ἐπειδὴ καὶ τὰ τοῦ αἰσθητοῦ Ἰσραὴλ ἐν τῇ ἐπωμίδι τοῦ πάλαι κατὰ καιρὸν ἀρχιερέως ἐγέγραπτο. καὶ γὰρ ἡ γραφὴ νῦν διὰ τῶν ὀνομάτων τούτων τὴν περὶ τῶν πιστῶν μέριμναν τοῖς Ἀποστόλοις προσμαρτυρεῖ, καθὼς ὁ Παῦλος φησὶν, “ ἔχειν τὴν “ μέριμναν πασῶν τῶν ἐκκλησιῶν.” Ἀπὸ ἀνατολῶν, πυλῶνες τρεῖς. Τὸ τετραμερὲς σχῆμα τῶν πυλώνων, καὶ ἡ τρισσὴ αὐτῶν ἀνάπτυξις τὴν ἐκ τῆς τετραπεράτου οἰκουμένης τῆς προσκυνητῆς τριάδος δηλοῖ ἐπίγνωσιν, ἣν διὰ τοῦ ζωοποιοῦ σταυροῦ εἰλήφαμεν. σταυροειδὲς γὰρ τὸ σχῆμα τῆς τῶν πυλώνων θέσεως. Καὶ τὸ τεῖχος τῆς πόλεως. Θεμέλιοι τοῦ τείχους οἱ ιβ Ἀπόστολοι, ἐφ’ οὓς ἡ τοῦ Χριστοῦ Ἐκκλησία τεθεμελίωται· ὣν τὰ ὀνόματα ὡς ἐν προγραφῇ τούτοις ἐπιγέγραπται πρὸς τὴν τῶν ἀναγινωσκόντων εὐμάθειαν. Καὶ ὁ λαλῶν μετ’ ἐμοῦ. Ὁ χρυσὸς κάλαμος δηλοῖ τὸ τίμιον τοῦ τε μετροῦντος Ἀγγέλου καὶ τῆς μετρουμένης πόλεως, ἧς τεῖχος τὸν Χριστὸν
ἐξελάβομεν· οὐχ ὑπὸ ἀνθρώπων, ὑπὸ δὲ Ἀγγέλων μετρουμένης, διὰ τοῦ καθαροῦ καὶ σοφοῦ τῶν ὑπερκοσμίων φύσεων, αἷς εἰκὸς ἔγνωσται τῆς ἄνω πόλεως τό τε μέγεθος ἥτε εὐπρέπεια. ἡγούμεθα δὲ τεῖχος ἐνταῦθα καὶ τὴν θείαν περιβολὴν καὶ σκέπην νοεῖσθαι, ἐν ᾗ οἱ ἅγιοι φυλαχθήσονται. Καὶ ἡ πόλις τετράγωνος. Τετράγωνος αὕτη διὰ τὸ ἑδραῖον καὶ πάγιον. αἱ δὲ ιβ χιλιάδες τῶν σταδίων ἃς ἔχειν φησὶ τὴν πόλιν, ἴσως μὲν σημαίνουσι τὸ ταύτης μέγεθος, ἴσως δὲ καὶ διὰ τὸν ἀριθμὸν τῶν ιβ Ἀποστόλων δι’ ὧν αὐτὴ κατοικίζεται. Καὶ τὸ πλάτος. Τὸ μέτρον τοῦ βάθους τοῦ τείχους πηχῶν ρμδ.
Since even the things of the perceptible Israel were written on the ephod of the high priest of old in his time. For indeed the Scripture now, through these names, testifies to the Apostles the care concerning the faithful, just as Paul says, "to have the care of all the churches."
From the east, three gates. The fourfold shape of the gates, and their threefold unfolding, declares the knowledge of the adorable Trinity from the four-cornered world, which we have received through the life-giving cross. For the shape of the arrangement of the gates is cross-like. And the wall of the city. The foundations of the wall are the twelve Apostles, upon whom the Church of Christ is founded; whose names are inscribed upon them as in a superscription for the easy learning of those who read. And the one speaking with me. The golden reed declares the preciousness both of the measuring Angel and of the measured city, whose wall we have received to be Christ; measured not by men, but by Angels, through the pure and wise nature of the supercosmic beings, by whom it is fitting that both the magnitude and the comeliness of the city above are known. But we consider that here "wall" means both the divine covering and protection, in which the saints shall be guarded. And the city is foursquare. It is foursquare because of its firmness and stability. And the twelve thousand stadia which he says the city has, perhaps signify its magnitude, and perhaps also through the number of the twelve Apostles through whom it is inhabited. And the breadth. The measure of the depth of the wall is a hundred and forty-four cubits.
