, ὅτι ἄνθρωπος μὲν ἐν ἡμέρᾳ βαδίζων οὐ προσκόπτει μέχριπερ ἂν αἱ δώδεκα τῆς ἡμέρας ὥραι πληρωθῆναι. εἰ δὲ ἐν νυκτὶ βαδίζοι, προσκόπτει. αἴτιον δὲ τοῦ ἐν ἡμέρᾳ μὴ προσπταίειν τοῦτο τὸ φῶς εἶναί φησιν, τοῦ δὲ ἐν νυκτὶ προσπταίειν τὴν τοῦ φωτὸς ἀπουσίαν.
English
In response to these things the Lord was unperturbed, inasmuch as he himself had authority over his suffering, being unable to suffer otherwise unless he himself willed it. And he asks for what work, among those he showed them from the Father, they stone him. And he calls them good, showing that the wonders done by him all come about for the sake of the good and none merely for the sake of marvel; for he was present not to astonish but to benefit. The Jews answered him through the wise question, rightly agreeing; for they could not say that they had not seen good works, but they slander the truth of his words, which they ought rather to believe because of the display of good works. 10, So that he might not make his divinity too manifestly established by consorting further with those eager to seize him and not being seized, and so that he might not distort the rhythm of the human order.
64 11, 7 11 He does not immediately make clear that he is coming to this; for all things with him are without boastfulness and far from all pomp, accomplished for the sake of truth, not for the sake of reputation. Jesus answered: Are there not twelve hours of the day? And the Lord teaches that before the time of his passion he would not suffer anything at the hands of the Jews. And he teaches through a parable, calling the time before the passion day, and the time of the passion he calls night, because a man walking in the day does not stumble as long as the twelve hours of the day are fulfilled. But if he walks in the night, he stumbles. And he says the cause of not stumbling in the day is the light, and of stumbling in the night, the absence of the light.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:25 · narrative
Source
ἐκ τούτων δηλῶν, ὅτι κατὰ τὴν ἄνωθεν βουλήν ἐστιν τὸ μὴ παθεῖν ἢ παθεῖν αὐτόν, κατὰ τὴν τοῦ φωτὸς παρουσίαν ἢ ἀπουσίαν τὸ βλέπειν ἢ
μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τότε συμβή σεται. τὸ μὲν οὖν μὴ φοβεῖσθαι τὰς ἐξ Ἰουδαίων ἐπιβουλὰς διὰ τῶν τοιούτων αὐτοὺς διδάσκει, ὥσπερ εἴ τις ἔλεγεν· μὴ φοβεῖσθε τὰ ἐν γῇ κείμενα προσκόμματα φωτὸς ἐξ οὐρανοῦ οὐ λάμποντος μηδὲ ἐξ ἀνθρώπων τι προσδοκᾶτε πείσεσθαι τῆς θείας βουλῆς οὐκ ἐπιτρεπούσης. ἵνα δὲ μὴ θαυμάζοιεν, ὡς ἄρτι μὲν ἀνεχώρησεν, πάλιν δὲ ἐπὶ τοὺς αὐτοὺς ἐπείγεται τόπους, ἀναγκαίως αὐτοῖς τὴν κατὰ τὸν Λάζαρον ὑπόθεσιν ἐξηγεῖται. ο 11, Ἐκαθέζετο ἐν τῷ οἴκῳ Μαρία, δηλονότι οὐκ ἐγνωκυῖα· δραστήριος γὰρ ἡ Μάρθα καὶ περὶ τῆς τραπέζης ὀξυκίνητος, σοφὴ δὲ ἡ Μαρία καὶ περὶ τὴν πίστιν βεβαιοτέρα. ο 11, Ὅτι γὰρ οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφὸς αὐτῆς παρόντος τοῦ κυρίου, λέγει πιστῶς ἀπὸ τῆς πείρας· καὶ τό γε μὴ παντελῶς ἀπελπίσαι τὴν ἀνάστασιν τοῦ κειμένου τετάρτην ἤδη τότε οὖσαν ἡμέραν πίστεως καὶ τοῦτο ἐχόμενον. οὐκ ὀχυρῶς δὲ τὸ τοιοῦτο πιστευούσῃ μικρὸν ὕστερον φαίνεται· ἔτι γὰρ ὡς ἀνθρώπῳ θαυμαστῷ τινι καὶ δι' ἀρετὴν πολλὰ δυναμένῳ διελέγετο, τὴν δὲ τελείαν περὶ αὐτοῦ γνῶσιν ὡς θεοῦ λόγου οὔπω ἦν μαθοῦσα, ἀλλ' ἠγνόει τέως. ο 11, Τοῦτ' ἔστιν ἐν πνεύματι καὶ ὑπὸ πνεύματος κινούμενος χρησίμως ἐτάραξεν ἑαυτόν, ὡσεί τις γενναῖος ἀριστεὺς τοὺς πολεμίους ἰδὼν ἑαυτὸν παρώξυνε κατὰ τῶν ἀντιπάλων.
English
By these things he is making clear that it is according to the will from above that he either does not suffer or suffers, and that it is according to the presence or absence of the light that men either see or do not see, so that as long as the divine and heavenly will prevents the suffering, it is impossible for it to happen; but whenever it yields and gives way, then it will come to pass. So then, through such words he teaches them not to fear the plots from the Jews, as if someone were saying: Do not fear the stumbling blocks that lie on the earth, when the light from heaven does not shine; nor expect to suffer anything from men, since the divine will does not permit it. But so that they might not wonder that he had just withdrawn and was again hastening to the same places, he necessarily explains to them the matter concerning Lazarus. John 11: She was sitting in the house, Mary, evidently not having known; for Martha was active and quick to move about the table, but Mary was wise and more steadfast in faith. John 11: For that her brother would not have died if the Lord had been present, she says faithfully from experience; and the fact that she did not altogether despair of the resurrection of the one who had lain there, now already on the fourth day, this too was a matter of faith. But this appears a little later to be the case for one who believes such a thing not firmly; for she was still conversing with him as with some wonderful man and one who was able to do many things through virtue, but she had not yet learned the perfect knowledge of him as the Word of God, but was still ignorant. John 11: That is, being moved in spirit and by the Spirit, he usefully disturbed himself, as when some noble warrior, seeing the enemies, stirs himself up against the adversaries.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:26 · narrative
Source
ο 11, Οὐκ ἀπαναίνεται τὴν πρὸς ἀνθρώπους ὁμοίωσιν οὐδὲ ἐνδείκνυται πανταχοῦ τὸ ὑπὲρ ἄνθρωπον, συμπάθειαν δὲ τὴν πρὸς τοὺς πενθοῦντας φιλανθρωποτάτην ἐπεδείξατο τῷ δακρύῳ. τοῦτο τοῦ κυρίου τὸ δάκρυον ζωῆς ἀνθρώποις ὑπό θεσις. οὗτος ὁ τοῦ σωτῆρος ἔλεος ἐξανίστησι τοὺς κειμένους. διὰ τοῦτο εἰς σῶμα κατῆλθεν ὁ λόγος, ἵν' ἀνθρώπους ἐπιδακρύσῃ κειμένους καὶ τὴν ἀσώματον θεότητα πρὸς ζωοποίησιν ἀνθρώπων ἐπαναγάγηται. “ἔχομεν γὰρ ἀρχιερέα
δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν”. ο 11, 41 42 Τὸ μὲν ἱερατικὸν τοῦ κυρίου καὶ προσευχὰς ὑπὲρ ἀνθρώπων προσφέρει, ἡ δὲ υἱοῦ πρὸς πατέρα συνάφεια συμφωνίαν ἔχει πρὸς τὰς βουλήσεις αὐτοῦ τὰς ὑπὲρ ἀνθρώπων καὶ οὕτω θεοῦ πρὸς ἀνθρώπους εὐμένεια πέφηνεν μεταξὺ γενομένης τῆς τοῦ Χριστοῦ συμπαθείας πρὸς τοὺς ὁμογενεῖς ἀνθρώπους. τὴν συνδρομὴν τοῦ πατρῴου βουλήματος πρὸς τὸ ἴδιον τὴν ἐπὶ ζωῇ Λαζάρου γεγενημένην ἐπακοὴν πατρὸς λέγει καὶ εὐχαριστεῖ περὶ ταύτης. καὶ τοσαύτην ἐπιδείκνυσι τὴν ὀξύτητα τῆς τοῦ πατρὸς συγκαταθέσεως πρὸς τὴν αἴτησιν αὐτοῦ, ὥστε καὶ πρὶν αἰτῆσαι καὶ φθέγξασθαι τὸ ῥῆμα τῆς δεήσεώς μου, ἤκουσάς μου, φησίν, καὶ οὐχ ὡς θαυμαστόν τι τοῦτο καὶ παράδοξον τὸ ἀκούειν υἱοῦ πατέρα οὐδ' ὡς ἐγχωροῦν καὶ ἑτέρως γενέσθαι· ᾔδειν γάρ, φησίν, ὅτι πάντοτέ μου ἀκούεις· οὐδὲν γὰρ τὸ μεταξὺ διεῖργον οὐδὲ διώ ρισται τὰ βουλήματα, ἀλλ' ὅπερ ἐστὶν υἱοῦ θέλημα, τοῦτο ἐκ πατρὸς ὥρμηται καὶ ἡ πατρὸς ἄρρητος βούλησίς ἐστι μετὰ τοῦ υἱοῦ. διὰ τί δέ φησιν τὴν εὐχα ριστίαν πεποίημαι, ἣν εἰκὸς ἦν ποιεῖσθαι τὸν
English
He does not refuse likeness to men, nor does he everywhere display that which is beyond man, but he showed compassion toward those who mourn, most philanthropically, by his tear. This tear of the Lord is a foundation of life for men. This mercy of the Savior raises up those who lie fallen. For this reason the Word came down into a body, that he might weep over men who lie fallen and bring the incorporeal Godhead to the giving of life to men. "For we have a high priest who is able to sympathize with our weaknesses."
The priestly office of the Lord also offers prayers on behalf of men, and the Son's union with the Father has agreement with his wills concerning men, and thus the goodwill of God toward men has appeared, the sympathy of Christ toward men of the same race having come in between. The concurrence of the Father's will with his own—the hearing granted by the Father that took place for the life of Lazarus—he calls the Father's, and he gives thanks for it. And he shows the readiness of the Father's assent to his request to be so great that even before I asked and uttered the word of my petition, you heard me, he says; and not as though this were something marvelous and paradoxical—a father hearing a son—nor as though it were possible for it to happen otherwise; for I knew, he says, that you always hear me. For nothing stood in between as a barrier, nor are the wills divided, but whatever is the will of the Son has its origin from the Father, and the ineffable will of the Father is with the Son. And why, he says, have I made the thanksgiving which it was fitting for him to make
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:27 · narrative
Source
ἐκ παραδόξου καὶ κατ' ἀγαθότητα μᾶλλον εὐεργετούμενον; ο 11, 43 44 Τὸ δὲ καὶ ὀνομαστὶ κληθῆναι τὸν κείμενον φιλίας ἦν σύμβολον· τὸν μὲν γὰρ νεανίαν, ὃν ἤγειρεν, νεανίσκον ἐκάλει λέγων· “νεανίσκε, σοὶ λέγω, ἐγέρθητι” καὶ τὴν κόρην ὡσαύτως “ταλιθὰ κούμ”, τὸν δὲ φίλον καὶ συνήθη φιλικώτερον ἐκ τοῦ ὀνόματος προσκαλεῖ, ἵνα σημεῖον ᾖ τῆς τῶν φίλων ἀναστάσεως καλουμένων ὑπὸ τοῦ κυρίου, οὓς ὁ ἀπόστολός φησιν ἐν κυρίῳ νεκρούς, οὓς καταβαίνων εἰς ἀπάντησιν αὐτοῦ προσκαλέσεται. σύμφωνον δὲ τὸ δεῦρο ἔξω πρὸς τὸ εἰρημένον ὑπ' αὐτοῦ, ὅτι “ἐκπορεύσονται οἱ νεκροὶ τῆς φωνῆς” ἀκού σαντες “τοῦ υἱοῦ τοῦ θεοῦ”. καὶ αὕτη δὲ ἡ ἀπὸ τοῦ μνημείου ἔξοδος φρικω δεστέρα τυγχάνει τοῦ κατὰ τὴν ἀνάστασιν θαύματος. ἀναντιρρήτως καὶ αὐτοῖς ἀγνώμοσιν τὴν τοῦ εὐεργέτου παρέστησεν
ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφίσματα. διά τοι τοῦτο καὶ αὐτοῖς ἐπιτρέπει λῦσαι τὸν ἀναστάντα ἐκ νεκρῶν, ὅπως ταῖς ἰδίαις χερσὶ τὰ δεσμὰ περιελόντες καὶ τῆς κηδείας αὐτὸν ἐλευθερώσαντες μάρτυρες τοῦ γεγονότος πρὸς τοὺς ἀπόντας καταστῶσιν. διὰ τί δὲ εὔχεται, μᾶλλον δὲ εὐχῆς σχῆμα ἀναλαμβάνει; ἵνα μὴ ἀντίθεον αὐτὸν εἶναι νομίσωμεν. τὸ δὲ λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν, ἵνα μὴ ἐπαγόμενος δόξῃ κομπάζειν. ο 11, Οὐχ ὡς κατὰ πνεῦμα προφητείας ὑπὸ τοῦ Καιάφα ἐρρήθη·
English
And from a paradox and rather being benefited according to goodness? And the fact that the one lying there was called by name was a symbol of friendship; for the young man whom he raised he called a young man, saying, "Young man, I say to you, arise," and the girl likewise, "Talitha koum," but the friend and acquaintance he summons more friendlily by name, so that it might be a sign of the resurrection of friends being called by the Lord, whom the apostle calls dead in the Lord, whom descending to meet him he will summon. And the "Come forth" is in agreement with what was said by him, that "the dead will come forth" having heard "the voice of the Son of God." And this going out from the tomb is more dreadful than the wonder at the resurrection. Irrefutably, even to the ungrateful, it presented the authority of the benefactor; for he did not come out walking on feet; for the power of movement has been taken away, so that he could display no suspicion, overturning the sophisms of the ungrateful. For this reason he even permits them to loose the one raised from the dead, so that by removing the bonds with their own hands and freeing him from burial, they might become witnesses of what happened to those absent. And why does he pray, or rather assume the form of a prayer? So that we might not think him to be against God. And "Loose him and let him go," so that he might not boast, being led by reputation. Not as it was spoken by Caiaphas according to the spirit of prophecy;
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:28 · narrative
Source
οὐ γὰρ τὸ πνεῦμα τὸ προφητικὸν ἐπιβουλὴν συνέστησε κατὰ τοῦ Χριστοῦ, ἀλλὰ κατά τινα συντυχίαν τῷ ἀληθεῖ καὶ τῷ γενησομένῳ πράγματι σύνδρομον συνεχωρήθη αὐτῷ τῆς τοιαύτης ἐπινοίας ἐπιψαῦσαι, καθ' ὅτι ἦν ἀρχιερεύς, ἵνα προΐδῃ διὰ τοῦ στόματος αὐτοῦ τὸ κεκρυμμένον τοῖς ἀνθρώποις ἕως τότε καὶ ἀγνοούμενον. ο 12, Ἐκκλησίας τύπον ἡ Μαρία ἐπιτελεῖ, ἐκκλησίας τῆς ἐξ ἐθνῶν ἐλευθερω θείσης ἀπὸ δαιμόνων ὡς ἀπὸ ταύτης "ἑπτὰ δαιμόνια ἐξεληλύθει”, προσφερούσης εὐωδίαν τὴν πίστιν τῷ τοῦ Χριστοῦ θανάτῳ καὶ ἀναμασσομένης παρὰ Χριστοῦ δύναμιν εἰς τὴν ἑαυτῆς κεφαλὴν διὰ τῆς περὶ αὐτὸν σπουδῆς τε καὶ ἀγάπης θεραπευτικῆς, πληρούσης τε τὸν κόσμον ἅπαντα τῆς εὐωδίας, ὡς καὶ Παῦλός φησιν· “Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ.”
78 ο 12, 4 6 Τὸν οἶκτον τῶν πενήτων πρόσχημα τῆς ἑαυτοῦ πλεονεξίας ποιούμενος οὐδὲ ὡς πιστότερος τῶν ἄλλων τὴν διακονίαν ταύτην ἀνεδέδεκτο, ἀλλ' ὡς ἐλάττων· τὸ γὰρ περὶ χρημάτων διακονικὸν ἔλαττον τῆς ἐν λόγῳ διακονίας ὡς
English
For the prophetic spirit did not organize a plot against Christ, but by some coincidence, running alongside the true and future event, it was permitted to him to touch upon such a notion, inasmuch as he was high priest, so that through his mouth he might foresee what was hidden from men until that time and unknown. 12. Mary fulfills the type of the Church—the Church of the Gentiles, freed from demons as from her "seven demons had gone out"—offering the fragrance of faith to the death of Christ and receiving back from Christ power for her own head through her zeal for him and healing love, and filling the whole world with the fragrance, as Paul also says: "We are the fragrance of Christ to God."
