ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Other ·

Catena in epistulam Joannis i (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Catenae (Novum Testamentum) · first1k

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 52 passages · 14,826 words no passage flagged by the automatic checks no commentary on this page: model-written commentary and summaries are not shown, because a check found frequent false statements in them

Sources and records

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

174 derived notes
tlg4102.tlg043:1
Source · Greek

ΙΩΑΝΝΟΥ ΕΠΙΣTΟΛΗ Α. ΥΠΟΘΕΣΙΣ. Ἐπειδη αὐτὸς ὁ Ἰωάννης τὸ Εὐαγγέλιον γράψας αὐτὸς καὶ ταύτην ἐπιστέλλει· ὑπομιμνήσκων τοὺς ἤδη πιστεύσαντας εἰς τὸν Κύριον· καὶ πρῶτον μὲν ὥσπερ ἐν τῷ Εὐαγγελίῳ, οὕτως καὶ ἐν ταύτῃ τῇ Ἐπιστολῇ θεολογεῖ περὶ τοῦ Λόγου, ἀποδεικνὺς αὐτὸν ἀεὶ εἶναι ἐν τῷ Θεῷ, καὶ διδάσκων τὸν Πατέρα φῶς εἶναι, ἵνα καὶ οὕτως γνῶμεν τὸν Λόγον ὡς ἀπαύγασμα ἐξ αὐτοῦ εἶναι. θεολογῶν δὲ ἐξηγεῖται, μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, ἀλλ’ ἐξ ἀρχῆς μὲν καὶ ἀεὶ τυγχάνειν αὐτὸν, νῦν δὲ πεφανερῶσθαι ἐν τῷ Κυρίῳ· ὅς τις ἐστὶ ζωὴ αἰώνιος καὶ Θεὸς ἀληθινός. καὶ τὸ αἴτιον δὲ τῆς αὐτοῦ παρουσίας καὶ ἐπιφανείας αὐτοῦ τίθησι, λέγων εἶναι τοῦτο· ἐπὶ τῷ καταλῦσαι τὰ ἔργα τοῦ διαβόλου, καὶ ἡμᾶς ἐλευθερῶσαι ἀπὸ τοῦ θανάτου, καὶ γινώσκειν ἡμᾶς τὸν Πατέρα καὶ τὸν Υἱὸν αὐτοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Γράφει γοῦν πρὸς πᾶσαν ἡλικίαν, πρὸς παιδία, πρὸς νεανίσκους, πρὸς γέροντας· ὅτι ὁ μὲν Θεὸς ἐγνώσθη, ἡ δὲ διαβολικὴ ἐνέργεια λοιπὸν νενίκηται, καταργηθέντος τοῦ θανάτου· εἶτα λοιπὸν δι’ ὅλης τῆς Ἐπιστολῆς περὶ ἀγάπης διδάσκει, θέλων ἡμᾶς ἀλλήλους ἀγαπᾶν, καὶ ἀποδεικνὺς ὅτι δεῖ ἀλλήλους ἀγαπᾶν, ἐπειδὴ καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. ἐξηγεῖται οὖν περὶ διαφορᾶς φόβου καὶ ἀγάπης, καὶ τέκνων Θεοῦ καὶ τέκνων διαβόλου, καὶ περὶ ἁμαρτίας θανατικῆς καὶ μὴ θανατικῆς, καὶ διαφορᾶς πνευμάτων· καὶ λοιπὸν διαιρεῖ ποῖον μὲν πνεῦμα ἐκ τοῦ Θεοῦ ἐστὶ, ποῖον δὲ τῆς πλάνης· καὶ πότε μὲν γινωσκόμεθα

English

HYPOTHESIS OF THE FIRST EPISTLE OF JOHN. Since John himself, who wrote the Gospel, himself also sends this epistle, reminding those who have already believed in the Lord; and first, just as in the Gospel, so also in this Epistle he theologizes about the Word, demonstrating that he always is in God, and teaching that the Father is light, so that in this way too we may know the Word to be a radiance from him. And while theologizing he explains that the mystery among us is not recent, but that from the beginning and always he exists, and now has been made manifest in the Lord, who is eternal life and true God. And he also sets forth the cause of his coming and his manifestation, saying that this is it: to destroy the works of the devil, and to free us from death, and that we may know the Father and his Son our Lord Jesus Christ. He writes, then, to every age: to children, to young men, to the elderly; because God has been known, and the devil's activity has henceforth been conquered, death having been abolished; then for the rest of the Epistle he teaches about love, wishing us to love one another, and demonstrating that we ought to love one another, since Christ also loved us. He explains, then, the difference between fear and love, and between children of God and children of the devil, and about sin that is unto death and not unto death, and the difference of spirits; and henceforth he distinguishes what spirit is from God, and what is of error; and when we are known

tlg4102.tlg043:2
Source · Greek

τέκνα Θεοῦ, πότε δὲ διαβόλου· καὶ περὶ ποίας ἁμαρτίας ὀφείλομεν εὔχεσθαι ὑπὲρ τῶν ἁμαρτανόντων, καὶ περὶ ποίας οὐ δεῖ εὔχεσθαι· καὶ ὅτι ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὐκ ἔστιν ἄξιος τῆς κλήσεως, οὐδὲ δύναται λέγεσθαι τοῦ Χριστοῦ· καὶ τὴν ἑνότητα δὲ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δείκνυσι, καὶ ὅτι ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει· διακρίνει δὲ ἐν τῇ Ἐπιστολῇ ταύτῃ λέγων, καὶ τὸ ἴδιον τοῦ Ἀντιχρίστον εἶναι τὸ λέγειν μὴ εἶναι τὸν Ἰησοῦν Υἱὸν αὐτὸν τὸν Χριστὸν, ἵνα μὴ ᾖ δῆλον ὅτι, ὡς μὴ ὄντος ἐκείνου, ἑαυτὸν εἴπῃ εἶναι ὁ ψεύστης· παραινεῖ δὲ δι’ ὅλης τῆς Ἐπιστολῆς, μὴ ἀθυμεῖν τοὺς πιστεύοντας τῷ Κυρίῳ, εἰ μισοῦνται ἐν τῷ κόσμῳ, ἀλλὰ μᾶλλον χαίρειν, ὅτι τὸ μῖσος τοῦ κόσμου δείκνυσι τοὺς πιστεύσαντας μεταβεβηκέναι ἀπ’ αὐτοῦ τοῦ κόσμου, καὶ εἶναι λοιπὸν τῆς οὐρανίου πολιτείας. καὶ ἐν τῷ τέλει δὲ τῆς Ἐπιστολῦς πάλιν ὑπομιμνήσκει, λέγων ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς ζωὴ οὐράνιός ἐστὶ καὶ Θεὸς ἀληθινὸς, καὶ ἵνα τούτῳ δουλεύωμεν ὦμεν καὶ φυλάττωμεν ὦμεν αὐτοὺς ἀπὸ τῶν εἰδώλων. ΚΕΦ. Α. Εὐαγγλικὴ θεολογία Χριστοῦ α. Ὃ ἢν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν. Σευήρου ἀπὸ λόγου νθ΄. Καὶ μὴν αὐτὸς εἶπε “ Θεὸν “ πώποτε τεθέαται· πῶς οὖν τὸν τῆς ζωῆς καὶ τὸν ζῶντα Λόγον ἑωρακέναι καὶ ἐψηλαφηκέναι διισχυρίζεται ; ἣ δῆλον ὅτι τῷ σεσαρκῶσθαι καὶ ἐνηνθρωπηκέναι θεατὸς καὶ ψηλαφητὸς γενέσθαι εὐδό- κησεν· οὐχ ὃ ἦν θεαθεὶς καὶ ψηλαφηθεὶς, ἀλλ’ ὃ γέγονεν·

English

children of God—but when of the devil? And concerning what sort of sin we ought to pray for those who sin, and concerning what sort we ought not to pray; and that the one who does not love his neighbor is not worthy of the calling, nor can he be called Christ's; and he shows the unity of the Son with the Father, and that the one who denies the Son does not have the Father either; and he distinguishes in this Epistle, saying also that it is proper to the Antichrist to say that Jesus is not the Son, that is, the Christ himself, so that it might not be clear that, as though that one did not exist, the liar should say that he himself is; and he exhorts throughout the whole Epistle that those who believe in the Lord should not be disheartened if they are hated in the world, but rather rejoice, because the world's hatred shows that those who have believed have passed over from this world itself, and are thereafter of the heavenly citizenship. And at the end of the Epistle he again reminds them, saying that the Son of God is heavenly life and true God, and that we should serve him and keep ourselves from idols. CH. 1. The evangelical theology of Christ. 1. What was from the beginning, what we have heard, what we have seen with our eyes, what we have beheld, and our hands have handled, concerning the Word of life; and the life was manifested, and we have seen, and we testify. From Severus, from Discourse 59. And indeed he himself said, "No one has ever seen God." How then does he insist that he has seen and handled the Word of life and the living Word? Or is it clear that by having become flesh and having become man he was pleased to become visible and tangible; not what he was that was seen and handled, but what he became.

tlg4102.tlg043:3
Source · Greek

εἷς γὰρ ὑπάρχων καὶ ἀδιαίρετος, ὁ αὐτὸς ἦν καὶ θεατὸς καὶ ἀθέατος, καὶ ἀφῇ μὴ ὑποπίπτων καὶ ψηλαφώμενος ὁ αὐτὸς καὶ θεικῶς καὶ ἀνθρωπίνως φθεγγόμενος, καὶ θεοπρεπῶς ἐνεργῶν τὰ θαύματα, καὶ οἰκονομικῶς τὰ πάθη δεχόμενος. Εκαστον τῶν γεννητῶν τι εἶναι λέγεται· οἷον, εἶναι εἶναι ἥλιος ἢ οὐρανὸς, μόνος δὲ ὁ Σωτῆρ’ καθάπαξ ὣν τυγχάνει· οὗ μετέχοντα τὰ πάντα εἰς ὕπαρξιν ἔρχεται· τούτου ἀκρόασιν πρότερον κατὰ τὴν εἰσαγωγικὴν διδασκαλίαν δεξάμενός τις, ἔρχεται εἰς τὸ ἰδεῖν αὐτὸν ἐπιστημονικῶς μετὰ πολλὴν γυμνασίαν· ἥτις ψηλάφησις περὶ τοῦ Λόγου τῆς ζωῆς εἴρηται, τῆς εἰπούσης ὅτι ἐγὼ εἰμι η ζωή.” Λελέξεται καὶ οὕτως περὶ τοῦ ἐν ἀρχῇ ὄντος. ἀκηκόαμεν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ὡς ἐλεύσεται· τοῦτον ἐλθόντα ἐμ- φανῶς τοῖς ὀφθαλμοῖς ἡμῶν εἴδομεν· οὐχ ὡς ἔτυχε συγκαταθέμενοι τῷ ὀφθέντι σαρκί· μετὰ πολλὴν γὰρ ἡμῶν ψηλάφησιν ἱν ἐρευνῶντες τὰς περὶ αὐτοῦ μαρτυρούσας γραφὰς, ἐπιστεύσαμεν τῷ περὶ τῆς ζωῆς Λόγῳ. Tοῦτο διὰ τὴν ἄκραν ἕνωσιν τὴν πρὸς τὴν σάρκα τοῦ Λόγου εἴρηται. Ἢ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ τοῦτο λέγει, καθὸ διὰ τοῦ Θωμᾶ πᾶσιν ἐγνωρίσθη τοῖς Ἀποστόλοις· ταύτην ἀναστήσας τὴν σάρκα, ἣν προσήλωσαν τῷ σταυρῷ· ἣ ὅτι, ὃ ἠκούσαμεν διὰ τῶν προφητῶ ἠκούσαμεν δὲ ὡς ἐπιδημήσει ὁ τοῦ Θεοῦ Λόγος· τοῦτον καὶ τεθεάμεθα καὶ ἐψηλαφήσαμεν· γέγονε γὰρ σὰρξ παραπλησίως ἡμῖν μετασχὼν αἵματος καὶ σαρκὸς, ὡς πάλιν λέγει τὸ, ἐν ἀρχῇ ἢν ὁ Λόγος καὶ τὰ ἑξῆς. Καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν·

English

For being one and indivisible, he was the same both visible and invisible, and not subject to touch yet the same also handled, and speaking both divinely and humanly, and working miracles in a manner befitting God, and receiving the passions in a manner of economy. Each of created things is said to be something; for example, to be sun or heaven, but only the Savior is once for all what he happens to be; by participation in him all things come into existence; having first received the hearing of him according to introductory teaching, one comes to see him scientifically after much training; which touching is spoken of concerning the Word of life, of her who said, "I am the life."

It will also be said thus concerning the one who was in the beginning. We have heard through the law and the prophets that he will come; we have seen this one when he came manifestly with our eyes; not having assented to the visible flesh as it happened; for after much touching of ours in searching the scriptures that testify concerning him, we believed the Word concerning the life. This is said because of the extreme union of the Word with the flesh. Or he says this because of the resurrection of Christ, inasmuch as through Thomas it became known to all the Apostles; having raised this flesh, which they nailed to the cross; or because, what we heard through the prophets—and we heard that the Word of God would come among us—this one we both beheld and touched; for he became flesh, sharing similarly with us in blood and flesh, as again it says, "In the beginning was the Word," and the rest. And we proclaim to you the eternal life, which was with the Father, and was manifested to us.

tlg4102.tlg043:4
Source · Greek

ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μέσ’ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ· καὶ ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρὰ ὑμῶν ἦ πεπληρωμένη. Τὴν οὖσαν ἐν τῷ Πατρὶ ζωὴν φανερωθεῖσαν ἡμῖν ἑωράκαμέν φησι καταλλήλως ἰδεῖν αὐτὴν καὶ ἀκούσαντες περὶ αὐτῆς· ταύτῃ τῇ φανερωθείσῃ ζωῇ μαρτυροῦντας ἀπαγγέλλομεν καὶ ὑμῖν ἐκεῖνα τὰ οἷς ἕπεται καὶ ἰδεῖν αὐτὴν καὶ ὑμᾶς. Τί ἀπήγγελου, ἣ ὅτι ζωὴ αἰώνιος ὢν ἐφανερώθη ἡμῖν, καὶ θεαταὶ αὐτοῦ γεγόναμεν ; ἐκ ταύτης δὲ τῆς ἐπαγγελίας τοῦτο

κερδαίνετε· τὸ γενέσθαι ἡμῶν κοινωνοί· ὁ δὲ γενόμενος ἡμῶν κοινωνὸς, νωνὸς, καὶ μετὰ τοῦ Πατρὸς καὶ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ κοινωνίαν ἔχει, ἐπειδὰν δὲ ταύτην σχῆτε κοινωνίαν, χαρᾶς ἐσόμεθα μεστοὶ, ὅτι τῷ Θεῷ ἐκολλήθημεν. Καὶ αὕτη ἐστὶν ἡ ἀγγελία, ἣν ἀκηκόαμεν ἀπ’ αὐτοῦ, καὶ ἀναγγέλλομεν ὑμῖν. Αὕτη ποῖα ; ἢν εἶπεν, ὅτι ἐφανερώθη ἡ ζωὴ ἡμῶν ἡ αἰώνιος· ἀγαπήσας γὰρ ὁ Πατὴρ τὸν κόσμον, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε, καὶ τοῦτο ὑμῖν ἀπαγγέλλομεν, ὅτι ἐλθὼν εἰς τὸν κόσμον ὁ τοῦ Θεοῦ Λόγος, καὶ γενόμενος ἄνθρωπος, Θεός ἐστι καὶ φῶς ἐστί· τοῦτο γὰρ καὶ αὐτὸς ἔφασκε περὶ αὐτοῦ, “ ἐγὼ φῶς εἰς τὸν “ κόσμον τοῦτον ἐλήλυθα. καὶ πάλιν, “ ἐγὼ εἰμὶ τὸ φῶς τοῦ κόσμου.” Ὅτι ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Ἐν τῷ Εὐαγγελίῳ ὅμοιόν φησι, “ καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ “ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε· πρὸς τοῦτο ὁ Χρυσόστομος οὕτω φησί· “ σκοτίαν, ἣ τὸν θάνατον, ἣ τὴν πλάνην “ φησί·

English

What we have seen and heard, we proclaim to you, so that you also may have fellowship with us; and our fellowship is with the Father and with his Son Jesus Christ; and these things we write to you, so that your joy may be fulfilled. The life that was in the Father, having been made manifest to us, we have seen—he says that we saw it fittingly and heard about it; bearing witness to this life that has been made manifest, we proclaim also to you those things which follow, so that you also may see it. What did he proclaim, except that the eternal life was made manifest to us, and we have become spectators of it? And from this proclamation you gain this: to become partakers with us; and the one who becomes a partaker with us has fellowship also with the Father and with his Son Jesus Christ; and when you have this fellowship, we shall be full of joy, because we have been joined to God. And this is the message which we have heard from him and proclaim to you. What is this? That which he said, that our eternal life was made manifest; for the Father, having loved the world, gave his only-begotten Son, and this we proclaim to you, that the Word of God, having come into the world and become man, is God and is light; for he himself also said concerning himself, "I have come as a light into this world." And again, "I am the light of the world." That God is light, and in him there is no darkness at all. In the Gospel he says something similar: "And the light shines in the darkness, and the darkness did not overcome it." Concerning this, Chrysostom says thus: "Darkness, meaning either death or error."

tlg4102.tlg043:5
Source · Greek

ἐπεὶ γὰρ οὔτε ὁ θάνατος αὐτοῦ παραγέγονεν, οὔτε ἡ “ πλάνη, ἀλλ’ ἔστι φαιδρὸς πανταχοῦ, καὶ λάμπει μετὰ τῆς οἰ- “ κείας ἰσχύος, διὰ τοῦτό φησι, ‘ καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε·’ “ καὶ γάρ ἐστιν ἀκαταγώνιστον οὐκ ἐμφιλοχωροῦν ταῖς μὴ βου- “ λομέναις φωτισθῆναι ψυχαῖς· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, “ βουλήσει καὶ γνώμῃ.” Σκοτίαν τὴν κακίαν φησί· τοῦτο δὲ λέγει διὰ τοὺς Ἰουδαίους τοὺς διαβάλλοντας αὐτὸν ὡς ἁμαρτωλόν· φησὶ γὰρ, “ σὺ περὶ “ αὐτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Ἐρώτησισ. Ἐπειδὴ πάλιν λέγει ὁ ἅγιος Ἰωάννης, “ ὁ Θεὸς “ φῶς ἐστι· καὶ πάλιν μετ’ ὀλίγα — “ ἐὰν ἐν τῷ φωτὶ περιπα- “ τῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ,” πῶς καὶ φῶς ὁ αὐτὸς λέγεται καὶ ἐν τῷ φωτὶ εἶναι, ὡς ἄλλος ἐν ἄλλω ; Ἀπόκρισισ. Ὁ κατ’ οὐσίαν ἀληθῶς φῶς ὑπάρχων Θεὸς, ἐν τοῖς ἐν αὐτῷ περιπατοῦσιν ἐστὶν ἀληθῶς φῶς γενόμενος· ὥσπερ οὐν τὸ κατὰ μέθεξιν φῶς, ὡς οἱ ἅγιοι πάντες διὰ φιλοθεΐαν ἐν τῷ

κατ’ οὐσίαν γίνονται φωτὶ, οὕτως τὸ κατ’ οὐσίαν ἐν τῷ κατὰ μέθεξιν φωτὶ διὰ φιλανθρωπίαν γίνεται φῶς. ἐὰν οὖν ἐσμὲν κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ὡς ἐν τῷ φωτὶ τῷ Θεῷ, καὶ αὐτὸς ὁ Θεὸς ὡς φῶς ἐν φωτί ἐστιν ἐν ἡμῖν· ὁ γὰρ φύσει φῶς ὁ Θεὸς ἐν τῷ μιμήσει γίνεται φωτὶ, ὡς ἐν εἰκόνι ἀρχέτυπον· ἣ μᾶλλον φῶς ἐστὶν ὁ Θεὸς καὶ Πατὴρ, ἐν φωτὶ δηλαδὴ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι· οὐκ ἄλλο καὶ ἄλλο φῶς ὑπάρχον, ἀλλὰ κατ’ οὐσίαν ἓν, καὶ τὸ αὐτὸ κατὰ τὸν τῆς ὑπάρξεως τρόπον τρισσοφαές. Ὑπ᾿ αὐτοῦ τοῦ Σωτῆρος ἀγγελίαν γεγονέναι γράφει τοῖς μαθηταῖς δηλοῦσαν, ὡς φῶς ὑπάρχων ὁ Θεὸς οὐδεμίαν σκοτίαν ἔχει ἐν αὐτῷ·

English

For neither has his death come near, nor the deceit, but he is radiant everywhere and shines with his own strength; therefore he says, "And the darkness did not overcome it." For it is invincible, not dwelling among souls that do not wish to be enlightened; for not by necessity and force, but by will and choice.

He calls evil "darkness"; and he says this because of the Jews who slandered him as a sinner. For they say, "You bear witness about yourself; your testimony is not true."

Question. Since again the holy John says, "God is light," and again shortly after, "If we walk in the light, as he is in the light," how is the same one said both to be light and to be in the light, as one in another?

Answer. God, who by essence truly is light, is truly in those who walk in him, having become light; just as, then, the light by participation—as all the saints through love of God come to be in the light that is by essence—so the light that is by essence comes to be in the light that is by participation, through love for humanity. If, then, we are in virtue and knowledge as in God the light, then God himself also, as light in light, is in us; for God, who is light by nature, becomes light in that which imitates him, as the archetype in the image. Or rather, God and the Father is light, namely in the light, the Son and the Holy Spirit; not being one light and another, but one in essence, and the same, in the manner of his existence, thrice-shining.

