ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Other ·

Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Catenae (Novum Testamentum) · first1k

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 54 passages · 15,220 words no passage flagged by the automatic checks no commentary on this page: model-written commentary and summaries are not shown, because a check found frequent false statements in them

Sources and records

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

156 derived notes
tlg4102.tlg041:1
Source · Greek

ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α. ΥΠΟΘΕΣΙΣ. ΓΑΥΤΗΝ ὁ Πέτρος αὐτὸς τοῖς ἐν τῇ διασπορᾷ οὖσιν Ἰουδαίοις καὶ γενομένοις Χριστιανοῖς γράφει τὴν Ἐπιστολὴν διδασκαλικήν. ἐπειδὴ γὰρ ἀπὸ Ἰουδαίων ἐπίστευσαν ἐπιστηρίζει αὐτούς· καὶ πρῶτον μὲν ἐξηγεῖται καὶ ἀποδείκνυσιν ὅτι ἡ εἰς τὸν Χριστὸν πίστις ὑπὸ τῶν προφητῶν κατηγέλη, καὶ δι’ αὐτῶν ἐμηνύθη ἡ διὰ τοῦ αἵματος αὐτοῦ λύτρωσις· καὶ ὅτι αὐτοῖς καὶ τοῖς ἔθνεσιν εὐηγγελίσθη τὰ πάντα, “ εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. εἶτα συμβουλεύσας ἀξίως τοῦ καλέσαντος ἀναστρέφεσθαι, προτρέπει καὶ βασιλέας τιμᾶν, γυναιξὶ τε καὶ ἀνδράσιν ὁμοφροσύνην παραγγέλλει· καὶ εἰς τὰ ἤθη παραινέσας ὀλίγα, σημαίνει ὅτι καὶ εἰς ᾅδην γέγονε παρὰ τοῦ Κυρίου τὸ κήρυγμα τῆς σωτηρίας καὶ ἀναστάσεως· ἵνα καὶ οἱ προαποθανόντες ἀναστῶσι, καὶ κριθῶσι μὲν ἐν τῷ σώματι, τῇ δὲ χάριτι τῆς ἀναστάσεως διαμένωσι· καὶ ὅτι τὸ τέλος πάντων λοιπὸν ἤγγισε, καὶ ὀφείλουσιν ἅπαντες ἕτοιμοι γίνεσθαι, ὡς λόγον ἀποδιδόντες τῷ κριτῇ. καὶ οὕτω τελειοῖ τὴν Ἐπιστολήν. ΚΕΦ. Α. Περὶ τῆς ἐν Χριστῷ ἀναγεννήσεως, καὶ περὶ ὑπομονῆς περασμῶν, καὶ περὶ σωτηριώδους πίστεως προκατηγγελμένης ὑπὸ τῶν προφητῶν. Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας. Καὶ οὗτος ὁ Ἀπόστολος τοῖς ἐκ περιτομῆς κηρύττειν προσταχθεὶς, εἰκότως οὐ τοὺς οἰκοῦντας τὴν Ἰουδαίαν μόνους πρὸς τὸ Εὐαγγέλιον καλεῖ, ἀλλὰ καὶ δι’ ἐγκυκλίου Ἐπιστολῆς τοῖς

English

THE FIRST EPISTLE OF PETER. HYPOTHESIS. Peter himself writes this didactic Epistle to the Jews who are in the dispersion and have become Christians. For since they believed from among the Jews, he confirms them; and first he explains and demonstrates that faith in Christ was proclaimed by the prophets, and through them was made known the redemption through his blood; and that all things were announced as good news both to them and to the Gentiles, "things into which angels desire to look." Then, having advised them to conduct themselves worthily of the one who called them, he exhorts them also to honor kings, and enjoins concord upon women and men; and after advising them briefly concerning morals, he indicates that the preaching of salvation and resurrection also came to Hades from the Lord, so that those who died beforehand might also rise, and be judged indeed in the body, but remain through the grace of the resurrection; and that the end of all things is now near, and all ought to be ready, as those giving an account to the judge. And thus he completes the Epistle. CHAP. 1. Concerning regeneration in Christ, and concerning endurance of temptations, and concerning the saving faith foretold by the prophets. Peter, apostle of Jesus Christ, to the elect sojourners of the dispersion of Pontus, Galatia, Cappadocia, Asia, and Bithynia. And this Apostle also, having been commanded to preach to those of the circumcision, rightly calls not only those who dwell in Judea to the Gospel, but also by a general Epistle to those

tlg4102.tlg041:2
Source · Greek

ἁπανταχοῦ διασπαρεῖσιν Ἰουδαίους κηρύττειν σπουδάζει, ὡς δέον ὑπὲρ ἧς ἐδέξαντο πίστεως ἀθλεῖν, ὅτι δεῖ καὶ μεγάλα τοὺς ταύτην φυλάξαντας διαδέξεται ἀγαθὰ καὶ ἄφθαρτα καὶ οὐράνια. Κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Ἴδου κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς ἑαυτὸν Ἀπόστολον ὠνόμασε τοῦ Χριστοῦ. καὶ τῆς ἀποστολῆς τὸν τρόπον ἡμῖν ἐξηγούμενος “ ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος “ Ἰηροῦ Χριστοῦ” πεπρᾶχθαι φησιν αὐτήν. ὅτε τοίνυν οἱ πιστεύσαντες εἰς αὐτὸν ἁγιαζόμεθα διὰ τοῦ Πνεύματος, ῥαντίζει δὲ ἡμᾶς καὶ τῷ αἵματι αὐτοῦ πρὸς ἀποκάθαρσιν, πῶς οὐκ ἂν νοοῖτο Θεὸς ἁγιάζων μὲν ἰδίῳ Πνεύματι, καθαρίζων δὲ καὶ τῷ ἰδίῳ αἵματι τοὺς πιστεύοντας; “ Θεὸς γὰρ ἦν ἐν σαρκί.” Εὐλόγητος ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δἰ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, Ἐπειδὴ ἀφθαρσίαν αὐτοὺς ἐσχηκέναι λέγει, καὶ ζωῆς ἐλπίδα, καὶ ἐν οὐρανοῖς ἀγαθὰ ταῦτα δὲ μείζονα ἣ κατὰ τὴν ἀνθρωπίνην ἀξίαν εἰσί· τούτου χάριν εὐλογεῖ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὸν πολὺν αὐτοῦ ἔλεον ἄγει, ἵνα τὸ πρᾶγμα πιστὸν ποιήσῃ· ὅταν γὰρ ὁ Θεὸς ὁ διδοὺς ἦν καὶ τὰ μείζονα καὶ πιστά. ἔχει δὲ καὶ πρὸς τὴν πρώτην διαθήκην ὁ λόγος ἀπότασιν, ὅτι ἐλπίδας ἐκείνη τοῖς πιστεύουσι γῆν τῶν Χαναναίων ἐδίδου. Εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, Ὠριγένουσ ἐκ τῆσ ἑρμηνείασ εἰσ τὸ κατὰ πρόγνωσιν Θεοῦ.

English

He earnestly urges the Jews scattered everywhere to preach, since it is necessary to strive for the faith they received, because great and incorruptible and heavenly good things must await those who keep it. According to the foreknowledge of God the Father, in sanctification of the Spirit, for obedience and sprinkling of the blood of Jesus Christ: grace to you and peace be multiplied. See, he called himself an apostle of Christ according to the foreknowledge of God the Father. And explaining to us the manner of his apostleship, he says that it was accomplished "in sanctification of the Spirit, for obedience and sprinkling of the blood of Jesus Christ." When, therefore, we who have believed in him are sanctified through the Spirit, and he sprinkles us also with his blood for purification, how would he not be understood as God, sanctifying by his own Spirit and cleansing by his own blood those who believe? "For God was in the flesh." Blessed be the God and Father of our Lord Jesus Christ, who according to his abundant mercy has regenerated us to a living hope through the resurrection of Jesus Christ from the dead. Since he says that they have obtained incorruption, and the hope of life, and these good things in the heavens, and these are greater than human worth; for this reason he blesses God and Father, and brings forward his abundant mercy, in order to make the matter credible; for when God is the giver, both the greater things and the credible. And the word also has a contrast with the first covenant, because that one gave to those who believed the land of the Canaanites as their hope. To an inheritance incorruptible and undefiled and unfading. From the interpretation of Origen on "according to the foreknowledge of God."

tlg4102.tlg041:3
Source · Greek

Προεωρακὼς γὰρ ὁ Θεὸς τὴν πίστιν καὶ πρᾶξιν τῶν ἀνθρώπων κατορθωθέντα αὐτοῖς ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας, προγνωστικῶς καὶ ἐξελέξατο αὐτοὺς ἐν Χριστῷ πρὸ καταβολῆς ο κόσμου· τότε προορίσας αὐτοὺς υἱοὺς εἶναι μετουσίᾳ τοῦ Πνεύματος τῆς

υἱοθεσίας. πρόγνωσιν γὰρ οὐκ ἄλλο τι ἡγητέον ἣ ἐσομένων θεωρίαν· ἥτις οὐκέτι πρόγνωσις ἀλλὰ γνῶσις ἐστὶν εἰς ὕπαρ ἡκόντων τῶν προεωραμένων. κἂν τοίνυν κατὰ πρόγνωσιν ἐκλεκτοὶ ἦσαν οἷς Πέτρος γράφει, ἀλλ’ οὐ νῦν ὑφεστηκόσιν αὐτοῖς ἡ προσφώνησις γίνεται· ἐκβάλλει οὖν τὸν μῦθον τὸν περὶ τῆς φύσεως καὶ η ἐγκειμένη νόησις. Τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως. Εἰπὼν ὡς μεγάλα ὑμῖν ἐχαρίσατο ὁ Θεὸς, καὶ ἐχαρίσατο Υἱοῦ· καὶ τίνες οἱ λαβόντες ἐρεῖ· τίνες δὲ οἱ ἐν δυνάμει Θεοῦ φρουρούμενοι· οὕτως γὰρ καὶ αὐτὸς προσηύξατο, “ Πατέρ’ Ἅγιε, “ τήρησον αὐτούς. Εἰ ἐν οὐρανοῖς τετήρηται εἰς τοὺς πιστοὺς ἡ κληρονομία, ψυ- χρεύονται τινες οἰόμενοι αὐτὴν ἀπολήψεσθαι ἐν τῇ κάτω Ἱερουσαλὴμ, ἐν ὅλοις χιλίοις ἔτεσιν οἰόμενοι τρυφὴν λήψεσθαι τὰ ἆθλα τῆς βασιλείας. οὓς καὶ ἐρωτητέον, ὅτι ἔχουσι περὶ σωματικῆς τρυφῆς εἰπεῖν ὡς ἀφθάρτου καὶ ἀμαράντου μάλιστα, ὅτι καὶ περιγράφουσιν αὐτὴν παυσαμένου τοῦ χιλιοστοῦ ἐνιαυτοῦ· πρὸς τούτοις συναπτέον τὰ ῥητὰ δηλοῦντα ἐν βασιλείᾳ οὐρανῶν εἶναι τὴν κληρονομίαν· καὶ ὡς οὐχ ὑποπίπτει διὰ τὸ νοητὴ εἶναι αἰσθήσει θνητῶν. Εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ, ἐν ᾧ ἀγαλλιᾶσθε. Πιστωσάμενος πάντας ὅτι τὰ οὕτω μεγάλα ληψόμεθα διὰ τοῦ τὸν Πατέρα εἰπεῖν τὸν αὐτὸν διδόντα·

English

For God, having foreseen the faith and conduct of men, that they were made upright by the teaching of the Gospel, foreknowingly also chose them in Christ before the foundation of the world; then, having predestined them to be sons by participation in the Spirit of adoption. For foreknowledge must be considered nothing other than the contemplation of things that will be; which is no longer foreknowledge but knowledge, when the things foreseen have come into actual existence. Even if, then, those to whom Peter writes were elect according to foreknowledge, yet the address is not made to them as now subsisting; he therefore casts out the myth concerning nature, and the meaning that lies therein. Kept in the heavens for you who are guarded by the power of God through faith. Having said how great things God has graciously given you, and has graciously given them through the Son; and who are those who have received, he will say; and who are those who are guarded by the power of God; for thus he himself also prayed, "Holy Father, keep them." If the inheritance is kept in the heavens for the faithful, some are chilled, thinking to receive it in the Jerusalem below, thinking that for a whole thousand years they will receive as delights the rewards of the kingdom. These must also be asked how they can speak of a bodily delight as incorruptible and unfading above all, since they also circumscribe it when the thousandth year has ceased; besides these, one must join to this the sayings that declare the inheritance to be in the kingdom of heaven; and that it does not fall under perception because it is intelligible, and perception belongs to mortals. For a salvation ready to be revealed in the last time, in which you rejoice. Having assured all that we shall receive such great things through the Father's saying that he himself gives them;

tlg4102.tlg041:4
Source · Greek

πιστοῦται καὶ δι’ ἑτέρου τὸ διὰ τοῦ ἰδίου Υἱοῦ αὐτὰ ἡμῖν χαρίσασθαι· καὶ οὐχ ἁπλῶς τοῦ Υἱοῦ, ἀλλὰ διὰ τῆς ἀναστάσεως τοῦ Υἱοῦ. εἰ γὰρ αὐτῷ πάντα ἡμῖν χαρίσηται, τίνα τὰ διδόμενα λέγει ; κληρονομία ἄφθαρτος καὶ ἀμίαντος· καὶ τὸ ἔτι μεῖζον, ὅτι οὐδὲ ἐν γῇ αὕτη ἡ κληρονομία, ἀλλ’ ἐν οὐρανοῖς. Τοῦτό ἐστι δηλοῦντος, ὡς δεῖ ὑπομένειν τὸν πόνον τὸν ὑπὲρ τοῦ κηρύγματος· ὅπου γε ἐγγὺς τῶν ἱδρώτων ἡ ἀμοιβή. Ὀλίγον ἄρτι, εἰ δέον ἐστὶ, λυπηθέντας ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολὺ

τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν, καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὃν οὐκ εἰδότες ἀγαπᾶτε. Τοῦ Χρυσοστόμου. Οἱ δίκαιοι θλίβονται, ἵνα στεφανωθῶσιν· οἱ ἁμαρτωλοὶ, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τιννύουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστήσωσιν· οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν εἶναι νομίσῃς, καὶ μισήσῃς τὴν ἀρέτην. Εἰς ὃν, ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. Κυρίλλου. Δεῖνόν τοίνυν καὶ χαλεπὸν ἡ ἀπιστία, μέγιστον δὲ ἀγαθὸν ἡ πίστις· πρόξενος πάσης σωτηρίας καθεστῶσα. Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες, εἰς τίνα ἢ ποῖον καιρὸν δήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.

English

He confirms also by another means that he grants these things to us through his own Son; and not simply through the Son, but through the resurrection of the Son. For if he grants us all things through him, what are the things given? He says: an inheritance incorruptible and undefiled; and the greater thing still, that this inheritance is not even on earth, but in the heavens. This is showing that one must endure the toil for the sake of the proclamation, since the recompense is near to the labors. For a little while now, if it is necessary, having been grieved in various trials, so that the tested genuineness of your faith, much more precious than gold that perishes but is tested through fire, may be found unto praise and glory and honor at the revelation of Jesus Christ; whom, not seeing, you love. Of Chrysostom. The righteous are afflicted, so that they may be crowned; sinners, so that they may pay the penalty for their sins; yet not all sinners pay the penalty here, so that the many may not disbelieve in the resurrection; nor are all the righteous afflicted, so that you may not think wickedness worthy of praise and hate virtue. In whom, though now not seeing, yet believing, you rejoice with joy inexpressible and glorified, receiving the end of your faith, the salvation of souls. Of Cyril. Therefore unbelief is dreadful and grievous, but faith is the greatest good, having been established as the cause of all salvation. Concerning which salvation prophets sought out and searched diligently, those who prophesied concerning the grace that was to come to you, searching into what or what kind of time the Spirit of Christ within them was indicating, testifying beforehand to the sufferings destined for Christ and the glories that follow these things.

tlg4102.tlg041:5
Source · Greek

Παρατηρητέον ὡς τὸ λαλῆσαν ἐν προφήταις Ἅγιον Πνεῦμα Χρίστου λέγει ὁ Ἀπόστολος. οὐκ ἄρα κατὰ τοὺς αἱρετικοὺς ἄνθρωπος ψιλὸς ὁ Χριστὸς, ἀλλὰ καὶ σαρκωθεὶς Θεὸς ὁμοούσιος τῷ Πατρί. “ Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.’’ Διὰ μὲν Ἠσαίου φησὶν, “ ὡς πρόβατον ἤχθη.’’ διὰ δὲ Ἰερεμίου. “ δεῦτε ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ·’’ καὶ διὰ Μωΰσεως “ ὄψεσθε ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν τὴν ζωὴν κρεμαμένην ἐπὶ ξύλου.” Διὰ τοῦτο ἔλεγεν ὁ Σωτῆρ’, “ πολλοὶ προ- “ φῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.’’ Οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτὰ, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἀγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ. Τὰ θεῖα μυστήρια εἰς ἃ ὑμεῖς μυστικῶς ἐσθίετε. Θεοδωρήτου Ῥητὰ Προκείμενα “ ὁ Οὐρανὸσ τοῦ Οὐρανοῦ “ τῶι Κυρίωι.” Εἰς τοῦτον τὸν οὐρανὸν “ οὐδεὶς ἀναβέβηκεν εἰ μὴ “ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐπεὶ κᾳκεῖθεν ἀποσταλεὶς ἐλήλυθε φάσκων. “ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ.’’ ἢ ὁ Πέτρος φησὶν, “ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύ- “ ματι Ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ.’ ἔνθα γὰρ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Ἅγιον Πνεῦμα. ἀλλ’ ἐπίστησον ἀκριβῶς· μὴ εἰς αἰσθητὰ κατενέγκῃς τὴν περὶ τούτων νόησιν· οὐρανὸν τοπικὸν καὶ μετάβασιν ἐκεῖθεν καὶ καταφορὰν γινομένην ὑπολαβών· Θεοῦ γὰρ προηγουμένην, ἵνα οὕτως εἴπω, ὑπεροχὴν καἰ κατάστασιν δηλοῖ ἡ τοῦ διηγηθέντος οὐρανοῦ προσηγορία. Ὦτε ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον ἀυτῶν. Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Ὦν τὴν ἔκβασιν ἐπεθύμησαν ἄγγελοι ἰδεῖν.

English

It must be observed that the Holy Spirit who spoke in the prophets is called Christ by the Apostle. Therefore, according to the heretics, Christ is not a mere man, but God made flesh, consubstantial with the Father. "For Christ is the power of God and the wisdom of God." Through Isaiah he says, "He was led as a sheep." And through Jeremiah, "Come, let us put wood into his bread"; and through Moses, "You shall see life hanging before your eyes upon a tree." For this reason the Savior said, "Many prophets and righteous men desired to see what you see, and did not see it." To them it was revealed that they were not serving themselves but you, in the things which now have been announced to you through those who preached the gospel to you by the Holy Spirit sent from heaven. The divine mysteries, into which you mystically eat. From Theodoret, Selected Passages: "The heaven of heavens belongs to the Lord." Into this heaven "no one has ascended except the one who descended from heaven"; since even from there he came, having been sent, saying, "I have come down from heaven." Or Peter says, "the things which now have been announced to you through those who preached the gospel to you by the Holy Spirit sent from heaven." For where the Father is, there also are the Son and the Holy Spirit. But consider carefully: do not bring your understanding of these things down to sensory matters, supposing a local heaven and a transition from there and a descent taking place; for the name of the heaven that has been described signifies, as it were, the preeminent transcendence and stability of God. So that on the day of Pentecost he sat upon each one of them. Into which things angels desire to look. The outcome of which things angels desired to see.

tlg4102.tlg041:6
Source · Greek

Ἐπεὶ τινὲς ἐλάττονα τίθενται τὴν ἐπαγγελίαν καὶ σωτηρίαν τῶν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἁγίων, οἰόμενοι πλεύν τι ἐσχηκέναι τοὺς μετὰ ταύτην τῷ ἑωρακέναι τὸν Κύριον αἰσθητῶς, καὶ τὰ ὑπ’ αὐτοῦ πραχθέντα σημεῖα, δεικτεὸν ὡς ἐσφαλμένη ἐστιν ἡ ὑπόληψις αὐτῶν. πῶς γὰρ ἐλάττων τινὸς τῶν μετὰ τὴν ἐπιδημίαν ὁ Ἀβραάμ τὴν ἡμέραν τοῦ Κυρίου ἑωρακὼς, πάντων τῶν τελειουμένων κατὰ Κύριον, εἰς τοὺς αὐτοῦ κόλπους ἀπερχομένων ; πῶς δὲ ἐλάττων Μωϋσῆς καὶ Ἠλίας ἐν δόξῃ ἅμα τῷ Κυρίῳ μεταμορφωθέντι φανέντες, ἐπεὶ μὴ εἶδον αἰσθητῶς τὸν Κύριον ; οὐ γὰρ προκριτέον ποιεῖ τῶν τὴν νοητὴν ἐπιδημίαν ἐσχηκότων τὸν ἑωρακότα τὴν κατὰ σάρκα. πολλοὶ γοῦν τῶν ἑτεροδόξων συμφέρονται τῇ ἐσφαλμένῃ ταύτῃ δόξῃ, πόθον ἔχοντες ἐκ παντὸς τρόπου διαβάλλειν τὴν παλαιὰν διαθήκην· καὶ τοῦτο δὲ λελέξεται, ὅτι εἰ καὶ μὴ εἶδον ἣ ἤκουσαν αἰσθητῶς ἃ ὁ Κύριος εἶπεν, ἀλλ’ οὖν ἔρωτα αὐτῶν θεῖον εἶχον· “ πολλοὶ γὰρ προφῆται καὶ “ δίκαιοι ἐπεθύμησαν ἰδεῖν. Εἴτις ἐκλάβοι τὴν ζητουμένην ὑπὸ τῶν προφητῶν σωτηρίαν κατὰ τὸ τέλος εἶναι ὃ ἐπὶ πᾶσιν ὀρεκτὸν τυγχάνει· αὐτοῦ μὲν γὰρ χάριν τὰ ἄλλα πάντα γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα· οὐκ

English

Since some set the promise and salvation of the saints before the coming of the Savior as lesser, thinking that those after it had something more because they had seen the Lord with their senses and the signs done by him, it must be shown that their assumption is mistaken. For how is Abraham lesser than any of those after the coming, he who saw the day of the Lord, when all who are perfected in the Lord depart into his bosom? And how is Moses lesser, and Elijah, who appeared in glory together with the Lord when he was transfigured, since they did not see the Lord with their senses? For one must not prefer the one who has seen the coming in the flesh to those who have had the intelligible coming. Indeed, many of the heterodox are carried along with this mistaken opinion, having a desire to slander the old covenant in every way; and this too will be said, that even if they did not see or hear with their senses the things the Lord said, nevertheless they had a divine love for them; "for many prophets and righteous men desired to see." If one were to understand the salvation sought by the prophets to be the end, which is desirable above all things; for all other things come to be for its sake, but it is for the sake of nothing; not

tlg4102.tlg041:7
Source · Greek

ἀποφαίνει περὶ τῶν ἁγίων ἀγγέλων καὶ ἁπλῶς πάντων τῶν μακαρίων λογικῶν τὸ προκείμενον ἐκλαβεῖν· πάντων ὄρεξιν ἐχόντων παρακύψαι εἰς τὰ κατὰ τὸ τέλος πράγματα. ΚΕΦ. Β. Περὶ ἐλπίδος καὶ ἁγιασμοῦ, τῆς τε ὀφειλομένης ἐπὶ τῇ υἱοθεσίᾳ ἀσφαλοῦς ἀναστροφῆς. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Εἰπὼν τὸ μέγεθος τῶν ἀγαθῶν τῆς δωρεᾶς τοῦ Πατρὸς τὰ παθήματα τοῦ Χριστοῦ, τὴν περὶ αὐτὸν τοῦ Ἁγίου Πνεύματος προμήνυσιν, τῶν προφητῶν τὸ κήρυγμα, τῶν ἀγγέλων τὸν πόθον, ταῦτα πάντα εἰπὼν, γενναίως ἀντέχεσθαι τῆς πίστεως παραινεῖ. Ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς προπρότερόν ἐν τῆ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις. Τοῦτο φησὶ, ὡς αὐτοῦ τοῦ Κυρίου τοῖς πιστεύουσι εἰς αὐτὸν ἑαυτὸν ἀποκαλύπτοντος καὶ φανεροῦντος. Ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς Ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάση ἀναστροφῇ γενήθητε. Ἁγίους γὰρ εἶναι πρέπει τοὺς τῷ Ἁγίῳ Θεῷ κολλᾶσθαι σπουδάζοντας. Διότι γέγραπται, Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Τὴν οἰκείωσιν ἀπαιτεῖ τὴν πρὸς ἑαυτόν· αὕτη γὰρ σώζει· διὸ καὶ ὄντως ἅγιοι νῦν διὰ Χριστοῦ ἐπὶ τῇ ὄντως ζωῇ. Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε. Εἰ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, τι δεῖ νοεῖν περὶ τοῦ προκειμένου ; εἰ γὰρ ὁ Πατὴρ ἐστὶν ὁ σημαινόμενος, πῶς κριτὴς οὗτος κρίνων κατὰ τὸ ἑκάστου ἔργον ; εἰ δὲ ὁ Υἱὸς κρίνει πᾶσαν τὴν κρίσιν λαβὼν, πῶς Πατὴρ τυγχάνεῖ;