78 12:4-6 Making the pity of the poor a pretext for his own greed, he had not undertaken this service even as being more faithful than the others, but as being lesser; for the service concerning money is lesser than the service in the word, as
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:29 · narrative
Source
καὶ οἱ δώδεκα ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἐδήλωσαν. ο 12, 13 15 Φοίνιξιν αὐτοῦ τὴν εἴσοδον δορυφοροῦντες καὶ βασιλέα τοῦ Ἰσραὴλ ἐρχόμενον εὐφημοῦντες, τοῦτ' ἔστι Χριστὸν τὸν ἐπηγγελμένον μετὰ προφανε στάτης τιμῆς εἰς τὴν πόλιν εἰσήγαγον. ὁ δὲ καὶ τοσαύτης αὐτῷ παρὰ τοῦ δήμου γενομένης τιμῆς εἰς τὸ μετριώτατον σχηματίζεται πληρῶν ἅμα καὶ τὸ σύμβολον τὸ κατὰ τὴν προφητείαν προδεδηλωμένον. αὐτόθεν δὲ ἔχει τὸ μέτριον καὶ εὐτελὲς ἡ ἐπὶ τοῦ ὀναρίου καθέδρα, κεκρυμμένον δὲ ἐν αὐτῷ τὸ σύμβολον τοῦ μήπω καθαροῦ τότε λαοῦ τοῦ μέλλοντος προσδέξασθαι τὴν ἐπίβασιν τοῦ κυρίου. ὄνος δὲ οὐ καθαρὸς κατὰ τὸν νόμον. ἐβόα δὲ ὁ προφήτης Ζαχαρίας τῇ μὲν Σιὼν εὐαγγελιζόμενος τὸν βασιλέα πάντων ἀπαλλάττοντα φόβων καὶ λυτρούμενον αὐτὴν ἐξ ἐχθρῶν δυναστῶν, τῷ δὲ συμβόλῳ δεικνὺς τῶν ἐθνῶν ἡγούμενον καὶ νέῳ λαῷ χρησόμενον, ὅτι καὶ πῶλος
ἦν, ἐφ' οὗ καθεζόμενος εἴσεισιν. ο 12, 17 19 Ἀναγκαίως ἄρα καὶ τῇ τάξει τελευταῖον τὸ κατὰ τὸν Λάζαρον ὁ κύριος ἐθαυματούργησεν, ἵνα ἐπὶ προσφάτῳ τούτῳ γεγονότι τιμηθείη μὲν ἐπιφανέστερον ὑπὸ τοῦ πλήθους, τῆς δὲ τιμῆς ἕνεκεν ὑπεραλγήσαντες οἱ Φαρισαῖοι βουλεύσαιντο κατ' αὐτοῦ καὶ οὕτως ἐπιτελεσθείη τὸ πάθος, ὅπερ καὶ γίνεται. ο 12, Ὁρῶσιν, ὅτι μάτην ἀντιλέγουσι πρὸς τὴν πίστιν τὴν εἰς Χριστόν, μάτην ἀφορίζουσι τοὺς πιστεύοντας, μάτην ἀποτρέπουσι τοὺς λοιπούς, τὰ μὲν δια λεγόμενοι, τὰ δὲ καὶ ἀπειλοῦντες. πάντα οὖν ἀνωφελῆ φασιν
English
And the twelve made this clear in the Acts of the Apostles. With palm branches they escorted his entry and hailed him as the coming King of Israel—that is, they brought Christ, the promised one, into the city with conspicuous honor. But he, though such great honor was shown him by the people, composes himself to the utmost modesty, at the same time also fulfilling the symbol foretold in the prophecy. From this very fact the seat upon the donkey has its modest and lowly character, and hidden in it is the symbol of the people not yet pure at that time, who were to receive the mount of the Lord. For a donkey is unclean according to the law. And the prophet Zechariah cried out, proclaiming good news to Zion that the King of all would free her from fears and redeem her from hostile rulers, and by the symbol showing that he would lead the nations and would have dealings with a new people, because there was also a colt on which he sits as he enters. Necessarily, then, the Lord also performed the miracle concerning Lazarus last in order, so that, on account of this recent event, he might be honored more conspicuously by the crowd, and the Pharisees, grieving excessively because of the honor, might take counsel against him, and thus the passion might be accomplished, which indeed comes to pass. They see that they oppose the faith in Christ in vain, in vain they excommunicate the believers, in vain they turn away the rest, saying some things and threatening others. So they say all these things are useless.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:30 · narrative
Source
εἶναι, εἰ μὴ πρὸς ἀναίρεσιν αὐτοῦ τράποιντο. ο 12, 25 26 Ἄνωθεν μὲν καταγομένην ἐκ πατρὸς ἐπιδείκνυσι τὴν τιμὴν ὡς πρὸς τὸ ἀνθρώπινον τὸ ἑαυτοῦ τὸ κάτω καὶ ἐναργῶς φαινόμενον καὶ καθηγούμενον ἀνθρώποις ἐπὶ ζωὴν αἰώνιον καὶ ἀθάνατον, οὐ μὴν ἑτέρως παριστὰς ἡμῖν ἐρχομένην τὴν δωρεὰν τῆς ζωῆς ἢ δι' αὐτοῦ καθ' ὅσον οὐράνιός ἐστι δύναμις, ἐπεὶ καὶ προεῖπεν αὐτὸς τὴν αἰώνιον ζωὴν δώσειν
τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83
ο Ἐνταῦθα πολὺ τὸ ἀνθρώπινον δείκνυται καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν δεικνύς, ὅτι οὐκ ἔξω τῶν ἀνθρωπίνων παθῶν ἦν. ἵνα γὰρ μὴ εἴπωσί τινες, ὅτι εὐκόλως παρῄνει θανάτου καταφρονεῖν αὐτὸς ἔξω κινδύνων ὢν δείκνυ σιν, ὅτι καὶ αὐτὸς ἀγωνιῶν ταῦτα ἔλεγεν οἰκονομικῶς ὡς ἄνθρωπος ταραχθεὶς καὶ ζητῶν ἀπαλλαγῆναι, εἰ μὴ ἦν χρήσιμον. ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν. κἂν ταράττωμαι νῦν δεδιὼς τὸν θάνατον, οὐ λέγω ὥστε φυγεῖν αὐτόν· δεῖ γὰρ φέρειν τὸ ἐπιόν· οὐ γὰρ λέγω ἀπάλλαξόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ δόξασόν σου τὸ ὄνομα, τοῦτ' ἔστιν ἄγε νῦν ἐπὶ τὸν σταυρόν. ταῦτα δέ φησιν εἰς ἀνδρείας ὑπογραμμὸν
English
unless they turned to doing away with him. He shows that the honor which comes down from above from the Father is, in relation to his own human nature below—plainly visible and leading men to eternal and immortal life—yet he presents to us the gift of life as coming in no other way than through him, insofar as he is a heavenly power, since he himself foretold that he would give eternal life to those who follow him, which was fitting for him to say insofar as he is the source of life. Here much that is human is shown, and he shows that nature does not wish to die, because he was not outside human passions. For lest some should say that he easily exhorted others to despise death while himself being outside of dangers, he shows that he too, in anguish, said these things by economy, as a man disturbed and seeking to be released, if it were not beneficial. What he says, then, is of this sort: even if I am now disturbed, fearing death, I do not speak so as to flee it; for it is necessary to bear what comes upon me. For I do not say, "Deliver me from this hour," but "Glorify your name"—that is, lead me now to the cross. And he says these things as an outline of courage.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:31 · narrative
Source
παρεισάγων ἡμᾶς. ο Διάλεξις μὲν ἐν φωνῇ πατρὸς πρὸς υἱὸν οὐκ ἔστιν, ὅτι καὶ φωνῆς ἐπέκεινα τὸ θεῖον, εἰς δὲ ἀνθρώπων ἀκοὰς ἦχος ἐξ οὐρανοῦ πέμπεται ἐκ προσώπου τοῦ πατρικοῦ πρὸς τὸν υἱόν, ἵνα οἱ ἀκούσαντες μειζόνως ἐνθυμηθῶσιν Χριστὸν καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ θεότητα γνωρίσωσιν. οὔτε δὲ πατρὶ προσγίνεται δόξα ὡσαύτως ἀεὶ ἔχοντι, πλὴν ὅσον εἰς τὴν τῶν ἀνθρώπων ἐπίγνωσιν ἐκλάμπει καὶ γνωρίζεται, οὔτε τὸν υἱὸν ἐξ ἀδοξίας δοξάζεσθαι λογιστέον, πλὴν ὅσον ἐν ὀφθαλμοῖς ἀνθρώπων κατὰ τὴν σάρκα ὁ πρότερον ἀφανὴς ἐπιφανὴς καθίσταται. οὐκ ἔλαβε δὲ τὰς τῶν παρόντων ἀκοὰς ἡ φωνή, ἀλλὰ τὸ ὅπως γέγονεν ἕτερος δοξάζει· δόγμα γὰρ ἦν παρ' αὐτοῖς ἐκ πατέρων τὸ μὴ φέρεσθαι φωνὰς ἀκουστὰς ἐκ θεοῦ στόματος, ἐπεὶ καὶ Μωυσῆς καὶ οἱ λοιποὶ πάντες, ὅσοι περὶ θεοῦ λόγων εἰρήκασιν ἀκουσθέντων, ἀνθρώποις ἐσημειώσαντο καὶ τὸν τῆς ὁμιλίας τρόπον ἀγγέλου εἶναι εἰπόντες· εἰ δὴ καὶ ἡμεῖς ἄγγελον θήσομεν εἶναι τὸν ἐξενεγκόντα τὴν φωνήν, ἔχει καλῶς πρὸς τὸ ἀνθρώπινον πρόσωπον ἄνωθεν ἀκουσθῆναι δι' ἀγγέλου τὴν πατρῴαν φωνήν. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· οὐ δι' ἐμὲ γέγονεν ἡ φωνὴ αὕτη· καὶ γὰρ οὐδὲν ἐδεῖτο ὁ εἰδὼς τὸν πατέρα καὶ τὰ τοῦ πατρός. οὐ τοίνυν ἐᾷ τι μικρὸν περὶ αὐτοῦ νομίζειν οὐδὲ οἷον ἐπὶ προφητῶν πρὸς τὸ γνῶναι τίς εἴη παρὰ θεῷ. ὅρα δὲ μὴ ταὐτόν ἐστι τὸ δόξασόν σου τὸ ὄνομα ὡς ἀναφερόμενον ἐπὶ τὸν σωτῆρα ὄντα ὡς λόγον θεοῦ. οὕτω καὶ ὄνομα τοῦ πατρός, ἀλλ' ὄνομα οὐ τὸ ἐκ συλλαβῶν οὐδὲ σημαινόμενον ἐν φωναῖς, ἀλλὰ τὸ τὴν ἰδιότητα ἐμφαῖνον τοῦ πατρός.
English
introducing us. The Dialogue is not in the voice of the Father to the Son, because the divine is beyond voice as well; but a sound is sent from heaven into human ears, from the person of the Father to the Son, so that those who hear may think more greatly of Christ and recognize his divinity beyond man. Nor does glory accrue to the Father, who is always the same, except insofar as it shines forth and is made known to men's understanding; nor is the Son to be reckoned as glorified from dishonor, except insofar as in the eyes of men according to the flesh the one formerly invisible becomes visible. But the voice did not reach the ears of those present; rather, how it happened, another glorifies. For it was a doctrine handed down from the fathers among them that audible voices are not borne from the mouth of God, since indeed Moses and all the rest, as many as have spoken of words concerning God that were heard, marked them as for men and said that the manner of the speaking was that of an angel. If indeed we too shall hold that it was an angel who brought forth the voice, it is well suited to the human person that the Father's voice was heard from above through an angel. Jesus answered and said: this voice did not come for my sake; for he who knows the Father and the things of the Father needed nothing. Therefore he does not allow anything small to be thought concerning him, nor as in the case of the prophets, so as to know who he might be with God. But see whether "Glorify your name" is the same, as being referred to the Savior who is as the Word of God. So also the name of the Father—but a name not consisting of syllables nor signified in sounds, but the one that displays the peculiar property of the Father.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:32 · narrative
Source
κατὰ τοῦτο ἔστι νοῆσαι ὄνομα θεοῦ καὶ τὸ τῷ ψαλμωδῷ εἰρημένον· “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου”· ἐπεὶ πῶς ἐστιν ἄλλως διήγησις ὀνόματι [νοῆσαι] τοῦ θεοῦ; ο Ἄγνοιαν δὲ αὐτῶν ἐλέγχουσι τὴν περὶ τοὺς προφήτας καὶ τὴν οὐκ ἀκριβῆ γνῶσιν τῶν γεγραμμένων ἐπιδεικνύουσιν· τὸ μὲν γὰρ εἰς αἰῶνα μένειν τὸν Χριστὸν ἀπὸ τῶν τοιούτων εἰλήφασιν φωνῶν, τὸ δὲ τοῦ θανάτου μυστήριον μεταξὺ γινόμενον καὶ τὴν πρὸς ὀλίγον διάλυσιν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος οὐ συνίεσαν οὐδὲ ἐξηκρίβουν. ο 12, Οὐκ ἐν μέσοις ἀναστρεφόμενος οὐδὲ μεταξὺ διαλεγόμενος κατασχεθῆναι βούλεται, ἀλλ' ὑποχωρῶν καὶ συσκιάζων ἑαυτόν· ἐν τούτῳ γὰρ ἤλεγχε μὲν τοῦ προδότου τὴν πονηρίαν ἐπὶ μισθώσει διδασκάλου μισθοφοροῦντος, ἐφύλαττε δὲ αὐτοῦ τὸ πρᾷον καὶ παντελῶς ἀφεστηκὸς θρασύτητος, ἄχρι τοσούτου παριὼν εἰς μέσον ἄχρι τοῦ διαμαρτυρῆσαι τὴν ἀλήθειαν· οὐ γὰρ ὀργῆς τόλμημα κατὰ τοῦ σωτῆρος ἔργον αὐτῶν ἔδει γενέσθαι, ἀλλὰ κακίας βούλευμα· ἔλαττον γὰρ εἰς κατάκρισιν ἅπαν τὸ ἐξ ὀργῆς τολμώμενον, ἄκρον δὲ ἐν κακίᾳ τὸ μετὰ βουλῆς πονηρεύεσθαι. ο Πώρωσιν δὲ καρδίας καὶ σκληρισμὸν ἐπαγόμενον ὑπὸ θεοῦ μὴ τῆς ἁγίας δυνάμεως ἐνέργημα εἶναι νομίσωμεν, ἀλλὰ συγχώρησιν μὲν τῆς θείας κρίσεως, ἐνέργημα δὲ τῆς πονηρᾶς καὶ
English
In this way one can understand the name of God and what was said by the psalmist: "I will declare your name to my brothers." For how else is there a declaration of the name of God? But they expose their ignorance concerning the prophets and demonstrate their inexact knowledge of what has been written. For they have received from such voices that the Christ remains forever, but the mystery of death happening in between and the brief dissolution of the soul from the body they did not understand nor examine closely. 12. He does not wish to be seized while moving about in their midst or conversing among them, but rather withdrawing and shadowing himself. For in this he was exposing the wickedness of the traitor, who hired himself out for a teacher's pay, while he was preserving his own gentleness, wholly removed from recklessness, coming into their midst only so far as to testify to the truth. For their deed against the Savior needed to be not a bold act of anger but a deliberate counsel of wickedness; for everything dared from anger is less worthy of condemnation, but the height of wickedness is to do evil with deliberate intent. But let us not think that the hardening of heart and the obduracy brought about by God is the working of the holy power, but rather a concession of the divine judgment, while the working is of the evil and
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:33 · narrative
Source
ἀντικειμένης δυνάμεως. ο Δηλονότι πρὸ τῆς ἀρτίως δεδηλωμένης
ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ φυλαττομένων ὁμολογεῖν τὰς καρδίας. δεινὴν ἁμαρτίαν ἐξήλεγχε τὴν τῆς ὁμολογίας παρά στασιν· θεοῦ γὰρ ἔφησε πίστιν ἀθετεῖν τοὺς τοῦτο ποιοῦντας· οὐ γὰρ εἰς ἕτερόν τινα πιστεύειν ἢ εἰς θεὸν τὸν εἰς αὐτὸν πεπιστευκότα, διότι, φησίν, πατὴρ ἐν υἱῷ θεωρεῖται. οὐ τοίνυν ὡς ὑπηρέτην δεξάμενός τις ἐδέξατο τὸν ἀποστείλαντα, οὕτως ἔλεγεν τὸν εἰς αὐτὸν πιστεύοντα πιστεύειν εἰς τὸν θεόν· οὐκέτι γὰρ ἂν ἀκολούθως εἶχεν τὸ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με· ἡ μὲν γὰρ πρὸς τὸν ὑπηρετοῦντα πίστις παρωθουμένη τὸν ὑπηρέτην πρὸς τὸν ἀποστεί λαντα θεωρεῖ, ὁ δὲ ἐν θεωρίᾳ υἱοῦ πατέρα θεωρῶν οὐχ ὑπερβαίνων Ἰησοῦν ἐπὶ πατέρα τρέπεται, ἀλλ' ἐν υἱῷ μένων καὶ ἱστάμενος τὸν πατέρα λαμβάνει. ὥστε τὸ ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ μέχρι τῆς σαρκὸς καὶ τοῦ ἀνθρωπίνου προσώπου τὴν δήλωσιν ἔχει. ἀφ' οὗ δὴ προάγων καὶ ἀναβιβάζων τὰς καρδίας τῶν ἀνθρώπων ὁ θεωρῶν ἐμέ, φησίν, θεωρεῖ τὸν πέμ ψαντά με, τοῦτ' ἔστιν ὁ δυνάμενος ἐπιγνῶναι τίς ὁ διὰ τῆς σαρκὸς ἐπιδημῶν καὶ τῆς νοητῆς καὶ καλλίονος ἐπιλαμβανόμενος θεωρίας, οὗτος εὑρίσκει μὲν ἀληθῶς ἐμέ, εὑρίσκει δὲ ἐν τῇ πρὸς ἐμὲ πίστει τὴν εἰς τὸν πατέρα. ὅμοιον οὖν, ὡσεὶ ἔλεγεν, οὐκ εἰς ἄνθρωπον ψιλὸν πιστεύει ὁ πιστεύων εἰς ἐμέ, ἀλλ' εἰς θεοῦ δύναμιν, ἐν ᾗ πατὴρ γινώσκεται καὶ πιστεύεται.