δωδεκάκις γὰρ ὁ ιβ ἀριθμὸς συντιθέμενος, ὁ τὴν ἀποστολικὴν διδασκαλίαν ἐμφαίνων, τοῦτον ἀποτελεῖ τὸν ἀριθμόν. Καὶ ἦν ἡ ἐνδόμησις. Ἡ ἐνδόμησις τοῦ τείχους ἡ ἰάσπις τὴν ἀειθαλῆ καὶ ἀμάραντον ζωὴν τῶν ἁγίων ἐνδείκνυται· καθαρὸν δὲ τὸ χρυσίον αὐτῆς ὡς ὕαλος, διὰ τὸ διαυγὲς καὶ λαμπρὸν τῶν αὐτῆς οἰκητόρων. Οἱ θεμέλιοι τοῦ τείχους. Οἱ ιβ θεμέλιοι, ιβ λίθοι τίμιοι· ὣν η΄ ἐν τῷ λογείῳ τοῦ ἀρχιερέως πάλαι ἀνεφέροντο. οἱ δὲ δ' παρηλλαγμένοι εἰσὶν, ἵνα φανῇ καὶ τὸ σύμφωνον τῆς νέας πρὸς τὴν παλαιὰν, καὶ τὸ ὑπερέχον τῶν ἐν αὐτῇ διαλαμψάντων. οἱ Ἀπόστολοι τοίνυν πάσῃ ἀρετῇ διὰ τῶν τιμίων λίθων ἐκφαινόμενοι κεκόσμηνται. Ὁ θεμέλιος ὁ πρῶτος. Διὰ τῆς ἰάσπιδος χλωριζούσης τὴν χροιὰν κατὰ τὴν σμάραγδον, εἰκὸς τὸν κορυφαῖον Πέτρον δηλοῦσθαι· ἅτε τὴν νέκρωσιν τοῦ Χριστοῦ βαστάσαντα ἐν τῷ σώματι, καὶ τὸ ἀειθαλὲς καὶ νεάζον ἐν τῇ πρὸς αὐτὸν ἀγάπῃ ἐνδειξάμενον, ὁδηγῆσαν καὶ ἡμᾶς εἰς τόπον χλόης διὰ θερμῆς πίστεως. Ὁ δεύτερος σάπφειρος. Διὰ τοῦ σαπφείρου ἐοικότος τῷ οὐρανίῳ σώματι, τὸν Ἀπόστολον Παῦλον σημαίνεσθαι, ἕως τρίτου οὐρανοῦ ἀναληφθέντα,
For the number twelve, when added up, produces this number—the number that signifies the apostolic teaching. And the foundation. The foundation of the wall is jasper, which indicates the ever-blooming and unfading life of the saints; and its gold is pure as glass, because of the transparency and brightness of its inhabitants. The foundations of the wall. The twelve foundations are twelve precious stones, eight of which were formerly borne on the high priest's breastplate. The other four are different, so that both the harmony of the new with the old and the superiority of those who shone forth in it might be shown. The apostles, then, having been made manifest in every virtue through the precious stones, are adorned. The first foundation. Through the jasper, which is green in color like the emerald, it is fitting that Peter the chief be signified, inasmuch as he bore the death of Christ in his body and displayed the ever-blooming and ever-renewing life in his love for him, and guided us also into a place of green pasture through fervent faith. The second, sapphire. Through the sapphire, which resembles the heavenly body, the apostle Paul is signified, who was taken up to the third heaven,
κἀκεῖ ἕλκοντα τοὺς αὐτῷ πειθομένους, ἔνθα εἶχεν ἐν οὐρανοῖς τὸ πολίτευμα. Ὁ τρίτος χαλκηδών. Οὗτος ἐν τῷ ἱερατικῷ λογείῳ οὐ φέρεται, ἀλλ’ ἄνθραξ ὃς ἐνταῦθα οὐ κεῖται. σκοπητέον οὖν μήποτε τὸν ἄνθρακα οὕτως ἐκάλεσεν ὁ ἅγιος. ἄνθραξ δὲ ὁ Ἀπόστολος Ἀνδρέας, ὡς ἀναφθεὶς ἐκ τοῦ Πνεύματος. Ὁ τέταρτος σμάραγδος. Διὰ τοῦ σμαράγδου χλωροῦ τὴν χροιὰν τυγχάνοντος, καὶ ἐλαίῳ τρεφομένου, τήν τε διαύγειαν καὶ τὴν ὥραν ἐξ αὐτοῦ προσλαμβάνοντος τὸ τοῦ Εὐαγγελιστοῦ Ἰωάννου δηλοῦσθαι κήρυγμα, τὸ φαιδρύνον ἐλαίῳ τὴν ἐξ ἁμαρτημάτων ἡμῶν κατήφειαν, καὶ τὸ ἀειθαλὲς ἐν τῇ πίστει δωρούμενον τοῦ πολυτίμου τῆς θεολογίας χαρισματος. Ὁ πέμπτος σαρδώνυξ. Διὰ τοῦ σαρδώνυχος τοῦ τὴν τοῦ ἀνθρωπίνου ὄνυχος μετὰ διαυγείας ἔχοντος, δηλοῦσθαι εἰκὸς τὸν Ἰακὼβ, πρὸ τῶν ἄλλων τὴν σωματικὴν διὰ Χριστὸν δεξάμενον νέκρωσιν, ἣν ὁ ὄνυξ χαρακτηρίζει, ἀμοιρῶν ἐν τῷ τέμνεσθαι αἰσθήσεως. Ὁ ἕκτος σάρδιον. Διὰ τοῦ σαρδίου ἅτε πυρροῦ τὴν χροιὰν καὶ διαυγοῦς, θεραπευτικῆς τε ὄντος δυνάμεως οἰδημάτων καὶ τῶν ἀπὸ σιδήρου πληγῶν, τῆς τοῦ Φιλίππου ἀρετῆς τὸ κάλλος χαρακτηρίζεται, φαιδρυνομένης τῷ πυρὶ τοῦ θείου Πνεύματος, καὶ θεραπευούσης τῶν πεπλανημένων τὰ ψυχικὰ τραύματα, ἅπερ ὑπὸ τοῦ διαβόλου τρωθέντες ἐδέξαντο. Ὁ ἕβδομος χρυσόλιθος. Διὰ τοῦ χρυσολίθου χρυσῷ ἐοικότος τὴν στιλβότητα ὁ Βαρθολομαῖος τάχα εἰκονίζεται, ταῖς πολυτίμοις ἀρεταῖς κατηγλαϊσμένος, καὶ τῷ θείῳ κηρύγματι. βήρυλλος. Διὰ τοῦ βηρύλλου θαλασσοβαφοῦς καὶ ἀερίζοντος, τῷ ὑακίνθῳ