He writes that the announcement was made by the Savior himself to the disciples, showing that God, being light, has no darkness in him.

tlg4102.tlg043:6
Source · Greek

ταύτην ἀγγελίαν καὶ ὑμῖν προσφέρομεν, (??)να τὴν αὐτὴν ἐν ὑμῖν περὶ Θεοῦ δόξαν ὡς ὄντος φωτὸς ἔχητε· φῶς δέ ἐστιν νοητὸν ὁ Θεὸς, ἀίδιον γὰρ οὐδὲν αἰσθητὸν ἀεὶ ὑπάρχον. τούτῳ τῷ φωτὶ ἐναντίως νοητέον τὴν σκοτίαν ἄγνοιαν καὶ ἕξιν χειρίστην οὖσαν· ἐπεὶ οὖν οὐδέτερον τῶν εἰδῶν τῆς σκοτίας, οὔτε ἄγνοια οὔτε κακία, ἐν τῷ Θεῷ ἐστιν, εἰκότως εἴρηται μηδεμίαν σκοτίαν ἐν αὐτῷ εἶναι· εἰ δὲ εἴρηται που “ σκότος ἀποκρυφὴν αὐτοῦ σκότος ἐν τούτοις λέγεται τὴν ἐν ἀκαταληψίᾳ ἀσάφειαν, οὐ μὴν τοῦ Κυρίου σκότους ὄντος. * Περὶ ὁμολογήσεως καὶ προσοχῆς τοῦ μὴ ἁμαρτάνειν. Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα, καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. Ἐὰν ἁμαρτάνωμέν φησιν, οὐδεμίαν κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ· ἐὰν δὲ φωτὸς ἔργα διαπραξώμεθα, κοινωνοῦμεν ἀλλήλοις· τοῦτο σημαίνει ὃ ἀνωτέρω εἰπεν, ὅτι “ ἡ κοινωνία ἡμῶν μετὰ τοῦ “ Πνεύματος καὶ μετὰ τοῦ Υἱοῦ ἐστιν. ὅλος δὲ ὁ νοῦς τοῦ ῥητοῦ ἀνατροπὴ τῆς τῶν Ἰουδαίων βλασφημίας ἐστίν· εἰ γὰρ

English

We bring this message to you as well, so that you may hold the same opinion concerning God, that he is light. For God is intelligible light, since nothing perceptible is eternal and always existing. In contrast to this light, darkness must be understood as ignorance and the worst disposition; since, then, neither of the forms of darkness, neither ignorance nor wickedness, is in God, it has rightly been said that there is no darkness in him. But if it is said somewhere, "Darkness was his hiding place," in these words darkness is spoken of as the obscurity that lies in incomprehensibility, not that the Lord is darkness. Concerning confession and attentiveness to not sinning. If we say that we have fellowship with him, and walk in the darkness, we lie, and do not do the truth; but if we walk in the light, as he is in the light, we have fellowship with one another, and the blood of Jesus Christ his Son cleanses us from all sin. If we sin, he says, we have no fellowship with him; but if we perform the works of light, we have fellowship with one another. This signifies what he said above, that "our fellowship is with the Spirit and with the Son." The whole sense of the saying is a refutation of the blasphemy of the Jews; for if

tlg4102.tlg043:7
Source · Greek

φωτὸς ἔργα πράττοντες κοινωνοὶ αὐτοῦ ἔσμεν, καὶ σκότους ἔργα ποιοῦντες ἀλλοτριούμεθα αὐτοῦ, πῶ; οὐκ ἀληθῶς αὐτός ἐστι τὸ φῶς, καὶ ἁμαρτίαν οὐδεμίαν ἐποίησεν, εἰ καὶ “ἐν τοῖς ἀνόμοις κατελογίσθη;” Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια ἐν ἡμῖν οὐκ ἐστιν. ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ καθαρίση ἡμᾶς ἀπὸ πάσης ἀδικίας. Πάλιν καὶ τοῦτο πρὸς Ἰουδαίους ἀποτείνεται τολμήσαντας εἰπεῖν “ τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, ὡς μὴ οὔσης ἁμαρτίας σταυρῶσαι Χριστόν. ἐὰν οὖν τοῦτο λέγωμεν, φησὶ, “ ἑαυτοὺς πλανῶμεν.” διὸ οὐ ψευδόμεθα δόμεθα εἰπεν, ἀλλ’ “ ἑαυτοὺς “ πλανῶμεν·” καὶ ἡ πλάνη αὕτη ἐκτὸς τῆς ἀληθείας ποιεῖ, τουτέστι τοῦ Θεοῦ. εἰ δὲ τοὐναντίον γνῶμεν τὴν ἁμαρτίαν, καὶ ὁμολογῶμεν αὐτὴν, αὐτὸς ἡμῖν ἀφίησιν αὐτήν. οὐκ αὐτὴν δὲ μόνον ἀλλὰ καὶ τὰς ἄλλας πάσας. ἐπειδὰν γάρ τις μετανόησας βαπτισθῇ εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, πάσας αὐτῷ τὰς ἁμαρτίας ἀφίησιν, ἃς τε εἰς αὐτὸν, ἃς τε εἰς οὐράνους ἐποίησεν. Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν. Αὐτὸς γὰρ καὶ διὰ τοῦ προφήτου μὲν ἔλεγεν, “ ἀνταπεδίδοσάν “ με πονηρὰ ἀντὶ ἀγαθῶν. καὶ παρὰ τὸν καιρὸν δὲ τοῦ πάθους. “ εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ·

English

Doing the works of light, we are his companions, and doing the works of darkness we are estranged from him. How? Is he not truly the light, and did he commit no sin, even if "he was reckoned among the lawless"? If we say that we have no sin, we deceive ourselves, and the truth is not in us. If we confess our sins, he is faithful and just, to forgive us our sins, and to cleanse us from all unrighteousness. Again, this also is directed against the Jews, who dared to say, "His blood be on us and on our children," as though there were no sin in crucifying Christ. If, then, we say this, he says, "we deceive ourselves." Therefore we shall not say that we lie, but "we deceive ourselves"; and this deception places us outside the truth, that is, outside God. But if, on the contrary, we recognize our sin and confess it, he forgives it for us. And not it alone, but all the others as well. For when someone, having repented, is baptized into the name of the Lord Jesus, all his sins are forgiven him, both those he committed against him and those against heaven. If we say that we have not sinned, we make him a liar, and his word is not in us. For he himself also spoke through the prophet: "They repaid me evil for good." And also at the time of his passion: "If I spoke evil, testify concerning the evil."

tlg4102.tlg043:8
Source · Greek

εἰ δὲ καλῶς, “ τί με δέρεις ;” εἰ ἐλέγομεν τοίνυν ὅτι οὐχ ἡμαρτήκαμεν, τὸν λόγον αὐτοῦ ἀρνούμεθα, ὅς ἐστι πνεῦμα καὶ ζωὴ, “ τὰ ῥήματα γὰρ, ἃ ἐγὼ λαλῶ, φησὶ, πνεῦμα ἐστὶ, καὶ ζωή ἐστι.” Τεκνία μου, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε, καὶ ἐάν τις ἁμάρτη, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. Οἰδε γὰρ τοὺς φωτισθέντας οὐκ εἰς ἀπαθῆ φύσιν μεταχωρήσαντας, ἀλλ’ ἐκ φυλακῆς πρὸς ἁμαρτίαν μὴ ὑποφερομένους. Διὰ τοῦτο ταῦτα ὑμῖν ἐπιστέλλω, ἵνα μὴ λέγητε μὴ ἁμαρτεῖν, ἁμαρτάνοντες δὲ ἅπαξ μὴ ἐμμείνητε· ἱλάσεται ὑμῶν τὰς ἁμαρτίας Ἰησοῦς ὁ ὣν μετὰ τοῦ Πατρός. * Ὅτι τήρησις ἐντολῶν Θεοῦ τὴν γνῶσιν βεβαιοῖ. Καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι ἐγνώκαμεν αὐτὸν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. ὁ λέγων, ἔγνωκα αὐτὸν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστὶ, καὶ ἐν τούτω ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ’ ἃν τηρῇ τὸν λόγον αὐτοῦ, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ ἐσμέν. ὁ λέγων ἐν αὐτῷ μένειν, ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτω περιπατεῖν. Δείκνυται καὶ ἐκ τούτου, ὡς αὕτη γνῶσις ἐστὶ, τῷ ἔργω δεῖξαι τὸ εἰς αὐτὸν πιστὸν, τῶν λόγων τῶν ἐντολῶν αὐτοῦ ἀκούοντας. Τὸ γινώσκειν ἐν τῇ γραφῇ μάλιστα οὐκ ἀεὶ τὸ ἐπίστασθαι δηλοῖ, ἀλλὰ καὶ τὸ πεῖράν τινος ἐσχηκέναι, καὶ ἡνῶσθαι αὐτῷ, ὡς ἐν τῷ “ τὸν μὴ γνόντα ἁμαρτίαν” καὶ τὸ “ μὴ ἐπίστασθαι, τί ἐστι ” ἁμαρτία;

English

But if it is well, “Why do you strike me?” If, then, we were to say that we have not sinned, we deny his word, which is spirit and life; for “the words that I speak,” he says, “are spirit, and are life.” My little children, these things I write to you, that you may not sin; and if anyone sins, we have an advocate with the Father, Jesus Christ the righteous; and he himself is the propitiation for our sins, and not for ours only, but also for the whole world. For he knows that those who have been enlightened have not passed over into a passionless nature, but are not carried away from their guard toward sin. For this reason I write these things to you, that you may not say that you have not sinned, and, having sinned once, that you may not persist; Jesus, who is with the Father, will propitiate your sins. That the keeping of God’s commandments confirms knowledge. And by this we know that we have known him, if we keep his commandments. The one who says, “I have known him,” and does not keep his commandments, is a liar, and in this the truth is not; but whoever keeps his word, truly in this the love of God has been perfected. By this we know that we are in him. The one who says he remains in him ought, just as that one walked, so also himself to walk. It is shown also from this, that this knowledge is, by deed, to show the faithful in him, those who hear the words of his commandments. In Scripture, “to know” especially does not always signify “to understand,” but also “to have experience of something,” and “to be united to it,” as in “the one who knew no sin” and “not to know what sin is.”

tlg4102.tlg043:9
Source · Greek

ἀλλὰ τὸ μὴ ἐνεργηκέναι αὐτήν·” λέγει δὲ τοῖς ἐργάταις τῆς ἀνομίας ὁ Κύριος, οὐδέποτε ὑμᾶς ἔγνω, ἐκφαίνων ὅτι οὐδέποτε μετέσχον αὐτοῦ οἷς ἐλέγετο τοῦτο. ὁ λέγων οὖν ἐγνωκέναι τὸν Θεὸν, τὸ ἀνακεκράσθαι αὐτῶ καὶ μετέχειν αὐτοῦ ἑπόμενον ἀναγκαίως ἔχει τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς· διὸ καὶ ἀντιστρέφει ἑκάτερα τὰ σημαινόμενα τοῦ γινώσκειν φανεροῦται ἐκ τοῦ προκειμένου. φησὶ γὰρ ἐν τούτῳ, “γινώσκομεν,” τουτέστιν ἐπιστάμεθα “ ὅτι ἐγνώκαμεν αὐτὸν,” ἑνωθέντες αὐτῷ καὶ τηροῦντες αὐτοῦ τὰς ἐντολάς. ὁ γὰρ μὴ τηρῶν αὐτὰς, φανερός ἐστιν ἔξω τῆς γνώσεως τοῦ Θεοῦ τυγχάνων. ὥσπερ οὖν οὐ γνοὺς ἁμαρτίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς, οὐδὲ τοὺς ἐργάτας τῆς ἀνομίας, οὐ στερεῖται πληρότητος, σοφία καὶ ἀλήθεια Θεοῦ ὑπάρχων, οὕτως οὐ γνοὺς τὴν τῆς κρίσεως ἡμέραν ἐλαττοῦται, ἐπεὶ μηδὲ, ὅταν περὶ Θεοῦ λέγῃ ὡς λήθην καὶ μεταμέλειαν καὶ ὀργὴν ἔχοντος, ἐλαττοῦται ἡ θεότης· ᾧτ’ γὰρ λόγῳ ἐκεῖνα σαφηνίζεται, τούτῳ καὶ περὶ τοῦ ἀγνοεῖν τὴν ἡμέραν λυθείη. ὡς γὰρ μόνον σοφοῦ Θεοῦ καὶ γνῶσιν ἔχοντος πάντων ἣ κατὰ πάθος λήψῃ, ἣ μεταμέλεια ἤτι τῶν τοιούτων, οὐχ

English

but that he has not worked it; and the Lord says to the workers of lawlessness, "I never knew you," making it clear that those to whom this was said never had a share in him. Therefore the one who says he has known God—since being mingled with him and sharing in him necessarily entails keeping his commandments—for this reason both meanings of "knowing" are shown to be interchangeable from what is set before us. For he says in this, "we know," that is, we understand, "that we have known him," having been united to him and keeping his commandments. For the one who does not keep them is plainly outside the knowledge of God. Just as, then, our Lord Jesus, not having known sin, nor the workers of lawlessness, is not deprived of fullness, being the wisdom and truth of God, so too, not having known the day of judgment, he is not diminished, since neither when he speaks of God as having forgetfulness and repentance and anger is his divinity diminished; for by the same principle by which those things are made clear, the matter of not knowing the day would also be resolved. For as it belongs only to a wise God who has knowledge of all things—whether the taking up of these things by way of passion, or repentance, or any such thing—not

tlg4102.tlg043:10
Source · Greek

ὑπάρχει οἰκονομικῶς λεγόμενα περὶ αὐτοῦ, οὕτως τῆς σοφίας καὶ ἀληθείας τοῦ Θεοῦ οὐκ ἐπιδεχομένης ἄγνοιαν διατί χρήσιμον εἴρηται, ὅτι τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ. ΚΕΦ. Β. Περὶ ἀγάπης τῆς ἄνευ ἀσεβείας. Ἀγαπητοὶ, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιὰν, ἢν εἴχετε ἀπ’ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιὰ ἔστιν ὁ λόγος, ὃν ἠκούσατε ἀπ’ ἀρχῆς. Ἴσως τις ἐρεῖ, πῶς οἷόν τε νοεῖν ἐστὶ τὴν γραφομένην ἐντολὴν ἀπ’ ἀρχῆς εἰναι, καὶ ἤκουσται τούτοις οἷς Ἐπιστολὴ γράφεται; οὐ γὰρ Ἰουδαῖοι ἦσαν, ὡς παρίστησι τῆς Ἐπιστολῆς τὸ τέλος· “ τεκνία γάρ,” φησι, “ φυλάξασθε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων.” μήποτ’ οὖν ἐντολὴ παλαιὰ καὶ ἀπ’ ἀρχῆς ὑπάρχουσα καὶ ἀκουσθεῖσα πᾶσιν ἀνθρώποις ἐστιν ἡ κατὰ τὰς φυσικὰς ἐννοίας φυλακὴ διάθεσις· πάντες γὰρ φύσει ἥμερα καὶ κοινωνικὰ ζῷα ὄντες ἀγαπῶσι τοὺς πλησίον· ὅθεν ὁ Σωτῆρ’ τὴν φυσικὴν ταύτην διάθεσιν ἀνακινῶν λέγει· “ πάντα οὖν ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ “ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς·’ ἀληθῶς δὲ τελείαν ἀγάπην λέγει, ἀφ’ ἧς οὐδὲν τῶν κακῶν ἣ ἀπατηλῶν χωρίσαι δύναται τὸν περιεχόμενον αὐτῆς. Κυρίλλορ. Περὶ ἀγάπης ὑμῖν διαλεγόμενος· τοῦτο γάρ ἐστι τὸ καθὼς ἐκεῖνος περιεπάτησεν ἐν ἀγάπῃ· ὡς γὰρ αὐτὸς ὁ Κύριος ἔλεγε, μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἐνδείξασθαι, ἣ ινα “ τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ. ταύτην οὖν τὴν περὶ ἀγάπης ἐντολὴν οὐ καινὴν γράφω ὑμῖν· πάλαι γὰρ αὐτὴν διὰ τῶν προφητῶν ἐπηγγείλατο.

English

What is said about him is spoken in a manner of divine economy, since the wisdom and truth of God do not admit ignorance; for this reason it is said profitably that he does not know the hour and the day of judgment. CHAPTER 2. Concerning love that is without impiety. Beloved, I write no new commandment to you, but an old commandment which you had from the beginning; the old commandment is the word which you heard from the beginning. Perhaps someone will say, how is it possible to understand that the commandment written was from the beginning, and has been heard by those to whom the Epistle is written? For they were not Jews, as the end of the Epistle shows: "Little children," it says, "keep yourselves from idols." Perhaps, then, the old commandment, which exists from the beginning and has been heard by all people, is the keeping and disposition according to natural notions; for all, being by nature gentle and social animals, love their neighbors; whence the Savior, stirring up this natural disposition, says: "Therefore all things whatsoever you would that men should do to you, do you also to them likewise." And truly he speaks of perfect love, from which nothing of evils or deceits is able to separate the one who is encompassed by it. Cyril. Speaking to you concerning love; for this is that "even as he walked in love"; for as the Lord himself said, no one has greater love than this to show, than that "a man lay down his life for his friends." This commandment, then, concerning love I do not write to you as new; for long ago he promised it through the prophets.

tlg4102.tlg043:11
Source · Greek

“ οὐ γὰρ πρέσβυς,” φησιν, “ οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾶν “ αὐτοὺς καὶ κήδεσθαι αὐτῶν. Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν· ὅτι ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. Ποῖα ἡ καινὴ ἐντολὴ τὸ φῶς εἰς τὸν κόσμον ἐληλυθέναι τὸν

Κύριον ἡμῶν Ἰησοῦν, δι’ οὗ, καὶ τοῦ διαβόλου παρῆλθεν ἡ δυναστεια, ὃς ἐστι σκότος νοητὸν. Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ ματῶν, ψεύστης ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστί. Ὅστις λέγει, φησιν, ἑαυτὸν εἶναι Χριστοῦ, καὶ μισεῖ τὸν ἀδελφὸν αὐτοῦ, πῶς ὁ αὐτοῦ εἶναι λέγων μισεῖ τὸν ἀδελφὸν, ὑπὲρ οὗ ὁ Χριστὸς ἀπέθανεν ; ἣ οὕτως· ὁ λέγων ἑαυτὸν τοῦ Θεοῦ, καὶ μισῶν τὸν Χριστὸν, ὃς γέγονεν ἡμῶν ἀδελφὸς, γενόμενος ἄνθρωπος κατὰ τὸ εἰρημένον “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. οὐκ ἔστι τοῦ Θεοῦ, ἀλλὰ τοῦ διαβόλου· εἰ γὰρ ἦν τοῦ Θεοῦ, ἐφίλει τὸν ἀπεσταλμένον καὶ χρηματίσαντα αὐτοῦ ἀδελφὸν κάτα χάριν. Καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Ἀγνοοῦσι γὰρ οἱ μισοῦντες τὸν Χριστὸν, τοῦ πυρὸς τοῦ αἰωνίου κληρονόμοι γενόμενοι. τοῦτο δὲ αὐτοὺς πάσχειν ὁ διάβολος ποιεῖ, τοὺς ἔσω αὐτῶν σκοτίσας ὀφθαλμούς . * Παραίνεσις περὶ χάριτος ἑκάστου καθ’ ἡλικίαν, καὶ περὶ ἀποτροπῆς τῆς πρὸς τὸν κόσμον ἀγάπης. Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.

English

“For not an ambassador,” he says, “nor an angel, but the Lord himself saved them, because he loved them and cared for them. Again I write a new commandment to you, which is true in him and in you: that the darkness is passing away, and the true light is already shining. What is the new commandment? That the light has come into the world, our Lord Jesus, through whom also the dominion of the devil has passed away, who is intelligible darkness. The one who says he is in the light and hates his brother is a liar and is in the darkness until now. The one who loves his brother remains in the light, and there is no stumbling block in him. But the one who hates his brother is in the darkness. Whoever says, he says, that he is Christ’s and hates his brother—how can the one who says he is his hate the brother for whom Christ died? Or thus: the one who says he is God’s and hates Christ, who has become our brother, having become man according to what is said, “I will declare your name to my brothers.” He is not of God, but of the devil; for if he were of God, he would love the one sent and who was called his brother by grace. And he walks in the darkness and does not know where he is going, because the darkness has blinded his eyes. For those who hate Christ do not know that they have become heirs of eternal fire. But the devil causes them to suffer this, having darkened the eyes within them. Exhortation concerning the grace of each one according to age, and concerning the avoidance of love for the world. I write to you, little children, that your sins are forgiven you for his name’s sake.

tlg4102.tlg043:12
Source · Greek

γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε ’τον πόνηρον. Νόει μοι ἡλικίας ἐνταῦθα κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ νεανίσκων καὶ παιδίων καὶ πρεσβυτέρων. οὐ γὰρ ὁ Εὐαγγελιστὴς ἔλεγε, γράφω ὑμῖν παιδία τοῖς τετραέτεσιν ἣ πενταέτεσι τῶν συναγομένων· οὐ γὰρ δύναται συνιέναι τῶν λεγομένων· καὶ “ γράφω “ νεανίσκιο,” καὶ γράφω “ πατέρες,” ἀλλὰ κατὰ τὸν ἔσω ἄνθρωπον ἔστι τις παιδίον· γάλα ὑμᾶς ἐπότισε οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. καὶ ἐκεῖνα παιδία εἰσὶ περὶ ὧν λέγει. “ οὐκ ἠδυνήθην Q

“ ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς. ὡς νηπίους “ ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα.” ὁρᾷς κἂν πολιὰς ἔχῃ τὸ σῶμα, ἡ δὲ ψυχὴ τὰ τοῦ νηπίου φρονεῖ μήπω καταργοῦσα· τὰ τοῦ νηπίου νηπία ἐστὶν, οὕτως καὶ τῇ ἡλικίᾳ προκόψας νεανίσκος, καὶ ἄλλος ἀνὴρ καὶ ἤδη πρεσβύτης καὶ τέλειος. περὶ τούτου τοῦ πρεσβυτέρου ἐντολὴν λαμβάνει Μωυσῆς. “ ἔκλεξαι σὺ ἀπὸ “ παντὸς τοῦ λαοῦ ἄνδρας θεοσεβεῖς πρεσβυτέρους, οὓς καὶ αὐτὸς “ σὺ οἶδας, ὅτι πρεσβύτεροι εἰσιν. ” ἐπιστήμης χρεία καὶ νοητῶν ὀφθαλμῶν καθαρῶν, ἵνα ἴδῃ καὶ τὴν πολιὰν τὴν ἔνδον· πολιὰ γάρ ἐστι φρόνησις ἀνθρώποις, καὶ δόξα πρεσβυτέρων πολιά. Δεῖ πρῶτον παιδίον γενέσθαι καὶ νηπιάσαι τῇ κακίᾳ· καὶ ταύτῃ τὸν τῶν πρεσβυτέρων ἁμαρτιῶν ἀποθέσθαι βάρος·

English

I write to you, fathers, because you have known him who is from the beginning. I write to you, young men, because you have overcome the evil one. Understand for me the ages here according to the inner man—both of young men and of children and of elders. For the Evangelist was not saying, I write to you, children, to the four-year-olds or five-year-olds among those assembled; for they cannot understand what is said. And he writes to young men, and he writes to fathers, but according to the inner man one is a child: I gave you milk to drink, not solid food, for you were not yet able. And those are children of whom he speaks: I could not speak to you as to spiritual men, but as to fleshly men. As to infants in Christ I gave you milk to drink. Do you see that even if a man has gray hairs on his body, yet his soul thinks the thoughts of an infant, not yet putting away the things of an infant? The things of an infant are infantile; so also one who has advanced in age is a young man, and another a man, and already an elder and perfect. Concerning this elder Moses receives a commandment: Choose for yourself from all the people God-fearing men, elders, whom you yourself know to be elders. There is need of knowledge and of pure spiritual eyes, that one may see the gray hair within; for gray hair is understanding among men, and the glory of elders is gray hair. It is necessary first to become a child and to be an infant in malice, and in this way to lay aside the burden of the sins of the elders.

tlg4102.tlg043:13
Source · Greek

ἵνα ἀκούσῃς, “ γράφω ὑμῖν παιδία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ “ τὸ ὄνομα αὐτοῦ.” εἶτα τὴν τῶν παίδων τάξιν ὑπεξελθόντα, νεανιεύεσθαι κατὰ τῶν παθῶν, καὶ ἀκοῦσαι πάλιν, “γράφω ὑμῖν νεανίσκοι, “ ὅτι ἰσχυροί ἐστε.” προελθόντα δὲ καὶ γνώσεως ἀξιωθέντα θείας, πρὸς τὸν τῶν πατέρων ἀναβῆναι βαθμὸν, καὶ ἀκοῦσαι “ γράφω “ ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς.’ αὕτη ἡ τάξις ἀρίστη καὶ ἀληθεστάτη πρὸς τὴν τοῦ πατρὸς φέρουσα προσ- ηγοριαν. Σευήρου. Ὁ Θεόλογος Ἰωάννης ἐπιστέλλων, τισὶ μὲν ἔλεγε γράφω ὑμῖν παιδία, τισὶ, “ γράφω ὑμῖν πατέρες καὶ ἄλλοις, “ γράφω ὑμῖν νεανίσκοι πρὸς τὸ μέτρον τῆς πνευματικῆς ἡλικίας ἁρμοδίως ἑκάστῃ τάξει διαλεγόμενος. καὶ παιδία μὲν καλῶν τοὺς εἰσαγωγικῶν μαθημάτων δεομένους καὶ γάλακτος· πατέρας δὲ τοὺς μέσως ἔχοντας τῆς θείας παιδεύσεως· νεανίσκους δὲ τοὺς κατὰ τῶν παθῶν τῆς ἀτιμίας στρατευομένους, καὶ κατὰ τοῦ διαβόλου τρόπαια φέροντας. μετὰ γὰρ τοὺς πατέρας τοὺς νέα. νίσκους ὠνόμασεν· οὐ γὰρ κατὰ τὴν σωματικὴν ἡλικίαν καὶ ἡ πνευματικὴ πάντως ἀκολουθεῖ. Εἴτις ὡμολόγησας τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ τέκνον αὐτοῦ γένηται, κατὰ τὸ λεχθὲν παρ’ αὐτοῦ, “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, “ ἅ μοι ἔδωκεν ὁ Θεὸς,” οὗτος γινώσκει τὸν Πατέρα κατὰ τὴν