English
of the opposing power. Evidently, before the withdrawal just now indicated, these things were spoken by the Lord, and after these words he withdrew—words which John, taking up again, records beforehand, and he testifies that the hearts of those who believe and are guarded confess them with understanding. He exposed as a grievous sin the betrayal of confession; for he said that those who do this reject faith in God. For they do not believe in anyone else but in God—the one who has believed in him—because, he says, the Father is seen in the Son. Therefore, one who has received the one who sent him does not receive him as a servant; and so he said that the one who believes in him believes in God. For no longer would it follow that "the one who sees me sees the one who sent me." For faith directed toward the servant, pushing the servant aside, sees the one who sent him; but the one who in the vision of the Son sees the Father does not pass beyond Jesus and turn to the Father, but remaining and standing in the Son, he grasps the Father. So that "the one who believes in me" does not believe in me—up to the point of the flesh and the human person—has its indication. From this, leading forward and lifting up the hearts of men, he says, "the one who sees me sees the one who sent me"—that is, the one who is able to recognize who it is who comes through the flesh and who lays hold of the intelligible and nobler vision, this one truly finds me, and in faith toward me he finds faith in the Father. It is similar, then, as if he were saying: the one who believes in me does not believe in a mere man, but in the power of God, in which the Father is known and believed.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:34 · narrative
Source
ο Αὐτοῦ τὰ ῥήματα καὶ μετ' ἐξουσίας λαλούμενα, ὅτι καὶ δημιουργὸς καὶ τοῖς δημιουργήμασι τοῖς αὐτοῦ νομοθέτης, καθὸ λόγος ἐστὶν ὁ τοῦ θεοῦ, “δι'” οὗ “τὰ πάντα ἐγένετο”, ὃς “εἰς τὰ ἴδια” ἥκει καὶ διαλέγεται μετ' ἐξουσίας, οὐχ ὡς ἄν τις διάκονος τῶν παρὰ θεοῦ δεδομένων λόγων· οὐδενὶ γὰρ τῶν τοιούτων ἁρμόσειε τὸ “ἐγὼ λέγω ὑμῖν” καὶ τὸ ἐν παραθέσει τῇ πρὸς τοὺς θεοῦ νόμους· παρατιθεὶς γὰρ πρὸς τὸ εἰρημένον ἐκ θείου προσώπου τὸ “οὐ φονεύσεις” καὶ τὸ “οὐ μοιχεύσεις” ἐπιφέρει καθ' ἕκαστον τὸ “ἐγὼ δὲ λέγω ὑμῖν”· οὐδὲ ἀλλοτρία τοῦ σωτῆρος ἡ νομοθεσία οὐδὲ ἐξ ἀποκαλύψεως λαλεῖ οὐδὲ προστεταγμένα διαλέγεται, ἐὰν κατὰ θεότητα νοῶμεν τὴν ἰδίαν αὐτοῦ καὶ τὴν προαιώνιον ὕπαρξιν.
91 ο Πρώτη δὲ καὶ πρόχειρος ὠφέλεια ταπεινοφροσύνης ὑπερβαλλούσης παρά δειγμα καὶ τῆς μεγίστης ἀγάπης. μετάβασιν δέ φησι τὴν ἐξ
ἀνθρωπίνης εὐτε λείας ἐπὶ τὴν ὑπερουράνιον δόξαν. ο Ἡ τῶν ποδῶν νίψις ἐνταῦθα αἰνίττεται τὸ βαθύτερον τοῦ πράγματος, ὅπερ ἔοικεν εἶναι παρασκευὴ τῶν ἀποστολικῶν ποδῶν εἰς τὸ τῆς ἀποστολῆς ἔργον· κεκαθαρμένους γὰρ αὐτοὺς τοῖς ποσὶν ἀποστέλλει διὰ τῆς παρ' ἑαυτοῦ διδομένης καθαρότητος, ἵνα δὴ καὶ διαδραμεῖν δυνηθῶσι τὸν κόσμον ἐπαγγέλ λοντες τὰ τῆς σωτηρίας εὐαγγέλια κατὰ τὸ λεγόμενον “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην”. καθαροὺς οὖν ὄντας αὐτοὺς τὸ σῶμα λοιπὸν δεῖσθαι τῆς τῶν ποδῶν καθάρσεως ἔφη, τοῦτ' ἔστιν, ἵνα μὴ μόνον εἶεν καθαροὶ καθ' ἑαυτούς, ἀλλὰ καὶ περὶ τὸν δρόμον εἶεν καθαροὶ διακομίζοντες πᾶσιν ἀνθρώποις τὴν καθαρότητα.
English
His words, spoken also with authority, because he is both creator and lawgiver to his own creatures, insofar as he is the Word of God, "through" whom "all things came to be," who "came to his own" and speaks with authority, not as one who is a servant of the words given by God; for to none of such would "I say to you" be fitting, nor the setting in comparison with the laws of God. For setting in comparison with what was spoken from the divine person—"you shall not murder" and "you shall not commit adultery"—he adds in each case "but I say to you." Nor is the legislation alien to the Savior, nor does he speak from revelation, nor does he discourse on things commanded, if we understand his own and pre-eternal existence according to divinity.
The first and ready benefit is of surpassing humility beyond example, and of the greatest love. And he calls it a departure—the transition from human lowliness to the glory above the heavens. The washing of the feet here hints at the deeper meaning of the matter, which seems to be a preparation of the apostles' feet for the work of the apostolate; for he sends them out with feet made clean through the purity given by himself, so that they may indeed be able to run through the world proclaiming the good tidings of salvation, according to what is said: "how beautiful are the feet of those who proclaim peace." Since they are clean, then, in body, he said they still need the cleansing of the feet, that is, so that they may be clean not only in themselves, but may also be clean in their course, conveying purity to all people.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:35 · narrative
Source
εἶναι δὲ αὐτοὺς οὐ πάντας καθαροὺς διὰ τὸν δωδέκατον ἐν αὐτοῖς τὸν ἐν αὐτῷ ἅπασαν ἀκαθαρσίαν ἔχοντα. 93
ο 13, 14 16 Οὐδεὶς οὐδεμιᾶς φύσεως δοῦλος ἐν ἀνθρώποις οὐδὲ φυσικῶς ἔχων τις τὸ ἀποστέλλειν ἢ τὸ ἀποστέλλεσθαι, ἀλλὰ θεὸς καὶ μόνος φύσει δεσπότης ὡς ποιημάτων ἑαυτοῦ ὑπὲρ τὴν δουλικὴν ὢν φύσιν, αὐτὸς καὶ μόνος ἀποστολεὺς φύσεως ὑπὲρ τὸ ἀποστέλλεσθαι ὢν αὐτός. ἐνταῦθα δὴ καὶ ἀδύνατον φαίνεσθαι τοὺς δούλους ὑπερβῆναι τὸν κύριον καὶ τοὺς ἀποστόλους τὸν ἀποστολέα· τὸ γὰρ φύσει μεῖζον οὐχ ὑπερβαίνεται. ο 13, Ἐν τούτοις καὶ τὸ γνωστικὸν καὶ τὸ
ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων, ἐπειδὴ τῷ ἔργῳ χωρίζειν οὐκ ἐβουλήθη ἄχρι τοῦ καὶ νίψαι τοὺς πόδας ὥσπερ τῶν ἄλλων. θεοῦ δὲ τὸ τὰς καρδίας ἐξετάζειν καὶ τὰ ἐξ αὐτῶν ἐσόμενα προορᾶν. θεῖον δὲ τὸ τῆς ἀνεξι κακίας ἐνέφηνεν οὐχ ὅπως ἀτιμάζων τὸν ἐπιβουλεύοντα, ἀλλὰ καὶ τιμῶν ἐξ ἴσου τοῖς ἄλλοις χρώμενός τε τῇ ἐκείνου κακίᾳ πρὸς τὸ κοινωφελές· θεὸς γὰρ καὶ τὰς παρ' ἑαυτοῦ δωρεὰς παρέχει πονηροῖς τε καὶ ἀγαθοῖς ὡς καὶ αὐτὸς ὁ κύριος εἴρηκεν·
English
But they are not all pure, because of the twelfth among them, who has in himself every uncleanness.
No one among men is by nature a slave of any nature, nor does anyone by nature have either the act of sending or the state of being sent; but God alone is by nature master, as being over his own works and above the servile nature, and he alone is by nature a sender, being himself above being sent. Here indeed it is impossible that slaves should appear to surpass their master, or apostles their sender; for what is greater by nature is not surpassed. In these things the Lord displayed both the gnostic faculty and the forbearance, each of them being divine and from him—the gnostic faculty in that he saw the traitor and by his word separated him from those being saved, since in deed he did not wish to separate him, even to the point of washing his feet as he did those of the others. And it is God's part to examine hearts and to foresee what will come from them. He showed the divine nature of his forbearance not as dishonoring the one plotting against him, but even honoring him, treating him equally with the others and using that man's wickedness for the common benefit; for God provides his own gifts to both evil and good, as the Lord himself also said.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:36 · narrative
Source
ἀνατέλλων “τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ” βρέχων “ἐπὶ δικαίους καὶ ἀδίκου” καὶ τῇ κακίᾳ τῶν πονηρῶν εἴς τι χρήσιμον συγχωρῶν πράττει, ἃ βούλεται, ὀλέθρου μὲν τοῖς κακοῖς ἀποκειμένου, τῷ δὲ λόγῳ τῆς προνοίας οὐδαμῶς ἐμποδίζειν δυναμένων, ἀλλὰ καὶ πρὸς ὑπουργίαν μᾶλλον συντελούντων, ὥσπερ οἱ τῷ Ἰωσὴφ ἐπιβουλεύοντες, ἵνα τι παραπλήσιον τῷ προκειμένῳ λάβωμεν, διὰ τῆς ἐπιβουλῆς εἰς τὴν δόξαν τῷ Ἰωσὴφ συνῄραντο καὶ τὴν δι' ἐκείνου σωτηρίαν ἐν λιμῷ πολλοῖς ἀποκειμένην. ο 13, Γίνεται καὶ ἐπὶ τοῦ κυρίου μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν, ἵνα καὶ τέλος λάβῃ καὶ μηκέτι πέρα προελθεῖν δυνηθείη· ἡττᾶται γὰρ κακία κατὰ τοῦ Χριστοῦ παραταξαμένη, ἡττηθεῖσα δὲ ἐπὶ τοῦ δεσπότου τὴν κατὰ
τῶν δούλων νίκην ἀπόλλυσιν. ο 13, 25 26 Ἀναπεσὼν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ ὥστε μὴ εἰς ἐξάκουστον βοῆσαι τῶν λοιπῶν ἐπύθετο καὶ ὅπερ αὐτὸς οὐκ ἔσπευδεν ἐρωτᾶν μακρο θυμότερον ἴσως διακείμενος. διὸ καὶ μᾶλλον ἠγαπᾶτο· τὸ γὰρ ἡσυχέστερον καὶ μακροθυμότερον καὶ παρὰ θεῷ τιμιώτερον. χαρίζεται τοίνυν ὁ Ἰησοῦς τῷ ἠγαπημένῳ τὴν τῶν μυστηρίων ἀνακοίνωσιν· φίλου γὰρ καὶ αὐτὸ εἶναί φησι τὸ γινώσκειν καὶ ἅπερ ἐστὶ παρ' αὐτῷ κεκρυμμένα ἐκδηλῶν. λόγῳ οὖν ἀπο κρίνεται καὶ ἔργῳ δείκνυσι τὸν μηνυόμενον. καὶ τοῦτο οὐ μάτην· ἐμφανεστέρα γὰρ ἡ δι' ἔργου κίνησις καὶ μᾶλλον δυναμένη μνημονεύεσθαι. μνημονευθῆναι δὲ ἐβούλετο, διότι προειρήκει τὸν προδιδόντα, ὡς ἂν μηδεὶς ἀγνοοῦντα αὐτὸν ἐπιβεβουλεῦσθαι νομίζοι. καὶ τὸ σημεῖον τὸ εἰς τὴν μήνυσιν θαυμαστόν·
English
He makes his sun rise on the evil and the good and sends rain on the just and the unjust, and by permitting the wickedness of the evil to contribute to something useful, he accomplishes what he wills; destruction indeed is laid up for the wicked, but they are in no way able to hinder the plan of providence—rather, they even contribute to its service, just as those who plotted against Joseph (to take an example similar to the present matter) through their plot helped Joseph toward glory and toward the salvation stored up for many in the famine through him. And in the case of the Lord too, the greatest of human evils come to pass, so that they may also reach their end and no longer be able to advance further; for wickedness is defeated when it arrays itself against Christ, and once defeated by the Master it loses its victory over the servants. Having reclined on the breast of Jesus, so as not to cry out within earshot of the others, he inquired, and asked what he himself was not eager to ask, being perhaps more patiently disposed. Therefore he was also more loved; for the quieter and more patient disposition is more honored even with God. Jesus therefore grants to the beloved one the communication of the mysteries; for he says that knowing is itself the mark of a friend, and he discloses the things hidden with him. By word, then, he gives answer, and by deed he shows the one being pointed out. And this was not in vain; for the movement through deed is clearer and more able to be remembered. And he wished it to be remembered, because he had foretold the betrayer, so that no one might think that he was plotted against while unaware. And the sign given for the indication is marvelous.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:37 · narrative
Source
διὰ γὰρ ταύτης τῆς ἀγνώμονος συνεστιάσεως αὐτὸν καταμηνύει τὸ ψωμίον ἐπι διδοὺς αὐτῷ καὶ τούτῳ δείξας αὐτὸν προδότην ἐσόμενον, ὅνπερ ἐτίμα ὡς φίλον. οὐκέτι οὖν οὐδὲ αὐτοῦ κρατεῖν ὁ προδότης δύναται, ἀλλ' ἀφ' οὗπερ αὐτὸν ὁ κύριος ἐνέδειξεν, ὁ διάβολος ἐπικρατεῖ τῶν ἐκείνου λογισμῶν καὶ ἄγει πρὸς τὸ κακὸν ἔκδοτον ἔχων αὐτὸν διὰ τὴν πονηρίαν καὶ τὴν εἰς τοῦτο κατάκρισιν. οὗπερ ἄξιον ἑαυτὸν ἀποδέδειχεν. ἐπειδὴ ὃ κρύπτειν ἐδόκει, τῇ δόξῃ τοῦ ψωμίου ἐξηλέγχθη· μὴ φέρων τὸν ἔλεγχον θᾶττον ἐπιθεῖναι πέρας ἔσπευσεν. τοῦτο ἐκάλεσεν ὁ εὐαγγελιστὴς εἴσοδον τοῦ σατανᾶ τὴν κύρωσιν τῶν καταθυμίων τῷ διαβόλῳ λογισμῶν. ο 13,
34 35 ἐντεῦθεν οἶμαι καὶ ὁ ἀπόστολος μεμαθηκὼς τὴν τῆς ἀγάπης δύναμιν “πλήρωμα” αὐτὴν ‘νόμου” ὀνομάζει· δῆλον γὰρ ὡς ὁ καὶ αὐτῆς τῆς ψυχῆς τοῖς φίλοις παραχωρῶν ἁπάντων γε τῶν ἄλλων ἡδέως ἐκστήσεται καὶ πολὺ μᾶλλον συγχωρήσει· τούτου δὲ ἐπιτελουμένου κακίας πρόφασις οὐδεμία οὐδὲ χρεία τῶν κατὰ μέρος παραγγελμάτων πάντων ἐν τούτῳ συντόμως περιειλημμένων. ο 13, Πρὸς πάντας αὐτοὺς προειρήκει τὸ μὴ δύνασθαι ἀπελθεῖν ἔνθα ἐστὶν αὐτὸς οὐ μόνον διὰ τὸ τῷ σώματι μὴ δύνασθαι βαδίζειν εἰς οὐρανόν, ἀλλὰ καὶ διὰ τὸ μὴ τετελειωκέναι “τὸν δρόμον” τῆς ἀποστολῆς, ὅπερ αὐτοὺς ἀξίους ἐποίει τῆς ἀκολουθήσεως τοῦ κυρίου. ἀκολουθῆσαι δὲ τῷ κυρίῳ τὰς ψυχὰς εἰς οὐρανὸν ὑποφαίνει τὸ λόγιον καὶ μηκέτι κάτω μηδὲ ὑπὸ γῆς κατόχους γινομένας.
English
For through this senseless feasting he exposes him, handing him the morsel and by this showing that he whom he honored as a friend would become a traitor. No longer, then, can the traitor even control himself, but from the moment the Lord pointed him out, the devil prevails over his thoughts and leads him to evil, having him delivered up because of his wickedness and his condemnation to this. He has shown himself worthy of this. Since what he seemed to hide was exposed by the glory of the morsel, unable to bear the exposure he hastened to put an end to it more quickly. The evangelist called this an entry of Satan—the ratification of the thoughts desired by the devil. From this, I think, the apostle also learned the power of love and called it the "fulfillment" of the "law"; for it is clear that one who yields even his own soul to his friends will gladly surrender all other things as well, and much more will he forgive. And when this is accomplished, there is no pretext for wickedness, nor any need for the individual commandments, since all of them are briefly comprehended in this. He had said beforehand to all of them that they could not go where he is, not only because they could not walk to heaven in the body, but also because they had not completed "the course" of their apostleship, which made them worthy to follow the Lord. The saying indicates that souls follow the Lord into heaven and are no longer held down below or under the earth.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:38 · narrative
Source
100 ο 14, 5 6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβιω κότας καὶ ζωῆς αἰωνίου τυγχάνοντας τούτους δηλοῖ πορευομένους πρὸς θεὸν καὶ ταύτην εἶναι τὴν ὁδόν. ἑαυτὸν δὲ ἅμα καὶ πορευόμενον εἴρηκεν καὶ ὁδὸν ὄντα, πορευόμενον μὲν κατὰ τὴν ἐπὶ γῆς πολιτείαν, ἐν ᾗ πᾶσαν ἐπλήρωσεν ἀρετὴν καὶ τὴν ζωὴν ἐπήγαγεν ὡσπερεὶ στέφανον τῇ πολιτείᾳ, ὁδὸν δὲ ὄντα καθότι αὐτὸς ἡ ζῶσα ἀρετὴ καὶ ἡ αἰώνιος ζωὴ ὥστε οὐ κατὰ τὴν ἀσώματον θεότητα πορεία τις αὐτοῦ καὶ πρᾶξίς ἐστι πρὸς τὸν πατέρα συνάπτουσα, ἀλλὰ φύσις αὕτη καὶ οὐσία. προσείληφεν δὲ διὰ σαρκώσεως καὶ τὰς ἐπὶ γῆς ἐνεργείας τε καὶ πράξεις ἀγαθάς, δι' ὧν πᾶσιν ἐπὶ θεὸν καθηγεῖται καὶ πρὸς τὴν ἰδίαν θεότητα. ο 14, Ἄρτι μὲν τὴν φυσικὴν ἑνότητα ἑαυτοῦ πρὸς τὸν πατέρα διεξῄει, ἐπιφέρει δὲ ἐφεξῆς καὶ τὴν κατὰ χάριν ἑαυτοῦ πρὸς τοὺς ἀποστόλους ἕνωσιν· τοῦτο γὰρ ὁμοίωμα ἐκείνου καὶ μίμησις τοῦ κατὰ φύσιν τὸ κατὰ χάριν· καὶ γὰρ διὰ πίστεως τοῦτο γίνεται, ἐκεῖνο δὲ οὐχὶ διὰ πίστεως, ἀλλὰ κατὰ δύναμιν φυσικήν· οὐ γὰρ πίστει τῇ εἰς πατέρα τὰ θαυμάσια Χριστὸς ἐργάζεται, πίστει δὲ τῇ εἰς υἱὸν ἐπιτελοῦσιν οἱ ἀπόστολοι τὰ υἱοῦ καὶ ἔστιν οὐκ ἴδια μὲν τῶν ἀποστόλων τὰ ἔργα, ἴδια δὲ τοῦ κυρίου καὶ τὰ διὰ τούτων πραττόμενα. διὸ καὶ σέβας μὲν υἱῷ προσάγεται, σέβας δὲ οὐδαμόθεν ἀποστόλοις ὀφείλεται, οὐδὲ ἂν μείζονα τοῦ κυρίου ποιήσωσιν. ο 14, 13 102 Ποιεῖ Χριστὸς ὅσα αἰτοῦσιν ἀπόστολοι· εἴρηκε γάρ, ὅτι ποιήσω ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου.