and there drawing those who obeyed him, where he had his citizenship in the heavens. The third is chalcedony. This is not found in the priestly breastplate, but rather the carbuncle, which is not listed here. So one must consider whether the saint called the carbuncle by this name. The carbuncle is the Apostle Andrew, as one kindled by the Spirit. The fourth is emerald. Since the emerald is green in color and is nourished by oil, receiving its brightness and beauty from it, the preaching of the Evangelist John is signified, which brightens with oil our gloom from sins, and the ever-flourishing gift in faith of the precious grace of theology. The fifth is sardonyx. Since the sardonyx has the appearance of a human fingernail with transparency, it is likely that James is signified, who before the others received bodily mortification for Christ, which the fingernail represents, being without sensation when cut. The sixth is sardius. Since the sardius is reddish in color and transparent, and has healing power for swellings and wounds from iron, the beauty of Philip's virtue is characterized, being brightened by the fire of the divine Spirit, and healing the soul's wounds of those who have gone astray, which they received when wounded by the devil. The seventh is chrysolite. By the chrysolite, which resembles gold in its gleam, Bartholomew is perhaps imaged, adorned with precious virtues and with divine preaching. Beryl. By the beryl, which is sea-dyed and airy, with the hyacinth
πλησιάζοντος, τὸν Θωμᾶν σημαίνεσθαι μακρὰν διαπόντιον ἀποδημίαν μέχρις Ἰνδῶν διὰ τὴν αὐτῶν σωτηρίαν στειλάμενον. Ὁ ἔνατος τόπαζον. Διὰ τοῦ τοπαζίου ἐρυθροῦ ὄντος καὶ ἐοικότος τῷ ἄνθρακι καὶ ὀπὸν ἀφιέντος γαλακτώδη ὀφθαλμιῶσιν ἀλεξίπονον, ἡ τοῦ Εὐαγγελιοτοῦ Ματθαίου ψυχὴ δηλοῦται, πεπυρωμένη τῷ θείῳ ζήλῳ, καὶ κεκοσμημένη τῇ τοῦ οἰκείου αἵματος διὰ Χριστὸν ἐκχύσει, ἐξιωμένη τε διὰ τοῦ Εὐαγγελίου τοὺς τῇ καρδίᾳ τυφλώττοντας, καὶ γάλα τοὺς ἀρτιγενεῖς τῇ πίστει ποτίζουσα. Ὁ δέκατος χρυσόπρασος. Διὰ τοῦ χρυσοπράσου βαθυτέρου τὴν χροιὰν παρὰ τὸν χρυσὸν ὑπάρχοντος τὸν Θαδδαῖον σημαίνεσθαι, τὸν τῷ Αὐγάρῳ τὴν Χριστοῦ βασιλείαν, τὴν διὰ τοῦ χρυσοῦ δηλουμένην, καὶ τὴν διὰ τοῦ πράσου σημαινομένην αὐτοῦ νέκρωσιν, εὐαγγελισάμενον. Ὑάκινθος. Διὰ τοῦ ὑακίνθου τὴν ἰδέαν κυανίζοντος, ἤγουν ἀερίζοντος, τὸν Σίμωνα ὡς ζηλωτὴν τῶν τοῦ Χριστοῦ χαριομάτων καὶ οὐράνιον ἔχοντα φρόνημα, εἰκὸς σημαίνεσθαι ὑπολαμβάνομεν. Ἀμέθυσος. Διὰ τοῦ ἀμεθύσου τῇ μορφῇ πὼς πυρίζοντος, τὸν Ματθίαν ἴσως σημαίνεσθαι, τοῦ θείου πυρὸς ἐν τῇ τῶν γλωσσῶν διανομὴ καταξιωθέντος, καὶ τὸν τοῦ ἐκπεπτωκότος τόπον ἀναπληρώσαντος, πόθῳ τῆς πρὸς τὸν ἐκλεξάμενον εὐαρεστήσεως. Καὶ οἱ δώδεκα πυλῶνες. Οἱ ιβ πυλῶνες δηλαδὴ οἱ αὐτοὶ Ἀπόστολοι, δι’ ὧν τὴν θύραν καὶ τὴν ὁδὸν ἐπέγνωμεν, ιβ εἰσὶ μαργαρῖται, ἐξ ἑνὸς πολυτιμήτου μαργαρίτου Χριστοῦ τὴν διαύγειαν κτησάμενοι. Καὶ ἡ πλατεῖα τῆς πόλεως. Ἓν παράδειγμα τὴν ἀκρίβειαν τῶν τῆς ἄνω πόλεως ἀγαθῶν παραστῆσαι οὐ δύναται·
as he drew near, Thomas is signified, who was sent on a long journey across the sea as far as the Indians for their salvation. The ninth, topaz. Through the topaz, which is red and resembles a coal and gives forth a milky juice, a remedy for the eyes of those who suffer from ophthalmia, the soul of Matthew the Evangelist is made clear, having been set on fire with divine zeal, and adorned by the shedding of his own blood for Christ, and deemed worthy through the Gospel to heal those who are blind in heart, and giving milk to drink to those newly born in the faith. The tenth, chrysoprase. Through the chrysoprase, which is deeper in hue than gold, Thaddaeus is signified, who announced to Abgar the kingdom of Christ, which is signified through the gold, and his death, which is signified through the prase. Hyacinth. Through the hyacinth, which in appearance is dark blue, that is, air-colored, we suppose it likely that Simon is signified, as a zealot for the graces of Christ and having a heavenly mind. Amethyst. Through the amethyst, which in form is in some way fiery, perhaps Matthias is signified, who was deemed worthy of the divine fire at the distribution of tongues, and who filled the place of the one who fell, out of longing to please the one who chose him. And the twelve gates. The twelve gates, namely the same Apostles, through whom we have come to know the door and the way, are twelve pearls, having obtained their radiance from one precious pearl, Christ. And the street of the city. One example cannot set forth the exactness of the good things of the city above;