English

He declares concerning the holy angels and, simply, all the blessed rational beings, that the present matter is to be understood thus: that all have a longing to stoop down and look into the things that pertain to the end. CHAPTER 2. Concerning hope and sanctification, and the assured conduct that is owed in connection with adoption as sons. Therefore, having girded up the loins of your mind, being sober, hope fully in the grace that is being brought to you in the revelation of Jesus Christ. Having spoken of the greatness of the good things of the Father's gift, the sufferings of Christ, the foretelling concerning him by the Holy Spirit, the preaching of the prophets, and the longing of the angels—having said all these things, he exhorts them to hold fast to the faith courageously. As children of obedience, not conforming yourselves to the desires that were formerly in your ignorance. He says this as though the Lord himself were revealing and making himself manifest to those who believe in him. But according to the Holy One who called you, become yourselves holy in all conduct. For it is fitting that those who strive to be joined to the holy God be holy. For it is written, You shall be holy, because I am holy. He requires the kinship that is toward himself; for this is what saves; therefore they are also truly holy now through Christ unto the truly life. And if you call upon as Father the one who judges impartially according to each one's work, conduct yourselves with fear during the time of your sojourning. If the Father judges no one, but has given all judgment to the Son, what should be understood concerning the present matter? For if it is the Father who is meant, how is he the judge who judges according to each one's work? But if the Son judges, having received all judgment, how does the Father come to be [meant]?

tlg4102.tlg041:8
Source · Greek

πρὸς ἃ λεκτέον, εἰ Πατρὸς καὶ Υἱοῦ μία θεότης, κρίνοντος τοῦ Υἱοῦ, ὁ Πατὴρ ὁ κρίνων ἐστίν· ἀλλὰ καὶ ὁ Υἱὸς δύναται πατὴρ εἶναι τῶν γεννησας γεννήσας αὐτοὺς μετουσίᾳ ἁγιότητος πολλάκις γοῦν τεκνία τοὺς ἑαυτοῦ μαθητὰς ἐκάλεσε, καὶ ἄλλοις εἶπε, τῷ μὲν, “ τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. τῇ δὲ, “ θύ- “ γατερ, ἡ πίστις σου σέσωκέ σε.” καὶ ταῦτα διελέγχει τοὺς διακόπτοντας τὴν θεότητα. Εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἣ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ, ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς τοὺς δι’ αὐτοῦ πιστεύοντας εἰς Θεὸν. Ὅρα διὰ πόσων ἀσπίλους εἶναι παρασκευάζει· πρῶτον μὲν διὰ τοῦ γραφικοῦ· δεύτερον διὰ τοῦ ἀναγκαίου, ἐπειδὴ τὸν Θεὸν ἐπικαλοῦνται Πατέρα, καὶ δεῖ τῆς υἱοθεσίας ἄξια ποιεῖν· τρίτον διὰ τῆς αἰτίας δι’ ἧς τὰ μύρια ἐλάβομεν ἀγαθὰ ἀυτὴ ’δε ἐστι τὸ δοθῆναι ὑπὲρ αὐτῶν τὸ τίμιον αἶμα Χριστοῦ. Τοῦ Χρυσοστόμου. Κτίσμα ἐσμὲν τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν ἁμαρτίαν γεγόναμεν τοῦ διαβόλου· εἶτα γεγονότας ἡμᾶς τοῦ διαβόλου, ἐξωνεῖται ὁ Σωτῆρ’ τῷ ἑαυτοῦ αἵματι, τουτέστι τὸ, “ τιμῆς ἠγορασθῆτε.’’ ἠγοράσθημεν γὰρ τιμίῳ αἵματι. ὥσπερ γὰρ οἰκοδεσπότης σεμνὸς καὶ καλὸς, οἰκέτην μοχθηρὸν πολλὰ ἁμαρτήματα ἔχοντα, μὴ κρίνας ἄξιον τῆς ἑαυτοῦ καλῆς οἰκίας καὶ τῆς ἑαυτοῦ διαίτης ἀποδοῖτο τινὶ, ἵνα αὐτὸν παιδεύσῃ· εἶτα ἐὰν ἴδη αὐτὸν κεκολασμένον ὑπὸ πονηρῷ δεσπότῃ καὶ λέγοντα, πορεύομαι πρὸς τὸν δεσπότην μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἣ νῦν.

English

To these things it must be said: if the Father and the Son are one divinity, and the Son judges, then the Father is the one who judges; but the Son also can be a father to those whom he has begotten, having begotten them by participation in holiness. Often, at any rate, he called his own disciples little children, and he said to others—to one, "Child, your sins are forgiven"; to the other, "Daughter, your faith has saved you." And these things refute those who divide the divinity. Knowing that you were redeemed not with corruptible things, silver or gold, from your futile manner of life handed down from your fathers, but with the precious blood of Christ as of a lamb without blemish and without spot, foreknown indeed before the foundation of the world, but manifested at the last of the times for your sake who through him believe in God. Observe through how many things he prepares them to be without spot: first, through what is written; second, through what is necessary, since they call God Father, and it is necessary to do things worthy of adoption as sons; third, through the cause by which we received the countless good things—and this is that the precious blood of Christ was given for them. From Chrysostom. We are a creation of God, but because of sin we have become the devil's; then, having become the devil's, the Savior redeems us with his own blood—that is, "You were bought with a price." For we were bought with precious blood. For just as a dignified and good master of a household, having a worthless servant who has committed many sins, not judging him worthy of his own good house and his own way of life, would sell him to someone in order to discipline him; then if he sees him punished by a wicked master and saying, "I am going to my former master, because it was well with me then rather than now."

tlg4102.tlg041:9
Source · Greek

δίδωσιν αὐτῷ πάλιν τὴν τιμὴν, καὶ ἐξαγοράζει αὐτὸν, ἵνα γένηται λαὸς περιούσιος. οὕτως οὖν καὶ ἡμᾶς ἀνακτᾶται ὁ Θεή. καὶ πῶς ἐσμὲν αὐτοῦ ἴδια καὶ οὐκ ἴδια; ὡς μὲν δημιουργήματα, ἴδια, ὡς δὲ διὰ τὸ ἡμαρτηκέναι γενόμενα ἀλλότρια, οὐκ ἴδια· μὴ νομίσῃς ὅτι ἴδιος εἶ τοῦ Θεοῦ· ἐὰν ἦς ἁμαρτωλὸς,

ὁ διάβολος γάρ σε κτᾶται· ἐκείνου εἶ κτῆμα. ἄνθρωπος τῆς ἁμαρτίας, υἱὸς τῆς ἀπωλείας, ἐκεῖνος ἀγοράζει σε, οὐ τιμίῳ αἵματι ἀλλὰ ἀτίμῳ· ἁμαρτίᾳ γὰρ ἀγοράζει· ἀγοράζει πορνείᾳ· ἀκάθαρτος γάρ ἐστιν. ἀγοράζει φόνῳ· μιαίφονος γάρ ἐστιν· “ ἀνθρωπόκτονος γὰρ ἦν ἀπ’ ἀρχῆς. καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε· ” καὶ ταῦτα αὐτοῦ ἐστι τὰ νομίσματα. Τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῆ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς. Τοῦ θανάτου μνησθεὶς τοῦ Χριστοῦ, οὐκ ἐσιώπησεν, ἀλλ’ εὐθὺς ἐπήγαγε καὶ τὴν ἀνάστασιν· εἰ δὲ ἀκούεις τὸν Πατέρα ἐγείροντα τὸν Υἱὸν, μὴ θορυβηθῇς ὡς αὐτοῦ ἑαυτὸν μὴ δυναμένου ἐγεῖραι. ἄκουε γὰρ λέγοντος τοῦ Χριστοῦ. “ λύσατε τὸν ναὸν τοῦτον, καὶ “ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. καὶ πάλιν τοῦ Λουκᾶ περὶ αὐτοῦ. ὡς “ παρέστησεν ἑαυτὸν ζῶντα καὶ πάλιν τοῦ Χριστοῦ. “ ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν “ λαβεῖν αὐτήν. λέγει οὖν τοῦτο ὁ Ἀπόστολος, ἵνα μάθωμεν ὅτι κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐστίν. Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος καὶ μένοντος εἰς τὸν αἰῶνα.

English

He gives him the honor again, and buys him back, so that he may become a people for his possession. In this way, then, God also recovers us. And how are we his own and not his own? As his creations, we are his own; but as those who have become estranged through sinning, we are not his own. Do not think that you are God's own; if you are a sinner, the devil possesses you; you are his property. Man of sin, son of perdition, he buys you, not with precious blood but with dishonorable means; for he buys with sin; he buys with fornication, for he is unclean. He buys with murder, for he is bloodstained; "for he was a murderer from the beginning, and he has not stood in the truth"; and these are his coins. The one who raised him from the dead and gave him glory, so that your faith and hope might be in God. Having purified your souls in obedience to the truth through the Spirit unto unfeigned love of the brethren, love one another fervently from a pure heart. Having mentioned the death of Christ, he did not keep silent, but immediately added the resurrection as well. But if you hear that the Father raised the Son, do not be disturbed, as though he were unable to raise himself. For hear Christ saying, "Destroy this temple, and in three days I will raise it up." And again from Luke concerning him, that "he presented himself alive." And again from Christ: "I have authority to lay down my life, and I have authority to take it again." The Apostle says this, then, so that we may learn that the things of the Father and of the Son are common. Having been born again, not of corruptible seed but of incorruptible, through the living and abiding word forever.

tlg4102.tlg041:10
Source · Greek

τοῦ Εὐαγγελίου λέγοντος, “ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται· “ οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι,” φησὶν ὁ Κύριος Ἰησοῦς Χριστός. Διότι πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε. Τοῦ ἁγίου Βασιλείου. βούλομαι σοι σφοδρότερον τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα. ἵνα ὅπου περ ἂν εὑρεθῇς καὶ ὁποιωδήποτε γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιήσαντος τὴν ὑπόμνησιν. πρῶτον μὲν ὅταν ἴδῃς βοτάνην χόρτου

καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως· μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, “ ὅτι πᾶσα σὰρξ ὡς χόρτος καὶ “ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος· σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος καὶ ἀνυπόστατος τὴν ὁρμήν. αὔριον ὁ αὐτὸς ἐλεεινὸς, ἣ τῷ χρόνῳ μαρανθεὶς, ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων, δορυφορία φίλων προσποιητῶν, τὴν ἀπ’ αὐτοῦ χάριν θεραπευόντων, πλῆθος συγγενείας καὶ ταύτης κατεσχηματισμένης· ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶντε ἐπισιτείων καὶ τῶν κατὰ τὰς ἄλλας χρείας αὐτῷ προσεδρευόντων· οὓς καὶ προιὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενος, ἐπίφφθονός ἐστι τοῖς ἐντυγχάνουσι· πρόσθες τῷ πλούτῳ καὶ πολιτικὴν τινὰ δυναστείαν· ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς ἢ ἐθνῶν ἐπιμέλειαν· ἣ στρατοπέδων ἡγεμονίαν·

English

The Gospel says, "Heaven and earth will pass away, but my words will not pass away," says the Lord Jesus Christ. Because all flesh is grass, and all its glory like the flower of grass. The grass has withered, and its flower has fallen off. From Saint Basil. I wish the wonder of creation to be more firmly established in you, so that wherever you may be found and whatever kind of growing things you stand before, you may receive a vivid reminder of the one who made them. First, when you see the herb of the field and a flower, come to a thought of human nature, remembering the image of the wise Isaiah, "that all flesh is like grass, and all the glory of man like the flower of grass." For the brief duration of life, and the short-lived exultation and cheerfulness of human prosperity, has obtained a most fitting image in the prophet: today flourishing in body, made fat with luxury, having a bloom of good color from the prime of his age, vigorous and tense and irresistible in impulse. Tomorrow the same man is pitiable, or withered by time; a certain man is conspicuous for his abundance of wealth, and a crowd of flatterers around him, a bodyguard of pretended friends tending the favor that comes from him, a multitude of kin, and even this arranged for show; a countless swarm of followers, both those who dine at his table and those who attend him for other needs; whom as he goes out and comes back again he drags along after him, and he is envied by those who meet him. Add to the wealth also some political power, or honors from kings or the care of nations, or command of armies.

tlg4102.tlg041:11
Source · Greek

τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ· τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δημεύσεις, τὰς ἐπαγωγὰς, τὰ δεσμωτήρια ἐξ ὧν ἀφόρητος ὁ παρὰ τῶν οἰκείων συναθροίζεται φόβος· καὶ τι μετὰ τοῦτο ; μία νὺξ, ἢ καὶ πυρετὸς εἷς πλευρίτης ἣ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ’ αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα· καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη· ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ άδρανέστατον ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης. Εὐσεβίου Καισαρείασ. Αὕτη γοῦν ἐστι πάσης σαρκὸς φύσις, καὶ τοῦ τὴν εἰκόνα τοῦ χοικοῦ φοροῦντος ἀνθρώπου, λέγω δὴ τοῦ φιλοσωμάτου καὶ τοῦ κατὰ σάρκα ζῶντος. ὁμοίως γοῦν τῷ χόρτῳ τῆς γῆς καὶ τοῖς ὡραίοις ἄνθεσι πρὸς βραχὺ θάλλει καὶ ὡραΐζεται· εἰτα οὐκ εἰς μακρὰν ὑπὸ τῆς ῥευστῆς καὶ φύσεως ἀπομαραίνεται, ὅπερ διδάσκει καὶ ἡ γραφὴ λέγουσα, “ καὶ “ ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν.” Θεοδωρήτου. Ἀληθῶς ὅμοιος χόρτῳ ὁ λαὸς “ ἐξηράνθη ὁ “ χόρτος, καὶ ἐξέπεσε τὸ ἄνθος.” τῶν ἐθνῶν ἁπάντων προθεσπίσας

English

the herald crying out greatly before him; the rod-bearers on either side casting the heaviest consternation upon their subjects, the blows, the confiscations, the impositions, the prisons, from which the fear gathered by one's own household is unbearable; and what after this? A single night, or even a single fever, pleurisy, or pneumonia, carrying the man off snatched away from among men, suddenly stripping bare his whole tent; and that glory of his was shown to be like a dream; so that the prophet has aptly likened human glory to the most fragile flower. Of Eusebius of Caesarea. This, then, is the nature of all flesh, and of the man who bears the image of the earthy, I mean the lover of the body and the one living according to the flesh. In like manner, then, as the grass of the earth and the fair flowers, it flourishes and blooms for a short time; then before long it withers away by its fleeting nature, which the Scripture also teaches, saying, "And the grass withered, and its flower fell off." Of Theodoret. Truly the people are like grass: "The grass withered, and the flower fell off," having foretold all the nations

tlg4102.tlg041:12
Source · Greek

τὴν σωτηρίαν προμηνύει καὶ τῶν Ἰουδαίων τὴν ἀκαρπίαν· φύσει μὲν γὰρ χόρτου, φησὶν, ἔοικε τῶν ἀνθρώπων τὸ γένος· ἄνθη δὲ χόρτου ἡ ἐπιγινομένη δόξα καὶ δυναστεία· καὶ καθάπερ τοῦ χόρτον ξηραινομένου τὸ ἄνθος ἐκπίπτει, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπιόντος, καὶ ἡ δυναστεία καὶ ἡ ὑπερηφανία σβέννυται. Τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο ’δε ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἄνωθεν ταῦτα καὶ προέγνω καὶ προηγόρευσεν, ἀλλ’ ὅμως καὶ ταύτην τὴν ἀπείθειαν ἰδὼν ὁ τῶν ὅλων Θεὸς ἐπιμένει προτρέπων εἰς σωτηρίαν. ΚΕΦ. Γ. Περὶ τοῦ ἐπαξίως τῆς υἱοθεσίας ζῆν ἐν Χριστῷ πρὸς ὠφελεἴαν καὶ τῶν ἔξωθεν εἰς δόξαν Θεοῦ. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιὰς, Μετὰ τὸ εἰπεῖν τὴν δύναμιν τοῦ κηρύγματος διδάσκει καὶ ὁποίους εἶναι δεῖ τοὺς αὐτὸ δεχομένους. Σευήρου. Εἰ μὴ γὰρ ὁ λόγος μείνας ἐν οἷς ἦν· ἀμείνων γὰρ τροπῆς ὡς Θεὸς ἐκ μήτρας αὐτῆς ἑνωθεὶς σαρκὶ καθ’ ὑπόστασιν. ψυχὴν ἐχούσῃ τὴν νοερὰν καὶ τῆς ἐμῆς γενέσεως τὰς ὠδῖνας. καὶ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον διὰ τῆς ἰδίας κυοφορίας εὐλόγησε, καὶ τῆς κατὰ σάρκα γεννήσεως, οὐκ ἐλύθη τὸ “ ἐν “ λύπαις τέξῃ τέκνα, τὸ τῆς πικρᾶς γεύσεως ἐπιτίμιον· εἰ μὴ γαλακτοτροφίας ἠνέσχετο, οὐκ ἃν ἡμεῖς πρὸς τὰ “ ἀρτιγεννῆ “ βρέφη τὸ λογικὸν ἄδολον γάλα’’ ἐπεποθήσαμεν, καθώς φησιν ὁ θεσπέσιος Πέτρος. Ὡς ἀρτιγέννητα βρέφη, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε· ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν.

English

He foretells salvation and the unfruitfulness of the Jews. For by nature, he says, the race of men resembles grass; but the flower of the grass is the glory and dominion that comes upon it; and just as, when the grass dries up, the flower falls away, so when death comes upon men, both dominion and pride are quenched. But the word of the Lord endures forever. And this is the word that was preached to you. From of old God foreknew and foretold these things, yet even seeing this disobedience, the God of all things persists in urging them to salvation. CHAPTER 3. Concerning living worthily of adoption in Christ for benefit and for the glory of God in things external. Having therefore laid aside all malice and all guile and hypocrisies and envies and all slanders, After speaking of the power of the preaching, he teaches also what sort of people those who receive it ought to be. From Severus. For unless the Word, remaining in those things in which he was—for as God he is better than change, having been united to flesh from the womb itself by hypostasis, to a soul possessing the rational faculty, and the pangs of my birth—had blessed even the very entrance into being through his own conception, and of the birth according to the flesh, the “In pain you shall bear children” would not have been dissolved, the penalty of the bitter tasting; unless he had endured being fed with milk, we would not have longed for the “rational guileless milk” as “newborn babes,” as the divinely inspired Peter says. As newborn babes, long for the rational guileless milk, that by it you may grow up to salvation.

tlg4102.tlg041:13
Source · Greek

Εἰ καὶ τελείους ἡμᾶς ὁ θεῖος βούλεται νόμος, ἀλλὰ κατὰ ἀνάβασιν καὶ προκοπὴν πρὸς τὴν τελείωσιν, φθάσαντας πρότερον γάλα ποτιζομένους, “ ὡς ἀρτιγέννητᾳ βρέφη,’’ καὶ ἐν αὐτῷ εἰς σωτηρίαν αὐξανομένους· εἰς τοῦτο γὰρ βλέπει καὶ τὸ τῷ Παύλῳ ῥηθὲν, “ μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῆ κακίᾳ νηπιάζετε,

“ ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε· οὐ γάρ ἐστιν, οὐκ ἔστι, μὴ ἀποσμήξαντας τὴν κακίαν καὶ νηπιάσαντας, πρὸς ἁγνείαν ἐλθεῖν, ἣ φρεσὶ τελειωθῆναι, ἣ εἰς ἄνδρα τέλειον, ἐργάτην ἀνεπαίσχυντον, ἀναβῆναι. Τὴν στοιχειώδη λέγει διδασκαλίαν τῶν λογίων τοῦ Θεοῦ. Εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Τοῦ ἁγίου βασιλείου. Πανταχοῦ τετηρήκαμεν, ὅτι τοῖς ἔξωθεν μέλεσιν ὁμωνύμως αἱ τῆς ψυχῆς προσαγορεύονται δυνάμεις. ἐπειδὴ ἄρτος ἐστὶν ἀληθινὸς ὁ Κύριος ἡμῶν, καὶ ἡ σὰρξ αὐτοῦ ἀληθής ἐστι βρῶσις, ἀνάγκη τὴν ἡδονὴν τῆς εὐφροσύνης τοῦ ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς γίνεσθαι· ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται τις παραστῆσαι τοῖς ἀπείροις, ὃς ἀπ’ αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου ἄρτου ἐναργῶς παραδοθῆναι διδασκαλίαις, ἐὰν μὴ τὰ τῆς ἀληθείας δόγματα ἐπιπλεῖον βασανίσαντες. δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν χρηστότητα τοῦ Κυρίου. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον.

English

Even if the divine law wills us to be perfect, it is by ascent and progress toward perfection, after we have first been given milk to drink "as newborn babes," and have grown in it unto salvation. For this is also the aim of what was said by Paul: "Be not children in understanding, but in malice be babes, but in understanding be perfect." For it is not possible, it is not, without having wiped off malice and become as babes, to come to purity, or to be made perfect in understanding, or to ascend to a perfect man, a workman unashamed. He calls the elementary teaching of the oracles of God. If indeed you have tasted that the Lord is gracious. Of the holy kingdom. Everywhere we have observed that the powers of the soul are named in the same way as the outward members. Since our Lord is the true bread, and his flesh is true food, it is necessary that the pleasure of the gladness of the bread come to us through a spiritual tasting; just as the nature of honey cannot be set forth by argument to those who are inexperienced as much as by the very sensation of taste, so neither can the goodness of the heavenly bread be clearly conveyed by teachings, unless, having examined the doctrines of the truth more thoroughly, we are able to grasp by our own experience the goodness of the Lord. Coming to him, a living stone, rejected indeed by men, but with God elect, precious.

tlg4102.tlg041:14
Source · Greek

Τῶν γραμματέων καὶ Φαρισαίων καὶ παντὸς αὐτῶν τοῦ συνεδρίου, περὶ ὧν εἴρηται “ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος “ ἐγενήθη εἰς κεφαλὴν γωνίας.” Καὶ αὐτοὶ ὡς λιθοῖ ζῶντες ἐποικοδομεῖσθε, οἶκος πνευματικὸς, εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Θεοδωρήτου. τοῦτον δὲ καλεῖ τὸν τρόπον τοὺς εἰς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραλαμβανομένους· διὰ γὰρ τῆς συμφυΐας καὶ ἁρμονίας τῆς πρὸς ἀλλήλους· διά τε τοῦ τὰ αὐτὰ φρονεῖν καὶ τὰ αὐτὰ λέγειν, τῷ τε αὐτῷ νοὶ· καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν, ἕνα οἶκον ἀπεργάζονται τῷ Θεῷ. Διότι περιέχει ἐν τῇ γραφῇ, Ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ· ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν. Κυρίλλου. Λίθον μὲν ἐκλεκτὸν πολυτελῆ καὶ ἔντιμον τὸν

Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα· ἀκρογωνιαῖον δέ φησιν, ὡς διὰ πίστεως μιᾶς κατασφίγγοντα πρὸς ἑνότητα πνευματικὴν τοὺς δύο λαοὺς, τὸν ἐξ Ἰσρα(??)λ καὶ τὸν ἐξ ἐθνῶν· ἀλλ’ “ ὁ πιστεύων, φησιν, “ ἐπ’ αὐτῷ “ οὐ μὴ καταισχυνθῇ.” ἄθρει δὲ πῶς ἀνίησι τοῖς τεθλιμμένοις τὸ ἐλεύθερον, καὶ φησὶ, “ τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια “ Σιών·’’ καὶ τί τὸ ἐντεῦθεν ὄφελος ; “ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ “ μὴ καταισχυνθῇ.” Ἀπειθοῦσι δὲ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν- τες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου.