English
He calls himself Truth because of the perfection and exactness of his virtue, and Life because of the enduring and eternal character of his existence; and those who have lived in virtue and attain eternal life, these he shows to be journeying toward God, and that this is the way. And he has said that he himself is both journeying and the way—journeying in respect of his conduct on earth, in which he fulfilled every virtue and brought in life as a kind of crown upon his conduct; and being the way in that he himself is living virtue and eternal life, so that it is not according to his incorporeal divinity that there is any journey or action of his that joins him to the Father, but this is his nature and essence. But through the incarnation he has also taken on the good activities and actions on earth, through which he leads all to God and to his own divinity. Just now he was setting forth the natural unity of himself with the Father, and next he brings in also the unity of himself with the apostles according to grace; for this is a likeness of that and an imitation of what is according to nature by what is according to grace; for this comes about through faith, but that not through faith, but according to natural power; for it is not by faith in the Father that Christ works his wonders, but it is by faith in the Son that the apostles accomplish the works of the Son, and the works are not the apostles' own, but the things done through them are the Lord's own. Therefore also reverence is brought to the Son, but reverence is owed to the apostles from no source, not even if they should do greater things than the Lord. Christ does whatever the apostles ask; for he has said, "I will do whatever you ask in my name.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:39 · narrative
Source
ἴδιον δὲ αὐτοῦ τὸ ἔργον ἐνδείκνυται. ἐν τούτῳ δοξάζεσθαί φησιν ἐν ἑαυτῷ τὸν πατέρα αὐτοῦ μὲν ἐργαζομένου, τοῦ δὲ πατρὸς διὰ τῆς τοῦ υἱοῦ ἐνεργείας ἐκφαινομένου· οὐ γάρ ἐστιν ἑτέρα πρὸς πατέρα πρόσοδος ἢ δι' υἱοῦ οὔτε πάλαι οὔτε νῦν οὔτε αὖθις, ἀλλ' οἰκειότερον ἡ διὰ υἱοῦ πρόσοδος, ἔσχηκε δὲ νῦν, ὅτι
πλησιέστερον ἡμῖν κατέστη σαρκωθείς. ο 14, 15 16 Τὰ μὲν ὀφείλεται τῷ κυρίῳ παρ' ἡμῶν, περὶ ὧν καὶ παραγγέλλει, τὰ δὲ αὐτὸς ἡμῖν παρέχει, περὶ ὧν ἐπαγγέλλεται· ἡμέτερον γὰρ ἡ τήρησις τῶν ἐντο λῶν καὶ τοῦτο τῆς πρὸς τὸν κύριον ἀγάπης ἀπόδειξις· παρ' αὐτοῦ δὲ ἡμῖν ἡ τῆς θείας φύσεως κοινωνία χορηγεῖται ἐπιτηδείοις εἰς τὴν κοινωνίαν γινομένοις διὰ τῆς ὑπακοῆς· αἰτεῖν δὲ λέγει τὸν πατέρα κατὰ τὴν ἀδελφικὴν πρεσβείαν ὑπὲρ ἡμῶν· αὐτὸς γάρ ἐστιν ὁ διδοὺς κατὰ τὴν δεσποτικὴν ἐξουσίαν καὶ κατὰ τὴν ἐνέργειαν ἁπάντων τῶν πατρικῶν
βουλημάτων. ο 14, 16 17 Πνεῦμα μὲν οὖν τῆς ἀληθείας τὸ ἀσώματον καὶ ἐξ ἀσωμάτου πεμπόμενον. διὸ καὶ τὸν πατέρα εἴρηκεν ἀποστέλλειν αὐτὸ τὴν ἐξ ἀσωμάτου πα ρουσίαν δηλῶν, ἐπειδὴ αὐτὸς ἐν σώματι θεωρεῖται. ἀόρατος δὲ ἀσωμάτου παρουσία. διὸ καὶ τοῖς τὰ ὁρατὰ μόνα νομίζουσιν εἶναι τούτοις ἄληπτος ἡ παρουσία αὐτοῦ· καὶ γὰρ καὶ ἀνεπαίσθητος καὶ διὰ τοῦτο ἄγνωστος· ὃ γὰρ μὴ θεωροῦσι ὀφθαλμοῖς, τοῦτο οὐδὲ γινώσκουσιν οὐδὲ εἶναι νομίζουσιν, αἰσθά νονται δὲ αὐτοῦ παρόντος οἱ μετέχειν δυνάμενοι.
English
He shows that the work is his own. He says that in this his Father is glorified, while he himself works and the Father is made manifest through the activity of the Son; for there is no other approach to the Father except through the Son, neither formerly nor now nor again hereafter, but the approach through the Son is more intimate, and he has it now, because he became closer to us by being made flesh. What is owed to the Lord by us, about which he also gives command, and what he himself provides for us, about which he makes promise—for ours is the keeping of the commandments, and this is the proof of love toward the Lord; but from him is supplied to us the communion of the divine nature, as we become fit for that communion through obedience. He says that he asks the Father according to his brotherly intercession on our behalf; for he himself is the one who gives according to his lordly authority and according to the working of all the Father's counsels. The Spirit of truth, then, is the incorporeal one, sent from the incorporeal; therefore he has also said that the Father sends it, indicating the presence that comes from the incorporeal, since he himself is seen in a body. Invisible is the presence of the incorporeal; therefore for those who think that only visible things exist, his presence is incomprehensible; for it is also imperceptible and for this reason unknown; for what they do not see with their eyes, this they neither know nor think to exist, but those who are able to partake of him perceive him when he is present.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:40 · narrative
Source
οὗτοι τὴν κρείσσονα αἰσθή σεως οὐσίαν ἐκ τῆς μετουσίας ἐπιγινώσκουσιν ἐξ ἑτέρων ἑαυτοὺς καταλαμβά νοντες, ἐπειδὰν τοῦ πνεύματος πληρωθῶσι καὶ δι' ἧς μετίσχουσι θείας κατα στάσεως τὴν αἰτίαν αὐτῆς δύναμιν θείαν ἤ τινα τέχνην ἐπιγινώσκωσιν ὥσπερ ὁ σοφίαν ἤ τινα τέχνην ἔχων ἐν ἑαυτῷ συνίησιν ὃ ἔχει κἂν τοῖς πλησίον ἀγνοῆται. ο 14, Πολεμουμένοις ἐπέστη Χριστός, εἰρήνην εἰργάσατο καθελὼν τὴν τῶν πολεμούντων ἰσχύν· οὐ γὰρ ἔτι δύναμις ταῖς ἀντικειμέναις δυνάμεσι κατὰ τῶν οἰκείων Χριστῷ· ἐξεληλύθασι γὰρ ἐκ τῆς αἰχμαλωσίας ἐπιγνόντες τὸν λυτρωτήν. ἀκίνητος οὖν αὐτοῖς ἡ εἰρήνη, διότι ψυχῆς ἐστιν εἰρήνη πρὸς ἐλευθερίαν ἀχθείσης καὶ τὸν φόβον ἀποθεμένης καὶ τὴν
ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ
τῆς ψυχῆς εἰρήνη. ο 14, 30 31 Ἐντολὴν δὲ πάλιν αὐτῷ δεδόσθαι λέγων καθ' ὁμοιότητα ἡμῖν δοκεῖ τὸ λέγειν οἷον ἀνθρωπίνῳ τρόπῳ νοῆσαι θεόν, ἀλλ' οὐδὲ υἱὸν ἀκούοντα· μείζονα γὰρ φωνῆς τὰ θεϊκὰ καὶ φυσικῷ τρόπῳ νοεῖται ταῦτα κατὰ τὸ οἰκεῖον θεῷ, τῆς οἱονεὶ βουλῆς τοῦ πατρὸς ἐντολῆς λεγομένης, ᾗ σύμφωνος ὢν καὶ σύνδρομος ὁ υἱὸς ἐπιτελεῖ τὴν οἰκονομίαν· κάλλιστον γὰρ καὶ τὸ ποιῶ, ἵνα ἴδωμεν, ὅτι καὶ τὸ πάθος ἐνεργείας ἦν αὐτοῦ δι' ἧς καθαιρεῖ μᾶλλον τοὺς ἐπιτιθεμένους, ἐπεὶ καὶ θριαμβευόμενος ἐθριάμβευσεν καὶ σταυρούμενος ἐσταύρου καὶ εἰς αἰσχύνην ἐπῆγεν τοὺς τοῦτο ἐργαζομένους. ὥστε διὰ τὴν ἀγάπην, φησίν, τὴν εἰς τὸν πατέρα
English
These know the better substance than sense-perception from participation, grasping themselves from other things, whenever they are filled with the Spirit and through the divine condition in which they participate they recognize its cause—the divine power or some craft—just as one who has wisdom or some craft within himself understands what he has, even if it is unknown to those nearby. 14. Christ stood by those who were warred against; he made peace, having destroyed the strength of those who war; for no longer is there power in the opposing powers against those who are Christ's own; for they have come out of captivity, having recognized the Redeemer. Their peace is therefore immovable, because it is the peace of a soul that has been led to freedom and has laid aside fear and stripped off
turmoil. Since, then, the goods of the soul are firm and irremovable, the soul's peace is firm. 14:30–31. Again, when he says that a commandment has been given to him, in likeness to us, his saying seems to be, as it were, to conceive of God in a human way, but not even the Son as one who hears; for the divine things are greater than a voice and are understood in a natural way according to what is proper to God, the so-called counsel of the Father being called a commandment, in agreement and harmony with which the Son accomplishes the dispensation; for it is also a most noble thing that I do, so that we may see that even the suffering was of his activity, through which he rather overthrows those who attack him, since even when triumphed over he triumphed and when crucified he crucified and brought those who did this to shame. So, he says, because of the love for the Father
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:41 · narrative
Source
ὑπομένω τὸν θάνατον. ο 14, 30 31 Ἰσχύει ὁ τῆς πονηρίας ἄρχων διὰ τῆς ἐν ἀνθρώπῳ πονηρίας ὡς ἴδιον λαμβάνων τὸν ὑπὸ τῇ πονηρίᾳ εὑρισκόμενον. ἐπ' ἐμὲ τοίνυν οὐχ οὕτως ἥξει, φησίν, ὡς ἐπί τινα ἀνθρώπων τῶν ὑφ' ἁμαρτίαν κειμένων, ἀλλ' ὡς ἑκουσίως ἐμαυτὸν παραδιδόντα καὶ δεικνύντα τῷ κόσμῳ τὴν ἀγάπην, ἣν ἔχω πρὸς τὸν πατέρα, ὅτι βουλομένου πατρὸς σῴζεσθαι κόσμον ἐργάζομαι τοῦτο. ο 14, Δοκεῖ μὲν ἀναχώρησις εἶναι τὸ πρᾶγμα, ἔκδοσις δέ ἐστιν ἑκούσιος, ὅτι τοιοῦτον μεταδιώκει τόπον, ἐν ᾧ γνωσθήσεται ὑπὸ τοῦ προδότου καὶ προδοθήσεται. ο 15, Ὅστις οὖν ἑαυτὸν χωρίζει τοῦ κυρίου πρὸς σαρκικὰ πράγματα, ἀπηλλοτρίωσεν ἑαυτὸν τῆς ἀμπέλου καὶ ξηρὸς καθίσταται τὴν ζωοποιὸν μηκέτι δεχόμενος ἰκμάδα. ὁ δὲ τοιοῦτος εἰς τὴν αἰώνιον φυλαχθήσεται κρίσιν ὥσπερ εἰς τὸ πῦρ τὰ ξηρὰ κλήματα. ο 15, Μένοντες ἐν ἐμοί, φησίν, οὐ μόνον τὰ τῆς ἀρετῆς ἕξετε καρποφορούμενα ἐξ ὑμῶν αὐτῶν, ἀλλὰ καὶ τὰ μείζονα τῆς ἀρετῆς, λέγω δὴ τὰς παρὰ θεοῦ δυνάμεις, ἃς δι' αἰτήσεως λήψεσθε· τὸ γὰρ ὃ ἐὰν θέλητε αἰτήσασθε,
English
I await death. The ruler of wickedness is strong through the wickedness that is in a man, taking as his own the one found under wickedness. Against me, then, he will not come in this way, he says, as against some man among those lying under sin, but as one who willingly hands himself over and shows to the world the love that I have for the Father, because I accomplish this while the Father wills the world to be saved. It seems indeed to be a withdrawal, but it is a voluntary surrender, because he seeks out such a place in which he will be recognized by the traitor and betrayed. Whoever, then, separates himself from the Lord toward fleshly things has alienated himself from the vine and becomes dry, no longer receiving the life-giving moisture. And such a one will be kept for eternal judgment, as the dry branches for the fire. Remaining in me, he says, you will not only have the fruits of virtue borne from yourselves, but also the greater things of virtue—I mean the powers from God, which you will receive through petition; for ask whatever you wish,
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:42 · narrative
Source
καὶ γενήσεται ὑμῖν τὴν τῶν παραδόξων ὑπερβάλλει δύναμιν. ο 15, 9 10 Ὥσπερ ἐγώ, φησίν, προσήκων τῷ πατρὶ κατὰ τὴν θεότητα ἠγάπημαι ἐξ αὐτοῦ καὶ οὐκ ἐξ ἀνθρώπων ἀναστάς, οὕτω καὶ ὑμεῖς ἐμοὶ προσήκοντες κατὰ σάρκα ἠγάπησθε ὑπ' ἐμοῦ. τὴν οὖν ἀγάπην, ἧς ἐτύχετε, φυλάξατε. φυλάξατε δὲ αὐτήν, εἰ τὰ προστεταγμένα ὑπ' ἐμοῦ τηρήσετε σῴζοντες καὶ ἐν τούτῳ τὴν μίμησιν καὶ τὴν ὁμοίωσιν τὴν πρὸς ἐμέ· ἐγώ τε γὰρ σύμφωνα τῷ πατρὶ διανο ούμενος καὶ πράττων ἀκριβῆ τὴν ἀγάπην τὴν πρὸς τὸν πατέρα διεφύλαξα. ὑμεῖς δὲ ὡσαύτως τὰ παρ' ἐμοῦ προστάγματα ἔργῳ πληροῦντες ἐπιδείξετε τὴν πρὸς τὸν δεσπότην ἀγάπην· οὐδὲ γὰρ τὴν ἀγάπην ὁμοίως ὑμεῖς τε πρὸς τὸν κύριον καὶ ὁ κύριος πρὸς τὸν πατέρα δείκνυσιν, οὐδὲ τὴν τήρησιν τῶν ἐντολῶν ἐξ ἴσου δοῦλοί τε πρὸς δεσπότην καὶ υἱὸς πρὸς πατέρα ἀποδίδωσι· τῷ μὲν γὰρ κυρίῳ κατὰ φύσιν ἦν ἅπαντα πληροῦν τὰ ἀρέσκοντα πατρὶ καὶ πόνος οὐδεὶς οὐδὲ ἐπιμέλεια οὐδὲ ἄσκησις περὶ τοῦτο, ἡμῖν δὲ διὰ πόνου τὸ κατόρθωμα. καὶ ὁ μὲν οὐκ ἐλπίδι μισθοῦ τὰ πατρὸς τηρεῖ βουλήματα, ἡμεῖς δὲ ἐπὶ μισθῷ τὸν πόνον ὑπομένομεν καὶ τὴν τήρησιν τῶν ἐντολῶν ἐξασκοῦμεν. ἕτερος ἄρα τρόπος τῆς ἀγάπης τοῦ κυρίου πρὸς τὸν πατέρα, ἕτερος δὲ ἡμῖν πρὸς αὐτόν. ο 15, Οὐ τοιαύτην ἀκοὴν δήπουθεν λέγει, οἵαν τὴν τῶν ἀνθρώπων, ὥσπερ οὐδὲ ἀγάπην τοιαύτην οὐδὲ ἐντολῶν τήρησιν ὁμοίαν· οὐ γὰρ ῥῆμα εἰς ἀκοὴν ὠτίων φερόμενον ἐκ πατρὸς ἐνήνεκται μηνύον τὰ πατρὸς βουλήματα, ἀλλὰ τὴν πρό γνωσιν εἴρηκεν ἀκοὴν οὐ προσγινομένην αὐτῷ κατά τινα καιρόν, ἀλλὰ συνοῦσαν ἀεί·
English
And it will be for you to surpass the power of the marvelous things. John 15:9-10. As I, he says, being akin to the Father in respect of divinity, have been loved by him and did not arise from men, so also you, being akin to me in respect of the flesh, have been loved by me. Guard, therefore, the love which you have obtained. Guard it, if you keep the commandments given by me, preserving also in this the imitation and likeness unto me; for I, thinking and acting in accord with the Father, have kept exactly the love toward the Father. And you likewise, fulfilling in deed the commandments from me, will demonstrate the love toward the master; for neither do you and the Lord show love in the same way—you toward the master and the Lord toward the Father—nor do slaves and a son render the keeping of the commandments equally, the one toward a master and the other toward a father. For to the Lord it was natural to fulfill all things pleasing to the Father, and there was no toil nor care nor exercise in this, but for us the accomplishment comes through toil. And he keeps the Father's will not in hope of reward, but we endure the toil for a reward and practice the keeping of the commandments. Different, then, is the manner of the Lord's love toward the Father, and different is ours toward him. John 15:? Not such a hearing, surely, does he mean as that of men, just as neither such love nor a like keeping of the commandments; for no word borne into the hearing of ears has been brought forth from the Father making known the Father's will, but he has called "hearing" the foreknowledge, which does not accrue to him at some particular time, but is present always.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:43 · narrative
Source
οὐ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν ἡ σοφία πρόεισιν οὐδὲ ἕτερόν τι παρὰ τὴν σοφίαν ἡ γνῶσίς ἐστιν, ἵνα ὑποδέξηται αὐτὴν ὡς οὐκ αὐτὸ γινώσκουσαν, ἀλλὰ χρὴ διὰ τῶν συνήθων καὶ τῶν ἀνθρωπίνων ῥημάτων
σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σχήματος ἀνθρωπίνου καὶ τῶν παθημάτων ὀνόμασι τῶν ἡμετέρων τὸν ἀσώματον καὶ ἀσχημάτιστον καὶ ἀπαθῆ θεὸν ἑρμηνεύων. ο 15, Παρ' αὐτοῦ δέδοται τοῖς ἀνθρώποις ἡ πρὸς αὐτὸν οἰκείωσις καὶ οὐχ ὑπὸ ἀνθρώπων κατείληπται τὸ ἀγαθόν, ὅπερ καὶ ὁ ἀπόστολος διδάσκων λέγει· « διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ «· οὐ γὰρ ἀρέσαντες ἐξελέχθημεν, ἀλλ' ἵνα ἀρέσωμεν. διὸ καί, φησίν, ἐκλεξάμενος αὐτοὺς ἐπὶ καρπο φορίαν τέθεικεν, ἵνα, εἰ καὶ μὴ διὰ τὰ πρότερα τίμιοι θεῷ καθεστήκαμεν, ἀλλὰ διὰ τὰ τελευταῖα γενώμεθα. τίς δὲ ὁ τῶν ἀποστόλων καρπὸς ἄφθαρτος οὗτος καὶ εἰς αἰῶνα μένων; ἡ ἐκκλησία. οὐκ ἔστι δὲ ἀκουσθῆναι ὑπὸ θεοῦ τὸν μὴ ἀκούοντα θεὸν οὐδὲ εὐλογίας τυχεῖν τὸν μὴ φέροντα δῶρον, ὥστε εἰ τὰς ἐντολὰς ἀκούσαιτε, φησίν, καὶ καρπὸν προσενέγκαιτε, καὶ τῶν αἰτήσεων τεύξεσθε. αἰτήσεις δὲ ὑμῖν δεδεγμέναι εἰσὶ παρὰ θεῷ αἱ διὰ τοῦ ἐμοῦ ὀνόματος ἀναφερόμεναι· ἐν ἐμοῖ γὰρ ὑμῶν ἡ προσαγωγὴ διὰ τοῦ ὀνόματος τοῦ ἐμοῦ καὶ ἡ παρρησία. ο 15, Ὡς μελλόντων μισεῖσθαι παρὰ πάντων παραγγέλλει αὐτοῖς ἀγαπᾶν ἀλλήλους.
