ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. Τι δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιμοθέῳ Ἐπιστολὴν; εἰπεν, “ἐλπίζω ἐλθεῖν πρός σε τάχιον·” οὐκ ἐγένετο τοῦτο· παραμυθεῖται αὐτὸν διὰ τῶν γραμμάτων ἀντὶ τῆς παρουσίας ἴσως τεθλιμμένον, καὶ διὰ τοῦτο καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι· κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται τοὺς οἴακας τῆς ἐκκλησίας, ξενοπαθοῦσι, καὶ μάλιστα, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν. οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· “σπούδασον γὰρ ἐλθεῖν πρός με ταχέως· δοκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ Ἐπιστολὴ ἐκ τῶν λεγομένων ἐνταῦθα· ποιεῖται δὲ τὴν παράκλησιν καὶ ἀπὸ τῶν οἰκείων πειρασμῶν, εὐθέως δὲ ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν, ἀπὸ τοῦ προοιμίου, “κατ’ ἐπαγγελίαν,” εἰπὼν, “ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ.” μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃ, φησὶν, οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· εἰ δὲ ἐπαγγελίᾳ ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς. (Θεόδωροσ.) Ἄλλος φησίν· ὅτι μὴ ἀκολούθως τῇ προτέρᾳ ταύτην γεγράφηκε, μηδὲ ἐπὶ τινὰ διάγοντι τόπον, δῆλον, ἀλλὰ μετὰ πολὺν χρόνον ἄγαν· ἐκείνην μὲν γὰρ ἀπέστειλεν αὐτῷ ἐν Ἐφέσῳ διάγοντι, ἐν ταύτῃ δὲ πρὸς τῷ τέλει φησὶ, “τυχικὸν ἀπέστειλα “εἰς Ἔφεσον εἶπε δὲ ἃν ὅτι πρός σε, εἴπερ ἔπι τῆς Ἐφέσου διάγοντι καὶ ταύτην ἔγραφε τὴν Ἐπιστολήν·
OF THE EXPLANATORY SELECTIONS OF PAUL THE APOSTLE ON THE SECOND EPISTLE TO TIMOTHY, VOLUME 1. Why then does he also send a second Epistle to Timothy? He said, "I hope to come to you sooner"; this did not happen. He consoles him through the letter in place of his presence, perhaps because he was distressed, and for this reason and because he had already taken up office; for even if they are great men, when they take up the helm of the church, they suffer strange things, and especially when it was the beginning of the preaching. And he does not console him only through the letter, but also calls him to himself: "Be eager to come to me quickly." And this Epistle seems to me to be near its end from what is said here. He makes the exhortation also from his own trials, and immediately raised up his soul from the proem, saying, "according to the promise of life that is in Christ Jesus." Let him not tell me, he says, of the dangers here; these give birth to eternal life for us, where pain and grief and groaning have fled away. But if it is by promise, do not seek it here; for hope that is seen is not hope. (Theodore.) Another says: that he did not write this in sequence with the former, nor to one residing in some place, is clear, but after a very long time; for he sent that one to him while he was residing in Ephesus, but in this one he says near the end, "I sent Tychicus to Ephesus." And he would have said "to you" if he had written this Epistle to him while he was residing in Ephesus.
κἀκείνην μὲν οὕτω γράφων δῆλός ἐστιν ὅταν μετ’ οὐ πολὺ πρὸς αὐτὸν ἐλευσόμενος, ταύτην δὲ, ὡς μετ’ οὐ πολὺ διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν τὴν ἐκ τοῦδε τοῦ βίου μετάστασιν δέξασθαι προσδοκῶν. κελεύει δὲ αὐτὸν καὶ θᾶττον πρὸς αὐτὸν ἀφικέσθαι· γράφει δὲ αὐτὴν ἀπὸ
Ρώμης, ἡνίκα τῆς εὐσεβείας ἕνεκεν τὴν κεφαλὴν ἀποτέμνεται, διεγείρων αὐτὸν εἰς τὸ μετὰ σπουδῆς τὰ ὑπὲρ τῆς ἑτέρων ὠφελείας ἐπιτελεῖν σὺν ἡδονῇ, καὶ τὸ πάσχειν ὑπὲρ τούτων αἱρούμενον· μέμνηται δὲ καὶ τῶν πρὸς τὸ χεῖρον βλεπόντων, οὐ μικρῶς αὐτῶν καθαπτόμενος· πρὸς δέ γε τῷ τέλει τῆς Ἐπιστολῆς τὰ καθ’ ἑαυτὸν δηλοῖ, ἡνίκα ἐγένετό καὶ ἔσται. Σευηριανοῦ. Ἐν τῇ πρώτῃ Ἐπιστολῇ κατ’ ἐπιταγὴν μέλλων διατάττειν· ἐν δὲ τῇ δευτέρᾳ Ἐπιστολῇ, κατ’ ἐπαγγελίαν· ἡ γὰρ ἀποστολὴ διατάττει μὲν, ἐπ’ ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺς ὑπακούοντας. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ B ΕΠΙΣΤΟΛΗΣ. α΄. Ἔπαινος τῆς Τιμοθέου πίστεως, καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ πρέπον τῇ χάριτι, ἐν ἤτ’ καὶ αὐτός φησι διακαρτερεῖ πάσχων. β΄. Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων. γ΄. Περὶ τῆς ἀφρόντιδος ἐν τῶ νῦν βίῳ πολιτείας, ἐπὶ ταῖς ἀπόνοις τροφαῖς. δ΄. Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς, ἐπ’ ἐλπίδι ζωῆς. ε΄. Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ, καὶ κατὰ τῶν ἐναντίων. ς΄. Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγ- μονῇ Θεοῦ. ζ΄. Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ. η΄. Περὶ τῶν καινοτομησάντων, οἷς ἀντιτάττει τὸν Τιμόθεον. θ΄.
And it is clear that he writes that letter in this way, since he was about to come to him not long after; but this one, as expecting to receive not long after, through the confession of Christ, his departure from this life. And he commands him to come to him quickly; and he writes it from Rome, when for the sake of piety he is beheaded, stirring him up to accomplish with zeal the things for the benefit of others with pleasure, and choosing to suffer for these things; and he mentions also those who look toward the worse, rebuking them not a little; and at the end of the Epistle he makes clear his own circumstances, when it happened and will be. Of Severianus. In the first Epistle, being about to ordain by command; but in the second Epistle, by promise; for the apostleship ordains, but with hope of obtaining eternal life for those who obey. CHAPTERS OF THE SECOND EPISTLE TO TIMOTHY. 1. Praise of Timothy's faith, and exhortation to endurance, according to what is fitting to grace, in which he himself also says he perseveres while suffering. 2. Concerning the fitting imparting of divine doctrines. 3. Concerning the unanxious conduct of life in the present world, on accountless nourishment. 4. Concerning faith in Christ and endurance, in hope of life. 5. Concerning divine teaching and a pure and peaceful life, and against the adversaries. 6. Prediction concerning the wickedness of men increasing, deceitful by the mercy of God. 7. Exhortation to imitate himself in opposition to the wicked, in the endurance of God. 8. Concerning those who have innovated, against whom he sets Timothy. 9.
Περὶ τῆς ἑαυτῷ μελλούσης ἀναλύσεως ἐπὶ δόξη αἰωνίᾳ. ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΗIΣTΟΛΗΝ B. ΠΑΥΛΟΣ Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ. Χρυσοστόμου. Καλῶς “ἀγαπητῷ·” ἔστι γὰρ εἶναι τέκνα μὴ ἀγαπώμενα· πολλὴν δὲ αὐτῷ μαρτυρεῖ τὴν ἀρετήν· ὅταν γὰρ μὴ ἐκ φύσεως ῄ ἡ ἀγάπη, ἀρετῆς ἐστιν οἱ γὰρ κατὰ πίστιν ὅταν ὠσιν ἀγαπητοὶ, δι’ οὐδὲν ἕτερον εἰσιν, ἀλλὰ δι’ ἀρετήν· χάρις, “ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου “ἡμῶν.” ἅπερ καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται. ΚΕΦ. Α. Ἔπαινος τῆς Τιμοθέου πίστεως καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ πρέπον τι χάριτι, ἐν ᾗ καὶ αὐτός φησὶ διακαρτερεῖν πάσχων. Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου, νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ, ὅτι μέμνημαί σου· πῶς δὲ ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει λατρεύει τῷ Θεῷ; ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν· ἄλλως τε ἐνταῦθα περὶ βίου φησὶ, καὶ πανταχοῦ τὴν συνείδησιν τὸν βίον, φησίν· ἣ ὅτι οὐδὲν ὧν προεθυμούμην καλῶν, δι’ ἀνθρωπίνη, αἰτίαν προὔδωκα, οὐδὲ τότε ὅτε
Concerning his own impending departure to eternal glory. EXPOSITION ON THE SECOND EPISTLE TO TIMOTHY. PAUL, an apostle of Jesus Christ by the will of God, according to the promise of life that is in Christ Jesus, to Timothy, my beloved child. From Chrysostom. Well does he say "beloved"; for it is possible to be children and not be loved. And he bears witness to his great virtue; for when love is not from nature, it is from virtue. For when those who are beloved according to the faith are so, they are so for no other reason than virtue. "Grace, mercy, and peace from God the Father and Christ Jesus our Lord." The very things he wished for him before, these he now also prays for him. CHAPTER 1. Praise of Timothy's faith and exhortation to endurance, as is fitting in grace, in which he also says that he himself perseveres while suffering. I thank God, whom I serve from my forefathers with a pure conscience, as I have unceasing remembrance of you in my prayers, night and day, longing to see you, remembering your tears, that I may be filled with joy. I thank God, he says, that I remember you. But how does he serve God from his forefathers with a pure conscience? Because his conscience was not harmed. And moreover, here he speaks of his life, and everywhere he calls the conscience his life; or that I have not betrayed any of the good things I purposed, for a human reason, nor even then when
ἐδίωκον· διὸ φησίν· “ ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν “ ἀπιστίᾳ.” (Σευηριανόσ.) Ἄλλος δέ φησίν· οὐ τὸ ἄμεμπτον λέγει τοῦ βίου, ἀλλὰ τὸ τῆς εἰς Θεὸν πίστεως. Ἐπιποθῶν ἰδεῖν σε. Χρυσοστόμου. Ὄρα ζέοντα πόθον καὶ ταπεινοφροσύνην, πῶς ἀπολογεῖται τῷ μαθητῇ, εἶτα δείκνυσιν, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ· ἐπιφέρει γὰρ " μεμνημένος σου τῶν δακρύων.” εἰκὸς γὰρ ἦν αὐτὸν ἀποσχιζόμενον κλαίειν καὶ ὀδύρεσθαι· " ἵνα χαρᾶς,” φησὶ, “ πληρωθῶ, ἐπιποθῶ σε ἰδεῖν.” οὐκ ἂν οὖν ἐμαυτὸν τοσαύτης ἀπε- στέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤμην καὶ ὠμὸς, ἱκανὰ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι· νυνὶ δὲ, οὐχ εἰς τῶν τοιούτων εἰμὶ, ἀλλὰ τῶν καθαρῶς λατρευόντων τῷ Θεῷ· καὶ ἑτέραν δὲ τίθησιν αἰτίαν ἅμα καὶ παρακλητικήν· " ὑπόμνησιν “ λαμβάνων,” φησὶ, " τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.” εἶτα καὶ ἄλλο ἐγκώμιον, ὅτι οὐκ ἐξ ἐθνῶν, οὐδὲ ἐξ ἀπίστων, ἀλλ’ ἄνω- ἄνωθεν ἦν ἀπ’ οἰκίας τῷ Χριστῷ δουλευούσης, “ ἥτις ἐνῴκησεν,” φησὶν, “ ἐν τῇ μάμμῃ σου Λωίδι καὶ τῇ μητρὶ σου Εὐνείκῃ.” ἦν γὰρ, φησὶν, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς· πῶς Ἰουδαίας ; πῶς πιστῆς ; ἐξ Ἰουδαίων πιστῆς, οὐκ ἐξ ἐθνικῶν· διὰ δὲ τὸν πατέρα αὐτοῦ φησὶν, ὅτι ’ Ἕλλην ὑπῆρχε, καὶ διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ἔλαβε καὶ περιέτεμεν αὐτόν. ὁρᾷς πῶς ἤρχετο ὁ νόμος καταλύεσθαι τῶν ἐπιμιξιῶν τούτων γινομένων ” ὅρα πόσα ἔθηκεν· ἐγὼ λατρεύω τῷ Θεῷ, φησὶ, συνείδησιν ἔχων ἀληθινὴν, σὺ δὲ δάκρυα· οὐ διὰ τὰ δάκρυα μόνον, ἀλλὰ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐραστὴς, ὅτι οὐδὲν δολερὸν παρά σοι·
They persecuted me; therefore he says: “But I obtained mercy, because I did it ignorantly in unbelief.”
(From Severianus.) But another says: he does not speak of the blamelessness of his life, but of his faith in God. Desiring to see you. From Chrysostom. Observe the burning longing and the humility, how he makes his defense to the disciple, then shows that it was not without reason or at random; for he adds, “remembering your tears.” For it was likely that he wept and lamented when parting from him; “that I may be filled with joy,” he says, “I long to see you.” I would not then have deprived myself of so great a pleasure, even if I were exceedingly insensible and harsh; those tears, coming to remembrance, were sufficient to bend me; but now I am not one of such people, but of those who serve God purely; and he sets down another reason at the same time also encouraging: “taking remembrance,” he says, “of the unfeigned faith that is in you.” Then also another commendation, that it was not from the Gentiles, nor from unbelievers, but from above—from above, from a household that served Christ, “which,” he says, “dwelt in your grandmother Lois and in your mother Eunice.” For he was, he says, the son of a believing Jewish woman; how Jewish? how believing? believing from the Jews, not from the Gentiles; but because of his father he says that he was a Greek, and because of the Jews who were in those places, he both received and circumcised him. Do you see how the law began to be dissolved when these interminglings took place? See how many things he set down: I serve God, he says, having a true conscience, and you have tears; not because of the tears only, but because of the faith, that you are a lover of truth, that there is nothing deceitful in you.
ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι παρέχῃς, μηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν σπουδαζόντων, τί τὸ κωλῦον ἦν ἐμὲ ἐλθεῖν; Πέπεισμαι δὲ, ὅτι καὶ ἐν σοί. Ἄνωθεν ἔχεις τοῦτο τὸ καλόν· ἐκ προγόνων διεδέξω τὴν πίστιν, τὸ ἀνυπόκριτον· εἰ τοίνυν δι’ οὐδὲν ἀνθρώπινον ἦλθες ἐπὶ τοῦτο, οὐδέν σε παρασαλεῦσαι δυνήσεται. Δἰ ἢν αἰτίαν ἀναμιμνήσκω σε, ἀναζωπυρεῖν τὸ χά-
ρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χείρων μου. Ὁρᾷς πῶς δείκνυσιν αὐτὸν ἐν ἀθυμίᾳ ὄντα πολλὴ; μὴ τοίνυν νομίσῃς, φησὶν, ὅτι κατεφρόνησά σου, ἀλλ’ εἰδὼς ὅτι οὐ κατέγνων οὐδ’ ἐπελήσθην, εἰ καὶ μηδὲν ἕτερον, τὴν μάμμην καὶ τὴν ἐννόει ’δει σοι προθυμίας πρὸς τὸ ἀναζωπυρῆσαι τὸ χάρισμα τοῦ Θεοῦ· καθάπερ τὸ πῦρ δεῖται ξύλων, οὕτω ἡ χάρις τῆς προθυμίας τῆς ἡμετέρας, ἵνα ἀεὶ ἀναζέῃ· ἣν ἔλαβες εἰς προστασίαν τῆς ἐκκλησίας, εἰς σημεῖα, εἰς τὴν λατρείαν πᾶσαν· ἐν ἡμῖν γάρ ἐστι καὶ σβέσαι καὶ ἀνάψαι τοῦτο· ὑπὸ μὲν γὰρ ἀκηδίας καὶ ῥᾳθυμίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Τουτέστιν, οὐ διὰ τοῦτο τὸ πνεῦμα ἐλάβομεν, ἱν ὑποστελλώμεθα, ἀλλ’ ἵνα δυνώμεθα, ἵνα παρρησιαζώμεθα· πολλοῖς γὰρ δίδωσι πνεῦμα δειλίας, οἷον ἐπὶ τῶν πολέμων, ἐν ταῖς βασιλείαις γέγονε. “καὶ ἐποίησεν, φησὶ, πνεῦμα δειλίας ἐπ”’ τουτέστι, φόβον αὐτοῖς ἐνέβαλεν. ἀλλὰ σοὶ ἔδωκε τὸ ἐναντίον, αγαπῃ τῇ εἰς αὐτὸν· ἄρα καὶ τοῦτο ἄπο χάριτος ἐστιν· οὐχ ἀπλῶς ἀπὸ χάριτος, ἀλλ’ ὅταν καὶ ἡμεῖς πρότεροι ἐπιδειξώμεθα τὰ παρ’ ἑαυτῶν·
When, therefore, you also present yourself as worthy of being loved, let me not be among the unloving, but among those who earnestly strive for the truth—what was there to prevent me from coming? And I am persuaded that this is so in you as well. You have this noble thing from the beginning; you inherited the faith from your forebears—the faith unfeigned. If, then, you came to this for no human reason, nothing will be able to shake you. For this reason I remind you to rekindle the gift of God that is in you through the laying on of my hands. Do you see how he shows that he was in great discouragement? Do not suppose, he says, that I despised you, but knowing that I did not condemn you nor forget you—even if nothing else, consider your grandmother and your mother—you ought to have been eager to rekindle the gift of God. For just as fire needs wood, so grace needs our eagerness, so that it may always burn brightly—the grace you received for the oversight of the church, for signs, for all worship. For it is in our power both to quench and to kindle this; for by despondency and negligence it is quenched, but by vigilance and attentiveness it is stirred up. For God has not given us a spirit of cowardice, but of power and love and self-discipline. That is, we did not receive this spirit for the purpose of shrinking back, but that we might be able, that we might speak boldly. For to many he gives a spirit of cowardice, as in the case of wars, as has happened in kingdoms. "And he made," it says, "a spirit of cowardice upon them"—that is, he cast fear into them. But to you he gave the opposite, love toward him. Therefore this too is from grace—not simply from grace, but when we also first show what is on our side.
τὸ γὰρ ποιοῦν ἡμᾶς κράζειν ἀββὰ, ὁ Πατήρ· καὶ τὴν ἀγάπην ἐντίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον φησὶν, ἵνα ἀλλήλους ἀγαπῶμεν. ἀπὸ γὰρ τῆς δυνάμεως καὶ τοῦ μὴ δειλιᾷν καὶ ἡ ἀγάπη γίνεται· οὐδὲν γὰρ οὕτως ἀγάπην διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήμη· “σωφρονισμοῦ” δὲ, φησὶν, ἤτοι τὴν ὑγείαν τῆς διανοίας καὶ τῆς ψυχῆς, ἣ ὥστε σωφρονίζεσθαι ἡμᾶς, καὶ τὰ περιττὰ περικόπτειν. Θεόδωροσ. Οὐ τοίνυν οὐδὲ δειλιᾷν προσήκει τὰ παρὰ τῶν ἔξωθεν ἐπαγόμενα κακά· διὰ τί; ὅτι ἡ ἐνοῦσα ἡμῖν τοῦ Πνεύματος χάρις ἱκανὴ καὶ ἐνισχύειν ἡμᾶς, καὶ πρὸς τὴν ἀγάπην ἐπισφίγγειν τοῦ Θεοῦ, καὶ σωφρονεστέρους ἐν τοῖς λογισμοῖς μένειν τοῖς οἰκείοις ποιεῖν. Μῆ οὖν ἐπαατχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν,
μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν. Χρυσοστόμου. Οὐδὲν χεῖρον ἣ ὅταν τις ἀνθρωπίνοις λογισμοῖς τὰ θεῖα κρίνῃ καὶ μετρῇ πράγματα· οὕτως γὰρ ἀποπεσεῖται τῆς πέτρας ἐκείνης ἐκ πολλοῦ τοῦ μέτρου. ὅρα οὖν Μαρκίωνα καὶ Μάνητα καὶ Οὐαλεντῖνον, καὶ πάντας τοὺς τὰς λοιπὰς αἱρέσεις καὶ τὰ ὀλέθρια δόγματα ἐπεισάγοντας τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαντες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονομίᾳ· καίτοι οὐκ αἰσχύνης, ἀλλὰ πολλοῦ καυχήκαυχήματος ἄξια ἃν εἴη, τὸν σταυρὸν λέγω τοῦ Χριστοῦ.
For what makes us cry "Abba, Father" is the Father; and he instills the love toward him, and he says also the love toward neighbor, that we may love one another. For from the power and from not being cowardly, love also comes to be; for nothing is so accustomed to dissolve love as cowardice and the report of betrayals. And "sound-mindedness," he says, that is, the health of the mind and of the soul, which is so that we may be made sound-minded and cut off what is superfluous. Theodore. Therefore it is not fitting to be cowardly at the evils brought on from outside; why? because the grace of the Spirit that is in us is sufficient both to strengthen us and to bind us closely to the love of God, and to make us remain more sound-minded in our own reasonings. Do not therefore be ashamed of the testimony of our Lord, nor of me his prisoner, but suffer hardship together with the gospel according to the power of God, who saved us and called us with a holy calling, not according to our works, but according to his own purpose and grace that was given to us in Christ Jesus before eternal times, made manifest now through the appearing of our Savior. Chrysostom. Nothing is worse than when someone judges and measures divine matters by human reasonings; for thus he will fall away from that rock by much measure. Observe then Marcion and Manes and Valentinus, and all who introduce the remaining heresies and deadly doctrines into the Church of God, how, having measured the things of God by human reasonings, they were put to shame over the economy; and yet they are worthy not of shame but of much boasting—I mean the cross of Christ.
οὐδὲν γὰρ οὕτω τῆς φιλανθρωπίας αὐτοῦ τεκμήριον μέγα, ὡς ὁ σταυρός· διὸ καὶ Παῦλός φησιν, “ ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ “ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν 1ησοῦ Χριστοῦ·” διὰ τοῦτο ἄνωθεν τῷ μαθητῇ παρῄνει λέγων, καὶ δι’ ἐκείνου ἡμῖν πᾶσιν· μὴ οὖν ἐπαισχυνθῇς, ὅτι τὸν ἐσταυρωμένον κηρύττεις· τοῦτο γάρ ἐστι τὸ μαρτύριον· ταῦτα μὲν γὰρ καθ’ ἑαυτὰ θάνατος καὶ δεσμωτήρια καὶ δεσμὰ, αἰσχύνης ἄξια, ἀλλ’ ἐάν τις τὴν αἰτίαν προσθῇ, καὶ τὸ μυστήριον εἰδῇ, καλῶς πολλοῦ καυχήματος ἑκάτερα ὄντα εὑρή- εὑρήσει. ὁ θάνατος γὰρ ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, τῇ γῇ συνῆψε τὸν οὐρανὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, τοὺς ἀνθρώπους Αηέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλικόν. κἂν αὐτὸς οὖν ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς· διὰ τοῦτο φησι, “ συγκακοπάθγσον,” τουτέστι, μὴ ἐπαισχυνθῇς τῇ πέτρᾳ, ὡς οὐκ ὄντος κινδύνου, εἰ ἐγὼ ὁ νεκροὺς ἀνιστῶν, ὁ μυρία ἐργαζόμενος σημεῖα, ὁ τὴν οἰκουμένην ἐπιδραμὼν, δέδεμαι νῦν τοῦ σταυρωθέντος ἕνεκεν· εἰ ὁ διδάσκαλος ἡμῶν καὶ δεσπότης σταυρὸν ὑπέμεινε, πολλῷ μᾶλλον ἡμεῖς τὰ δεσμά. μηδὲν οὖν ἀνθρώπινον πάθης, ἀλλὰ τοῖς αὐτοῖς κοινώνησον. Κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέ-
For nothing is so great a proof of his love for humanity as the cross; therefore Paul also says, "But far be it from me to boast, except in the cross of our Lord Jesus Christ." For this reason he exhorted the disciple from the beginning, saying—and through him to us all—"Do not therefore be ashamed that you preach the crucified one; for this is the testimony." For these things in themselves—death and prisons and bonds—are worthy of shame, but if one adds the cause and knows the mystery, he will find that both are rightly worthy of great boasting. For that death saved the world that was perishing, joined heaven to earth, destroyed the tyranny of the devil, made human beings angels and sons of God; that death raised our nature to the royal throne. So even if you yourself suffer these things, do not be ashamed; for this reason he says, "Suffer hardship together," that is, do not be ashamed of the rock, as though there were no danger, if I who raise the dead, who perform countless signs, who have run over the whole world, am now bound for the sake of the crucified one; if our teacher and master endured the cross, much more should we endure bonds. Therefore suffer nothing merely human, but share in the same things. According to the power of God, who saved us and called—
σαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν, καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. Μῆ γὰρ δυνάμει τῇ σῇ φησὶ, τῇ τοῦ Θεοῦ δυνάμει ταῦτα φέρε· σὸν τὸ ἑλέσθαι καὶ προθυμηθῆναι· εἶτα καὶ τῆς δυνάμεως αὐτοῦ δείκνυσι τὰ τεκμήρια· πῶς ἐσώθης, φησὶ, πῶς ἐκλήθης, κλήσει ἁγία, τουτέστιν, ἁγίους εἰργάσατο, ἁμαρτωλοὺς ὄντας καὶ ἐχθρούς· καὶ ταῦτα οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον· εἰ τοίνυν καὶ δυνατός ἐστι καλέσαι καὶ ἀγαθὸς, τῷ κατὰ χάριν καὶ οὐ κατ’ ὀφειλὴν τοῦτο ποιῆσαι, οὐ δεῖ δεδοικέναι· “οὐ κατὰ τὰ ἔργα ἡμῶν, “φησὶν, ἀλλὰ κατ’ δίαν πρόθεσιν·” οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συμβουλεύοντος, ἀλλ’ ἐξ ἰδίας προθέσεως· οἴκοθεν, ἐκ τῆς ἀγαθότητος αὐτοῦ ὁρμώμενος ἔσωσεν· “κατ’ ἰδίαν,” φησὶ, “πρόθεσιν κα χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων “αἰωνίων,” τουτέστιν ἀνάρχως ταῦτα τετύπωτο ἐν τῷ Χριστῷ γενέσθαι· πῶς οὖν οὐκ ἀΐδιος ὁ Υἱός; καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐβούλετο ἐξ ἀρχῆς. Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου. Εἶδες δωρεὰν, οὐχὶ δι’ ἔργων γινομένην ἀλλὰ διὰ τοῦ εὐαγγελίου; ἐλπίδος γὰρ ταῦτά ἐστιν· ἐν μὲν γὰρ τῷ αὐτοῦ σώματι, ἀμφότερα ταῦτα γεγένηται, ἐν δὲ τῷ ἡμετέρῳ ἔσται πῶς; Διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ Ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Τί δήποτε τοῦτο συνεχῶς λέγει; πεῖσαι βουλόμενος ὅτι χρὴ καὶ ἔθνεσι πλησιάζειν· μὴ καταπέσῃς, φησίν· ἐν τοῖς ἐμοῖς παθήμασι καταβέβληται τοῦ θανάτου τὰ νεῦρα·
having called us with a holy calling, not according to our works, but according to his own purpose, and the grace given to us in Christ Jesus before eternal times. For he says, do not bear these things by your own power, but by the power of God; it is yours to choose and to be zealous; then he also shows the proofs of his power: how you were saved, he says, how you were called, with a holy calling, that is, he made holy those who were sinners and enemies; and this is not of ourselves, it is the gift of God; if therefore he is both able to call and good, in that he does this according to grace and not according to debt, one must not be afraid: "not according to our works," he says, "but according to his own purpose;" no one compelling, no one advising, but from his own purpose; from within, from his own goodness he set out and saved; "according to his own," he says, "purpose and the grace given to us in Christ Jesus before eternal times," that is, these things were prefigured from the beginning to take place in Christ; how then is the Son not eternal? For he too willed these things from the beginning. But now made manifest through the appearing of our Savior Jesus Christ, who abolished death and brought to light life and incorruption through the gospel. Do you see the gift, coming not through works but through the gospel? For these things belong to hope; for in his own body both these things have happened, but in ours how will it be? Through the gospel, for which I was appointed a herald and Apostle and teacher of the nations. Why ever does he say this continually? Wishing to persuade that one must also draw near to the nations; do not be cast down, he says; in my sufferings the sinews of death have been brought down;
οὐχὶ ὡς κακοῦργος ταῦτα ὑπομένω, ἀλλὰ διὰ τὴν διδασκαλίαν τῶν ἐθνῶν, ἅμα καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον. Δι’ ἢν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι. οἶδα γὰρ ᾧ πεπίοτενκα, καὶ πέπεισμαι, ὅτι δυνα-
τός ἐστι τὴν παραθήκην μοῦ φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Αἰσχύνης γὰρ, εἰπέ μοι, τὰ δεσμά; αἰσχύνης τὰ πάθη; μὴ οὑν ἐπαισχυνθῇς· ταῦτα γὰρ πάσχω, φησὶν, εἰς δεσμωτήριον ἐμβέβλημαι, ἐλαύνομαι· ὅρα πῶς διὰ τῶν ἔργων ἐπιδείκνυται τὴν διδασκαλίαν. τί δὲ ἢν ἡ παραθήκη; ἡ πίστις, τὸ κήρυγμα· τοῦτο αὐτός, φησιν, ὁ παρακαταθέμενος ἀκέραιον φυλάξει· πάντα πάσχω, ὥστε μὴ τὸν θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνομαι τούτοις, ἕως ἃν αὕτη ἀκέραιος σώζηται. ἣ τοὺς πιστοὺς λέγει τὴν παρακαταθήκην, ἣ ἣν ὁ Θεὸς αὐτῷ παρέθετο. (Σευηριανόσ.) Ἄλλος δέ φησιν εἰς τὸ “συγκακοπάθησον “εὐαγγελίῳ.” καὶ πῶς οἷόν τε πειράζεσθαι τὸ Εὐαγγέλιον, ὡς ἐπειράζοντο οἱ κηρύττοντες, ἀλλ’ ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐγκοπὴν ἐποίει τῷ Εὐαγγελίῳ, διὰ τοῦτο ταῦτά φησὶ, “φωτίσαντος δὲ ζωήν·” τὸ ὂν φωτίζεται· ἐπειδὴ τοίνυν ἐδόθη μὲν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡ ζωὴ, θανάτῳ δὲ ἐζοφώθη, πάλιν τῇ ἀναστάσει τοῦ Σωτῆρος ἡ ζωὴ φωτίζεται. (Θεόσωροσ.) Ἄλλος δὲ πάλιν φησὶ, παρακαταθήκην νῦν τὸν ἀρραβῶνα τοῦ Πνεύματος, ὃν ὥσπερ τινὰ παρακαταθήκην μοι δεδωκὼς, ἐπ’ ἐλπίδι τῶν μελλόντων διαφυλάξαι τοῦτο ἀκί ῥαῖον· ἐπὶ τῷ τὴν ὁλοτελῆ με τότε τοῦ Πνεύματος. κομίσασθαι χάριν, ἧς ἐπ’ ἐλπίδι νυνὶ κεκόμισμαι ταύτην. Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ.