English

Of the scribes and Pharisees and their whole council, concerning whom it is said, "The stone which the builders rejected, this became the head of the corner." And you also, as living stones, are built up, a spiritual house, into a holy priesthood, to offer up spiritual sacrifices acceptable to God through Jesus Christ. Of Theodoret. He calls in this manner those who are received into the building of the Church of God; for through the cohesion and harmony with one another, and through thinking the same things and speaking the same things, and by following the same mind and the same judgment, they produce one house for God. Because it contains in the Scripture, "Behold, I lay in Zion a cornerstone, elect, precious; and the one who believes in him shall not be put to shame; to you therefore is the honor, to those who believe." Of Cyril. He calls our Lord Jesus Christ an elect stone, costly and precious, distinguished by the glory and preeminence of his divinity; and he says "cornerstone," as through one faith binding together into spiritual unity the two peoples, the one from Israel and the one from the Gentiles; but "the one who believes," he says, "in him shall not be put to shame." And observe how he grants freedom to the afflicted, and says, "I lay the elect stone in the foundations of Zion"; and what is the benefit from this? "The one who believes in him shall not be put to shame." But to the disobedient, "The stone which the builders rejected, this became the head of the corner, and a stone of stumbling and a rock of offense."

tlg4102.tlg041:15
Source · Greek

Ὥσπερ ὁ Κύριος φῶς ὢν ἀληθινὸν εἰς κρίμα εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὀμματώσῃ τοὺς πρὸ τῆς παρουσίας αὐτοῦ τυφλοὺς, τυφλώσῃ δὲ τοὺς κακῶς βλέποντας, οὕτω καὶ λίθος ἐκλεκτὸς ἔντιμος ὢν, τιμὴν παρέχει τοῖς διὰ πίστεως οἰκοδομουμένοις αὐτῷ, θεμέλιος αὐτῶν βέβαιος ἀποδειχθεὶς, τῶν ἀπειθούντων δὲ διὰ ἀπιστίας αὐτῷ οὐκ ἔντιμος ἀλλὰ προσκόμματος λίθος καὶ σκανδάλον πέτρα νομιζόμενος προσχῶσι τοῖς ἐξουθενήσασιν αὐτὸν οἰκοδόμοις· οὗτοι δὲ εἶσι γραμματεῖς καὶ Φαρισαῖοι. Τοῦ Χρυσοστόμου. τοῦτο τὸ ῥητὸν εἰς τὸν Χριστὸν ἀναφέρεται· καὶ γὰρ αὐτὸς ἐν εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων, “ οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ “ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.’’ Καὶ μετ’ ὀλίγα—“ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοὺς Ἰουδαίους λέγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες, “ ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις,’’ καὶ πάλιν· “ οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.’’ Διδύμου. Ὁ δι’ ὑμᾶς γεγονὼς λίθος ἀποδεδοκιμασμένος, “ὃν “ ἀπεδοκίμασαν οἱ οἱκοδομοῦντες,” μετὰ τὴν ἐκείνων ἀποβολὴν, ἐτέρας γωνίας κεφαλὴ γέγονε. Καὶ μετ’ ὀλίγα—Ἀκρογωνιαῖον αὐτὸν ὠνόμασεν Ἡσαΐας, καὶ ἐκλεκτὸν καὶ ἔντιμον λίθον, διὰ τὸ συνάπτειν ὑπὸ μίαν γωνίαν δύο οἰκοδομίας· ζῶν δ’ ἂν εἴη ὡς ἀληθῶς ἐκλεκτὸς λίθος ὁ τοῦ Θεοῦ Υἱὸς, ἅπασαν τὴν κατὰ Θεὸν οἰκοδομὴν συνδέων· καὶ τὰς δύο γωνίας, τῆς τε παλαιᾶς οἰκοδομῆς τῶν ἐκ περιτομῆς,

English

Just as the Lord, being the true light, has come into the world for judgment, in order to give sight to those who were blind before his coming, and to blind those who see badly, so also the chosen and precious stone, being precious, gives honor to those who are built upon him through faith, having been shown to be their sure foundation; but to those who are disobedient through unbelief he is not precious, but is reckoned a stone of stumbling and a rock of offense, so that they fall upon the builders who rejected him; and these are the scribes and Pharisees. From Chrysostom. This saying is referred to Christ; for he himself in the Gospels brings forward this prophecy, saying, "Have you never read, The stone which the builders rejected, this has become the head of the corner." And shortly after—"The stone which the builders rejected" he means the Jews, the scribes, the Pharisees, because they rejected him, saying, "You are a Samaritan, and you have a demon," and again: "This man is not from God, but he deceives the crowd." From Didymus. The stone that became for your sake, having been rejected, "which the builders rejected," after their casting away, has become the head of another corner. And shortly after—Isaiah called him the cornerstone, and a chosen and precious stone, because he joins two buildings under one corner; and truly the Son of God would be a living chosen stone, binding together the whole building according to God; and the two corners, both of the old building of those of the circumcision,

tlg4102.tlg041:16
Source · Greek

καὶ τῆς νέας ἐξ ἐθνῶν, ὑπὸ μίαν συνάπτων γωνίαν· τοῦτον μὲν οὖν τὸν λίθον, οἱ ἐκ περιτομῆς πάλαι πρότερον οἰκοδομοῦντες γραμματεῖς καὶ νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς, ἐξ αὐτῶν ἀπέβαλον καὶ ἀπεδοκίμασαν· ὁ δὲ γέγονεν ἀρχὴ καὶ κεφαλὴ γωνίας ἑτέρας τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, καὶ γέγονε παρὰ Χριστοῦ δῶρον αὐτῇ μέγιστον κεχαρισμένον. Ὅσοι προσκόπτουσι τῷ λίθῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν. Ἐκ τῆς μοχθηρᾶς ἑαυτῶν γνώμης καὶ τῆς φαύλης προαιρέσεως· αὕτη γὰρ αὐτοὺς εἰς αὐτὴν ἤνεγκε τὴν μερίδα. Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες. Ὑμεῖς δὲ γένος ἐκλεκτὸν b —Κατὰ τὴν παλαιὰν τοῦ νόμου διάταξιν ἄλλο ἦν τὸ βασιλικὸν, καὶ ἄλλο ἦν τὸ ἱερατικὸν γένος. μετ’ ἐκείνην τὴν διάταξιν διεδέξατο τὸ εὐαγγέλιον ἕνα καὶ τὸν αὐτὸν ἱερέα καὶ βασιλέα διδάσκον· Χριστὸς γὰρ ἀμφότερά ἐστι. τούτων οὕτως οἰκοδομηθέντων, ἀναγκαῖον τοὺς σπαρέντας ὑπ’ αὑτοῦ, ἅμα βασιλέως καὶ ἱερέως ὑπάρχοντος, ἐκλεκτὸν γένος εἶναι ἅμα βασίλειον καὶ ἱεράτευμα τυγχάνον. τοῦ γὰρ γεννήσαντος ἀμφοτέρας τὰς ἀρχὰς ἔχοντος, ἀνάγκη καὶ αὐτοὺς ὡς ἐκ βασιλέως βασιλικὸν, καὶ ὡς ἐξ ἱερέως ἱεράτευμα εἶναι· διὸ καὶ ἔθνος ἅγιον ὑπάρχουσι κληθέντας ἀπὸ τοῦ καλοῦντος ἁγίου ὄντος, ἐπὶ τὸ ἅγιοι ἔσεσθε οἱ αὐτοὶ πρὸς τό ἄγιον ἔθνος ὑπάρχειν, καὶ λαός εἰσιν εἰς περιποίησιν ἔξω πάσης ἀπωλείας γεγενημένοι.

English

and of the new [people] from the Gentiles, joining them together under one corner; this stone, then, those of the circumcision who built long ago beforehand—scribes and teachers of the law and chief priests—cast away from themselves and rejected; but he became the beginning and head of the corner of the other, the Church from the Gentiles, and became for her a very great gift bestowed by Christ. As many as stumble at the stone in disobedience, to which they were also appointed. From their own wicked mind and base choice; for this brought them to that very portion. But you are a chosen race, a royal priesthood, a holy nation, a people for possession, so that you may proclaim the virtues of him who called you out of darkness into his marvelous light; who once were not a people, but now are the people of God; who had not received mercy, but now have received mercy. But you are a chosen race — According to the old arrangement of the law, the royal was one thing, and the priestly race was another. After that arrangement the Gospel succeeded, teaching one and the same to be both priest and king; for Christ is both. These things having been built up in this way, it is necessary that those begotten by him, who is at once king and priest, be a chosen race, being at the same time both royal and priestly. For since the one who begot them possesses both offices, it is necessary that they too, as from a king be royal, and as from a priest be a priesthood; therefore they are also a holy nation, having been called by the one who calls, who is holy, to the [command] "you yourselves shall be holy," so as to be a holy nation, and they are a people for possession, having come to be outside all destruction.

tlg4102.tlg041:17
Source · Greek

περιποίησις γὰρ τῶν προσλαμβανομένων, ἀλλ’ οὐ τῶν ἐξοστρακιζομένων. ἐπεὶ γὰρ οἱ ἀπὸ διαφόρων ἐθνῶν καὶ νομίμων κληθέντες ἀποβεβλήκασι πᾶσαν ποικιλίαν ἐν τῷ ἀναλαβεῖν μίαν γνώμην, μιᾷ πίστει καὶ διδασκαλίᾳ προσέχοντες, δι’ ἣν ψυχὴ καὶ καρδία γίνεται μία, ἓν ἅγιον ἔθνος εἰσίν. Σευήρου. τουτέστι κη ἐξαίρετον ἐν περιουσίᾳ καὶ κτήματι λελογισμένος. ἐπειδὴ κτίσματα μὲν τοῦ πεποιηκότος ἅπαντες ἄνθρωποι· κτήματα δὲ οἱ διὰ τῆς ἐπιγνώσεως εἰσποιηθέντες ὑπὸ Θεοῦ, καὶ τὰ τῆς αὐτοῦ δεσποτείας ἄξια πράττοντες, καὶ ὑπ’ οὐδενὸς ἣ πάθους ἣ ἁμαρτίας ἣ νόθου θεοῦ δεσποζόμενοι. Οἱ γὰρ πιστεύοντες εἰς Χριστὸν τοῦτο ἔσχομεν ὅπερ αὐτός· ἐπειδὴ γὰρ αὐτὸς καὶ ἐκ τῆς βασιλικῆς ἦν φυλῆς, καὶ ἀρχιερεὺς γέγονε, τούτου χάριν καὶ ἡμεῖς τὰ αὐτὰ πεπλουτήκαμεν· ταῦτα δὲ ἔχοντες καὶ ἔθνος ἅγιον γεγόναμεν, καὶ λαὸς εἰς περιποίησιν, τουτέστιν εἰς ἀποχήν· εἰσήλθομεν γὰρ εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ἀγαπητοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλὴν, ἵνα ἐν ᾧ καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξάσῶσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Πανταχοῦ μετὰ τὸν δογματικὸν τὸν ἠθικὸν εἰσάγει· μετὰ τοίνυν τὸ εἰπεῖν τὰ ὑπάρξαντα ἀγαθὰ διὰ Χριστοῦ, ἐπὶ τὸ δεῖν ὀρθῶς βιοῦν παρακαλεῖ. Οἱ διὰ θεοσέβειαν ἄξιοι τοῦ πείθεσθαι τυγχάνοντες, εἰκότως ἀγαπητοὶ προσαγορεύονται τῶν διὰ τὸ ἀνθρώπινον ποθουμένων ἀγαπωμένων, ἀλλ’ οὐκ ἀγαπητῶν ὄντων.

English

For it is a possession of those who are received, not of those who are ostracized. For since those called from various nations and laws have cast off all variety by taking up one mind, attending to one faith and teaching, through which soul and heart become one, they are one holy nation. — Severus. That is, reckoned as exceptional in possession and property. Since all men are creatures of the Creator, but those adopted by God through knowledge are his possessions, and do the things worthy of his dominion, and are dominated by no one, neither by passion nor by sin nor by a false god. For we who believe in Christ have obtained this very thing that he himself has; for since he was both from the royal tribe and became high priest, for this reason we also have been enriched with the same things; and having these things we have become a holy nation, and a people for a possession, that is, for a keeping back; for we have entered into his rest. Beloved, I exhort you as sojourners and strangers to abstain from fleshly desires, which wage war against the soul, keeping your conduct among the nations good, so that in what they speak against you as evildoers, observing from your good works, they may glorify God in the day of visitation. Everywhere after the doctrinal he introduces the ethical; after speaking, then, of the good things that have come to be through Christ, he exhorts to the necessity of living rightly. Those who through piety are worthy to be obeyed are rightly addressed as beloved, being loved for the sake of what is humanly desired, but not being beloved.

tlg4102.tlg041:18
Source · Greek

ἐπεὶ τοίνυν οὕτω διάκειμαι πρὸς ὑμᾶς οὑς γράφω τὴν ἐπιστολὴν, παρακαλῶ καὶ προτρέπομαι ἀπέχεσθαι τῶν ἐκ σαρκὸς φυομένων ἡδονῶν. στρατεύονται δὲ αὗται κατὰ τῆς ψυχῆς· ἔχθραν πολλὴν πρὸς αὐτὴν ἔχουσαι, ἐπείπερ ἄλλη ἡ ψυχῆς καὶ ἄλλη ἡ σαρκὸς οὐσία. ΚΕΦ. Δ. Περὶ τῆς πρὸς ἄρχοντας ὑποταγῆς καὶ φιλαδελφίας κοὶ θεοσεβείας. Ὑποτάγητε οὖν πάση ἀνθρωπίνη κτίσει διὰ τὸν Κύριον· εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι· εἴτε ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἔστι τὸ θέλημα τοῦ Θεοῦ. “ Ἀνθρωπίνην κτίσιν,’ τὰς ἀρχὰς λέγει τὰς χειροτονουμένας ὑπὸ τῶν βασιλέων· ταύταις οὖν δεῖ ὑποτάσσεσθαι “ διὰ τὸν “ Κύριον’’ εἰ δὲ διὰ τὸν Κύριον ὑποταττόμεθα, τὸν εἰπόντα· “ ἀπό- “ δότε τὰ τοῦ Καίσαρος Καίσαρι, ὅτε τι ἔξω τοῦ θελήματος τοῦ Κυρίου προστάττουσιν, οὐχ ὑπακούσωμεν. Τοῦ Χρυσοστόμου. ῥητὰ προκείμενα· ὁ ἀντιτασσόμενοσ τῆι έξουῖαι τῆι τοῦ θεοῦ διαταγῆι ἀνθέστηκεν. Οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή· καὶ οὐχ ἁπλῶς εἶπε πειθέσθω, ἀλλ’ ὑποταττέσθω. Καὶ μετ’ ὀλίγα — Ἵνα γὰρ μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τὴν τῶν οὐρανῶν βασιλείαν ἀπολαβεῖν μέλλοντας — ἄρχουσιν, ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει τοῦτο ποιῶν· ἐκείνῳ γὰρ ὁ ταῖς ἀρχαῖς ὑποτασσόμενος πείθεται. ᾿Αγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν. Τοῦτό φησιν, ἐπειδὴ τινὲς διαβάλλοντες ἔλεγον, ἐπὶ ἀνατροπῇ τῆς πολιτείας ἐληλυθέναι Χριστὸν, πάντων καταφρονεῖν διδάσκοντα τῶν ἐπὶ γῆς·

English

Since, then, I am thus disposed toward you to whom I write the letter, I exhort and urge you to abstain from the pleasures that grow from the flesh. For these wage war against the soul, having great enmity toward it, since the substance of the soul is one thing and that of the flesh another. CHAPTER 4. Concerning subjection to rulers, and brotherly love, and piety. Be subject, therefore, to every human creature for the Lord's sake: whether to the king, as supreme; or to governors, as sent by him for the punishment of evildoers and the praise of those who do good; because this is the will of God. "Human creature," he means the authorities appointed by kings; to these, then, one must be subject "for the Lord's sake." But if we are subject for the Lord's sake, when they command anything outside the will of the Lord, let us not obey him who said, "Render to Caesar the things that are Caesar's." From Chrysostom. The stated points before us: he who opposes the authority has opposed the ordinance of God. For this subjection does not overturn piety; and he did not simply say "let him be persuaded," but "let him be subject." And shortly after — For lest the faithful should say, "You are degrading us and making us contemptible, we who are about to receive the kingdom of heaven" — he subjects them to rulers, because they do not rule, but again subjects this to God by doing it; for he who is subject to the authorities is obedient to him. By doing good, to silence the ignorance of foolish men. He says this because some, slandering, were saying that Christ had come for the overthrow of the commonwealth, teaching contempt for all things on earth.

tlg4102.tlg041:19
Source · Greek

ὅταν οὖν ἴδωσιν ὑμᾶς, φησὶ, διὰ συνείδησιν Θεοῦ ὑποτασσομένους τοῖς ἄρχουσι, τότε φιμοῦνται· εἰδότες ὡς οὐκ ὀρθῶς ἡγήσαντο τὴν τοῦ Χριστοῦ πολιτείαν διασύροντες. Ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ. πάντας τιμήσατε· τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε. Διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οἱ ἄρχοντες, φησὶν, ἐν αὐλίσματι δικαιοσύνης τοὺς νόμους ἔχοντες· ὅσα μὲν δικαίως καὶ νομίμως ποιήσουσιν, οὐ περὶ τούτων ἐτασθήσονται, ὅσα δὲ κατὰ περιτροπὴν τοῦ δικαίου ἀδίκως καὶ ἀνόμως καὶ τυραννικῶς ἐπιτελέσουσιν, ἐν τούτοις καὶ ἀπολοῦνται, τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἅπαντας ὁμοίως ἐξικνουμένης· ἐπὶ συμφέροντι οὖν τῶν ἐθνῶν ἐπίγειος ἀρχὴ ἐτέθη ὑπὸ τοῦ Θεοῦ, ἀλλ’ οὐχ ὑπὸ τοῦ διαβόλου ὥς τινες φασὶν, ἵνα φοβούμενοι αὐτὴν οἱ ἄνθρωποι ἀλλήλους δίκην ἰχθύων μὴ καταπίνωσιν. ἀλλὰ διὰ τῆς τῶν νόμων θέσεως ἀνακρούουσι τὴν

πολλὴν τῶν ἀνθρώπων ἀδικίαν· καὶ κατὰ τοῦτο, καὶ “ αἱ οὖσαι “ ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσὶ λειτουργοὶ Θεοῦ, καθὼς Παῦλος φησί. φανερὸν οὖν ὅτι ψευδόμενος ὁ διάβολος ἔλεγεν “ ὅτι “ ἐμοὶ παραδέδοται, καὶ ᾧ ἃν θέλω δίδωμι αὐτάς· οὐ γὰρ τῇ τούτου κελεύσει βασιλεῖς καθίστανται. οἱ μὲν γὰρ αὐτῶν εἰς ἐπανόρθωσιν καὶ ὠφέλειαν τῶν ὑποτεταγμένων γίνονται, καὶ συντήρησιν δικαιοσύνης, οἱ δὲ εἰς φόβον καὶ τιμωρίαν καὶ σωφρονισμὸν καὶ ἐπίπληξιν, οἱ δὲ καὶ εἰς χλευασμὸν ὕβριν τε καὶ ὑπερηφανίαν, καθὼς καὶ ἄξιοί εἰσι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ὡς προέφημεν. Κακίας ἐστὶ τὸ ἀπειθεῖς εἶναι καὶ ἀνηκόους τοῖς ἄρχουσιν·

English

When, then, they see you, he says, submitting to the rulers for conscience' sake toward God, then they are silenced, knowing that they did not govern rightly when they tore apart the conduct of Christ. As free men, and not as having freedom as a cover for evil, but as slaves of God. Honor all men; love the brotherhood; fear God; honor the king. For this reason, he says, the rulers themselves also, having the laws in the court of righteousness: whatever they do justly and lawfully, they will not be called to account for these things; but whatever they accomplish unjustly and lawfully and tyrannically, by a perversion of justice, in these things they will also perish, since the righteous judgment of God reaches all alike. Therefore earthly rule was established by God for the benefit of the nations, but not by the devil, as some say, so that men, fearing it, might not swallow one another up like fish. But through the establishment of laws they beat back the great injustice of men; and in this respect, even the existing authorities have been appointed by God and are ministers of God, as Paul says. It is clear, then, that the devil was lying when he said, "They have been handed over to me, and I give them to whomever I wish"; for kings are not appointed by his command. For some of them come to be for the correction and benefit of those subject to them, and for the preservation of justice; others for fear and punishment and discipline and rebuke; and others even for mockery, insolence, and arrogance, just as they are also worthy of the righteous judgment of God, as we said before. It is a mark of wickedness to be disobedient and insubordinate to the rulers.

tlg4102.tlg041:20
Source · Greek

ἵνα τοίνυν μὴ λέγωσιν, ὅτι ἠλευθερώθημεν ἀπὸ τοῦ κόσμου· οὐρανοπολῖται γεγόναμεν· καὶ σὺ πάλιν ἡμᾶς τοῖς τῆς γῆς ἄρχουσιν ὑπα- κούειν προτρέπεις; τούτου χάριν φησὶν, ὑπακούετε ὡς ἐλεύθεροι· τουτέστι πειθόμενοι τῷ ἐλευθερώσαντι καὶ προστάξαντι τοῦτο ποιεῖν· οὕτω γὰρ οὐ δόξητε τῆς κατὰ γνώμην κακίας, τουτέστι τοῦ ἀπειθοῦς καὶ ἀνηκόου, ἔχειν προκάλυμμα τὴν ἐλευθερίαν, δι’ ἧς ἀναίνεσθε τῶν ἀρχόντων τὴν ὑποταγήν. Καὶ μὴ ἔξωθεν μὲν πρόβατα, ἔσωθεν δὲ λύκοι. * Περὶ δούλων ὑποταγῆς καὶ ἀνεξικάκου ὑπομονῆς διὰ Χριστόν. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς· τοῦτο γὰρ χάρις παρὰ Θεῷ, εἰ διὰ συνείδησιν ἀγαθὴν ὑποφέρει τὶς λύπας, πάσχων ἀδίκως· ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε· ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεἶτικὸν μενεῖτε, τοῦτο χάρις παρὰ τῷ Θεῷ. Οὐ τὸν παθητικὸν φόβον ἔχειν προστάττει πρὸς τοὺς δεσπότας τοῖς οἰκέταις, ἄλογος γὰρ οὗτος, καὶ ἐν τοῖς ἀλόγοις ζώοις ὑφισ- τάμενος, ἀλλὰ τὸν σὺν ἐπιστήμῃ καὶ ὀρθῷ λόγῳ γινόμενον· οὗ κύριον ὄνομα ἡ εὐλάβεια. ὁ γὰρ διὰ Χριστὸν καὶ τὴν διδασκαλίαν αὐτοῦ φοβούμενος δεσπότην, σὺν εὐλαβείᾳ αὐτῶ ὑποτάττεται τοῦ

English

Therefore, so that they may not say, "We have been set free from the world; we have become citizens of heaven; and do you again urge us to obey the rulers of the earth?" For this reason he says, "Be subject as free men"—that is, obeying the one who set you free and commanded you to do this. For in this way you will not seem to have freedom as a cloak for the wickedness of your own will, that is, for disobedience and insubordination, by which you refuse submission to the rulers. And not outwardly sheep, but inwardly wolves. Concerning the submission of slaves and unresentful endurance for Christ's sake. Slaves, be subject with all fear to your masters, not only to the good and gentle, but also to the crooked. For this is grace before God, if for the sake of a good conscience someone endures sorrows, suffering unjustly. For what glory is it, if when you sin and are beaten you endure it? But if when you do good and suffer you will endure, this is grace with God. He does not command slaves to have the passionate fear toward their masters—for this is irrational, and is found even in irrational animals—but the fear that comes with knowledge and right reason, whose master's name is reverence. For the one who fears a master for Christ's sake and because of his teaching submits to him with reverence...