English

so that you may hear, "I write to you, little children, that your sins are forgiven for his name's sake." Then, having passed beyond the rank of children, to act as a young man against the passions, and to hear again, "I write to you, young men, that you are strong." And having advanced and been deemed worthy of divine knowledge, to ascend to the rank of fathers, and to hear, "I write to you, fathers, that you have known him who is from the beginning." This order is best and truest, leading to the appellation of father. Of Severus. John the Theologian, when writing, said to some, "I write to you, little children," to others, "I write to you, fathers," and to others, "I write to you, young men," addressing each rank in a manner suited to the measure of spiritual age. And he calls "little children" those who need introductory teachings and milk; "fathers," those who have a middling grasp of divine instruction; and "young men," those who wage war against the passions of dishonor and bear trophies against the devil. For after the fathers he named the young men; for spiritual age does not in every case follow bodily age. If anyone has confessed the name of the Lord Jesus and become his child, according to what was said by him, "Behold, I and the children whom God has given me," this one knows the Father according to the

tlg4102.tlg043:14
Source · Greek

κυριακὴν φωνὴν τὴν λέγουσαν· “ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. ἐγὼ εἰμὶ ἡ ὁδὸς, καὶ ἐγὼ εἰμὶ ἡ θύρα. Ἐγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν Πατέρα. ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος τοῦ Θεοῦ μένει ἐν ὑμῖν, καὶ νενικήκατε τὸν πονηρόν. Κυρίλλου ἐκ τοῦ ἐν πνεύματι λατρεύσεισ. Νεανίαι μὲν εἰς ἀνδρείας τύπον, φρονήσεως δὲ πρεσβύται, νηπιότητος δὲ τῆς ἐν Χριστῷ νοουμένης υἱοὶ καὶ θυγατέρες. Ὠριγένουσ ἐκ τοῦ ἄισματοσ τῶ ἀισμάτων τόμοσ α΄ . Ομώνυμά τινα τοῖς συμβαίνουσι κατὰ τὸν ἔξω ἄνθρωπον ἐστὶ, καὶ παρὰ τὸν ἔσω, καὶ ἀναλογίαν προσάλληλα ἔχοντα· οἷον κατὰ τὰς ἡλικίας, ἐστὶ παιδίον κατὰ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐπιδεχόμενον αὔξησιν ἐπὶ τὸν νεανίσκον φθάνει, ἕως οὗ χρηματίσας ἀνὴρ, γένηται πατήρ· χρῶμαι δὲ τούτοις τοῖς ὀνόμασι διὰ τὴν γραφὴν τὴν παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Καθολικῇ Ἐπιστολῇ· τὰ τρία τάξας ὀνόματα ταῦτα· ὁμωνύμως δὲ καὶ ἀναλόγως τοῖς κατὰ τὸν ἔξω ἄνθρωπον τούτοις τρισί· καὶ εἴποιμι ἃν, ὅτι ἐστί τις παιδίον κατὰ τὸν ἔσω ἄνθρωπον ὅμοιον, ὁποῖός ποτ’ ἃν εἴη, ὅμοιος τοῦ τοιούτου ὁ ἔξω· οὕτω καὶ νεανίσκος κατὰ τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον. ἀκόλουθον δὲ τούτοις ἐστι λέγειν, ὅτι τις καὶ ἔσω ἀνὴρ καὶ πατήρ. λέγει δὲ οὕτως ὁ Ἰωάννης· “ ἔγραψα ὑμῖν παιδία, ὅτι “ ἐγνώκατε τὸν Πατέρα· ἔγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν “ ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν νεανίσκοι, ὅτι ἰσχυροὶ ἐστε, καὶ ὁ λόγος “ τοῦ Θεοῦ μένει ἐν ὑμῖν, καὶ νενικήκατε τὸν πονηρόν.

English

A dominical saying, the one that says: "No one comes to the Father except through me. I am the way, and I am the door. I wrote to you, little children, that you have known the Father. I wrote to you, fathers, that you have known the one from the beginning. I wrote to you, young men, that you are strong, and the word of God remains in you, and you have conquered the evil one." From Cyril, from "You shall serve in the spirit." Young men are a type of courage, elders of prudence, and sons and daughters of the infancy that is understood in Christ. From Origen, from the first volume of the Song of Songs. Certain things are homonymous with what happens in relation to the outer man, and also in relation to the inner man, and have a proportion to one another; for example, in relation to ages, there is a little child in relation to the outer man, which, receiving growth, reaches the young man, until, having become a man, it becomes a father. I use these names because of the writing in John in the Catholic Epistle, having arranged these three names; and homonymously and analogously to these three in relation to the outer man; and I would say that there is a certain little child in relation to the inner man, similar, whatever sort it ever is, the outer man is similar to such a one; so also a young man in relation to the hidden man of the heart. And it is consistent with these things to say that there is also a certain inner man and father. And John says thus: "I wrote to you, little children, that you have known the Father; I wrote to you, fathers, that you have known the one from the beginning; I wrote to you, young men, that you are strong, and the word of God remains in you, and you have conquered the evil one."

tlg4102.tlg043:15
Source · Greek

σαφὲς δ᾿ οἶμαι καὶ τῷ τυχόντι τυγχάνει, ὅτι τοῖς τὴν ψυχὴν παιδίοις καὶ νεανίσκοις καὶ πατράσι ταῦτα λέγει γράφειν. καὶ Παῦλος δέ που φησὶ, “ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς “ σαρκικοῖς· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ “ βρῶμα. ὁ δὲ ἐν Χριστῷ νήπιος τὴν ψυχὴν τοιόσδε τις ὣν, οὕτως ὀνομάζεται, καθὼς καὶ ἀλλαχοῦ ὁ αὐτὸς Παῦλος φησὶν, “ ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς “ νήπιος ἐλογιζόμην. ” εἶτ᾿ ἐπεὶ μὴ ἔμεινεν ἐν τῷ νηπίῳ, φησὶν, “ ὅτε δὲ ἐγενόμην ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου.” οὕτως ἀκούω καὶ

τοῦ, “ μέχρι καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον “ ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.” οἶδε γὰρ καταντήσοντας πάντας τοὺς πιστεύοντας εἰς ἄνδρα τέλειον, καὶ μέτρα νοητῆς ἡλικίας. ὥσπερ δὲ παρὰ τὸν ἔσω ἄνθρωπον καὶ τὸν ἔξω ἄνθρωπον ταῦτα συμβέβηκεν ὁμώνυμα, καὶ ἀναλογίαν ἔχοντα πρὸς ἄλληλα, οὕτως εὕροις ἂν καὶ τὰ ὀνόματα τῶν μελῶν τοῦ σώματος μεταφερόμενα ἐπὶ τὴν ψυχήν. Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἐστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Ὅπως μὴ νομίσῃ τις τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς τῶν ἐν αὐτοῖς παρίστασθαι, ἐνταῦθα ἐκ τῆς τοῦ κόσμου φωνῆς, ἡρμήνευσε τίνα τὰ ἐν αὐτῷ τυγχάνει· ἵνα ἑπομένως καὶ αὐτοὶ ἐκλάβωμεν. ἔστι τοίνυν καὶ τὰ ἐν αὐτῷ ἐμπαθὴς καὶ ὑλικὴ διάθεσις, σημαινομένη δι’ ἐπιθυμίας σαρκὸς τῆς στρατευομένης κατὰ τῆς ψυχῆς, καὶ ὀφθαλμῶν ὄρεξις·

English

I think it is clear even to anyone at all that he says these things to be written to those who are children, young men, and fathers in soul. And Paul, too, somewhere says, "I could not speak to you as to spiritual men, but as to carnal men; as to infants in Christ I gave you milk to drink, not solid food." Now the infant in Christ, being such a one in soul, is named thus, just as the same Paul says elsewhere, "When I was an infant, I spoke as an infant, I thought as an infant, I reasoned as an infant." Then, since he did not remain in infancy, he says, "But when I became a man, I put away the things of an infant." So too I understand the saying, "Until we all attain to a perfect man, to the measure of the stature of the fullness of Christ." For he knows that all who believe will attain to a perfect man, and to measures of spiritual stature. And just as in the case of the inner man and the outer man these things have come to be, bearing the same name and having a correspondence to one another, so you would find that the names of the members of the body are also transferred to the soul. Do not love the world, nor the things that are in the world. If anyone loves the world, the love of the Father is not in him. So that no one should suppose that the system made of heaven and earth consists of the things in them, here, from the word "world," he interpreted what the things in it are, so that we too might understand accordingly. Therefore the things in it are also the passionate and material disposition, signified by the desire of the flesh that wars against the soul, and the craving of the eyes.

tlg4102.tlg043:16
Source · Greek

δυνατὸν δὲ ἐκ τῶν προκειμένων ἐκδέξασθαι καὶ περὶ τοῦ ὁρατοῦ κόσμου, οὐκέτι ἀγαπωμένου ὑπὸ τῶν ὑπεραναβάντων, τῷ σκοπεῖν οὐκέτι τὰ πρόσκαιρα ἀλλὰ τὰ αἰώνια· καὶ ἐπεὶ οἱ ἐν αὐτῷ τῷ φιλοζωεῖν προτιθέμενοι διατρίβειν παθητικῶς μεταχειρίζονται τὰ αἰσθητὰ, εἰκότως ἀλαζονεία βίου καὶ σαρκὸς καὶ ὀφθαλμῶν ἐπιθυμία εἴρηται ἐν αὐτῷ· ὧν πάντων ὁ ὑπερφρονῶν ὑπερκόσμιος ἔσται, ποιῶν τὰ θελήματα τοῦ Θεοῦ, τῷ μένειν ἀεὶ καὶ ἀγαπᾶν τὸν Θεόν. Κυρίλλου. Καὶ τι τὰ ἐν τῷ κόσμῳ ἢ ματαιότης, ἣν ἐπ’ οὐδενὶ τῶν χρησίμων τηροῦσί τινες ; ἤγουν ἐμμόνως ὁρῶνται πράττοντες· ὁ περιττὸς καὶ ἀνόνητος τοῦ παρόντος βίου περισπασμός· ἡ τῶν κοσμικῶν ἐπιθυμιῶν χυδαιότης· ἐξίστησιν ἡμᾶς ὁ Χριστοῦ μαθητὴς οὕτω λέγων “ μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ, καὶ τὰ ἑξῆς. Σευήρου. τούτου χάριν καὶ πρὸς τοὺς μαθητὰς ἐν Εὐαγγελίοις ὁ Κύριος ἔλεγεν. “ ὅτι ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου “ τούτου. δηλαδὴ τῆς κοσμικῆς ἡδυπαθείας καὶ διαχύσεως, ἧς ἄρχων ἐστὶν ὁ διάβολος· τῆς γὰρ ἀνθρωπείας φύσεως ὥσπερ καὶ

English

It is possible from what has been set before us to understand also concerning the visible world, that it is no longer loved by those who have gone beyond, by their looking no longer at the things of time but at the things eternal; and since those who prefer to spend their time in loving life itself handle sensible things in a passive manner, rightly in it are named the vainglory of life and the lust of the flesh and of the eyes; of all these the one who looks down on them will be above the world, doing the will of God, by abiding always and loving God. Of Cyril. And what are the things in the world, or what is the vanity, which some keep in regard to none of the useful things? that is, they are seen persistently doing them; the superfluous and unprofitable distraction of the present life; the vulgarity of worldly desires; the disciple of Christ astonishes us, saying thus: "Do not love the world, nor the things in the world," and the rest. Of Severus. For this reason also to his disciples in the Gospels the Lord said: "that you are not of this world," that is, of worldly pleasure and dissipation, of which the devil is the ruler; for of human nature as also

tlg4102.tlg043:17
Source · Greek

τῆς ἄλλης πάσης κτίσεως καὶ ποιητὴς ὑπάρχει καὶ βασιλεὺς ὁ τοῦ Θεοῦ Λόγου Χριστὸς, σὺν Πατρὶ καὶ τῷ Πνεύματι. Τοῖς ἐγνωκόσι Χριστὸν καὶ τῆς εὐαγγελικῆς μετειληφόσι παιδείας ἀναγκαία τῶν καλῶν ἔργων ἡ ἐπιτήδευσις· ταῦτα δὲ πράξομεν, εἰ τὸν κόσμον τοῦτον μισήσομεν. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστί. Οὐδὲν γὰρ τῶν ματαίων καὶ φθορᾶς μεστῶν διαιωνίζει, ἀλλὰ πρόσκαιρά ἐστι καὶ σαθρὰ, καὶ πάσης ἀράχνης ἀσθενέστερα. Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ὡς αὐτὸς εἶπεν ὁ Χριστὸς Ἰουδαίοις διαλεγόμενος· “ τοῦτο “ δέ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα πιστεύητε εἰς ὃν ἐκεὶνος “ ἀπέστειλεν.’ καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶν τὴν αἰώνιον κλη- ρονομήσει ζωήν. ΚΕΦ. Γ. Περὶ ψευδαδελφων ἀρνησιθέων, καὶ ὅτι ἡ εἰς Χριστὸν εὐσέβεια Πατρὸς ὁμολογία· ἡ γὰρ τοῦ Πατρὸς ὁμολογία τοῦ Υἱοῦ ἐστι θεολογία. Παιδία, ἐσχάτη ὥρα ἐστί· καὶ καθὼς ἠκούσατε, ὅτι ὁ Ἀντίχριστος ἔρχεται, καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. Προτρεψάμενος εἰς ἔργα λαμπρὰ ἀπὸ τοῦ θελήματος τοῦ Θεοῦ, προτρέπεται καὶ ἐκ τοῦ καιροῦ, ὅτι ἐπὶ θύραις ἤδη τούτου τοῦ κόσμου τὸ τέλος, καὶ τεκμήριον τὸ τὴν πονηρίαν πλεονάσαι. ἥξει μὲν γάρ, φησιν, ἐπὶ τέλει τοῦ κόσμου ὁ Ἀντίχριστος· ἀλλ’ ἰδοὺ ἤδη πεφανέρωται ἐν τῷ κόσμῳ· προώδευσαν γὰρ αὐτοῦ αἱ αἱρέσεις, αἵτινές εἰσιν αὐτοῦ φίλαι καὶ ἀδελφαί·

English

Christ, the Word of God, together with the Father and the Spirit, is both maker and king of all the rest of creation. For those who have known Christ and partaken of the evangelical instruction, the pursuit of good works is necessary; and we shall do these things if we hate this world. For all that is in the world, the desire of the flesh, and the desire of the eyes, and the vainglory of life, is not from the Father, but is from the world. For none of the vain things and those full of corruption endures forever, but they are temporary and rotten, and weaker than any spider's web. And the world passes away, and its desire; but the one who does the will of God remains forever. As Christ himself said when conversing with the Jews: "And this is the will of the Father, that you believe in the one whom he sent." And keeping his commandments, one will inherit eternal life. CHAPTER 3. Concerning false brethren who deny God, and that piety toward Christ is confession of the Father; for the confession of the Father is the theology of the Son. Little children, it is the last hour; and just as you heard that the Antichrist is coming, even now many antichrists have arisen; from this we know that it is the last hour. Having exhorted to splendid works from the will of God, he also exhorts from the time, that the end of this world is already at the doors, and the proof is that wickedness has increased. For he says that the Antichrist will indeed come at the end of the world; but behold, he has already been manifested in the world; for his heresies have gone before him, which are his friends and sisters.

tlg4102.tlg043:18
Source · Greek

ὁμοίως γὰρ ἑκάτεραι βλασφημοῦσιν εἰς τὸν Χριστὸν, οἵτε αἱρετικοὶ καὶ ὁ υἱὸς τῆς ἀπωλείας. Σευήρου. Καὶ Ἰωάννης δὲ ὁ Εὐαγγελιστὴς καὶ ὁ Ἀπόστολος

φήσας, “ παιδία, ἐσχάτη ὥρα ἐστὶν, οὐκ ἐψεύσατο, καὶ γὰρ ὥρας ἔθος καλεῖν, οὐ τὰς τῶν ἡμερῶν μόνον, ἀλλὰ καὶ τὰς ὅλας τοῦ ἔτους· διαιρεῖται γὰρ πᾶς ὁ ἐνιαυσιαῖος κύκλος εἰς ἐαρινὴν καὶ θερινὴν καὶ μετοπωρινὴν καὶ χειμερινὴν ὥραν· χειμὼν δὲ ὡς ἀληθῶς ἦν ὁ τῆς ἀθείας, ὁ κατακρατήσας παντὸς κόσμου, καθ’ ὃν ἀκαρπία πᾶσα πνευματικὴ, καὶ τῆς τοῦ Θείου Πνεύματος πυρώσεως ψύξις, καὶ ἐρημία παντελὴς τῶν ἐξ οὐρανοῦ δωρεῶν κἀς ὅλης τῆς γῆς, ὅτε Χριστὸς ἡμῖν διὰ τῆς ἐνσάρκου παρουσίας, ὁ ἥλιος τῆς δικαιοσύνης ἀνέτειλε. καὶ ἄλλως δὲ πεντακισχιλίων ἐνιαυτῶν παραδραμόντων, ἐξ οὗ γέγονεν ὁ κόσμος, ὡς τὰ Μώσεως ἡμῖν παραδέδωκε γράμματα, καὶ ἀπὸ τῆς Χριστοῦ παρουσίας οὔπω πεπληρωμένων ἑξακοσίων ἤγουν ἑπτακοσίων ἣ χιλίων ἐτῶν, δῶμεν γὰρ οὕτω, πῶς οὐκ ἔξω λόγου φανήσεται τῶν ἑξακοσίων ἐτῶν ἣ χιλίων, εἰ τύχοι, τὰς ἡμέρας, πρὸς τὰς τῶν πεντακισχιλίων παρεξεταζομένας, ἐσχάτας καλεῖν; ταύταις δὲ ταῖς ἐννοίαις συνωδᾶ καὶ τὸν ἁγιώτατον τῆς Κωνσταντίνου πόλεως Ἐπίσκοπον Ἰωάννην, ἐν τῷ λδ΄ λόγῳ τοῦ εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ὑπομνήματος, εὑρίσκομεν εἰρηκότα ταυτί· “ πόθεν γὰρ οἶδας, ἄνθρωπε, ὅτι οὐκ “ ἐγγὺς τὸ τέλος, καὶ μετὰ βραχὺν χρόνον ἀπαντήσεται τὰ εἰρη- “ μένα; ὥσπερ γὰρ τοῦ ἐνιαυτοῦ τὸ τέλος οὐ τὴν ἐσχάτην ἡμέραν “ λέγομεν εἶναι, ἀλλὰ καὶ τὸν ἔσχατον μῆνα, καίτοιγε λ΄ ἡμέρας “ ἔχοντα·

English

For both alike blaspheme against Christ—the heretics and the son of perdition. Of Severus. And John the Evangelist and Apostle, when he said, "Little children, it is the last hour," did not lie; for it is customary to call "hours" not only the hours of days but also the whole seasons of the year. For the entire annual cycle is divided into spring, summer, autumn, and winter hours. And winter in truth was the winter of godlessness, which prevailed over the whole world, in which there was all spiritual barrenness, and coldness of the fiery heat of the Divine Spirit, and a complete desolation of the gifts from heaven even over the whole earth, when Christ, the Sun of righteousness, rose upon us through His coming in the flesh. And in another sense, when five thousand years had passed since the world came into being, as the writings of Moses have handed down to us, and from the coming of Christ not yet six hundred or seven hundred or a thousand years have been fulfilled—for let us grant it so—how will it not appear unreasonable to call these days "last," if one should happen to compare six hundred or a thousand years against the five thousand? And with these thoughts agrees also the most holy John, Bishop of the city of Constantine, whom we find in the thirty-fourth discourse of his commentary on the Gospel according to John having said this: "For how do you know, man, that the end is not near, and that after a short time the things spoken of will come to pass? For just as we do not say that the end of the year is the last day only, but also the last month, although it has thirty days—"

tlg4102.tlg043:19
Source · Greek

οὕτω καὶ τῶν τοσούτων ἐτῶν, κἂν τριακόσια ἔτη τέλος “εἴπω, οὐχ ἁμαρτήσομαι.” Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν· ἀλλ’ ἵνα φανερωθῶσιν, ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν. Τοῦτό φησιν, ἐπειδὴ γεγονότες μαθηταὶ, ἀπέστησαν μὲν τῆς ἀληθείας, ἰδίας δὲ ἐπινοίας βλασφημιῶν ἐξεῦρον· ἀλλ’ εἰ καὶ μεθ’ ἡμῶν ἦσαν πάλαι, φησι, οὐκ ἦσαν ἐξ ἡμῶν· ἐπεὶ εἰ ἦσαν ἡμέτεροι, μετὰ τῶν ἰδίων ἔμειναν ἃν, νῦν δὲ εἰσὶν ἀλλότριοι. Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου, καὶ οἴδατε πάντα. οὐκ ἔγραψα ὑμῖν, ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ’ ὅτι οἴδατε αὐτήν. Ὅπερ ἕκαστος ἔλαβε διὰ τοῦ ἰδίου βάπτ’ ἴσ’ μάτος. Σευήρου ἐκ τῆε πρὸσ Ἡρακλιανὸν Ἐπιστολῆσ. Χριστοί εἰσιν, οὐχ οἱ προφῆται μόνον, καὶ ἅγιοι κατ’ ἐκείνους καὶ πρὸ ἐκείνων ἄνδρες, ἀλλ’ ἐξαιρέτως καὶ πάντες οἱ εἰς τὸν μέγαν καὶ μόνον καὶ ἀληθῆ Χριστὸν καὶ Σωτῆρα Θεὸν πιστεύσαντες ὕστερον, καὶ νῦν ἔτι πιστεύοντες· καὶ ἐν τῷ θείῳ τῆς παλιγγενεσίας λουτρῷ καὶ βαπτίσματι συμβολικῶς τῷ μύρῳ χριόμενοι, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματες υἱοθεσίαν λαμβάνοντες, καὶ τὰς πλουσίας παρ’ αὐτοῦ δωρεὰς, δι’ ὧν γινόμεθα κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ. Καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι. τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; οὗτός ἐστιν ὁ Ἀντίχριστος. Τοιαύτη γὰρ ἡ αἵρεσις ἦν ἡ ἀπὸ Σίμωνος, ἡ λέγουσα ἄλλον εἶναι τὸν Ἰησοῦν, καὶ ἄλλον τὸν Χριστόν. τὸν μὲν Ἰησοῦν βούλονται εἶναι ἐκ Μάριας ἄνθρωπον, τὸν δὲ Χριστὸν τὸν ἐπὶ τοῦ Ἰορδάνου καταβάντα ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς.

English

Thus also with so many years—even if I say three hundred years have passed—"I will not sin."