διὸ τὴν πλατεῖαν τῆς πόλεως, διὰ μὲν τὸ πολυτελὲς καὶ εὔχρουν, ὡς χρυσίον, διὰ δὲ τὸ καθαρὸν, ὡς κρύσταλλον, ἐθεάσατο. Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ. Τοῖς ἔχουσι τὸν Θεὸν φρουρὰν καὶ σκέπην, τίς χρεία ναοῦ αἰσθητοῦ ; οὗτος γὰρ ἔσται τῶν ἁγίων καὶ ναὸς καὶ ἔνοικος, ἐνοικῶν ἐν αὐτοῖς καὶ ἐμπεριπατῶν, καθὼς ἐπήγγελται τῷ ἀρνίῳ· ὁ δι’ ἡμᾶς σφαγιασθεὶς ἀμνὸς τοῦ Θεοῦ, ᾧτ’ δηλαδὴ οὐσιωδῶς καὶ τὸ ζωοποιὸν Πνεῦμα συντέτακται. ἀκταὶ. Καὶ ἡ πόλις. Ἔνθα ὁ τῆς δικαιοσύνης νοητὸς ἥλιος, αἰσθητῶν φωστήρων οὐ χρεία, αὐτὸς γὰρ αὐτοῖς ’δοξα, καὶ λύχνος. Καὶ περιπατήσουσι τὰ ἔθνη. Τὰ μὲν οὖν σωζόμενα ἔθνη ἐν φωτὶ αὐτῆς, φησὶ, περιπατήσουσιν· οἱ δὲ ἐν τῇ γῇ τῶν παθῶν βασιλεύσαντες, τὴν τῶν ἀγαθῶν πράξεων δόξαν καὶ τιμὴν ἐν αὐτῇ οἴσουσι. τὸ δὲ μὴ κλεισθῆναι τὰς πύλας δηλοῖ, ἣ τὸ ἀσφαλὲς τῶν οἰκητόρων αὐτῆς καὶ ἄτρεπτον, ἣ τὸ κἀκεῖ τοὺς θείους πυλῶνας τῆς ἀποστολικῆς διδασκαλίας ἠνεῶχθαι πᾶσιν, πρὸς τὴν τῶν τελειοτέρων μάθησιν. ἡμέρα δὲ ἔσται ἐκεῖ καὶ οὐ νύξ· ἡ γὰρ νὺξ τοῖς ἁμαρτωλοῖς ἀποκληρωθήσεται. Καὶ οἴσουσι τὴν δόξαν. Ἡ λαμπρότης καὶ ἡ δόξα τῶν ἐν τοῖς ἔθνεσι Χριστῷ εὐαρεστησάντων, ἐν τῇ πόλει ἐκείνῃ ἐκείνῃ ὄντ’ αἰ. πᾶν δὲ κοινὸν καὶ ἀκάθαρτον ἐκεῖ οὐκ εἰσελεύσεται. τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ; Καὶ ἔδειξέ μοι ποταμὸν καθαρόν.
Therefore he saw the broad street of the city, on the one hand because of its great costliness and beauty of color, like gold, and on the other because of its purity, like crystal. And I saw no temple in it. For those who have God as their guard and shelter, what need is there of a perceptible temple? For he himself will be both temple and indweller of the saints, dwelling in them and walking among them, just as he has promised to the Lamb: the Lamb of God who was slain for our sake, to whom indeed the life-giving Spirit is also joined in essence. Shores. And the city. Where the intelligible sun of righteousness is, there is no need of perceptible lights, for he himself is their glory and lamp. And the nations shall walk. The nations, then, that are saved, he says, shall walk in its light; and those who have reigned in the land of the passions shall bring in it the glory and honor of good deeds. And the fact that the gates are not shut signifies either the security and immutability of its inhabitants, or that there too the divine gates of the apostolic teaching are open to all, for the learning of the more perfect. And there shall be day there, and not night; for the night is allotted to sinners. And they shall bring the glory. The brightness and the glory of those among the nations who pleased Christ shall be in that city. But nothing common and unclean shall enter there; for what fellowship has light with darkness? And he showed me a pure river.
Τῆς ἄνω Ἱερουσαλὴμ ὁ πεπληρωμένος ὑδάτων πολλῶν ποταμὸς τοῦ Θεοῦ ἐκπορευόμενος, τὸ ζωοποιὸν Πνεῦμα ἐστὶν, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον, καὶ διὰ τοῦ ἀρνίου διὰ μέσου τῶν ὑπερτάτων δυνάμεων, αἳ θρόνος τοῦ Θεοῦ ὀνομάζονται, τὰς πλατείας πληροῦν τῆς ἁγίας πόλεως, δηλαδὴ τὸ πλῆθος αὐτῆς. Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν. Ὁ ποταμὸς οὗτος, φησὶ, ποτίζει τοὺς πεφυτευμένους αὐτῷ ἁγίους, ξύλον ζωῆς τροπικῶς ὠνομασμένους κατὰ μετοχὴν καὶ μίμησιν τοῦ τῆς ζωῆς ξύλου. ιβ δὲ καρποὺς βλαστάνοντας,
τουτέστιν ἀδιάλειπτον τὴν τῶν καρπῶν βλαστάνοντας ἔκφυσιν. καὶ γὰρ πληρέστατος ἔσται ὁ τῆς καρποφορίας τῶν ἁγίων αἰὼν, ὃς ἐνταῦθα δωδεκάμηνος προσηγόρευται, διά τε τοῦ παρ’ ἡμῖν ἐνιαυτοῦ τὴν συνήθειαν, διά τε τῶν ιβ Ἀποστόλων τὸ κήρυγμα. Καὶ ἄλλως δέ ἐστι τοῦτο νοῆσαι, διὰ μὲν τοῦ ποταμοῦ ὡς εἴρηται, τὰ τοῦ ζωοποιοῦ Πνεύματος χαρίσματα, ἅπερ διὰ τοῦ θρόνου Πατρὸς καὶ Υἱοῦ, δηλαδὴ τῶν χερουβικῶν τάξεων, οἶς ὁ Θεὸς ἐνθρονίζεται, εἰς τὴν πλατεῖαν τῆς πόλεως, τουτέστι τὴν πολυάνθρωπον τῶν ἁγίων πληθὺν ἔξεισιν, ὡς ἐκ πρώτων μετοχετευόμενα. ξύλον δὲ τῆς ζωῆς, τὸν Χριστὸν σημαίνεσθαι, ἐν τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ περὶ τὸ Πνεῦμα νοούμενον, καὶ διὰ τοῦ οἱ ιβ καρποὶ τοῦ Ἀποστολικοῦ χοροῦ ἀνέκλειπτον τὸν τῆς θεογνωσίας καρπὸν ἡμῖν δωρούμενοι, δι’ ὧν ἐνιαυτὸς Κυρίου δεκτὸς, καὶ ἡ ἡμέρα τῆς ἀνταποδόσεως ἡμῖν καταγγέλλεται. Καὶ τὰ φύλλα τοῦ ξύλου. Φύλλα τοῦ ξύλου δηλαδὴ τοῦ Χριστοῦ αἱ ἐπιπολαιότεραι τῶν θείων κριμάτων νοήσεις, ὥσπερ καρποὶ ἡ τελεωτέρα γνῶσις ἡ ἀποκαλυπτομένη ἐν τῷ μέλλοντι.