tlg4102.tlg041:21
Source · Greek

διὰ κακίαν καὶ ἄλλας βασάνους φοβουμένου δεσπότην, τὸν παθητικὸν ἔχοντες φόβον· τούτῳ τῷ σημαινομένῳ κέχρηται· καὶ μεθ’ ἕτερα — πρὸς τὰς γυναῖκας φήσας ἐποπτεύοντες, τουτέστιν οἱ ἄνδρες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν, σύνηθες γὰρ τοῦτο πολλαχοῦ τῆς θείας γραφῆς. Τοῦ Χρυσοστόμου. φησὶν ὁ ἀπόστολος Παῦλος· “ οἱ δοῦλοι ὑπακούετε τοῖς κάτα σάρκα κυρίοις. συνέχως τοῦτο φησι τι λέγεις, ὦ μακάριε Παῦλε; ἀδελφός ἐστι, μᾶλλον δὲ ἀδελφὸς ἐγένετο, τῶν αὐτῶν ἀπήλαυσεν· εἰς τὸ αὐτὸ σῶμα τελεῖ, ἀδελφὸς ἐγένετο, οὐ τοῦ Κυρίου αὐτοῦ μόνου, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· τῶν αὐτῶν ἀπολαύει πάντων· καὶ λέγεις, “ ὑπακούετε “ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου· διὰ γὰρ τοῦτο φημὶ, εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν, “ ὑποτασσόμενοι ἀλλήλοις ἐν “ φόβῳ Χριστοῦ·’’ εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁμότιμός ἐστι, πολλῷ μᾶλλον τὸν οἰκέτην· οὐ γὰρ δυσμένεια τὸ πρᾶγμά ἐστιν, ἀλλ’ ἡ πρώτη εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι καὶ μετριάζειν, καὶ εἴκειν τῷ πλησίον· καὶ ἐλεύθεροι ἐλευθέροις μετὰ φόβου καὶ τρόμου ἐδούλευον. Καὶ πάλιν—Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις τῆς γυναικὸς καὶ τῶν παίδων· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία πρόσκαιρος καὶ βραχεία· ὅπερ γὰρ ἃν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι· καὶ πάλιν πάλιν—Μὴ Μῆ γὰρ ἐπειδὴ πιστὸς εἶ, νομίσῃς ἐλεύθερος· τοῦτό ἐστιν ἐλευθερία, τὸ μᾶλλον δουλεύειν·

English

because of wickedness and other torments he fears a master, having the fear that comes from suffering; he has used this meaning; and after other things — having said to the women, watching over, that is, the husbands, your pure conduct in fear, for this is customary in many places of the divine Scripture. From Chrysostom. The apostle Paul says: "Slaves, be obedient to your masters according to the flesh." Continually he says this. What do you say, blessed Paul? He is a brother, or rather he has become a brother, he has enjoyed the same things; he belongs to the same body, he has become a brother, not of his own Lord only, but also of the Son of God; he enjoys all the same things; and you say, "Be obedient to masters according to the flesh with fear and trembling"? For this is why I say it: if I command free men to be subject to one another because of the fear of God, as he said above, "subjecting yourselves to one another in the fear of Christ"; for if I command a wife to fear her husband, although she is also of equal honor, much more a household servant; for the matter is not hostility, but the first nobility, to know how to be less and to be moderate, and to yield to one's neighbor; and free men used to serve free men with fear and trembling. And again — Do not grieve, he says, that you have less than your wife and children; it is only the name of slavery; the mastery according to the flesh is temporary and brief; for whatever is fleshly is precarious; and again and again — Do not think that because you are faithful you are free; this is freedom, to serve all the more.

tlg4102.tlg041:22
Source · Greek

ὁ γὰρ ἄπιστος ἃν μὲν ἴδῃ διὰ τὴν ἀπιστίαν αὐθαδῶς προσφερόμενον, βλασφημήσει πολλὰ, ὡς στάσιν ἐμποιοῦν τὸ δόγμα· ὅταν δὲ ἴδῃ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις. καὶ γὰρ ὁ Θεὸς καὶ τὸ κήρυγμα μέλλει βλασφημεῖσθαι. Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Μέγα ἐπιτάξας τοῖς οἰκέταις τὸ ἀδίκως πάσχοντας ὑποφέρειν,

ὅρα πόθεν αὐτοὺς παραμυθεῖται ἐκ τῆς μακροθυμίας τοῦ Χριστοῦ· ὁμοῖον οὖν ὡσεὶ λέγε οὐ λόγοις ὑμᾶς πείθω ὑποφέρειν ἀδικουμένους· αὐτόνομοι τὸν δεσπότην θεάσασθε, καὶ παραμυθίαν τοῦ πράγματος ἕξετε. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Λέγω δὴ τὸ δι’ ὅλης τῆς τοῦ βίου ζωῆς ἀναμάρτητον καὶ ἀνεπίληπτον ἐν λόγῳ καὶ ἔργῳ. οὐδεὶς οὖν καθαρὸς γέγονεν ἀπὸ ῥύπου· οὐδ’ εἰ μία ἡμέρα ἦν ἡ ζωὴ αὐτοῦ, ἣ μόνος αὐτὸς. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι ματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, μενοι, τῆ δικαιοσύνῃ ζήσωμεν. Σευήρου. Καὶ μάλα εἰκότως· ὁ γὰρ προσφέρων ἑαυτὸν ὑπὲρ ἁμαρτιῶν οἰκείαν μὲν ἁμαρτίαν οὐκ ἔχει, φέρει δὲ ἐν ἑαυτῷ τὰς ἐκείνων πλημμελείας, ὑπὲρ ὧν εἰς θυσίαν προσάγεται· τοῦτο δηλοῦνος λοῦντος ἐναργέστατα καὶ τοῦ τύπου τοῦ νομικοῦ· ποίαν γὰρ ἰδίαν ἁμαρτίαν εἶχεν ὁ ἀμνὸς ἢ ὁ χίμαρος, ὁ ὑπὲρ ἁμαρτιῶν θυόμενος, καὶ ἁμαρτία διὰ τοῦτο καλούμενος ; Οὗ τῷ μώλωπι ἰάθητε· ἦτε γὰρ ὡς πρόβατα πλανώμενα· νώμενα·

English

For the unbeliever, when he sees someone behaving arrogantly because of unbelief, will blaspheme greatly, as though the teaching were causing division; but when he sees those who are persuaded, he will be more persuaded and pay closer attention to what is said. For God and the preaching are going to be blasphemed. For to this you were called, because Christ also died for us, leaving you an example, so that you might follow in his footsteps. Having given a great command to servants, that they should endure suffering unjustly, see from what source he comforts them—from the long-suffering of Christ. It is as if he were saying: I do not persuade you by words to endure being wronged; look at the Master himself, and you will have consolation in the matter. Who committed no sin, nor was deceit found in his mouth; who, when reviled, did not revile in return; when suffering, did not threaten; but handed himself over to the one who judges justly. I mean, that is, the sinless and blameless life throughout the whole course of his life, in word and deed. No one, then, has become clean from filth—not even if his life were a single day, which he alone was. Who himself bore our sins in his body on the tree, so that, having died to sins, we might live to righteousness. From Severus. And very reasonably so; for the one who offers himself for sins has no sin of his own, but bears in himself the transgressions of those for whom he is brought as a sacrifice; the legal type also shows this most clearly. For what sin of its own did the lamb or the goat have, which was sacrificed for sins and was for this reason called sin? By whose wound you were healed; for you were like sheep going astray.

tlg4102.tlg041:23
Source · Greek

ἀλλ’ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Εὐσεβίου. Ἐπειδὴ καὶ μώλωπας εἰκὸς ἦν αὐτὸν φέρειν κατὰ του σώματος καὶ τραύματα, τυπτόμενον καὶ μαστιγούμενον καὶ τὰς ὄψεις ῥαπιζόμενον, τήν τε κεφαλὴν καλάμῳ παιόμενον· πλὴν οἱ μώλωπες οὗτοι σωτῆρες ἦσαν ἡμῶν· “τῷ γὰρ μώλωπι αὐτοῦ “ ἰάθημεν· τίνες δὲ ἡμεῖς, ἀλλ’ ἢ οἱ πάλαι πλανηθέντες καὶ μὴ λογισάμενοι αὐτὸν, μὴ δὲ συνιέντες τίς ποτε ἦν ; θεοδωρήτου. Καινὸς καὶ παράδοξος ἰατρείας τρόπος· ὁ ἰατρὸς ἐδέξατο τὴν τιμὴν, καὶ ὁ ἄρρωστος ἔτυχε τῆς ἰάσεως. ΚΕΦ. Ε. Περὶ ὑπακοῆς γυναικῶν, καὶ ὁμονοίας τῆς πρὸς τοὺς ἄνδρας, ἐπὶ σωτηρίᾳ τῇ ἐν πνεύματι εἰς τύπον Σάρρας. Ὁμοίως αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴτινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἣ ἐνδύσεως ἱματίων κόσμος· ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελὲς. Εὐσεβίου. Δύο ταῦτα ταῖς γυναιξὶ παραινεῖ, τό τε τοῖς ἀνδράσιν ὑπακούειν, καὶ καλλωπισμοῦ καὶ περιεργίας ἀλλοτρίας γίνεσθαι· ὡς ὅγε ὁ ἔξωθεν κόσμος οὐδὲ κόσμος ἐστιν, ἀλλὰ περιττότης· κόσμος δὲ ἁρμόδιος γυναικὶ ἡ πρὸς τὸν ἄνδρα ὑπακοή· καὶ ὅτι ἀληθὴς ὁ λόγος ἐκ παραδειγμάτων πιστοῦται ἐκ τῶν ἁγίων γυναίκων, ἐκ τῆς Σάρρας αὐτῆς· ἧς τέκνα αὐτῆς γενέσθαι·

English

But now you have turned back to the shepherd and overseer of your souls. Of Eusebius. Since it was likely that he bore welts on his body and wounds, being struck and scourged and slapped in the face, and his head beaten with a reed; yet these welts were our saviors: "For by his welt we were healed." And who are we, but those who formerly went astray and did not take thought of him, nor understand who he ever was? Of Theodoret. A new and strange manner of healing: the physician received the price, and the sick man obtained the cure. CHAPTER 5. Concerning the obedience of women, and concord with their husbands, for salvation in the spirit, after the type of Sarah. Likewise, wives, being subject to their own husbands, so that even if some are disobedient to the word, through the conduct of their wives they may be won without a word, when they have observed your chaste conduct in fear; whose adornment let it not be the outward braiding of hair, and wearing of gold, or putting on of garments; but the hidden man of the heart, in the incorruptible spirit of gentleness and quietness, which is precious before God. Of Eusebius. These two things he exhorts women to: both to obey their husbands, and to be free from adornment and foreign busyness; since outward adornment is not even adornment, but excess; and the fitting adornment for a woman is obedience to her husband; and that the word is true is confirmed by examples from the holy women, from Sarah herself; whose children you have become;

tlg4102.tlg041:24
Source · Greek

ὥσπερ γὰρ οἱ μιμούμενοι τὴν πίστιν τοῦ Ἁβραὰμ, πατέρα τὸν Ἁβραὰμ ἐπιγράφονται, οὕτως αἱ μιμούμεναι τὴν ὑπακοὴν τῆς Σάρρας αὐτῆς θυγάτερας ἀναγράφονται. Οὕτω γὰρ ποτὲ καὶ αἱ ἅγιαι γυναῖκες, αἱ ἐλπίζουσαι εἰς τὸν Θεὸν, ἐκόσμουν ἑαυτὰς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα· ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Προτρέπεται τὰς γυναῖκας μιμεῖσθαι τὰς ἁγίας, καὶ μάλιστα τὴν Σάρραν· πείθων αὐτὰς οὕτω τοῖς ἀνδράσιν ὑποτάττεσθαι ὡς ἐκείνη τῷ Ἀβραὰμ, ἧς καὶ τέκνα αὐτῆς γεγονέναι φησὶ, διὰ τὸ ἀγαθοεργεῖν· ὥσπερ γὰρ ποιῶν τις τὰ ἔργα τοῦ Ἀβραὰμ, καὶ ἔχων αὐτοῦ τὴν πίστιν, τέκνον αὐτοῦ γίνεται, οὕτως αἱ ἀγαθὰ πράττουσαι πισταὶ γυναῖκες μητέρα ἔχουσι τὴν Σάρραν. Πρὸς δὲ

ἀλληγορίαν σκόπει πῶς τις γίνεται τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας τέκνον· κατὰ τὸν Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. εἶτα ἀγαγὼν αὐτὰς εἰς τὰς δύο διαθήκας, μεθ’ ἕτερά φησι κατὰ πνεῦμα γεγενῆσθαι, ἐλευθέραν εἰπὼν τὴν ἄνω Ἱερουσαλὴμ συνᾴδει τοῦτο· “ἐμρλέψατε ἐμβλέψατε εἰς Ἀβρὰμ τὸν πατέρα ὑμῖν, καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς. οὐ γὰρ δυνατὸν εἰς ἐκείνους ἀναφέρεσθαι ταῦτα· πῶς γὰρ ἔτι ὠδίνει τοὺς κατὰ τὸν καιρὸν τοῦ προφήτου, ἡ πρὸ πολλῶν γενεῶν ὀφειλόμενον τῆ φύσει θάνατον ἀναδεξαμένη; ὅθεν ἐκληπτέον ταῦτα εἰς τὴν μητέρα τῶν κατὰ πνεῦμα γεννωμένων τὴν ἄνω Ἱερουσαλὴμ, ἃς προετρέψατο γυναῖκας δι’ ἀγαθοεργίας μητέρα ἔχειν τὴν Σάρραν· εἶτα “τὸ δὲ τέλος” φησὶ, “πάντες ὁμόφρονες, συμπαθεῖς·

English

For just as those who imitate the faith of Abraham are inscribed as children of Abraham, so those who imitate the obedience of Sarah are enrolled as her daughters. For thus formerly also the holy women, who hoped in God, adorned themselves, being subject to their own husbands; as Sarah obeyed Abraham, calling him lord, whose children you have become, doing good and not fearing any terror. He exhorts women to imitate the holy women, and especially Sarah, persuading them to be subject to their husbands as she was to Abraham, whose children he says they have become through doing good; for just as one who does the works of Abraham and has his faith becomes his child, so faithful women who do good have Sarah as their mother. But regarding the allegory, consider how one becomes a child of Abraham and Sarah: according to Abraham, he had two sons, one from the slave woman and one from the free woman. Then, leading these into the two covenants, after other things he says they were born according to the spirit, calling the Jerusalem above free—this is consistent: "Look to Abraham your father, and to Sarah who bore you. For it is not possible for these things to be referred to them; for how could she still be in labor with those in the time of the prophet, who had undergone the death owed to nature many generations before? Therefore these things must be understood as referring to the mother of those born according to the spirit, the Jerusalem above, whom he exhorted women through good works to have as mother, namely Sarah; then he says, "Finally, all of you be like-minded, sympathetic;

tlg4102.tlg041:25
Source · Greek

ἐὰν γὰρ συμπάσχωμεν, οὐ πάσχομεν· ἡ γὰρ ἀγάπη κοινοποιεῖ τὰ πάθη. ΚΕΦ. ς. Περὶ τῆς ἀνδρῶν πρὸς γυναικὸς συμπεριφορᾶς. Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Σευήου. Ἀνδρος γὰρ καὶ γυναικὸς ἡνωμένων ἁγνὴ καὶ ὁμόφρῶν φρῶν ἡ συζυγία διιππεύει πρὸς τὰς οὐρανίας πύλας θᾶττον ἣ πρὸς αἴσχη· εἰ γὰρ τῆς συναφείας, ἣν ἡ Ἐκκλησία συνῆπται Χριστῷ νυμφικῶς ἅμα καὶ μυστικῶς, εἰκόνα φέρουσιν, ἵσα τῇ Ἐκκλησίᾳ κατορθοῦν δύνανται προσευχόμενοι. Παραινέσας ὑπακοὴν ταῖς γυναιξὶ, καὶ τοῖς ἀνδράσι παραινεῖ τὴν πρὸς αὐτὰς ἔχειν μακροθυμίαν, εἰδότας ὡς ἀσθενέστερον σκεῦος τὸ τῶν γυναικῶν· καί τι ἐστιν ἀσθενέστερον· ἣ κοῦφον ἢ εὐπαράφορον, κα ταχέως εἰς μικροψυχίαν ἐρχόμενον· δεικνὺς δὲ καὶ ἑτέρωθεν ἀναγκαίαν τὴν μακροθυμίαν, τῷ μὴ ἐκκόπτεσθαι τὰς προσευχάς· ευχάς· ὁ γὰρ περὶ τὴν οἰκίαν θόρυβος τῶν κατὰ Θεὸν ἔργων ἐμπόδιον. ΚΕΦ. Ζ. Περὶ τῆς πρὸς ἅπαντας ἐπιεικοῦς ἀνεξικακίας, ἧς τύπος ἡ ἐπὶ Νῶε τοῦ Θεοῦ φιλανθρωπία· ἐφ’ ἡμᾶς δὲ ἡ διὰ τοῦ βαπτίσματος τοῦ Χριστοῦ συμπάθεια. Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι. Οὐκέτι κατὰ ἄνδρα καὶ γυναῖκα παραινεῖ, ἀλλὰ κοινῇ πᾶσιν ἐκτίθεται νόμον ἀγάπης, ἐξ ἧς φύεται πᾶσα ἀρετὴ, ἡ συμπάθεια, ἡ εὐσπλαγχνία, ἡ ταπεινοφροσύνη, καὶ αἱ ἄλλαι ἃς ἐφεξῆς ἐδήλωσεν. Φιλόφρονες· μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἣ λοιδορίαν ἀντὶ λοιδορίας·

English

For if we suffer with them, we do not suffer; for love makes the affections common. CHAPTER 6. Concerning the conduct of men toward women. Husbands, likewise, dwelling together according to knowledge, as with the weaker vessel, the woman, giving honor, as also joint heirs of the grace of life, so that your prayers may not be cut off. From Severus. For when a man and a woman are united, their pure and harmonious marriage passes through to the heavenly gates more swiftly than to shameful things; for if they bear the image of the union by which the Church is joined to Christ both bridally and mystically, they can, when they pray, succeed equally with the Church. Having exhorted women to obedience, he also exhorts men to have patience toward them, knowing that the vessel of women is weaker; and there is something weaker; either light or easily swayed, and quickly coming to faint-heartedness; and showing from another angle that patience is necessary, by the fact that prayers are not cut off; for the turmoil in the household is a hindrance to the works according to God. CHAPTER 7. Concerning the gentle forbearance toward all, of which the type is God's love for mankind in the days of Noah; and for us, the compassion through the baptism of Christ. Finally, all of you be like-minded, compassionate, loving as brothers, tenderhearted. No longer does he exhort man and woman separately, but in common he sets forth for all a law of love, from which every virtue grows: compassion, tenderheartedness, humility, and the others which he indicated in sequence. Kindly disposed: not returning evil for evil, or insult for insult;

tlg4102.tlg041:26
Source · Greek

τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. Τί δέ ἐστι ταπεινοφροσύνη ; τὸ ἑτέρου ὀνειδίζοντος φέρειν· τὸ ἐπιγινώσκειν τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κατηγορίας· καὶ οὐδὲ τοῦτο ταπεινοφροσύνης ἃν εἴη ἀλλ’ εὐγνωμοσύνης. Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν, καὶ ἰδεῖν ἡμέρας ἀγαθάς. Τοῦ Ἁγίου Βασιλείου. Εἴτις, φησὶ, θέλει ζωὴν, οὐ τὴν κοινὴν ταύτην ἣν ζῇ καὶ ἄλογα ζῷα, ἀλλὰ τὴν ὄντως ζωὴν, τὴν θανάτῳ μὴ διακοπτομένην· “ νῦν γὰρ, φησὶν, “ ἀποθνήσκετε καὶ “ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ “ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν· οὐκοῦν ἡ ὄντως ζωὴ ὁ Χριστὸς, καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ ζωή ἐστιν ἀληθινή. Ἡσυχίου. Ἐνταῦθα, τό τις, οὐχ ὡς ἀποροῦντος τοῦ προφήτου κεῖται, ἀλλὰ μακαρίζοντος, καὶ μᾶλλον προτρέποντος ἴσως καὶ ἀποροῦντος. οἱ γὰρ πολλοὶ οὐ θέλουσι τὴν ὄντως ζωὴν, ὑπὸ τῆς προσκαίρου δελεαζόμενοι· οὐδὲ ἰδεῖν ἀγαπῶσιν ἡμέρας ἀγαθὰς τὰς τοῦ μέλλοντος, τῇ κατὰ τὸν παρόντα βίον εὐημερίᾳ προσέχοντες. Τοῦ Ἁγίου Βασιλείου. Ὁμῶς δὲ καὶ ἡμέραι ἄλλαι εἰσιν ἀγαθαὶ, ἃς ἐν ἐπαγγελίᾳ προτίθησιν ὁ προφήτης· “ τίς ἐστιν

English

But on the contrary, blessing, knowing that you were called to this, so that you might inherit a blessing. And what is humility? To bear with another when he reproaches; to recognize one's own sin; to bear accusations; and this would not even be a matter of humility but of fair-mindedness. For the one who desires to love life and to see good days. Of Saint Basil. If anyone, he says, desires life—not this common life that even irrational animals live, but the true life, the one not cut short by death; "for now," he says, "you die, and your life is hidden with Christ in God; but when Christ, your life, is revealed"—therefore the true life is Christ, and our conduct in him is true life. Of Hesychius. Here the "who" is set down not as the prophet being at a loss, but as blessing and rather exhorting, and perhaps also being at a loss. For many do not desire the true life, enticed by what is temporary; nor do they love to see good days—the days of what is to come—since they fix their attention on the prosperity of the present life. Of Saint Basil. And in like manner there are also other good days, which the prophet sets before us in promise: "Who is there

tlg4102.tlg041:27
Source · Greek

“ ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς· αἱ γὰρ τοῦ αἰῶνος τούτου ἡμέραι πονηραὶ, ἐπειδὴ καὶ ὁ αἰὼν οὗτος τοῦ κόσμου μέρος ὑπάρχων, περὶ οὗ εἴρηται, ὅτι “ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ “ κεῖται·” τῆ φύσει τοῦ κόσμου συνεκμετρεῖται· μέρη δὲ τοῦ χρόνου τούτου αἱ ἡμέραι αὗται· διὰ τοῦτο φησὶν ὁ Ἀπόστολος “ ἐξαγο- “ ραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πόνηραι εἰσιν· οὐκοῦν νῦν μὲν οὐκ ἐσμὲν ἐν ζωῇ ἀληθινῇ· ἄλλη δέ ἐστιν ἡ ζωὴ, πρὸς ἣν καλεῖ ἡμᾶς ὁ λόγος· καὶ νῦν μὲν αἱ ἡμέραι ἡμῶν πονηραὶ, ἄλλαι δέ τινες ἀγαθαὶ, ἃς νὺξ οὐ διακόπτει· ἔσται γὰρ ὁ Θεὸς αὐτῶν φῶς αἰώνιον. Παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ. Κυρίλλου. Ἁγιοπρεπὲς τὸ μάθημα καὶ σωτήριον, καὶ λόγου παντὸς ἀξίαν εἶναι φημὶ τὴν ὑφήγησιν· γέγραπται γὰρ “ ὅτι “ θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς ἔδον- “ ται τοὺς καρποὺς αὐτῆς.’ ἔφη δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, “ εἰ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγω- “ γῆσαι καὶ ὅλον τὸ σῶμα. μέγα οὖν τῆς γλώσσης τὸ ἐγκρατὲς, ὥσπερ ἀμέλει παγχάλεπον νόσημα τὸ μὴ οὕτως ἔχειν. Καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Τοῦ Χρυσοστόμου. Δόλος δέ ἐστι τὸ ψεῦδος, καὶ ἀπάτη καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι· φίλα δέ πὼς ταυτὶ τῷ τῆς ἀληθείας ἐχθρῷ, τουτέστι τῷ Σατανᾶ, τῷ τοῦ Ψεύδους δους πατρί· “ ψεύστης γάρ ἐστι,’’ καθὰ φησὶν ὁ Σωτῆρ’, “ καὶ ἐν “ τῇ ἀληθείᾳ οὐκ ἔστηκε.’’ παραιτητέον δὲ τοῖς ἁγίοις τὰ ἐκείνου ἀρπαγημαῖα μᾶλλον τὰ Θεοῦ, ὅς ἐστιν ἀλήθεια. Ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν. Τοῦ Αὐτοῦ.