They went out from us, but they were not of us; for if they had been of us, they would have remained with us; but so that it might be made manifest that not all are of us. He says this because, having become disciples, they departed from the truth, and invented their own notions of blasphemies; but even if they were with us long ago, he says, they were not of us; since if they had been ours, they would have remained with their own, but now they are strangers. And you have an anointing from the Holy One, and you know all things. I did not write to you that you do not know the truth, but that you know it. What each received through his own baptism. From Severus, from the Letter to Heraclianus. Christians are not only the prophets, and holy men according to them and before them, but especially also all who later believed in the great and only and true Christ and Savior God, and who even now believe; and who in the divine bath and baptism of regeneration are symbolically anointed with myrrh, and receive adoption as sons through the Holy Spirit, and the rich gifts from him, through which we become heirs of God and co-heirs of Christ. And that every lie is not of the truth. Who is the liar, if not the one who denies that Jesus is not the Christ? This is the Antichrist. For such was the heresy from Simon, which says that one is Jesus and another is the Christ. They wish Jesus to be a man from Mary, but the Christ to be the one who descended from heaven upon the Jordan in the form of a dove.

tlg4102.tlg043:20
Source · Greek

ἀναθεματίζει οὖν τοὺς οὕτω φρονοῦντας, καὶ τὸ τοῦ διαβόλου περιτίθησιν ὄνομα τε καὶ πρᾶγμα. Ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν. Ἄλλοι πάλιν τινὲς ἐξεληλύθεισαν αἱρεσιῶται λέγοντες, ἄλλον Πατέρα εἶναι, καὶ ἀκατονόμαστον παρὰ τοῦτον, τὸν λεγόμενον Πατέρα τοῦ Χριστοῦ. αὐτοὶ οὖν οὗτοι καὶ τὸν Ἰησοῦν ἀρνοῦνται, διὰ τοῦ ἄνθρωπον ψιλὸν λέγειν, καὶ μὴ κατὰ φύσιν Θεὸν ὡς ἐκ ἕου ὄντα. Πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει. Καὶ ἕτεροι τινες πάλιν ἀρνούμενοι τὸν Υἱὸν προσποιοῦνται εἰδέναι τὸν Πατέρα τοῦτο δὲ ἴστωσαν ὅτι οὐδὲ τὸν Πατέρα ἐπίστανται· εἰ γὰρ ᾔδεσαν τὸν Πατέρα, ᾔδεσαν ὅτι καὶ Υἱοῦ Πατήρ ἐστι τοῦ μονογενοῦς· τοῦτο δὲ ἁρμόσει μὲν καὶ Ἰουδαίοις, καθὸ λέγοντες εἰδέναι τὸν Πατέρα, οὐχ ὁμολογοῦσι τὸν Υἱόν· ἁρμόσει δὲ καὶ τοῖς ἐκ Σίμωνος· καὶ αὐτοὶ γὰρ τῆς αὐτῆς ἀσεβείας μετέχουσιν. Ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει. ὑμεῖς οὖν ὃ ἠκούσατε ἀπ’ ἀρχῆς ἐν ὑμῖν μενέτω. ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε. καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία, ἢν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον. Ἀπαγορεύσας τὴν ἀσέβειαν, καὶ τῆς εὐσεβείας διδάσκει τὸ δόγμα, καὶ τοῖς ἀκούουσιν ἀντέχεσθαι παραινεῖ, λέγων ἐξ αὐτοῦ κοινωνίαν αὐτοὺς ἔχειν καὶ πρὸς τὸν Πατέρα καὶ πρὸς τὸν Υἱὸν, καὶ ἐπαγγελίαν αἰωνίου ζωῆς. * Περὶ Θείου καὶ Πνευματικοῦ χαρίσματος ἐν ἁγιασμῷ ἐπ’ ἐλπΙδι εἰς γνῶσιν Θεοῦ. Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. Τούτους, φησιν, ἅπαντας τοὺς λογισμοὺς διεξῆλθον διὰ τὰς ἐξεληλυθυίας αἱρέσεις.

English

He therefore anathematizes those who think this way, and attaches to them the name and the reality of the devil. He who denies the Father and the Son. Again, certain other heretics had gone out, saying that there is another Father, and one who cannot be named beside this one, the so-called Father of Christ. These very men, then, also deny Jesus, by saying that he is a mere man and not God by nature, as being from the Father. Everyone who denies the Son has not the Father either. And again, certain others who deny the Son pretend to know the Father; but let them know this, that they do not even know the Father; for if they had known the Father, they would have known that he is the Father of the only-begotten Son. This applies both to the Jews, in that while claiming to know the Father they do not confess the Son; and it applies also to the followers of Simon, for they too share in the same impiety. He who confesses the Son has the Father also. You, therefore, let what you heard from the beginning remain in you. If what you heard from the beginning remains in you, you also will remain in the Son and in the Father. And this is the promise that he himself promised us, eternal life. Having renounced impiety, he also teaches the doctrine of piety, and exhorts his hearers to hold fast to it, saying that from it they have fellowship both with the Father and with the Son, and the promise of eternal life. Concerning the divine and spiritual gift in sanctification, in hope for knowledge of God. These things I have written to you concerning those who are leading you astray. All these reasonings, he says, I have gone through because of the heresies that have gone out.

tlg4102.tlg043:21
Source · Greek

Καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ, ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τὶς διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι, καὶ οὐκ ἔστι ψεῦδος· καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μενεῖτε ἐν αὐτῷ. καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ. ἵνα ὅταν φανερωθῇ, ἔχωμεν παρρησίαν, καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ, ἐν τῆ παρουσίᾳ αὐτοῦ. ἐὰν ἴδητε ὅτι δίκαιός ἐστι, γινώσκετε, ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται. Τουτέστι, μηδὲν γήινον προσμίξητε τῷ ἐλαίῳ τῆς χρίσεως ᾧ ἐχρίσθητε, καὶ οὐ περικρατήσει ὑμῶν ὁ διάβολος. Ἔχοντές, φησι, τὸ Πνεῦμα τὸ Ἅγιον διδάσκαλον τῆς εὐσεβοῦς γνώσεως, μὴ προσέχετε πνεύμασι πλάνοις, ἀλλὰ καθὼς ἐκεῖνος ἐδίδαξεν ὑμᾶς, οὕτω φρονεῖτε, ἵνα καὶ ἐν τῇ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ μετὰ παρρησίας στῶμεν ἔμπροσθεν αὐτοῦ. Ὁ διειληφὼς ἐπιστημονικῶς περὶ Θεοῦ ὡς ὄντος κατ’ οὐσίαν δικαίου, εὐθέως γνῶσιν ἕξει, ὡς γεννᾶται ἐκ τούτου ὁ τὴν δικαιοδικαιοσύνην αὐτοῦ ποιῶν· ὥσπερ ὁ γνοὺς αὐτὸν ἁγιασμὸν ὄντα ἐπιδίδῶσιν

English

And you have the anointing which you received from him; it remains in you, and you have no need that anyone should teach you; but as his anointing teaches you concerning all things, and is true, and is not a lie; and just as it taught you, you will remain in him. And now, little children, remain in him, so that when he is revealed, we may have boldness, and not be put to shame before him at his coming. If you see that he is righteous, know that everyone who does righteousness has been born of him. That is, do not mix anything earthly into the oil of the anointing with which you were anointed, and the devil will not prevail over you. Having, he says, the Holy Spirit as teacher of pious knowledge, do not give heed to deceiving spirits, but just as that one taught you, so think, so that even at his glorious coming we may stand with boldness before him. He who has grasped scientifically concerning God, that he is righteous by essence, will immediately have knowledge, that he who does his righteousness is born of him; just as he who has known him to be sanctification imparts

tlg4102.tlg043:22
Source · Greek

ἑαυτὸν τῷ ἁγιασθῆναι· ἐπιστάμενος ἀκριβῶς τὸ “ ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. εὑ δὲ καὶ τὸ φάναι “ποιῶν, ἀλλ’ οὐ “ ποιήσας “ ἣ ” δικαιοσύνην· δικαιοσύνην· δίκαιον παρίστησιν ἡ ἀρετὴ τὸν ἐνεργοῦντα πρακτικὴ οὖσα. οὐδεὶς οὖν πρὸ ποιήσεως αὐτῆς δίκαιός ἐστιν· οὐδ’ ὁ παυσάμενος τοῦ κατ’ αὐτὴν ἐνεργεῖν. ὅτι δὲ ὁ Θεὸς δίκαιός, φησι Μωϋσῆς, “ ὅσιος καὶ δίκαιος ὁ “ Κύριος.” οὗτος Πατὴρ τοῦ Σωτῆρός ἐστι· “ Πατέρ’ δίκαιε, καὶ ὁ “ κόσμος σε οὐκ ἔγνω τούτου Υὶὁς ὣν, ὡς Θεὸς ἐκ Θεοῦ καὶ Ἄγιος ἐξ Ἁγίου, οὕτω καὶ δίκαιος ἐκ δικαίου ὑπάρχει. οὐ μάχεται τούτοις τὸ δικαιοσύνην αὐτὸν εἶναι λέγεσθαι· τὸ γὰρ κατ’ οὐσίαν τοιοῦτον ῥηθείη δικαιοσύνη καὶ δίκαιος. Εἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατὴρ, ἵνα τέκνα Θεοῦ κληθῶμεν, καὶ ἐσμέν. Ἀναγκαίαν αὐτοῖς ἐργάζεται τὴν ὑπομονὴν διὰ τῆς δοθείσης αὐτοῖς υἱοθεσίας. Διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτὸν. Κόσμον ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους λέγει. Σευήρου. Ὥστε οὖν καὶ κατὰ τὴν παροῦσαν ζωὴν τέκνα Θεοῦ χρηματίζομεν, ἁγνίζοντες ἑαυτοὺς διὰ τῶν ἀρετῶν, καὶ πρὸς τὴν τοῦ κρείττονος ὁμοίωσιν σπεύδοντες· ἐναργεστέρας δὲ ταύτης τευξόμεθα κατὰ τὴν λαμπρότητα τῆς ἀναστάσεως· ὅτε καὶ ὀψόμεθα αὐτὸν, ὡς ἃν ὄνον τε, καθώς ἐστιν. * Ὅτι πᾶς ὁ ἐν Χριστῷ ἐκτὸς ἁμαρτίας. ὁ γὰρ ἁμαρτάνων ἐκ τοῦ διοβόλου ἐστίν. Ἀγαπητοὶ, Λοὶ, νῦν τέκνα Θεοῦ ἐσμὲν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. Ερώτησισ Μαξίμου. Τί λέγει ὁ ἅγιος Ἰωάννης;

English

...himself to be sanctified; knowing accurately the saying "You shall be holy, for I am holy." But also the phrase "doing," not "having done," "righteousness"; virtue presents the one who is active as righteous, being practical. Therefore no one is righteous before doing it, nor is one who has ceased from acting according to it. But that God is righteous, Moses says, "Holy and righteous is the Lord." This one is the Father of the Savior: "Righteous Father, and the world has not known you." His Son, being as God from God and Holy from Holy, so also is righteous from the righteous. It does not conflict with these things that he is said to be righteousness; for what is such by essence would be called righteousness and righteous. See what sort of love the Father has given us, that we should be called children of God, and we are. He works necessary endurance in them through the adoption given to them. For this reason the world does not know us, because it did not know him. Here he calls "world" the wicked people. Of Severus. So then, even in the present life we are called children of God, sanctifying ourselves through the virtues, and hastening toward likeness to the better; but we shall obtain this more clearly at the brightness of the resurrection; when we shall also see him as he is. Because everyone in Christ is outside sin. For the one who sins is of the devil. Beloved, now we are children of God, and it has not yet been revealed what we shall be. Question of Maximus. What does the holy John say?

tlg4102.tlg043:23
Source · Greek

“ ἀγαπη- “ τοὶ, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα.” εἰ “ οὔπω ἐφανερώθη τι ἐσόμεθα, πῶς ὁ ἅγιος Παῦλος λέγει, “ ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος· τὸ γὰρ “ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ. πῶς δὲ καὶ τοιαῦτα φιλοσοφεῖ περὶ τοῦ “ τί ἐσόμεθα ; Ἀπόκρισισ. Ὁ μὲν ἅγιος Εὐαγγελίστης Ἰωάννης τὸν τρόπον τῆς μελλούσης τῶν γενομένων ἐνταῦθα τέκνων τοῦ Θεοῦ, τῶν κατὰ τὴν πίστιν ἀρετῶν θεώσεως, ἠγνοηκέναι λέγει, μήπω φανείσης τῆς αὐθυπάρκτου κατὰ τὸ εἰδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως· διὰ πίστεως γὰρ ἐνταῦθα περιπατοῦμεν, οὐ διὰ εἴδους. ὁ δὲ ἅγιος Παῦλος τὸν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς θεῖον σκοπὸν λέγει δι’ ἀποκαλύψεως εἰληφέναι, οὐ μὴν αὐτὸν ἐγνωκέναι τὸν κατὰ τὸν θεῖον σκοπὸν τῆς ἐκθέσεως τρόπον· διὸ λέγει σαφῶς ἑαυτὸν ἑρμηνεύων, κατὰ σκοπὸν διώκω τῆς ἄνω κλήσεως· γνῶναι δηλονότι θέλων ἐκ τοῦ παθεῖν τῆς κατ’ ἐνέργειαν ἐκπληρώσεως τοῦ θείου, καὶ αὐτῷ δι’ ἀποκαλύψεως ἐνταῦθα γνωθέντος σκοποῦ τῆς ἐκθέσεως τῶν ἀξιουμένων δυνάμεως. συνᾴδουσιν οὖν οἱ Ἀπόστολοι διὰ τῆς δοκούσης ἐναντιοφανοῦς διδασκαλίας ἀλλήλοις συμπνέοντες, ὡς ὑφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενοι Πνεύματος. ὁ μὲν γὰρ τοῦ τρόπου τῆς μελλούσης κατὰ τὴν χάριν θεώσεως ὁμολογεῖ τὴν ἄγνοιαν· ὁ δὲ τοῦ σκοποῦ μεγαλοφυῶς εἰσηγεῖται τὴν εἴδησιν· ὅτι δὲ ταύτης ἔχεται τῆς γνώμης ὁ μέγας Ἀπόστολος, αὐτὸς ἑαυτοῦ διὰ πάντων τῶν θείων αὐτοῦ λόγων μάρτυς καθέστηκε. ποτὲ μὲν γὰρ πᾶσαν καταργηθήσεσθαι φάσκων γνῶσιν καὶ προφητείαν· ποτὲ δὲ οὔπω λογζόμενος ἑαυτὸν κατειληφέναι·

English

“Beloved, now we are children of God, and it has not yet been revealed what we shall be.” If “it has not yet been revealed what we shall be,” how does Saint Paul say, “But God has revealed it to us through the Spirit; for the Spirit searches all things, even the deep things of God”? And how does he also philosophize such things about “what we shall be”? Answer. The holy Evangelist John says that the manner of the future deification of those who have here become children of God—the deification of the virtues according to faith—is unknown, since the self-sufficient substance, according to the form, of the future good things has not yet appeared; for here we walk by faith, not by form. But Saint Paul says that he has received the divine goal concerning the future good things through revelation, yet that he has not known the manner itself of the unfolding according to the divine goal; therefore he says clearly, interpreting himself, “I press on toward the goal of the upward calling,” evidently wishing to know from experience the fulfillment in actuality of the divine goal, which goal of the unfolding of those deemed worthy of power was here made known to him through revelation. Therefore the Apostles are in harmony, breathing together through what seems to be contradictory teaching, as being moved by one and the same Spirit. For the one confesses ignorance of the manner of the future deification according to grace; the other nobly introduces knowledge of the goal; and that the great Apostle holds this opinion, he himself has stood as witness to himself through all his divine words. For at one time he says that all knowledge and prophecy will be done away; at another he does not reckon that he has yet attained;

tlg4102.tlg043:24
Source · Greek

ποτὲ δὲ δι’ ἐσόπτρου καὶ αἰνιγμάτων βλέπειν τὰ μέλλοντα· καὶ εἶναι καιρὸν, ὅτε τις πρόσωπον πρὸς πρόσωπον τῶν ἐλπιζομένων μεγάλης καὶ ὑπὲρ νόησιν ἀπολαύσειεν χάριτος· ποτὲ δὲ ἐκ μέρους γινώσκειν ὁμολογῶν, καὶ ἐκ μέρους προφητεύειν· ποτὲ δὲ χρῆν αὐτὸν γνώσεσθαι καθὼς καὶ ἐπεγνώσθη, διαρρήδην βοῶν, ὡς οὔπω δηλονότι γνοὺς τὸ γνωσθησόμενον· καὶ συντόμως εἰπεῖν τὸ “ ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται· τῷ Ἀποστόλῳ εἰρημένον ταὐτὸν εἶναί μοι φαίνεται τῷ, “ οὔπω ἐφανερώθη τι “ ἐσόμεθα,” λεχθέντι τῷ Θεολόγῳ. Οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν, καθώς ἐστι. Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ, ἁγνίζει ἑαυτὸν, καθὼς ἐκεῖνος ἄγνος ἐστι. Τοῦ συμβασιλεῦσαι καὶ συνδοξασθῆναι λέγει, ἐκ τούτων τῶν

ῥημάτων λέγουσι τινὲς, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα μὲν, οὐ καθ’ ὁμοίωσιν δὲ, μέλλει δὲ διδόναι τὸ καθ’ ὁμοίωσιν· ἐνεπιστεύθη τὸ κατ’ εἰκόνα, εἰ τούτου ἄξιος γένῃ, λήψῃ καὶ τὸ καθ’ ὁμοίωσιν· ἐὰν δὲ πιστευθεὶς τὸ κατ’ εἰκόνα, μὴ καλῶς ἀναστροφῇς ὡς κατ’ εἰκόνα, ἀλλ’ ἀπολέσῃς αὐτὸ, τίς σοι δώσει τὸ καθ’ ὁμοίωσιν; οὐ γὰρ δύναται τὸ καθ’ ὁμοίωσιν ἐλθεῖν, ἐὰν μὴ ὑποβάθραν ἔχῃ τὸ κατ’ εἰκόνα· διὰ τοῦτο γὰρ ὑπήνεγκε τὸ, “ καὶ “ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ, ἀΤίζει ἑαυτὸν, καθὼς “ ἐκεῖνος ἁγνός ἐστι·’ μόνος γὰρ ὁ εἰς Θεὸν ὁρῶν, ἐκεῖνος ὄντως καθαρός ἐστιν. ὁ δὲ ἐμὸς δεσπότης παρέστησεν ἐν τῇ πρὸς Κόνωνα Ἐπιστολῇ ἐκ τῶν ἐγκρίτων πατέρων, ὅτι τὸ κατ’ εἰκόνα αὐτό ἐστι τὸ καθ’ ὁμοίωσιν, καὶ περὶ γεγονότος ἀπέδειξε τοῦτο.

English

At one time, to see future things through a mirror and in riddles; and that there is a time when one may enjoy face to face the hoped-for things with great and surpassing understanding grace; at another time, confessing to know in part and to prophesy in part; and at another time it was necessary for him to know just as he was also known, crying out plainly, since he had not yet clearly known what was to be known; and to speak briefly, the saying "when the perfect comes, the partial will be abolished" seems to me to be the same as the saying "it has not yet been revealed what we shall be," spoken by the Theologian. And we know that if it is revealed, we shall be like him, because we shall see him as he is. And everyone who has this hope in him purifies himself, just as he is pure. He speaks of reigning together and being glorified together; from these words some say that God made man according to the image, but not according to the likeness, and that he is going to give the according-to-likeness; the according-to-image was entrusted, if you become worthy of this, you will also receive the according-to-likeness; but if, having been entrusted with the according-to-image, you do not conduct yourself well as according to the image, but destroy it, who will give you the according-to-likeness? For the according-to-likeness cannot come unless it has the according-to-image as a foundation; for this reason he added, "and everyone who has this hope in him purifies himself, just as he is pure"; for only the one who looks toward God, that one is truly pure. But my master set forth in the Epistle to Conon from the select fathers that the according-to-image is itself the according-to-likeness, and he demonstrated this concerning what has come to be.

tlg4102.tlg043:25
Source · Greek

Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, καὶ τὴν ἀνομίαν ποιεῖ· καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρη· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι. πᾶς ὁ ἐν αὐτῷ μένων, οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων, οὐχ ἑώρακεν αὐτὸν, οὐδὲ ἔγνωκεν αὐτόν. Εἰ γὰρ κατὰ μηδένα τρόπον αὐτοῦ χωρίζεται, πῶς αὐτοῦ ἁμαρτία ἅψασθαι δύναται ; Τεκνία μου, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην, δίκαιός ἐστι, καθὼς ἐκεῖνος δίκαιός ἐστιν. Τοῦτο ἄρα ἐστὶ γνῶσις ἐπιστημονικὴ καὶ ἐνδιάθετος κατα- νόησις. Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν· ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει· εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύση τὰ ἔργα τοῦ διαβόλου. Ὁσάκις οὖν ἁμαρτάνομεν, ἐκ τοῦ διαβόλου γεννώμεθα· ἐκ τοῦ Θεοῦ δὲ πάλιν, ὁσάκις ἀρετὴν κατορθώσομεν. Τοῦ Χρυσοστόμου. Ἐπείπερ πρὸ πάντων τραπεὶς ὁ διάβολος ἐν τῷ ἁμαρτάνειν γέγονεν, ἐξ αὐτοῦ χρηματίζει πᾶς ὁ ἁμαρτητικῶς ἐνεργῶν· προάρχεται γὰρ ἐν τῷ ἁμαρτάνοντι δι’ ὑπερβολὴν πονηρῶν λογισμῶν, ὡς ἐπὶ τοῦ Ἰούδα. ἀλλ’ ἐρεῖ τις

English

Everyone who commits sin also commits lawlessness; and sin is lawlessness. And you know that he was manifested in order to take away our sins; and there is no sin in him. Everyone who remains in him does not sin; everyone who sins has not seen him, nor has he known him. For if in no way is he separated from him, how can sin touch him? My little children, let no one deceive you: the one who does righteousness is righteous, just as that one is righteous. This, then, is scientific knowledge and inward understanding. The one who commits sin is of the devil, because from the beginning the devil sins; for this purpose the Son of God was manifested, that he might destroy the works of the devil. Therefore, as often as we sin, we are born of the devil; and again, as often as we accomplish virtue, we are born of God. From Chrysostom. Since the devil, having turned to sinning before all things, has become [so], everyone who acts sinfully is named from him; for he goes before the one who sins, through the excess of evil thoughts, as in the case of Judas. But someone will say

tlg4102.tlg043:26
Source · Greek

ὅτι γίνεται ὁ διάβολος ἐν τοῖς ἁμαρτάνουσι τῶν πρὸ αὐτοῦ ἡμαρτηκότων ἐν τῷ διδόναι αὐτῷ τόπον· πρὸς ὃ λεκτέον ταὐτὸν εἶναι τὸ ποιεῖν τὴν ἁμαρτίαν τῷ ἁμαρτάνειν, ἐν τῷ διδόναι τόπον τῷ διαβόλῳ. δίδωσι γὰρ αὐτῷ τόπον ἐπιθυμίᾳ ὑπαχθεὶς μετὰ τὸ δέξασθαι αὐτόν· πρακτικῶς ἐπιτελῶν τὴν ἁμαρτίαν. τοῦτο γὰρ σημαίνει τὸ ποιεῖν αὐτήν· εὖ δὲ καὶ τὸ εἰπεῖν “ ποιῶν” ἀλλ’ οὐ “ ποιήσας·” τοῦ μετανοήσαντος οὐκέτι ὄντος ἐκ τοῦ διαβόλου, ἀλλὰ μόνου τοῦ ἐνεργοῦντος αὐτὴν ἔτι· οὕτω γὰρ καὶ τῆς ἁμαρτίας δοῦλός ἐστιν ὁ ποιῶν, ἀλλ’ οὐχ ὁ ποιήσας αὐτήν. πῶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν, φησὶ, δοῦλος αὐτῆς ἐστιν. Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ. Σευήρου. Οὐ τοῦτο εἶπεν ὡς εἰς τὸ ἐπίδεκτου ἁμαρτίας καὶ ἀπαθείας ἡμῶν περιστάσης τῆς φύσεως· ἀλλ’ ὅτι ἐφ’ ὅσον ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ φυλάττει τὴν τῆς γεννήσεως χάριν, διὰ τῆς καθαρᾶς πολιτείας ἁμαρτάνειν οὐ δύναται· καὶ τὴν αἰτίαν προστίθησι τοῦ μὴ δύνασθαι ἁμαρτάνειν λέγων, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει. τι δέ ἐστι τὸ σπέρμα τοῦ Θεοῦ τὸ μένον ἐπὶ τοὺς πιστούς ; ἢ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις δι’ ἧς ἀναγεννήθημεν· ἥτις οὐκ ἀφίσταται ἡμῶν· ὅταν κατὰ Παῦλον, μὴ λυπῶμεν διὰ τῶν αἰσχίστων πράξεων “ τὸ Πνεῦμα τὸ “ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀποκαλύψεως. τὸ οὖν “ οὐ δύναται άμαρτάνειν” οὐ κατὰ τὸ γενέσθαι τὴν φύσιν ἡμῶν ἀνεπίδεκτον ἁμαρτίας, καὶ εἰς ἀπάθειαν περιστῆναι νοητέον· ἀλλὰ κατὰ τὸ μὴ ἀκόλουθον μηδὲ ἁρμόδιον·

