ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. ΟΙ Φιλιππησίοι ἀπὸ πόλεως εἰσὶ τῆς Μακεδονίας· πόλεως κολωνείας, καθὼς ὁ Λουκᾶς φησίν. ἐνταῦθα ἡ πορφυρόπωλις ἐπέστρεψεν, εὐλαβὴς γυνὴ σφόδρα καὶ προσεκτική· ἐνταῦθα ὁ ἀρχισυνάγωγος ἐπίστευσεν· ἐνταῦθα ἐμαστίχθη ὁ Παῦλος μετὰ τοῦ Είλα· ἐνταῦθα οἱ στρατηγοὶ ἠξίωσαν αὐτοὺς ἐξελθεῖν, καὶ ἐφοβήθησαν αὐτοὺς, καὶ λαμπρὰν ἔσχεν τὸ κήρυγμα τὴν ἀρχήν. μαρτυρεῖ δὲ αὐτοῖς μὲν αὐτὸς πολλὰ καὶ μεγάλα· στέφανον αὐτοῦ καλῶν αὐτούς· καὶ πολλὰ πεπονθέναι λέγων· “ ὑμῖν γὰρ ἐχα- “ ρίσθη,” φησὶν, “ ἀπὸ τοῦ Θεοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, “ ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.” ὅτε δὲ ἔγραφεν πρὸς αὐτοὺς, συνέβη αὐτὸν δεδέσθαι· διὰ τοῦτο φησὶν, “ ὥστε τοὺς δεσμοὺς “ μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ·” πραιτώριον τὰ βασιλεία τοῦ Νέρωνος καλῶν. ἀλλ’ ἐδέθη καὶ ἀφείθη· καὶ τοῦτο πρὸς Τιμόθεον ἐδήλωσεν εἰπὼν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μου συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ “ αὐτοῖς λογισθείη· ἀλλ’ ὁ Κύριος μοι παρέστη καὶ ἐνεδυνάμωσέν “ με.” τὰ οὖν δεσμὰ ἐν οἷς ἦν πρὸ τῆς ἀπολογίας ἐκείνης λέγει· ὅτι γὰρ οὐ παρῆν Τιμόθεος τότε, δῆλον· “ ἐν γὰρ τῇ πρώτῃ μου “ ἀπολογίᾳ,” φησὶν, “ οὐδείς μοι συμπαρεγένετο.” καὶ τοῦτο αὐτῷ γράφων ἐδήλου· οὐκ ἃν οὖν εἰ ᾔδει τοῦτο ἔγραψεν αὐτῷ· ὅτε δὲ τὴν Ἐπιστολὴν ἔγραφεν ταύτην, μετ’ αὐτοῦ Τιμόθεος ἦν· καὶ δηλοῖ ἐξ ὧν φησὶν, “ ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον τα- “ χέως πέμψαι ὑμῖν.” καὶ πάλιν·
Of the Exegetical Selections on the Epistle to the Philippians of Paul the Apostle, Volume 1. The Philippians are from a city of Macedonia, a city that is a colony, as Luke says. Here the purple-seller was converted, a very devout and attentive woman; here the ruler of the synagogue believed; here Paul was beaten with Silas; here the magistrates asked them to depart, and they feared them, and the proclamation had a splendid beginning. He himself bears witness to them of many and great things, calling them his crown; and he says that they had suffered many things: "For to you it has been granted," he says, "from God, not only to believe in him, but also to suffer for him." But when he was writing to them, it happened that he was in bonds; therefore he says, "so that my bonds became manifest in the whole praetorium," calling the palace of Nero the praetorium. But he was bound and released; and he made this clear to Timothy, saying, "In my first defense, no one came to my support, but all deserted me; may it not be counted against them; but the Lord stood by me and strengthened me." So he speaks of the bonds in which he was before that defense; for it is clear that Timothy was not present then: "For in my first defense," he says, "no one came to my support." And he was making this clear to him when writing; he would not, then, have written this to him if he had known it; but when he was writing this Epistle, Timothy was with him; and he makes it clear from what he says: "But I hope in the Lord Jesus to send Timothy to you soon." And again:
“ τοῦτον μὲν ἐλπίζω εὐθέως πέμ- “ ψαι ὑμῖν, ὅταν ἀπί δῶ τὰ περὶ ἐμέ.” ἐξ αὐτῆς ἀφέθη γὰρ ἀπὸ τῶν δεσμῶν καὶ πάλιν ἐδέθη, μετὰ τὸ πρὸς αὐτοὺς ἐλθεῖν. εἰ δὲ λέγει