English

“A man who desires life, who loves to see good days; for the days of this age are evil, since this age also, being a part of the world, concerning which it has been said, ‘The whole world lies in the evil one,’ is measured together with the nature of the world; and the days are parts of this time; therefore the Apostle says, ‘Redeeming the time, because the days are evil.’ So then, now we are not in true life; but there is another life, to which the word calls us; and now our days are evil, but there are other good days, which night does not interrupt; for God will be their eternal light. Let him cease his tongue from evil. Of Cyril. The lesson is holy and saving, and I say that the instruction is worthy of every word; for it is written, ‘Death and life are in the hand of the tongue; and those who control it shall eat its fruits.’ And somewhere the disciple of Christ also said, ‘If anyone does not stumble in word, this is a perfect man, able to bridle the whole body also.’ Great, then, is the restraint of the tongue, just as, indeed, the disease of not being so is utterly dreadful. And his lips, that he speak no guile. Of Chrysostom. And guile is falsehood, and deceit and slander, and accusations that do not have the truth; and these things are somehow dear to the enemy of truth, that is, to Satan, the father of falsehood; for ‘he is a liar,’ as the Savior says, ‘and has not stood in the truth.’ But the holy ones must reject his plunder and rather choose the things of God, who is truth. Let him turn away from evil and do good. Of the Same.

tlg4102.tlg041:28
Source · Greek

Οὐ γὰρ ἐν ἡμῖν τὸ μηδ’ ὅλως εἰς νοῦν δέξασθαι τι τῶν τοιούτων· προσπίπτουσι γὰρ αὐτῷ τοιαῦται πὼς ἔννοιαι πλειστάκις· ἀλλ’ εἴπερ τις εἴη σοφὸς, ἀποφέρεται μὲν αὐτῶν, τοῖς δὲ ἀμείνοσι καὶ πολὺ λίαν ἔχουσι τὸ ἐπωφελὲς χαρίζεται τὰς ῥοπάς· τοῦτό ἐστιν οἶμαι τὸ ἔκκλινον ἀπὸ κακοῦ. Τοῦ Ἁγίου Βασιλείου. Στοιχειώδεις αἱ παραινέσεις καὶ εἰσαγωγαὶ εἰς εὐσέβειαν· ἐκνεῦσαι προσήκει ἀπὸ τῆς ἐπὶ τὸ

κακὸν φορᾶς, καὶ οἱονεὶ ὁδοῦ κακῆς τῆς ἐν τῷ πονηρῷ βίῳ συνηθείας ἀπαλλαγέντα, οὕτως ἅψασθαι τοῦ ἀγαθοῦ, ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ, ὡς ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα. Ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν. Τοῦ αὐτοῦ. Περὶ ταύτης τῆς εἰρήνης ὁ Κύριος ἔφη, “εἰρή- “ νῆν τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν· “ οὐχ ὡς ὁ κόσμος δίδωσιν ὑμῖν εἰρήνην, κἀγὼ δίδωμι ὑμῖν. διώξεις δὲ τὴν εἰρήνην οὐκ ἄλλως ἣ κατὰ σκοπὸν τρέχων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως· ὁ ζητῶν εἰρήνην Χριστὸν ἐκζητεῖ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη· ὃς ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, εἴτε τὰ ἐπὶ τῆς γῆς. Διώκουσι τοίνυν τὸ δίκαιον· ἵν εὑρόντες ἁρπάσωσιν· οὗτοι δ’ ἃν εἰεν οἱ καὶ αὐτὸν ζητοῦντες τὸν Κύριον, τουτέστι τὸν Χριστόν· εὑρίσκουσι γὰρ διὰ πίστεως, καλοῦντος αὐτοὺς εἰς τοῦτο τοῦ Θεοῦ καὶ πατρὸς· Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ἄξιοι γὰρ ἐπισκοπῆς οὐ τοὺς ταῖς ἁμαρτίαις ἐνεχομένους ἀλλὰ γὰρ ἤδη κεκαθαρμένους.

English

For it is not in us to receive into our mind at all any of such things; for such thoughts fall upon it in some way very often; but if anyone is wise, he indeed rejects them, and to the better things, which have very greatly the beneficial, he grants his inclinations; this is, I think, "turn away from evil." Of Saint Basil. The exhortations and introductions to piety are elementary; one ought to swerve from the impulse toward evil, and, as it were, having been released from an evil road—the habit in the wicked life—thus to lay hold of the good, having first stood completely away and swerved from evil, as it is impossible to recover health without having been released from the disease. Let him seek peace, and let him pursue it. Of the same. Concerning this peace the Lord said, "My peace I give to you; my peace I leave with you; not as the world gives you peace, I also give to you." But you will pursue peace in no other way than by running toward the goal for the prize of the upward calling; he who seeks peace seeks after Christ, because he himself is the peace; who created the two into one new man, making peace, and having made peace through the blood of his cross; whether things in the heavens, or things on the earth. Therefore they pursue righteousness, in order that, having found it, they may seize it; and these would be those who also seek the Lord himself, that is, Christ; for they find him through faith, God and the Father calling them to this; Because the eyes of the Lord are upon the righteous, and his ears toward their supplication. For worthy of visitation are not those entangled in sins but rather those already purified.

tlg4102.tlg041:29
Source · Greek

Ἐπεὶ αἱ ἐπιβλέπουσαι τὸ πᾶν τοῦ Θεοῦ δυνάμεις τροπικῶς ὀφθαλμοὶ λεγόμεναι· ἐπιβλέπουσι δὲ ἐπὶ τοὺς δικαίους· ἀλλὰ καὶ τὰ ὦτα αὐτοῦ ἕτοιμα εἰς τὸ δέξασθαι τὴν δέησιν αὐτῶν· τούτου χάριν, φησὶν, εἰ θέλετε τούτων ἀπολαῦσαι, ἐκκλίναντες ἀπὸ κακοῦ τὸ ἀγαθὸν ποιήσατε. Οὐκοῦν οὐδένα καιρὸν ὁ Θεὸς τῶν δικαίων ἀφίσταται, ἀλλ’ ὅταν ἡ τοῦ δικαίου χεὶρ τὴν ἐλεημοσύνην ἐργάζηται, ἔχει τοῦ Θεοῦ τὸν ὀφθαλμὸν ἐπιβλέποντα· καὶ ὅταν ἡ γλῶσσα προσεύχηται, ἕλκει τὸ δεσποτικὸν ὠτίον πρὸς ἀκρόασιν, τοῦ Κορνηλίου τὴν εὐχὴν κερδαίνουσα, “αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου “ σαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.” Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. Ἡσυχίου. Ἵνα ἣ μετανοοῦντας προσδέξηται, ἣ ἐπιμένοντας τιμωρήσηται. Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβήθητε, μηδὲ ταραχθῆτε. Εἰς μὲν γὰρ τὸν τῶν γάμων θεσμὸν παρανομούσας καὶ αὐτὰς ἐκβάλλειν ἐκέλευσεν ὁ Σωτῆρ’, τούτου δὲ μὴ συμβαίνοντος πάντα τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν προσέταξεν. Τοῦ χρυσοστόμου. τὸν γὰρ ἑαυτὸν μὴ ἀδικοῦντα παραβλάψαι δύναται. Δείκνυσιν ὡς οὐδὲν αὐτοὺς κατ’ ἀρετὴν οἱ ἐξ ἐθνῶν πειρασμοὶ βλάπτουσιν· ὅπουγε καὶ μακαρίους παρασκευάζουσιν ὑπομένοντας εὐχαρίστως. Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. “ Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. ὥσπερ τὸ μεγαλύνειν τὸν Θεὸν οὐκ ἐπίδοσιν μεγέθους προσάγειν αὐτῷ δηλοῖ·

English

Since the powers of God that watch over all things are figuratively called eyes, and they watch over the righteous; but also his ears are ready to receive their supplication. For this reason, he says, if you wish to enjoy these things, turn away from evil and do good. Therefore God never withdraws from the righteous at any time, but whenever the hand of the righteous man performs almsgiving, it has the eye of God watching over it; and whenever the tongue prays, it draws the Lord's ear to listen, gaining the prayer of Cornelius: "Your prayers and your alms have ascended as a memorial before God." But the face of the Lord is upon those who do evil. Of Hesychius. So that he may either receive those who repent, or punish those who persist. And who is there to harm you, if you become imitators of what is good? But even if you suffer for righteousness' sake, you are blessed; do not fear their fear, nor be troubled. For the Savior commanded that women who transgress the law of marriage be cast out themselves, but when this does not happen, he ordered that all the failings of women be borne. Of the Chrysostom. For he who does not wrong himself cannot be harmed. He shows that the temptations from the Gentiles harm them in nothing as regards virtue, since indeed they make those who endure them thankfully blessed. But sanctify the Lord God in your hearts. "But sanctify the Lord God in your hearts." Just as to magnify God does not mean to bring an increase of greatness to him;

tlg4102.tlg041:30
Source · Greek

ἀλλ’ οὐδὲ τὸ δοξάζειν εὔκλειαν ἔξωθεν φέρειν παρίστησιν, οὕτως οὐδὲ τὸ ἁγιάζειν τὸν Κύριον προστιθέναι αὐτῷ ἁγιότητα σημαίνει· ὅπερ καὶ ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ τοῦτο ποιεῖν προσταττόμεθα. εἰ γὰρ τῆς ἁγιότητος αὑτοῦ ἀκριβῆ διάληψιν σχοίημεν, οὐ καθάπαξ αὐτὸν ἁγιάζομεν, ἀλλ’ ἐν τῇ καρδίᾳ ἡμῶν προστιθεμένης ἐκ τοῦ τοῦτο ποιεῖν τῇ νοήσει ἡμῶν τῆς περὶ Θεοῦ ἁγιότητος. ὡσαύτως καὶ ὁ μεγαλύνων αὐτὸν τοῦ μεγέθους αὐτοῦ μετοχὴν εἰς ἑαυτὸν δέχεται· ὅθεν εἴρηται· “ μεγαλύνει ἡ ψυχή “ μου τὸν Κύριον.” καὶ “ μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. ὡσαύτὸ τὸ τῆς δόξης εἰδὼς εἰς αὐτὸν δοξάζει ἑαυτόν. ταῦτα δὲ οὐ δοκεῖ παράδοξα εἶναι τῷ ἀκριβῶς ἐπισταμένῳ, ὡς ὁ Θεὸς οὐ δέχεται, ἀλλὰ χορηγεῖ τὰ ἀγαθά. Ἒστι μὲν προφητικὴ ἡ φωνὴ, λέγει δὲ ὡς οὐδεὶς φόβος ἔστιν

ἐν ὑμῖν, ὃς δυνήσεται ἡμᾶς ἀναγκάσαι μὴ Κυρίον ὁμολογεῖν τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν, ἀλλ’ ἁγιάσετε. δεικνὺς ὡς αὐτὴ ἡ ὁμολογία ἁγιασμός ἐστι τῆς ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος. Ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μετὰ πρᾳΰτητος καὶ φόβου· συνείδησιν ἔχοντες ἀγαθὴν, ἵνα ἐν ᾧ καταλαλῶσιν λαλῶσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. Διδύμου. Δεῖ γὰρ οὕτως παρεσκευασμένους εἶναι πρὸς γνῶσιν τῆς πίστεως, ὡς ἐν παντὶ καίρῳ ἀπαιτουμένους ἧμας ’τον περ αὐτῆς λόγον εὐχερῶς ἀποκρίνεσθαι· ἀποκρινομένους δὲ πραότητα ἐπιδείκνυσθαι καὶ φόβον Θεοῦ· ὁ γὰρ τὸν περὶ τοῦ Θεοῦ λόγον λαλῶν, οὕτως ὀφείλει λαλεῖν ὡς παρόντος τοῦ Θεοῦ.

English

But neither does glorifying him mean bringing him fame from outside, nor does sanctifying the Lord mean adding holiness to him; and this is what we are commanded to do in our heart. For if we had an accurate understanding of his holiness, we would not sanctify him once for all, but in our heart, as holiness concerning God is added to our understanding by our doing this. In the same way, the one who magnifies him receives a share of his greatness into himself; whence it is said, "My soul magnifies the Lord," and "Magnify the Lord with me." In the same way, the one who knows what glory is glorifies himself. But these things do not seem paradoxical to the one who knows accurately that God does not receive good things but supplies them. The voice is prophetic, and it says that there is no fear in you that will be able to compel us not to confess the Lord Christ in your hearts, but you shall sanctify. Showing that this confession itself is a sanctification of soul and body together. Ready always to give an answer to everyone who asks you a reason concerning the hope that is in you, with gentleness and fear, having a good conscience, so that in whatever they speak against you as evildoers, those who revile your good conduct in Christ may be put to shame. Of Didymus. For it is necessary to be so prepared for knowledge of the faith as, when we are asked for an account of it at any time, to answer readily; and when answering, to display gentleness and the fear of God; for the one who speaks the word concerning God ought so to speak as if God were present.

tlg4102.tlg041:31
Source · Greek

Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας· ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων· ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι. Ἐπειδή τινες θαυμάζουσι πῶς ὁ μὲν Σωτῆρ’ ἔφη, “ μὴ μεριμνή- “ σητε πῶς ἣ τι λαλήσετε, ὁ δὲ Ἀπόστολος ἐνταῦθα “ ἕτοιμοι “ πρὸς ἀπολογίαν, οὐκ ἔστιν ἐν ἀντιλογίᾳ· ἀλλὰ τὸ μὲν περὶ μαρτυρίου εἴρηται, τὸ δὲ περὶ διδασκαλίας· ὅταν μὲν γὰρ ἐν συλλόγῳ φίλων ὁ ἀγὼν ᾖ, κελευόμεθα μὴ μεριμνᾶν· ἄτοπον γὰρ μὴ εἶναι ὃ διδάσκειν ἐπαγγελόμεθα· ὅταν δὲ δικαστήριον ᾖ φοβερὸν, καὶ δῆμοι λυττῶντες, καὶ πάντοθεν δέος, τὴν οἰκεία, ἐπηγγείλατο παρέξειν ῥοπήν· καὶ γὰρ μέγιστον ἦν, ἀνθρώπους τῶν ἰχθύων ὀλίγον κατὰ τὴν ἀφωνίαν διαφέροντας, τυράννων καθεζομένων, καὶ πάντων παρεστώτων, καὶ ξιφῶν γεγυμνωμένων, καὶ πάντων ἐκείνοις συμμαχούντων, εἰσελθεῖν δεδεμένους καὶ εἰς γῆν κύπτοντας δυνηθῆναι ῥῆξαι φωνήν· ὥστε εἰκότως οἱ μὲν τῆς θείας ἀπολαύουσι ῥοπῆς· οἱ δὲ διδάσκονται τῷ τῆς ἀμαθίας μὴ ἐκδιδόναι ἑαυτοὺς ὕπνῳ· σοφοὶ γὰρ εἶναι ὀφείλουσιν οἱ τῆς σοφία, φοιτηταί· καὶ γὰρ ἡ

English

For it is better, if the will of God should so will, to suffer while doing good than while doing evil; because Christ also suffered once for sins, the just for the unjust, that he might bring us to God, being put to death in the flesh but made alive in the spirit. Since some wonder how the Savior said, "Do not be anxious how or what you shall speak," while the Apostle here says, "ready to give an answer," this is not a contradiction; rather, the one statement concerns testimony, the other concerns teaching. For when the contest takes place in a gathering of friends, we are commanded not to be anxious—for it would be absurd for us not to have what we profess to teach—but when there is a fearful court, and raging crowds, and fear from every side, he promised to supply his own aid. For it was a very great thing that men who differ little from fish in speechlessness, while tyrants sat and all stood by and swords were drawn and all were allied with them, should enter bound and, bowing to the ground, be able to break forth in speech; so that reasonably the one group enjoys divine aid, while the other are taught not to surrender themselves to the sleep of ignorance. For those who are students of wisdom ought to be wise; for indeed the

tlg4102.tlg041:32
Source · Greek

πράξις τότε ἐπαινετή ἐστιν, ὅταν λογισμῷ ἐπιτελῆται· τὸ γὰρ ἄνευ συνέσεως καὶ ἐξετάσεως δοκεῖν τι εἰδέναι μέμψιν φέρει· “ γνῶσις γὰρ ἀσυνέτων ἀδιεξέταστοι λόγοι. πάλιν αὐτοῖς παραινεῖ μὴ λυπεῖσθαι ἐφ’ οἷς ἀδίκως πάσχον· σιν, εἰρηκὼς δὲ, “ εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ,” παθεῖν ἡμᾶς ἐδίδαξε τὰς θλίψεις οἰκονομικῶς διὰ γυμνασίαν ἡμῶν γινομένας κατὰ συγχώρησιν Θεοῦ, καὶ εἰς τοῦτο ἐπαλείφων ἡμᾶς. πάλιν τὸν Χριστοῦ θάνατον ἐξηγεῖται καὶ τὴν ἀνάστασιν. ὅρα δὲ πῶς ἡμῖν ἐκήρυξε τὸ μυστήριον. εἰπὼν γὰρ “ θανατωθεὶς μὲν σαρκὶ, “ ζωοποιηθεὶς δὲ Πνεύματι,’’ ὅμοιον ὡσεὶ λέγοι, ἀποθανὼν μὲν ὑπὲρ τῆς κατεχομένης ἡμῶν σαρκὸς τῇ φθορᾷ· ἐγερθεὶς δὲ ὡς Θεὸς, τὴν γὰρ θεότητα διὰ τοῦ Πνεύματος ὠνόμασε “ Πνεῦμα “ γὰρ ὁ Θεὸς,’’ φησὶ τὰ θεῖα λόγια· οὐδαμοῦ γὰρ διαιρεῖ τῆς ἰδίας σαρκὸς τὸν λόγον. Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῆ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασι ποτὲ, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία, ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἢν ὀλίγαι, τουτέστιν ὀκτὼ, ψυχαὶ διεσώθησαν δι’ ὕδατος. Κυίλλου. Λύει ἐνταῦθα τὴν ἀντίθεσιν ἐκείνην ἥν τινες ἀντιτίθεντες λέγουσιν· εἰ ἐπωφελὴς ᾖ ἡ ἐνανθρώπησις, τι δήποτε μὴ πρὸ πολλῶν ἐνηνθρώπησε χρόνων· ἰδοὺ γὰρ “ καὶ τοῖς ἐν φυλακῇ “ πνεύμασι πορευθεὶς ἐκήρυξεν ;” ἵνα λύσῃ τούτους, ὅσοι ἔμελλον· εἰ κατ’ ἐκεῖνο καιροῦ σαρκωθεὶς τοῖς ἐπὶ γῆς ἐπεφοἴτησεν· οὗτοι γὰρ αὐτὸν καὶ ἐν τοῖς καταχθονίοις ἐπιφανέντα πάντως ἐπέγνωσαν, καὶ τῆς ἐπιφανείας ἀπέλαυσαν.

English

An action is praiseworthy then, when it is carried out with reason; for to seem to know something without understanding and examination brings blame: "For the words of the foolish are unexamined." Again he exhorts them not to grieve over the things they suffer unjustly; and having said, "if the will of God should will it," he taught that our afflictions come about by God's dispensation, for our training, by God's permission, and he anoints us for this. Again he expounds the death of Christ and the resurrection. But see how he proclaimed the mystery to us. For having said "put to death in the flesh, but made alive in the Spirit," it is as if he were saying, he died for the sake of our flesh which is held by corruption; but he was raised as God—for he named the Godhead through the Spirit; "for God is Spirit," say the divine oracles; for nowhere does he divide the Word from his own flesh. In which also he went and preached to the spirits in prison, who once were disobedient, when the longsuffering of God was waiting, in the days of Noah, while the ark was being prepared, into which few, that is, eight, souls were saved through water. Of Cyril. Here he resolves that objection which some bring forward in opposition, saying: if the incarnation was beneficial, why did he not become incarnate many ages before? For behold, "he went and preached to the spirits in prison"—in order to loose those who were destined to be loosed; if at that time, having become flesh, he visited those on the earth; for these also recognized him when he appeared in the underworld, and partook of his appearing.

tlg4102.tlg041:33
Source · Greek

Τῇ ψυχῇ πορευθεὶς ἐκήρυξε τοῖς ἐν ᾅδου, ὡς ψυχὴ μετὰ ψυχῶν ὀφθεὶς, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες ἔπτηξαν, καὶ πύλαι χαλκαῖ συνετρίβησαν, καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν· καὶ ὁ μονογενὴς ἐφώνει μετ’ ἐξουσίας ταῖς ὁμοιοπαθέσι ψυχαῖς, κατὰ τὸν τῆς οἰκονομίας λόγον, λέγων τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε. Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυξεν· ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν· οὗτοι γὰρ καὶ εἰς ᾅδου πάντως ἐπέγνωσαν· ἔστι γὰρ τὰ πλείω τῆς καθ’ ἡμᾶς οἰκονομίας ὑπὲρ φύσιν καὶ παράδοσιν· καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐπεφώνει Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν, οὕτω καὶ διὰ τῆς εἰς ἅδου καταβάσεως, τοὺς πιστεύοντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν· αἱ γὰρ τῶν ἐν εἰδωλολατρίαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἱονεὶ ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς βλέπειν οὐκ ἴσχυον· ἵνα καὶ πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῶ πάντας ἐλευθερῶσαι τό γε ἐπ’ αὐτῷ τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα· καὶ μετὰ τοῦ φιλανθρώπου καὶ τὸ δίκαιον ἐνδεικνύμενον· ἵνα οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, σφὰς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τὸν τῶν ὅλων Θεὸν ἀπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες. Σευήρου. Ἀλλ’ οὐ πᾶσι τοῖς ἐκεῖσε κατεχομένοις, ἀλλὰ μόνοις τοῖς πιστεύσασι καὶ ἐπεγνώκοσιν αὐτὸν τὴν ἄφεσιν ἐδωρήσατο.