English

that the devil comes to be in those who sin, from those who have sinned before him, by giving him a place; with reference to which it must be said that to commit sin is the same as to sin, in giving place to the devil. For he gives him a place when, led by desire after receiving him, he practically accomplishes the sin. For this is what "to commit" it means; and it is well said "committing" and not "having committed"; for the one who has repented is no longer of the devil, but only of the one who still works it; for thus also the one who commits sin is a slave of sin, but not the one who has committed it. For how, he says, is the one who commits sin a slave of it? Everyone who has been born of God does not commit sin. Of Severus. He did not say this as though our nature had come to be incapable of sin and to impassibility; but that insofar as the one born of God keeps the grace of the birth, through a pure conduct he cannot sin; and he adds the reason for not being able to sin, saying, that his seed remains in him. And what is the seed of God that remains upon the faithful? Or is it the visitation of the Holy Spirit through which we were regenerated; which does not depart from us when, according to Paul, we do not grieve through the most shameful deeds "the Holy Spirit of God, in whom we were sealed for the day of redemption." Therefore "he cannot sin" must be understood not in respect of our nature having become incapable of sin and having come to impassibility; but in respect of what is not consequent nor fitting;

tlg4102.tlg043:27
Source · Greek

οὐ γὰρ ἐνδέχεται τὸν τὴν πνευματικὴν φυλάττοντα γέννησιν καὶ πνευματικὰς καὶ καθαρὰς πράξεις ἐπιτηδεύοντα. κατὰ τοῦτό καὶ ἁμαρτάνειν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, καὶ οὐχ ἡμεῖς βιαζόμεθα πρὸς τὸ δοκεῖν τοῦ ῥητοῦ τὴν ἐξήγησιν, αὐτὸν τὸν θεσπέσιον Ἰωάννην λάβε μοι μάρτυρα· ἐν γὰρ τῷ τέλει τῆς Ἐπιστολῆς τὸ αὐτὸ ῥητὸν ἀναλαμβάνων σαφηνίζει τὴν οἰκείαν διάνοιαν· λέγει γὰρ οὕτως. οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ, ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. ὁρᾷς ὅτι “ ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ,” διὰ τοῦτο οὐ δύναται ἁμαρτάνειν, οὐχ ὅτι τὴν φύσιν ἐστὶν ἀπαθὴς,

ἀλλ’ ὅτι “ τηρεῖ ἑαυτὸν,” καὶ τὰ τῷ Ἁγίῳ Πνεύματι δοκοῦντα πράττων, ἁμαρτάνειν οὐ δύναται. Ἐπώτησισ Μαξίμου. Εἰ κατὰ τὸν Ἅγιον Ἰωάννην “ ὁ γε- “ γεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ “ ἐν αὐτῷ μένει, καὶ οὐ δυνάται ἁμαρτάνειν.’ ὁ δὲ γεγεννημένος ἐξ ὕδατος καὶ Πνεύματος οὗτος ἐκ τοῦ Θεοῦ γεγέννηται· πῶς οἱ ἐκ τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος γεγεννημένοι δυνάμεθα ἁμαρτάνειν ; Ἀπόκρισισ. Διττὸς ἐν ἡμῖν τῆς ἐκ Θεοῦ γεννήσεως ὁ τρόπος. ὁ μὲν πάσῃ δυνάμει παροῦσαν τοῖς γεννωμένοις διδοὺς τὴν χάριν τῆς υἱοθεσίας· ὁ δὲ κατ’ ἐνέργειαν ὅλην παροῦσαν καὶ τοῦ Θεοῦ γεννωμένου· πᾶσαν πρὸς τὸν γεννῶντα Θεὸν προαίρεσιν γνωμικῶς μεταπλάττουσαν εἰς αὐτόν. καὶ ὁ μὲν κατὰ πίστιν μόνην δυνάμει παροῦσαν τὴν χάριν ἔχων· ὁ δὲ πρὸς τῇ πίστει καὶ τὴν κατ’ ἐπίγνωσιν ἐνεργοῦσαν ἐν τῷ ἐπεγνωκότι τὴν τοῦ γνωσθέντος θειοτάτην ὁμοίωσιν ἐμποιῶν.

English

For it is not possible for one who guards the spiritual birth and pursues spiritual and pure deeds to sin in this way. And that this is so, and that we are not forcing the interpretation of the saying to make it seem so, take the divine John himself as my witness; for at the end of the Epistle, taking up the same saying, he clarifies his own meaning; for he says thus: We know that everyone who has been born of God does not sin, but the one born of God keeps himself, and the evil one does not touch him. You see that "the one born of God" cannot sin for this reason—not because his nature is impassible, but because "he keeps himself," and by doing what seems good to the Holy Spirit, he cannot sin. Question of Maximus. If, according to Saint John, "the one born of God does not sin, because his seed remains in him, and he cannot sin," and this one has been born of God who has been born of water and the Spirit, how can we who have been born of God through baptism sin? Answer. The manner of the birth from God is twofold in us. The one gives the grace of adoption as present to those who are born with all its power; the other is according to the whole energy that is present and of God being born, transforming every inclination toward the God who begets into him by deliberate choice. And the one has the grace present in power through faith alone; the other, in addition to faith, also produces in the one who has known the most divine likeness of the known one, working through knowledge.

tlg4102.tlg043:28
Source · Greek

οἷς μὲν οὖν ὁ πρῶτος τῆς γεννήσεως ἐνθεωρεῖται τρόπος, διὰ τὸ μήπω τὴν γνώμην καθαρῶς ἐξηλωθεῖσαν τῆς σαρκικῆς προσπαθείας ποιωθῆναι δι’ ὅλου τῷ Πνεύματι κατὰ τὴν τῶν ἐπεγνωσμένων θείων μυστηρίων δι’ ἐνεργείας τὴν μέθεξιν, τὸ πρὸς ἁμαρτίαν ῥέψαι ποτε βουλομένοις οὐκ ἄπεστιν. οὐ γὰρ γεννᾷ γνώμην τὸ Πνεῦμα μὴ θέλουσαν· ἀλλὰ βουλομένην μεταπλάττει πρὸς θέωσιν· ἧς ὁ κατ’ ἐπίγνωσιν πείρα(??) μεταλαβὼν, οὐ δύναται, τοῦ κυρίως κατὰ ἀλήθειαν ἅπαξ ἔργῳ διαγνωσθέντος, πρὸς ἄλλο τι παρ’ ἐκεῖνο, κἀκεῖνο εἶναι προσποιούμενον, μεταπεσεῖν· ὥσπερ οὔτε ὀφθαλμὸς ἅπαξ τὸν ἥλιον θεασάμενος, εἰς τὴν σελήνην, ἣ τινὰς ἄλλους τῶν κατ’ οὐρανὸν ἀστέρων, παραγνωρίσαι. ὧν δὲ κατὰ τὴν γέννησιν τὴν ὅλην προαίρεσιν λαβὼν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς δι’ ὄλου μετέθηκε· καὶ διὰ τῆς κατ’ ἐνέργειαν ἀληθοῦς ἐπιγνώσεως ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς μακαρίαις ἀκτῖσι τὸν νοῦν μετεποίησεν, ὡς ἄλλον εἶναι νομισθῆναι Θεὸν παθόντα κατὰ τὴν ἕξιν διὰ τῆς χάριτος, ὅπερ οὐ πάσχων ἀλλ’ ὑπάρχων κατ’ οὐσίαν ἐστι Θεός· τούτων σαφῶς ἀναμάρ- τητος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἡ προαίρεσις γέγονε, μὴ δυναμένων ἀρνήσασθαι τὸ διὰ τῆς πείρας αὐτοῖς κατ’ Θεὸν

English

For those in whom the first manner of generation is observed, because their judgment has not yet been purely purified from fleshly affection and wholly conformed to the Spirit through the participation in the divine mysteries that are known by their operation, the inclination to sin at some time is not absent for those who wish it. For the Spirit does not beget a judgment that is unwilling, but transforms the willing one toward deification. Having received the experience of this in knowledge, one cannot turn aside to anything else besides that which has been truly and properly once known by deed, and which pretends to be that same thing; just as an eye that has once beheld the sun cannot mistake the moon, or certain other of the stars in heaven, for it. But those whose whole purpose at generation the Holy Spirit has taken and wholly transferred from earth to heaven, and through the true knowledge that comes by operation has transformed their mind by the blessed rays of God and the Father, so that it is thought to be another God, having suffered in its state through grace what God is not by suffering but by being in essence—for these, the purpose of their virtue and knowledge has clearly become blameless in its state, since they cannot deny what has come to them through experience according to God.

tlg4102.tlg043:29
Source · Greek

ἐνέργειαν διεγνωσμένον. κἂν οὖν ἔχωμεν τὸ πνεῦμα τῆς υἱοθεσίας, ὅπερ ἐστὶ σπέρμα, πρὸ τὴν τοῦ σπείραντος ἰδιοποιοῦν τοὺς γεν- νωμένους ὁμοίωσιν, ἀλλ’ οὐ παρέχομεν αὐτοῦ τὴν γνώμην τῆς ἐπ’ ἄλλο ῥοπῆς τε καὶ διαθέσεως καθορᾶν· καὶ διὰ τοῦτο, καὶ μετὰ τὸ γεννηθῆναι δι’ ὕδατος καὶ πνεύματος θέλοντες ἁμαρτάνομεν· εἰ δὲ τούτων, ὕδατος λέγω καὶ πνεύματος, τὴν ἐνέργειαν δέχεσθαι γνωστικῶς τὴν γνώμην παρασκευάζομεν, ἄρα ἃν καὶ διὰ τῆς πρακτικῆς τὸ μυστικὸν ὕδωρ ἐποιεῖτο τὴν τῆς συνειδήσεως καθάρσιν· καὶ τὸ ζωοποιοῦν Πνεῦμα τὴν ἄτρεπτον ἐν ἡμῖν τοῦ καλοῦ διὰ τῆς ἐμπείρα γνώσεως ἐνήργει τελείωσιν. λείπει τοιγαροῦν ἑκάστῳ ἡμῶν τῶν ἁμαρτεῖν ἔτι δυναμένων τὸ καθαροὺς ἑαυτοὺς ὅλως κατὰ τὴν γνώμην ἐμπαρέχειν βουληθῆναι τῷ Πνεύματι. Εἶπας “ ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστιν,” ἐκ τοῦ οὕτω πράττειν φανεροῦται ὢν τέκνον τοῦ διαβόλου· καθάπερ καὶ Ελύμας ὁ μάγος, ἐκ τοῦ “ πλήρης παντὸς δόλου ἐγνώσθη υἱὸς διαβόλου· καὶ ἐπεὶ “ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, τῷ ἔχειν ἐν ἑαυτῷ Θεοῦ σπέρμα· τὸν οὕτω μὴ ἁμαρτάνοντα εὑρεῖν ἐστὶ σαφῶς υἱὸν ὄντα Θεοῦ· προσέθηκα δὲ τῷ ἁμαρτάνοντι οὕτως, ἵνα μήτις σοφίσηται, τέκνα Θεοῦ λέγων, ἡμᾶς τίθεσθαι πάντας τοὺς μὴ ἁμαρτάνοντας· τὰ γὰρ βρέφη ἁμαρτίαν μὴ ποιοῦντα, οὐ ῥητέον τέκνα Θεοῦ εἶναι· ἐξ ἡλικίας γὰρ, ἀλλ’ οὐκ ἐξ ἀρετῆς κωλύονται τοῦ ἁμαρτάνειν· ἵνα μὴ ἕτερόν τι εἴπωμεν, φάσκοντες, μὴ ὑγιῶς λέγεσθαι περὶ βρεφῶν, ὅτι ἁμαρτίαν οὐ ποιοῦσιν· οὐ ταὐτὸν γὰρ τὸ ἁμαρτάνειν τῷ Ι μὴ ποιεῖν ἁμαρτίαν· τὸ μὲν γὰρ ἀπόφασις ἔοικε·

English

having been recognized by its activity. And so even if we have the spirit of adoption, which is a seed, before the likeness of the one who sowed appropriates those who are begotten, yet we do not furnish the knowledge of his purpose so as to see the inclination and disposition toward another; and for this reason, even after being born through water and spirit, we willingly sin; but if we prepare our purpose to receive the activity of these—I mean water and spirit—knowingly, then indeed through practice the mystical water would accomplish the cleansing of conscience; and the life-giving Spirit would work in us the unwavering perfection of the good through experiential knowledge. Therefore, since each of us who are still able to sin lacks this—the willingness to offer ourselves wholly pure in purpose to the Spirit. You said, "Whoever commits sin is of the devil," and by so doing it is made clear that he is a child of the devil; just as also Elymas the magician, from the fact that "he was found full of all deceit, a son of the devil"; and since "everyone who has been born of God does not commit sin, because he has God's seed in himself"—to find the one who thus does not sin is clearly to find one who is a son of God; and I added this to the one who sins in this way, so that no one might be clever, when I call them children of God, claiming that we are all those who do not sin; for infants who do not commit sin, it must not be said that they are children of God; for it is from age, not from virtue, that they are prevented from sinning; lest we say something else, asserting that it is not soundly said concerning infants that they do not commit sin; for to sin is not the same as not to commit sin; for the one seems to be a denial;

tlg4102.tlg043:30
Source · Greek

τὸ δὲ ἐκ διαθέσεως ὑπάρχει· καὶ γὰρ λέγοντες μὴ δύνασθαι ἀδικεῖν τὸν δικαιοσύνην ἔχοντα, οὐκ ἀδυναμίαν φυσικὴν δηλοῦμεν, καθ’ ἣν λέγομεν μὴ δύνασθαι τὸ ἄλογον ζῶον ἐπιστήμην ἢ ἕτερόν τι τοιοῦτον ἔχειν. Ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται αμαρτανειν. Σπέρμα θεῖόν ἐστιν ὁ Χριστὸς, ὃς ἐνοικῶν ἐν τοῖς πιστοῖς, ποιεῖ αὐτοὺς γενέσθαι υἱοὺς Θεοῦ· οὕτως ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ, ὅς ἐστι πάλιν Χριστὸς, εὐλογοῦνται πάντα τὰ ἔθνη. Σπέρμα φησὶ τὸ Πνεῦμα, ὃ διὰ νοῦ χαρίσματος λαμβάνομεν. ὅπερ ἐν ἡμῖν μένον, ἀνεπίδεκτον τὸν νοῦν ἁμαρτίας ποιεῖ. Εἰ μὴ γάρ τις γεννηθῇ ἐκ τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ Ἅγιον οὐ λαμβάνει. Ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται· ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. Ἐν τῷ μὴ ἁμαρτάνειν καὶ ἀγαπᾷν· ἐν τῷ ἁμαρτάνειν καὶ μισεῖν. ΚΕΦ. Δ. Περὶ ἀγαπῆς τῆς πρὸς τὸν πλησίον καὶ διαθέσεως μεταδοτικῆς. Πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία, ἢν ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. Ἐπεὶ ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγέννηται, ἕπεται δὲ τῷ οὕτω γεννηθέντι ἀγαπᾷν τοὺς ἀδελφοὺς, ὁ μὴ ἔχων δικαιοσυνῆν τὸ μὴ ποιεῖν αὐτήν· μισῶν δὲ τὸν ἀδελφὸν αὐτοῦ ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν· οὐ κατ’ ἄλλον τρόπον ἢ τὸ μὴ γεγεννῆσθαι ἔξ αὐτοῦ· οὐ γὰρ προσεκτέον τοῖς λέγουσι μὴ εἶναι ἐκ Θεοῦ τούτούτους διὰ χοικὴν φύσιν. Οὐ καθὼς Κάιν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.

English

But this comes from a disposition; for when we say that one who has righteousness cannot do wrong, we do not indicate a natural inability, according to which we say that the irrational animal cannot possess knowledge or anything else of that sort. That his seed remains in him; and he cannot sin. The divine seed is Christ, who, dwelling in the faithful, makes them become sons of God; thus in the seed of Abraham, who is again Christ, all the nations are blessed. He calls the Spirit the seed, which we receive through the gift of the mind. This, remaining in us, makes the mind incapable of sin. For unless one is born of God, he does not receive the Holy Spirit. That he has been born of God; in this the children of God and the children of the devil are manifest. In not sinning and in loving; in sinning and in hating. CHAPTER 4. Concerning love toward one's neighbor and a disposition that shares. Everyone who does not do righteousness is not of God, and the one who does not love his brother. Because this is the message which you heard from the beginning, that we should love one another. Since the one who does righteousness has been born of God, and it follows for the one so born to love the brothers, the one who does not have righteousness—that is, does not do it; and the one who hates his brother is not of God; not in any other way than by not having been born of him; for one must not attend to those who say that these are not of God because of an earthly nature. Not as Cain was of the evil one, and slaughtered his brother; and for what reason did he slaughter him? Because his works were evil, but his brother's were righteous.

tlg4102.tlg043:31
Source · Greek

Ἀνοσιεύεται γὰρ, καὶ πρωτόλειον ὧσπέρ τι καὶ ἀπαρχὴν τῷ θανάτῳ δίδωσι τὸν ὁμαίμονα λαὶ τῆς εἰς μιαιφονίαν ὁδοῦ τῇ ἀνθρώπου φύσει διδάσκαλος ἦν. Καὶ μὴ θαυμάζετε ἀδελφοὶ, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. ἡμεῖς οἴδαμεν, ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν, μένει ἐν τῷ θανάτῳ. πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί· καὶ οἴδατε ὅτι π

πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν. ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε. Τὸν λόγον τοῦ Θεοῦ δεξάμενοι, αὐτὸς γὰρ εἶπεν· “ ὁ ἀκούων “ μου τοὺς λόγους καὶ τηρῶν αὐτοὺς, οὐκ ὄψεται θάνατον, ἀλλὰ “ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.” Καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι. ὃς δ’ ἂν ἔχη τὸν βίον τοῦ κόσμου, καὶ θεωρεῖ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ ; Τοῦ Χρυσοστόμου. Ὅταν ἴδῃς πένητα μὴ παραδράμῃς, ἀλλ’ εὐθέως ἐννόησον, τίς ἃν ἦς, εἰ σὺ ἐκεῖνος· τί οὐκ ἃν ἠθέλησας πάντας σοι ποιεῖν ; Τουτέστιν ἐν εὐπορίᾳ καθέστηκεν. Τέκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσση, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ. Τοῦ Χρυσοστόμου. Ῥητὰ προκείμενα ὁ προϊστάμενοσ ΕΝ ΣΠΟΥΔΗΙ. Οὐ γὰρ ἀρκεῖ προστῆναι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν· μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον ἀλλὰ μετὰ φαιδρᾶς καὶ χαιρούσης ψυχῆς. * Περὶ συνειδήσεως ἐν πίστει Ἰησοῦ Χριστοῦ. Καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμὲν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν·

English

For he is being treated with impiety, and he gives his own kin as a kind of first-fruits and first offering to death, and he was a teacher to human nature of the path to murder. And do not be amazed, brothers, if the world hates you. We know that we have passed over from death to life, because we love the brothers; the one who does not love his brother remains in death. Everyone who hates his brother is a murderer; and you know that every murderer does not have eternal life remaining in him. In this we have come to know love, that he laid down his own soul for us. Having received the word of God—for he himself said, "The one who hears my words and keeps them will not see death, but has passed over from death to life." And we ought to lay down our souls for the brothers. Whoever has the livelihood of the world and sees his brother having need, and shuts up his compassion, how does the love of God remain in him? From Chrysostom. When you see a poor man, do not pass by, but immediately consider what you would be if you were that man; what would you not wish all people to do for you? That is, he has been placed in prosperity. Little children, let us not love in word nor with the tongue, but in deed and truth. From Chrysostom. The one who presides must attend to the things set before him with zeal. For it is not enough to preside, but one must do this with abundance and with a disposition free from grief; or rather, not only free from grief but with a cheerful and rejoicing soul. Concerning conscience in faith in Jesus Christ. And in this we shall know that we are of the truth, and we shall persuade our hearts before him.

tlg4102.tlg043:32
Source · Greek

ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα. Εὰν, φησὶν, ἁμάρτωμεν, οὐ λανθάνομεν, οὐδὲ διαφευξόμεθα· εἰ γὰρ ἁμαρτάνοντες, τὴν καρδίαν ἑαυτῶν λαθεῖν δυνάμεθα, ἀλλὰ νυττόμεθα ὑπὸ τοῦ συνειδότος, πόσῳ μᾶλλον τὸν Θεὸν πράττοντές τι τῶν φαύλων δυνηθῶμεν λαθεῖν; Ἀγαπητοὶ, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινὡσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ

τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν. Κυρίλλου. Ἕως εἶ κατὰ τὸν βίον τοῦτον, ὁδὸς γὰρ ὁ βίος ὑπὸ πάντων ἀνθρώπων παροδευόμενος, προσδέχου καὶ μὴ παραλογίζου τὴν ἐκ τοῦ συνειδότος ὑπόμνησιν· εἰ δὲ παραλογίσῃ καὶ παραδράμῃς τὸν βίον, αὐτὸ τὸ συνειδὸς ἀντιδίκου τάξιν ἐπέχον ἐπὶ τοῦ κριτοῦ κατηγορήσει, καὶ ὑπὸ τὴν ψῆφον ποιήσει σε τοῦ δικάζοντος, καὶ παραδοθήσῃ ταῖς ἀνηκέστοις κολάσεσιν· ἃ οὐκ ἂν ἔπαθες, εἴγε κατὰ τὴν ὁδὸν εὔνοιαν ἐκτήσω πρὸς τὸν ἀντίδικον, τοὺς ἐλέγχους ὡς μετ’ εὐνοίας προσφερομένους καταδεχόμενος. τοῦτο γὰρ καὶ ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης ἐπιστέλλων φησὶν, “ ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν “ ἔχομεν πρὸς τὸν Θεόν. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἐν τούτῳ μὲν ἐν τῷ κατορθοῦν τὰς ἐντολάς· τίς δὲ ὁ μένων ἣ ὁ Θεὸς ;

English

that if our heart condemns us, that God is greater than our heart, and knows all things. If, he says, we sin, we do not escape notice, nor shall we evade it; for if when sinning we can hide from our own heart, yet we are pricked by conscience, how much more can we hide from God when doing something base? Beloved, if our heart does not condemn us, we have boldness toward God, and whatever we ask we receive from him, because we keep his commandments and do what is pleasing before him. And this is his commandment, that we believe in his Son Jesus Christ, and love one another, just as he gave commandment to us. Of Cyril. As long as you are in this life—for life is a road traveled by all men—accept and do not disregard the reminder of conscience; but if you disregard it and run past life, conscience itself, taking the place of an accuser, will accuse you before the judge, and will bring you under the verdict of the one who judges, and you will be handed over to incurable punishments; which you would not have suffered, if indeed along the road you had acquired goodwill toward your accuser, accepting the reproofs as offered with goodwill. For this too the inspired Evangelist John says in his epistle, "if our conscience does not condemn us, we have boldness toward God." And the one who keeps his commandments remains in him, and he in him; and in this we know that he remains in us, from the Spirit which he gave us. In this, indeed, in right conduct of the commandments; and who is the one who remains, or God?

tlg4102.tlg043:33
Source · Greek

καὶ πόθεν δῆλον, ἐκ τοῦ δοῦναι ἡμῖν τὸ Ἅγιον ἑαυτοῦ Πνεῦμα. * Περὶ διακρίσεως πνευμάτων ἐφ’ ὁμολογίᾳ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως. Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστίν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Εἰ ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστὶ, καὶ ὁ Θεὸς ἀγάπη ἐστι, τις ἂν εἴη ὁ ἐξ αὐτοῦ προερχόμενος ἣ αὐτὸς ὁ Λόγος; ἐάν τις τοίνυν ἔχῃ τὴν ἀγάπην, Χριστὸν ἔχει ἐν ἑαυτῷ, ἤγουν ὁ εἰπὼν “ ὁ Θεὸς ἀγάπη “ ἐστὶν,” οὗτος πάλιν οἶδεν ἀγάπην ἐκ Θεοῦ, ἥντινα οὐκ ἄλλην εἶναι νομιστέον, ἢ τὸν μονογενῆ, ὥσπερ Θεὸν ἐκ Θεοῦ, οὕτως καὶ ἀγάπην ἐξ ἀγάπης ὄντα· ὅνπερ γὰρ τρόπον πρὸ τῆς Χριστοῦ παρουσίας, ὄντων ἐν τῇ Ἰουδαίᾳ Θεοῦ προφητῶν, πολλοὶ ἐτύγχανον

ὑποκρινόμενοι τὴν προφητείαν, ὡς χρείαν εἶναι ἐπιστήμης ἐπιστατικῆς· τίνες τῶν λεγόντων, “ τάδε λέγει Κύριος, Πνεῦμα Ἅγιον καὶ Θεοῦ λόγον εἶχον· καὶ τίνες ὑπὸ πονηροῦ κινούμενοι, τοῦ ψευδοῦς ἦσαν προφῆται· οὕτω καὶ μετὰ τὴν ἐπιδημίαν τῶν Ἀποστόλων ἐν χριστῷ λαλούντων καὶ Πνεῦμα Ἅγιον ἐχόντων, ὃ δέδωκεν ὁ Κύριος, πολλοὶ ψευδαπόστολοι προεβλήθησαν ὑπὸ τοῦ διαβόλου, ὑποκρινόμενοι τὴν εὐαγγελικὴν διδασκαλίαν. ἀναυκαῖον ἔχειν ἐκεῖνο τὸ χάρισμα τοῦ Ἁγίου Πνεύματος, ὃ ὠνόμασται διάκρισις πνευμάτων, ἵνα ἐπιστήμην ἔχωμεν δοκιμάζειν τὰ πνεύματα, ὥστε τῷ μὲν πιστεύειν, τῷ δὲ ἀνθίστασθαι. χαρακτηριστικὸν λέγει τοῦ Ἀντιχρίστου, οὗ ἀκηκόαμεν ὅτι ἔρχεται, ἤδη δὲ ἐν τῷ κόσμῳ ἐστὶ, τὸ διὰ ψευδοπροφητῶν καὶ πνευμάτων λύειν τὸν Ἰησοῦν, ἐν τῷ μὴ ὁμολογεῖν αὐτὸν ἐν σαρκὶ ἐληλυθέναι.