Not as a criminal do I endure these things, but for the sake of the teaching of the Gentiles, and at the same time he makes the word worthy of belief. For this cause I also suffer these things, but I am not ashamed. For I know whom I have believed, and I am persuaded that he is able to guard my deposit against that day. For tell me, are chains a shame? Are sufferings a shame? Do not then be ashamed; for these things I suffer, he says, I have been cast into prison, I am driven about; see how through his deeds he demonstrates the teaching. And what was the deposit? The faith, the preaching; this, he says, the one who deposited it will himself keep intact; I suffer all things so that the treasure may not be plundered; I am not ashamed of these things, as long as this remains preserved intact. Or he calls the faithful the deposit, which God entrusted to him. (Severianus.) But another says concerning "suffer hardship with the gospel": and how is it possible for the gospel to be tempted, as those who preached were tempted? But since the temptation against those who preach the gospel caused an obstacle to the gospel, for this reason he says these things, "having brought life to light"; that which exists is brought to light; since, therefore, life was given before the disobedience of Adam, but was darkened by death, again by the resurrection of the Savior life is brought to light. (Theodorus.) But another again says, the deposit now is the earnest of the Spirit, which as a kind of deposit he has given me, to preserve this intact in hope of things to come; with a view to my then receiving the complete grace of the Spirit, of which I have now received this in hope. Hold the pattern of sound words which you heard from me, in faith and love which is in Christ.
Οὐ διὰ γραμμάτων μόνον τὰ πρακτέα ὑπετίθετο τῷ μαθητῇ, ἀλλ’ ἤδη καὶ διὰ ῥημάτων· καὶ τοῦτο καὶ ἐν ἄλλοις ἐδήλωσε λέγων· “εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν·” πολλῷ δὲ μᾶλλον καὶ ἐνταῦθα· μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νομίσωμεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκε, ἅπερ οὖν ἀναμιμνήσκων αὐτοὺς ἔλεγεν· “ὑποτύπωσιν ἔχε ὑγιαι- “νόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας.” καθάπερ ἐπὶ τῶν ζωγράφων ἀνετυπωσάμην σοι, φησὶν, εἰκόνας ἀρετῆς, καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ κανόνα κω ἀρχέτυπον καὶ ὅρους καταβαλὼν εἰς τὴν σὴν ψυχήν· ταῦτα οὖν ἔχε, κἂν περὶ τῆς πίστεως,
κἂν περὶ ἀγάπη,, κα περὶ σωφρονισμοῦ δέῃ τι βουλεύσασθαι· ἐκεῖθεν λάμβανε τὰ παραδείγματα. ἣ ἐπειδὴ μὴ τὸ τέλειον τῆς γνώσεως δέδοται, ἀλλ’ ὅσον ἐχωροῦμεν ἐν ὑποτυπώσεως λόγῳ· οὐ γάρ ἐστιν ὅρος ἡ ὑποτύπωσις, ἀΛλὰ διαζωγράφησίς τις τῆς τῶν πραγμάτων φύσεως· διὰ τοῦτό φησιν, “ὑποτύπωσιν ἔχε ὑγιαι- “νόντων λόγων·” ὑγιαίνοντας δὲ λόγους καλεῖ, ἀντιδιαστέλλων τοῖς νοσώδεσι λόγοις τοῖς τῶν φιλοσόφων. “τὴν καλὴν παραθή- “κἠν φύλαξον· πῶς;” διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. οὐ γάρ ἐστιν ἀνθρωπίνης ψυχῆς ἣ δυνάμεως τοσαῦτα εμπιστευθέντα πρὸς τὴν φυλακὴν ἀρκέσαι, διὰ τὸ πλῆθος τῶν ἐπιβουλευόντων καἰ ἐφεδρευόντων δαιμόνων· ἐὰν οὖν τὸ Πνεῦμα ἔχωμεν παρ’ ἡμῖν μένον, ἐὰν μὴ τὴν χάριν ἀπολέσωμεν, παρέσται.
He was not instructing the disciple in what must be done only through written letters, but already also through spoken words; and this he made clear elsewhere too, saying: “whether by word, or by letter as by us;” and much more so here. Let us not, then, suppose that the matters concerning teaching were stated incompletely; for he handed many things to him even without writing, which indeed he was saying when reminding them: “Hold the pattern of sound words, which you heard from me.” As in the case of painters, he says, I formed for you images of virtue, and of all things that seem good to God, as it were laying down a rule and an archetype and boundaries in your soul; these things, then, hold fast, whether concerning faith, or concerning love, or concerning self-control, if there is need to deliberate on anything; from there take the examples. Or, since the perfection of knowledge has not been given, but only as much as we could contain in the word of a pattern; for the pattern is not a boundary, but a kind of sketch of the nature of things; for this reason he says, “Hold the pattern of sound words;” and he calls them sound words, distinguishing them from the diseased words of the philosophers. “Guard the good deposit; how?” Through the Holy Spirit who dwells in us. For it is not [the task] of a human soul or power to suffice for the guarding of so many things entrusted to it, because of the multitude of demons plotting and lying in wait; if, then, we have the Spirit remaining with us, if we do not lose the grace, he will be present.
εἶτα ἐξηγεῖται τοὺς πειρασμοὺς οὐχὶ καταβαλεῖν τὸν μαθητὴν βουλόμενος, ἀλλὰ διαναστῆσαι, ἱν εἴ ποτε καὶ αὐτὸς περιπέσοι τούτοις, μὴ ξενοπαθεῖν, πρὸς τὸν διδάσκαλον ἀφορῶν καὶ μεμνημένος πάν τωι τῶν συμβάντων αὐτῶ. ΚΕΦ. Β. Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων. Οἶδας τοῦτο, ὅτ’ ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ασία. Εἰκὸς ἦν ἐν Ῥώμῃ εἶναι πολλοὺς τότε ἀπὸ τῶν τῆς Ἀσίας μερῶν· ἀλλ’ οὐδείς μοι παρέστη, φησὶν, οὐδείς με ἐγνώρισεν, πάντες ἀπηλλοτριώθησαν. καὶ ὅρα τὴν φιλόσοφον αὐτοῦ ψυχήν· εἶπεν τὸ γενόμενον· οὐ κατηράσατο αὐτοῖς, ἀλλὰ τὸν μὲν πράξαντα τοῦτο καὶ ἐπῄνεσε, καὶ ἐπεύχεται αὐτῷ μυρία ἀγαθά· ἐκεῖνον δὲ οὐ κατηράσατο, ἀλλὰ τι φησιν; Ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης, δώῃ ἔλεος, ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμᾐ, σπουδαιότερον ἐπεζήτησέν με καὶ εὗρέν με. τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ πταιθῆναι τὸν
Then he explains the temptations, not wishing to cast down the disciple, but to rouse him up, so that if he himself should ever fall into these things, he might not be taken aback, looking to his teacher and remembering all that had happened to him. CHAPTER 2. Concerning the fitting transmission of the divine doctrines. You know this, that all those in Asia turned away from me. It was likely that many from the parts of Asia were in Rome at that time; but no one stood by me, he says, no one acknowledged me, all became estranged. And observe his philosophical soul: he stated what had happened; he did not curse them, but the one who did this he even praised, and prays countless good things for him; but that one he did not curse, but what does he say? Of whom are Phygelus and Hermogenes, may the Lord grant mercy to the household of Onesiphorus, because he often refreshed me, and was not ashamed of my chain, but when he was in Rome, he sought me out more earnestly and found me. He means the shame, not the danger, so that he might not be tripped up.
τὸν Τιμόθεον· καίτοι τὸ πρᾶγμα κινδύνων ἔγεμε· προσέκρουσε γὰρ τότε τῷ Νέρωνι, τινὰ τῶν ἀνακειμένων αὐτῷ οἰκειωσάμενος. οὐ μόνον οὐκ ἔφυγέ μου τὴν συντυχίαν, ἀλλὰ καὶ ἐπεζήτησέ με καὶ εὗρέ με· “δώῃ αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίῳ, ἐν “ἐκείνη τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ “γινώσκεις·” τοιούτους εἶναι χρὴ τοὺς πιστοὺς, μήτε φόβῳ μήτε ἀπειλῇ μήτε αἰσχύνῃ κωλύεσθαι, ἀλλὰ συμπράττειν ἀλλήλοις, καθάπερ ἐν πολέμῳ παρεστάναι καὶ βοηθεῖν· ἑαυτοῖς γὰρ μᾶλλον ἣ ἐκείνοις χαρίζεσθαι· “δώῃ αὐτῷ,” φησὶ, “Κύριος εὑρεῖν “ἔλεος παρὰ Κυρίῳ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” τῇ φοβερᾷ καὶ χαλεπῇ, ἔνθα πολλοῦ ἐλέου χρεία ἡμῖν. ἆρα δὲ δύο Κύριοι; οὐδαμῶς, ἀλλ’ ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἷς Θεός. ἐνταῦθα οἱ τὰ Μαρκίωνος νοσοῦντες ἐπιπηδῶσι τῷ εἰρημένῳ· ἀλλὰ μανθανέτωσαν, ὡς ἔθος τῇ γραφῇ τοῦτο λεγούσῃ, ὅταν πέρι τινος διαλέγηται· εἶπεν, φησὶν, Ἀβραὰμ, ὅτι οὐ μὴ εἰσέλθῃ Ἀβραὰμ, ἣ ἄλλο τι τοιοῦτο· καὶ οὐκ εἶπεν, ὅτι δώῃ αὐτῷ ὁ Κύριος ἕτερόν τι, ἀλλ’ ἔλεος. Σὺ δὲ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῆ χάριτι τῆ ἐν Χριστῷ Ἰησοῦ. τουτέστι, στῆθι γενναίως, οἶδας τὴν παράταξιν· ἔχε τὴν χάριν τοῦ Θεοῦ συμμαχοῦσαν καὶ συναγωνιζιͅμένην σοι· εἰ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ μᾶλλον σὺ ταῦτα φέρειν ὀφείλεις· εἰ ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὁ μαθητής. Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις. Πιστοῖς, οὐ ζητητικοῖς, οὐ συλλογιστικοῖς, τοῖς μὴ προδιδοῦσι τὸ κήρυγμα. Χρυσοστόμου.
Timothy: although the matter was full of dangers; for he had then offended Nero, having made himself friendly to certain of those who were devoted to him. He not only did not flee from meeting me, but also sought me and found me: "May the Lord grant him to find mercy from the Lord in that day. And how much he ministered in Ephesus, you know better." Such ought the faithful to be, hindered neither by fear nor by threat nor by shame, but to work together with one another, just as in war to stand by and help; for they grant favor to themselves rather than to those men. "May the Lord grant him," he says, "to find mercy from the Lord in that day," the fearful and harsh day, where we have need of much mercy. But are there two Lords? By no means, but for us there is one Lord Jesus Christ, one God. Here those who are sick with the disease of Marcion leap upon what has been said; but let them learn that this is the custom of Scripture when it speaks thus, whenever it converses about someone: Abraham, it says, that Abraham shall not enter, or something else of the sort; and it did not say that the Lord would grant him something else, but mercy. Therefore you, my child, be strengthened in the grace that is in Christ Jesus. That is, stand nobly; you know the battle line; have the grace of God as your ally and fellow combatant; if I, Paul, suffer these things, much more ought you to bear them; if the teacher, much more the disciple. And the things which you heard from me through many witnesses, entrust these to faithful men. Faithful, not inquisitive, not argumentative, to those who do not betray the proclamation. Of Chrysostom.
“Ἃ ἤκουσας·” “ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ “ἀκοὴ διὰ ῥήματος Θεοῦ·” τι ἐστι “διὰ πολλῶν μαρτύρων; ὡς ἃν εἰ ἔλεγεν· οὐ λάθρα ἤκουσας, οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν παρόντων μέτα παρρησίας, ταύτα παράθου οὐκ εἶπεν, εἶπε, ἄλλα “παράθου,” καθάπερ ἐπὶ θησαυροῦ βασιλικοῦ τὸ παρατιθέμενον ἐν ἀσφαλείᾳ παρακατατίθεται. Οἵ τινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Δύο γὰρ χρὴ τὸν διδάσκαλον ἔχειν, καὶ πιστὸν ετͅνα·ι καὶ διδα- κτικόν· οὐ πιστοῖς οὖν μόνον λέγει, παράθου, ἀλλὰ καὶ διδακτικοῖς· τί γὰρ ὄφελος ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ καὶ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν· ἣ ὅταν αὐτὸς μὲν μὴ προδῷ τὴν πίστι ἑτέρους δὲ κατασκευάζει τοιούτους. ΚΕΦ. Γ. Περὶ τῆς ἀφρόντιδος ἐν τῷ νῦν βιῷ πολιτείας, ἐπὶ ταῖς όπόνοις τροφαῖς. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ. βαβαὶ πόσον τὸ ἀξίωμα, στρατιώτην ετͅναι Χριστοῦ ; ὥστε οὐ χρὴ δυσχεραίνειν, εἰ κακοπαθεῖς· τοῦτο γὰρ στρατιώτου. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέση. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. ταῦτα εἴρηται μὲν πρὸς Τιμόθεον· λέγεται δὲ καὶ πρὸς πάντα διδάσκαλον καὶ μαθητὴν δι’ ἐκείνου. Χρυσοστόμου. Τί δέ ἐστιν, “ ἐὰν μὴ νομίμως;” οὐκ ἐὰν εἰς τὸν ἀγῶνα κάθηται, φησὶν, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται, οὐδὲ ἐὰν σηιπλακῆ, ἀλλ’ ἐὰν μὴ πάντα τὸν τῆς ἀθλήσεως νόμον φυλάττῃ· καὶ τὸν ἐπὶ σιτίων, καὶ τὸν ἐπὶ σωφροσύνης καὶ σεμνότητος, καὶ τὸ, ἐν παλαίστρᾳ, καὶ πάντα ἁπλῶς διεξέλθῃ τὰ τοῖς ἀθλγ ταῖς πρέποντα, οὐδέποτε στεφανοῦται·
"What you heard;" for "faith comes from hearing, and hearing through the word of God;" what is "through many witnesses"? As if he were saying: you did not hear in secret, nor in concealment, but with many present and with boldness. He did not say, he said, but "entrust," as in the case of a royal treasury, what is deposited is committed for safekeeping in security. "Such men as will be able also to teach others." For a teacher must have two qualities, both to be faithful and to be apt to teach; so he does not say "entrust" to the faithful only, but also to the apt to teach. For what is the benefit when a man is faithful but cannot lead his teaching out to others; or when he himself does not betray the faith but makes others such as himself. CHAPTER 3. Concerning the unanxious conduct of life in the present world, and concerning the necessities of food. "You therefore endure hardship as a good soldier of Christ Jesus." O the greatness of the dignity, to be a soldier of Christ! So one ought not to be vexed if one suffers hardship; for this is the part of a soldier. "No one serving as a soldier entangles himself in the affairs of this life, that he may please the one who enlisted him." "And if anyone also competes, he is not crowned unless he competes lawfully." These things were said to Timothy, but through him they are said also to every teacher and disciple. Of Chrysostom. And what is this, "unless lawfully"? It is not, he says, if he sits down for the contest, that this is enough, nor if he anoints himself, nor if he is sprinkled with dust, but unless he keeps the whole law of the contest, both the law concerning food and the law concerning chastity and dignity, and the rule of the wrestling-school, and simply goes through all things that befit athletes, he is never crowned.