ὅτι “ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ·” καὶ “ λειτουργία τῆς πίστεως “ ὑμῶν,” οὐχ ὡς ἤδη τούτου γενομένου, ἀλλ’ ὅτι καὶ ὅταν τοῦτο συμβῇ, χαίρω φησὶν, διανιστῶν αὐτοὺς ἀπὸ τῆς ἀθυμίας τῆς ἐπὶ τοῖς δεσμοῖς· ὅτι γὰρ οὐκ ἔμελλεν τότε ἀποθανεῖσθαι, δῆλον ἐξ ὣν φησὶν, “ὅτι ἐλπίζω δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἑλεὑ- “ σομαι πρὸς ὑμᾶς·” καὶ πάλιν· “ καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι “ μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν.” Ησαν δὲ πέμψαντες πρὸς αὐτὸν οἱ Φιλιππησίοι τὸν Ἐπαφρόδιτον χρήματα ἀποίσοντα αὐτῷ, καὶ εἰσόμενον τὰ κατ’ αὐτόν. διέκειντο γὰρ σφόδρα δρᾶ περὶ αὐτόν. ὅτι γὰρ ἔπεμψαν, ἄκουε αὐτοῦ λέγοντος· “ ἀπέχω πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ “ Ἐπαφροδίτου τὰ παρ’ Υμῶν·” ἐπεὶ οὖν ἔπεμψαν τοῦτο εἰσόμενοι, δηλοῖ εὐθέως ἐν τῇ ἀρχῇ τῆς Ἐπιστολῆς τὰ καθ’ αὑτὸν γράφων καὶ λέγων. “ γιγνώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς “ προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθε·” καὶ πάλιν· “ ἐλπίζω Τιμώ- “ θέον ταχέως πέμψαι ὑμῖν· ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν·” τὸ “ ἵνα δηλοῦντός δηλοῦντός ἐστιν, ὅτι ὥσπερ ὑμεῖς ὑπὲρ πολλῆς πληροφορίας ἐπέμψατε εἰσόμενοι· οὕτω καὶ ἐγὼ ἵνα εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. ἐπεὶ οὖν καὶ πολὺν χρόνον, ἦσαν μὴ πέμψαντες, τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· “ ἤδη ποτε ἀνεθάλλετε τὸ ὑπὲρ “ ἐμοῦ φρονεῖν·” καὶ τότε ἤκουον αὐτὸν ἐν δεσμοῖς εἶναι. εἰ γὰρ περὶ Ἐπαφροδίτου ἤκουσαν, ὅτι ἠσθένησε·
“I hope to send him to you immediately, when I see how matters stand with me.” For he was released from his bonds and bound again after coming to them. And if he says, “Even if I am being poured out as a drink offering upon the sacrifice,” and “the service of your faith,” it is not as though this had already happened, but he says that even when this comes about, I rejoice, rousing them from the discouragement they felt over his bonds. For that he was not going to die then is clear from what he says: “But I hope in the Lord that I myself also will come quickly to you”; and again: “And being confident of this, I know that I will remain and continue with you all.”
Now the Philippians had sent Epaphroditus to him to bring him money and to learn how matters stood with him. For they were exceedingly devoted to him. That they sent, hear from his own words: “I have received everything and abound; I am fully supplied, having received from Epaphroditus the things from you.” Since, then, they had sent him to learn this, he makes known immediately at the beginning of the Epistle, writing and saying the things concerning himself: “But I want you to know that the things concerning me have rather turned out for the progress of the gospel”; and again: “I hope to send Timothy to you quickly, so that I too may be encouraged when I learn how things are with you.” The “so that” is declarative, meaning that just as you sent for the sake of full assurance to learn, so too I, so that I may be encouraged when I learn how things are with you. Since, then, they had also for a long time not sent—for this is what he indicates by saying, “Now at length you have revived your concern for me”—and at that time they were hearing that he was in bonds. For if they had heard concerning Epaphroditus that he was sick—
μὴ ὄντος σφόδρα ἐπισήμου, ὡς ὁ Παῦλος, πολλῷ μᾶλλον περὶ Παύλου· καὶ εἰκὸς ἦν αὐτοὺς θορυβεῖσθαι. διὰ τοῦτο ἐν τοῖς προοιμίοις τῆς Ἐπιστολῆς πολλὴν προσφέρει παράκλησιν ὑπὲρ τῶν δεσμῶν· δεικνὺς ὅτι οὐ μόνον οὐ χρὴ θορυβεῖσθαι, ἀλλὰ καὶ χαίρειν. εἶτα περὶ ὁμονοίας συμβουλεύει καὶ ταπεινοφροσύνης· ταύτην εἶναι αὐτοῖς ἀσφάλειαν διδάσκων μεγίστην· καὶ οὕτω τῶν ἐχθρῶν αὐτ·οὺς εὐκόλως δύνασθαι περιγενέσθαι. οὐ γὰρ τὸ δεσμεῖσθαι λυπηρὸν τοὺς διδασκάλους ὑμῶν· ἀλλὰ τὸ μὴ ὁμονοεῖν τοὺς μαθητάς· τοῦτο μὲν γὰρ καὶ ἐπίδοσιν τῷ εὐαγγελίῳ δίδωσιν, ἐκεῖνο δὲ διασπᾷ. παραινέσας τοίνυν αὐτοῖς ὁμονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁμονοία γίνεται· μὴ διατεινάμενος πρὸς τοὺς πανταχοῦ τῷ δόγματι λυμαινομένους Ἰουδαίους προσχήματι Χριστιανισμοῦ· κύνας τὲ αὐτοὺς κάλεσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας
ἀπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν· καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς καὶ ῥυθμίσας αὐτοὺς, καὶ ἀνακτησάμενος διὰ τοῦ εἰπεῖν “ ὁ Κύριος ἐγγύς,” μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων· καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει. Φαίνεται δὲ μετὰ πολλῆς αὐτοῖς μάλιστα γράφων τιμῆς, καὶ οὐδὲν ἐπιπληκτικὸν οὐδαμοῦ· ὅπερ ἦν τεκμήριον τῆς ἀρετῆς αὐτῶν, τὸ μηδὲ μίαν δοῦναι τῶ διδασκάλῳ λαβήν· μηδὲ ἐν τάξει ἐπιτιμήσεως, ἀλλ’ ἐν τάξει παραινέσεως πάντα πρὸς αὐτοὺς ἐπεσταλκέναι. ὅπερ δὲ ἔφην καὶ ἐξ ἀρχῆς, ἡ πόλις αὕτη, πολλὴν ἐπεδείξατο εἰς τὴν πίστιν ἐπιτηδειότητα·
Since it was not very notable, as Paul's was, much more so concerning Paul; and it was likely that they were disturbed. For this reason, in the opening of the Epistle he offers much exhortation concerning his bonds, showing that not only should they not be disturbed, but they should even rejoice. Then he advises concerning concord and humility, teaching that this is the greatest security for them, and that thus they would easily be able to prevail over their enemies. For it is not being bound that is painful for your teachers, but the disciples not being of one mind; for the former gives increase to the gospel, while the latter tears it apart. Having therefore exhorted them to be of one mind, and having shown that concord comes from humility, without contending against the Jews who everywhere corrupt the doctrine under the pretext of Christianity—calling them dogs and evil workers, and exhorting them to keep away from them, and persuading them whom they ought to attend to; and having discoursed at length on ethical matters and set them in order, and restored them by saying "The Lord is near," he makes mention, with the understanding befitting him, also of those who were sent; and thus he brings much exhortation. And he appears to be writing to them especially with great honor, and nowhere is there anything reproachful—which was a proof of their virtue, that they gave the teacher not even a single handle, nor did he send everything to them in the manner of a rebuke, but in the manner of exhortation. And what I said also from the beginning: this city displayed great fitness for the faith.
εἴγε ὁ δεσμοφύλαξ, ἴστε δὲ ὅτι πάσης κακίας τὸ πρᾶγμα μεστὸν, εὐθέως ἀπὸ ἑνὸς σημείου μὲν προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός· τὸ μὲν γὰρ γεγονὸς σημεῖον εἶδε μόνος αὐτὸς, τὸ δὲ κέρδος οὐ μόνος ἐκαρπώσατο, ἀλλὰ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός. εἰ δὲ δεῖ εἰπεῖν Εὐωδίαν καὶ Συντύχην, τὴν μὲν γυναῖκα εἶναι τοῦ δεσμοφύλακος, τάχα καὶ αὐτὸν τὸν ἄνδρα· ἀλλὰ καὶ αὐτοὶ οἱ στρατηγοὶ, οἱ μαστίξαντες αὐτὸν, εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον, καὶ οὐ πονηρίας τοῦτο πεποιηκότες· τῷ τε εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτὸν, καὶ τῷ φοβηθῆναι ὕστερον. μαρτυρεῖ δὲ αὐτοῖς οὐκ ἐν πίστει μόνῃ, οὐδὲ ἐν κινδύνοις, ἀλλὰ καὶ ἐν εὐποιΐᾳ· “ δι’ ὧν,” φησὶν, “ ὅτι καὶ ἐν ἀρχῇ τοῦ εὐαγγε- “ λίου καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε,” οὐδενὸς ἑτέρου τοῦτο ποιοῦντος· “ οὐδεμία γάρ μοι,” φησὶν, “ ἐκκλησία “ ἐκοινώνησεν, εἰς λόγον δόσεως καὶ λήψεως.” καὶ τὴν ἔλλειψιν δὲ ἀκαιρίας εἶναι μᾶλλον ἣ προαιρέσεως· “ οὐχ ὅτι οὐκ ἐφρονεῖτε,” φησὶν, “ ὑπὲρ ἐμοῦ, ἠκαιρεῖσθε δέ·’’ ταῦτα καὶ ἡμεῖς εἰδότες καὶ τοσούτους ἔχοντες τύπους, καὶ τὸ φίλτρον τὸ πρὸς αὐτούς. ὅτι γε ἐφίλει σφόδρα αὐτοὺς, δῆλον· οὐδένα γὰρ ἔχω, φησὶν, ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· καὶ πάλιν διὰ τὸ ἔχειν μὲν τῇ καρδίᾳ ὑμᾶς καὶ τοῖς δεσμοῖς μου· καὶ ἡμεῖς καὶ ἑαυτοὺς παρέχω μὲν ἀξίους τῶν τοιούτων ὑποδειγμάτων, περὶ τὸ πάσχειν ὑπὲρ Χριστοῦ ἕτοιμοι γιγνόμενοι· ἀλλὰ Δαβὶδ φησὶν ἐν ταύτῃ
If indeed the jailer—and you know that the matter is full of all wickedness—immediately ran in from one sign, and was baptized with his whole household; for he alone saw the sign that occurred, but he did not alone reap the profit, but with his wife and his whole household. And if one must speak of Euodia and Syntyche, that the one was the wife of the jailer, and perhaps also the man himself; but even the magistrates themselves, who flogged him, are found to have done this from seizure rather than from wickedness: by sending and releasing him immediately, and by fearing afterward. And he bears witness to them not in faith only, nor in dangers, but also in good works: "through whom," he says, "that both in the beginning of the gospel and once and twice you sent to my need," when no other did this; "for no church," he says, "shared with me in the matter of giving and receiving." And the lack was rather of opportunity than of purpose: "not that you did not think," he says, "on my behalf, but you lacked opportunity." Knowing these things and having so many examples, and the affection toward them. That he loved them exceedingly is clear: "for I have no one," he says, "like-minded, who will genuinely care for your affairs"; and again because he has you in his heart and in my bonds; and we present ourselves as worthy of such examples, becoming ready to suffer for Christ; but David says in this
τῇ Ἐπιστολῇ, κληρικοῖς γράφει οὐ λαικοῖς. δι’ ὅπερ οὐδὲ πλειόνων ἐδεήθη ἠθικῶν· σπουδὴ δὲ αὐτῶ διὰ τῆς Ἐπιστολῆς τὸ τῆς ταπεινοφροσύνης κατορθωθῆναι ἐν αὐτοῖς· δι’ αὐτῆς δὲ τῆς παραινέσεως, δείκνυσιν αὐτῶν τὸ ἀκριβὲς τοῦ ἄλλου βίου. σπανίως γάρ τις καὶ ἁμαρτάνει καὶ φυσιοῦται· τὸ γὰρ τῆς φυσιώσεως ἅπτεται τῶν κάλλιστα βιούντων· καὶ ὑπ’ αὐτοῦ τούτου ὡς τὰ πολλὰ ἐπαιρομένων. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ α΄. Εὐχαριστία ὑπὲρ τῆς Φιλιππησίων ἀρετῆς, καὶ εὐχὴ τελειώσεως. β΄ . Διήγησις τῆς ἑαυτοῦ διαγωγῆς ἀγωνιστικῆς, καὶ τῆς προθυμίας. γ΄ . Παραίνεσις τῆς κατὰ Θεὸν πολιτείας, καὶ τῆς ἐνθέου ζωῆς. δ΄ . Περὶ Τιμοθέου καὶ Ἐπαφροδίτου, οὓς ἀπέστειλε πρὸς αὐτούς. ε΄ . Περὶ πνευματικοῦ βίου τοῦ μὴ ὡς ἐν σᾶμ’, ὅς ἐστι μίμησις θανάτου Χριστοῦ. ς΄. Παραινέσεις ἴδιαι τινῶν καὶ κοιναὶ πάντων. ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΟΥΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος καὶ Τιμόθεος δοῦλοι Ἰησοῦ Χριστοῦ Ενταῦθα ἅτε πρὸς ὁμοτίμους ἐπιστέλλων, οὐ τίθησιν αὐτοῦ τὸ τῆς διδασκαλίας ἀξίωμα, ἀλλ’ ἕτερον· καὶ αὐτὸ μέγα. ποῖον δὴ τοῦτο; δοῦλον ἑαυτὸν φησὶν, οὐκ Ἀπόστολον. μέγα γὰρ ὄντως καὶ τοῦτο ἀξίωμα καὶ τὸ κεφάλαιον τῶν αἰώνων, δοῦλον εἶναι Χριστοῦ, καὶ μὴ ἅπλως λέγεσθαι. καὶ Ῥωμαίοις δὲ πάλιν ἐπιστέλλων· λέγει· “ Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ.” Κορινθίοις δὲ καὶ Τιμοθέῳ γράφων, Ἀπόστολον ἑαυτὸν καλεῖ. τίνος οὖν ἕνεκεν τοῦτο; οὐχ ὅτι Τιμοθέου αὐτοὶ κρείττους, ἄπαγε· ἀλλὰ αὐτοὺς τιμᾷ, καὶ θεραπεύει μάλιστα πάντων οἷς ἐπέστελλεν· ἐκεῖ μὲν γὰρ ἔμελλεν πολλὰ διατάττεσθαι.