The river of many waters that proceeds from God, which fills the Jerusalem above, is the life-giving Spirit, who proceeds from God and the Father, and through the Lamb, through the midst of the highest powers, which are called the throne of God, fills the broad streets of the holy city, that is, its multitude. And concerning the river, from here. This river, he says, waters the saints planted by it, figuratively called the tree of life by participation and imitation of the tree of life. And it puts forth twelve fruits, that is, the unceasing production of fruits. For the age of the fruit-bearing of the saints will be most full, which is here called twelve-month, both through the custom of our year and through the preaching of the twelve Apostles. And it is possible to understand this in another way: through the river, as has been said, the graces of the life-giving Spirit, which through the throne of the Father and the Son, that is, of the cherubic orders, on which God is enthroned, go out into the broad street of the city, that is, the multitude of saints comprising many people, as being channeled from the first. And the tree of life signifies Christ, understood in the Holy Spirit and concerning the Spirit, and through the twelve fruits of the apostolic choir, unceasingly granting us the fruit of the knowledge of God, through which the acceptable year of the Lord and the day of recompense are proclaimed to us. And the leaves of the tree. The leaves of the tree, that is, of Christ, are the more superficial understandings of the divine judgments, just as the fruits are the more perfect knowledge revealed in the age to come.
ταῦτα τὰ φύλλα εἰς θεραπείαν, δηλαδὴ εἰς τὴν τῆς ἀγνοίας ἀποκάθαρσιν τῶν ὑποβεβηκότων ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ ἐθνῶν ἔσονται. πολλαὶ γὰρ μοναὶ περὶ τὰ πρακτικὰ τὴν ἑκάστου ἀναλογίαν τῶν πράξεων. καὶ ἑτέρως δὲ τοῦτο νοητέον. ξύλον ζωῆς ποιοῦν καρποὺς ιβ τὸν ἀποστολικὸν χορὸν κατὰ μετοχὴν τοῦ ὄντος ξύλου τῆς ζωῆς, τούτων καρποὶ οἱ ἐν ρ καρποφορήσαντες, φύλλα δὲ οἱ ἐν ξ, οἳ καὶ τοῖς ἐν λ τοῖς ἐκ τῶν ἐθνῶν τὴν θεραπείαν προσοίσουσι, τοῖς ὑποβεβηκόσι τὴν θείαν αἴγλην πορθμεύοντες, ἅπερ διὰ τῶν καρποφορησάντων ἐν ρ ἐδέξαντο. ξαντο. ὅση γὰρ φύλλων καὶ καρπῶν διαφορὰ, τοσαύτη καὶ τῶν τότε σωζομένων, τῶν μὲν ἧττον, τῶν δὲ πλεῖον δοξαζομένων καθὼς γέγραπται. Καὶ πᾶν κατάθεμα. Τοῦ ἀναθέματος δισσῶς νοουμένου, τοῦ μὲν ὡς τῶ Θεῷ μόνω ἀνατιθεμένου, τοῦ δὲ ὡς τῷ διαβόλῳ ἀνακειμένου, τοῦτο ἐνταῦθα κατ’ ἐπίτασιν εἰρῆσθαι φασὶ κατάθεμα· τῷ γὰρ ὄντι τὸ τοιοῦτον
οὐκ ἀνατίθεται, ἀλλὰ κατατίθεται τῷ διαβόλῳ ὑποταττόμενον καὶ συγκαταδικαζόμενον, ὅπερ ἐν τῇ πόλει ἐκείνη οὐκ ἔσται. Καὶ ὁ θρόνος τοῦ Θεοῦ. Οἱ γινόμενοι, φησὶ, θρόνος Θεοῦ διὰ τῆς ἐν αὐτοῖς τοῦ Θεοῦ ἀναπαύσεως, αὐτοὶ τῆς πόλεως οἰκήτορες ἔσονται, καὶ ὄψονται αὐτὸν οὐ δι’ αἰνιγμάτων, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· ἕξουσι δὲ ἀντὶ χρυσοῦ ὃ πάλαι ὁ ἀρχιερεὺς ἐφόρει, οὐκ ἐπὶ τῶν μετώπων μόνον τὸ θεῖον ὄνομα, ἀλλὰ καὶ ἐν ταῖς καρδίαις ἐγκεχαραγμένον, δηλοῦν τὴν εἰς αὐτὸν πεπαρρησιασμένην ἀγάπην ἁγίαν καὶ ἀμετάθετον. Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ.