English

And how is this clear? From his having given us his Holy Spirit. Concerning the discernment of spirits, in relation to confession of the Lord's becoming man. Beloved, do not believe every spirit, but test the spirits, whether they are from God; because many false prophets have gone out into the world. If love is from God, and God is love, who would be the one proceeding from him, or he himself, the Word? If anyone, then, has love, he has Christ in himself—that is, the one who said "God is love"—this man again knows love from God, which must not be thought to be anything other than the Only-Begotten, who is God from God, and so also love from love. For just as before Christ's coming, when there were prophets of God in Judea, many happened to be counterfeiting prophecy, so that there was need of a discerning knowledge—which of those who said "Thus says the Lord" had the Holy Spirit and the word of God, and which, moved by the evil one, were false prophets—so also after the arrival of the Apostles who spoke in Christ and had the Holy Spirit, which the Lord gave, many false apostles were put forward by the devil, counterfeiting the gospel teaching. It is necessary to have that gift of the Holy Spirit which is named discernment of spirits, so that we may have knowledge to test the spirits, so as to believe the one and resist the other. He calls it a mark of the Antichrist—of whom we have heard that he is coming, and is already in the world—to loose Jesus through false prophets and spirits, by not confessing that he has come in the flesh.

tlg4102.tlg043:34
Source · Greek

τοῦ λέγειν “ καὶ νῦν πραγματικῶς ἀκουστέον· πολλοὶ γὰρ γλώσσῃ μόνῃ λέγουσιν. Μετὰ τὴν ἀνάληψιν Χριστοῦ τὴν εἰς οὐρανοὺς εὐθὺς πολλοὶ ψευδοδιδάσκαλοι γεγόνασι, διαφόρους βλασφημιῶν εἰσάγοντες αἱρέσεις· ἃς ἐν μέρει διδάσκει νῦν. Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστί· καὶ πᾶν πνεῦμα, ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, τοῦ Θεοῦ οὐκ ἔστι. Ἐγένοντο γάρ τινες, οἳ ἔλεγον ἐν φαντασίᾳ ἀνθρώπου ἐξ οὐρανοῦ κατεληλυθέναι τὸν Κύριον· ὧν ἐπεβεβαίωσαν τὰς δόξας οἱ Μανιχαῖοι. Ἐὰν οὖν ἁμαρτάνων λέγω, ὅτι Ἰησοῦς Χριστὸς ἐν σαρκὶ ἐλήλυθε, καὶ ταῦτα φρονῶν λέγω, ὅτι ἐπεδήμησεν ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐν σαρκὶ, ἄρα ἐκ Θεοῦ Πνεῦμα ἔχω ; οὐκ ἐνδέχεται ἄλλως παραδέξασθαι τὸ ῥητόν· λέγει ὁ Ἰωάννης· “ πᾶν πνεῦμα Ἰησοῦν Χριστὸν ὁμολογοῦν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστί. ἐπαπορήσας οὖν ὁ βουλόμενος καὶ ἐξετάζων καὶ ἐρευνῶν τί βούλεται ὁ Ἀπόστολος λέγειν· “πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν

English

...of saying "and now" must be understood in a practical sense; for many say it with the tongue only. Immediately after Christ's ascension into heaven, many false teachers arose, introducing various heresies of blasphemies, which he now teaches in part. In this you know the Spirit of God: every spirit that confesses Jesus Christ has come in the flesh is from God; and every spirit that does not confess Jesus Christ has come in the flesh is not from God. For there were some who said that the Lord came down from heaven in the appearance of a man, whose opinions the Manichaeans confirmed. If, then, while sinning I say that Jesus Christ has come in the flesh, and saying these things I hold that the Lord Jesus Christ dwelt among us in the flesh, do I therefore have the Spirit of God? It is not possible to accept the saying otherwise; John says: "Every spirit that confesses Jesus Christ has come in the flesh is from God." So the one who wishes, having raised the question and examined and searched out what the Apostle means to say: "Every spirit that confesses Jesus

tlg4102.tlg043:35
Source · Greek

“ Χριστὸν ἐληλυθότα ἐν σαρκὶ, ἐκ τοῦ Θεοῦ ἐστι, διὰ τὸ τὴν διαθήκην τοῦ Θεοῦ εἰρῆσθαι μένειν ἐπὶ τῆς σαρκὸς τοῦ Ἀβραὰμ καὶ τῶν μετ’ αὐτόν· εἴποι ἃν κατανοήσας τὸ “ πάντοτε τὴν νέκρωσιν “ τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες.” ἐννοήσας τὸ, “ ζῶ “ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ χριστὸς,” διὰ τοῦ παραδέξασθαι Χριστὸν Ἰησοῦν ζῶντα ἐκ ἐμοὶ, διὰ τοῦ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν. ὁμολογῶν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, οὐκ ἐκείνῃ μόνῃ τῇ ἰδίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ ἐμῇ. “ οὐ γὰρ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται “ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. εἴπερ οὖν βούλει λέγεσθαι ὅτι πᾶν πνεῦμα Θεοῦ ἔχεις, ὁμολόγησον Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἵνα λέγοιτο καὶ περὶ σοῦ τὸ, “ ἡ διαθήκη μου “ ἔσται ἐπὶ τῆς σαρκός ὑμῶν.” Καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται. Τοῦ Χρυσοστόμου Ῥητὰ Προκείμενα Μήτισ Ἡμᾶσ Ἐσαπατησηι Κατα Μηδενα Τρόπον Οτι Εαν Ελθηι Η Αποστασια Πρῶτον καὶ Ἀποκαλυφθπηι ὁ Ἄνθρωποσ Τῆσ Σμαρτίασ ὁ Υἱὸσ Τῆσ Ἀπωλείασ, Καὶ Τὰ ἑξῆσ. Περὶ τοῦ Ἀντιχρίστου ἐνταῦθα διαλέγεται, καὶ μέγα ἀποκαλύπτει μυστήριον. τί ἐστιν ἡ ἀποστασία ; αὐτὸν καλεῖ τὴν ἀποστασίαν, ὡς πολλοὺς μέλλοντος ἀπολλύναι καὶ ἀφιστᾶν, “ ὥστε’’ φησὶν “ σκανδαλισθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκ- “ τοὺς, καὶ “ ἄνθρωπον ἁμαρτίας” αὐτὸν καλεῖ· μυρία γάρ φησιν ἐργάσεται, καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά. καὶ “ υἱὸν τῆς ἀπωλείας αὐτὸν φησὶ, διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι, καὶ ἑτέρους ἀπολλύειν. τίς δὲ οὗτός ἐστιν ; ἄρα ὁ Σατανᾶς ; οὐδαμῶς·

English

"Christ has come in the flesh, is of God," because the covenant of God was said to remain upon the flesh of Abraham and those after him. One might say this, having understood "always carrying about the deadness of Jesus in the body." Having understood "I live, yet no longer I, but Christ lives in me," through receiving Christ Jesus living in me, through carrying about the deadness of Jesus in the body. Confessing Jesus Christ has come in the flesh, not in that flesh of his alone, but also in mine. "For not everyone who says to me, Lord, Lord, will enter into the kingdom of the heavens." If, then, you wish it to be said that you have every spirit of God, confess that Jesus Christ has come in the flesh, so that it may be said also concerning you, "My covenant will be upon your flesh."

And this is that of the antichrist, which you have heard that he is coming. From Chrysostom, Selected Passages: "Let no one deceive you in any way, that unless the apostasy comes first and the man of sin be revealed, the son of perdition," and the rest. He speaks here concerning the antichrist, and reveals a great mystery. What is the apostasy? He calls him the apostasy, as one who is about to destroy and lead away many, "so that," he says, "if possible even the elect be caused to stumble," and he calls him "the man of sin"; for he says he will work countless things, and will prepare others to work terrible things. And he calls him "the son of perdition," because he himself is also perishing, and destroys others. And who is this? Is it Satan? By no means.

tlg4102.tlg043:36
Source · Greek

ἀλλὰ ἄνθρωπός τις, πᾶσαν αὐτοῦ δεχόμενος τὴν ἐνέργειαν. ὁ ἄνθρωπος γάρ ἐστι, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἣ σέβασμα. οὐ γὰρ εἰς εἰδωλολατρίαν ἄξει ἐκεῖνος, ἀλλ’ ἀντίθεος τις ἔσται, καὶ πάντας καταλύσει τοὺς θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσλύμοις, ἀλλὰ τὸν καθ’ ἑκάστην ἐκκλησίαν, ἀποδεικνύντα, φησὶν, ἑαυτόν. οὐκ εἶπε λέγοντα, ἀλλὰ πειρώμενον ἀποδεικνύναι· καὶ γὰρ ἔργα

μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστὰ τοῖς ἐξ αὐτῶν πλανωμένοις. Καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη· ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστὲ, τεκνία, καὶ νενικήκατε αὐτούς. Προώδευσεν γὰρ αὐτοῦ αἱ αἱρέσεις· προοδοποιοῦσι καὶ οἱ Μανιχαῖοι, οἱ νῦν ἀρτιφανεῖς Παυλικίανοι, θεὸν αὐτὸν εἶναι δια- γορευοντες. Ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν Ὁ Θεὸς δηλονότι καὶ Πατὴρ διὰ τοῦ Υἱοῦ καὶ τοῦ Παρα- κλήτου. Ἤ ὁ ἐν τῳ κόσμῳ. “ Ὁ ἐνεργῶν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ” λέγει δὲ τὸν Σατανᾶν. κόσμον γὰρ ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους φησίν. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει· ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμέν· ὁ γινώσκων τὸν Θεὸν, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γιώσκομεν τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ τὸ πνεῦμα τῆς πλάνης. “ Αὐτοὶ” τίνες ἣ οἱ αἱρεσιῶται καὶ οἱ Μανιχαῖοι; διὰ τοῦτο βλασφημοῦσι, φησὶν, ἐκ τῆς πονηρᾶς αὐτῶν γνώμης πονηρὰ προχεόμενοι ῥήματα. ΚΕΦ. Ε. Περὶ φιλαδελφίας εἰς θεοσέβειαν. Ἀγαπητοὶ, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστὶ, καὶ πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν Θεόν.

English

But a certain man, receiving all his working. For the man is, and being exalted above every so-called god or object of worship. For he will not lead into idolatry, but will be a rival to God, and will destroy all the gods, and will command worship of himself instead of God—not the one in Jerusalem, but the one in each church, showing, he says, himself. He did not say "speaking," but "attempting to show"; for he will perform great works, and will display wondrous signs to those deceived by them. And now he is already in the world: you are of God, little children, and have overcome them. For his heresies have gone before him; the Manichaeans also prepare the way, the newly appearing Paulicians, declaring him to be God. Because greater is the one in you—God, clearly, and the Father through the Son and the Paraclete. Or the one in the world. "The one working in the sons of disobedience"; he means Satan. For here he calls the wicked "the world." They are of the world; therefore they speak of the world, and the world hears them: we are of God; the one who knows God hears us; whoever is not of God does not hear us. From this we know the Spirit of truth, and the spirit of error. "They"—who are they but the heretics and the Manichaeans? Therefore they blaspheme, he says, pouring out evil words from their evil mind. CHAPTER 5. Concerning love of the brethren for piety. Beloved, let us love one another; because love is of God, and everyone who loves has been born of God, and knows God.

tlg4102.tlg043:37
Source · Greek

Ὠσπερ ἔγκλημα καὶ ψόγον φέρει τῷ μὴ αἱρουμένῳ τὸ αἱρετὸν, καὶ μὴ φιλοῦντι τὸ φιλητὸν, οὕτως ἔπαινον περιποιεῖ [ὁ] τοῖς ἀγαπῶσι τοὺς ἀξίους τὸ ἀγαπᾶσθαι τοῦ εἶναι ἀγαπητούς πότε δὲ τοῦτο ὑπαχθῆναι δυνατόν ; ἢ ὅτε αἴρει ὁ Σωτῆρ’ τὴν ἁμαρτίαν τοῦ κόσμου, ἵνα ἀναδειχθῇ ὁ ἄνθρωπος, οἷος ὑπὸ Θεοῦ γέγονε, καθ’

ὁμοίωσιν καὶ εἰκόνα ἀποδειχθεὶς τοῦ πεποιηκότος; οὕτω γὰρ καὶ φανερωθεὶς ὁ ἄνθρωπος, εὐθὺς ὣν ἀγαπητὸς καὶ ἄξιος τοῦ ἀγαπᾶσθαι τυγχάνει. ἐπεὶ τοίνυν ὁ ἀποσταλεὶς Σωτῆρ’ τῷ κόσμῳ ἀγάπῃ τῇ πρὸς τὰ ἑαυτοῦ ποιήματα τοῦ Πατρὸς, ἐπὶ ἀναδείξει τοῦ κάλλους τῶν κατ’ εἰκόνα Θεοῦ γεγονότων, οἱ ταύτης τῆς δωρεᾶς τυχόντες ἀγαπητοὶ ὑπάρχουσιν, ὅθεν ἀλλήλους ἀγαπῶσιν· ἔχει γὰρ ἕκαστος καὶ τὸ ἀγαπητὸς καὶ τὸ ἀγαπητικὸς εἶναι, ἐντολὴν ἔχων τοῦ ἀγαπᾷν τὸν πλησίον. Ὁ μὴ ἀγαπῶν, οὐκ ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί. καὶ ὅτι ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν Υἱὸν αὐτοῦ μονογενῆ ἀπέσταλκεν εἰς τὸν κόσμον, ἵνα ζήσωμεν δι’ αὐτοῦ. ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεὸν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Τοῦ Χρυσοστόμου. Ἀγάπην ποίαν φησι ; τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημάτων· ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ γνώμης, καὶ τοῦ συναλγεῖν ἐκ καθαρᾶς καρδίας. ἔστι γὰρ ἀγάπη καὶ ἡ τῶν πονηρῶν· οἷον λῃσταὶ λῃστὰς φιλοῦσι, καὶ ἀνδροφόνοι ἀνδροφόνους. ἀλλ’ οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ’ ἀπὸ κακῆς. Ἀγαπητοὶ, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. Θεὸν οὐδεὶς πώποτε τεθέαται·

English

Just as a charge and reproach is brought against one who does not choose what is worthy of choice and does not love what is worthy of love, so praise is procured for those who love those worthy of being loved, [rather] than for being lovable themselves. But when is it possible for this to be brought about? Or when does the Savior take away the sin of the world, so that man may be shown forth as he was made by God, having been demonstrated according to the likeness and image of the one who made him? For in this way, when man is made manifest, he immediately obtains being lovable and worthy of being loved. Since, therefore, the Savior who was sent to the world by the Father's love for his own works, for the showing forth of the beauty of those who have been made according to the image of God—those who have obtained this gift are lovable, whence they love one another; for each one has both to be lovable and to be loving, having the commandment to love his neighbor. He who does not love has not known God, because God is love. And that in this the love of God was manifested in us, that he has sent his only-begotten Son into the world, so that we might live through him. In this is love, not that we loved God, but that he loved us and sent his Son as a propitiation for our sins. Of Chrysostom. What sort of love does he mean? The sincere love, not that which extends only to words, but that which comes from disposition and mind, and from suffering together out of a pure heart. For there is also the love of the wicked; for example, robbers love robbers, and murderers love murderers. But this is not from a good conscience, but from a bad one. Beloved, if God so loved us, we also ought to love one another. No one has ever seen God.

tlg4102.tlg043:38
Source · Greek

ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Τοῦτο ἡμῖν, φησι, κατορθώσει ἡ ἀγάπη· τὸ ἔνοικον ἡμῖν γενέσθαι Θεὸν, ὃν οὐδεὶς πώποτε τεθέαται. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν αὐτοῦ Σωτῆρα τοῦ κόσμου. ὃς ἐὰν ὁμολογήση ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς

ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ. ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῆ ἡμέρᾳ τῆς κρίσεως. Ὅρα πῶς ἄνω καὶ κάτω τὴν αἵρεσιν ἐκείνην ἀναιρεῖ τὴν πονηρὰν, τὴν λέγουσαν, ἄνθρωπον εἶναι ψιλὸν τὸν Ἰησοῦν Μάριας Υἱὸν, καὶ μὴ αὐτὸν ὁμολογοῦντας εἶναι τὸν Πατρὸς μονογενῆ Λόγον, ἐνανθρωπήσαντα διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν. Ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ. Καὶ πῶς ἐκεῖνος ἦν, ἣ ὡς αὐτὸς εἴρηκεν· “ ἔρχεται ὁ ἄρχων “ τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. ” οὕτω καὶ ἡμεῖς ὀφείλομεν εἶναι, μηδὲν εὑρισκόμενοι πρὸς τὸν κόσμον ἔχοντες. Τί οὖν ποιήσωμεν τοῖς προφήταις λέγουσιν ” ὅτι εἶδον τὸν “ Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου ” ὁ δὲ Δανιὴλ πάλιν· “ ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε.’’ καὶ ὁ Μιχαίας· “ εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἱσραὴλ καθη- “ μένον ἐπὶ θρόνου αὐτοῦ.

English

If we love one another, God remains in us, and his love is perfected in us. By this we know that we remain in him, and he in us, because he has given us of his Spirit. Love, he says, will accomplish this for us: that God, whom no one has ever seen, should come to dwell in us. And we have seen and testify that the Father has sent his Son as Savior of the world. Whoever confesses that Jesus is the Son of God, God remains in him, and he in God. And we

have come to know and have believed the love that God has in us. God is love, and the one who remains in love remains in God, and God in him. In this love has been perfected with us, so that we may have boldness in the day of judgment. See how, up and down, he destroys that evil heresy which says that Jesus, the son of Mary, is a mere man, and does not confess that he himself is the Father's only-begotten Word, who became man for the salvation of human beings. Because just as that one is, so also are we in this world. And how was that one? As he himself said: "The ruler of this world is coming, and he will find nothing in me." So also we ought to be, found having nothing in relation to the world. What then shall we say to the prophets who say, "I saw the Lord sitting on a throne, high and lifted up," and Daniel again: "until thrones were set, and the Ancient of Days sat down," and Micah: "I saw the Lord, the God of Israel, sitting on his throne."

tlg4102.tlg043:39
Source · Greek

καὶ πολλὰς τοιαύτας ἐπισυναγαγεῖν ἐστὶ μαρτυρίας· πῶς οὖν, “ Θεὸν οὐδεὶς ἑώρακε πώποτε,” φησίν ; ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν καὶ τὴν τετρανωμένην γνῶσιν λέγει. ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν, καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς οἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόροις ἕκαστον ὁρᾶν. ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος. οὗτοι δὲ πάντες σχήματα ἔβλεπον διάφορα. τοῦτο γοῦν αὐτὸ δι’ ἑτέρου προφήτου ἐμφαίνων πάλιν, καὶ πείθων αὐτοὺς, ὡς οὐκ ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν· “ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ “ ἐν χερσὶ προφητῶν ὡμοιώθην. οὐκ αὐτὴν τὴν οὐσίαν ἔδειξα τὴν ἐμὴν, ἀλλὰ συγκατέβην, φησὶ, πρὸς τὴν τῶν ὁρώντων ἀσθένειαν. ὁ μέντοι Ἰωάννης, φησὶν, “ ὅτι Θεὸν οὐδεὶς ἑώρακε πάποτε·” τοῦτο γὰρ δῆλον ἢν, ἀλλὰ καὶ περὶ τῶν ἄνω δυνάμεων, “ ὁ μονογενὴς “ Υἱὸς, ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο,’’ ἀξιόπιστον εἰσάγει τοῦ δόγματος μάρτυρα καὶ διδάσκαλον. Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπη, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει· ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῆ ἀγάπῃ. Ὁ τὸν Θεὸν δεξάμενος, φησὶν, ὅς ἐστιν ἀγάπη, οὐ δέδοικέ τινα. τί δὲ καὶ φοβηθείη ὁ λαβὼν “ ἐξουσίαν περιπατεῖν ἐπάνω “ ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ;” Ἐρώτησισ μαξίμου. Εἰ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, πῶς οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν ; ἐὰν οὐκ ἔστιν ὑστέρημα, δῆλον ὅτι τετελείωται· πῶς οὖν “ ὁ φο- “ βούμενος οὐ τετελείωται;” Ἀπόκρισισ.