In this letter he writes to clergy, not to laypeople. For this reason he did not need more ethical exhortations; his zeal through the letter was that the virtue of humility be established among them; and through this very exhortation he shows the exactness of their conduct in other respects. For rarely does someone both sin and become puffed up; for the swelling of pride touches those who live most excellently, and for the most part they are lifted up by this very thing.
CHAPTERS OF THE LETTER TO THE PHILIPPIANS
1. Thanksgiving for the virtue of the Philippians, and prayer for their perfection. 2. Narration of his own conduct as a contestant, and of his readiness. 3. Exhortation to a citizenship according to God, and to a life inspired by God. 4. Concerning Timothy and Epaphroditus, whom he sent to them. 5. Concerning the spiritual life, that one should not live as in the body, which is an imitation of the death of Christ. 6. Exhortations specific to certain individuals and common to all.
EXPOSITION OF THE LETTER TO THE PHILIPPIANS
Paul and Timothy, servants of Jesus Christ.
Here, since he is writing to those of equal honor, he does not set down his own dignity of teaching, but another—and that one great. What then is this? He calls himself a servant, not an apostle. For truly this too is a great dignity and the sum of the ages—to be a servant of Christ, and not merely to be called so. And again, writing to the Romans, he says: "Paul, a servant of Jesus Christ." But writing to the Corinthians and to Timothy, he calls himself an apostle. For what reason then is this? Not because they were better than Timothy—far be it!—but he honors them and serves them most of all those to whom he wrote; for there he was about to give many instructions.
διὰ τοῦτο ἀνέλαβεν τὸ τοῦ Ἀποστόλου ἀξίωμα. ἐνταῦθα δὲ ἐπιτάττει μὲν αὐτοῖς οὐδὲν, πλὴν ὅσα καὶ ἑαυτῶν συνεώρων· “ πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ τοῖς οὖσιν ἐν Φιλίπποις.” ἐπειδὴ εἰκὸς ἢν καὶ ουδαίους ἁγίους αὐτοὺς καλεῖν, ἀπὸ τοῦ πρώτου χρησμοῦ, ἡνίκα ἐλέγοντο “ λαὸς ἅγιος “ περιούσιος·” διὰ τοῦτο προσέθηκεν “ τοῖς ἁγίοις ἐν Χριστῷ “ Ἰησοῦ.” οὗτοι γὰρ μόνοι ἅγιοι· ἐκεῖνοι λοιπὸν βέβηλοι. “ σὺν “ ἐπισκόποις καὶ διακόνοις·” τί τοῦτο; μιᾶς πόλεως πολλοὶ ἐπίσκοποι ἦσαν; οὐδαμῶς. ἀλλὰ τοὺς πρεσβυτέρους οὕτως ἐκάλεσεν· τότε γὰρ τέωι ἐκοινώνουν τοῖς ὀνόμασιν, καὶ διάκονος ὁ ἐπίσκοπος ἐλέγετο· διὰ τοῦτο γράφων Τιμοθέῳ ἔλεγεν ἐπισκόπῳ ὄντι· “ τὴν διακονίαν σου πληροφόρησον.” ὅτι γὰρ ἐπίσκοπος ἠν, φησὶν πρὸς αὐτὸν, “ χεῖρας ταχέως μηδενὶ ἐπιτίθει.” καὶ πάλιν “ ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.” οὐκ ἄν δὲ πρεσβύτεροι ἐπίσκοπον ἐχειροτόνησαν· καὶ πάλιν πρὸς
Τίτον γράφων φησίν· “ τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ· “ ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέριον ὡς ἐγώ σοι διεταξά- “ μὴν, εἰ τις ἀνέγκλητος, μίας γυναικὸς ἀνήρ·” περὶ τοῦ ἐπισκόπου φησίν· καὶ εἰπὼν ταῦτα εὐθέως ἐπήγαγεν, “ δεῖ γὰρ τὸν “ ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη·” ὅπερ οὖν ἔφην, καὶ οἱ πρεσβύτεροι τὸ παλαιὸν ἐκαλοῦντο έπίσκοποι καὶ διάκονοι Χριστοῦ· ὅθεν καὶ νῦν πολλοὶ συμπρεσβυτέρῳ ἐπίσκοποι γράφουσι καὶ συνδιακόνῳ· λοιπὸν δὲ τὸ ἰδιάζον ἑκάστῳ ἀπονενέμηται ὄνομα, ὁ ἐπίσκοπος καὶ ὁ πρεσβύτερος.