καὶ ὅρα τοῦ Παύλου τὴν σοφίαν· ἀθλήσεως καὶ στρατιωτῶν ἐμνημόνευσε, τὸ μευ ὥστε ἑτοίμους εἶναι πρὸς σφαγὰς καὶ φόνους καὶ αἵματα τό δε καρτερικῶς, ἵνα φέρῃ πάντα καὶ γενναίως, ἵνα διὰ παντὸς ἐν ἀσκήσει ᾖ. τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν με. ταλαμβάνειν. Σευηριανοῦ. Ἐπειδὴ προλαβὼν εἶπεν, “οὐδεὶς στρατενόμενος “ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις·” ἐζητεῖτο δὲ πῶς μὴ
ἐμπλεκόμενος τύχῃ τῆς χρείας, ἐδείχθη ὅπως ἀπὸ τοῦ Εὐαγγελίου δεῖ ζῇν. Χρυσοστόμου. Τὸ μὲν τοῦ στρατιώτου καὶ τοῦ ἀθλητοῦ καὶ τοῖς ἀρχομένοις κατάλληλον, τὸ δὲ τοῦ γεωργοῦ τῷ διδασκάλῳ· ὁ γεωργὸς οὐχ ἑαυτοῦ ἐπιμελεῖται, ἀλλὰ τῶν καρπῶν καὶ τῆς γῆς, τουτέστιν, οὐ μικρὰν ἀμοιβὴν τῶν πόνων καρποῦται καὶ ὁ γεωργός. ἐνταῦθα καὶ τοῦ Θεοῦ τὸ ἀνενδεὲς δείκνυσι, καὶ τὴν ἀντίδοσιν τῆς διδασκαλίας· εἶτα ἐπειδὴ τὰ παραδείγματα ἔθηκε, καὶ πάντα αἰνιγματωδῶς, “οὐδεὶς,” φησὶ, “στεφανοῦται, “ἐὰν μὴ νομίμως ἀθλήσῃ,” καὶ εἰπὼν, “τὸν κοπιῶντα γεωργὸν “δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν,” ἐπήγαγε. Νόει ἃ λέγω· δώῃ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν. τίνος ἕνεκεν ταῦτα εἴρηται; ἐν παροιμίᾳ καὶ ἐν παραβολῇ· εἶτα πάλιν τὸ φιλόστοργον αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόμενος αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι, Μνημόνευε Ἰησοῦν Χριστὸν ἐπηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυὶδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. Ἐνταῦθα τούτου μέμνηται, καὶ πρὸς τοὺς αἱρετικοὺς ἀποτεινόμενος·
And observe Paul's wisdom: he mentioned the contest of athletes and soldiers—the one, so that they may be ready for slaughters and murders and bloodshed; the other, so that they may endure patiently, so as to bear all things and nobly, so that they may be always in training. The laboring farmer must first partake of the fruits. Of Severianus. Since he said beforehand, "No one serving as a soldier entangles himself in the affairs of this life," it was being asked how one who is not entangled may obtain what is needed; it was shown how one ought to live from the Gospel. Of Chrysostom. The example of the soldier and the athlete is fitting for those who are beginning, but that of the farmer for the teacher; the farmer does not take care for himself, but for the fruits and the land—that is, the farmer also reaps no small recompense for his labors. Here he shows both the freedom from need of God and the recompense of teaching; then, since he set forth the examples, and all in an obscure manner, he says, "No one is crowned unless he competes lawfully," and having said, "The laboring farmer must first partake of the fruits," he added, "Consider what I say; may the Lord give you understanding in all things." For what reason were these things said? In a proverb and in a parable; then again, showing his affection, he does not cease praying for him, as one who fears for a genuine child, and says, "Remember Jesus Christ, risen from the dead, of the seed of David, according to my Gospel, in which I suffer hardship even to chains as a criminal." Here he mentions this, and also addresses the heretics.
ἅμα δὲ καὶ ἀνακτώμενος αὐτὸν, καὶ δεικνὺς ὅτι τῶν παθημάτων τὸ κέρδος, ὅτι καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν ὁ Κύριος, διὰ πάθους τὸν θάνατον κατηγωνίσατο· τοῦτον μνημόνευε, φησὶ, καὶ ἕξεις παράκλησιν ἱκανήν· “ἐκ σπέρματος Δαυίδ·” ἤδη γὰρ ἐξ ἐκείνου ἤρξαντό τινες τὴν οἰκονομίαν ἀνατρέπειν, ἐπαισχυνόμενοι τῷ μεγέθει τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τοιαῦτα γὰρ ἦν, ἃ εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, ὡς τοὺς ἀνθρώπους αἰσχύνεσθαι περιάπτειν αὐτὰ τῶ Θεῶ, καὶ ἀπιστεῖν ὅτι τοσοῦτον κατέβη· “κατὰ “τὸ εὐαγγέλιόν μου,” φησί· πανταχοῦ τοῦτο τίθησι τῶν ἐπιστολῶν· ἐπεὶ δὲ αὐτῷ πείθεσθαι ἐχρῆν, ἐπειδὴ καὶ ἕτεροι ἦσαν εὐαγγελιζόμενοι ἕτερα. Ἐν ᾧ κακοπαθῶ ὡς κακοῦργος μέχρι δεσμῶν. πάλιν παρ’ ἑαυτοῦ τὴν παραμυθίαν εἰσάγει, καὶ τὴν προτροπήν· ἀλλὰ τι τούτου τὸ χρήσιμον καὶ τὸ θαυμαστόν; Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Εἰ μὲν γὰρ κοσμικοὶ ἦμεν στρατιῶται, φησὶν, ἴσχυσεν ἃν ταῦτα τὰ δεσμὰ, τὰ χεῖρας κατέχοντα· νῦν δὲ τοιούτους ἡμᾶς ἐποίησεν ὁ Θεὸς ὡς μηδὲν καταγωνίζεσθαι ἡμῶν· δεσμοῦνται γὰρ αἱ χεῖρες, ἀλλ’ οὐχ ἡ γλῶττα· ἡμῶν γὰρ δεδεμένων, ὁ εὐαγγελικὸς λόγος λέλυται καὶ τρέχει· τοῦτο εἰς προτροπὴν τῶν λελυμένων· εἰ ἡμεῖς δεδεμένοι κηρύττομεν, πολλῷ μᾶλλον ὑμᾶς τοὺς λελυμένους τοῦτο ποιεῖν χοή. Καὶ ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. Ἐξὸν, φησὶν, ἀκινδύνως ζῆν, καὶ μηδὲν τούτων πάσχειν, εἴγε τὰ ἐμαυτοῦ ἐσκόπουν, ἀλλὰ ταῦτα πάσχω ὑπὲρ ἀλλοτρίων ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου.
At the same time, he is also winning him back and showing that there is profit in sufferings, and that our Lord and Teacher himself conquered death through suffering. Remember this, he says, and you will have sufficient consolation: “from the seed of David.” For already some had begun from that point to overturn the economy, being ashamed at the greatness of God’s love for humanity. For such were the things that God bestowed on us, that people were ashamed to attribute them to God and disbelieved that he descended so far. “According to my gospel,” he says; everywhere in his letters he puts this, since it was necessary to obey him, because there were also others proclaiming a different gospel. In which I suffer hardship as a criminal, even to chains. Again he introduces consolation and encouragement from himself. But what is the usefulness and the wonder of this? But the word of God is not bound. For if we were worldly soldiers, he says, these chains, restraining the hands, would have prevailed; but now God has made us such that nothing conquers us. For the hands are bound, but not the tongue; for while we are bound, the gospel word is loosed and runs. This is for the encouragement of those who are loosed: if we, though bound, preach, much more ought you who are loosed to do this. And I suffer these things for the sake of the elect, so that they too may obtain the salvation that is in Christ Jesus, with eternal glory. It was possible, he says, to live without danger and to suffer none of these things, if indeed I were looking after my own interests; but I suffer these things for the sake of others’ good, so that others may obtain eternal life.
εἰ γὰρ ὁ Θεὸς αὐτοὺς ἐμ λέξατο, πάντα ἡμᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν, ὡς ἀν’ εἰ καὶ ἡμεῖς, φησι καὶ γὰρ κα ἧμας ὁ Θεὸς ἐξελέξατο. ὥσπερ δὲ ὁ Θεὸς δι’ ἡμᾶς ἔπαθεν, οὕτω καἰ ἡμεῖς δι’ ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, καὶ οὐ χάρις. ποίας δέ; ἵνα τύχωσι σωτηρίας, οὐ ταύτης, ἀλλὰ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, μετὰ δόξης αἰωνίου. ΚΕΦ. Δ. Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς ἐπ’ ἐλπίδι ζωῆς. Πιστὸς ὁ λόγος. Ὅτι ὁ ζωῆς τυχὼν οὐρανίου, καὶ αἰωνίου τεύξεται, πόθεν πιστός; “εἰ γὰρ συναπεθάνομεν,” φησὶ, “καὶ συζήσομεν·” εἰπὲ “γάρ μοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν αὐτῷ καὶ ἐν τοῖς κόποις ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; ἀλλὰ τοῦτο οὐκ ἃν οὐδὲ ἄνθρωπος ποιήσειεν τὸν ἑλόμενον αὐτῷ συναποθανεῖν, εἴ ποτε ἐν ἀνέσει γένοιτο, οὐχ αἱρούμενος αὐτῷ γενέσθαι κοινωνόν· ποῦ δὲ συναπεθάνομεν; διὰ τοῦ λουτροῦ καὶ διὰ τῶν παθημάτων. φησὶ γὰρ “τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,” καὶ “συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος·” ἐνταῦθα δὲ τὸν τῶν πειρασμῶν λέγει μᾶλλον. Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τουτέστιν, εἰ ἀπιστοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλάπτεται ἐκεῖνος· ἀληθές ἐστι, βέβαιός ἐστιν· εἰ τοίνυν οὐδὲν παρ’ ἡμῶν βλάπτεται τῶν ἀρνουμένων, δι’ οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁμολογίαν ἡμῶν, ἀλλ’ ἣ διὰ τὸ χρήσιμον·
For if God chose them, we must suffer all things for their sake, so that they too may obtain salvation, just as we also, he says, for God chose us as well. And just as God suffered for our sake, so we also for theirs; so that the matter is a repayment, and not a favor. Of what sort? That they may obtain salvation—not this salvation, but the salvation in Christ Jesus, the true salvation, with eternal glory. CHAPTER 4. Concerning faith in Christ and endurance in hope of life. The saying is trustworthy. That he who has obtained heavenly life will also obtain eternal life. From where is it trustworthy? "For if we died with him," he says, "we shall also live with him." Tell me, then: in gloomy circumstances do we share with him, and in labors that we have, and in good things no longer? But this not even a man would do—one who has chosen to die with him, if ever he should be at ease, not choosing to become a sharer with him. But where did we die with him? Through the bath and through the sufferings. For he says, "carrying about the dying of the Lord Jesus in the body," and "we were buried with him through baptism"; but here he means rather the dying of temptations. If we are faithless, he remains faithful, for he cannot deny himself. That is, if we are faithless that he rose, he is harmed nothing by this; it is true, it is certain. If, then, he is harmed nothing by us who deny, for no other reason does he require our confession, except for its usefulness.
ἵνα δὲ μή τις νομίσῃ τὸν Τιμόθεον τούτων δεῖσθαι, ἐπήγαγε, ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Φοβερὸν τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν, τότε παραδοῦναι αὐτὸν. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; ἐπειδὴ πολλοὺς ἦν εἰκὸς ἐπαισχύνεσθαι τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα ὡς τῶν διδασκάλων ἀπολλυμένων, ὡς τοῦ Χριστοῦ σταυρωθέντος, μὴ ἐπαισχυνθῇς, φησὶ, μηδὲν ὅλως αἰσχύνου τῶν εἰς εὐσέβειαν ἡκόντων, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· τέμνε οὖν τὰ νόθα μετὰ πολλῆς τῆς σφοδρότητος τῇ μαχαίρᾳ τοῦ Πνεύματος. τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο. Ὅταν γάρ τι κενὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτομίας τίκτει καὶ οὐδαμοῦ ἵσταται. Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα νομὴν ἕξει. Οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάμενοι· ἑκόντες γὰρ ἀπεπλανήθησαν· μάλιστα γὰρ οὗτοι εἰσιν ἀδιόρθωτοι. Ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος· οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν. Καλῶς εἶπεν, “ἐπὶ πλέον γὰρ προκόψουσι·” δοκεῖ γὰρ τοῦτο μόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται δεινά· εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγάλης δόξης ἀπεστερήμεθα, ἀλλὰ καὶ τὰ τῆς κρίσεως ἀνῄρηται.
But so that no one might think that Timothy was in need of these things, he added, "These things remind them of, testifying before the Lord, not to strive about words to no profit, to the subversion of the hearers." It is a fearful thing to speak before God as witness, and then to betray him. "Be diligent to present yourself approved to God, a worker who does not need to be ashamed, rightly dividing the word of truth." Why ever does he take such great pains concerning shame? Because it was likely that many would be ashamed of Paul himself, since he was a tentmaker, and of the preaching, as though the teachers were perishing, as though Christ had been crucified. "Do not be ashamed," he says, "be ashamed of nothing at all of the things that lead to godliness, rightly dividing the word of truth; for many pull it in every direction and drag it aside. Therefore cut out the spurious things with great vehemence by the sword of the Spirit. But shun profane empty talkings. For whenever something empty is brought in, it always gives birth to innovations and stops nowhere. For they will advance further in ungodliness, and their word will have a spread like gangrene." No longer able to be held by healing; for they wandered away willingly; for these especially are incorrigible. "Of whom are Hymenaeus and Philetus; who have missed the mark concerning the truth, saying that the resurrection has already happened, and they overthrow the faith of some." Well did he say, "For they will advance further;" for this alone seems to be the dreadful thing; but observe how many dreadful things are born from it. For if the resurrection is already, we are not only harmed in this, that we have been deprived of the great glory, but also the matters of judgment have been done away with.
εἰ γὰρ ἤδη ἡ ἀνάστασις, καὶ ἡ ἀνταπόδόσις, οὐκοῦν ἀπέλαυσαν μὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν, κολάζονται δὲ οἱ πονηροί. καλῶς γε ἐν τρυφῇ ὄντες πολλῇ, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν, οὐ πάντων, ἀλλά τινῶν· εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πίστεως ἀνατέτραπται· καὶ εἰ ἀνάστασις οὐκ ἔστι, κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ μὴ ἀνέστη, οὐ δὲ ἐγεννήθη, οὐ δὲ εἰς οὐρανοὺς ἀνῆλθεν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Δείκνυσιν ὅτι καὶ πρὸ τοῦ ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἃν ἐτράπησαν ἀπὸ πρώτης προσβολῆς ὥσπερ οὑν οὐδὲ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν· οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατώντων, ἀλλὰ καὶ θαυμάζονται· ὡς στερεὸς, φησὶ, καὶ θεμέλιος, οὕτως ἔχεσθαι εῖ τῆς πίστεως ἔχειν τὴν σφραγῖδα ταύτην· τί ἐστιν “ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ; ἀπὸ τοῦ Δευτερονομίου αὐτὸ ἔλαβεν, τοῦτό ἐστιν αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι· πόθεν δὲ δῆλοί εἰσιν; ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμάτων, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ καὶ μὴ συμπαραπόλλυσθαι, καὶ ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας, ταύτην ἔχειν δεῖ τὴν σφραγῖδα ἐμ. πεπηγμένην ἐπὶ τῶν πραγμάτων. Ἐν μεγάλῃ δὲ οἰκίᾳ, οὐκ ἐστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Χρυσοστόμου. Μῆ σὲ ταραττέτω, φησὶν, ὅτι εἰσὶν πονηροί·
For if the resurrection has already happened, then the recompense has also come; therefore the good have already enjoyed their afflictions and pains, and the wicked are being punished. And rightly so, while they are in great luxury, and they overturn the faith of some—not of all, but of some. For if there is no resurrection, then the things of the faith have been overturned; and if there is no resurrection, our preaching is empty, and Christ has not risen; and if he has not risen, neither was he born, nor did he ascend into the heavens. Nevertheless, the solid foundation of God stands firm, having this seal: The Lord knows those who are his; let everyone who names the name of the Lord depart from iniquity. He shows that even before they were overturned they were not firm; for they would not have been turned aside at the first assault, just as not even Adam was firm before the commandment. For those who are fixed not only suffer nothing from those who deceive, but are even admired. As a solid foundation, he says, so must one hold to the faith, having this seal. What is "The Lord knows those who are his"? He took it from Deuteronomy. That is, the firm souls stand fixed and immovable. And how are they evident? From having these words upon their deeds, from being known by God and not perishing along with others, and from departing from iniquity. One must have this seal stamped upon one's deeds. But in a great house there are not only vessels of gold and silver, but also of wood and clay, some for honor and some for dishonor. From Chrysostom. Let it not disturb you, he says, that there are wicked men.