These leaves are for healing, that is, for the cleansing away of the ignorance of the nations who have advanced less in the practice of the virtues. For there are many mansions in matters of practice, according to the proportion of each one's deeds. And this must be understood in another way as well. The tree of life bearing twelve fruits is the apostolic choir, by participation in the true tree of life; their fruits are those who bore fruit a hundredfold, and the leaves are those who bore fruit sixtyfold, who will also bring healing to those of the nations who are of the thirtyfold, conveying the divine radiance to those who have advanced less, which they themselves received through those who bore fruit a hundredfold. For as great as is the difference between leaves and fruits, so great also is that among those then saved, some being glorified less, others more, as it is written. And every accursed thing. Since accursedness is understood in two ways—the one as dedicated to God alone, the other as devoted to the devil—they say that here accursed thing is spoken by way of intensification; for in truth such a thing is not dedicated but is cast down, subjected and condemned together with the devil, which will not be in that city. And the throne of God. Those, he says, who become a throne of God through God's resting in them, these themselves will be inhabitants of the city, and they will see him not through riddles but face to face; and instead of the gold which the high priest of old wore, they will have the divine name engraved not only on their foreheads but also in their hearts, showing the love toward him that is full of boldness, holy and unchangeable. And night shall not be there.
Τοῖς δὲ τὸν Κύριον, φησὶ, τῆς δόξης φωτισμὸν καὶ βασιλέα ἔχουσιν, οὐκ ἔσται χρεία λυχνιαίου ἢ καὶ ἡλιακοῦ φωτὸς, ὑφ’ οὑ αἰῶνας αἰώνων βασιλευθήσονται, μᾶλλον δὲ συμβασιλεύσουσιν. Καὶ εἶπεν μοι. Μέχρι τῶν ἐνταῦθα τὴν τοῦ Ἀγγέλου ὀπτασίαν καὶ τῶν τεθεαμένων τὴν ἑρμηνείαν παραθέμενος, λοιπὸν ὡς ἐξ οἰκείου προσώπου φησὶ, πιστοὶ δὲ καὶ ἀληθινοὶ οἱ λόγοι, ὡς ἐκ τῆς ἀληθείας ὄντες. Καὶ Κύριος ὁ Θεός. Εἰ Θεὸς τῶν προφητῶν ὁ Χριστὸς ὃς τὸν Ἄγγελον αὐτοῦ ἀπέστειλε διὰ μέσου τοῦ τὴν ὀπτασίαν ἑωρακότος Ἰωάννου, δεῖξαι τοῖς δούλοις αὐτοῦ τὰ μέλλοντα γίνεσθαι, εὔδηλον ὅτι συγκαταβατικῶς κατ’ οἰκονομίαν τῷ Υἱῷ ἐν τοῖς προομίοις ἔφη δίδοσθαι διὰ τὴν σάρκα τὴν Ἀποκάλυψιν. Ἰδοὺ ἔρχομαι ταχύ. Ἔθος ἐστὶ τοῦτο καὶ τοῖς θείοις προφήταις, ὡς ἐξ οἰκείου προσώπου τὰ θεῖα χρησμῳδεῖν. τὸ δὲ “ ταχὺ ἔρχομαι,” ἢ δηλοῦντος ἐστὶ τὴν τοῦ παρόντος καιροῦ βραχύτητα συγκρίσει τοῦ μέλλοντος, ἢ τῆς ἑκάστου τελευτῆς τὸ ἀθρόον καὶ σύντομον ἑκάστῳ γὰρ τέλος ἡ ἐντεῦθεν αὐτοῦ μετάστασις. Ταὶ ἐγὼ Ἰωάννης οὐ βλέπων. Ὠσπερ ἐν τῷ Εὐαγγελίῳ πεποίηκεν εἰπὼν, “ καὶ ὁ ἑωρακὼς
But to those who have the Lord of glory as their illumination and king, he says, there will be no need of a lampstand or even of the light of the sun, by which they will be ruled as king through ages of ages, or rather they will reign together with him. And he said to me. Having set down up to this point the vision of the Angel and the interpretation of the things seen, he now speaks as in his own person: but faithful and true are the words, as being from the truth. And the Lord God. If Christ is the God of the prophets, who sent his Angel through John, the one who saw the vision, to show his servants the things that are to come to pass, it is evident that in condescension by economy it was said in the prologue that the Revelation is given to the Son because of the flesh. Behold, I am coming quickly. This is a custom also with the divine prophets, to prophesy divine oracles as in their own person. And the phrase "I am coming quickly" either indicates the brevity of the present time in comparison with the future, or the suddenness and conciseness of each person's end; for to each his departure from here is his end. And I, John, not seeing. As he did in the Gospel, saying, "and the one who has seen
“ μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν ἡ μαρτυρία αὐτοῦ, οὕτω κἀνταῦθα αὐτήκοος εἶναι καὶ αὐτόπτης τῶν προφητευθέντων ὁμολογήσας, τὰ ἑωραμένα ἐπιστώσατο. ἔδειξε δὲ καὶ τοῦ τυπώσαντος Ἀγγέλου τὸ εὐλαβὲς, ὅπως τὴν προσκύνησιν τοῦ συνδούλου οὐ προσήκατο, ἀλλ’ εὐγνωμόνως τῷ κοινῷ δεσπότῃ προσένειμεν. Καὶ λέγει μοι· οὐ σφραγίσῃς. Ἐντεῦθεν εἰς τὸ δεσποτικὸν μέτεισι τοῦ Χριστοῦ πρόσωπον λέγων, μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας, καὶ γὰρ ἀξία ἡ βίβλος τῆς παρὰ τῶν πιστῶν ἀναγνώσεως. διὰ τε γὰρ τῆς ἡτοιμασμένης τοῖς ἁμαρτωλοῖς κολάσεως, διά τε τῆς ἐπηγγελμένης τοῖς ἁγίοις ἀναπαύσεως ὁδηγεῖ πρὸς τὴν ὄντως ζωὴν τοὺς ἐντυγχάνοντας. Καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω. Οὐχ ὡς εἰς ἀδικίαν καὶ ῥυπαρίαν προτρέπων τὰ παρατεθέντα εἴρηκεν, ἀλλ’ ὡς τὸ τῆς γνώμης φυλάττων ἀκατανάγκαστον, ὡς ἂν εἴποι, ἕκαστος τὸ ἀρεστὸν αὐτῷ ποιησάτω, τινὰ οὐ βιάζομαι, τὴν προαίρεσιν δείξας, ἑκάστῳ ἐπιτηδεύματι πέρας ἀκολουθεῖν κατάλληλον, ὅταν ἔρχωμαι ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐγὼ τὸ ἄλφα. Οὐκ ἔστι, φησὶ, πρὸ ἐμοῦ, οὔτε μετ’ ἐμὲ θεὸς ἕτερος· οὔτε γὰρ τῆς ἀρχῆς ἔστι τί πρεσβύτερον, οὔτε τῆς θεικῆς βασιλείας καὶ ἐξουσίας ἔσται τέλος. εἴρηται δὲ καὶ ἀνωτέρω πρῶτος ὁ Χριστὸς διὰ τὴν θεότητα, ἔσχατος δὲ διὰ τὴν ἀνθρωπότητα. Μακάριοι οἱ ποιοῦντες.
He has testified, and his testimony is true; so here too, having confessed that he was an eyewitness and earwitness of the things prophesied, he confirmed what he had seen. He also showed the reverence of the Angel who formed him, in that he did not accept worship from his fellow servant, but in good sense ascribed it to the common Master. And he says to me: Do not seal up. From here he passes over to the lordly person of Christ, saying, Do not seal up the words of the prophecy, for the book is worthy of being read by the faithful. For both through the punishment prepared for sinners and through the rest promised to the saints, it guides those who encounter it toward true life. And let the righteous one do righteousness. He has not said the things set forth as though urging toward injustice and filth, but as preserving the non-compulsory nature of the will—as one might say, let each do what is pleasing to himself; I do not force anyone, having shown the free choice, that a fitting end follows each pursuit, when I come to repay each one according to his works. I am the Alpha. There is not, he says, any other god before me, nor after me; for neither is there anything older than the beginning, nor will there be an end of the divine kingdom and authority. And it was said above as well that Christ is first because of his divinity, and last because of his humanity. Blessed are those who do.
Ὄντως μακαρισμοῦ ἄξιοι οἱ τοιοῦτοι, ἐξουσίαν γὰρ ἕξουσιν τῇ ἀλήκτῳ ζωῇ, τῷ ξύλῳ τῆς ζωῆς Χριστῷ τῷ Θεῷ ἡμῶν ἐπαναπαύεσθαι καὶ ἐντρυφᾷν τῇ αὐτοῦ θεωρίᾳ καὶ τοῖς ἀποστολικοῖς πυλῶσι, δηλαδὴ τοῖς αὐτῶν διδάγμασιν εἰς τὴν ἄνω πόλιν διὰ τῆς ἀληθινῆς θύρας εἰσελεύσονται, μὴ ὑπερπηδῶντες ἑτέρωθεν καθὼς οἱ μισθωτοὶ ποιμένες, ἀλλ’ ὑπὸ τοῦ θυρωροῦ τῆς ζωῆς εἰσαγόμενοι. Ἔξω οἱ κύνες. Κύνες οὐ μόνον οἱ ἀναιδεῖς καὶ ἄπιστοι, καὶ οἱ ἐν τῆ κατατομῇ κακοὶ ἐργάται, κατὰ τὸν ἀπόστολον, καὶ οἱ μετὰ τὸ βάπτισμα ἐπιστρέψαντες εἰς τὸν ἴδιον ἔμετον, διὸ σὺν τοῖς πόρνοις καὶ εἰδωλολάτραις τῆς ἄνω ἀλλοτριοῦνται πόλεως. Εγὼ Ἰησοῦς ἔπεμψα τὸν Ἄγγελόν Κἀνταῦθα τὸ δεσποτικὸν τοῦ πεπομφότος τὸν Ἄγγελον ἀξίωμα δείκνυται· τὸ δὲ μαρτυρῆσαι ἀντὶ τοῦ διαμαρτύρασθαι τέθειται. Ἐγὼ εἰμὶ ἡ ῥίζα. Ῥίζα τοῦ Δαβὶδ ὁ Χριστὸς ὡς Θεὸς, γένος δὲ ὡς κατὰ σάρκα ἐξ αὐτοῦ βλαστήσας, ἀστὴρ δὲ πρωινὸς, ὡς ἐν τῷ πρωὶ ἀνατείλας ἡμῖν τριήμερος, καὶ ἐν τῇ μετὰ τὴν νύκτα τοῦ παρόντος βίου πρωϊνῇ τῆς κοινῆς ἀναστάσεως τοῖς ἁγίοις ἐπιφανησόμενος, τὴν ἡμέραν αὔξων τὴν ἀτελεύτητον. Καὶ τὸ Πνῦμα καὶ ἡ νύμφη. Καὶ ἡ Ἐκκλησία καὶ τὸ ἐν αὐτῇ Πνεῦμα κράξει ἐν ταῖς καρδίαις ἡμῶν “ ἀββᾶ ὁ πατὴρ,’’ καὶ τὴν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ παρουσίαν ἐπικαλεῖται· καὶ πᾶς δὲ πιστὸς τῷ Θεῷ καὶ Πατρὶ προσευχόμενος λέγει, “ ἐλθέτω ἡ βασιλεία σου.’’ Καὶ ὁ διψῶν ἐρχέσθω.