English
For wisdom does not proceed from ignorance into knowledge, nor is knowledge anything other than wisdom, so as to receive it as though it did not know itself; but it is necessary, through customary and human words, to understand the divine transcendence, sealed for us in a manner befitting God, and not according to human lowliness, since every discourse about God has been shaped in such a form by human shape and by the names of our own experiences, interpreting the incorporeal and formless and impassible God. From him, the kinship with him has been given to men, and the good has not been grasped by men, which the apostle also teaches, saying: "I press on, if I may also grasp, inasmuch as I was also grasped by Christ." For we were not chosen because we had pleased, but in order that we might please. Therefore, he says, having chosen them, he appointed them for fruit-bearing, so that, even if we were not established as honorable to God through former things, we might become so through the latter. And what is this incorruptible fruit of the apostles, remaining forever? The church. It is not possible for one who does not hear God to be heard by God, nor for one who does not bring a gift to obtain blessings, so that, he says, if you hear the commandments and bring forth fruit, you will also obtain your requests. And the requests that are acceptable to God on your behalf are those brought up through my name; for in me is your access through my name, and your boldness. As those who are about to be hated by all, he commands them to love one another.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:44 · narrative
Source
118 ο 16, Ἐλέγξει τὸν κόσμον ὡς ὑπὸ ἁμαρτίαν κατακεκριμμένους διὰ τὴν ἀπιστίαν· ἡ γὰρ πίστις ἁμαρτίαν λέλυκεν, ἀπιστίαν δὲ δέδεκε καὶ φαινόμενον ἐν τοῖς πιστεύουσι τὸ πνεῦμα κατάκρισις ἦν τῶν ἀπιστούντων· ἐστερημένοι γὰρ τῆς δωρεᾶς ἐξηλέγχοντο τῆς παρούσης τοῖς πεπιστευκόσι καὶ τοῦτο ἐδείκνυεν αὐτοὺς ἐναγῆ
σκεύη καὶ ἀνεπιτήδεια τῷ πνεύματι. ο 16, 8 11 ἢ καὶ τὴν ἐν τοῖς πιστεύουσιν δικαιοσύνην ἐδείκνυ καὶ ταύτην οὐχ ἑτέρου τινὸς ἕνεκεν, πλὴν τῆς ἀνόδου τοῦ Χριστοῦ· τοῦτο γὰρ τοὺς ἀνθρώπους ἐδικαίωσεν τὸ σάρκα ἐξ ἡμῶν καὶ εἶδος ἀνθρώπινον ἐπιβῆναι θρόνου οὐρανίου καὶ καθεσθῆναι παρὰ τῷ πατρί. τοῦτο δὲ αὐτὸ καὶ τοῦ κόσμου τὴν κατάκρισιν εἶχεν, ὁπότε κρατηθεὶς ἄνθρωπος ὑπ' αὐτοῦ καὶ ὑπὸ τοὺς πόδας τοὺς ἐκείνου περιπεπτωκὼς ὑπὲρ τὴν κεφαλὴν αὐτοῦ πεπατήκει. ὥστε εἰκότως εἴρηκεν τὴν τοῦ πνεύματος εἰς ἡμᾶς παρουσίαν τριῶν τούτων ἔχειν ἀπόδειξιν, ἁμαρτίας κόσμου καὶ δικαιοσύνης πίστεως καὶ κατακρίσεως διαβόλου. ο 16, Εἰς ἐμὴν ἔσται δόξαν ἡ τοῦ πνεύματος ἐνέργεια καὶ διδασκαλία, ὅτι καὶ παρ' ἐμοῦ τὸ πνεῦμα ὁρμᾶται. τὸ δὲ παρ' ἐμοῦ λέγων δῆλον καὶ τὸ παρὰ τοῦ πατρός· ἐμὰ γάρ ἐστι τὰ πατρῷα. τὸ οὖν ἐκ τοῦ ἐμοῦ λήμψεται κατὰ τὸν αὐτὸν αὖθις ἀκούει τρόπον, οὐχ ὡς γνώσεώς τινος ἐπιγινομένης τῷ πνεύματι καὶ ταύτης ἐν χρόνῳ τῷ παρόντι· δεινὸν γὰρ ἂν εἴη καὶ μέχρις ὑπονοίας, εἴ γε τότε πνεῦμα προσλαμβάνει τὴν μάθησιν ἡνίκα εἰς ἀνθρώπους μέλλει κομίζειν. δεινὸν δὲ καὶ εἰ διδασκόμενον αὐτὸ ὅλως τις θήσεται·
English
He will convict the world as those condemned under sin through unbelief; for faith has dissolved sin, but unbelief has bound it, and the Spirit appearing in those who believe was a condemnation of those who disbelieve; for being deprived of the gift, they were convicted by its presence in those who had believed, and this showed them to be accursed vessels and unfit for the Spirit. Or he also showed the righteousness that is in those who believe, and this for no other reason than the ascent of Christ; for this is what justified men—that flesh taken from us and human form should ascend to the heavenly throne and sit beside the Father. And this very thing also contained the condemnation of the world, since man, who had been held captive by it and had fallen under its feet, had trampled over its head. So that with good reason he has said that the presence of the Spirit among us has proof of these three things: the sin of the world, the righteousness of faith, and the condemnation of the devil. The working and teaching of the Spirit will be for my glory, because the Spirit also proceeds from me. And in saying "from me," what is from the Father is also clear; for what is the Father's is mine. Therefore "he will receive from what is mine" is again heard in the same way, not as though some knowledge were accruing to the Spirit, and this in the present time; for it would be terrible even to the point of suspicion, if the Spirit were to receive instruction at the time when it is about to bring it to men. And it would be terrible if anyone were to suppose that it is taught at all.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:45 · narrative
Source
οὐκέτι γὰρ ἐνοικοῦν ἀνθρώποις καὶ πᾶσαν εἰς αὐτοὺς σοφίαν εἰσάγον πιστευθήσεται, εἴπερ οὐ φυσική τίς ἐστι σοφία, ἀλλὰ καὶ αὐτῷ χρεία διδάσκεσθαι. ὥστε ἀντὶ τοῦ λέγειν ὅλον παρ' ἑαυτοῦ τὸ πνεῦμα ὁρμᾶσθαι, εἴρηκε τὸ ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν· μικρότεραι γὰρ αἱ φωναὶ πρὸς τὸ γνωριμώτερον ἀνθρώ ποις, μείζων δὲ ἡ τοῦ πνεύματος δόξα πρὸς τὸ οἰκειότερον τῇ θεότητι. λέγεται δὲ καὶ ἀκούειν θεὸς ἀνθρώπου ῥήματα καὶ δῆλον ὡς οὐκ ἐν καιρῷ τι προσγίνεται πρὸς γνῶσιν θεοῦ, ἀλλὰ καὶ πρὸ τῶν ἡμετέρων ῥημάτων οἶδε τὰς ἡμετέρας εὐχὰς καὶ τὸ ὅλον κατὰ διάνοιαν ἐξ ἀρχῆς ἀπὸ τῆς δημιουργίας ἐδημιούργησεν, ἐπιστάμενος καὶ τὰ μεταμέλοντα τῶν ἑαυτοῦ δημιουργημάτων κινήματα, ἀλλ' ὅμως ἐλέγετο τὸ “εἰσάκουσον κύριε” καὶ τὸ “εἰσήκουσε κύριος”· καίτοι κατὰ τὸ πρέπον θεῷ μηδὲν τῶν τοιούτων δεῖ ἐκδέχεσθαι χρονικῶς μηδὲ ὡς μεταβολήν τινα περὶ θεὸν γινομένην ἐκ τῶν ἀνθρωπίνων εὐχῶν, μηδὲ γνῶσις τῶν
λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς τοῦ θεοῦ δόξης ἐν ταῖς ὑμετέραις ὑπονοίαις διὰ τὸ ἀκούειν αὐτὸν ἀνθρώπων λαλούντων. οὕτω τοίνυν οὐδὲ ἐπὶ τοῦ πνεύματος τὸ ἀκούειν καὶ τὸ λαμβάνειν προσθήκην τινὰ δέξεται γνώσεως οὐδὲ μεταβολῆς ἐπὶ τὴν ἀναλλοίωτον τοῦ πνεύματος οὐσίαν. 121
English
For it will no longer be believed to dwell in humans and to bring all wisdom into them, if indeed it is not some natural wisdom, but even it needs to be taught. So, instead of saying that the whole Spirit rushes forth from himself, he has said, "He will take from what is mine and will announce it to you"; for the utterances are lesser in relation to what is more knowable to humans, but the glory of the Spirit is greater in relation to what is more proper to the divinity. And God is said also to hear a human's words, and it is clear that nothing accrues to the knowledge of God in time, but even before our words he knows our prayers, and from the beginning, from the creation, he fashioned the whole according to his design, knowing also the changing motions of his own creatures; nevertheless "Hear, Lord" was said, and "the Lord heard"—although, as is fitting for God, none of such things should be understood temporally, nor as some change occurring in God from human prayers, nor does knowledge of what is said come upon God; but humanly, as I said, the words are spoken, and divinely they are understood by the pious, and the unchangeable and immutable character of God's glory will not be tainted in your suspicions because he hears humans speaking. In this way, then, neither in the case of the Spirit will the hearing and the receiving admit any addition of knowledge or change to the unchangeable substance of the Spirit.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:46 · narrative
Source
ο 16, Τὴν εἰς οὐρανοὺς ἀνάληψιν αἰνιττόμενος τοῖς λοιποῖς, τοῖς δὲ οὔπω δῆλον τὸ λεγόμενον, ὀκνοῦσι δὲ ἐρωτᾶν. ὅθεν σκοποῦσιν αὐτοὶ καθ' ἑαυτοὺς καὶ δια λαλοῦσιν ἡσυχῇ. ἦν δὲ οὐκ ἀνάγκη πυνθάνεσθαι λόγῳ τοῦ καὶ πρὸ ἐρωτήσεως ἐπισταμένου τὴν ἐν καρδίᾳ ζήτησιν αὐτῶν (ἀκούει δὲ Χριστὸς τῶν ἐν καρδίᾳ νοημάτων πρὸ τῶν ἐν χείλεσιν ῥημάτων) καὶ ὡς ἐρωτήσασιν αὐτοῖς καὶ προτεί νασιν τὴν ζήτησιν ἀποκρίνεται ἐνδεικνύμενος αὐτοῖς καὶ διὰ τούτου τὴν θεό τητα πρὸς βεβαιότητα τῆς πίστεως· ζητεῖτε γάρ, φησίν, περὶ τοῦ λόγου τοῦ μετὰ βραχὺ μὲν δηλοῦντος τὴν ἐμὴν ἀναχώρησιν, μετὰ βραχὺ δὲ πάλιν τὴν ἐπάνοδον ἔσεσθαι. ἔσται τοῦτο οὕτως. εἴρηται καὶ διὰ λύπης ἀνάγκη τὴν χαρὰν ὑμῖν ἐπιφανῆναι καὶ χαρήσεται μὲν ἡ ἀδικία πρὸς ὀλίγον ὡς δὴ κεκρατηκυῖα, ἐπεὶ δ' ἂν ἐγὼ τὸ πάθος ὑπέλθω· ὑμεῖς δὲ λυπηθήσεσθε ὡς οὐκέτι τὸν σωτῆρα ἔχοντες. μεταβολὴ δὲ ἐπακολουθήσει ταχεῖα τῷ πράγματι καὶ ὑμεῖς ἐκ τῆς τοῦ θανάτου λύπης τὴν τῆς
English
He hints to the rest at the ascent into the heavens, but what is said is not yet clear to them, and they hesitate to ask. Hence they consider it among themselves and speak quietly. Yet there was no need to inquire by word of the one who knows the question in their heart even before they ask (for Christ hears the thoughts in the heart before the words on the lips), and as though they had asked and put the question forward, he answers them, demonstrating to them by this also his divinity for the confirmation of faith. For you seek, he says, concerning the word which after a little while declares my departure, and after a little while again my return will be. This will be so. It has been said, and it is necessary that joy appear to you through grief, and injustice will rejoice for a little while as though it had prevailed, since I undergo the passion; but you will grieve as no longer having the Savior. But a swift change will follow the matter, and you, from the grief of death, will receive the
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:47 · narrative
Source
ἀναστάσεως χαρὰν κομιεῖσθε. ο 16, Λυπηρὸν μὲν τοῖς μαθηταῖς ἡ μέλλουσα ἀναχώρησις αὐτοῦ, τερπνὸν δὲ ἡ ἀνάστασις· ἑκατέρα δὲ ἐν βραχεῖ καιρῷ γίνεται. ὅμοιόν τι ταῖς τῶν γυναικῶν ὠδῖσι τὸ πρᾶγμα φανήσεται· ὡς γὰρ ὠδίνει μὲν γυνὴ πρὸ τοῦ τοκετοῦ, ἀπὸ δὲ τῶν ὠδίνων ὁ τοκετὸς καὶ τὸ ἐπίπονον εἰς τέρψιν καταλήγει καὶ ἡ τέρψις ἀναιρεῖ τῆς λύπης τὴν μνήμην, οὕτως ἀποβήσεται ὑμῖν ἐπὶ τοῦ καινοῦ καὶ θαυμασίου τούτου τοκετοῦ· νῦν γὰρ ὡς ἀληθῶς ἄνθρωπος εἰς τὸν κόσμον γεννᾶται ἐκ παραδόξων ὠδίνων καὶ λύπην μὲν ὑμῖν αἱ περὶ τὸ πάθος ὠδῖνες προσοίσουσιν, χαρὰν δὲ ἡ μετὰ τὸ πάθος ἀνάστασις, χαρὰν οὐδαμῶς ἔτι μετα βαλλομένην οὐδὲ ἀφαιρετὴν ὑπὸ ἀνθρώπου ἤ τινος ἄλλου, ὅτε διὰ τῆς ἀναστά σεως τοῦ νέου ἀνθρώπου νέοι καταστάντες εἰς τὴν πρὸς θεὸν ἥξετε παρρησίαν· χαρήσεσθε γάρ, ὅταν ἴδητε ξένον τῷ κόσμῳ παιδίον ἀποτεχθέν, ἄφθαρτόν τε καὶ ἀνώλεθρον, ἑαυτὸν δὲ δηλονότι φησίν. ο Παραβολικοὶ καὶ δι' ὁμοιώσεων οἱ περὶ θεοῦ λόγοι, ἐν οἷς παραβάλλεται θεὸς ἀνθρώπῳ λαλοῦντι καὶ υἱὸς ἀκούοντι καὶ πνεῦμα ὡσαύτως ὡς ἀκοῦον καὶ λόγους λαμβάνον. ἀφομοιοῦνται πατὴρ καὶ υἱὸς ὡς ἐρχόμενοι πρὸς ἀνθρώ πους καὶ κατοικοῦντες ἐν ἀνθρώποις· λαλιὰ γὰρ καὶ ἀκοὴ καὶ πορεία καὶ κατοίκησις καὶ ὅσα τοιαῦτα σωματικῶς ἔχει τὰς ὁμοιότητας. οὐχ οἷόν τε δὲ ἀνθρώπους ἑτέρως ἀκούειν ἢ οὕτως.