καὶ γὰρ ἐν μεγάλῃ οἰκίᾳ ἐστὶ σκεύη τοιαῦτα, ἀλλ’ οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιμῆς· ἀλλὰ τὰ μέν ἐστιν εἰς τιμὴν, τὰ δὲ εἰς ἀτιμίαν. ναί· ἀλλ’ ἐνταῦθα μὲν χρῆσιν τινὰ πληροῖ,
ἐπὶ δὲ τοῦ κόσμον τί; οὐχὶ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός· οἷον ὁ κενόδοξος, πολλὰ οἰκοδομεῖ· ὁ πλεονέκτης, ὁ ἔμπορος, ὁ κάπηλος, ὁ ἄρχων· ἔστι γὰρ ἐν τῷ κόσμῳ αὐτοῖς ἁρμόζοντα, τὸ δὲ χρυσοῦν σκεῦος οὐδὲν τοιοῦτον, ἀλλὰ περὶ τὴν τράπεζαν στρέφεται τὴν βασιλικήν· οὐ τοῦτο οὖν φησὶν, ὅτι ἀναγκαῖον πρᾶγμα ἡ πονηρία; πῶς γάρ; ἀλλ᾿ ὅτι καὶ αὐτοὶ ἔχουσιν ἔργον· εἰ γὰρ πάντες ἦσαν καρτερικοὶ, οὐκ ἔδει οἰκοδομημάτων· εἰ πάντες τρυφῆς ἦσαν ἀπηλλαγμένοι, οὐκ ἔδει ἐδεσμάτων, ἢ λαμπρᾶς οἰκοδομῆς, εἰ τῆς χρείας ἐπεμελοῦντο πάντες. Ἔὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον. Χρυσοστόμου. Ὁρᾷς ὅτι οὐ φύσεως, οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον,ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως; σκεῦος ὀστράκινον ἦν Παῦλος, ἀλλ᾿ ἐγένετο χρυσοῦν· σκεῦος χρυσοῦν ἦν Ἰούδας, ἀλλ᾿ ἐγένετο ὀστράκινον. πῶς οὖν ἀλλαχοῦ φησιν, “ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν;” ἐκεῖ τὴν φύσιν αὐτήν φησίν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· σκεῦος ὀστράκινον ἡμῶν τὸ σῶμα· ὥσπερ γὰρ τὸ ὀστράκινον οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὠπτημένος, οὕτω καὶ τὸ σῶμα τὸ ἡμέτερον, οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς τῇ θερμότητι τῆς ψυχῆς στερεούμενος. ἐκεῖ οὖν περὶ φύσεως διαλέγεται, ἐνταῦθα δὲ περὶ προαιρέσεως·
For in a great house there are such vessels, but they do not, he says, enjoy the same honor; rather, some are for honor, and some for dishonor. Yes; but here they fulfill some use, but in the case of the world, what then? Does not God use these very things for other purposes? For example, the vainglorious man builds many things; the covetous man, the merchant, the huckster, the ruler; for there are things in the world suited to them, but the golden vessel is nothing of that sort, but moves about the royal table. Does he then say this, that wickedness is a necessary thing? How so? But rather that even they themselves have a function; for if all were self-controlled, there would be no need of buildings; if all were free of luxury, there would be no need of foods, or of a splendid building, if all attended to their need. If therefore anyone purifies himself from these, he will be a vessel for honor, sanctified. From Chrysostom. Do you see that it is not of nature, nor of material necessity, that a thing is golden or earthen, but of our own choice? Paul was an earthen vessel, but he became golden; Judas was a golden vessel, but he became earthen. How then does he say elsewhere, "having this treasure in earthen vessels"? There he speaks of nature itself; but what he says is of this sort: our body is an earthen vessel; for just as the earthen vessel is nothing other than baked clay, so also our body is nothing other than clay solidified by the heat of the soul. There, then, he discourses concerning nature, but here concerning choice.
“ ἐὰν οὖν “ τις ἐκκαθάρῃ ἑαυτὸν,” τουτέστι τελείως καὶ παντελῶς, ἔστι σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ. ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα χρείαν ἐπιτελεῖ, ἀλλ᾿ οὐκ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. δεῖ τοίνυν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον, κἂν πρὸς παρθενίαν. ΚΕΦ. Ε. Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ καὶ κατὰ τῶν ἐναντίων. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε. Ἀντὶ τοῦ πᾶσαν ἐπιθυμίαν ἄτοπον νεωτερικήν· ταῦτα φεῦγε· “δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικα- “λουμένων τὸν Κύριον, ἐκ καθαρᾶς καρδίας.” δικαιοσύνην τὴν
καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, “μετὰ τῶν ἐπι- “καλουμένων τὸν Κύριον,” τουτέστι,, ἐκείνοις θάρρει μόνοις, τοῖς ἀνυποκρίτως καὶ ἀδόλως προσιοῦσι· μετὰ δὲ τῶν ἄλλων οὐ χρὴ πρᾷον εἶναι, ἀλλὰ μόνον εἰρηνεύειν τὸ ἐξ αὐτοῦ. τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ. Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητήσεων; οὐ διὰ τὸ μὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτὰς, εἶχε γὰρ, ἀλλ’ οἰδεν ἄχρηστον ὃν τὸ καθιέναι ὅλως εἰς τούτους τοὺς ἀγῶνας, καὶ ὅτι οὐδὲν ἔσται ὅλως ἣ μάχη καὶ ἀπέχθεια. ταύτας οὖν τὰς ζητήσεις παραιτοῦ· ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ γραφῶν, αἱ περὶ τῶν ἄλλων. Οὐ δεῖ οὖν μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας. Πῶς οὖν λέγει, “ἔλεγχε αὐτὸν μετὰ πάσης ἐπιταγῆς, καὶ ἐνταῦθα πάλιν, “μηδείς σου τῆς νεότητος καταφρονείτω·” καὶ πάλιν, “ἔλεγχε αὐτοὺς ἀποτόμως;” ὅτι καὶ τοῦτο πρᾳότης ἐστίν·
“If then anyone purifies himself,” that is, completely and entirely, he is a vessel sanctified for honor, and useful to the master. Therefore those others are useless, even if they perform some service, but they are not prepared for every good work. It is necessary, then, to be prepared for all things, whether for death, whether for martyrdom, whether for virginity. CHAPTER 5. Concerning divine teaching and a pure and peaceful life, and against adversaries. But flee youthful desires. Instead of: every unreasonable youthful desire—flee these things; “but pursue righteousness, faith, love, peace with those who call upon the Lord from a pure heart.” He calls righteousness the universal virtue, the piety in one’s life, “with those who call upon the Lord,” that is, trust in those alone who draw near without hypocrisy and without guile; but with others one must not be gentle, but only be at peace so far as it depends on him. But avoid foolish and unlearned questionings. Do you see how everywhere he leads him away from questionings? Not because he was unable sufficiently to refute them—for he was able—but he knows that plunging wholly into these contests is useless, and that there will be nothing at all but fighting and enmity. These questionings, then, avoid; so that there are other questionings, some about the Scriptures, some about other matters. One must not, then, fight, but be gentle toward all. How then does he say, “Reprove him with all authority,” and here again, “Let no one despise your youth”; and again, “Reprove them sharply”? Because this too is gentleness.
ὁ γὰρ σφοδρὸς ἔλεγχος ὅταν μετὰ ἐπιεικείας γένηται, ὁ μάλιστα δυνάμενος δακεῖν, οὗτός ἐστι διδακτικὸς πρὸς πάντας βουλομένους διδαχθῆναι· “αἱρετικὸν,” γάρ φησιν, “ἄνθρωπον, μετὰ μίαν καὶ “δευτέραν νουθεσίαν παραιτοῦ·” “ἀνεξίκακον,” μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ, ἐπεὶ πάντα μάτην γίνεται· συμβαίνει γὰρ τῆς συνεχοῦς διδασκαλίας κατελθόντα τὸν καρπὸν ἐκκόψαι τὸ ἐνοχλοῦν τῆς ψυχῆς πάθος· ὁ γὰρ μυριάκις ἀκούσας πείσεται τι. Ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν· οὐ γὰρ ἔνι ψυχὴν δεομένην μαθεῖ, μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· δεῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μανθάνειν, πρὸ τῶν ἄλλων ἁπάντων, ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· ἡδέως δὲ οὐκ ἄν τις ἔχοι πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα· “πῶς οὖν αἱρετικόν,” φησιν, “ἄνθρωπον μετὰ μίαν “καὶ δευτέραν νουθεσίαν;” παρὰ τοῦ τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδας ἀνίατα νοσοῦντα. Μήποτε δῷ αὐτοῖς ὁ Κύριος μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς παγίδος τοῦ διαβόλου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἴσως ἔσται διόρθωσις· τὸ δὲ ἴσως
For vehement rebuke, when it is accompanied by gentleness, is the very thing most able to bite, and it is instructive for all who wish to be taught. For he says, "Reject a heretical man after a first and second admonition"; "not resentful," for this especially one must possess, since everything becomes vain otherwise. For it happens that when the fruit of continuous teaching has come down, it cuts out the troublesome passion of the soul; for he who has heard ten thousand times will be persuaded in some measure. "In meekness instructing those who oppose themselves." For the teacher especially must do this; for it is not possible for a soul that needs to learn, when accompanied by boldness and strife, to perceive any of the useful things. For the one who is about to learn any of the useful things must, before all else, be favorably disposed toward the teacher; but no one would be favorably disposed toward one who is bold and insolent. "How then," he says, "a heretical man after a first and second admonition?" He calls him incorrigible who you know is incurably sick. "Lest at some time the Lord grant them repentance unto the knowledge of the truth, and they recover from the snare of the devil." What he says is of this sort: perhaps there will be correction; but the "perhaps"
ἐπὶ τῶν ἀδήλων ἐστίν· ὥστε ἐκείνων ἀφίστασθαι μόνον χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, ὅτι οὐδ’ ἃν ὁτιοῦν γένηται, μεταστησονται. Ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θελημὰ. Καλῶς εἶπεν ἐζωγρημένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται· ὁρᾷς πῶς διδάσκει μετριοφρονεῖν; οὐκ εἶπε, μήποτε δυνηθῇς, ἀλλὰ μήποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι· μήποτε τοίνυν διακεώμεθα ὡς αὐτοὶ τινὰ πείσοντες κἂν πείσωμεν· “καὶ ζωγρηθέντες,” φησὶν, “ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα·” τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ δὲ “μήποτε” πολλῆς μακροθυμίας ἐστὶ, καὶ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική. ΚΕΦ. ς. Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγχομένης. τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Οὐχὶ τὰς ἡμέρας λέγει, οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας καὶ γὰρ ἥμιν οὐτῶ λέγειν ἔθος ἐστιν· καιροὺς πονηροὺς καὶ μὴ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων, ἀπὸ τῶν ἀνθρώπων. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι. Ὁ φίλαυτος οὗτός ἐστιν, ὁ μάλιστα ἑαυτὸν φιλῶν, ὁ δὲ φιλάδελφος οὗτος μάλιστά ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν· ἀπὸ τούτου ἡ φιλαργυρία. τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ ἐκκεχυμένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον καὶ πικρόν. “φιλάργυροι·” ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια. ὁ γὰρ κατὰ ἀνθρώπων ἐπαιρόμενος εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ·
It is among unclear matters; so that one must abstain only from those things about which we can declare clearly that, no matter what happens, they will not be changed. Taken captive by him to his will. He spoke well in saying "taken captive," for for a time they swim in error. Do you see how he teaches moderation? He did not say, "lest you should ever be able," but "lest the Lord should ever grant them to recover themselves." Let us not, then, be inflamed as though we ourselves would persuade someone, even if we do persuade them. "And taken captive," he says, "by him, to his will." One might say this not only about doctrines but also about conduct. The "lest" is a mark of great longsuffering, and not doing the will of God is a diabolical snare. Chapter 6. A foretelling concerning the wickedness of men abounding, and deceptive error being exposed. But know this, that in the last days grievous times will be present. He does not speak of the days, nor of the times, but of the men who exist then; for it is our custom to speak in this way too: evil times and not evil, from the things that happen in them, from the men. For men will be lovers of themselves. The lover of himself is this: the one who loves himself most; and the lover of his brother is this: the one who loves himself most; from this comes love of money. For the destructive and bitter thing of self-love contracts love, which is broad and poured out everywhere, and gathers it into a little space. "Lovers of money"; from this arrogance is begotten, from arrogance pride, from pride blasphemy, from blasphemy madness and disobedience. For the one who exalts himself against men easily does so also against God.
οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται, πολλάκις κάτωθεν ἄνω ἄνεισιν. ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν· ὁ πρὸς ὁμοδούλους ἐπιεικὴς, πολλῷ μᾶλλον πρὸς τὸν δεσπότην· ὁ δὲ
ὁμοδούλων καταφρονῶν, ὁδῷ προβαίνων, καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ. ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι. Θεόδωροσ. Φίλαυτοί εἰσιν οἱ πάντα πρὸς τὴν ἑαυτῶν ὠφέλειαν ποιοῦντες. “ἀλαζόνες,” καυχώμενοι ἔχειν ἃ μὴ “ὑπερήφανοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς οὖσιν. “βλάσφη- “μοι,” κατηγορίαις χαίροντες. “ἀνόσιοι,” ἐπιμέλειαν τοῦ δικαίου μὴ ποιούμενοι. “ἄστοργοι,” περὶ οὐδένα σχέσιν ἔχοντες. “ἄσπον- “δοι,” οὐ βέβαιοι περὶ τὰς φιλίας, οὐδὲ ἀληθεῖς περὶ ἃ συντίθενται, “διάβολοι·” ταῦτά τε ἐκεῖ, ἐκεῖνα ἐνταῦθα λέγοντες, ἐπὶ τῷ κατεργάζεσθαι μάχην. “ἀκρατεῖ̈” ἥττους τῶν παθῶν. “ἀνή- “μεροι,” οὐδεμιᾶς χρηστότητος ἐπιμελούμενοι. “τετυφωμένοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς μὴ προσοῦσι· διαφέρει δὲ τοῦ άλαζόνος τῷ τὸν μὲν τετυφωμένον ἀπὸ τῆς γνώμης λέγειν, ἀλαζόνα δὲ ’τον ἔπι ῥήματι καυχώμενον. Χρυσοστόμου. Ὁ ἀχάριστος δὲ ἀνόσιος εἰκότως· ὁ γὰρ τὸν εὐεργέτην ἀχάριστος, τις ἂν γένοιτό ποτε περὶ τοὺς ἄλλους; ὁ ἀχάριστος, ἄσπονδος, ὁ ἀχάριστος, ἄστοργος· “διάβολοι,” φησὶ, τουτέστι κατήγοροι· οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραμυθίαν ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφημεῖν, μυρία πλημμελοῦσι καὶ ἁμαρτάνουσιν· “ἀκρατεῖς,’ πάντων τῶν παθῶν· “ἀνήμεροι·” ἐντεῦθεν ἡ ὠμότης, ἐντεῦθεν ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος ᾖ, ὅταν φίλαυτος, ὅταν ἀχάριστος, ὅταν λάγνος.
Thus sins too are begotten, and often they rise from below upward. The one who is reverent toward men is much more so toward God; the one who is gentle toward fellow servants is much more so toward the Master; but the one who despises fellow servants, proceeding on his way, will despise God himself. For men will be lovers of themselves. Theodore. Lovers of themselves are those who do everything for their own advantage. “Boasters,” glorying that they have what they do not have. “Proud,” thinking great things of what they possess. “Blasphemers,” taking pleasure in accusations. “Unholy,” paying no heed to righteousness. “Without natural affection,” having no bond with anyone. “Implacable,” not steadfast in friendships, nor true in what they agree to. “Slanderers”: saying these things there and those things here, for the purpose of stirring up strife. “Incontinent,” overcome by the passions. “Fierce,” cultivating no kindness. “Puffed up,” thinking great things of what is not theirs; and the puffed-up man differs from the boaster in that the puffed-up man speaks from his own conceit, while the boaster glories in his words. Chrysostom. The ungrateful man is reasonably called unholy; for the one who is ungrateful to his benefactor, how could he ever be anything toward others? The ungrateful man is implacable; the ungrateful man is without natural affection. “Slanderers,” he says, that is, accusers; for those who are conscious of no good in themselves, as though having some consolation in blaspheming the opinions others hold of them, commit countless offenses and sins. “Incontinent,” in all the passions; “fierce”: from this comes cruelty, from this comes harshness, when a man is a lover of money, when he is a lover of himself, when he is ungrateful, when he is lustful.