English

And to gather many such testimonies is possible. How then does he say, "No one has ever seen God"? So that you may learn that he speaks of the exact comprehension of him and the clear knowledge. For that all those things were condescension, and that no one of those knew the pure essence, is clear from the fact that each saw him in different forms. For God is simple and incomposite and without shape. But all these saw different shapes. Making this very thing clear again through another prophet, and persuading them that they did not see the exact essence, he said: "I multiplied visions, and I was likened in the hands of the prophets. I did not show my essence itself," he says, "but I condescended to the weakness of those who saw." Yet John says, "No one has ever seen God"; for this was clear, but also concerning the powers above, "The only-begotten Son, who is in the bosom of the Father, he has declared him," bringing in a trustworthy witness and teacher of the doctrine. Fear is not in love, but perfect love casts out fear, because fear has punishment; and the one who fears has not been perfected in love. The one who has received God, he says, who is love, has feared no one. And why should he fear who has received "authority to walk upon serpents and scorpions, and upon all the power of the enemy"? Question of Maximus. If the one who fears has not been perfected in love, how is there not a deficiency in those who fear him? If there is no deficiency, it is clear that he has been perfected; how then "the one who fears has not been perfected"? Answer.

tlg4102.tlg043:40
Source · Greek

Ἡ καλὴ τῶν θείων γραφῶν εὐταξία, κατὰ τὸν σωστικὸν τοῦ Πνεύματος θεσμὸν, τὸν ἀπὸ τῆς ἐκτὸς κατὰ τὰ πάθη πληθύος ἐπὶ τὴν θείαν ἑνότητα κινουμένων 1 τοὺς βαθμοὺς διορίζουσα, τοὺς μὲν εἰσαγομένους, καὶ ἐπὶ τὰ πρόπυλά που τυγχάνοντας τῆς θείας αὐλῆς τῶν ἀρετῶν, φοβουμένους ἐκάλεσε· τοὺς δὲ κτησαμένους σύμμετρον ἕξιν τῶν κατὰ τὴν ἀρετὴν λόγων τὲ καὶ τρόπων, οἶδεν ὀνομάζειν προκόπτοντας· τοὺς δὲ κατ’ γνωστικοὺς ἤδη γεγενημένους τῆς τῶν ἀρετῶν ἐκφαντικῆς ἀληθείας, κορυφὴν προαγορεύει τελείους. οὔτε οὖν ὁ φοβούμενος τὸν Κύριον, ἀπεστραμμένος δι’ ὅλου τὴν κατὰ τὴν φθορὰν τῶν παθῶν ἀρχαίαν ἀναστροφὴν, καὶ πᾶσαν αὐτοῦ τὴν διάθεσιν διὰ τὸν φόβον ἐκδεδωκὼς τοῖς θείοις πράγμασιν ὑστερεῖ τινὸς καλοῦ τῶν εἰσαγομένοις πρεπόντων· κἂν οὔπω τὴν ἐν ἀρεταῖς ἕξιν ἐκτήσατο, καὶ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας γέγονε μέτοχος. οὔτε μὴν ὁ προκόπτων τῶν ἐπιβεβλημένων αὐτοῦ τῷ βαθμῷ καλῶν τινὸς ὑστερεῖ, κἂν τὴν αὐτὴν οὕτω τοῖς τελείοις ὑπερέχουσαν τῶν θείων ἐκτήσατο γνῶσιν. καὶ πάλιν οἱ μὲν τὴν πρακτικὴν ἀνδρικῶς μετιόντες φιλοσοφίαν, φόβου καὶ μνήμης τῶν μελλόντων θείων δικαστηρίων οὔπω τὴν ψυχὴν ἀπολύσαντες, νοείσθωσαν ἡμῖν οἱ φοβούμενοι. μηδενὸς μὲν, κατὰ τὸν μακάριον Δαβὶδ, διυστεροῦντες καθάπαξ τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων κατὰ τῆς ἀντικειμένης δυνάμεως, ὅμως δ’ οὖν ἔτι λειπόμενοι τῆς κατὰ τῶν τελείων ἀκραιφνοῦς τῶν μυστικῶν θεαμάτων διαδόσεως· οἱ δὲ τῆς θεωρητικῆς ἐξιωθέντας θεολογίας, καὶ πάσης φαντασίας ὑλικῆς τὸν

English

The good order of the divine Scriptures, according to the saving ordinance of the Spirit, distinguishing the degrees of those who are moved from the outward multitude of the passions toward the divine unity, called those who are being introduced and are somewhere at the forecourts of the divine court of the virtues, those who fear; but those who have acquired a moderate habit of the words and manners pertaining to virtue, it knows how to name those who are advancing; and those who have already become gnostic of the truth that reveals the virtues, it proclaims as the summit, the perfect. Therefore neither the one who fears the Lord, having wholly turned away from the old manner of life according to the corruption of the passions, and having given over his whole disposition to divine things through fear, falls short of any good thing befitting those who are being introduced, even if he has not yet acquired the habit in virtues, and has become a partaker of the wisdom spoken among the perfect. Nor indeed does the one who is advancing fall short of any of the good things that belong to his degree, even if he has not thus acquired the same knowledge of divine things that surpasses in the perfect. And again, let those who manfully pursue the practical philosophy, not yet having released the soul from fear and the remembrance of the future divine judgments, be understood by us as those who fear—falling short, according to the blessed David, in no respect at all of those who contend for the truth against the opposing power, yet still lacking the pure transmission of the mystical visions that belongs to the perfect; but those who have been deemed worthy of the contemplative theology, and who [have purified] the soul from every material fantasy

tlg4102.tlg043:41
Source · Greek

νοῦν καθαρὸν καταστήσαντες, καὶ εἰκόνα τῆς θείας ὡραιότητος ὅλην ἀνελλιπῶς φέρουσαν τὴν μίμησιν, ἔστωσαν ἡμῖν οἱ ἀγαπῶντες. οὐκ ἔστιν οὖν ὑστέρημα τοῖς φοβουμένοις, κατὰ τὸν μακάριον Δαβὶδ, ὡς φοβουμένοις· κἂν οὐκ ἔχῃ τὸ πλῆρες καὶ τέλειον τῆς ἀμέσου πρὸς τὸν λόγον ἑνῶσαν κατὰ τὸ ἴσον τοῖς ἀγαπῶσι τὸν Κύριον ὁ φοβούμενος. ἕκαστος γὰρ ἐν τῷ ἰδίῳ τάγματι καὶ τὴν ἠφορισμένην αὐτῷ μονὴν ἔχει τὸ τέλειον· κἂν ἄλλος ἄλλου κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς πνευματικῆς ἡλικίας ἐστὶν ὑψηλότερος· ἐπειδὴ διττός ἐστιν ὁ φόβος, κατὰ τὸ “ φοβήθητε δὲ μᾶλλον τὸν “ δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννῃ,” καὶ κατὰ τὸ, “ ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος·’’ καὶ “ μέγας “ καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περὶ κύκλῳ αὐτοῦ. ζητητέον, πῶς ἔξω βάλλει τὸν φόβον ἡ ἀγάπη, εἴπερ εἰς αἰῶνα αἰῶνος διαμένει ; πῶς δὲ φοβερός ἐστι διαμένων ὁ Θεὸς εἰς τοὺς ἀπείρους αἰῶνας ἐπὶ πάντας τοὺς περὶ κύκλῳ αὐτοῦ ; ἣ μᾶλλον ἐπειδὴ, καθὼς εἶπον, διττός ἐστιν ὁ φόβος· ὁ μὲν ἁγνὸς, ὁ δὲ οὐχ ἁγνὸς, οἷον ὁ μὲν ἐπὶ πλημμελήμασι κατ’ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος, αἰτίαν ἔχων τῆς οἰκείας γεννήσεως τὴν ἁμαρτίαν, ὡς οὐχ ἁγνὸς, οὐκ ἔσται διὰ παντὸς τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος. ὁ δὲ ἁγνὸς φόβος, ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι μνήμης ἀεὶ συνεστὼς, οὐκ ἀπογενήσεταί ποτε· διότι περιουσιωδῶς ἐμπέφυκέ πὼς τῷ φόβῳ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον πᾶσαν αὐτοῦ τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς.

English

Having established a pure mind and bearing the imitation of the divine beauty wholly and without defect, let those who love be for us. There is, then, no deficiency for those who fear, according to the blessed David, as for those who fear; even if the one who fears does not have the fullness and perfection of the immediate union with the Word equally with those who love the Lord. For each one in his own rank also has the perfection of the abode appointed to him; even if one is higher than another in quality or quantity of spiritual age; since fear is twofold, according to "But rather fear the one who is able to destroy both body and soul in Gehenna," and according to "The fear of the Lord is pure, enduring forever and ever," and "He is great and fearful over all those around him." One must inquire how love casts out fear, if indeed it endures forever and ever; and how God, enduring through the boundless ages, is fearful to all those around him. Or rather, since, as I said, fear is twofold: the one pure, the other not pure—for instance, the fear that arises from transgressions in expectation of punishment, having sin as the cause of its own birth, as not being pure, will not exist forever, being destroyed together with sin through repentance. But the pure fear, which exists always without the remembrance of transgressions, will never cease to be; because it has somehow been implanted by a superessential manner in fear toward creation, making manifest all its natural reverence of the pre-eminence above every kingdom and power.

tlg4102.tlg043:42
Source · Greek

ὁ τοίνυν μὴ φοβούμενος τὸν Θεὸν ὡς κριτὴν, ἀλλ’ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως ὑπεροχὴν, οὐκ ἔχει δικαίως ὑστέρημα, τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ, μετ’ αἰδοῦς καὶ πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν Θεόν. καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος· καὶ οὕτως οὐκ ἔστιν αὐτῶ ὑστέρημα τὸ παράπαν οὐδέν. συνᾴδουσιν οὖν ἀλλήλοις ὁ τε προφήτης καὶ ὁ Εὐαγγελιστής· ὁ μὲν λέγων, μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν Κύριον φοβουμένοις ὑστέρημα· ὁ δὲ, τὸν φοβούμενον ὡς κριτὴν, διὰ τὴν ῥερυπωμένην συνείδησιν, μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ· κατὰ ταύτην τὴν ἐκδοχὴν τυχὸν, καὶ “ ἐπὶ πάντας “ τοὺς περὶ κύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ Θεός·’’ ὡς ἐγκεκραμένην

φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτὸν, καὶ περὶ αὐτῶν γενησομένην ἀγάπην. φόβου γὰρ καθ’ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη, εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν, μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παρρησίας. τί δὲ βούλεται τὸ περὶ κύκλῳ αὐτοῦ λεγόμενον, εἰ δοκεῖ, κατανοήσωμεν. ὁ γὰρ κυκλούμενος καὶ ἐμπρὸς καὶ ὀπίσω καὶ ἐκδεξιῶν καὶ ἐξαριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. ἐπειδὴ τοίνυν καὶ ὁ Κύριος ἔχει τοὺς περικυκλοῦντας, νοήσωμεν τοὺς μὲν ὀπίσω, τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν ἀμέμπτως ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευθέντας· τοὺς ἐξαριστερῶν δὲ, τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσαντας· φησὶ γὰρ περὶ τῆς σοφίας ἡ τῶν Παροιμιῶν βίβλος. “ ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα.

English

The one, therefore, who does not fear God as a judge, but reverences him because of the surpassing excellence of his boundless power, does not rightly have any deficiency, being perfect in love, loving God with reverence and fitting awe. And this is the one who has acquired the fear that abides forever and ever; and thus there is no deficiency in him at all. Therefore the prophet and the Evangelist are in agreement with each other: the one saying that those who fear the Lord with the pure fear have no deficiency; the other saying that the one who fears him as a judge, because of a defiled conscience, is not perfect in love. According to this interpretation, perhaps, "God is terrible upon all those round about him" also, as making the love of those who love him to be mingled with fear, and the love that will be concerning them. For love, when separated by itself from fear, is naturally inclined for the most part to fall into contempt, unless the boldness that is naturally begotten from it is, as it were, steadied by fear. But what the saying "round about him" means, let us consider, if it seems good. For the one who is encircled has those who surround him both in front and behind and on the right and on the left. Since, therefore, the Lord also has those who surround him, let us understand those behind as those who through the commandments have walked blamelessly behind the Lord God according to practical virtue; and those on the left as those who have accomplished natural contemplation in the Spirit together with the pious apprehension of judgments. For the book of Proverbs speaks concerning wisdom: "But in her left hand are riches and glory."

tlg4102.tlg043:43
Source · Greek

τοὺς ἐκδεξιῶν δὲ, τοὺς καθαρὰν αἰσθητῆς φαντασίας τὴν ἄυλον δεξαμένους νῶσιν τῶν νοητῶν, “ ἐν γὰρ τῇ δεξιᾷ αὐτῆς,” φησιν, “ ἔτη ζωῆς. τοὺς δὲ ἐμπρὸς, τοὺς δι’ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοῦν ἐφέσεως ζέσιν, ἀξιωθέντας τῆς “ πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως· εἰ δὲ καὶ ἄλλος ἐστι περὶ τούτου λόγος μείζων καὶ ὑψηλότερος, ὑμῖν καὶ τοῖς κἀς ἡμᾶς θείοις ἀνδράσιν ἔστι ληπτός. Ἡμεῖς ἀγαπῶμεν αὐτὸν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. Οὕτως ἀγαπᾶ, ὡς καὶ τὰς τρίχας ἠριθμηκέναι τῆς κεφαλῆς, καθὼς ἐν Εὐαγγελίοις φησίν· οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ’ ἵνα τὴν ἀκριβῆ γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν τὴν περὶ ἡμᾶς ἐνδείξηται. Ἐάν τις εἴπῃ, Ὅτι ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἐδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεὸν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾷν ; καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Ὁ γνησίως ἀγαπῶν τὸν Θεὸν, οὐ διὰ τὴν ἀπειλὴν τῶν κολάσεων

English

Those on the right are those who have received the immaterial understanding of things intelligible, pure from sensory imagination; for "in her right hand," it says, "are years of life." Those in front are those who, through an excessive erotic fervor of the mind's desire for the divine beauty, have been deemed worthy of the enjoyment of "face to face." But if there is also another, greater and more lofty account concerning this, it can be grasped by you and by the divine men among us. We love him, because he first loved us. He loves us so much that he has even numbered the hairs of the head, as he says in the Gospels; not that God counts the hairs, but that he may show the exact knowledge and the great providence concerning us. If anyone says, "I love God," and hates his brother, he is a liar; for he who does not love his brother, whom he has seen, how can he love God, whom he has not seen? And this commandment we have from him, that the one who loves God should also love his brother. The one who genuinely loves God, not because of the threat of punishments

tlg4102.tlg043:44
Source · Greek

ποιεῖ τὰ Θεῷ ἀρεστὰ, ἀλλὰ τῷ τῆς ἀρετῆς φίλτρῳ καὶ τῇ ἀγάπῃ τῇ πρὸς τὸν Θεόν· οὐ μὴν ὁ διὰ τὸν γνήσιον φόβον ἑαυτὸν ἀσφαλιζόμενος, λιζόμενος, ὅς ἐστιν ἔρως τοῦ καλοῦ, ἢ πάλιν φόβῳ, τῷ μὴ ἐμπεσεῖν εἰς κόλασιν, ποιῶν τις τὴν ἐντολήν· διὸ περὶ αὐτοῦ ἐπάγων φησὶν, “ ὅτι ὁ φόβος κόλασιν ἔχει.” Ὁ ἀγαπῶν τὸν Θεὸν τὰς ἐντολὰς αὐτοῦ τηρεῖ. τὸ ἀγαπᾷν τὸν ἀδελφὸν αὐτοῦ θείων ἐντολῶν ἐστὶ πλήρωσις· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐφύλαξεν ἐντολὴν, μὴ φυλάττων δὲ, οὐκ ἀγαπᾷ τὸν Θεόν· ψεύστης οὖν ὁ λέγων ἀγαπᾷν μὴ ἀγαπῶν. ΚΕφ. ς. Περὶ θεολογίας Υἱοῦ ἐν δόξῃ Πατρὸς, καὶ περὶ νίκης τῆς κατὰ τοῦ πονηροῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς ζωήν. Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται· καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Οἱ ἐκ Θεοῦ γεννώμενοι, ἐκ τοῦ κατορθοῦν κατ’ ἀρετὴν, τυγχάνουσιν οὗτοι καὶ τέκνα Θεοῦ καὶ φιλοῖ, καθάπερ καὶ Ἀβραάμ. Τοῦ τῆς ἀληθείας πάλιν ἅπτεται δόγματος, ἐκ βάθρων ἀναιρῶν τῶν αἱρετικῶν τὴν κακοπιστίαν. Ἤδει τοῦτο ὁ γεννώμενος ἐκ τοῦ Θεοῦ· πιστεύσας ὅτι Ἱησοῦς ἐστὶν ὁ Χριστὸς, ὑψηλὴν συγκατάθεσιν ἔχων περὶ τῆς τοῦ Χριστοῦ διαλήψεως, γεννᾶται. ἀλλ’ ἐκείνην τὴν πίστιν ᾗ κατ’ ἀρετὴν ἔργα συνέζευκται· ἣν καὶ ὁ Ἀβραὰμ ἔχων, λελόγισται δικαιοσύνην ἔχειν. κατὰ τοῦτο τὸ σημαινόμενον ἐκδεκτέον τὸ, “ ἄνδρα πιστὸν ἔργα εὑρεῖν·’’ σπάνιον γὰρ ὁ τοιοῦτος τὴν εὕρεσιν ἔχει·

English

He does what is pleasing to God, but by the love of virtue and the love toward God; not indeed he who secures himself through genuine fear, being flattered, which is the love of the good, or again by fear, that of not falling into punishment, doing someone the commandment; therefore concerning him, bringing it in, he says, "because fear has punishment." He who loves God keeps his commandments. To love his brother is the fulfillment of divine commandments; he who does not love his brother has not kept the commandment, and not keeping it, he does not love God; therefore he who says he loves but does not love is a liar. Chapter 6. Concerning the theology of the Son in the glory of the Father, and concerning victory over the evil one through faith in Jesus Christ unto life. Everyone who believes that Jesus is the Christ has been born of God; and everyone who loves the one who begot loves also the one begotten of him. In this we know that we love the children of God, when we love God and keep his commandments. Those born of God, by succeeding according to virtue, are both children of God and friends, just as also Abraham. Again he touches the doctrine of truth, destroying from the foundations the evil belief of the heretics. The one born of God knew this: having believed that Jesus is the Christ, holding a lofty assent concerning the understanding of Christ, he is born. But that faith to which works according to virtue are joined; which Abraham also having, was reckoned to have righteousness. According to this meaning, "to find a faithful man works" must be understood; for such a one has a rare finding.

tlg4102.tlg043:45
Source · Greek

πολλῶν ὄντων τῶν ἄνευ ἔργων σπουδαίων νεκρὰν πίστιν ἐχόντων· ἥτις οὐδὲ ὅλως πίστις ὑπάρχει. ὁ οὕτως πιστεύσας ὡς γεννηθῆναι ἐκ Θεοῦ, ἔχει ζωὴν αἰώνιον, ᾗ φησιν ὁ Σωτὴρ, “ ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον ἤδη γεννᾶται τις ἐκ Θεοῦ κατορθῶν τὰ εἰρημένα. ἀποδοχῆς ἄξιον ὄντα ἀγαπᾷν δεῖ καὶ πρὸ αὐτοῦ τὸν γεννήσαντα αὐτόν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. Τὴν ὑπόστασιν καὶ, ἵν οὕτω φράσω, ὕλην ἔχειν, ἧς δεῖ πρὸς τὸν Θεὸν ἀγάπης, τὴν τήρησιν τῶν θείων ἐντολῶν εἶναί φησι· ἀναφέρουσι πρὸς τὸν Θεὸν τὸν κατ’ αὐτὰς ἐνεργοῦντα· ὅθεν οὐ κατωφερεῖς οὐδὲ βαρεῖαι τυγχάνουσιν. εἰ δέ τις προσελθὼν αὐταῖς, μὴ ὃν δεῖ τρόπον, λέγει αὐτὰς βαρείας, τὴν ἑαυτοῦ ἀσθένειαν ᾐτιάσατο· φίλον γὰρ τοῖς ἄγαν ἀποβάλλουσιν ἰσχὺν βαρέα νομίζεσθαι, καὶ τὰ πάνυ ἐλαφρὰ καὶ κοῦφα· ὅθεν οὐκ ἔγραψεν, “ αἱ ἐντολαὶ αὐτοῦ ἐλαφραὶ, ἀλλὰ “ βαρεῖαι οὐκ εἰσὶ, μόνου καὶ παντὸς ἀντιλαμβανομένου τοῦ ἀνωφεροῦς αὐτῶν τοῦ δικαίως τὸ δίκαιον διώκοντος πεῖρα γνῶντος· “ ὅτι ὁ Χριστοῦ ζυγὸς ἐλαφρός “ ἐστι,” χρηστότητα πολλὴν ἔχων ὑπάρξαι τὸ οὕτως προκόψαι τῇ πίστει ἐνεργεῖ καὶ εἰς δικαιοσύνην λελογισμένῃ· ἣν καὶ δεικνὺς ὡς ὑφεστηκυῖαν καὶ μένουσαν εἶπεν· “ αὕτη γάρ ἐστιν ἡ νίκη ἡ “ νικήσασα τὸν κόσμον,” ἣν ἔχομεν πίστιν οἱ προσηκάμενοι τὸν Ἰησοῦν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. οὕτω διατεθεὶς ἐκ τοῦ Θεοῦ γεννᾶται, καὶ τούτου τυχὼν, καταφρονεῖ τῆς ἐνύλου ζωῆς καὶ τῶν τοῦ κόσμου ἡδέων· καὶ ταύτῃ νικᾷ τὸν κόσμον, μεταβὰς ἀπ’ αὐτοῦ εἰς ὑπερκόσμιον πολιτείαν.

English

Since there are many who are virtuous but without works, having a dead faith—which is not faith at all—the one who has believed in such a way as to be born of God has eternal life, as the Savior says: "The one who believes in me has eternal life; already he is born of God, accomplishing what has been said." Since he is worthy of acceptance, one must love him, and before him the one who begot him. For this is the love of God, that we keep his commandments; and his commandments are not burdensome. He says that the substance and, so to speak, the material of the love that one must have toward God is the keeping of the divine commandments; they lead up to God the one who acts according to them; whence they are neither downward-dragging nor burdensome. But if anyone approaches them in a way he should not, and calls them burdensome, he has blamed his own weakness; for it is natural for those who have altogether lost their strength to consider burdensome even things very light and easy; whence he did not write, "His commandments are light," but "they are not burdensome," since it is only and entirely the one who grasps their upward-leading power, who justly pursues the just, who knows this by experience: "For the yoke of Christ is light," having much goodness, so that to have advanced thus in faith works and is reckoned unto righteousness; which also, showing it to be substantial and abiding, he said: "For this is the victory that has conquered the world," the faith which we who have acknowledged that Jesus is the Son of God have. One so disposed is born of God, and having obtained this, he despises the life of matter and the pleasures of the world; and in this way he conquers the world, having passed from it to a citizenship above the world.

tlg4102.tlg043:46
Source · Greek

Τί γὰρ ἐλαφρότερον τοῦ ἀγάπην ἔχειν μετὰ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντος ἡμᾶς, καὶ μετὰ τῶν ἀδελφῶν ἡμῶν; “ ὁ γὰρ ζυγός “ μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι, φησιν ὁ Σωτήρ. Σκόπει πὼς κοῦφα ἐπιτάττει· οὐκ εἶπεν, “ ἐν φυλακῇ ἤμην καὶ ἀπηλλάξατέ με. “ ἄρρωστος ἤμην, καὶ ἀνεστήσατέ με, ἀλλ’ “ ἐπεσκέψασθέ με, καὶ ἤλθετε πρός με.” καὶ οὐδὲ ἐν τῷ πεινᾷν ἐπαχθὲς τὸ κελευόμενον, οὐ γὰρ πολυτελῆ ζητείων τράπεζαν, ἀλλὰ τὴν χρείαν μόνην καὶ τὴν ἀναγκαίαν τροφὴν τὸν ἄρτον. Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον. Τὸ γεγεννημένον. αὐτὸς ἐφεξῆς ἐδήλωσε τὸ ῥῆμα τῆς πίστεως ἡμῶν λέγων, τὸ νικῆσαν τὸν κόσμον, τουτέστι πονηρίαν πᾶσαν καὶ ἀσέβειαν· ἡ γὰρ πίστις ἡμῶν πᾶσαν ἀγνωσίαν ἀπήλασε, καὶ

πάντα σκότον ἐξήλασε· καὶ ποῖα ἡ πίστις, ἣ ὅτι “Ἰησοῦς ἐστιν ὁ “ Υἱὸς τοῦ Θεοῦ;” καὶ οὐ παύεται κηρύττων τὴν ἀλήθειαν πρὸς ἐντροπὴν τῶν αἱρετικῶν· ἵνα κἀν ὀψέ ποτε παύσωνται, πολλάκις πέρι τούτων ἀκούσαντες. Καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Κυρίλλου. Καὶ οὔτε Ἕλλην οὔτε Ἰουδαῖος οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ νικητήρια τῆς καθ’ ἡμᾶς πίστεως ἀπενεγκαμένης. Οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος καὶ Πνεύματος Χριστὸς Ἰησοῦς. Τοῦ ἀίξαντος ἐκ τῆς πλευρᾶς αὐτοῦ, καὶ τοῦ αἵματος τοῦ καθαράντος τὴν ἁμαρτίαν καὶ ἁγιάσαντος τὸν λαόν. διὰ τοῦτο γάρ φησι, “ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν “ λαὸν, ἔξω τῆς πύλης ἔπαθε.