English
You will receive the joy of the resurrection. The disciples find his impending departure painful, but the resurrection delightful; and each of these lasts only a short time. The matter will appear similar to the pangs of childbirth: for just as a woman suffers labor pains before the birth, and from the pains comes the birth, and the distress ends in delight, and the delight removes the memory of the pain, so it will turn out for you in this new and wondrous birth. For now truly a human being is born into the world through paradoxical pangs, and the pangs surrounding the passion will bring you pain, but the resurrection after the passion will bring joy—a joy that is in no way subject to change nor removable by a human being or anyone else, when through the resurrection of the new human being you, having become new, will come to boldness before God. For you will rejoice when you see a child born strange to the world, incorruptible and imperishable—and he is clearly speaking of himself. The words about God are parabolic and by way of similitudes, in which God is compared to a man speaking and the Son to one listening, and the Spirit likewise as one listening and receiving words. The Father and the Son are likened to ones coming to human beings and dwelling among human beings; for speech and hearing and going and dwelling, and all such things, have their likenesses in bodily terms. But it is not possible for human beings to hear in any other way than this.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:48 · narrative
Source
ἔσται δέ φησι καιρός, ὅτε μὴ διὰ τῶν ὁρατῶν ὁμοιώσεων, ἀλλὰ διὰ τῆς ἀοράτου δόξης θεοῦ ἀκούσεσθε καὶ γνώσεσθε, ὅτε δηλαδὴ τελειωθέντες ἐν πνεύματι πρὸς θεοῦ γνῶσιν οἰκείως διατεθήσεσθε, καὶ τότε θεία τις ἡ τοῦ κυρίου πρὸς ὑμᾶς ὁμιλία γενήσεται σαφὴς καὶ οὐ δι' ἐπι καλύμματος ποιουμένη τὴν περὶ πατρὸς διδασκαλίαν.124 ο Ἀλλὰ καὶ τὸ νῦν ἀξιόπιστον, φησίν, αὐτίκα σαλευθήσεται καὶ οἱ λέγοντες πιστεύειν φεύξεσθε μικρὸν ὕστερον κινηθείσης ὑμῶν ὑπὸ τοῦ φόβου τῆς πίστεως. καὶ τοῦτο, φησίν, οὐκ ἐμοὶ χαλεπόν, ἀλλ' ὑμῖν· ὑμεῖς γὰρ τοῦ διδασκάλου μονωθήσεσθε καὶ τὸν σωτῆρα ἀπολείψετε, ἐγὼ δὲ τοῦ πατρὸς οὐ μονωθήσομαι· οὐδὲν γὰρ τὸ μεταξὺ διαχωρίζον ἐμὲ καὶ τὸν πατέρα. ο Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. μέλλων ἀπιέναι, φησίν, ἀναγκαίως διὰ τῶν νῦν εἰρημένων καθίστημι τὰς ψυχὰς ὑμῶν εἰς τὸ μὴ ταράσσεσθαι, ἀλλὰ τῇ πίστει πρὸς τὰς περιστάσεις ἀντέχειν· πολλὰ μὲν γὰρ παρ' ἀνθρώποις τὰ θλίβοντα, μεγάλη δὲ παρὰ τοῦ νενικηκότος τὰς θλίψεις ἡ
English
He says there will be a time when you will hear and know, not through visible likenesses, but through the invisible glory of God—that is, when, having been perfected in the Spirit, you will be disposed in a fitting way toward the knowledge of God, and then a certain divine converse of the Lord with you will become clear and will not make its teaching about the Father through a veil. But even the credibility you now have, he says, will presently be shaken, and you who say you believe will flee a little later, when your faith is moved by fear. And this, he says, is not hard for me but for you; for you will be left alone without the teacher and will abandon the Savior, but I will not be left alone without the Father; for there is nothing that separates me and the Father. In the world you will have tribulation; but take courage, I have overcome the world. As he is about to depart, he says, I necessarily, by what has now been said, establish your souls so as not to be troubled, but to hold out against circumstances by faith; for many are the things among men that press hard, but great is the
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:49 · narrative
Source
τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμῆς ἀηττήτου δυνάμεως ἀσφαλὲς τὸ θάρσος τοῖς ἐμοῖς μετόχοις ὑπάρξει.
126 ο Διὰ τί φησιν ἐρωτῶ περὶ αὐτῶν καὶ τίς ἡ ἐρώτησις; ἤδη, φησίν, τῆς πνευματικῆς ἐπιστασίας δέονται τῆς ἀοράτως ἐν ψυχαῖς ἐνεργούσης, ὅτι μηκέτι κατὰ σῶμα πορεύομαι αὐτοῖς μηδὲ διαλέξομαι· καταλείψω γὰρ ἤδη τὸν κόσμον εἰς οὐρανοὺς μεταβαίνων. ἐπίστησον δὲ αὐτοῖς τὴν ἀόρατον ἐπιστασίαν δια φυλάττων αὐτοὺς υἱοὺς ὥσπερ γεγόνασιν λαβόντες παρ' ἐμοῦ τὸ ὄνομα τῆς υἱότητος. ἐμοῦ μὲν δὴ παρόντος ἐξήρκει τὸ ἐμὲ ὁρᾶν καὶ ἐμοῦ ἀκούειν καὶ τοῦτο ἦν αὐτοῖς ἱκανὸν εἰς τὸ φυλάττεσθαι. ἐφυλάχθησαν γοῦν καὶ οὐδεὶς τῆς ἐν ἐμοὶ σωτηρίας ἐκπέπτωκεν, εἰ μὴ μόνος ὁ πρὸς τὴν ἀπώλειαν ἑαυτὸν ἐκδεδωκώς, καθ' οὗ καὶ τὸ πνεῦμα τὸ προφητικὸν πεπλήρωται τὸ ἐξολεθρευθῆναι “ἐκ γῆς τὸ μνημόσυνον” αὐτοῦ. νῦν δὲ ἐπανιὼν ἤδη πρὸς σὲ τὴν σὴν αὐτοῖς ἀόρατον ἐπιστασίαν αἰτῶ. ο Τοῦτ' ἔστι ὅσα κτῶμαι δι' ἁγιασμοῦ καὶ οἷς ἀποδίδωμι τὴν ἐν θείᾳ μορφῇ τελείωσιν μεταδιδοὺς τοῦ ἐμοῦ πνεύματος. προστίθησι δὲ ὅτι καὶ τὰ σὰ ἐμά. ταῦτα δὲ ἂν εἴη τὰ οὐράνια, ἃ μὴ προσλαμβάνει νῦν ἁγιασμόν, ἀλλ' ἐξ ἀρχῆς ἐν ἁγιασμῷ βέβηκεν· οὐδὲ γὰρ ἐκείνοις ἑτέρως ὁ ἁγιασμὸς ἢ διὰ τοῦ υἱοῦ θεϊκῶς μέντοι καὶ σαρκικῶς ἔτι πάντα ἁγιάσαντος. δοξάζεται οὖν οὐ μόνον ἐν τοῖς νῦν κτηθεῖσιν ὑπὸ τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ καὶ ἐν τοῖς ἐξ ἀρχῆς ἐπὶ τῆς βασιλείας διαμείνασιν·
English
The aid of confidence: for confidence will never be firmly from your own courage, since there is nothing in man that is steadfast and unchangeable good, but from my invincible power safe confidence will belong to those who share in me.
126 Why does he say, I ask concerning them, and what is this asking? Already, he says, they need the spiritual oversight that works invisibly in souls, because I no longer walk with them according to the flesh nor will I converse with them; for I will now leave the world, passing over into the heavens. But establish over them the invisible oversight, guarding them as sons, just as they have become, having received from me the name of sonship. While I was present, it was enough to see me and to hear me, and this was sufficient for them to be guarded. At any rate they were guarded, and no one fell away from the salvation that is in me, except only the one who gave himself over to destruction, against whom also the prophetic Spirit has been fulfilled—that his memory be blotted out from the earth. But now, as I am already returning to you, I ask your invisible oversight for them. This means all that I acquire through sanctification and those to whom I grant perfection in the divine form, imparting my Spirit. And he adds that what is yours is mine. And these would be the heavenly things, which do not now receive sanctification, but from the beginning have stood firm in sanctification; for not even for those is sanctification otherwise than through the Son, who indeed divinely, yet also in the flesh, sanctified all things. He is glorified, then, not only in those now acquired under his kingdom, but also in those who from the beginning have remained in the kingdom.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:50 · narrative
Source
τοῦτο γὰρ τὸ “γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς”. τοιοῦτον καὶ τὸ ὑπὸ τῶν ἀγγέλων λεγόμενον· “δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας”. διὰ τοῦτο ἧκεν ὁ υἱὸς τοῦ θεοῦ διὰ σώματος, ἵνα τὴν ἐν οὐρανῷ δόξαν καὶ ἐπὶ γῆς ἐκτείνῃ καὶ δοξάζηται μὴ μόνον ἐν τοῖς κατ' οὐρανὸν ἁγίοις, ἀλλὰ καὶ ἐν τοῖς κατὰ γῆν ἁγιαζομένοις. ο Σαφῶς ἐν τούτῳ διαιρεῖ τὸ κατὰ φύσιν καὶ τὸ καθ' ὁμοίωσιν· ἑαυτόν τε γάρ φησιν ἐκ τοῦ κόσμου μὴ εἶναι καὶ τοὺς μαθητὰς ὁμοίως μὴ εἶναι ἐκ τοῦ κόσμου. δῆλον δέ, ὅτι Χριστὸς μὲν κατ' ἀλήθειαν οὐκ ἦν ἀπὸ κόσμου ἅτε δὴ καταβεβηκὼς ἐξ οὐρανοῦ, οἱ δὲ ἀπόστολοι κατὰ τὴν ὁμοίωσιν τὴν Χριστοῦ μεταβεβήκασιν ἀπὸ τοῦ κόσμου. φησὶ δὲ αὐτοὺς ξένους γεγενημένους ἀνθρώποις διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀρετήν, μεμισῆσθαι δὲ εἰκότως ὑπὸ τῶν ἐναντία φρονούντων. ἔχουσι μὲν οὖν ἤδη παρ' ἐμοῦ διὰ τῆς πρὸς ἐμὲ οἰκειότητος τὴν ἀλλοτρίωσιν τὴν πρὸς κόσμον καὶ οὐκέτι προσδέονται. προσδέονται δὲ τῆς ἐν τῷ ἀγαθῷ τούτῳ βεβαιώσεως ὡς μὴ βλαβῆναι διὰ τῆς τοῦ διαβόλου πονη ρίας καὶ τῆς θείας ταύτης οἰκειώσεως ἀπαλλοτριωθῆναι
English
For this is the "Let your will be done as in heaven and on earth." Such also is what is said by the angels: "Glory in the highest to God and on earth peace among men of good pleasure." For this reason the Son of God came through a body, so that he might extend the glory that is in heaven also on earth, and be glorified not only among the saints in heaven, but also among those being sanctified on earth. Clearly in this he distinguishes what is by nature and what is by likeness; for he says that he himself is not from the world, and that the disciples likewise are not from the world. And it is clear that Christ truly was not from the world, since he had come down from heaven, while the apostles by likeness to Christ had passed over from the world. And he says that they, having become strangers to men through virtue beyond man, were reasonably hated by those who think contrary things. They have, then, already from me, through their kinship with me, the alienation from the world, and no longer need it. But they need confirmation in this good, so as not to be harmed through the wickedness of the devil and be estranged from this divine kinship.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:51 · narrative
Source
πάλιν. ο Ἔστω δὴ ἐν αὐτοῖς ἀληθὲς τὸ ἀγαθὸν καὶ ὁ ἁγιασμὸς ἀληθινός, μὴ “ἐναρξάμενοι πνεύματι, σαρκὶ” ἐπιτελεσθῶσί ποτε μηδὲ ζήσωσι κατὰ σαρκικὴν ἀλογιστίαν, ἀλλὰ κατ' ἀρετὴν τούτου λόγου, ἐν ᾧ πάλιν ἀληθὴς ἀρετή. ο Πολὺ ἐνταῦθα τὸ ἀνισότιμον· ἀποστέλλει μὲν γάρ, φησίν, τοὺς μαθητὰς οὕτω ὡς παρὰ πατρὸς αὐτὸς ἀποστέλλεται. οὐδεμία δὲ ἰσοτιμία τῆς ἐξ οὐρανοῦ παρουσίας εἰς γῆν καὶ τῆς ἐν τῇ γῇ γενομένης ἀποστολῆς τῶν μαθητῶν· οὐδὲ γὰρ ὡς φύσει διδάσκαλοι πέμπονται καθάπερ ὁ κύριός ἐστιν, ἀλλὰ προσλα βόντες τὴν διδακτικὴν δύναμιν καὶ σοφίαν καὶ οὕτω διὰ τῆς μιμήσεως τὸ ἀγαθὸν εἰς τὸν κόσμον χωρεῖ καὶ τὸ ἀποσταλὲν ἐξ οὐρανοῦ παρὰ πατρὸς διὰ τῶν ἀποστελλομένων ὑπ' αὐτοῦ μαθητῶν ἐπὶ πάντας διαβαίνει.
132 ο Προσεκτέον τὸν Ἰωάννην παριόντα τὴν ἱστορίαν τὴν περὶ τῆς ἀδημονίας καὶ λύπης τοῦ κυρίου, ἣν οὐ παραλελοίπασιν οἱ ἄλλοι. ἀλλ', ὅπερ ἔφην,
ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,
English
Again. Let the good be true in them, and the sanctification true, lest "having begun in the Spirit, they be" at some time "perfected in the flesh," nor live according to fleshly irrationality, but according to the virtue of this word, in which again true virtue. There is much inequality of honor here; for he sends, he says, the disciples just as he himself is sent from the Father. But there is no equality of honor between the coming from heaven to earth and the apostleship of the disciples that took place on earth; for they are not sent as teachers by nature just as the Lord is, but having received the teaching power and wisdom, and thus through imitation the good advances into the world, and what was sent from heaven by the Father through the disciples sent by him passes over to all.