“ἀφιλάγαθοι, προδόται φιλίας, προπετεῖς, οὐδὲν βε- “βηκὸς ἔχοντες, τετυφωμένοι, ἀπονοίας πεπληρωμένοι.” Φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους γράφων, οὕτω πω, φησὶν, “ἔχοντες “μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.” ἐκεῖ μὲν ἐπαινῶν αὐτὸ τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα χαλεπώτερον αὐτὸ δείκνυσι τὸ ἁμάρτημα· τί δή ποτε; ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον αὐτὸ ἔλαβεν. ὥσπερ γὰρ τὴν εἰκόνα, πολλάκις μὲν εἰς ὁμοίωσιν λαμβάνει, πολλάκις δὲ εἰς τὸ ἄψυχον καὶ οὐδαμινὸν, οἷον καθάπερ καὶ αὐτὸς φησὶ, γράφων, “ἀνὴρ μὲν
“γὰρ οὐκ ὀφείλει κατακάμπτεσθαι τὴν κεφαλὴν, καὶ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων·” καὶ πάλιν ὁ προφήτης “πλὴν ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος·” καὶ τὸν λέοντα, ποτὲ μὲν εἰς τὸ βασιλικὸν λαμβάνει· “ἐκοιμήθη,” φησὶν, “ὡς λέων, καὶ ὡς σκύμνος “λέοντος, τίς ἐγερεῖ αὐτόν;” ποτὲ δὲ εἰς τὸ ἁρπακτικὸν, “ὡς “λέων ἁρπάζων καὶ ὠρυόμενος·” οὕτω καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦμεν· ἐπειδὴ γὰρ τὰ πράγματα σύνθετά ἐστι καὶ ποικίλα, εἰκότως εἰς πολλὰς εἰκόνας καὶ παραδείγματα εἴληπται· οὕτως καὶ ἐν τῆ μορφῇ· ἐκεῖ μὲν ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία ἐστὶ, καὶ ἀρχέτυπον τῆς εὐσεβείας· ἐνταῦθα δὲ ὅτι ἄψυχον καὶ νεκρὸν, καὶ σχῆμα μόνον καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ· οὐδὲν γὰρ κέρδος πίστεως, ὅταν μηδὲν πράττῃ τῶν τὴν εὐσέβειαν χαρακτηριζόντων· “τούτους οὖν,” φησὶν, “ἀποτρέπου,” ἀλλ’ ἐν ὑστέροις οἱ τοιοῦτοι ἔσονται.
“Lovers of good? No. Betrayers of friendship, reckless, having nothing stable, puffed up, filled with folly.” Lovers of pleasure rather than lovers of God, having a form of godliness but denying its power. And writing in the letter to the Romans, he says, “having the form of knowledge and of the truth in the law.” There he sets it down as a praise; but here, beyond all the other defects, he shows the sin itself to be more grievous. Why ever is that? Because he did not take it in the same sense. For just as he often takes an image for likeness, and often for the lifeless and worthless, as indeed he himself says when writing, “for a man ought not to cover his head, since he is the image and glory of God”; and again the prophet: “yet man passes on in an image”; and the lion he sometimes takes for the kingly, “he slept,” he says, “like a lion, and like a lion’s cub, who will rouse him?” and sometimes for the ravening, “as a lion ravening and roaring”; so we too do the same. For since things are composite and varied, it is fittingly taken into many images and examples. So also with the form: there, because it is a kind of type and image and teaching, and the archetype of godliness; but here, because it signifies something lifeless and dead, and only a shape and type and hypocrisy. For there is no profit of faith when one does nothing of the things that characterize godliness. “These then,” he says, “turn away from,” but such people will be in the last times.
πῶς, φησὶ, “τούτους ἀποτρέπου;” εἰκὸς μὲν καὶ τότε τοιούτους εἶναί τινας, τὸ δὲ ἀληθέστερον δι’ ἐκείνου πᾶσιν παραινεῖ. Ἐκ τούτων γὰρ εἰσὶν οἱ ἐνδύνοτες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρημένους τῷ ὅπλῳ, ᾧ καὶ ὁ διάβολος κατὰ τοῦ Ἀδὰμ ἐχρήσατο· εἶδες τὸ ἀναίσχυντον πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἐνδύνοντες, τὸ ἄτιμον, τὴν ἀπάτην, τὴν κολακείαν; “καὶ αἰχμαλωτίζοντες γυναικάρια·” γυναικῶν γὰρ τὸ ἀπατᾶσθαι, μᾶλλον δὲ οὐ γυναικῶν, ἀλλὰ γυναικαρίων. “σεσωρευμένα.” ὁρᾷς πόθεν κἀκείναις γίνεται τὸ πείθεσθαι ἀπὸ τῶν ἁμαρτημάτων, καὶ σφόδρα κυρίως εἶπεν “σεσωρευμένα·” τὸ πλῆθος γὰρ τῶν ἁμαρτημάτων συνίστησι, καὶ τὸ ἄτακτον, καὶ τὸ συγκεχυμένον, “ἀγόμενα ἐπιθυμίαις ποικίλαις,” οὐ τῆς φύσεως κατηγόρησεν· οὐ γὰρ ἁπλῶς εἶπεν γυναῖκας, ἀλλὰ τοιάσδε γυναῖκας· διὰ δὲ τοῦ “ποικίλαις” πολλὰ ᾐνίξατο, τὴν τρυφὴν, τὴν ἀσχημοσύνην τὴν λαγνείαν, τὴν φιλοχρηματίαν, τὴν αὐθάδειαν, τὴν τιμήν· ἴσως καὶ ἑτέρας αἰσχρὰς ἐπιθυμίας αἰνίττεται· “πάν- “τοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν
How, he says, am I to turn these away? It is likely that even then there were some such people, but more truly through him he gives advice to all. For from these are those who creep into houses and take captive little women loaded down with sins, led by various desires, always learning and never able to come to the knowledge of the truth. Do you see them using the weapon of the ancient deceit, which the devil also used against Adam? Do you see how he showed the shamelessness by saying "creeping in," the dishonor, the deceit, the flattery? "And taking captive little women": for it is the nature of women to be deceived, or rather not of women but of little women. "Loaded down": do you see whence even for them comes the being persuaded—from their sins—and very properly he said "loaded down," for the multitude of sins constitutes it, both the disorder and the confusion. "Led by various desires": he did not accuse nature, for he did not simply say women, but women of a certain sort; and by "various" he hinted at many things—luxury, indecency, lust, love of money, arrogance, ambition; perhaps he also hints at other shameful desires. "Always learning and never able to come to the knowledge of the truth."
“δυνάμενα.” ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυμίαις ἐκείναις καὶ τοῖς ἁμαρτήμασιν, ἐπορώθη αὐτῶν ἡ διάνοια. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτω καὶ οὗτοι ἀντιστήσονται τῆ ἀληθείᾳ. Οὗτοί εἰσιν οἱ μάγοι οἱ ἐπὶ τοῦ Μώσεως. πόθεν δὲ αὐτῶν τὰ ὀνόματα; οὐδαμοῦ γὰρ ἐμφέρεται ἀλλαχοῦ. ἣ ἀγράφως παραδέδοτο, ἣ ἀπὸ τοῦ Πνεύματος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον. Οὕτως καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ· ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν· ἀδόκιμοι περὶ τὴν πίστιν. ἀλλ᾿ οὐ προκόψουσιν ἐπὶ πλέον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. Πῶς οὖν λέγει ἀλλαχοῦ; “καὶ προκόψουσιν ἐπὶ πλέον ἀσεβίας·” ἐνταῦθα δὲ “οὐ προκόψουσιν. ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόμενοι καινοτομεῖν καἰ πλανᾷν οὐ στήσονται τῆς πλάνης, ἀλλ’ ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· ἐνταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινὰς παρακρούεσθαι, ἀλλ’ εὐφώρατοι ταχέως ἔσονται· διὰ τοῦτο ἐπιφέρει, “ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν·” πόθεν τοῦτο; ὥσπερ “καὶ ἡ ἐκείνων ἐγένετο·” πανταχόθεν γὰρ κἂν πρὸς καιρὸν ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει. Ἄλλοσ δέ φησιν, ἀνωτέρω ἐπὶ τῶν ἀπατωμένων λέγει, ὡς οὐδέποτε ἐπιλειψόντων αὐτοῖς τῶν πειθομένων οἷς λέγουσιν· ἐνταῦθα δὲ παρὰ τοῖς τῆς ἀληθείας δοκιμασταῖς οὐ προκόπτειν αὐτοὺς φησίν· οἱ γὰρ ἐν ἀρχῇ πολλάκις οὔπω τὰ κατ’ αὐτοὺς εἰδότες, τῷ σχήματι δελεάζονται· τῷ χρόνῳ μέντοι τὴν ἐνοῦσαν αὐτοῖς τῶν δογμάτων διαφορὰν ἐπιγινώσκουσιν. ΚΕΦ. Ζ.
"able." For since they buried themselves in those desires and sins, their mind was hardened. And just as Jannes and Jambres opposed Moses, so also these will oppose the truth. These are the magicians in the time of Moses. But where do their names come from? For they are nowhere else recorded. Either it was handed down unwritten, or it was likely that Paul knew it from the Spirit. So also these will oppose the truth: men corrupted in mind, disqualified concerning the faith. But they will not progress further; for their folly will be evident to all, as theirs also became. How then does he say elsewhere? "And they will progress further in ungodliness"; but here, "they will not progress." There he says this, that when they begin to innovate and to deceive, they will not stop their deception, but will always invent new deceits and corrupted doctrines; but here he says this, that they will not deceive, even if at the beginning they seem to lead some astray, but they will quickly be detected; therefore he adds, "for their folly will be evident to all"; from where is this? Just as "theirs also became"; for everywhere, even if the things of deception flourish for a time, they do not endure to the end. But another says that above, concerning those who are deceived, he speaks as though those who are persuaded by what they say would never fail them; but here he says that they do not progress among the examiners of the truth; for those who at the beginning often do not yet know the things concerning them are enticed by their appearance; in time, however, they recognize the difference of the doctrines that is in them. CHAPTER 7.
Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ. Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ. Χρυσοστόμου. Ὥστε ἰὸς ἕσο· ἐνταῦθα τὸν χρόνον πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, “παρηκολούθηκας τῇ
“διδασκαλίᾳ·” τοῦτο περὶ λόγου· “ τῇ ἀγωγῇ,” τοῦτο περὶ βίου· “ τῇ προθέσει,” τοῦτο περὶ προθυμίας καὶ τοῦ παραστήματος τῆς ψυχῆς· “ τῇ μακροθυμίᾳ·” πῶς οὐδέν με τούτων ἐτάρασσε; “ τῇ “ἀγάπῃ·” ὄπερ οὐκ εἶχον οὗτοι· “ τῇ ὑπομονῇ,” ὅπερ οὐδὲ τοῦτο· “ τῇ μακροθυμίᾳ,” φησὶ πρὸς τοὺς αἱρετικούς· “ τῇ ὑπο- “ μονῇ, πρὸς τοὺς διωγμούς· τοῖς λογισμοῖς, “ τοῖς παθήμασιν·” δύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι παλλοὺς, καὶ τὸ διώκεσθαι. Οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. Τούτων ἴσως ὡς νεαρῶν μέμνηται καὶ γνωρίμων αὐτῷ· ταῦτα δὲ οὐ πρὸς ἐπίδειξιν λέγει, ἀλλὰ πρὸς παραμυθίαν τοῦ μαθητοῦ. Ἀντίοχειαν δὲ τὴν Πισιδίας ἐνταῦθά φησιν. ἐν Ἰκονίῳ τινές φασι διὰ Θέκλαν· ἐν Λύστροις, ὅθεν ἦν ὁ Τιμόθεος· τινὲς δὲ πάλιν φασὶ διὰ τὴν ἔχουσαν τὸ πνεῦμα τοῦ Πύθωνος. Οἵους διωγμοὺς ὑπέμεινα. Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν παρειχόμην γενναίαν, καὶ οὐκ ἐγκατελείφθην. Ἐκ πάντων γὰρ μὲ ἐρρύσατο ὁ Κύριος· καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ διωχθήσονται. Τί δὲ ὅλως, φησὶ, λέγω περὶ ἐμαντοῦ; ἕκαστος τῶν θελόντων εὐσεβῶς ζῇν διωχθήσεται. τὰς θλίψεις ἐνταῦθά φησι καὶ τὰς ὀδύνας· καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα μὴ εἶναι ἐν λύπῃ, ἢ χωρὶς εἶναι θλίψεως καὶ πειρασμῶν.
An exhortation to imitate him, in contrast to the wicked, in the patience of God. But you have followed my teaching. From Chrysostom. So that you may be a rust—here he means that a long time had passed, from his saying, "you have followed my teaching"; this concerns doctrine; "conduct," this concerns life; "purpose," this concerns eagerness and the disposition of the soul; "long-suffering": how did none of these things disturb me? "love," which these men did not have; "patience," which neither did they have this; "long-suffering," he says with reference to heretics; "patience," with reference to persecutions; "in reasonings," "in sufferings"; for these two things disturb the teacher, that there be many heretics, and that he be persecuted. What things happened to me in Antioch, in Iconium, in Lystra. Perhaps he remembers these as recent and well known to him; and he says these things not for display, but for the consolation of the disciple. And he here calls Antioch the one in Pisidia. In Iconium some say it was because of Thecla; in Lystra, from where Timothy was; and some again say it was because of the one who had the spirit of Python. What persecutions I endured. Both things are for encouragement, that I also provided noble eagerness, and was not abandoned. For from all of them the Lord rescued me; and all who wish to live piously in Christ will be persecuted. But why, he says, do I speak at all about myself? Each of those who wish to live piously will be persecuted. Here he calls afflictions and pains; for it is not possible for a man walking the road of virtue to be without grief, or to be apart from affliction and temptations.
Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Μηδέν σε θορυβείτω, φησὶν, εἰ ἐκεῖνοι μὲν ἐν εὐθηνίᾳ, σὺ δὲ ἐν πειοασμοῖς· τοιαύτη γὰρ ἡ τοῦ πράγματος φύσις ἐστίν· ἐκ τῶν ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεμοῦντα τοῖς πονηροῖς μὴ εἶναι ἐν θλίψει. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα
οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Καθάπερ ὁ προφήτης Δαβὶδ παρῄνεσε μὴ παρὰ ζήλου ἐν πονη- ρευομένοις, τοῦτο καὶ αὐτὸς παραινεῖ λέγων· “σὺ δὲ μένε ἐν οἷς “ἔμαθες καὶ ἐπιστώθης·” τουτέστιν, ἐπίστευσας ὅτι αὕτη ἐστὶν ἡ ζωὴ, κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὣν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ Ἀβραὰμ ἤκουσεν, “ἐν Ἰσαὰκ κληθήσεταί σοι “σπέρμα,” καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐδὲν ἐθορυβεῖτο· διὰ τοῦτο δίκαιοι ἐνταῦθα θλίβονται, ὅτι πάροικοι εἰσιν, ὅτι ξένοι· καὶ δοκιμῆς ἕνεκεν ταῦτα ὑπομένουσιν· οἱ δὲ ἁμαρτωλοὶ, ἐὰν καὶ ποτέ ἐστι τοιοῦτον ὑπομένωσι, δίκην τίνουσι τῶν ἁμαρτημάτων· εἰ γὰρ μηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἃν ἐνόμισεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγμασι· καὶ εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἃν προσεδόκησεν εἶναι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαμβανόντων· διὰ τοῦτο κολάζει καὶ οὐ κολάζει. “εἰδὼς,” φησὶν, ὅτι “ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας,” τουτέστιν, ἐκ πρώτης ἡλικίας, ἐν ταῖς θείαις ἀνετράφης γραφαῖς, ὥστε καὶ διὰ τοῦτο στερρὰν εἶναι σοι προσήκει τὴν πίστιν·
But evil men and impostors will proceed to the worse, deceiving and being deceived. Let nothing disturb you, he says, if those men are in prosperity, while you are in temptations; for such is the nature of the matter. From my own case you can learn that it is impossible for a man who wages war against the wicked not to be in affliction. But remain in the things you have learned and been assured of, knowing from whom you learned them, and that from infancy you have known the sacred writings, which are able to make you wise unto salvation through faith in Christ Jesus. Just as the prophet David exhorted us not to be envious of those who do evil, so he himself also exhorts, saying: "But remain in the things you have learned and been assured of"—that is, you have believed that this is the life; even if, then, you see things contrary here to what you believed, do not be disturbed, since Abraham also heard, "In Isaac shall your seed be called," and was commanded to slay Isaac, and was not at all disturbed. For this reason the righteous are afflicted here, because they are sojourners, because they are strangers; and they endure these things for the sake of testing. But sinners, even if they ever endure such a thing, pay the penalty for their sins. For if no wicked man were ever punished, no one would think that God presides over human affairs; and if all were punished, no one would expect that there is a resurrection, as though all were receiving their due here. For this reason he punishes and does not punish. "Knowing," he says, "that from infancy you have known the sacred writings"—that is, from your earliest age you were brought up in the divine Scriptures, so that for this reason also your faith ought to be firm.
κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, ἣ χρόνῳ τραφεῖσα πολλῷ, καὶ οὐδὲν αὐτὴν παραβλάψαι δύναται· “τὰ δυνάμενά σε,” φησὶ, “σο- “φίσαι.” τουτέστι,, οὐκ ἀφίησιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοὶ τὰς γραφὰς μὴ εἰδότες· ὁ γὰρ τὰς γραφὰς εἰδὼς ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως· τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα εὑρίσκων ἐν ταῖς γραφαῖς. Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος. Πόλλην παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν γραφῶν τελειοτέραν οὖσαν, ἐπειδὴ μέγα τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν· τί γὰρ οἴει παθεῖν τὸν Τιμόθεον, οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τῶν χρόνων τῶν ἐγγὺς τοῦ θανάτου· διὰ τοῦτο ὅτε πολλὴν ἐποιήσατο παρά-
κλῆσιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι κέχρηται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι, καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα, ἣ τελευτὴν καὶ μετάστασιν πρὸς τὰ κρείττω, ὅπερ οὑν καὶ ἢν· “ἐγὼ “γὰρ ἤδη σπένδομαι,” φησὶ, διὰ τοῦτο ἔγραφε λέγων, Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμὸν, πρὸς ἐπανόρθωσιν, πρὸς παι- δείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἀρτίως ἦ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. Εἴ τι μαθεῖν, εἴ τι ἀγνοῆσαι χρὴ, ἐκεῖθεν εἰσόμεθα· εἰ ἐλέγξαι ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν·
For the root lies deep down, and having been nourished over much time, nothing is able to harm it: “the things able to make you wise,” he says. That is, it does not allow one to suffer anything senseless, as the many do who do not know the Scriptures; for the one who knows the Scriptures as they ought to be known is scandalized by none of the things that happen, but bears all things nobly, entrusting some things to faith and to the incomprehensible character of God’s economy, while for others he knows the reasons and finds examples in the Scriptures. All Scripture is God-breathed and profitable. Having offered much exhortation and consolation from all sources, he also brings in that which comes from the Scriptures, being more perfect, since he was about to say something great and painful; for what do you think Timothy suffered, being so loved and so loving, when he heard that his teacher was about to die, and that he did not even enjoy his company during the times near his death? For this reason, when he had offered much exhortation, then he speaks about his own death, and not simply, but he has also used words sufficient to console him and to fill him with joy, so that the matter should be considered a sacrifice—both death and departure to better things, which indeed it was: “For I am already being poured out,” he says. For this reason he wrote, saying, All Scripture is God-breathed and profitable for teaching, for reproof, for correction, for instruction in righteousness, so that the man of God may be complete, equipped for every good work. If there is anything to learn, if there is anything to be ignorant of, we shall know it from there; if there is a falsehood to refute, this too is from there.
εἰ ἐπανορθωθῆναι καὶ σωφρονισθῆναι πρὸς παράκλησιν, πρὸς παραμυθίαν, εἴ τι λείπει καὶ χρὴ προστιθέναι. “ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος·” ἀντ’ ἐμοῦ τοίνυν, φησὶν, ἔχεις τὰς γραφὰς, εἴ τι βούλει μαθεῖν, ἐκεῖθεν δυνήσῃ. Διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίναι ζῶντας καὶ νεκρούς. Ἤ τοι ἁμαρτωλοὺς λέγει καὶ δικαίους, ἤτοι καὶ τοὺς ἀπελθόντας καὶ τοὺς νῦν ὄντας, ἢ ὅτι πολλοὶ καταληφθήσονται ζῶντες. ἐφόβησεν αὐτὸν καὶ ἐν τῇ προτέρᾳ, ἐνταῦθα δὲ τὸ φοβερώτερον τέθεικε· “τοῦ μέλλοντος κρίναι καὶ ζῶντας καὶ νεκροὺς,” τουτέστι, τοῦ μέλλοντος τὰς εὐθύνας ἀπαιτεῖν “κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ “καὶ τὴν βασιλείαν,” ἵνα εἴπῃ τὴν μετὰ δόξης, τὴν μετὰ βασιλείας. ἣ ὅτι διαμαρτύρομαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν, μάρτυρα καλῶς ἐκεῖνον, ὅτι καὶ τοῦτο ἀνέμνησα. Κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάση μακροθυμίᾳ καὶ διδαχῇ. τουτέστι μὴ καιρὸν ἔχε ὡρισμένον, ἀεὶ σοι καιρὸς ἔστω, μὴ ἐν εἰρήνῃ, μηδὲ ἐν ἀδείᾳ ὢν, μηδὲ ἐν ἐκκλησίᾳ μόνον καθήμενος, ἐν δὲ τοῖς κινδύνοις ὑποσταλεὶς, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον, καὶ παρ’ αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι· τότε γὰρ καὶ ἡ ἐπιτίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ
If they are to be corrected and brought to their senses for encouragement, for consolation, if anything is lacking and must be added. "That the man of God may be complete": in my place, then, he says, you have the Scriptures; if you wish to learn anything, you can from there. I charge you therefore before God and Christ Jesus, who is about to judge the living and the dead. Either he means sinners and righteous, or those who have departed and those who now are, or that many will be found alive. He put him in fear also in the former letter, but here he has set down the more fearful: "who is about to judge both the living and the dead," that is, who is about to demand account "at his appearing and his kingdom," so as to say the one with glory, the one with kingdom. Or that I charge you by his appearing and his kingdom, I call him as witness rightly, because I also reminded you of this. Preach the word, be ready in season, out of season, reprove, rebuke, exhort, with all patience and teaching. That is, do not have a fixed season; let every season be yours; not when you are in peace, nor in security, nor sitting only in the church, but having shrunk back in dangers—even if you are in prison, even if bound with chains, even if you are about to go out to death, even at that very season reprove, do not shrink back from rebuking; for then rebuke also has its season, when the reproof has gone forward, when it has been demonstrated
τὸ ἔργον· παρακάλεσον, φησίν· ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιμήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν· ἄν τε ἐπιτιμήσῃς καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται· ἀφόρητον γὰρ ἔλεγχος καθ’ ἑαυτὸν, ὅταν μὴ παράκλησιν ἀναμεμιγμένην ἔχῃ· πάλιν ὁ ἐλέγχων μακροθυμίας δεῖται, ὥστε μὴ ἁπλῶς πιστεύειν· καὶ ἡ ἐπιτίμησις καὶ ἡ παράκλησις καὶ ἡ διδαχὴ, μὴ ὡς ὀργιζόμενος, μὴ ὡς μαινόμενος, μὴ ὡς ἐπεμβαίνων, μὴ ὡς ἐχθρὸν εὑρηκὼς, ἀλλ’ ὡς φιλῶν καὶ συναλγῶν, ὡς μᾶλλον ἐκείνου πενθῶν. ΚΕΦ. Η. Περὶ τῶν καινοτομησάντων ἀντιτάττει τὸν Τιμόθεον. Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται. Πρὶν ἣ ἐκτραχηλισθῆναι προκατάλαβε πάντας αὐτοὺς, ὡς ἔχεις εἴκοντα, μαθητευομένους πάντα πρᾶττε. Ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσιν ἑαυτοῖς διδασκάλους. Οὐδὲν ἐμφαντικώτερον τῆς λέξεως ταύτης· τὸ γὰρ ἀδιάκριτον πλῆθος τῶν διδασκάλων διὰ τοῦ “σωρεύουσιν” ἐδήλωσε, καὶ διὰ τοῦ παρὰ τῶν μαθητῶν χειροτονεῖσθαι· “κνηθόμενοι τὴν ἀκοὴν, τῆς ἡδονῆς, φησι, χάριν λέγοντες. Καὶ ἀπὸ μὲν τῆς ἀληθείας, τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Θεόδωροσ. Μύθους εἶπε τὰ ἐναντία τῆς εὐσεβείας ῥήματα· ταῦτα δέ φησιν ὥστε διεγεῖραι αὐτὸν, καὶ ἵνα ὅταν ἐκβῇ, τῷ παρόντι καιρῷ κεχρῆσθαι εἰς δέον· ὅθεν ἐπάγει, Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον. τουτέστι, κάμε, προκατάλαβε, πρὶν ἣ τὴν λύμην ἐκείνην ἐπελθεῖν τῇ ποίμνῃ. ΚΕΦ. Θ. Περὶ τῆς ἑαυτοῦ μελλούσης ἀναλύσεως ἐπὶ δόξη αἰωνίᾳ.
The work: Encourage, he says. For if you rebuke without proofs, you will seem to be rash, and no one will endure it; but after it has been demonstrated, then he also accepts the rebuke. And if you rebuke and do not add encouragement, again the whole thing is overturned; for a reproof is unbearable by itself when it does not have encouragement mixed in. Again, the one who reproves needs patience, so as not simply to believe; and the rebuke and the encouragement and the teaching must be given not as one who is angry, not as one who is raving, not as one who is trampling upon him, not as one who has found an enemy, but as one who loves and grieves with him, as one who mourns more for him than he does. CHAPTER 8. Concerning those who have innovated, he sets Timothy against them. For there will be a time when they will not endure sound teaching. Before they turn away, anticipate them all, as you have them obedient, doing everything as disciples. But according to their own desires they will heap up for themselves teachers. Nothing is more vivid than this expression; for the indiscriminate multitude of teachers he made clear through "they heap up," and through their being appointed by the disciples: "having itching ears," he says, "for the sake of pleasure." And from the truth they will turn away their ear, and they will turn aside to myths. Theodore. He called myths the words contrary to piety; and he says these things so as to stir him up, and so that when it comes to pass, he may use the present time as is fitting; therefore he adds, But you, be sober in all things, endure hardship. That is, and for me, anticipate, before that plague comes upon the flock. CHAPTER 9. Concerning his own impending departure unto eternal glory.
Ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἄρα τοῦτο ἔργον εὐαγγελιστοῦ, τὸ κακοπαθεῖν καὶ παρ’ ἑαυτοῦ καὶ παρὰ τῶν ἔξωθεν· τὸ δὲ “πληροφόρησον” ἀντὶ τοῦ πλήρωσον· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ κακοπαθεῖν. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Οὐκ εἶπε τῆς ἐμῆς θυσίας· τῆς μὲν γὰρ τῆς θυσίας οὐ τὸ πᾶν ἀναφέρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον. τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα. τίνος ἕνεκεν οὕτω μεγαληγορεῖ ταῦτα λέγων ὁ Παῦλος; ἐμοὶ δοκεῖ τὴν ἀθυμίαν βούλεται παραμυθήσασθαι τοῦ μαθητοῦ, θαρρεῖν κελεύων, ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος· ὡς ἃν εἰ πατὴρ παιδίον αὐτῷ παρακαθήμενον καὶ τὴν ὀρφανίαν οὐ φέρον παραμυθεῖται λέγων, τέκνον, μὴ κλαῖε· ἐζήσαμεν καλῶς εἰς γῆρας ἐλθόντες, καταλιμπανόμενοι· ἄληπτος ἡμῶν ὁ βίος γέγονε, μετὰ δόξης ἀπερχόμεθα· ἔχεις καὶ σὺ θαυμάζεσθαι ἀπὸ τῶν ἡμῖν πεπραγμένων. πολλὰς ἡμῖν ὁ βασιλεὺς οἶδε τὰς χάριτας, τρόπαια ἐστήσαμεν, τοὺς πολέμους ἐνικήσαμεν· οὐ μεγαληγορῶν, ἀλλὰ τοῖς ἐγκωμίοις παιδεύων τὸν παῖδα, κούφως φέρειν τὰ συμβάντα, καὶ χρηστὰς ἔχειν τὰς ἐλπίδας. Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Δικαιοσύνην ἐνταῦθα τὴν καθόλου φησὶν ἀρετήν. Ὂν ἀποδώσει μοι ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐν πᾶσιν, πολλῷ μᾶλλον Τιμοθέῳ· πῶς δὲ ἄν τις ἀγαπήσειεν τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ; εἰ χαίροι ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ,
Do the work of an evangelist, fulfill your ministry. So this is the work of an evangelist: to suffer hardship both from himself and from those outside; and “fulfill” is used in place of “complete.” Behold, there is also another necessity of suffering hardship. For I am already being poured out as a drink offering, and the time of my departure has come. He did not say “of my sacrifice”; for in the case of a sacrifice, not the whole is offered up to God, but in the case of a drink offering, the whole. I have fought the good fight, I have finished the race. For whose sake does Paul speak these things with such magniloquence? It seems to me that he wishes to comfort the despondency of the disciple, bidding him to take courage, as though he were departing for a crown, as though he had completed all things; as if a father were comforting a little child sitting beside him and unable to bear the orphanhood, saying, “Child, do not weep; we have lived well, having come to old age and being left behind; our life has become blameless, we depart with glory; you too have it in your power to be admired for the things we have done. The king knows many thanksgivings for us; we have set up trophies, we have conquered in wars”—not speaking boastfully, but instructing the child through praises to bear what happens lightly and to have good hopes. Finally, there is laid up for me the crown of righteousness. By righteousness here he means the universal virtue. Which the righteous judge will give to me, and not only to me, but also to all who have loved his appearing. In all things, much more to Timothy; and how would anyone love the appearing of Christ? If he rejoices at his presence.