For this reason he took up the Apostle's dignity. But here he commands them nothing, except what they themselves also knew: "To all the saints in Christ who are in Philippi." Since it was likely that they would call themselves saints, from the first oracle, when they were called "a holy people, a peculiar people," for this reason he added, "to the saints in Christ Jesus." For these alone are saints; those others are henceforth profane. "With the bishops and deacons." What is this? Were there many bishops of one city? By no means. But he called the presbyters thus; for at that time they shared the names, and the bishop was called a deacon. For this reason, writing to Timothy, who was a bishop, he said: "Fulfill your ministry." For that he was a bishop, he says to him, "Lay hands hastily on no one." And again, "which was given to you with the laying on of hands of the presbytery." But presbyters would not have ordained a bishop. And again, writing to Titus, he says: "For this cause I left you in Crete, that you should set in order in every city a presbytery, as I appointed you, if any man is blameless, the husband of one wife." He is speaking about the bishop; and having said these things, he immediately added: "For a bishop must be blameless, as the steward of God, not self-willed." What I said, then: the presbyters also in old times were called bishops and deacons of Christ. Hence even now many write to a fellow presbyter as bishop and fellow deacon; but henceforth the distinctive name has been assigned to each: the bishop and the presbyter.
τί δή ποτε δὲ οὐδαμοῦ τῷ κλήρῳ γράφων, ἀλλὰ κοινῇ πᾶσι τοῖς ἁγίοις τοῖς πιστοῖς, τοῖς ἡγιασμένοις, ἐνταῦθα τῷ κλήρῳ γράφει; ὅτι αὐτοὶ καὶ ἀπέστειλαν καὶ ἐκαρποφόρησαν· καὶ αὐτοὶ ἔπεμψαν πρὸς αὐτὸν τὸν Ἐπαφρόδιτον. (Θεόδωροσ.) Ἀλλός φησιν· προσεκτέον ὅτι τὸ “ σὺν “ ποις” λέγει, οὐχ ὥς τινες ἐνόμισαν, ὥσπερ ἡμεῖς συμπρεσβυτέροις γράφειν εἰώθαμεν· οὐ γὰρ πρὸς τὸ ἑαυτοῦ πρόσωπον εἶπεν τὸ “ σύν·” ἵνα ᾖ ἴσην ἐπισκόποις ἡμῶν· ἀλλὰ πρὸς τὸ πᾶσι τοῖς ἐν Φιλίπποις ἁγίοις· σὺν τοῖς αὐτόθι ἐπισκόποις τε καὶ διακόνοις. οὐχ ἁπλῶς ἐπισημηνάμενος τὰ τούτων ὀνόματα, ἀλλ’ ὡς μάλιστα τῶν περὶ τῆς μετριοφροσύνης λόγων τούτοις ἁρμοττόντων, οἱ τοὺς ἑτέρους ὤφειλον διδάσκειν, καὶ πρὸ τῶν λοιπῶν αὐτοὺς μετιέναι τὸ δέον. ΚΕΦ. Α. Εὐχαριστία ὑπὲρ τῆς Φιλιππησίων ἀρετῆς, καὶ εὐχὴ τελειώσεως. Εὐχαριστῶ τῷ Κυριῷ μου ἐν πάση τῆ μνείᾳ ὑμῶν. Πάντοτε, ὁσάκις ὑμῶν ἀναμνησθῶ φησὶν, δοξάζω τὸν Θεὸν, ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ· τοῦτο δὲ ἐποίει, ἐκ τοῦ πολλὰ συνειδέναι αὐτοῖς ἀγαθά· “ ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν.” ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς καὶ τὴν δέησιν ποιούμενος· οὐχ ὅταν εὔχωμαι μόνον· ἔστι γὰρ καὶ μετὰ λύπης τοῦτο ποιῆσαι· ὡς ὅταν λέγῃ ἀλλαχοῦ “ ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα “ ὑμῖν διὰ πολλῶν δακρύων· ἐπὶ τῇ κοινωνίδι ὑμῶν εἰς τὸ εὐαγ- “ γέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν·” μέγα αὐτοῖς
Why then does he not write to the clergy anywhere, but writes commonly to all the saints, the faithful, the sanctified, while here he writes to the clergy? Because they themselves both sent and bore fruit; and they themselves sent Epaphroditus to him. (Theodore.) But another says: One must note that he says "with" the bishops, not as some have supposed, as we are accustomed to write to fellow presbyters; for he did not say "with" in reference to his own person, so that it might mean equal to our bishops, but in reference to all the saints in Philippi: with the bishops and deacons there. He did not simply set down their names, but as especially fitting for them the words concerning humility, who ought to teach others