One must attend to John as he passes over the account concerning the Lord's distress and grief, which the others have not omitted. But, as I said, his writing inclines rather to the declaration of the divinity, since the humanity has been sufficiently foreknown, and he speaks the human things rather in summary fashion,
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:52 · narrative
Source
σαφέστερον δὲ τὰ τῆς θεότητος τεκμήρια τῆς ἀνοίας ἕνεκα. ο 18, 10 11 Δοκεῖ καὶ συγχώρησις εἶναι τοῦ κυρίου πρὸς τὸ χρήσασθαι αὐτοὺς τότε μαχαίρᾳ· τοῦτο γὰρ ὁ Λουκᾶς ἱστόρησεν ὡς δηλώσαντος μὲν τοῦ σωτῆρος τὸν ἐπιόντα πόλεμον ἐν τῷ λέγειν, ὅτι “πωλησάτω τις τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν”, εἰπόντων δὲ τῶν μαθητῶν, ὅτι “ἰδοὺ μάχαιραι ὧδε δύο” πρὸς τοῦτο ἀποκριναμένου, ὅτι “ἱκανόν ἐστιν”. ἦν δὲ τοῦτο οὐ μάτην δήπουθεν ὑπὸ τοῦ κυρίου συγχωρούμενον τοῦ κελεύσαντος μὴ ἀνθίστασθαι “τῷ πονηρῷ”, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ δὴ τοῦ εἰρημένου, ἵν' ἔργῳ δείξῃ ὅπερ λόγῳ προεδίδαξε καὶ χρωμένους αὐτοὺς τῇ δικαίᾳ μαχαίρᾳ πρὸς τὸ ἀμύνασθαι στήσῃ τε καὶ κωλύσῃ, ὥστε μηκέτι ταύτῃ προσχρήσασθαι ὡς καὶ αὐτὸς ὁ ταῦτα εἰπὼν ἱστόρηκε μετὰ ταῦτα εἰρηκέναι τὸν κύριον· “ἐᾶτε ἕως τούτου” τοῦτο δὲ τὸ “ ἕως” ὅρον ἔχει καὶ κώλυσιν τῆς κατὰ νόμον ἐφειμένης μαχαίρας. καὶ προστέ θεικέ γε τῇ ἱστορίᾳ ὁ Λουκᾶς, ὅτι “καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν”, ὅπερ ἐμφανέστατον ἦν ἔργον εἰς τὸ μὴ βλάπτειν ἀνθρώπων μηδένα. οὐκ ἀπο γνωστέον δὲ
English
The proofs of his divinity are clearer, for the sake of their folly. It seems that there was also a concession from the Lord that they might then use a sword; for Luke recorded this, as the Savior indicated the coming war when he said, "Let the one who has a garment sell it and buy a sword," and when the disciples said, "Look, here are two swords," he answered to this, "It is enough." And this was surely not permitted in vain by the Lord who commanded not to resist "the evil one," but also for the very thing that was said, so that by deed he might show what he had taught beforehand by word, and might stop and prevent them when they used the just sword for defense, so that they might no longer use it for this purpose, as also the one who said these things recorded that the Lord said afterwards, "Let it be until this point"—and this "until" has a limit and a prohibition of the sword permitted by the law. And Luke added to the account that "touching his ear, he healed it," which was a most manifest deed to the effect that he harms no human being. And it must not be overlooked that
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:53 · narrative
Source
ἐπὶ τῶν τοιούτων καὶ μυστικὸν εἶναι. 134 1 ο 18, 10 11 Τὸ ἀποκόπτεσθαι δούλου ἀρχιερέως ὠτάριον τὸ δεξιὸν σκέψαιτο ἄν τις ὡς τῆς ἐπιβληθείσης αὐτοῖς ἀνηκουστίας σημεῖον εἶναι καὶ τοῦ μὴ ἐξεῖναι αὐτοῖς ἀκούειν οὖς. “πώρωσις” γὰρ “τῷ Ἰσραὴλ γέγονε” “καὶ ἀκού οντες οὐκ ἀκούουσι” διὰ τὴν κατὰ τοῦ σωτῆρος ἀσέβειαν ἣ τῶν ἀρχιερέων μάλιστα γέγονεν. διὸ καὶ περὶ οἰκέτην ἀρχιερέως ἦν τὸ σύμβολον τῆς τοῦ ὠτὸς ἀφαιρέσεως. δεῖ δὲ καὶ τοῦτο προσθεῖναι διὰ τὴν ἱστορίαν τὴν τοῦ Λουκᾶ καὶ τῷ περὶ τῆς ἀποκαταστάσεως τοῦ ὠτίου φαίην ἂν δηλοῦσθαι τὴν εἰς ὕστερον ἀποκατάστασιν τῆς συνέσεως τῆς νῦν ἀφῃρημένης τοῦ Ἰσραήλ, ὅτε συνήσουσιν, ὃν ἠγνόησαν καὶ ἀκούσονται τυχόντες τοῦ κηρύσ σοντος Ἠλίου· ἀποκατασταθήσεται γὰρ καρδία πατέρων πρὸς υἱοὺς κατὰ τὸν Μαλαχιήλ. καὶ συναφθήσονται ἡμῖν τοῖς δευτέροις ἐκεῖνοι πρότεροι κατὰ τὸν χρόνον ὄντες καὶ πατέρες ἀριθμηθήσονται μετὰ υἱῶν. Σύμβολον δὲ ἄρα ἦν τὸ ἀποκόπτεσθαι δούλου ἀρχιερέως ὠτάριον δεξιὸν τὸ τῆς ἐπιβληθείσης αὐτοῖς ἀνηκουστίας σκότος σημειοῦν· καὶ τῷ περὶ τῆς ἀποκαταστάσεως τοῦ ὠτίου φαίην ἂν δηλοῦσθαι τὴν εἰς ὕστερον ἀποκατάστασιν τῆς νῦν ἀφῃρημένης συνέσεως τοῦ Ἰσραήλ, ὅτε συνήσουσιν, ὃν ἠγνόησαν καὶ ἀκού σονται τυχόντες τοῦ κηρύσσοντος Ἠλίου· ἀποκαταστήσεται γὰρ τότε πατέρων καρδία πρὸς υἱοὺς κατὰ τὸν Μιχαίαν. ο 18, Σαφῶς παρὰ τοῖς ἄλλοις εὐαγγελισταῖς δεδηλωμένην τὴν τοῦ πάθους ἡμέραν ἔοικε σαφῶς ὁ Ἰωάννης ἀποδεῖξαι βούλεσθαι·
English
In such cases it is also mystical. One might consider that the cutting off of the right ear of the high priest's servant is a sign of the disobedience that came upon them and of their not being permitted to hear with the ear. For "hardening has come upon Israel" and "hearing they do not hear," because of the impiety against the Savior, which was especially the case with the high priests. Therefore the symbol of the removal of the ear was also in connection with a servant of the high priest. But one must also add this for the sake of Luke's account, and I would say that by the restoration of the ear is indicated the later restoration of the understanding now taken away from Israel, when they will understand the one they did not know and will hear, having obtained the one who proclaims, Elijah; for the heart of fathers will be restored to sons according to Malachi. And those who are first in time will be joined to us who are second, and will be counted as fathers together with sons. So then, the cutting off of the right ear of the high priest's servant was a symbol signifying the darkness of the disobedience that came upon them; and I would say that by the restoration of the ear is indicated the later restoration of the understanding now taken away from Israel, when they will understand the one they did not know and will hear, having obtained the one who proclaims, Elijah; for then the heart of fathers will be restored to sons according to Micah. It seems that John clearly wishes to show clearly the day of the passion, which has been clearly declared by the other evangelists.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:54 · narrative
Source
πρὸ γὰρ “τῆς ἑορτῆς τοῦ πάσχα” τὸ δεῖπνον εἶναι τὸ πρὸ τῆς παραδόσεως ἱστόρηκεν, ἀφ' οὗ καὶ ἀναστὰς παρεδόθη, καὶ μήπω τὸ πάσχα βεβρῶσθαι, ἡνίκα αὐτὸς ἔπασχεν, ὥστε συνενεχθῆναι τὸν καιρὸν τῆς τοῦ προβάτου σφαγῆς καὶ τοῦ θανάτου Χριστοῦ. ἑσπερινὸς μὲν γὰρ ὁ καιρός, ἐν ᾧ “τὸ πνεῦμα παρέδωκεν” ὁ ἀληθινὸς ἀμνὸς ὥρᾳ τῆς ἡμέρας ἐνάτῃ, ἑσπερινὴ δὲ καὶ ἡ τοῦ προβάτου σφαγὴ κατὰ τὸν νόμον, ὥστε καθ' ἣν ἡμέραν τε καὶ ὥραν προετυποῦτο τὸ πρᾶγμα κατ' αὐτὴν ἐπι τελεῖσθαι. καὶ οὐκ ἐδυνήθησαν ἀποφυγεῖν οἱ Ἰουδαῖοι μὴ οὐχὶ κατὰ τὴν ἑορτὴν ἐπιτελέσαι τὸ πρᾶγμα, καίτοιγε φυλαττόμενοι καὶ λέγοντες· “μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται” ἐν τῷ λαῷ. ἔστιν οὖν ὑπολαβεῖν καὶ περὶ τῶν ἄλλων εὐαγγελιστῶν, ὅτι πρώτην τῶν ἀζύμων τὴν πρὸ τῶν ἀζύμων καλοῦσιν, τοῦτ' ἔστιν τὴν τρισκαιδεκάτην καὶ ὅτι προητοιμάσθη μὲν κατ' αὐτοὺς ἐν ταύτῃ τὸ πάσχα ὑπὸ τῶν μαθητῶν, τὸ δὲ δεῖπνον οὐκ ἦν ἡ τοῦ πάσχα βρῶσις· οὕτω γὰρ εἰς ταὐτὰ συνδραμοῦνται τῷ Ἰωάννῃ, συνδραμεῖται δὲ μάλιστα καὶ ἡ τοῦ
English
For he has recorded that the supper was "before the feast of the Passover," before the betrayal, after which he rose and was betrayed, and that the Passover had not yet been eaten when he himself suffered, so that the time of the slaughter of the lamb and the death of Christ coincided. For the time was evening, in which "the true lamb gave up the spirit" at the ninth hour of the day, and the slaughter of the lamb according to the law was also in the evening, so that on the same day and hour in which the event was prefigured, it was also fulfilled. And the Jews could not escape fulfilling the event at the feast, although they were on guard and saying, "Not at the feast, lest there be a disturbance" among the people. It is therefore possible to suppose also concerning the other evangelists that they call the first of the unleavened bread the day before the unleavened bread, that is, the thirteenth, and that according to them the Passover was prepared beforehand on this day by the disciples, but the supper was not the eating of the Passover; for in this way they will agree with John, and especially the [account] of the
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:55 · narrative
Source
Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· “οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι’ ὡς κατὰ ταύτην τὴν ἡμέραν καὶ τοῦ πάσχα τυθησομένου καὶ αὐτοῦ σταυρωθησομένου. ο 18, Ἀλήθειαν λέγει τὸ ἑαυτὸν ἀποδεῖξαι τοῖς ἀνθρώποις καὶ διὰ τῆς αὐτοῦ γνώσεως τὴν σωτηρίαν αὐτοῖς χαρίσασθαι, ἀλλὰ τέως πρὸς τὸ κατεπεῖγον ἵστανται.
138 ο Τὴν ἁμαρτίαν μείζονα τοῦ παραδόντος διὰ τοῦτο εἶναί φησιν, ὅτι κατὰ τὸν προφήτην “οὓς σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν” καὶ ὡς ἀλλαχοῦ περὶ τοῦ προδότου προείρηται “ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄν θρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι”· τὸ γὰρ ἐν καιρῷ πόνου καὶ θλίψεως ἐπιτίθεσθαι τῷ μηδὲν ἀδικοῦντι δεινὸν παρὰ τῷ δικαίῳ καὶ ἀγαθῷ· ᾧ γὰρ συμπάσχειν ἐχρῆν, τούτῳ προστιθεὶς ἀλγηδόνας ἀνθίσταται τῷ θεῷ. ο 19, Οἱ μὲν ἄγουσιν ὡς νενικηκότες, ὁ δὲ κύριος ἀγόμενος νικᾷ φέρων ἐπὶ τοῦ ὤμου τὴν ἀρχὴν ἢ παιδείαν ἢ ὡς ἂν ἑρμηνεύοιτο ἡ τοῦ Ἠσαΐου προφητεία λέγοντος “οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ”. παιδείαν μὲν, ὅτι τὴν ὑπὲρ ἡμῶν ἐβάστασε παιδείαν κατὰ τό· “παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν”, ἀρχὴν δέ, ὅτι βασιλεύει τῶν ὑπὸ θάνατον αἰχμαλώτων καὶ ὑφ' ἁμαρτίαν τὴν διὰ ξύλου τὸν ἐπὶ ξύλου θάνατον ἀντ' αὐτῶν ὑφιστάμενος. ο 19, Ταύτην τὴν συγχώρησιν λέγει μὲν ἄνωθεν δόξαν· λέγει δὲ ὡς ἄνθρωπος, καθ' ὃ γὰρ λόγος τοῦ θεοῦ καὶ θεὸς ἦν ὁ διδοὺς καὶ συγχωρῶν.
English
The voice of Matthew, which he recalled when the Lord said: "You know that after two days the Passover comes, and the Son of Man is handed over to be crucified," as if on this very day both the Passover would be sacrificed and he himself would be crucified. 18. He says that he reveals the truth to men and grants them salvation through his own knowledge, but for the present they stand by what is pressing.
138. He says that the sin is greater than that of the one who handed him over, for this reason: that according to the prophet, "those whom you struck, they persecuted," and as elsewhere it has been foretold concerning the traitor, "because he did not remember to show mercy, and he persecuted a man poor and needy and pierced in heart, to put him to death"; for to attack one who has done no wrong in a time of pain and affliction is dreadful in the eyes of the just and good God; for the one with whom he ought to have suffered, to him he adds pains and so opposes God. 19. They lead him away as conquerors, but the Lord, being led, conquers, bearing on his shoulder the rule or the discipline, or however the prophecy of Isaiah is to be interpreted when he says, "whose rule has come to be upon his shoulder." Discipline, because he bore our discipline according to the text, "the discipline of our peace was upon him"; and rule, because he reigns over the captives under death and under sin, submitting in their place to the death on the wood by means of the wood. 19. This forgiveness he calls glory from above; but he speaks as a man, for insofar as he was the Word of God and God, he was the one who gives and forgives.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:56 · narrative
Source
ο 19, Πολλοὶ οἱ τοῖς στρατιώταις ἔτι καὶ νῦν τὰ ἴσα τολμῶντες, οἱ τὴν Χριστοῦ διασπαράττοντες ἐκκλησίαν καὶ κέρδος ἴδιον ἕκαστος, ὅπερ ἂν λάβοι, ποιούμενος. τοῦτο δὲ ἦν τῶν δυσσεβῶν ἔργον αἱρέσεων. ὁ δὲ ἀντίχριστος πᾶσαν αὐτὴν ὥσπερ τὸν χιτῶνα βουλήσεται παρασπάσασθαι· ὅτι γὰρ λαὸς ἀπεικάζεται περι βλήματι θεοῦ, δῆλον πεποίηκεν ἐν οἷς πρὸς Ἰερεμίαν εἶπεν, “ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα εἰς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα τὸν οἶκον Ἰσραὴλ καὶ πάντα οἶκον Ἰούδα”· ἀλλὰ γὰρ τὸ ἀληθὲς περίζωμα Χριστοῦ μένει καὶ οὔτε σπαράσσεται οὔτε ἀπαλλοτριοῦται. ο 19, Ὁ πᾶσαν ἀνεξικακίαν ὑπὲρ ἡμῶν πληρωθῆναι καταδεξάμενος καὶ πιὼν ὄξος λέγει τετέλεσται, ὅπερ ἦν ἐπιδεικνύντος τὴν πρόθεσιν τῆς ἐπιδημίας καὶ τὸν σκοπὸν ἁπάντων τῶν ἐν αὐτῇ πεπραγμένων· τελειώσεως γὰρ ἕνεκα ταῦτα πάντα, οὐ μόνον τῆς τῶν προφητικῶν λόγων φημὶ τελειώσεως, ἀλλὰ καὶ πάσης μὲν τῆς ἐν ἀνθρώποις ἀρετῆς προειργασμένης ἀτελοῦς μενούσης ἄνευ Χριστοῦ, πάσης δὲ τῆς ὑπὸ θεοῦ περὶ ἀνθρώπους γενομένης προνοίας ἐν τῇ παρὰ Χριστοῦ σωτηρίᾳ τὸ τέλεον ἀπολαβούσης. ο 19, Ὡς δὲ ἐξέπνευσεν, “ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ”. ο 19, 33–34 Ἐπεὶ οὐκ ἐχρῆν ἁρμονίαν ὀστέων διαιρεθῆναι, οὐ γίνεται τοῦτο. πλευρὰν δὲ ἔδει τρωθῆναι καὶ τοῦτο συγχωρεῖται ποιῆσαι τοῖς στρατιώταις· πλευρὰν γὰρ ἀντὶ ἑτέρας πλευρᾶς ὁ κύριος παρέσχετο. πλευρὰ δὲ ἡ γυνὴ καὶ τὸ ἐξ ἐκείνης κακὸν τῷ κυρίῳ πάθει λύεται· προῆλθε γὰρ ἀπὸ μὲν ἐκείνης τῆς πλευ ρᾶς ὀλέθριος τῷ ἀνθρώπῳ συμβουλή.
English
Many are those who even now dare the same things against the soldiers, who tear apart the church of Christ, each making his own profit from whatever he might take. But this was the work of the impious heresies. And the Antichrist will wish to drag it all away like a garment; for that the people is likened to a garment of God, he made clear in what he said to Jeremiah: "For just as the loincloth clings to a man's waist, so I clung the house of Israel and all the house of Judah"; but indeed the true loincloth of Christ remains and is neither torn apart nor alienated.
He who deigned to fulfill all forbearance for our sake and drank vinegar says, "It is finished," which was showing the purpose of his coming and the goal of all things done in it; for all these things were for the sake of completion, not only, I say, of the completion of the prophetic words, but also of all virtue among men, which remained incomplete without Christ, and of all the providence that came from God concerning men, which in the salvation from Christ receives its perfection.
And when he breathed out his spirit, "the curtain of the temple was split."
Since it was not necessary that the harmony of bones be divided, this does not happen. But the side had to be wounded, and the soldiers are permitted to do this; for the Lord gave a side in place of another side. And the side is the woman, and the evil from her is dissolved by the Lord's suffering; for from that side came forth counsel destructive to man.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:57 · narrative
Source
ἀπὸ δὲ τῆς ἁγίας πλευρᾶς ὕδωρ προχεῖται καὶ αἷμα, δι' οὗ καθαίρεται κόσμος ὡς τὰς ἁμαρτίας ἀπολουόμενος συνελθόντων εἰς αὐτὸν τῶν κατὰ νόμον διῃρημένων· ἦσαν μὲν γὰρ αἵματος ῥαντισμοὶ πρὸς κάθαρσιν καὶ δι' ὕδατος βαπτίσματα πρὸς ἁγνισμόν. ἐπειδὴ πάντα ἦν εἰς Χριστὸν προμελετώμενα τὰ κατ' αὐτόν, ἀμφότερα παρέσχε τὸ τοῦ κυρίου σῶμα τῷ κόσμῳ, αἷμά τε ἱερὸν καὶ ὕδωρ ἅγιον καὶ νεκρὸν ἤδη ὑπάρχον κατὰ τὸν ἀνθρώπινον τρόπον· μεγάλην γὰρ ἔχει ζωῆς ἐν ἑαυτῷ δύναμιν. ο 19, Οὐ συντρίβεται τὰ ὀστέα τοῦ προβάτου, δεικνύντος τοῦ τύπου μὴ καθῆκον τῆς δυνάμεως τοῦ σώματος τὸ πάθος· σώματος γὰρ δύναμις τὰ ὀστέα ἡμῶν παρὰ τὸν ᾅδην ὑπ' ἀνθρώπων ἐλέγετο. τὸ δὲ οὐ κατὰ τὰ
αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.
148 ο 20, 1 18 Τῆς μετὰ τὸ σάββατον ἑσπέρας ἐπιστάσης ὁ κύριος ἀνέστη τὴν προειρη μένην ὑπ' αὐτοῦ τριήμερον ὑποτέμνων τῷ ληγούσης μὲν τῆς πρώτης ἡμέρας πεπονθέναι, εὐθὺς δὲ ἀρχομένης τῆς τρίτης ἀνίστασθαι. τὰς δὲ τρεῖς ἡμέρας ἔοικεν ἀντὶ παντὸς ὑπομένειν τοῦ χρόνου τοῦ τότε παρελθόντος καὶ τοῦ μέλλοντος ἀντὶ πάντων τῶν ὅτε δὴ τελευτώντων παραδοὺς ἑαυτὸν τῷ θανάτῳ. φθάναι οὖν τοὺς ἀφικνουμένους ἐπὶ τὸ μνημεῖον ἀναστὰς καὶ οὐδεὶς ἐπέστη γινομένῃ τῇ ἀναστάσει· μυστήριον γὰρ ἦν, εἰ δή τι καὶ ἄλλο τῶν ὑπὸ θεοῦ διοικουμένων, ἅπερ οὐκ ἐμφανῆ τοῖς ἀνθρώποις οὐδὲ ἐν ὀφθαλμοῖς δὴ κεῖται.