English

For what is lighter than to have love with God who loved us, and with our brothers? "For my yoke is kind and my burden is light," says the Savior. Observe how lightly he commands: he did not say, "I was in prison and you released me," "I was sick and you raised me up," but "you visited me and came to me." And not even in hunger is what is commanded burdensome, for he does not seek a costly table, but only the need and the necessary nourishment, bread. Because everything that has been begotten of God conquers the world. What has been begotten—he himself made clear in sequence the word of our faith, saying, that which has conquered the world, that is, all wickedness and impiety; for our faith has driven out all ignorance and has cast out all darkness; and what is the faith, except that "Jesus is the Son of God"? And he does not cease proclaiming the truth to the shame of the heretics, so that even at last they may cease, having often heard about these things. And this is the victory that has conquered the world, our faith. And who is the one who conquers the world, except the one who believes that Jesus is the Son of God? Of Cyril. And neither Greek nor Jew nor heretic can stand against it, since once by its works our faith has carried off the trophies of victory. This is the one who came through water and blood and the Spirit, Christ Jesus. Of the one who gushed from his side, and of the blood that cleansed sin and sanctified the people. For this reason he says, "and Jesus, so that he might sanctify the people through his own blood, suffered outside the gate."

tlg4102.tlg043:47
Source · Greek

καὶ “ Πνεύματος δὲ προσέθηκεν, ἵνα μάθωμεν, ὡς ὁ ἀνελθὼν εἰς τὸν σταυρὸν, Θεός τε ἦν ὁμοῦ καὶ ἄνθρωπος . Οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ’ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι. Τουτέστιν οὐκ ἄνθρωπος ἦν μόνον ὁ ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, ἀλλ’ ὁ Λόγος τοῦ Θεοῦ σεσαρκωμένος· ᾧ καὶ ἐμαρτύρησεν Πατὴρ, “ οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ σταυροῦ ὅτε ἐνόμισαν καὶ βροντὴν εἶναι,] ὅτε καὶ τὸ αἷμα αὐτοῦ ἔσταξεν ἐπὶ τὴν γῆν. Καὶ τὸ Πνεῦμα ἐστὶ τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμα ἐστὶν ἡ ἀλήθεια. ὅτι τρεῖς εἰσὶν οἱ μαρτυροῦντες, τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς εἰς τὸ ἓν εἰσίν. εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν. Ἡ φωνὴ τοῦ Πατρὸς ἡ ἐλθοῦσα ἐπ’ αὐτόν. “ Πνεῦμα γάρ φησιν ὁ Θεὸς, διὸ καὶ παρακατιὼν λέγει, ὡς τοῦ Θεοῦ ἡ μαρτυρία ἀληθής· ἐπὶ τοῦ μαρτυρήσαντος τῷ Υἱῷ δηλονότι. Ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ἢν μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ, ψεύστην πεποίηκεν αὐτὸν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν, ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ. Μετὰ τῆς μαρτυρίας ἐκείνης καὶ ἄλλην μαρτυρίαν ἡμῖν δέδωκε, ζωὴν αἰώνιον διδοὺς τοῖς πιστεύουσιν εἰς τὸν Υἱὸν αὐτοῦ. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεὸς, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστίν. ὁ ἔχων τὸν Υἳὸν, ἔχει τὴν ζωήν ὁ μὴ ἔχων τὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει.

English

And he added “of the Spirit,” so that we might learn that he who went up onto the cross was at once God and man. Not in the water only, but in the water and in the blood. That is, it was not a mere man who came to the Jordan, but the Word of God made flesh; to whom the Father also bore witness, “This is my beloved Son.” Likewise also at the cross, when they thought it was even thunder, when also his blood dripped onto the ground. And the Spirit is the one bearing witness, because the Spirit is the truth. That there are three who bear witness: the Spirit, and the water, and the blood; and the three are one. If we receive the testimony of men, the testimony of God is greater. The voice of the Father which came upon him. For “Spirit,” says God, and therefore going on he says that the testimony of God is true: clearly concerning the one who bore witness to the Son. That this is the testimony of God, which he has borne concerning his Son. The one who believes in the Son of God has the testimony in himself; the one who does not believe God has made him a liar, because he has not believed in the testimony which God has borne concerning his Son. Along with that testimony he has given us another testimony as well, giving eternal life to those who believe in his Son. And this is the testimony, that God has given us eternal life, and this life is in his Son. The one who has the Son has the life; the one who does not have the Son of God does not have the life.

tlg4102.tlg043:48
Source · Greek

ταῦτα ἔγραψα ὑμῖν, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε, ὅτι ζωὴν ἔχετε αἰώνιον, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ. καὶ αὕτη ἐστὶν ἡ παρρησία, ἣν ἔχομεν πρὸς αὐτὸν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν· καὶ ἐὰν οἴδαμεν, ὅτι ἀκούει ἡμῶν, ὃ ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήσαμεν παρ’ αὐτοῦ. Τοῦτο συνᾴδει τῷ εἰρημένῳ ὑπὸ τοῦ Σωτῆρος. “ δοῦλος ὁ γνοὺς “ τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ ποιήσας ἄξια πληγῶν, δερή- “ σεται πολλάς.” τοῦτο παραπλήσιον καὶ ὁ Νόμος προστάσσει ἐπὶ δύο πορνευομένων, ὅτι ἡ μὲν τοῦ λαοῦ θάνατον ἔχει τὴν ζημίαν, ἐὰν δὲ ἱερέως θυγάτηρ τυγχάνῃ, οὐ ψιλὸν θάνατον, ἀλλὰ τὸν ἐπὶ πυρὶ ὑπομένει· καὶ ἡ αἰτία φανερά· ἡ μὲν γὰρ τοῦ λαοῦ, ἅπαξ τοῦ σαβάτου ἐρχομένη τοῦ νόμου κατήκουεν· ἡ δὲ ἀχώριστον εἶχε τὸν διδάσκαλον. διὸ καὶ χαλεπωτέραν τιμωρίαν ὑπομένει. εἰ δὲ δεῖ τ᾿ ἀληθὲς εἰπεῖν· πᾶν ἁμάρτημα ὡς πρὸς τὴν λογικὴν οὐσίαν παρόραμά ἐστι· τρόπον γάρ τινα παριδοῦσα, καὶ ἐπιλαθομένη ἑαυτῆς,ὑπενδοῦσα τὲ τοῦ πρὸς τὸ καλὸν τόνου,παρερρύη. ὅπως δὲ ἐὰν ἔχῃ εἰς κρίσιν ἄγεται ὑπὸ τοῦ Θεοῦ, κἂν ὡς ὁ Ἰωάννης εἶπε, τῶν ἁμαρτιῶν αἱ μὲν ὦσι πρὸς θάνατον, αἱ δὲ ὡς νόσοι ψυχῆς ὑπάρχουσιν, οἱ πείρᾳ τεχνικῇ μαθόντες πῶς ἐστὶν ἕκαστα κατορθοῦν

English

These things I wrote to you who believe in the name of the Son of God, so that you may know that you have eternal life, and so that you may believe in the name of the Son of God. And this is the confidence that we have toward him, that if we ask anything according to his will, he hears us; and if we know that he hears us in whatever we ask, we know that we have the requests that we have asked from him. This is in harmony with what was said by the Savior: "The servant who knew the will of his Lord and did things worthy of blows will be beaten with many blows." The Law also prescribes something similar in the case of two women committing fornication, that the one of the people has death as her penalty, but if she happens to be a priest's daughter, she undergoes not mere death but death by fire; and the reason is clear: the one of the people, coming once on the Sabbath, was subject to the Law, but the other had her teacher inseparably with her. Therefore she also undergoes a more severe punishment. And if one must speak the truth, every sin, in relation to the rational nature, is a transgression; for in a certain way, having looked past and forgotten itself, and having yielded and relaxed its tension toward the good, it slipped away. But however it may be, it is brought to judgment by God, even if, as John said, some sins are unto death, and others are like diseases of the soul, those who have learned by skilled experience how each of these things is to be set right

tlg4102.tlg043:49
Source · Greek

τῶν σπουδαζομένων καλῶν, εὐέλπιδες γίνονται πρὸς τὸ καὶ ἄλλοτε ταῦτα ἀνύσαι. ἐπεὶ οὖν καὶ οἱ ἱεροὶ Ἀπόστολοι καὶ ὁ μακάριος Ἰωάννης οὗτος αὐτοῖς ἔργοις ἔγνωσαν, ὡς πολλάκις αἰτησάμενοι Θεὸν, τὸ αὐτοῖς φίλον καὶ θελητὸν ἐσχήκασι, θαρροῦσιν ὅτι ἑκάστοτε οὕτως αἰτούμενοι, τεύξονται τῶν ποθουμένων, ἐπινεύοντος τοῦ Θεοῦ· ἐκ τούτων δειχθήσεται τὰ ζητούμενα ὑπό τινων πῶς ἀληθὲς εἴη “ ὁ αἰτῶν λαμβάνει· τῆς καθόλου προτάσεως, οὐ πάντας ἁπαξαπλῶς τοὺς καὶ τὰ αὐτὰ αἰτουμένους, ἀλλὰ τοὺς κατὰ τὸ θέλημα τοῦ Θεοῦ, περιεχούσης, ἐγγίνεται ἡ τοιαύτη παρρησία τῷ ἀκατάγνωστον βίον ἔχοντι. σπάνιος δὲ ὁ τοιοῦτος. τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ; ὀλίγοι γὰρ οἱ οὕτως ἐν ἀρετῇ ὄντες ὡς εἰπεῖν, “ ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσατω μου Κύριος διὰ τοῦτο εἰσήκουσέ μου, ἐπειδὴ ἀδικίαν οὐκ ἐθεώρουν. ἀπεσιώπησε δὲ αὐτὸ, φόβῳ τοῦ μὴ περὶ αὐτοῦ νομισθῆναι, κατὰ τὸν εἰπόντα, “ οὐδὲν ἐμαυτῷ σύνοιδα. ἀλλ’ οὐκ ἐν τούτῳ “ δεδικαίωμαι.’’ λήψῃ εἰς τὰ προκείμενα, καὶ τὸ, “ ἐὰν ἡ καρδία “ ἡμῶν μὴ γινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν.’’ ΚΕΦ. Z. Περὶ ἀντιλήψεως τοῦ ἁμαρτάνοντος ἀδελφοῦ διὰ προσευχῆς καὶ περὶ τοῦ μὴ ἁμαρτάνειν. Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωὴν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω, ἵνα τις ἐρωτήση· πᾶσα ἀδικία ἁμαρτία ἐστὶ, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. Ἢ τῆς κακοπιστίας ἣ τῆς εἰς τὸ Πνεῦμα βλασφημίας, ὑπὲρ ἧς οὐκ ἔστιν αἰτῆσαι·

English

Of the good things for which they strive, they become hopeful that they will accomplish these things at other times as well. Since, therefore, both the holy Apostles and this blessed John knew by actual deeds that, having often asked God, they obtained what was dear and desired by them, they are confident that each time they ask in this way, they will obtain what they long for, with God assenting. From these things it will be shown how what is sought by some is true: "He who asks receives"—the universal proposition encompassing not simply all who ask for the same things, but those who ask according to the will of God. Such boldness of speech comes to the one whose life is beyond reproach. But such a person is rare. For who will boast that he has a pure heart? For few are those who are so in virtue as to say, "If I had regarded iniquity in my heart, the Lord would not have heard me; therefore he heard me, because I did not regard iniquity." But he passed over this in silence, for fear of being thought to be speaking about himself, according to the one who said, "I am conscious of nothing against myself, but I am not thereby justified." You will take for the matters at hand also this: "If our heart does not condemn us, we have boldness toward God."

CHAPTER 7. Concerning the assistance of a brother who sins through prayer, and concerning not sinning. If anyone sees his brother sinning a sin not unto death, he shall ask, and he will give him life—to those who sin not unto death. There is a sin unto death; I do not say concerning that, that anyone should ask. All unrighteousness is sin, and there is sin not unto death. Or [this refers to] the sin of evil belief, or of blasphemy against the Spirit, for which it is not possible to ask.

tlg4102.tlg043:50
Source · Greek

ἐὰν γὰρ ἄνθρωπος, φησιν, εἰς ἄνθρωπον ἁμάρτῃ, καὶ δὴ προσεύχον περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν, τίς προσεύξεται περὶ αὐτοῦ; Ἀνάγκη πρὸς θάνατον ἁμαρτίαν ἐκείνην εἶναι, τὴν οὐκέτι δυνα-

μένην συγχωρεῖσθαι, οἷα ἦν ἡ τοῦ Ἰούδα, ἡ μετὰ πλείστας ἱεροσυλίας προδοσία Χριστοῦ. ὅταν γὰρ ἐπὶ τοῖς διὰ βίου πᾶσιν ἀδικήμασιν ἀμετανόητός τις ἁλοὺς, ἐπαυξήσῃ τὴν κακίαν, ἐν τέλει τὸ μέγιστον προσθείς· τότε καὶ πρὸς θάνατον ἡ ἁμαρτία, καὶ θανάτῳ καταλαμβάνεται, καθάπερ ἐκεῖνος. οὐδὲν δεῖ τούτου πρὸς τὰς ἀφέσεις, ἃς Χριστὸς δανείζεται τοῖς δυναμένοις μετανοεῖν, καὶ φέρειν καρποὺς ἀντὶ τῶν πονηρῶν ἀγαθούς· “ πᾶν μὲν γὰρ “ δένδρον, ” ὡς εἴρηκε, “μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς “ πῦρ βάλλεται,” ὃ δὲ δύναται καρπὸν καλὸν ἐνεγκεῖν, οὐκ ἐκκόπτει φιλανθρωπίᾳ Χριστός· καθάπερ ἐγνώκαμεν μυρίους μὲν ἀπενεχθέντας εἰς θυσίαν εἰδώλων, φόβῳ τῶν διωκόντων, αὖθις δὲ ἐπιστραφέντας καὶ μαρτυρήσαντας· ὣν καὶ τὰ σώματα τετίμηται παρὰ Χριστῷ· ὡς καὶ πρὸς τοῖς μνήμασιν αὐτῶν τοὺς δαίμονας βασανίζεσθαι· Θεοῦ σαφῶς δηλοῦντος, ὅτι καὶ δέχεται τοὺς ἐπιστρεφομένους καὶ τιμᾷ· πῶς οὐκ ἐναντίοι τῷ Θεῷ, οἱ τὴν ἐκ τῆς μετανοίας σωτηρίαν δευτέραν οὖσαν μετὰ τὴν τῶν καθαρῶν διαμεινάντων ἀπελπίζεσθαι νοοῦντες; ὑπηρέται σαφῶς διαβόλου, τοῦ καὶ διὰ τῆς ἀνελπιστίας, καθάπερ καὶ διὰ τῆς καταφρονήσεως, ἀπόλλυσθαι τοὺς ἀνθρώπους ἐσπουδακότος. Σχόλιον. “ Ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον. ἐν ἀγνοίᾳ πλανώμενον. * Περὶ ἀποχῆς δαιμονικοῦ σεβάσματος. Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, οὐχ ἁμαρτάνει·

English

For if a man, he says, sins against a man, then indeed one may pray for him; but if he sins against God, who will pray for him? That sin must be unto death, which can no longer be forgiven, such as was that of Judas, the betrayal of Christ after many sacrileges. For when someone, having been convicted unrepentant of all the injustices of his life, increases his wickedness, adding at the end the greatest crime, then the sin is also unto death, and he is overtaken by death, just as that man was. There is no need of this for the forgivenesses which Christ lends to those who are able to repent and to bear good fruits instead of evil ones; for every tree, as he has said, that does not produce good fruit is cut down and thrown into the fire, but one that is able to bear good fruit Christ does not cut down, in his love for humanity; just as we have known countless people who were led away to the sacrifice of idols through fear of the persecutors, and then turned back and bore witness; whose bodies also have been honored by Christ, so that even at their tombs the demons are tormented; God clearly showing that he both receives those who turn back and honors them. How are they not opposed to God, who think that the salvation that comes from repentance, being second after that of those who have remained pure, is to be despaired of? They are clearly servants of the devil, who is eager that men be destroyed through hopelessness, just as also through contempt. Scholion. "Sinning a sin not unto death." Being led astray in ignorance. Concerning abstaining from the demonic worship. We know that everyone who has been born of God does not sin.

tlg4102.tlg043:51
Source · Greek

ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ, τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. Εἰ γὰρ ἐκ τοῦ ποιεῖν δικαιοσύνην ἔχει τὸ ἐκ Θεοῦ εἶναι,, ὡς πολλάκις εἰρήκαμεν, ἅμα δὲ τὸ ἁμαρτάνειν καὶ ποιεῖν δικαιοσύνην ἀδύνατον, φανερὸν ἄρα ὅτι οὕτω διακείμενος καὶ ἐνεργῶν, δίκαιός ἐστι, καὶ οὐχ ἁμαρτάνει· εἶτα ἀσφαλιζόμενος, ὡς προαιρετικὸς καὶ οὐ φύσει υἱός ἐστι Θεοῦ ὁ ἄνθρωπος, ἁρμοδίως ἐπήγαγε τὸ “ ἀλλὰ τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.” εἰ γὰρ διὰ τοῦτο ο πόνηρος οὐχ ἅπτεται αὐτοῦ, ὅτι τηρεῖ ἑαυτὸν, οὐκ ἐκ κατασκευῆς, ἀλλ’ ἐκ προσοχῆς ἔχει τὸ μὴ ἁμαρτάνειν. τηρῶν

δέ τις ἑαυτὸν τὶ καὶ εὔχεται θεόθεν φυλαχθῆναι ; ἵνα ἄψαυστος πάντη μείνῃ ἄπο του πονήρου. Σευήρου. Ὁρᾷς ὅτι ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ διὰ τοῦτο οὐ δύναται ἁμαρτάνειν, οὐχ ὅτι τὴν φύσιν ἐστιν ἀπαθὴς, ἀλλ’ ὅτι τηρεῖ ἑαυτὸν, κατ’ ἐκεῖνό που τὸ εἰρημένον τῷ μακαρίῳ Παύλῳ, “ ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ· καὶ γὰρ ὡς ἀληθῶς ὁ φυλάττων ἑαυτὸν, καὶ τὰ τῷ Ἁγίῳ Πνεύματι δοκοῦντα πράττων, ἁμαρτάνειν οὐ δύναται. Οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμὲν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινόν. Διὰ πολλῶν μαθόντες τοὺς φαύλους ἀνθρώπους δηλουμένους τῇ κόσμου φωνῇ, οὐ δεισιδαιμονοῦμεν κατὰ τοὺς αἱρετικοὺς, μήπως ἡ τοῦ Θεοῦ κτίσις κόσμος οὖσα ἐν τῷ πονηρῷ ἵδρυται. ἡ “ κόσμος ” φωνὴ ἐπὶ τῶν ἀνθρώπων κεῖται, ὡς προεῖπον, καὶ ἐνταῦθα καὶ ἐν εὐαγγελίοις. γράφει γὰρ ὁ Ἰωάννης·

English

But the one born of God keeps himself, and the evil one does not touch him. For if he has being from God by doing righteousness, as we have often said, and at the same time it is impossible to sin and to do righteousness, it is evident, then, that one so disposed and so acting is righteous and does not sin. Then, securing this, that man is a son of God by choice and not by nature, he aptly added, "But he keeps himself, and the evil one does not touch him." For if the evil one does not touch him for this reason, that he keeps himself, he has not sinning from constitution but from attentiveness. And does one who keeps himself also pray to be guarded from God, so that he may remain wholly untouched by the evil one? Severus. You see that the one born of God cannot sin for this reason, not because he is by nature impassible, but because he keeps himself, according to that saying somewhere spoken by the blessed Paul, "Therefore let him who thinks he stands take heed lest he fall." For truly the one who guards himself and does the things that seem good to the Holy Spirit cannot sin. We know that we are of God, and the whole world lies in the evil one. And we know that the Son of God has come, and has given us understanding, that we may know the true one. Having learned through many passages that wicked men are signified by the word "world," we are not superstitious like the heretics, lest God's creation, being the world, be established in the evil one. The word "world" is applied to men, as I said before, both here and in the Gospels. For John writes:

tlg4102.tlg043:52
Source · Greek

“ μὴ θαυμάζητε, εἰ “ μισεῖ ὑμᾶς ὁ κόσμος” φανερόν ἐστι πᾶν τῷ νοῦν ἔχοντι κόσμον μισοῦντα τοὺς ἁγίους, τοὺς πονηροὺς ἀνθρώπους σημαίνων. καὶ προσέτι “ αὐτοὶ ἐκ τοῦ κόσμου εἰσὶ, καὶ ὁ κόσμος “ αὐτῶν ἀκούει, ἀκούοντα γὰρ κόσμον τῶν ἀπατηλῶς λαλούντων, οὐ τὴν κτίσιν ἀλλὰ τοὺς ἐμπαθεῖς ἀνθρώπους σημαίνει. Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος. τεκνία, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδὼλων. ἀμήν. Οὐκ ἐπαύσατο μέχρι τέλους τὸ δόγμα ἀναιρῶν τῶν πονηρῶν· ταύτην ἡμῖν τὴν ἀσφάλειαν ποριζόμενος. Ἣν “ δέδωκε διάνοιαν,” καθ’ ἣν γινώσκεται ὁ ἀληθινῶς ἐλθὼν Τίὸς τοῦ Θεοῦ. ἣ αὕτη ἐστὶ τὸ ἡμεῖς δὲ νοῦν Χριστοῦ “ ἔχομεν. ὁ ταύτην τὴν διάνοιαν καὶ τοῦτον τὸν νοῦν ἔχων γινώσκει τὸν κατ’ οὐσίαν ἀληθινὸν, καὶ ἔστιν ἐν αὐτῷ ἑνούμενος πρὸς

αὐτόν· πραγματικῶς νόησιν αὐτοῦ ἔχων. πῶς δὲ δι’ ὅλης τῆς Ἐπιστολῆς τελειότητα μαρτυρήσας τούτοις οἷς γράφει, νῦν προτρέπει ἑαυτοὺς τηρεῖν ἀπὸ τῶν εἰδώλων; λέγομεν οὖν ἐπὶ ὅλῃ Ἐκκλησίᾳ ἐγράφη· εἰκὸς δὲ ἦν ἐν τοιαύτῃ συνόδῳ ἄρτι ἀφισταμένους τῆς εἰδωλοτατρίας εἶναι· ἐκείνων οὖν ἕνεκα τὴν λέξιν ἐχάραξεν. Τέλος τῆς Ἰωάννου καθολικῆς.

English

Do not marvel if the world hates you. It is evident to everyone who has understanding that the world, in hating the saints, signifies wicked men. And furthermore, they are of the world, and the world hears them; for the world, in hearing those who speak deceitfully, signifies not the creation but passionate men. And we are in the true one, in his Son Jesus Christ; this is the true God, and eternal life. Little children, guard yourselves from idols. Amen. He did not cease until the end to overthrow the doctrine of the wicked, providing us with this security. Which he gave understanding, by which the one who truly came, the Son of God, is known. Which this is, but we have the mind of Christ. The one who has this understanding and this mind knows the one who is truly true in essence, and is united to him, having a real conception of him. But how, after bearing witness throughout the whole Epistle to perfection in those to whom he writes, does he now exhort them to guard themselves from idols? We say, then, that it was written to the whole Church; and it was likely that in such an assembly there were those who had just recently been departing from idolatry; for their sake, then, he inscribed this phrase. The end of the Catholic Epistle of John.

Citation. Tergwame, “Catena in epistulam Joannis i (catena Andreae) (e cod. Oxon. coll. nov. 58)”, tlg4102.tlg043:1, machine-draft, 2026. https://naxiai.com/christian/works/tlg4102.tlg043#s1
Colophon. Source: first1k · licence: CC BY-SA 4.0 · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Baidu · cost: $0.0064 · generated 2026-11-28.