English

Going in the soul, he preached to those in Hades, appearing as a soul among souls, whom the gatekeepers of Hades, seeing, cowered, and the bronze gates were shattered, and the iron bars were broken apart; and the only-begotten one called out with authority to the souls of like nature, according to the principle of the economy, saying to those in bonds, "Come forth," and to those in darkness, "Be revealed." That is, he also preached to those in Hades, in order to loose those who were going to believe if, at the time of their life, he had come incarnate; for these also certainly recognized him in Hades; for most of the things of the economy concerning us are beyond nature and tradition; just as, therefore, Christ called out equally to all those on earth through his presence in the flesh, and those who believed were benefited, so also through his descent into Hades he freed from the bonds of death those who believed and recognized him; for the souls of those who had lived in idolatry and lawless licentiousness, having been, as it were, blinded by fleshly attachments, were unable to look at the rays of the divine manifestation; so that they might also faithfully recognize the one who appeared to those beneath the earth to free all, as far as it depended on him, and who preached to all in common; and along with his love for humanity he also demonstrated what is just; so that those who fell away from such beneficence might have themselves to blame, having abandoned the Creator and God of all, and having served misanthropic demons, and having lived as was dear to them. Of Severus. But not to all those held there, but only to those who believed and recognized him did he grant forgiveness.

tlg4102.tlg041:34
Source · Greek

ἐπέγνωσαν δὲ αὐτὸν οἱ δι’ ἀγαθῶν ἔργων τῆς κακίας ἑαυτοὺς ἐκκαθάραντες, καθ’ ὃν ἐν σαρκὶ χρόνον ἐβίωσαν· πάντες γὰρ καὶ οἱ δικαίως πολιτευσάμενοι, πρὶν ἐπιφανῆναι τοῖς καταχθονίοις Χριστὸν, ὑπὸ τῶν δεσμῶν τοῦ θανάτου κατείχοντο, καὶ τὴν αὐτοῦ κἀκεῖσε παρουσίαν ἀνέμενον, ἀποκεκλεισμένης αὐτοῖς τῆς ἐπὶ τὸν παράδεισον ὁδοῦ διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως· ὅτι δὲ οὐ πάντες οἱ ἐν τοῖς ὑποχθονίοις ὄντες ἀπώναντο τῆς ἐκεῖσε Χριστοῦ καταβάσεως, ἀλλ’ οἱ πεπιστευκότες μόνον, δηλοῖ μὲν Γρηγόριος ὁ Θεολόγος ἐν τῷ εἰς τὸ Πάσχα λόγῳ, προτείνας ἐν ἐπαπορήσει τὴν πρότασιν, ὡς ἀξίαν ζητήσεως, τῇ ἐπαγωγῇ δὲ δοὺς τὴν τοῦ ἀληθοῦς ἐπικράτειαν· ἔφη γὰρ οὕτως· “ κἂν εἰς ᾅδου κατίῃ, “ συγκάτελθε· γνῶθι καὶ τὰ ἐκεῖ μυστήρια, τίς ἡ οἰκονομία τῆς “ διπλῆς καταβάσεως, τίς ὁ λόγος. ἁπλῶς σώζει πάντας ἐπι- “ φανεὶς, ἣ κἀκεῖ τοὺς πιστεύοντας.” Ἰγνάτιος δὲ ὁ θεόφορος καὶ μάρτυς οὕτω φησί· “ πῶς ἡμεῖς δυνησόμεθα ζῆσαι χωρὶς

English

But those who had cleansed themselves of wickedness through good works recognized him, according to the time they lived in the flesh; for all, even those who had conducted themselves righteously, before Christ appeared to those beneath the earth, were held by the bonds of death and awaited his presence there as well, since the way to paradise had been closed to them through Adam's transgression. That not all who were in the regions beneath the earth enjoyed Christ's descent there, but only those who believed, Gregory the Theologian makes clear in his discourse On Pascha, having put forward the proposition in the form of a question, as worthy of inquiry, and by the conclusion giving victory to the truth; for he spoke thus: "Even if he descends into Hades, descend with him; know also the mysteries there—what is the economy of the double descent, what is the reason. He saves all simply by appearing, or even there those who believe." And Ignatius the God-bearer and martyr says thus: "How shall we be able to live without

tlg4102.tlg041:35
Source · Greek

“ αὐτοῦ, οὗ καὶ προφῆται, μαθηταὶ ὄντες τῷ Πνεύματι, ὡς διδάσκα“ λον αὐτὸν προσεδόκων· καὶ διὰ τοῦτο ὃν δικαίως ἀνέμενον, παρὼν “ ἤγειρεν αὐτοὺς ἐκ νεκρῶν.ž” Καὶ μετ’ ὀλίγα—l Καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐφάνη Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν· οὕτω καὶ διὰ τῆς εἰς ᾅδου καταβάσεως, τοὺς πιστεύσαντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν. αἱ γὰρ τῶν εἰδωλολατρίαις καὶ κώμοις καὶ μέθαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἷον ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς οὐκ ἰσχύουσιν· ἵνα πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῷ πάντας ἐλευθερῶσαι τόγε ἐπ’ αὐτῷ τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα, καὶ μετὰ τοῦ φιλανθρώπου τὸ δίκαιον ἐνδεικνύμενον· ἵν οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, σφὰς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τῶν ὅλων Θεὸν ἄπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες. Ἀμμωνίου. Ἠρώτησέ με ὁ σχολαστικὸς Καισάριος, εἰ κατελθόντος εἰς ᾅδου Ἰησοῦ τοῦ Θεοῦ Λόγου, πασῶν τῶν ψυχῶν ἐλύθη τὰ δεσμά; καὶ εἶπον, ναί. εἶτα οὖν φησι. καὶ ὁ Ἰούδας λελυμένος ἦν ; καὶ εἶπον, καὶ πάνυ. οὐ γὰρ οἷόν τε ἦν, τοῦ παμβασιλέως παρόντος, τὸν τύραννον καὶ αὐτὸν χειρωθέντα, λέγω δὴ τὸν θάνατον, ἔτι τοὺς αἰχμαλώτους κατέχειν. τί οὖν ὁ Κύριος ἐποίησέ, φησιν;

English

of him, of whom also the prophets, being disciples in the Spirit, awaited him as a teacher; and for this reason, him whom they justly awaited, being present he raised them from the dead. And after a little — Just as therefore Christ appeared with equal honor to all upon the earth through his incarnation, and those who believed were benefited; so also through his descent into Hades, he freed from the bonds of death those who believed and recognized him. For the souls of those who lived in idolatry and revelries and drunkenness and lawless debaucheries, as if blinded by fleshly passions, are not able to bear the rays of the divine manifestation; so that they might faithfully recognize him who appeared to those beneath the earth for the purpose of freeing all, as far as depended on him, and who proclaimed to all in common, and who with loving-kindness displayed justice; so that those who fell away from such beneficence might have themselves to blame, having abandoned the Creator and God of all, and having served misanthropic demons, and having lived as was dear to them. Of Ammonius. Caesarius the scholastic asked me whether, when Jesus the Word of God descended into Hades, the bonds of all souls were loosed; and I said, yes. Then, he says, was Judas also loosed? And I said, certainly. For it was not possible, when the King of all was present, for the tyrant himself, having been subdued — I mean death — still to hold the captives. What then did the Lord do, he says?

tlg4102.tlg041:36
Source · Greek

ἐκήρυξεν ὡς ἐπὶ γῆς, καὶ τοῖς ἐν ᾅδου πᾶσι, τὴν εἰς αἰώνιον σωτηρίαν ἄγουσαν ὁδὸν, ὥστε πιστεύειν εἰς τὸν Πατέρα καὶ εἰς αὐτὸν τὸν ἐνανθρωπήσαντα καὶ ἀποθανόντα ὑπὲρ ἡμᾶν, καὶ κατελθόντα εἰς ᾅδου, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ τοὺς μὲν πιστεύσαντας ἀνήγαγε σὺν ἑαυτῷ· τοὺς δὲ ἀπιστήσαντας εἴασε κάτω πάλιν ἐν τῇ πρώτῃ καταστάσει· εἶτα πάλιν εἶπε μοι. καὶ πῶς οἷόν τε ἦν τοὺς ἐν ᾅδου διὰ μετανοίας ἐλευθερωθῆναι, “ ἐν δὲ “ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;” ἣ τάχα ἡ ἐξομολόγησις ἐπὶ τῶν μεταμελομένων ἐφ’ οἷς ἔπραξαν, καὶ ἐξομολογουμένων τὰ ἴδια πλημμελήματα χώραν ἔχει, ὅπερ τότε οὐ γέγονε· ψιλὴ γὰρ πίστις ἔσωσε τοὺς ἐν ᾅδῃ πιστεύσαντας. καὶ ἔστι μὲν σαφὲς ἀνάγνωσμα ἐν ταῖς Καθολικαῖς, ὅτι ἐκήρυξεν ἐν ᾅδου τοῖς ἀπειθήσασιν

ἀνθρώποις, ἐκήρυξε δὲ οὐχὶ μάτην, ἀλλ’ ἵνα τοὺς πιστεύσαντας τῷ κηρύγματι λυτρώσηται· ὥσπερ καὶ ἐπὶ τῆς γῆς ὣν, τοὺς πιστεύσαντας ἠλευθέρου τῶν προτέρων ἁμαρτημάτων διὰ τῆς θείας ἀναγεννήσεως, ἐπὶ τὸ ἀρχέτυπον αὐτοὺς ἀναστοιχειῶν. εἶτα πάλιν είπε μοι. καὶ τῷ Ἰούδα ἐκήρυξε, καὶ ἔδωκεν αὐτῷ ἄδειαν τοῦ ἐκ μετανοίας συναναβῆναι αὐτῷ ; καὶ εἰπον· οὐ νομίζω. καὶ γὰρ περιττὸν ἦν τῷ εἰδότι κηρύξαι, ὅπουγε καὶ τοῖς μέλλουσι βαπτίζεσθαι προσάπαξ αἱ μυσταγωγικαὶ κατηχήσεις γίνονται· ὁ δὲ Ἰούδας οὐ μόνον ὅτε κατηχήθη τὸ μυστήριον καὶ κατεδέξατο, ἀλλὰ καὶ ἄλλοις αὐτὸς ἐκήρυξε, καὶ θείας χάριτος ἠξιώθη, ὥστε καὶ δαίμονας ἐκβάλλειν καὶ ἰάσεις ποιεῖν· ὕστερον δὲ διὰ τοῦ αὐτεξουσίου τῆς ἑαυτοῦ γνώμης μετατραπεὶς ἐξώκειλεν·

English

He preached, as on earth, so also to all those in Hades, the path leading to eternal salvation, so that they might believe in the Father and in him who became man and died for us and descended into Hades, and in the Holy Spirit. And those who believed he brought up with himself; but those who disbelieved he left below again in their former state. Then again he said to me: And how was it possible for those in Hades to be freed through repentance, since "in Hades who will confess to you?" Or perhaps confession has a place among those who repent of what they have done and confess their own transgressions, which did not happen then; for bare faith saved those in Hades who believed. And there is indeed a clear reading in the Catholic Epistles, that he preached in Hades to the disobedient

men, and he preached not in vain, but in order to redeem those who believed the preaching; just as also while he was on earth, he freed those who believed from their former sins through divine regeneration, restoring them to the original pattern. Then again he said to me: And did he preach to Judas, and give him leave to ascend together with him through repentance? And I said: I do not think so. For it was superfluous to preach to one who knew, since indeed for those about to be baptized the introductory instructions are given once for all; but Judas not only when he was instructed in the mystery and received it, but he himself also preached to others, and was deemed worthy of divine grace, so as even to cast out demons and perform healings; but later, having been turned aside through the free will of his own judgment, he slipped away;

tlg4102.tlg041:37
Source · Greek

ὃς οὐδὲ ἐλεγχθεὶς παρὰ τοῦ Κυρίου, ὅτι σύ με ἔχεις παραδοῦναι, ᾐσχύνθη, οὔτε νιπτόμενος τοὺς πόδας μετὰ τῶν ἕνδεκα παρὰ τοῦ Ἰησοῦ, ἐπὶ τῷ ἐλεγμῷ διετράπη, ἀλλ’ ἔμεινε τῷ ἑαυτοῦ σκοπῷ. καὶ μή μοι τὶς εἴπῃ, ὅτι ἄκων ἔπραξε τὸ κακόν· τοῦτο γὰρ οὐδεὶς Χριστιανῶν λέγειν ἀνέχεται· τάχα δὲ οὐδὲ ἄλλης θρησκείας ἄνθρωπος. ἀλλ’ οὔτε αὐτὸς ὁ Ἰούδας τοῦ πταίσματος τὴν αἰτίαν εἰς ἄλλον ἀνήγαγεν, ἀλλ’ εἰς ἑαυτόν. ἀμέλει γοῦν ὕστερον συνεωρακὼς τὸ πταῖσμα, ὃ ἐποίησεν, ἑαυτὸν ἐτιμωρήσατο καὶ ἀπήγξατο· καὶ ἐν τούτῳ δεικνὺς τὸ φονικὸν ἑαυτοῦ τῆς ψυχῆς κίνημα· οὐ γὰρ ἠρκέσθη ὅτι ἐφόνευσε τὸν Κύριον, ἀλλὰ καὶ ἑαυτὸν ἀνεῖλεν· οὐ φόνῳ τὸν φόνον ἐξιλεούμενος· ᾔδει γὰρ ὅτι ὁ ἑαυτὸν φονεύων τιμωρεῖται ὡς ὁ ἄλλον φονεύων· ἀλλὰ μεστὸς ὢν ὑποψίας, καὶ μὴ ἀνεχόμενος ὀνειδισθῆναι ὡς προδότης, ἀγχόνῃ ἐχρήσατο. οὐκ ἠγνόει γὰρ ὅτι ἐπίμονος μετάνοια τὸν Θεὸν δυσωπεῖ, ἀλλ’ ὡς ὑπερόπτης οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι, ὅπερ ποιήσας καὶ Παῦλος ὁ τὸν Στέφανον φονεύσας δυνάμει ἠλεήθη· καὶ Πέτρος ὁ ἀρνησάμενος τὸν Χριστὸν, καὶ διὰ μετανοίας καὶ δακρύων συγχωρηθείς. Διδάξας ἡμᾶς ὡς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὁ Χριστὸς, διδάσκει ὅτι καὶ τὴν εἰς ᾅδου πορείαν πεποίηται, τὰς τῶν πάλαι τεθνηκότων ψυχὰς ἀνάξων ἐκεῖθεν· εἴρηκε γὰρ τοῖς ἐν δεσμοῖς, ἐξέλθετε· καὶ ὡς ὁ Εὐαγγελίστης ἔφη, “ πολλὰ σώματα τῶν “ κεκοιμημένων ἁγίων ἀναστάντα εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, “ καὶ ἐνεφανίσθησαν πολλοῖς.· διὸ καὶ ὁ Παῦλος κηρύττων

English

He who, even when rebuked by the Lord with the words "You have me to hand over," was not ashamed, nor when his feet were washed along with the eleven by Jesus, was he put to shame at the rebuke, but remained in his own purpose. And let no one say to me that he did the evil unwillingly; for no Christian consents to say this, and perhaps not even a man of another religion. But neither did Judas himself refer the cause of his sin to another, but to himself. At any rate, later, having seen clearly the sin that he had committed, he punished himself and hanged himself; and in this he showed the murderous impulse of his own soul; for he was not satisfied that he had murdered the Lord, but he also killed himself—not propitiating murder by murder; for he knew that the one who kills himself is punished as the one who kills another; but being full of suspicion, and not enduring to be reproached as a traitor, he resorted to hanging. For he was not ignorant that persistent repentance persuades God, but as a proud man he did not endure to do this, which, had he done it, even Paul, who killed Stephen, would have been mercifully forgiven by its power; and Peter, who denied Christ, was forgiven through repentance and tears. Having taught us that Christ died for our sins, he teaches that he also made the journey to Hades, to lead up from there the souls of those who had died long ago; for he said to those in bonds, "Come out"; and as the Evangelist said, "Many bodies of the saints who had fallen asleep arose and entered into the holy city, and appeared to many." Therefore also Paul, proclaiming

tlg4102.tlg041:38
Source · Greek

Χριστὸν οὕτω φησὶν, “ ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς “ ὑπεράνω τῶν οὐρανῶν, ινα πληρώσῃ τὰ πάντα.” Ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν. Τουτέστιν οὐ τύπος ἦν ἐκεῖνο τὸ ὕδωρ. ὥσπερ γὰρ ἐκεῖνο τοὺς μὲν πονηροὺς ἐκόλασε, τοὺς δὲ ἀγαθοὺς διεφύλαξεν, οὕτω καὶ τοῦτο, τοὺς μὲν πονηροὺς ἀποπνίγει δαίμονας· σώζει δὲ τοὺς προσιόντας αὐτῷ. δείκνυσι δὲ καὶ πόσον εἰς δύναμιν τὸ βάπτισμα· ὅπουγε ψυχῆς ἁμαρτημάτων ἐστὶν ἀπόνιψις· καὶ πῶς αὐτοῦ δεόμεθα διδάσκει· πῶς δὲ, ἣ ὁμολογοῦντες τὴν ἀνάστασιν τοῦ Κυρίου ; Δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, πορευθεὶς εἰς τὸν οὐρανὸν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων. Ὅρα πάλιν ὡς σαφῶς ἡμῖν τὴν οἰκονομίαν ἐκτίθεται, μνημονεύσας γὰρ θανάτου καὶ ἀναστάσεως, καὶ τῆς εἰς οὐρανὸν ἀνόδου μέμνηται· καὶ ὃς ἐστὶν ἐν δεξιᾷ τοῦ Πατρός· ἵνα γὰρ μὴ νομίσῃς αὐτὸν παθεῖν καὶ ἀπωλεσαί τι τῆς δόξης, ἀκούσας γενόμενον ἄνθρωπον καὶ ἀποθανόντα, τούτου χάριν καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν λέγει· καὶ ὡς πᾶσα αὐτὸν ἡ τῶν ἄνω πληθὺς προσκυνεῖ· τὸ δὲ “ ὑποτα- “ γέντων” πάλιν διὰ τὴν οἰκονομίαν εἴρηται. ΚΕΦ. Η. Περὶ ἀποθέσεως φαύλων πράξεων καὶ ἐπαναλήψεως τῶν ἐν πνεύματι καρπῶν κατὰ τὴν διαφορὰν τῶν χαρισμάτων. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε. Τοῦ ἁγίου Ἀθανασίου.

English

Thus he says Christ: "He who descended is himself also he who ascended above the heavens, that he might fill all things." The antitype now also saves us, baptism, not a removal of the filth of the flesh, but the appeal of a good conscience toward God. That is, that water was not a type. For just as that water punished the wicked and preserved the good, so also this one: it chokes the wicked demons, but saves those who come to it. And it shows also how great is the power of baptism, since it is the washing away of the soul's sins; and it teaches how we need it; and how, when we confess the resurrection of the Lord? Through the resurrection of Jesus Christ, who is at the right hand of God, having gone into heaven, with angels and authorities and powers subjected to him. Observe again how clearly he sets forth for us the economy: for having mentioned death and resurrection, he also mentions the ascent into heaven; and that he is at the right hand of the Father. For lest you think that he suffered and lost any of his glory, when you hear that he became man and died, for this reason he speaks also of the resurrection and the ascent into the heavens and the sitting at the right hand of the Father; and that the whole multitude of those above worships him. And the phrase "subjected" is again said because of the economy. CHAPTER 8. Concerning the putting away of wicked deeds and the recovery of the fruits in the Spirit according to the difference of gifts. Therefore, since Christ suffered for us in the flesh, you also arm yourselves with the same mind. Of Saint Athanasius.

tlg4102.tlg041:39
Source · Greek

Διὰ τοῦτο ὁ Ἀπόστολος οὐκ “ Χριστοῦ οὖν παθόντος θεότητι” ἀλλ’ “ ὑπὲρ ἡμῶν σαρκὶ,” ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλ’ αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. Καὶ μετ’ ὀλίγα—Εἰ μὲν ἑτέρου τὸ

σῶμα, ἐκείνου ἃν λέγοιτο καὶ τὰ πάθη. εἰ δὲ τοῦ Λόγου ἡ σάρξ. “ ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὗ καὶ σάρξ ἐστι· οὗ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι τὸ κατακριθῆναι, τὸ διψᾶν, καὶ ὁ σταυρὸς καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστίν. Κυρίλλου. Οὐκοῦν ἀνάγκη νοεῖν, ὅτι γεγονὼς καθ’ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ πέπονθεν ἑκών. “ βεβαπτίσμεθα γὰρ οὕτως “ εἰς τὸν αὐτοῦ θάνατον·” ὡς ἑνὸς ὄντος Υἱοῦ, κατὰ μὲν τὴν τῆς θεότητος φύσιν ἀπαθοῦς, παθητοῦ δὲ κατὰ τὴν σάρκα. Σευήρου ἐκ τὴσ πρὸσ Φώτίον Ἐπιστολῆσ. Προδήλως δείκνυσι διὰ τοῦ προσδιορίσασθαι καὶ εἰπεῖν “ σαρκὶ,” ὡς ὁ αὐτὸς ἀπάθης ὑπῆρχε θεότητι καὶ οὐ συναισθανόμενος τῶν αἰκιῶν· καθὰ δὴ καὶ συναισθάνεσθαι πέφυκεν ἡ τοῦ καθ’ ἡμᾶς ἀνθρώπου ψυχή. τὸ γὰρ θεῖον ἀπαθὲς, καὶ οὐδενὶ τῶν ἀλγύνειν πεφυκότων ὑποκείμένον, οὐδὲ κατά τι τῶν τῆς ἀπαθείας ἐξιστάμενον ὁρῶν· ἀλλ’ αὐτὸς τῶν παθῶν πάθος γινόμενον καὶ ἀμβλῦνον τοῦ θανάτου τὸ κέντρον, κἂν εἰ διὰ σαρκὸς παθητῆς τοῦτο συμπλέκοιτο. Τοῦ Αὐυοῦ ἐκ τῆσ πρὸσ Ἀνδρόνικον Κοινβιάρχην Ἐπιστολῆσ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ”—Καἰ ὡσαύτως, “ ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἀπέ“ θάνε, δίκαιος ὑπὲρ ἀδίκων·

English

Therefore the Apostle did not say “Christ therefore having suffered in his divinity” but “for us in the flesh,” so that the sufferings might be recognized as belonging by nature not to the Word himself but to the flesh itself. And shortly after—If the body were another’s, the sufferings would be said to be that other’s as well; but if the flesh is the Word’s—for “the Word became flesh”—then necessarily the sufferings of the flesh are also said to be his whose flesh it is; and of him whose sufferings are spoken of, such as being condemned, thirsting, the cross and death, and the other weaknesses of the body, of him also is the accomplishment and the grace. Of Cyril. Therefore it is necessary to understand that the Word of God, having become as we are, suffered willingly in the flesh. For “we have been baptized thus into his death,” as of one Son, impassible according to the nature of his divinity, but passible according to the flesh. Of Severus, from the Letter to Photius. He clearly shows, by defining and saying “in the flesh,” that the same one was impassible in divinity and did not feel the tortures, just as the soul of the man according to us is naturally capable of feeling. For the divine is impassible, and is subject to none of the things that naturally cause pain, nor does it depart in any respect from impassibility; but he himself became a suffering of sufferings and blunted the sting of death, even if through passible flesh this was brought about. Of the same, from the Letter to Andronicus the Cenobiarch. “Christ therefore having suffered for us in the flesh”—And likewise, “that Christ also once died for sins for us, the righteous for the unrighteous.”

tlg4102.tlg041:40
Source · Greek

θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ “ Πνεύματι.” καὶ γὰρ κηρύξας τὸν Χριστὸν πεπονθέναι καὶ τεθανατῶσθαι σαρκὶ, σαφῶς ἔδειξεν, ὡς ὑπῆρχε καὶ αὐτὸς παθητὸς σαρκὶ καὶ ἀπαθὴς τῇ θεότητι· καὶ οὐ διαιρούμενος μετὰ τὴν ἄφραστον ἕνωσιν τῇ δυάδι τῶν φύσεων· ἀλλ’ εἷς ὢν Κύριος καὶ Χριστὸς καὶ Υἱὸς, καὶ ἓν πρόσωπον, καὶ ὑπόστασις μία, ἡ αὐτοῦ τοῦ Λόγου σεσαρκωμένη· παθόντος μὲν καὶ ἀποθανόντος ἑκουσίως, ᾧ γέγονεν ἄνθρωπος· μείναντος δὲ ἀπαθοῦς, ᾧ κατ’ οὐσίαν ὑπῆρχε πρὸ αἰώνων Θεὸς, καὶ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ Πνεύματι· καὶ τὸ πρὸς ἡμᾶς ὁμοούσιον καὶ ὁμοιοπαθὲς ἐν ἀληθείᾳ καὶ βουλήσει καταδεξάμενος. Τοῦ Αὐυοῦ ἐκ τῆσ πρὸσ τοὺσ ἐν Κωνσταντινουπόλει ὁρθοδόξουσ ἐπιστολῆσ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν “ σαρκί.” τοῦτο γὰρ οὐ κατὰ τὴν τῶν Δοκητῶν ψυχρολογίαν διαζευγνύντος

ἐστὶν, ἀλλὰ καὶ μᾶλλον ἕνα καὶ ἀδιάτμητον εἰδότος, τὸν ἀτρέπτως σαρκωθέντα Λόγον μονογενῆ· καὶ γὰρ ἐπειδὴ περὶ ἀπαθοῦς κατὰ φύσιν Θεοῦ διελέγετο “ παθόντος ὑπὲρ ἡμῶν· τούτου χάριν ἀναγκαῖον ἡγήσατο τὸν προσδιορισμὸν, καὶ κατήγγειλεν αὐτὸν πεπονθέναι σαρκί. τοῦ αὐτοῦ δὲ ὄντος ἀπαθοῦς, καὶ ἑνὸς ἐξ ἀμφοῖν τοῦ Ἐμμανουὴλ, θεότητος λέγω καὶ ἀνθρωπότητος, χρειωδέστατα λίαν προσδιωρίσατο τὸν πεπονθότα, γινώσκειν μὲν ἀπαθῆ, πεπονθότα δὲ τῇ πεφυκυίᾳ πάσχειν σαρκί. Τοῦ Αὐτοῦ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, ” διὰ τοῦτο ἀναγκαῖον ὁ Πέτρος ἡγήσατο τὸν προσδιορισμὸν, εἰπὼν “ παθόντος σαρκὶ, ” ὡς περὶ ἑνὸς προσώπου, καὶ μιᾶς ὑποστάσεως, καὶ μιᾶς φύσεως τοῦ Θεοῦ Λόγου σεσαρκωμένης, διαλεγόμενος·