English
From the holy side water pours forth and blood, through which the world is cleansed, washing away sins when those who were divided under the law come together into him; for there were sprinklings of blood for purification and baptisms through water for cleansing. Since all things pertaining to him were prefigured beforehand into Christ, the body of the Lord provided both to the world—sacred blood and holy water—even though it was already dead according to the human manner; for it has great power of life in itself. 19. Not a bone of the lamb is broken, the type showing that the suffering was not fitting for the power of the body; for the bones were called the power of our body by men in relation to Hades. But that he did not die in the same way as all men showed the difference in this, in that the harmony of his bones was not scattered.
148 20, 1 18 When the evening after the Sabbath had come, the Lord rose, cutting short the three days foretold by him, by having suffered when the first day was ending and rising immediately when the third day was beginning. The three days seem to stand in place of the whole of time—both that which had passed and that which was to come—handing himself over to death in place of all who die at any time. So he rose before those who came to the tomb arrived, and no one was present at the resurrection as it happened; for it was a mystery, if indeed anything else of the things administered by God is such—things that are not manifest to men nor lie before their eyes.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:58 · narrative
Source
πρώτη δὲ ἐφίσταται τῷ τάφῳ γυνὴ καὶ τέως μὲν ἀναγγέλλει τοῖς μαθηταῖς τὸ μὴ εἶναι τὸν κύριον ἐν τῷ μνημείῳ οὐχ ὑπονοοῦσα τὴν ἀνάστασιν, ἀλλ' οἰομένη μετενηνέχθαι αὐτὸν ὑπὸ τῶν ἐναντίων ἐκ τοῦ μνήματος καὶ οἷον ἐπὶ ζήτησιν αὐτοὺς παρακαλοῦσα. μετὰ ταῦτα δὲ καὶ ἰδοῦσα τὸν κύριον ἀπαγγέλλει τὸ μακάριον θέαμα τοῖς μαθηταῖς· διὰ γυναικὸς γὰρ ἔδει τὸ ἀγαθὸν γνωσθῆναί τε καὶ ἀγγελθῆναι, ὥστε τὴν κακῶς γενομένην διὰ γυναικὸς γνῶσιν λυθῆναι διὰ τῆς ἀγαθῆς γνώσεως, ἣν ἐκόμισεν ἡ γυνή. ο 20, Μὴ ἐνεγκοῦσα τῶν ἀγγέλων τὴν λαμπρότητα, ἀλλὰ ξενισθεῖσα ἐπὶ τῇ θέᾳ ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα τοῦτο αὐτοῦ ἐνεργήσαντος τὸ θεωρηθῆναι αὐτὸν ὑπ' αὐτῆς. ο 20, Ὁ σωτὴρ ἐπιδεῖξαι μὲν τὴν ἀνάστασιν καὶ πεῖσαι βούλεται, πλησιάζειν δὲ τοῖς οὔπω πρὸς ἀνάστασιν ἥκουσιν ὁμοίως ὥσπερ ἐπλησίαζεν πρὸ ἀναστάσεως οὐχ ἁρμόζον ἐπίσταται, εἰ μὴ κἀκείνους εἰς τὴν αὐτὴν ἀγάγοι ζωήν, ἵν' οἰκείως ἔχοντες πρὸς αὐτὸν καὶ οἰκείως προσίοιεν. δεῖ δέ, φησίν, ἀναβαίνειν πρὸς τὸν πατέρα, μετὰ δὲ ταῦτα τὴν δευτέραν ἐπιφάνειαν ποιησάμενον ἀποδέξασθαι τοὺς γνωρίμους φίλους, καινοὺς ἤδη τῷ καιρῷ προσιόντας ἀνθρώπους. μὴ οὖν, φησίν, ἅπτου μου νῦν ἤδη· ἕτερον γάρ ἐστι πρὸ τούτου μέγα καὶ σωτήριον ἔργον ὑπὲρ ὑμῶν ὑπολειπόμενον, ὃ δεῖ με πληρῶσαι, τὸ πρὸς τὸν πατέρα ἀνελθεῖν, ὃς δὴ καὶ ὑμέτερος ἔσται πατὴρ δι' ἐμὲ καὶ μάλιστα, ὅταν ἀναβῶ τὴν ἐξ ὑμῶν ἀνάγων ἀπαρχήν. τοῦτο δὴ καὶ ἀπελθοῦσα τοῖς ἀδελφοῖς εὐηγγέλισεν.
English
First a woman comes to the tomb, and for a time she reports to the disciples that the Lord is not in the tomb, not suspecting the resurrection but thinking that he had been moved from the tomb by his enemies, and as it were urging them to search for him. But after this, having also seen the Lord, she announces the blessed sight to the disciples; for it was necessary that the good be made known and announced through a woman, so that the knowledge that came badly through a woman might be undone through the good knowledge that the woman brought. John 20: [Not] bearing the brightness of the angels, but astonished at the sight, she turned back and sees Jesus standing, he having brought about this very thing—that he be seen by her. John 20: The Savior wishes to show the resurrection and to persuade, but he does not know it to be fitting to draw near to those who have not yet come to the resurrection just as he drew near before the resurrection, unless he should lead them also into the same life, so that being properly disposed toward him they might also properly approach. And it is necessary, he says, to ascend to the Father, and after this, having made the second appearing, to receive the familiar friends, men now coming as new in the season. Do not, then, he says, touch me now already; for there is another great and saving work left remaining for your sake, which I must fulfill—to ascend to the Father, who indeed will also be your Father through me, and especially when I ascend, leading up the firstfruits from among you. This indeed she also went and announced as good news to the brothers.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:59 · narrative
Source
ο 20, Τῶν θυρῶν κεκλεισμένων εἴσω πέφηνε ἐν τῇ τῆς θεότητος ἐξουσίᾳ τὴν ὑπέρβασιν ποιησάμενος καὶ διδοὺς ἀρχὴν αὐτοῖς τοῦ μὴ κατὰ σάρκα μηδὲ κατὰ τὸν ἀνθρώπινον ἔτι τρόπον, ἀλλ' ὑπὲρ τὴν τῆς σαρκὸς φύσιν νοεῖν τὴν τοῦ Χριστοῦ δύναμίν τε καὶ ἐξουσίαν. καὶ ὅτι θειότερον αὐτοῖς φανῆναι βεβούληται, δῆλον ἀπὸ τοῦ καὶ παραχρῆμα ἀποστῆναι τὰ πρὸς πίστιν τῆς ἀναστά σεως αὐτοῖς ἐπιδείξαντα μόνον καὶ τὴν θείαν τοῦ πνεύματος χαρισάμενον δωρεάν. οὐ γὰρ ἦν ταῦτα κατὰ τὸν συνόντα τε αὐτοῖς καὶ συνεστιώμενον καὶ συναναπαυόμενον καὶ συμβαδίζοντα, ἀλλ' ἤδη τῆς ἀνθρωπίνης διαίτης ἀνώτερος χωρεῖν ἄρχεται ὁμοίως. ο 20, Ἐμφύσησιν ὁρῶμεν καὶ ἐν τῇ πρώτῃ τοῦ ἀνθρώπου ψυχώσει τῇ σὺν ἁγιασμῷ γενομένῃ· ὅτι γὰρ οὐ ψυχῆς ἦν ἡ ἀποστολὴ μόνης, εἰ καὶ πνεῦμα ζωῆς εἴρηται τὸ ἐμφυσηθέν, δῆλον ἐκ τῆς προφητείας τῆς ὑπὸ τοῦ ἐμφυσηθέντος προφητευομένης εὐθύς· ἄνευ γὰρ θείου πνεύματος οὐκ ἔστι προφητείαν γενέσθαι ὡς ὁ Παῦλος μαρτυρεῖ. ὁ τοίνυν ἀπ' ἀρχῆς ἐμφυσήσας μετὰ τῆς ψυχῆς πνεῦμα τὸ ἅγιον αὐτὸς ἀπέδωκεν αὐτὸ τῇ ψυχῇ
English
20. With the doors closed he appeared within, making his passage in the authority of his divinity, and giving them a beginning of understanding the power and authority of Christ no longer according to the flesh nor according to the human manner, but above the nature of the flesh. And that he wished to appear to them in a more divine way is clear from the fact that the things shown to them for faith in the resurrection immediately departed, and he granted the divine gift of the Spirit. For these things were not in accordance with him who was with them and dined with them and rested with them and walked with them, but he begins to proceed similarly, already higher than human mode of life. 20. We see the breathing also in the first ensouling of man, which took place with sanctification; for that the sending was not of the soul alone, even if what was breathed in is called a spirit of life, is clear from the prophecy prophesied immediately by the one breathed in; for without the divine Spirit it is not possible for prophecy to occur, as Paul testifies. Therefore the one who breathed from the beginning, along with the soul, the Holy Spirit, himself restored it to the soul.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:60 · narrative
Source
χωρισθὲν καὶ ἀποστὰν δι' ἁμαρτίαν ἀνθρώπου. ο 20, 28 31 Οὐ μόνον δὲ τῆς ἀναστάσεως ἕνεκα τοῦ σώματος, ἀλλὰ καὶ τῆς θείας ἐπὶ πάντα παρουσίας τοῦ πνεύματος κύριόν τε καὶ θεὸν ἑαυτοῦ ἀνεῖπεν τὸν Χριστόν, ὁποῖον καὶ τοῦ Ναθαναήλ, ὃς τὸ παραπλήσιον αἰσθόμενος περὶ τῆς τοῦ Ἰησοῦ θεότητος υἱὸν τὸν αὐτὸν “τοῦ θεοῦ” ἀνεῖπεν καὶ βασιλέα “τοῦ Ἰσραὴλ” ἔφασκεν. πολλὰ μὲν οὖν καὶ
ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκείνοις λέλειπται· οὐ γὰρ ἑνὸς βιβλίου πάντα περιλαβεῖν τὰ πρὸς τοῦ σωτῆρος πεποιημένα. διδάσκει δὲ ἡμᾶς καὶ ὁ Ἰωάννης, δι' ἣν αἰτίαν γραφῆς ἠξίωσεν τὰ τῆς Χριστοῦ παρουσίας ἀπομνημονεύματα, ὅτι πρὸς ὠφέλειαν μεγίστην τῶν ἀκουόντων· οὔτε γὰρ πρὸς ἔκπληξιν τῶν θαυμάτων οὔτε πρὸς τέρψιν τῆς διηγήσεως, ἀλλὰ ἵνα πιστεύωμεν τῇ δυνάμει διὰ τῶν ἔργων αὐτοῦ καὶ πιστεύοντες τὴν μόνην ἀληθινὴν ὠφέλειαν κομιζώμεθα τὴν εἰς ζωὴν αἰώνιον.
English
separated and fallen away through the sin of man. Not only for the sake of the resurrection of the body, but also for the sake of the divine presence of the Spirit over all things, he proclaimed Christ to be his own Lord and God, just as also in the case of Nathanael, who, perceiving something similar concerning the divinity of Jesus, called him "Son of God" and declared him "King of Israel." Many indeed and
other signs Jesus did before his disciples. Many things, then, passed over by John were written by the remaining evangelists, and many things were left by those men as well; for it was not for one book to encompass all the things done by the Savior. And John also teaches us the reason for which he deemed the records of Christ's coming worthy of writing, namely that it was for the greatest benefit of those who hear; for it was neither for the astonishment of miracles nor for the delight of the narrative, but that we might believe in the power through his works, and believing might receive the only true benefit, that unto eternal life.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:61 · narrative
Source
155 ο 21, 15 17 Τοῦτο γὰρ αὐτὸ καὶ πρὸ τῆς ἀρνήσεως προειρήκει δηλῶν μέν, ὅτι διαβόλου πειραθήσεται μεθιστάντος αὐτὸν τῆς εἰς Χριστὸν ὁμολογίας, βοηθείᾳ δὲ τῇ παρ' αὐτοῦ μένει ἐπὶ τῆς πίστεως. καὶ δεῖ τὸν ταύτης ἐπικουρίας τυχόντα τὴν ὁμοίαν περὶ τοὺς ἀδελφοὺς φειδὼ καὶ κηδεμονίαν ἐνδείκνυσθαι. “Σίμων” γάρ, φησίν, “Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον. ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου”. ἐπαναλαμβάνει δὴ τοὺς λόγους ἐκείνους ὁ κύριος καί φησιν, ὅτι, εἰ φιλεῖς τὸν διδάσκαλον καὶ σωτῆρα τὸν ἄχρι σε καὶ νῦν ἐν ἀγάπῃ τηρήσαντα, μίμησαι τὴν ἐμὴν πρός σε κηδεμονίαν ἐπιστη-ρίζων τοὺς ἀδελφοὺς καὶ νέμων ὡσπερεὶ ποιμὴν ποίμνια, ἴδια λέγων τὰ πρόβατα καὶ εἰ διὰ τοῦ Πέτρου ἐποιμαίνετο, ὅτι αὐτός ἐστιν ὁ ἀληθινὸς ποιμὴν καὶ διδάσκαλος. προσέθηκεν δὲ τρίτην περὶ τῶν αὐτῶν ἐρώτησιν ἅμα μὲν ἀείμνηστον αὐτῷ ποιῶν τὸ παράγγελμα; ἅμα δὲ καὶ τῆς τρίτης γενομένης ἀρνήσεως ἀναμιμνῄσκων καὶ τὴν τριπλῆν ὁμολογίαν τῆς ἀγάπης ἀντὶ τῆς τριπλῆς ἀρνήσεως ἀντεισάγων καὶ τὴν προθυμίαν τῆς ὑπηρεσίας ἀπαιτῶν, ἵν' ἐν ἔργοις ὁμολογήσειε Χριστόν, ὃν λόγοις ἠρνήσατο
English
For he had said this very thing even before the denial, showing on the one hand that he would be tempted by the devil, who would shift him away from his confession of Christ, and on the other that by the help that comes from him he remains in the faith. And it is necessary that the one who has obtained this assistance show the same forbearance and care toward his brothers. For he says, "Simon, Simon, behold, Satan has demanded you, to sift you like wheat. But I have prayed for you, that your faith may not fail. And you, when you have turned back, strengthen your brothers." The Lord therefore repeats those words and says that, if you love the teacher and savior who has kept you in love until now and to this moment, imitate my care for you, strengthening your brothers and apportioning them as a shepherd does his flocks, calling the sheep his own, and [showing] that even if the flock was shepherded through Peter, he himself is the true shepherd and teacher. And he added a third question concerning the same things, at once making the charge ever-remembered for him, and at the same time reminding him of the third denial that had occurred and introducing the threefold confession of love in place of the threefold denial, and requiring the zeal of service, so that in deeds he might confess Christ, whom he had denied in words.
khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:62 · narrative
Source
σωτηρίας ἀπ' ἀνθρώπων ἐπιμελούμενος. ο 21, 18 19 Τὴν ἔτι μείζω τῆς ἀγάπης ἀπόδειξιν τὴν διὰ τοῦ μαρτυρίου φησὶν αὐτὸν ποιήσεσθαι καὶ παρασκευάζει πρὸς τοῦτο ἔχειν ἑτοίμως, ἵνα ἀντὶ δέους θάρσος ἀντεισαγαγὼν καὶ τὴν μέχρι θανάτου μαρτυρίαν περὶ τοῦ κυρίου τὴν πρότερον διὰ θανάτου φόβον ἄρνησιν γενομένην ἀπαλείψειεν. ζώννυσθαι δὲ τὸ δεσμεῖσθαί φησιν. ἡ δὲ ἀκολούθησις μάλιστα μὲν διὰ τοῦ σταυροῦ ἔσται, ὅτι ταὐτὸν τῷ σωτῆρι πάσχει καὶ μετανίσταται αὐτῷ καὶ τὴν μετάστασιν ἐλευθέραν ἔχει ἀπὸ τῶν ἐν ἅδου δεσμωτηρίων διὰ τὸ πρὸς τὸν Χριστὸν ἀνάγεσθαι τὴν ψυχήν. διὸ καὶ τὸ “κρεῖσσον τὸ ἀναλῦσαι”, φησὶν ὁ Παῦλος, ἕνεκα τοῦ “σὺν Χριστῷ εἶναι”. ο 21, Ἦν ἄρα ὁ τοῦ κυρίου λόγος περὶ τῶν ἐν τέλει μὴ ἀποθανουμένων. καὶ τοῦτο ἐδήλου λέγων· “ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα”. διὰ δὴ τοῦτο οὐκ ἀνέλπιστον ἐποιοῦντο βιώσεσθαι ἄνθρωπον καὶ μὴ ἀποθανεῖσθαι. τὸ δὲ ἦν ἀποκείμενον τοῖς καταλειπομένοις ἕως Χριστοῦ παρουσίας, τοῖς ἐν ἐσχάτῃ γενεᾷ γενησομένοις, ὥσπερ ὁ Παῦλος ἐξεδίδαξεν. καὶ ἐπισημαίνεται ὁ Ἰωάννης, ὅτι οὐκ εἶχεν ἐπαγγελίαν αὐτὸς τοῦ μὴ ἀποθανεῖσθαι, ἀλλ' ἐξ ἀγνοίας ὑπέλαβον τοῦτο τοῦ λόγου παρακούσαντες οἱ ἀδελφοί.
English
...taking care of salvation from men. He says that he will make an even greater demonstration of love through martyrdom, and he prepares him to be ready for this, so that, having brought in courage in place of fear and the testimony concerning the Lord unto death, he might wipe out the former denial that came about through fear of death. And by "girding" he means "being bound." And the following will especially be through the cross, because he suffers the same things as the Savior and departs with him, and has his departure free from the prisons in Hades because his soul is led up to Christ. Therefore also "better is it to depart," says Paul, for the sake of "being with Christ." So then the Lord's word was about those at the end who would not die. And he was indicating this when he said: "He who believes in me, even if he dies, will live, and everyone who lives and believes in me will never die." For this reason they did not consider it hopeless that a man would live and not die. But what was stored up was for those left remaining until the coming of Christ, for those who would be born in the last generation, just as Paul taught. And John notes that he himself did not have a promise of not dying, but the brothers supposed this from ignorance, having misheard the word.
Citation. Tergwame, “Fragmenta in Joannem”, khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-apollinaris-of-laodicea-fragmenta-in-joannem#s1
Colophon. Source: khazarzar ·
licence: see record ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0066 ·
generated 2026-11-15.