Truly such people are worthy of blessing, for they will have authority in the unceasing life to rest upon the tree of life, Christ our God, and to delight in his contemplation and in the apostolic gates—that is, by their teachings they will enter into the city above through the true door, not climbing over from elsewhere like hireling shepherds, but being led in by the doorkeeper of life. Outside are the dogs. Dogs are not only the shameless and the faithless, and those who in the mutilation are evil workers, according to the apostle, but also those who after baptism have turned back to their own vomit; therefore together with fornicators and idolaters they are alienated from the city above. I Jesus sent my Angel. Here too the lordly dignity of the one who sent the Angel is shown; and to testify is used in place of to solemnly testify. I am the root. Christ is the root of David as God, and as a race as one who sprang from him according to the flesh, and the morning star, as one who rose for us in the morning on the third day, and who in the morning of the common resurrection, after the night of the present life, will appear to the saints, increasing the day that has no end. And the Spirit and the bride. Both the Church and the Spirit in her will cry out in our hearts, “Abba, Father,” and call upon the presence of the only-begotten Son of God; and every faithful one who prays to God and the Father says, “Let your kingdom come.” And let the one who thirsts come.
Δίψης χρεία ἐν τῷ τῆς ζωῆς πόματι πρὸς βεβαίαν τοῦ κτηθέντος κατάσχεσιν, μάλιστα ὅτι καὶ δῶρον παρέχεται, οὐ τοῖς μηδόλως καμοῦσιν, ἀλλὰ τοῖς οὐκ ἄξια τῆς τοῦ δώρου μεγαλειότητος, μόνην δὲ γνώμην γνησίαν καὶ διάπυρον, ἀντὶ χρυσίου καὶ ἀργυρίου καὶ σωματικῶν πόνων, εἰσφέρουσιν. Ἐπιθήσει ἐπ’ αὐτόν. Φοβερὰ ἡ κατὰ τῶν παραχαρακτῶν τῶν θείων γραφῶν κατάρα, ἐπειδὴ καὶ τολμηρὰ ἡ τούτων προπέτεια, ἀλλοτριῶσαι δυναμένη τοὺς αὐθάδεις τῶν ἀγαθῶν ἐκείνου τοῦ αἰῶνος τοῦ μέλλοντος. ὅπερ ἵνα μὴ πάθωμεν, διαμαρτύρεται ἡμῶν τοῖς ἀκούουσι μήποτε προσθεῖναι μηδὲ ἀφελεῖν, ἀλλὰ τὰ γραφικὰ ἰδιώματα τῶν Ἀττικῶν συντάξεων καὶ τῶν διαλεκτικῶν συλλογισμῶν ἡγεῖσθαι ἀξαοπιστοτερα καὶ σεμνότερα. Λέγει ὁ μαρτυρῶν ταῦτα. Κἀγώ, φησιν, ὁ ταῦτα λέγων πρὸς σὲ τὴν ζωὴν ἔρχομαι, καὶ αὐτὸς δὲ παραγενοῦ, Κύριε. ἢ καὶ ἑτέρως, τοῦτο ἐκ προσώπου τοῦ Χριστοῦ εἴρηται. ὁ μαρτυρῶν ταῦτα, δηλαδὴ ὁ διαμαρτυρούμενος ἔρχομαι ταχύ. ἐκ δὲ τοῦ ἀποστολικοῦ προσώπου τὸ ἑπόμενον, τὸ “ ἔρχου Κύριε Ἰησοῦ Χριστὲ· περιπόθητος γὰρ τοῖς ἁγίοις ἡ τοῦ Χριστοῦ παρουσία, ὡς τὸν μισθὸν τῶν εἰργασμένων ἀποδώσοντος πολυπλασίονα. ὅθεν καὶ ἡ παροῦσα βίβλος ἁγία καὶ θεόπνευστος, πρὸς τὴν μακαρίαν λῆξιν ὁδηγοῦσα τοὺς ἐντυγχάνοντας, τῆς τῶν ἐντολῶν τηρήσεως μισθὸν, τὴν ἐκ Θεοῦ δάξαν παρέχουσα. ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ζωοποιῷ Πνεύματι, πρέπει δόξα τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
There is a need of thirst for the drink of life, for the secure possession of what has been obtained, especially since it is also offered as a gift, not to those who have not labored at all, but to those who bring not things worthy of the greatness of the gift, but only a genuine and fervent disposition, instead of gold and silver and bodily labors. He will place upon him. Fearful is the curse against those who counterfeit the divine Scriptures, since their presumption is also audacious, able to alienate the self-willed from the good things of that age which is to come. In order that we may not suffer this, he solemnly testifies to us who hear, never to add nor to take away, but to regard the scriptural idioms as more trustworthy and more venerable than Attic compositions and dialectical syllogisms. He who testifies these things says. And I, he says, who speak these things to you, am coming to the life, and do you also come, Lord. Or also otherwise, this has been said in the person of Christ. He who testifies these things, that is, he who solemnly testifies, I am coming quickly. And from the apostolic person comes what follows, the "Come, Lord Jesus Christ; for the presence of Christ is greatly desired by the saints, as he will render the reward of those who have labored many times over. Hence also the present book is holy and God-breathed, guiding those who read it to the blessed lot, providing as the reward of the keeping of the commandments the glory that comes from God. May it be granted to us all to obtain this, by the grace and love for humanity of our Lord Jesus Christ, with whom to the Father together with the life-giving Spirit, is due glory, honor, and worship unto the ages of ages; amen.