English

Having been put to death in the flesh, but made alive in the Spirit. For indeed, having proclaimed that Christ suffered and was put to death in the flesh, he clearly showed that he himself was both passible in the flesh and impassible in his divinity; and that he is not divided after the ineffable union by the duality of natures; but is one Lord and Christ and Son, and one person, and one hypostasis, that of the Word himself made flesh; who suffered and died willingly in that which he became, namely man; but remained impassible in that which he was by essence before the ages, namely God, and consubstantial with the Father and the Spirit; and he accepted that which is consubstantial and of like passion with us in truth and by will. Of the same author, from the letter to the orthodox in Constantinople. Christ therefore having suffered for us in the flesh. For this is not the separating of the cold talk of the Docetists, but rather the knowing of one and indivisible only-begotten Word who was made flesh without change; for since he was speaking about God who is impassible by nature, when he said having suffered for us, for this reason he considered the qualification necessary, and declared that he suffered in the flesh. But since the same Emmanuel is impassible, and one from both, I mean divinity and humanity, he most necessarily defined the one who suffered, so as to know him impassible, yet having suffered in the flesh that is naturally capable of suffering. Of the same author. Christ therefore having suffered for us in the flesh: for this reason Peter considered the qualification necessary, saying having suffered in the flesh, as speaking about one person, and one hypostasis, and one nature of God the Word made flesh.

tlg4102.tlg041:41
Source · Greek

εἰ γὰρ εἰς δύο διῄρητο, περιττὸν ἦν καὶ ἀπόπληκτον ἄγαν, καὶ ῥῆμα μεθύοντος νοῦ καὶ παραπαίοντος λογισμοῦ, τὸ τὸν παθητὸν λέγειν πεπονθότα σαρκί. ἀλλ’ ἐπείπερ ἦν Θεὸς ἀπαθὴς, καὶ δι’ ἡμᾶς ἀτρέπτως παθητὸς γενόμενος ἄνθρωπος, Χριστὸν ἡμῖν ἐκήρυξε παθητὸν σαρκί. Κυρίλλου. Ὡς γὰρ ὑπάρχοντος Θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτόν. ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόρρητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν· ἰδίᾳ τοίνυν πέπονθε σαρκὶ, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, θεικῶς μὲν ἀπάθης, παθητὸς δὲ κατὰ τὴν σάρκα. Ὅτι ὁ παθὼν ἐν σαρκὶ, πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἄγεσθαι, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Τουτέστιν ἀνθρωπίναις ἤτοι κοσμικαῖς· αἱ μὲν γὰρ κατὰ Θεὸν τῆς ψυχῆς εἰσὶ σωτηρία, κατὰ τὸ, “ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. αἱ δὲ μὴ τοιαῦται, ἀλλ’ οἷαι αἱ τῶν Ἰουδαίων, γίνονται τῆς ἐπιθυμίας, ὡς ὁ λαὸς ὁ ἐπιθυμητός. Ἀρκετὸς γὰρ ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, τὸ βούλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους

English

For if it had been divided into two, it would have been superfluous and altogether absurd, and a word of a drunken mind and a staggering reasoning, to say that the passible one suffered in the flesh. But since he was God impassible, and for our sake without change became a passible man, he proclaimed to us Christ as passible in the flesh. Of Cyril. For since Christ was God, the disciple wisely and sensibly says that he suffered in the flesh, withdrawing from suffering the ineffable nature, to which suffering is foreign; therefore he suffered in his own flesh, although the Word from God was accustomed to be without share in suffering. Christ, then, is God, divine in that he is impassible, but passible according to the flesh. Because the one who suffered in the flesh has ceased from sin, so as no longer to be led by human desires, but by the will of God to live the remaining time in the flesh. That is, by human or worldly desires; for the desires of the soul according to God are its salvation, according to the saying, "I have desired your commandments; in your righteousness give me life." But those that are not such, but like those of the Jews, become desires, as the people who were desirous. For sufficient for us is the past time of life, to have worked out the will of the Gentiles, having walked

tlg4102.tlg041:42
Source · Greek

ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. Σευήρου. Ὃ τοίνυν λέγει τοιοῦτόν ἐστι. δεῖ τῶν τοῦ ἐθνικοῦ βίου πράξεων ἀσελγῶν ἀπέχεσθαι, καὶ μὴ ἀνατρέχειν πρὸς τὰ παλαιὰ, μήτε ζηλοῦν ἐκείνους τοὺς ἐν κώμοις καὶ μέθαις ἀνεστρεφομένους. Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες. Σευήρου. Οἵ τινες ξενίζονται καὶ ἐκπλήττονται βλέποντες ὑμᾶς καθάπαξ εἰς τὸ ἀγαθὸν ἐπιστρέφοντας, καὶ μὴ συντρέχοντας αὐτοῖς “ εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν· καὶ οὐ μόνον τὸ ἀγαθὸν οὐ ζηλοῦσιν, ἀλλὰ καὶ πρὸς βλασφημίαν ἐκτρέπονται. Οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. Τινές φασιν ὅτι ζῶντας τὰς ψυχὰς ἐκάλεσε, καὶ νεκροὺς τὰ σώματα. ἀδύνατον γὰρ ψυχὴ ἐκτὸς τοῦ ἰδίου σώματος ἐλθεῖν εἰς κρίσιν· ὅμως ζῶντας ἐνταῦθα τοὺς δικαίους καλεῖ, διὰ τὸ πράξεις ἐπιτηδεῦσαι τῆς μελλούσης ζωῆς· νεκροὺς δὲ τοὺς ἁμαρτωλοὺς, τοὺς νενεκρωμένους τοῖς παραπτώμασι, καὶ τοῖς νεκροῖς ἔργοις ἐναποθανόντας· καὶ γὰρ δικαίοις ἀλλὰ καὶ ἁμαρτωλοῖς μάλιστα καὶ τοῖς νενεκρωμένοις τοῖς παραπτώμασιν ἐκηρύχθη τὸ εύαγγέλιον· ἵνα αὐτοὶ κρίνωσιν ἑαυτοὺς, τὴν ψῆφον κἀς ἑαυτῶν ἀνθρωπίνως ἐκφέροντες· καὶ τὴν σάρκα κρίνοντες, καὶ τοῖς πόνοις τῆς μετανοίας δαμάζοντες, καὶ τῆς θείας ἑαυτοὺς ἐξαρπάζοντες κρίσεως· ὥστε κρίνεσθαι μὲν ἐν σαρκὶ κατὰ ἀνθρώπους, τουτέστιν ὡς ἄνθρωπος ἑαυτοῦ φειδόμενος κρίνει ἑαυτὸν, ζῆν δὲ κατὰ Θεὸν ἐν πνεύματι. Σευήρου Ἐκ Τοῦ Κατὰ Ἀλέξανδρον.

English

in debaucheries, lusts, drunkenness, revelries, drinking parties, and lawless idolatries. From Severus. What he says, then, is this: one must abstain from the debauched deeds of the pagan life, and not run back to the old ways, nor emulate those who conducted themselves in revelries and drunkenness. In which they are surprised, not running together with you into the same outpouring of profligacy, blaspheming. From Severus. Certain people are surprised and astonished, seeing you once for all turning to the good, and not running together with them into the same outpouring of profligacy; and not only do they not emulate the good, but they even turn aside to blasphemy. Who will give an account to the one who is ready to judge the living and the dead. Some say that he called the souls living, and the bodies dead. For it is impossible for a soul to come to judgment apart from its own body; nevertheless here he calls the righteous living, because they have practiced the deeds of the life to come; and the sinners dead, those who have been put to death by their trespasses, and who have died in dead works; for the gospel was proclaimed both to the righteous and especially to sinners and to those put to death by their trespasses, so that they themselves might judge themselves, bringing forth the verdict from themselves in a human way; and judging the flesh, and subduing it with the labors of repentance, and snatching themselves from the divine judgment; so that one is judged in the flesh according to men, that is, as a man sparing himself judges himself, but lives according to God in the spirit. From Severus, from the work Against Alexander.

tlg4102.tlg041:43
Source · Greek

τουτέστι τῷ μέλλοντι, τῷ λόγου θᾶττον καὶ ἑτοίμως καὶ μετ’ εὐκολίας πάσης, οὐδενὸς ὄντος τοῦ ἐμποδίζοντος, πάντα γὰρ αὐτῷ γυμνὰ παραστήσεται, κρίναι δικαίους τε καὶ ἁμαρτωλούς· κρινεῖ γὰρ τότε καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὡς φησὶν αὐτὸς ὁ Σωτῆρ’, “ καὶ “ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ “ εὐωνύμων,” ζῶντας γὰρ τοὺς δικαίους καλεῖ· διὰ τὸ πράξεις L

ἐπιτηδεῦσαι τῆς μελλούσης ζωῆς, καὶ πρὸς ταύτην παρασκευάσασθαι· νεκροὺς δὲ τοὺς ἁμαρτωλοὺς τοὺς νενεκρωμένους τοῖς παραπτώμασι, καὶ τοῖς νεκροῖς ἔργοις ἐναποθανόντας· οὕτω που φησὶ καὶ ὁ προφήτης· “ προσκαλέσατε τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. τοὺς μὲν τοῦ οὐρανοῦ πράξαντας ἄξια προσαγορεύσας οὐρανὸν, γῆν δὲ ὀνομάσας τοὺς προσηλωθέντας καὶ προσπαγέντας τῇ γῇ· καὶ διὰ τοῦτο τοὺς μὲν ἄνω καλουμένους ὡς μεταρσίους καὶ ὑψηλοὺς, τοὺς δὲ βρίθοντας κάτω πάντως εἰς γῆν, καὶ διακρινομένους τοῦτον ’τον τρόπον. καὶ οὐκ ἕξουσιν ἀπολογίαν ὡς μὴ τυχόντες τῆς προσηκούσης προνοίας· “ εἰς τοῦτο γάρ,’’ φησι, “ καὶ νεκροῖς εὐηγγελίσθη,” καὶ τὰ ἑξῆς. Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ Θεὸν Πνεύματι. πάντων δὲ τὸ τέλος ἤγγικε. Νεκροὺς ἐνταῦθα καλεῖ τοὺς ἐν τοῖς ἔθνεσιν ὑπὸ τῶν κατηριθμημένων ἁμαρτιῶν νενεκρωμένους·

English

that is, to the one who is about to come, to the one who is faster than speech and ready and with all ease, when nothing stands in the way; for all things will stand bare before him, to judge the righteous and sinners. For he will judge then and will separate them from one another, as the Savior himself says, "and he will set the sheep on his right hand, but the goats on his left." For he calls the righteous living, because they have pursued deeds of the life to come and have prepared themselves for it; but the sinners he calls dead, those who have been put to death by their transgressions and have died in dead works. Thus indeed the prophet also says: "Call heaven above and earth to judge his people," calling those who have done things worthy of heaven "heaven," but naming "earth" those who have been nailed and fastened to the earth; and for this reason those above are called lofty and high, while those who are weighed down are altogether dragged down to earth, and are separated in this manner. And they will have no defense, as though they had not obtained the care that was due them; for "for this," he says, "the gospel was preached also to the dead," and the rest. For for this cause the gospel was preached also to the dead, that they might be judged indeed according to men in the flesh, but live according to God in the spirit. But the end of all things has drawn near. Here he calls "dead" those among the nations who have been put to death by the sins that have been enumerated.

tlg4102.tlg041:44
Source · Greek

οὓς καὶ εὔχεται ὁ Ἀπόστολος ἐπιστρέψαντας λόγον ἄμεμπτον ἀποδοῦναι “ τῷ ἑτοίμως ἔχοντι “ κρῖναι ζῶντας καὶ νεκρούς·” ζῶντας δὲ καὶ νεκροὺς πάλιν φησὶ τοὺς δικαίους καὶ ἁμαρτωλοὺς, οἷς ὁ θεῖος λόγος ἐπιδημήσας εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν· οἱ τινες ἁμαρτωλοὶ προσδεξάμενοι αὐτοῦ τὰς ἐντολὰς κρίνουσιν ἑαυτοὺς κατὰ ἀνθρωποὺς σαρκὶ, τουτέστιν ἐν τῷ ἀνθρωπίνῳ τούτῳ βίῳ τὴν ἑαυτῶν σάρκα καταδικάζουσιν ἐν νηστείαις καὶ χαμευνίαις καὶ δάκρυσι καὶ τῇ λοιπῇ κακοπαθείᾳ. ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τὸ ἀποστολικὸν λόγιον ἐνθυμούμενοι τὸ φάσκον, “ εἰ καὶ “ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ερώτησισ Τί Ἐστιν Εἰσ Τοῦτο Καὶ Νεκροῖσ Εὐηγγελίσοη, Να Κριθωσι Μεν Κατα Ανθρωπον Σαρκι, Ζωσι Δε Κατα Θεὸν Πνεύματι· Πῶσ Οἱ Νεκροὶ Σαρκὶ Κρίνονται; Ἔθος ἐστὶ τῇ γραφῇ τοὺς χρόνους μεταλλάσσειν, καὶ εἰς ἄλλους μετεκλαμβάνειν· καὶ τὸν μέλλοντα ὡς παρωχηκότα, ὡς μέλλοντα· ο καὶ τὸν ἐνεστῶτα εἰς τὸν πρὸ αὐτοῦ καὶ μετὰ τὸν

English

Whom the Apostle also prays that, having turned back, they may render a blameless account to him who is ready to judge the living and the dead. And again he calls the living and the dead the righteous and the sinners, to whom the divine Word, having come among them, proclaimed the kingdom of the heavens; these same sinners, having received his commandments, judge themselves according to men in the flesh, that is, in this human life they condemn their own flesh in fastings and sleeping on the ground and tears and the rest of hardship, in order that they may live according to God in the spirit, mindful of the apostolic saying which declares, "Even if our outward man is being corrupted, yet the inward man is being renewed day by day." Question: What is this, "And to the dead the gospel was preached, that they might be judged indeed according to men in the flesh, but live according to God in the spirit"? How are the dead judged in the flesh? It is a custom of the Scripture to change the times and to transfer them to others, both the future as past and as future, and the present to that before it and after it.

tlg4102.tlg041:45
Source · Greek

χρόνον ἐκφωνεῖν, ὡς ἐστὶ δῆλον τοῖς αὐτῆς πεπειραμένοις. φασὶν οὖν τινὲς νεκροὺς λέγειν ἐνταῦθα τὴν γραφὴν τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τελειωθέντας ἀνθρώπους, οἷον τοὺς ἐν τῷ κατακλυσμῷ, τοὺς ἐν τῷ χρόνῳ τῆς πυργοποιίας, τοὺς ἐν Σοδόμοις, τοὺς ἐν Αἰγύπτῳ, καὶ τοὺς ἄλλους, τοὺς κατὰ διαφόρους καιρούς τε καὶ τρόπους, τὴν πολύτροπον δίκην καὶ τὰς ἐξαισίους ἐπαγωγὰς τῶν θείων κριμάτων δεξαμένους· οἵτινες οὐχ ὑπὲρ ἀγνοίας Θεοῦ τοσοῦτον ὅσον τῆς εἰς ἀλλήλους παροινίας, τὴν δίκην ἔτισαν, οἷς εὑηγγελίσθη, λέγει, τὸ μέγα τῆς σωτηρίας κήρυγμα· κριθεῖσιν ἤδη σαρκὶ κατὰ ἄνθρωπον, τουτέστιν ἀπολαβοῦσι τῶν εἰς ἀλλήλους ἐγκλημάτων τὴν δίκην διὰ τῆς ἐν σαρκὶ ζωῆς· ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τουτέστι ψυχῇ δεχόμενοι, κατὰ τὸν ᾅδην ὄντες, τῆς θεογνωσίας τὸ κήρυγμα, διὰ τοῦ καὶ νεκροὺς σῶσαι κατελθόντος καὶ εἰς ᾅδην Σωτῆρος πιστεύσαντες. ὑπὲρ δὲ τοῦ νοηθῆναι τὸν τόπον οὕτως ἐκλάβωμεν· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη κριθεῖσι κατὰ ἄνθρωπον σαρκὶ, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι· ἢ πάλιν νεκροὺς λέγει τυχὸν ἐπικεκρουμμένως τοὺς τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας· οἷς εἰκότως κατὰ ἀλήθειαν δι’ αὐτῶν τῶν ἔργων δίδοται τὸ θεῖον Εὐαγγέλιον·

English

Some say, then, that the Scripture here calls "dead" those people who died before the coming of Christ: for example, those in the flood, those in the time of the building of the tower, those in Sodom, those in Egypt, and the others who at various times and in various ways received the manifold judgment and the extraordinary visitations of the divine judgments. These paid the penalty not so much for ignorance of God as for their outrage against one another. To them, he says, the great proclamation of salvation was preached; they had already been judged in the flesh as men, that is, they received the penalty for their offenses against one another through the life in the flesh, so that they might live according to God in the spirit—that is, receiving in the soul, while they were in Hades, the proclamation of the knowledge of God, having believed through the Savior who descended and saved even the dead in Hades. But so that the passage may be understood, let us take it thus: for to this end the gospel was preached even to the dead who were judged as men in the flesh, so that they might live according to God in the spirit. Or again, he calls "dead," perhaps in a hidden way, those who carry about in their body the deadness of Jesus; to them, as is fitting, in truth, through their very works, the divine Gospel is given.

tlg4102.tlg041:46
Source · Greek

καὶ σαρκικῆς μὲν εἰσηγεῖται ζωῆς ἄρνησιν, πνευματικῆς δὲ ὁμολογίαν, τοὺς ἀεὶ μὲν κατὰ ἄνθρωπον, λέγω δὴ τὴν ἀνθρωπίνην ἐν σαρκὶ κατὰ τὸν αἰῶνα τοῦτον ζωὴν ἀποθνήσκοντας, ζῶντας δὲ κατὰ Θεὸν μόνῳ τῷ πνεύματι κατὰ τὸν θεῖον Ἀπόστολον καὶ τοὺς ἀμφ’ αὐτὸν, τοὺς ζῶντας μὲν οὐδαμῶς ἰδίαν ζωὴν, ζῶντα δὲ τὸν Χριστὸν ἐν ἑαυτοῖς κατὰ μόνην ἔχοντας τὴν ψυχήν. οὕτως οἱ διὰ τὸν Θεὸν ἐν τῷ αἰῶνι τούτῳ νεκροὶ σαρκὶ κρίνονται· θλίψεις καὶ βασάνους πολλὰς καὶ στενοχωρίας ἔχοντες, καὶ διωγμοὺς καὶ μυρία πειρασμῶν εἴδη μετὰ χαρᾶς ὑπομένοντες. εἴτε οὖν διατρίβειν ὁ Θεὸς ἡμᾶς βούλεται φησὶ, τοῦ καλῶς ἀγωνίζεσθαι προνοώμεθα, εἴτε ἐντεῦθεν ἤδη ἡμᾶς ἀπαλλάξαι, σκοπῶμεν περὶ τοῦ καλῶς καὶ ἱλαρῶς καὶ συνειδότι ἀγαθῷ διοδεῦσαι ἐπὶ τὸ Ἰησοῦ ἀποκείμενον τοῖς ἁγίοις τέλος· ὁ αὐτὸς γὰρ τέλος. ὥστε ἂν τοῦ ζητουμένου τέλους παρ’ Ἕλλησιν, ὅτι πότερόν ἐστιν ἡδονὴ, ἢ ἐπιστήμη, ἢ θεωρία, ἢ ἀρετὴ, ἢ ἀδια-

φορία, ἣ ὁτιδήποτε λέγουσι φιλοσόφων παῖδες, ἡμᾶς εἰπεῖν ὅτι τὸ τέλος ἐστὶν ὁ Χριστός· μεταβαλὼν δὲ εἰς τὰς δυνάμεις αὐτοῦ τὸ Χριστὸς ὄνομα, ἔτι μᾶλλον ὄψει τὸ τέλος χρηματίζει τῶν μετὰ Θεὸν λόγων, καὶ ζωὴ καὶ φῶς, καὶ δικαιοσύνη, καὶ τὰ λοιπά. Σετήρου. Νεκροὺς οἶδεν ἡ θεία γραφὴ τοὺς ἁμαρτωλοὺς καὶ νενεκρωμένους τὴν ψυχὴν ταῖς ἁμαρτίαις ἀποκαλεῖν, ὡς ἔνθα Παῦλος Ἐφεσίοις ἐπιστέλλων φησὶ “ καὶ ἦμιν τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποὶ, ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν “ ἀγαπῆν αὐτοῦ, ἣν ἀγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς “ παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ.

English

He introduces renunciation of the fleshly life and confession of the spiritual life—those who are always dying according to man (I mean the human life in the flesh according to this present age) but living according to God by the Spirit alone, according to the divine Apostle and those around him, who live not at all their own life but have Christ living in themselves according to the soul alone. Thus those who are dead in the flesh for God's sake in this age are judged; enduring afflictions and many torments and distresses, and persecutions and countless kinds of trials with joy. Whether, then, God wishes us to remain here, he says, let us take thought for contending well; or whether to remove us from here already, let us consider how to pass through well and cheerfully and with a good conscience to the end laid up for the saints in Jesus; for he himself is the end. So that if the question is asked among the Greeks—whether the end is pleasure, or knowledge, or contemplation, or virtue, or indifference, or whatever else the children of the philosophers say—we may say that the end is Christ. And having changed the name "Christ" into his powers, you will see still more that the end is named from the things that are after God—both life and light and righteousness and the rest. Of Severus. Divine Scripture knows how to call sinners dead, and those who have been made dead in soul by their sins, as where Paul, writing to the Ephesians, says, "And we were children of wrath, as also the rest; but God, being rich in mercy, because of his great love with which he loved us, even when we were dead in our trespasses, made us alive together with Christ."

tlg4102.tlg041:47
Source · Greek

Καὶ μετ’ Καὶ πάλιν ἐκ τοῦ ἐναντίου νεκροὺς τοῖς ἱεροῖς γράμμασι προσαγορεύειν ἔθος τοὺς διὰ τῶν τῆς δικαιοσύνης ἔργων τὸ σῶμα νεκροῦντας ἀπὸ τῶν τῆς ἁμαρτίας παθῶν καὶ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς, κατὰ τὸ εἰρημένον τῇ πρὸς Ῥωμαίου Ἐπιστολῇ, “ τὸ “μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο- “ σύνην.” καὶ πάλιν, “ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες. Τοῦ Αὐτοῦ. Καὶ δικαίοις ἀλλὰ ἁμαρτωλοῖς μάλιστα καὶ τοῖς νενεκρωμένοις τοῖς παραπτώμασιν ἐνεκηρύχθη τὸ Εὐαγγέλιον, ἵν αὐτοὶ κρίνωσιν ἑαυτοὺς, τὴν ψῆφον καθ’ ἑαυτῶν ἀνθρωπίνως ἐκφέροντες, καὶ τὴν σάρκα κρίνοντες, καὶ τοῖς πόνοις τῆς μετανοίας δαμάζοντες, καὶ τῆς θείας ἑαυτοὺς ἁρπάζοντες κρίσεως· ἐπεὶ καὶ “ φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. ὥστε κεκρίσθαι μὲν σαρκὶ κατὰ ἀνθρώπους, ὡς ἄνθρωπος ἑαυτοῦ φειδόμενος κρίνει ἑαυτῶν, ζῆν δὲ κατὰ Θεὸν πνεύματι· οὕτω γὰρ καὶ Παῦλος φησὶν, “ εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανα- “ τοῦτε ζήσεσθε. Επειδὴ ἀσεβεῖς ἦσαν οἱ προαπελθόντες, οἱ δὲ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, τούτου χάριν κἀκεῖ ἐκήρυξεν ὁ Σωτῆρ’, ἴνα πιστεύσαντες καὶ αὐτοὶ τῆς ἔπι του κριτοῦ παραστάσεως, γένωνται ἄξιοι ἐν τῷ τῆς ἀναστάσεως καιρῷ, ὅτε κομιεῖται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξε, ζῶσιν οὖν πνεύματι ἅτε συγχωρηθέντες καὶ ἀνεθέντες τῶν δεσμῶν διὰ τῆς εἰς τὸν Ἰησοῦν πίστεως. Σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενος εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν·

English

And again, on the other hand, it is customary in the sacred Scriptures to call "dead" those who through the works of righteousness put the body to death, away from the passions of sin and the desires of the flesh, according to what is said in the Epistle to the Romans: "The body indeed is dead because of sin, but the spirit is life because of righteousness." And again, "Always carrying about the dying of Jesus in the body." By the same author. And the Gospel was proclaimed to the righteous, but especially to sinners and to those who have been put to death by their transgressions, so that they might judge themselves, passing sentence against themselves in a human way, and judging the flesh, and subduing it with the labors of repentance, and snatching themselves from the divine judgment; since also "it is a fearful thing to fall into the hands of the living God." So that they may be judged indeed in the flesh according to men, as a man sparing himself judges himself, but may live according to God in the spirit; for thus Paul also says, "But if you put to death the deeds of the body by the Spirit, you will live." Since the ungodly who went before were ungodly, and the ungodly shall not rise in the judgment, for this reason the Savior also preached there, so that they too, having believed, might become worthy of standing before the judge at the time of the resurrection, when each one will receive the things done through the body according to what he practiced. Therefore they live in the spirit, inasmuch as they have been forgiven and released from their bonds through faith in Jesus. Therefore be sober-minded and watchful for prayers; but before all things, having fervent love for one another, because love covers a multitude of sins; be hospitable to one another without grumbling.

tlg4102.tlg041:48
Source · Greek

ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες. Τῶν γὰρ ἐφ’ ἡμῖν κειμένων, καὶ ὧν ἐσμὲν κύριοι, μὴ ποιεῖν τι, πάσης ἀδικίας ἔχει γραφήν. οὐ γὰρ μόνον ἐπὶ τῆς τῶν χρημάτων κτήσεως, καὶ τῶν ἔξωθεν ὑπόχρεως ἐστιν ὁ πλέον ἔχων τοῖς ἐνδεέσι τὴν χρείαν πληροῦν, ἀλλὰ καὶ ἐπὶ τῶν ἐκ φύσεως πλεονεκτημάτων καὶ τῶν τοῦ Πνεύματος δωρεῶν, οὐκ ἄν τις εἴποι τοῦ ἔχοντος ἴδιον εἶναι τοῦτο, ὅπερ ἔχει, μᾶλλον ἣ τοῦ πλησίον καὶ ἐν ἐνδείᾳ καθεστηκότος καὶ μετέχειν ὀφείλοντος· “ εἰ τις γὰρ “ διακονεῖ ὡς ἐξ ἰσχύος,” φησὶν, “ ἧς χορηγεῖ ὁ Θεὸς, καὶ τὰ ἑξῆς. Ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πάσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Τοῦ Χρυσοστόμου. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν γογγύσῃς μὴ δὲ ἐπαισχυνθῇς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγ- ματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ μὴ δὲ δέξῃ, “ ὁ δεχόμενος ὑμὰς φησιν, ἐμὲ δέχεται ἔαν μὴ οὕτως δέχῃ, οὐδὲ μισθὸν ἔχεις. ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ὑπε- δέχετο· καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέταττεν, ἀλλὰ καὶ τῇ γυναικὶ τὰ ἄλευρα φύρειν ἐπέταττε, καίτοι τίη ἔχων οἰκογενεῖς. ἀλλ’ αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς γαμετῆς· οὐ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς διακονίας· οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι’ ἑαυτῶν πάντα πράττοντας, ἵνα ἡμεῖς ἁγιαζώμεθα.