εἰ ἄξια πράττοι τῆς χαρᾶς. ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν πρός με ταχέως. Ἄξιον ἐπιζητῆσαι, πῶς καλεῖ τὸν Τιμόθεον πρὸς ἑαυτὸν, εἴγε ἐκκλησίαν ἐμπεπιστευμένος ἦν καὶ ἔθνος ὁλόκληρον; ἀνάγκῃ κατείληπτο πολλῇ, δεσμωτήριον ᾤκει καὶ συνεκέκλητο ὑπὸ Νέρωνος, ἰδεῖν ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέσθαι· καὶ οὐ λέγει ἵνα σε ἴδω πρὶν ἀπελθεῖν ἐκ τοῦ βίου, ὃ μάλιστα λυπεῖ, ἀλλ’ ἐπειδὴ μόνος εἰμὶ, καὶ οὐδένα ἔχω τὸν συναντιλαμβανόμενόν μοι τοῦ εὐαγγελίου. Δὴμᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφαλοῦς, εἵλετο μᾶλλον οἴκοι τρυφᾷν, ἣ μετ’ ἐμοῦ ταλαιπωρεῖσθαι. τοῦτον διέβαλεν, οὐ τοῦτο αὐτὸ προῃρημένος, ἀλλ’ ἡμᾶς στηρίξαι ὥστε μὴ μαλακίζεσθαι ἐν τοῖς κινδύνοις· τοῦτο γάρ ἐστι τὸν παρόντα ἀγαπήσαι αἰῶνα. Κρίσκης εἰς Γαλατίαν, Τῖτος εἰς Δαλματίαν. Θεόδωροσ. τὰς νῦν καλουμένας Γαλλίας· οὕτως γὰρ πάντες ἐκάλουν οἱ παλαιοί. τούτους δὲ οὐκέτι διαβάλλει· καὶ γὰρ ὁ Τῖτος τῶν σφόδρα θαυμαστῶν ἦν. Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ. Οὗτος γὰρ σφόδρα ἀδιασπάστως εἶχεν αὐτοῦ, ὁ καὶ τὸ Εὐαγγέλιον γράψας καὶ τὰς Πραξεῖς τὰς Καθολικὰς, φιλόπονος ὣν καὶ φιλομαθὴς καὶ καρτερικός. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Οὐκ εἰς τὴν ἀνάπαυσιν τὴν ἑαυτοῦ, ἀλλ’ εἰς τὴν διακονίαν τοῦ Εὐαγγελίου· ὥστε μηδὲ μίαν γενέσθαι ταραχὴν κατὰ τὴν αὐτοῦ τελευτὴν τοῖς πιστοῖς·
if he should do things worthy of the joy. And it is called an appearing because it appears above and rises from on high. Be diligent to come to me quickly before winter. It is worth inquiring how he calls Timothy to himself, if indeed he had been entrusted with a church and an entire people. He had been seized by great necessity, he dwelt in a prison and had been summoned by Nero, longing to see him before his death, and perhaps to set many things before him; and he does not say "that I may see you before I depart from life," which is what most grieves him, but "because I am alone, and I have no one to help me in the gospel." For Demas abandoned me, having loved the present age, and went to Thessalonica. That is, having fallen in love with relaxation, with the safe and the secure, he chose rather to live in luxury at home than to suffer hardship with me. He accused this man, not having chosen this very thing, but to strengthen us so that we not grow soft in dangers; for this is to have loved the present age. Crescens to Galatia, Titus to Dalmatia. Theodore. The regions now called Gaul; for thus all the ancients called them. But these he no longer accuses; for Titus too was among those greatly to be admired. Luke alone is with me. For this man clung to him very inseparably, the one who also wrote the Gospel and the Catholic Acts, being industrious and studious and enduring. Take Mark and bring him with you; for he is useful to me for ministry. Not for his own rest, but for the ministry of the Gospel; so that not even one disturbance should arise among the faithful at his death.
τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων καὶ παραμυθουμένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν· καὶ γὰρ ἄνδρας ἀξιολόγους εἰκὸς εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης. τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τι παρὰ Κάρπῳ,
ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Ἱμάτια ἐνταῦθα λέγει, τινὲς δέ φασι τὸ γλωσσόκομον ἔνθα τὰ βιβλία ἔκειτο· τι δὲ αὐτῷ τῶν βιβλίων ἔδει, μέλλοντι ἀποδημεῖν πρὸς τὸν Θέον; καὶ μάλιστα, ὥστε αὐτὰ τοῖς πιστοῖς παραθέσθαι, καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας ἔχειν αὐτά· τὸν δὲ φελόνην ἐζήτει, ὥστε μὴ δεηθῆναι παρ’ ἑτέρων λαβεῖν· ὁρᾷς γὰρ αὐτὸν πολλὴν ὑπὲρ τούτου ποιούμενον τὴν σπουδήν. Ἀλέξανδρός ὁ χαλκεὺς πολλά μοι κακὰ ἐπεδείξατο· ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. πάλιν ἐνταῦθα μέμνηται πειρασμοῦ, οὐχ ἁπλῶς ἐκεῖνον βουλόμενος διαβαλεῖν, ἀλλὰ τὸν μαθητὴν ἀλείψαι πρὸς τοὺς ἀγῶνας, ὥστε πάντα φέρειν γενναίως· κἂν εὐτελεῖς ὦσιν οἱ τὰς πείρας προσάγοντες· “ἔθλιψέ με, φησὶ, διαφόρως,” ἀλλ’ οὐκ ἀτιμωρητὶ ταῦτα αὐτῷ προχωρήσει, οὐχ οὕτως τῶν ἁγίων ταῖς τιμωρίαις ἐπιτρεχόντων, ἀλλ’ ὡς τοῦ κηρύγματος δεομένου καὶ τῶν ἀσθενεστέρων τῆς ἐντεῦθεν παραμυθίας, ὃ καὶ προφητεία ἐστὶν, εἰ ἄρα ἀποδώσει αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ, “ὃν καὶ σὺ φυλάττου, λίαν “γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις.” τουτέστι, πολεμεῖ καὶ ἀνθίσταται· καὶ οὐκ εἶπε, τιμώρησαι, κόλασον, ἀπέλασον, καίτοι γε ἐνῆν ταῦτα διὰ τῆς χάριτος ἐργάσασθαι, ἀλλ’ οὐδὲν τούτων εἶπε, οὐδὲ ὁπλίζει αὐτὸν κατ’ αὐτοῦ, ἀλλὰ παραχωρεῖν κελεύει, τῷ ἐῷ παραχωροῦντα τὴν τιμωρίαν.
Many of his own disciples were present and consoling those who were bearing his death unbearably; for it is likely that men of note were among those who had believed in Rome. The cloak that I left at Troas with Carpus, bring when you come, and the books, especially the parchments. Here he calls them garments, but some say it is the book-case where the books were kept; but what need did he have of the books, when he was about to depart to God? Especially so as to entrust them to the faithful, and that they might have them in place of his teaching; and he sought the cloak, so as not to need to receive one from others; for you see him making great haste about this. Alexander the coppersmith showed me many evils; the Lord will repay him according to his works. Here again he mentions a trial, not wishing simply to denounce that man, but to anoint the disciple for the struggles, so as to bear all things nobly; even if those who bring the trials are insignificant; “He afflicted me,” he says, “in various ways,” but these things will not proceed for him without punishment, not because the saints rush upon punishments in this way, but because the proclamation needs it and the weaker need the consolation from it, which is also prophecy, if indeed he will repay him according to his works, “whom you also guard, for he has greatly opposed our.” That is, he makes war and opposes; and he did not say, punish, chastise, drive away, although it was possible to accomplish these things through grace, but he said none of these things, nor does he arm him against him, but he commands him to yield, yielding the punishment to the one above.
Ἐν τῆ πρώτη μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον, μὴ αὐτοῖς λογισθείῃ· ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούση πάντα τὰ ἔθνη, καὶ ἐρρύσατό με ἐκ στόματος λέοντος, καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. ἀμήν. Χρυσοστόμου. Ποῖαν λέγει πρώτην ἀπολογίαν; παρέστη τῷ Νέρωνι καὶ διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, τότε αὐτὸν ἀπέτεμεν· οὐδὲ γὰρ οὕτω πρὸς τὰ εἴδωλα ζῆλον εἶχεν
ὁ Νέρων, οὕτως ἦν ἐξίτηλος ἐν πᾶσι· τὸ δὲ “ πάντες με q̓κα- “ τωπον,n οἱ Ἰουδαῖοι, φησὶν, οἱ ἀδελφοί· “ μὴ αὐτοὺς λογι- “ σθείη.” ὁρᾷς αὐτὸν μὴ μόνον οὐ βουλόμενον τιμωρεῖσθαι, ἀλλὰ καὶ συγχώρησιν εὐχόμενον ; καίτοι δεινὰ ἐπεπόνθει· οὐ γὰρ ἴσον ἀπὸ ἀλλοτρίων προδίδοσθαι, ὅσον τὸ ἀπὸ τῶν οἰκείων· “ ὁ δὲ Κύ- " ριός μοι παρέστη,” φησί· τὸν γὰρ ὑπὸ ἀνθρώπων ἐγκαταλιμ- πανόμενον ὁ Κύριος οὐκ ἀφίησιν· “ ἐνεδυνάμωσέ με,” φησὶ, τουτέστι, παρρησίαν ἐχαρίσατο, καὶ οὐκ ἀφῆκε καταπεσεῖν. ὁρᾷς προτροπὴν πρὸς τὸν μαθητήν ; “ ἵνα δέ μου τὸ κήρνγμα πληρο- “ φορηθῇ.” ὅρα ταπεινοφροσύνην, οὐ γὰρ ὡς ἄξιος, φησὶν, ἐπικου- ρίας ἐν, ἀλλὰ διὰ τὸ κήρυγμα, ἵνα πληρωθῇ καὶ εἰς πέρας ἔλθῃ, καὶ ἀκούση, φησὶ, πάντα τὰ ἔθνη· ἵνα πᾶσι, φησὶ, κατάδηλος γένηται καὶ τοῦ κηρύγματος ἡ δύναμις, καὶ τῆς περὶ ἐμὲ προνοίας ἡ κηδεμονία· καὶ “ ἐρρύσθην ἐκ στόματος λέοντος.” λέοντα τὸν Νέρωνα λέγει, διὰ τὸ ὠμὸν καὶ θηριῶδες.
At my first defense no one stood by me, but all deserted me; may it not be counted against them. But the Lord stood by me and strengthened me, so that through me the proclamation might be fully accomplished, and all the nations might hear, and he rescued me from the mouth of the lion, and the Lord will rescue me from every evil deed, and will save me into his heavenly kingdom. Amen. Of Chrysostom. What first defense does he mean? He stood before Nero and escaped; but when he had converted his cupbearer, then he cut him off; for not even so did Nero have zeal for the idols, so thoroughly was he devoted to all things. But “all deserted me”—the Jews, he says, his brothers; “may it not be counted against them.” Do you see that he not only does not wish to punish them, but even prays for their forgiveness? And yet he had suffered terrible things; for being betrayed by strangers is not the same as by one’s own. “But the Lord stood by me,” he says; for the Lord does not abandon the one who is deserted by men. “He strengthened me,” he says, that is, he granted me boldness, and did not let me fall. Do you see the encouragement for the disciple? “So that through me the proclamation might be fully accomplished.” See the humility; for he does not say it was because he was worthy of assistance, but because of the proclamation, so that it might be fulfilled and reach its end, and, he says, all the nations might hear; so that, he says, both the power of the proclamation and the care of his providence toward me might become clear to all. And “I was rescued from the mouth of the lion.” He calls Nero a lion, because of his cruelty and beastliness.
“ καὶ ῥύσε- “ ταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν “ βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.” εἰ ῥύσεται, πῶς, φησὶν, “ ἐγὼ ἤδη σπένδομαι , ἀλλ’ ὅρα, τότε μὲν ἐκ τοῦ Νέρωνος ἐρρύσατο, νῦν δὲ οὐκέτι ἐκ τοῦ Νέρωνος· τὸ ἱκανὸν γὰρ τῷ εὐαηελίῳ ἐγεγόνει, ἀλλ’ ἀπὸ παντὸς ἁμαρτήματος, τουτέστιν, οὐκ ἀφήσει καταγνωσθέντα ἔν τινι ἀπελθεῖν, “ καὶ σώσει εἰς τὴν βασιλείαν α αὐτοῦ·” ἐξαρπάσει με, φησὶν, ἔνθεν καὶ φυλάξει· τοῦτο γὰρ τὸ “ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ·” ἄρα αὕτη ἐστὶν ἡ σωτηρία. " ᾧ “ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·” ὅρα δοξολογίαν Υἱοῦ ὥσπερ ἤδη Πατρὸς, καὶ ἄλλοτε Πνεύματος. Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιὀνησιφόρου οἶκον. Οὗτοι εἰσιν, ὧν συνεχῶς μέμνηται, τῶν σκηνοποιῶν, παρ᾿ οἷς καὶ κατήχθη· τῆς δὲ γυναικὸς ὡς πιστοτέρας, πρώτης μέμνηται. ὁ γὰρ oνησιφόρος ἐν Ρώμη ἦν, τοὺς οὖν ἐν τῷ οἴκω αὐτοῦ ἀσπάζεται, ταύτῃ διεγείρων πρὸς τὸν ὅμοιον τῷ Ὀντͅσιφόρῳ ζῆλόν. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Ἐπειδὴ τούτων οὐκ ἐμνήσθη,νῦν μέμνηται, ἵνα δείξη ὅτι πάν-
“And the Lord will rescue me from every evil work, and will save me into his heavenly kingdom.” If he will rescue, why, he says, “I am already being poured out”? But observe: then he rescued him from Nero, but now no longer from Nero—for what was sufficient for the gospel had come to pass—but from every sin, that is, he will not allow him to depart condemned for anything, “and will save him into his kingdom.” He will snatch me away, he says, from here and will guard me; for this is what “will save into his kingdom” means. So this is the salvation. “To whom be the glory for ever and ever, amen.” Observe the doxology of the Son as though already of the Father, and at another time of the Spirit. Greet Prisca and Aquila and the household of Onesiphorus. These are the ones whom he continually remembers, the tentmakers, with whom he also stayed; and he remembers the wife first, as the more faithful. For Onesiphorus was in Rome; therefore he greets those in his household, stirring them up by this to a zeal like that of Onesiphorus. Erastus remained in Corinth, but Trophimus I left behind in Miletus, sick. Since he had not made mention of these, he now mentions them, to show that all—
τόθεν μεμόνωται καὶ χρήζει τοῦ Τιμοθέου. “τρόφιμον δὲ ἀπέλιπον “ἐν Μιλήτῳ ἀσθενοῦντα·” διὰ τι γὰρ μὴ ἰάσω αὐτὸν, ἀλλ’ ἀπέλιπες; οὐ πάντα ἴσχυον οἱ Ἀπόστολοι, ἣ οὐ πάντα ᾠκονόμουν χάριτι, ἵνα μή τις λογίσηται εἰς αὐτοὺς, ὑπὲρ ὃ βλέπει. ἡ δὲ Μίλητος ἐγγὺς τῆς Ἐφέσου τυγχάνει. ἄρα οὖν ἀποπλέων ἐπὶ τὴν Ἰουδαίαν ἀπέλιπεν αὐτὸν, ἣ μετὰ τὸ γενέσθαι ἐν Ῥώμη· πάλιν γὰρ εἰς τὴν Σπανίαν ἀπῆλθεν· εἰ δὲ καὶ ἐκεῖθεν εἰς ταῦτα τὰ μέρη οὐκ ἴσμεν. “σπούδασον πρὸ χειμῶνος ἐλθεῖν,” ἕως οὗ, φησὶ, ζῶ· ἵνα μὴ τῷ χειμῶνι ἐπισχεθεὶς οὐκ ἴδῃς με. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Σπουδῆς, καὶ Λῆνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου· ἡ χάρις μεθ’ ὑμῶν. τοῦτον τὸν ληνὸν ἱστοροῦσι τινες δεύτερον μετὰ Πέτρον ἐπίσκοπον τῆς Ῥωμαίων ἐκκλησίας γεγενῆσθαι. τίνος δὲ ἕνεκεν τοσούτων ὄντων πιστῶν, τούτων μέμνηται; δηλονότι ὡς ἐκβεβηκότων ἤδη τὴν γνώμην τῶν κοσμικῶν πραγμάτων, καὶ μᾶλλον λαμπόντων. τριὰς, μονὰς, ἐλέησον. τέλος τῶν εἰς τὴν πρὸς Τιμόθεον β΄ Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν.
Hence he has remained and needs Timothy. “But I left Trophimus in Miletus sick.” Why then did you not heal him, but left him? Did the Apostles not have power over all things, or did they not administer all things by grace, so that no one might think of them beyond what he sees? And Miletus is near Ephesus. So then, did he leave him behind while sailing to Judea, or after being in Rome? For again he departed to Spain; but whether from there he came to these parts we do not know. “Hurry to come before winter,” while, he says, I am alive, so that you, delayed by winter, might not see me. Eubulus greets you, and Pudens, and Linus, and Claudia, and all the brethren. The Lord Jesus Christ be with your spirit; grace be with you. Some record that this Linus was the second bishop of the church of the Romans after Peter. For whose sake, when there were so many faithful, does he mention these? Clearly because they had already departed from the mind of worldly affairs, and were shining more brightly. Trinity, Unity, have mercy. The end of the explanatory selections on the Second Epistle to Timothy.