English

Each one, as he has received a gift, ministering it to one another. For in matters that lie within our power and of which we are masters, not to do something has the written testimony of every injustice. For not only in the possession of money and in outward things is the one who has more under obligation to fulfill the need of the needy, but also in natural advantages and in the gifts of the Spirit, no one could say that what he has is his own rather than his neighbor's, who is in need and ought to share in it. "If anyone ministers, as from the strength which God supplies," he says, and the rest. As good stewards of the manifold grace of God: if anyone speaks, as the oracles of God; if anyone ministers, as from the strength which God supplies; that in all things God may be glorified through Jesus Christ, to whom is the glory and the dominion forever and ever. Amen. From Chrysostom. If you receive him as Christ, do not grumble nor be ashamed, but rather even pride yourself in the matter; but if you do not receive him as Christ, neither will you receive him—"He who receives you," he says, "receives me"; if you do not receive in this way, you have no reward. Abraham received passing travelers as he supposed them to be; and he did not command everything to his servants, but he even commanded his wife to knead the flour, though he had homeborn servants. But he himself wished to have the reward together with his wife—not only of the expense but also of the service. Thus one must show hospitality, doing everything through themselves, that we may be sanctified.

tlg4102.tlg041:49
Source · Greek

Ὅσα ἀπὸ φιλοξενίας εὐεργετηθῆναι συμβαίνει διδάσκει ὁ Λὼτ, ὡς μόνος τῶν ἐν Σοδόμοις κατοικούντων, διὰ τὸ ἥμερον καὶ φιλόξενον, ἠξιώθη μετὰ τῶν τέκνων διαφυγεῖν τὴν ἀπώλειαν. Κυρίλλου. Οἱ τὴν ἑστίαν εὐρύνοντες ὑπαντάτωσαν ἱλαροί, πρόθυμοι, οὐχ ὡς δίδοντές τι μᾶλλον, ἀλλ’ ὡς αὐτοὶ ληψόμενοι κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσωσι συντυχίαι εἶτα πρὸς τοῦτο καὶ ’τον τῆς φιλοξενίας κερδανοῦσι μισθόν· δεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητήτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν· λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν τοῖς φιλοξενεῖν ἐθέλουσιν ὄκνον· καμάτου δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται· μὴ ξένον τοῦτον νομίσητε συμβαίνειν ὑμῖν καὶ στενοχωρίας καὶ θλίψεις καὶ ἀρρωστίας σωματικάς· ἀλλ’ ἐν τοῖς δοκοῦσι δυσχερέσι τὸ δόκιμον ἐπιδείξασθε. ΚΕΦ. Θ. Ὅτι κοινωνίᾳ τῇ πρὸς Χριστὸν κρατεῖν χρεὼν τῶν φυσικῶν παθῶν, ἐλπίδι τε τῆς εἰς αὐτὸν φέρειν τὰς παρ’ ἑτέρων βλάβας. Ἀγαπητοὶ, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γενομένη, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χάρητε ἀγαλλιώμενοι. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι· Κάριοι· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. Διδάσκει αὐτοὺς πρὸς τοὺς ὑπὲρ τῆς πίστεως ἐγκαρτερεῖν διωγμοὺς καὶ τὰς λοιπὰς τοῦ βίου δυσκολίας. Τοῦ Ἁγίου Βασιλείου.

English

Lot teaches how many benefits come from hospitality, in that he alone of those dwelling in Sodom, because of his gentleness and hospitality, was deemed worthy to escape destruction together with his children. Of Cyril. Let those who enlarge their hearth receive them cheerfully, eagerly, not as though they were giving something rather, but as themselves about to receive in a twofold manner; for first they will delight in the conversations of the guests, and then they will gain for this the reward of hospitality. But when receiving the brothers into their hearth, let them not be distracted about much serving, let them not seek things beyond their hand and need; for excess is troublesome everywhere in every matter; it produces hesitation in those who wish to show hospitality, and it is found to be a burden to the guests. Do not think that this happens to you as something strange—both constraints and afflictions and bodily illnesses; but in what seem to be difficulties show yourselves approved. CHAPTER 9. That by communion with Christ it is necessary to master the natural passions, and by hope in him to bear the harms that come from others. Beloved, do not be surprised at the fiery trial among you, which has come upon you for your testing, as though something strange were happening to you; but insofar as you share in the sufferings of Christ, rejoice, so that you may also rejoice exulting in the revelation of his glory. If you are reproached in the name of Christ, blessed are you; because the Spirit of glory and power, even the Spirit of God, rests upon you; by them he is blasphemed, but by you he is glorified. He teaches them to endure steadfastly the persecutions for the faith and the other difficulties of life. Of Saint Basil.

tlg4102.tlg041:50
Source · Greek

Φυσικῶς γὰρ τοῖς οἰκειοτάτοις μάλιστα δυσχεραίνομεν, ὅταν εἰς ἡμᾶς ἐξαμαρτάνωσιν. Tουτεστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Εκκλησίαν. τοῦτο γὰρ καὶ ὁ Σωτῆρ’ ἔλεγεν, “ ἐρεῖ πρῶτον τοῖς “ ἐκ δεξιῶν.” Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοῦργος, ἢ ὡς ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς Χριστι-

ανὸς, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρει τούτῳ· ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ ; Ἐνστάντος καιροῦ τοῦ λαβεῖν ἀρχὴν τὸ τοῦ Θεοῦ κρίμα, διαβαίνειν ἄρχεται ἐκ τῶν μειζόνων εἰς τοὺς ὑποδεεστέρους, τουτέστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Ἐκκλησίαν· διὸ καὶ ἐπιφέρει· εἰ πρῶτον ἀφ’ ἡμῶν ὄντων Θεοῦ οἴκων ἡ ἐξέτασις τῶν βεβιωμένων γίνεται, τι χοὴ νομίζειν τέλος τοῖς ἀπειθήσασι τῷ Εὐαγγελίῳ τοῦ Θεοῦ; ἀγῶνα καὶ φόβον πολὺν ἐμποιεῖ τοῖς πιστοῖς, ὅπως ἀσφαλῶς μάθωσι τὸν κριτὴν πρὸς ὃν ἔχουσι τὸν λόγον· τούτους διεγείρας εἰς τὸν αὐτοῦ φόβον προτρέπει τοὺς ἀπειθοῦντας τῇ θείᾳ διδασκαλίᾳ, φάσκων ἄφευκτον ἀπαντήσεσθαι τοῖς τοιούτοις κόλασιν, ἣν τέλος αὐτῶν ὠνόμασε περιγράφουσαν, ἣν εἶχον ἀπείθειαν· τούτους διεγείρων ἔτι μᾶλλόν φησι, τοῦ δικαίου μόγις τὴν σωτηρίαν λαβόντος, τί χρὴ νομίζειν περὶ τῶν ἀσεβῶν τῶν διὰ τὸ αὐτοκατάκριτον μὴ ἐγειρομένων εἰς κρίσιν, καὶ περὶ τῶν ἁμαρτωλῶν τῶν ἐν βουλῇ δικαίων μὴ ἀνισταμένων ; μόγις γὰρ τοῦ δικαίου σωζομένου ἀγωνιῶντος περὶ τοῦ πῶς τὸ κατ’ αὐτὸν ἐξετέλεσε κρίμα·

English

For by nature we are most vexed with those who are closest to us, when they sin against us. That is, with those who are of the faithful and who make up the Church of God. For the Savior also said this: "He will first say to those on the right." Let none of you suffer as a murderer or a thief or a criminal, or as a meddler in others' affairs; but if as a Christian, let him not be ashamed, but let him glorify God in this matter; because the time has come for judgment to begin from the house of God; and if first from us, what is the end of those who disobey the gospel of God? When the time has come for the judgment of God to take its beginning, it begins to pass from the greater to the lesser, that is, from the faithful and those who make up the Church of God; therefore he also adds: if first from us, who are the houses of God, the examination of how we have lived takes place, what ought one to think is the end for those who have disobeyed the gospel of God? He instills much struggle and fear in the faithful, so that they may safely learn the judge to whom they must give account; having roused these to fear of him, he urges on those who disobey the divine teaching, saying that an inescapable punishment will meet such people, which he called their end, circumscribing the disobedience they had; rousing these still more, he says, since the righteous one scarcely obtains salvation, what ought one to think concerning the ungodly, who because of self-condemnation do not rise for judgment, and concerning sinners who do not rise up in the council of the righteous? For when the righteous one is scarcely saved, struggling over how he has fulfilled the judgment concerning him—

tlg4102.tlg041:51
Source · Greek

εἰ γὰρ καὶ μηδὲν φαῦλον ἑαυτῶ σύνοιδεν, ἀλλ’ οὖν εἰδὼς ὅτι οὐκ ἐν τούτῳ δεδικαίωται, ἕως ὁ κριτὴς αὐτὸν δικαιώσει ἀγωνιᾷ· δύναται δὲ ἀσεβὴς εἶναι ὁ ἔξω Θεοῦ πάντη τυγχάνων· ἁμαρτωλὸς δὲ ὁ περιεχόμενος μὲν Θεοῦ, ἄλλως δὲ καταφρονῶν καὶ παραβαίνων αὐτοῦ τοὺς νόμους· εἰ δὲ καθ’ ὑποκείμενον ὁ αὐτὸς ἁμαρτωλὸς ἀσεβὴς εἴη, τὴν διαφορὰν κατ’ ἐπίνοιαν ἕξει· δυνατὸν δὲ τὸν ἁμαρτάνοντα εὐθέως καὶ ἀσεβῆ εἶναι, τῷ διὰ καταφρονήσεως ἀσεβεῖν εἰς Θεόν. Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται. Παραίνεσίς ἐστι σπουδῆς καὶ ἐπιμελείας περὶ τὸ σωθῆναι. Ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται ; ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ

κτιστῇ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιια. Οὐδεμίαν θλῖψιν ἔχων οὐδὲ ἱδρῶτα ὑπὲρ ἀρετῆς. Δίκαιος ὁ ἐν πράξει καθήκων, συμβαίνει δὲ τοῦτον φύσει καὶ οὐκ ἐπιστήμῃ τοῦτο ποιῶν· ἀσεβὴς ὁ τὸν ὄντα Θεὸν μὴ σέβων· ἁμαρτωλὸς δὲ ὁ περὶ τὰς πράξεις πονηρός. ΚΕΦ. Ι. Παραίνεσις πρεσβυτέρων περὶ ἐπισκοπῆς τοῦ ποιμνίου. Πρεσβυτέρους οὖν τοὺς ἐν ὑμῖν παρακαλῶ, ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνὸς, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· μήδ’ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Τοῦ Χρυσοστόμου. Φησὶ γὰρ ὁ Χριστὸς, “ ὁ θέλων ἐν “ ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῖν διάκονος·

English

For even if he is conscious of nothing base in himself, nevertheless, knowing that he has not been justified in this, he agonizes until the judge justifies him. And he who is entirely outside God can be ungodly; but a sinner is one who is encompassed by God yet in another way despises him and transgresses his laws. But if, according to the underlying subject, the same person is both sinner and ungodly, he will have the distinction in concept. And it is possible for the one who sins to be at once also ungodly, in that through contempt he acts ungodly toward God. And if the righteous man is scarcely saved. This is an exhortation to earnestness and diligence concerning salvation. The ungodly and sinner, where will he appear? So that those who suffer according to the will of God should entrust their souls to the faithful Creator in well-doing. Having no affliction nor sweat for virtue. Righteous is the one who is in right action, but it happens that he does this by nature and not by knowledge; ungodly is the one who does not worship the God who exists; and a sinner is the one who is wicked in his actions. CHAPTER 1. Exhortation of presbyters concerning the oversight of the flock. Therefore I exhort the presbyters among you, I who am a fellow-presbyter and a witness of the sufferings of Christ, who am also a partaker of the glory that is to be revealed, shepherd the flock of God that is among you, exercising oversight not under compulsion but willingly; not for shameful gain but eagerly; nor as lording it over the lots, but becoming examples to the flock; and when the chief Shepherd appears, you will receive the unfading crown of glory. Of Chrysostom. For Christ says, "The one who wishes to be first among you shall be your servant."

tlg4102.tlg041:52
Source · Greek

ὃς γὰρ ταπεινώσει ἑαυτὸν “ οὗτος ὑψωθήσεται.” τί λέγεις; ἐὰν ταπεινώσω ἐμαυτὸν, τότε ὑψηλὸς ἔσομαι; ναί φησι· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν· εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις· οὐκ ἐγὼ τῇ φύσει ἕπομαι. Περ κοινῆς πάντων πρὸς ἕκαστον ταπεινοφροσύνης εἰς νίκην τὴν κατὰ τοῦ διαβόλου. Ὁμοίως δὲ οἱ νεώτεροι ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι, τὴν ταπεινοφρο-

συνῆν ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καίρῳ. Τοῦ Αὐτοῦ. Οὐχ ἁπλῶς τὸ “ὐψωσει, ἀλλ’ ἐν καίρῳ προσέθηκε· διδάσκων αὐτοὺς ἐκείνην ἀναμένειν τὴν ὄντως ἐν τῷ μέλλοντι αἰῶνι ὕψωσιν. Πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ’ αὐτὸν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. Κυβερνήτην ἔχετέ, φησι, καὶ ἡνίοχον· καὶ τὰ κατ’ αὐτοὺς τῆς προνοίας ἐκείνης ἐξαρτήσατε· οὕτω γὰρ ἀσάλευτοι διαμενεῖτε καὶ ἀκλόνητοι. Νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. Ἰστέον δὲ ὅτι τοῖς νοητῶς ὑπνοῦν εἰωθόσι τὸ χαλεπὸν ἀληθῶς ἐπιπηδᾷ θηρίον· καὶ τοῦτο διδάσκει λέγων ὁ Χρίστου μαθητὴς, “ νήψατε, γρηγορήσατε,” καὶ τὰ ἑξῆς.

English

For “whoever humbles himself, this one will be exalted.” What are you saying? If I humble myself, then I will be exalted? Yes, he says; for such is my power—to provide opposites through opposites. I am resourceful and inventive; do not be afraid. By my will the nature of things follows; I do not follow nature. Concerning the common humility of all toward each one, for victory over the devil. Likewise, you younger men, be subject to the elders; and all of you, being subject to one another, clothe yourselves with humility, because God opposes the proud but gives grace to the humble. Humble yourselves therefore under the mighty hand of God, that he may exalt you in due time. Of the same. He did not add “he will exalt” simply, but “in due time,” teaching them to await that exaltation which is truly in the age to come. Casting all your care upon him, because he cares for you. You have, he says, a pilot and a charioteer; and entrust your affairs to that providence; for thus you will remain unshaken and unmoved. Be sober, be watchful; your adversary the devil, as a roaring lion, walks about, seeking whom he may devour; resist him, steadfast in the faith, knowing that the same sufferings are being accomplished in your brotherhood in the world. But one must know that against those accustomed to sleep in a spiritual sense, the savage beast truly leaps; and the disciple of Christ teaches this, saying, “Be sober, be watchful,” and what follows.

tlg4102.tlg041:53
Source · Greek

Καλῶς ὁ Ἰουστῖνος εἶπεν, “ ὅτι πρὸ μὲν τῆς τοῦ Κυρίου πα- “ ρουσίας οὐδέποτε ἐτόλμησεν ὁ Σατανᾶς οὕτω βλασφημῆσαι τὸν “ ἄνθρωπον, ἅτε μηδέπω εἰδὼς τὴν ἑαυτοῦ κατάγνωσιν ἣ κατάκρι- “ σιν, διὰ τὸ ἐν παραβολαῖς καὶ ἀλληγορίαις κεῖσθαι· μετὰ δὲ “ τὴν παρουσίαν τοῦ Κηίου ἐκ τῶν λόγων αὐτοῦ καὶ τῶν Ἀπο- “ στόλων, μαθὼν ἀναφανδὸν, ὅτι πῦρ αἰώνιον αὐτῷ ἡτοίμασται, “ κατ’ ἰδίαν γνώμην ἀποστάντι τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς ἀμετα- “ νοήτως παραμείνασιν ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώ- “ πων βλασφημεῖ τὸν τὴν κρίσιν ἐπάγοντα Κύριον, ὡς ἤδη κατα- “ κεκριμένος, καὶ τὴν ἁμαρτίαν τῆς ἰδίας ἀποστασίας τῷ ἐκτικότι “ αὐτὸν ἀποκαλεῖ, ἀλλ’ οὐ τῇ ἰδίᾳ αὐθαιρέτῳ γνώμῃ· ὡς καὶ οἱ

“ παραβαίνοντες τοὺς νόμους, ἔπειτα δίκας διδόντες, αἰτιῶνται τοὺς “ νομοθέτας, ἀλλ’ οὐχ ἑαυτούς· διὰ τοῦτο ὡς λέων περιπατεῖ “ ὠρυόμενος πάντας φιλονεικῶν ἑλκύσαι πρὸς τὴν ἰδίαν ἀπώ- “ λείαν. ” Σευήρου. Ἐντεῦθεν ἐμανθάνομεν καὶ τοῦ ἀνταγωνιστοῦ τὸ θηριῶδες ὁμοῦ καὶ ἀκόρεστον· καὶ ὅτι πάντας τοὺς εἰς τοῦτο τὸ στάδιον ἀξιωθέντας καταβῆναι διὰ τῶν ὁμοίων ἐλθεῖν πρὸς τὸ μέτριον τῆς ἐνούσης ἑκάστῳ δυνάμεως. βούλεται γὰρ ἡμᾶς ὁ ἀγωνοθέτης ὁμοίως διὰ πάντων ἀγαγεῖν, ὅπως ἐκ πάντων καθάπερ ἐκ λειμῶνος ἄνθη συλλέγων, τὸν τῆς ἀφθαρσίας ἡμῖν στέφανον πλέξας δωρήσηται. ΚΕΦ. ΙΑ. Εὐχὴ ὑπὲρ τελειώσεως τῶν πιστευσόντων. Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, ὀλίγον παθόντας, αὐτὸς καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει· αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.

English

Justin spoke well when he said: "Before the coming of the Lord, Satan never dared to blaspheme man in this way, since he did not yet know his own condemnation or judgment, because these things lay in parables and allegories. But after the coming of the Lord, from his words and those of the Apostles, having learned openly that eternal fire has been prepared for him—for he fell away from God by his own choice—and for all who remain unrepentant in their apostasy, through such men he blasphemes the Lord who brings judgment, as one already condemned, and he calls the sin of his own apostasy [the fault] of the one who made him, and not of his own self-chosen will. Just as those who transgress the laws, and then pay the penalty, blame the lawgivers and not themselves. Therefore he walks about like a roaring lion, striving to drag everyone to his own destruction."

From Severus. From this we learn both the beast-like and the insatiable character of the adversary; and that all who have been deemed worthy to descend into this arena have come through similar trials to the measure of the strength that is in each one. For the judge of the contest wishes to lead us alike through all things, so that, gathering flowers from all of them as from a meadow, he may weave for us the crown of incorruption and bestow it. Chapter 11. Prayer for the perfection of those who believe. But the God of all grace, who called you into his eternal glory in Christ Jesus, after you have suffered a little, himself will restore you, establish you, strengthen you, and ground you firm; to him be the glory and the power forever. Amen.

tlg4102.tlg041:54
Source · Greek

Ὅρα πῶς τὴν αὐτὴν ἀρχὴν καὶ τέλος πεποίηται ἐκεῖ, τὸν Πατέρα διὰ τοῦ Υἱοῦ ἐλεήσαντα ἡμᾶς φήσας, πάλιν ἐνταῦθα αὐτὸν τὸν Πατέρα καλέσαντα ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν διὰ τοῦ Ἰησοῦ Χριστοῦ· οὗτος γὰρ αὐτοῖς πανταχοῦ σκοπὸς κηρύξαι τὸ μυστήριον, εἰ καὶ τοῦ βίου ἡμῶν φροντίζοντες παραινετικὸν, καὶ ἡμῖν συμφέροντα συναίρουσι λόγον. Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἢν ἑστήκατε. Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ, καὶ Μάρκος ὁ υἱός μου. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Βαβυλῶνα οὖν τροπικώτερον τὴν Ῥώμην ὀνομάζει· συνεκλεκτὴν δὲ τὴν ἐν αὐτῇ τῇ Ῥώμῃ συστᾶσαν Χριστοῦ Ἐκκλησίαν· Μάρκον

δὲ τὸν εὐαγγελιστὴν λέγει, ὃν καὶ υἱὸν ἐν Χριστῷ ἀποκαλεῖ· ᾧ καὶ ἐπέτρεψε γράψαι τὸ Εὐαγγέλιον. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ. ἀμήν. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ· καθάπερ σήμαντρα τῶν ἀποτεθέντων τίθεις τὴν εἰρήνην. Τέλος τῆς πρώτης ἐπιστολῆς καθολικῆς Πέτρου.

English

Observe how he has made the same beginning and end there, saying that the Father through the Son had mercy on us, and again here that the Father himself has called us to his eternal glory through Jesus Christ. For this was their purpose everywhere: to proclaim the mystery, even if, while caring for our life, they bring together an exhortatory word and one that is beneficial to us. Through Silvanus, your faithful brother, as I consider, I have written to you briefly, exhorting and testifying that this is the true grace of God in which you stand. The elect one in Babylon greets you, and Mark my son. Greet one another with a kiss of love. Babylon, then, he names Rome more figuratively; and the elect one, the Church of Christ that was established in Rome itself; and Mark he means the evangelist, whom he also calls a son in Christ, to whom he also entrusted the writing of the Gospel. Peace to you all who are in Christ. Amen. Of Chrysostom. Observe how, whenever he prescribes what is to be done, he seals it with prayer, placing peace as it were as a seal upon what has been set down. The end of the first catholic epistle of Peter.

Citation. Tergwame, “Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58)”, tlg4102.tlg041:1, machine-draft, 2026. https://naxiai.com/christian/works/tlg4102.tlg041#s1
Colophon. Source: first1k · licence: CC BY-SA 4.0 · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Baidu · cost: $0.0066 · generated 2026-11-28.