and, before the rest, themselves pursue what is due. CHAPTER 1. Thanksgiving for the virtue of the Philippians, and prayer for perfection. I thank my Lord in all my remembrance of you. Always, whenever I remember you, he says, I glorify God for your progress; and he did this from knowing many good things about them: "in all my remembrance of you," making supplication for you all with joy; not only when I pray—for it is possible to do this also with grief, as when he says elsewhere: "For out of much affliction and anguish of heart I wrote to you with many tears"; "for your fellowship in the gospel from the first day until now." Great things for them
μαρτυρεῖ· καὶ ὅπερ ἄν τις ἐμαρτύρησεν Ἀποστόλοις καὶ Εὐαγγελισταῖς· οὐκ ἐπειδὴ πόλιν ἐνεχειρίσθητε μίαν, φησὶν, ἐκείνης φροντίζετε μόνης· ἀλλὰ πάντα πράττετε ὥστε μερισταὶ γενέσεως τῶν ἐμῶν πόνων· πανταχοῦ παρόντες καὶ συμπράττοντες καὶ κοινωνοῦντές μου τῷ κηρύγματι· ἐξ οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν, Ἀποστόλων εἰλήφατε προθυμίαν· χαίρω δὲ, οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον φησὶν, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων· ἀπὸ τούτων γὰρ κακεῖνα στοχάζομαι. Πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ. Ορα πῶς καὶ μετριάζειν αὐτοὺς διδάσκει· ἐπειδὴ γὰρ μέγα αὐτοῖς ἐμαρτύρησεν πρᾶγμα, ἵνα μή τι ἀνθρώπινον πάθωσιν, εὐθέως παιδεύει αὐτοὺς, ἐπὶ τὸν Χριστὸν καὶ τὰ παρελθόντα καὶ τὰ μέλλοντα ἀνατιθέναι, διὰ τοῦ εἰπεῖν· “ ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν “ ἔργον ἀγαθὸν ἐπιτελέσει.” οὔτε ἀπεστέρησεν αὐτοὺς τοῦ κατορθώματος· εἶπεν γὰρ ὅτι τῇ κοινωνίᾳ ὑμῶν χαίρω, ὡς αὐτῶν κατορθούντων· οὔτε εἶπεν αὐτῶν εἶναι τὸ κατόρθωμα μόνον, ἀλλὰ προηγούμενος τοῦ Θεοῦ· θαρρῶ γὰρ φησὶν, “ ὅτι ἐναρξάμενος ἐν “ ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ.” τουτέστιν ὁ Θεός· οὐ περὶ ὑμῶν οὕτω διάκειμαι· καὶ τοῦτο δὲ οὐ μικρὸν ἐγκώμιον, τὸν Θεὸν ἔν τινι ἐνεργεῖν, τῷ ἐπισπᾶσθαι τοῦ Θεοῦ τὴν χάριν συμπράττειν αὐτῷ· καὶ πάλιν ὅτι τοιαῦτά ἐστι τὰ κατορθώματα ὑμῶν, ὥστε μὴ εἶναι ἀνθρώπινα, ἀλλὰ τῆς τοῦ Θεοῦ δεῖσθαι ῥοπῆς. Καθὼς ἐστὶ δίκαιον ἐμὲ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν.
He bears witness; and whatever a person might have testified of Apostles and Evangelists: not because you were entrusted with one city, he says, do you care for that alone; but do all things so as to be sharers in the birth of my labors, being present everywhere and working together and sharing in my preaching; from which you believed until now, you have received the zeal of Apostles. And I rejoice, he says, not only for the past but also for the future; for from these I also infer those things. Being confident of this very thing, that he who began a good work in you will complete it until the day of Jesus Christ. See how he teaches them also to be modest; for since he testified a great thing concerning them, lest they suffer anything human, he immediately instructs them to attribute both past and future things to Christ, by saying: "that he who began in you a good work will complete it." He neither deprived them of the achievement; for he said that I rejoice in your fellowship, as of those who are achieving; nor did he say that the achievement is theirs alone, but that God leads the way; for I am confident, he says, "that he who began in you a good work will complete it until the day of Jesus Christ." That is, God; I am not so disposed concerning you; and this is no small praise, that God works in someone, by drawing God's grace to work together with him; and again, that your achievements are such that they are not human, but need the inclination of God. Just as it is right for me to think this concerning all of you.
διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἐν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ μου καὶ βεβαιώσει τοῦ Εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς οντας. Πολὺν αὐτοῦ δείκνυσιν ἐνταῦθα τὸν πόθον· εἴ γε ἐν καρδίᾳ αὐτοὺς εἶχεν· καὶ ἐν αὐτῷ τῷ δεσμωτηρίῳ δεδεμένος, Φιλιππησίων ἐμέμνητο· οὐ μικρὸν τῶν ἀνδρῶν τὸ ἐγκώμιον, ἐπεὶ μηδέ ἐστι προλήψεως ἡ τοῦ ἁγίου τούτου ἀγάπη, ἀλλὰ κρίσεως καὶ λογισμῶν
ὀρθῶν· “ καὶ ἐν τῇ ἀπολογίᾳ,” φησὶν, “ καὶ βεβαιώσει τοῦ “ εὐαγγελίου.” καὶ τί θαυμαστὸν εἰ ἐν τῷ δεσμωτηρίῳ εἶχεν αὐτούς· οὐδὲ γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν, φησὶν, καθ’ ὃν εἰσήειεν εἰς τὸ δικαστήριον ἀπολογησόμενος, ἐξεπέσατε μου τῆς μνήμης· καθάπερ γὰρ ἐπὶ τῆς Βαβυλωνίας, τοσαύτης αἰρομένης φλογὸς, δρόσος ἦν τοῖς μακαρίοις ἐκείνοις παισὶν, οὕτως καὶ φιλία τοῦ ἀγωπῶντος καὶ ἀρέσκοντος Θεῷ τὴν ψυχὴν καταλαβοῦσα, πᾶσαν ἀποτινάσσει φλόγα, καὶ δρόσον ποιεῖ θαυμαστήν. Χρυσοστόμου. “ Καὶ βεβαιώσει,” φησὶν, “ τοῦ εὐαγγε- “ λίου.” ἄρα τὰ δεσμὰ βεβαίωσις τοῦ εὐαγγελίου ἦν; ἄρα ἀπολογία; καὶ πάνυ· πῶς; ὅτι εἰ μὲν παρῃτήσατο τὰ δεσμὰ, ἔδοξεν ἂν εἶναι ἀπατέων· ὁ δὲ πάντα ὑπομένων, δηλοῖ ὡς οὐκ ἀνθρωπίνης τινὸς αἰτίας ἕνεκεν ταῦτα πάσχει· ἀλλὰ δι’ αὐτὸν Θεὸν τὸν ἀνταποδιδόντα· εἶτα δείκνυσιν ὅτι οὐ προλήψεως ἡ ἀγάπη, ἀλλὰ κρίσεως. διά τι ἔχω ὑμᾶς, φησὶν, ἐν τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ; διὰ τὸ συγκοινωνοὺς εἶναί μου τῆς χάριτος τι ἐστι τοῦτο; ἡ χάρις τοῦ Ἀποστόλου τοῦτο ἠν· τὸ δεσμεῖσθαι, τὸ ἐλαύνεσθαι, τὸ μυρία πάσχειν δεινά· “ ἀρκεῖ γὰρ “ σοι,” φησὶν, “ ἡ χάρις μου·
Because I have you in my heart, in both my chains and in my defense and confirmation of the Gospel, you all being fellow partakers with me of grace. Here he shows the great longing he has for them, if indeed he held them in his heart; and while bound in the prison itself, he remembered the Philippians. This is no small praise for the men, since the love of this saint is not a matter of preconception, but of judgment and right reasoning. "And in my defense," he says, "and confirmation of the Gospel." And what is wonderful if he held them in the prison? For not even at that time, he says, when he entered the courtroom to make his defense, did you fall out of my memory. For just as in Babylon, when so great a flame was raised, there was dew for those blessed children, so also the friendship of the one who loves and pleases God, having taken hold of the soul, shakes off every flame and makes a wondrous dew. From Chrysostom. "And confirmation," he says, "of the Gospel." So then, were his chains a confirmation of the Gospel? Were his defenses? Yes, indeed. How? Because if he had refused the chains, he would have seemed to be a deceiver; but by enduring all things, he makes clear that he suffers these things not for the sake of some human cause, but for God himself, who repays. Then he shows that the love is not a matter of preconception, but of judgment. For this reason, he says, I hold you in my chains and in my defense: because you are fellow partakers with me of grace. What is this? The grace of the Apostle was this: to be bound, to be driven about, to suffer countless terrible things. "For my grace is sufficient for you," he says.
ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ “ τελειοῦται·” διὸ εὐδοκῶ, φησὶν, ἐν ἀσθενείαις, ἐν ὕβρεσιν· ἐπεὶ οὖν ὁρῶ ὑμᾶς διὰ τῶν ἔργων τὴν ἀρετὴν ἐπιδεικνυμένους, καὶ τῆς χάριτος ταύτης ὄντας κοινωνοὺς, καὶ μετὰ προθυμίας, εἰκότως ταῦτα στοχάζομαι· διὰ τί δὲ οὐκ εἶπεν κοινωνοὺς, ἀλλὰ συγκοινωνούς; καὶ αὐτὸς ἐγὼ, φησὶν, ἑτέρῳ κοινωνῶ, ἵνα γένωμαι κοινωνὸς τοῦ εὐαγγελίου· ἵνα κοινωνήσω τῶν ἀποκειμένων ἀγαθῶν τῷ εὐαγγελίῳ ·καὶ τὸ θαυμαστὸν, τὸ πάντας αὐτοὺς οὕτω διακεῖσθαι· “ συγκοινωνούς μου,” γὰρ φησὶν, “ τῆς χάριτος πάντας ὑμᾶς “ ὄντας·” ἀπὸ τῶν προοιμίων τοίνυν τούτων πέποιθα, ὅτι ἐν τούτοις ἔσεσθε μέχρι τέλους. Θεοδωρου. Ἄλλος φησὶν, βεβαίωσιν τοῦ εὐαγγελίου, τὸ πιστεῦσαι λέγει· ὡς ἂν τῶν πιστευόντων τότε ἐπ’ αὐτοῖς, βεβαιούντων τὸ κήρυγμα ὅτι ἀληθές· ὡς ἐν τοῖς εὐαγγελίοις, τὸ “ ὁ λαβὼν “ αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν·“ ἀντὶ τοῦ τῷ πιστεῦσαι ἐκβεβαίωσει τά γε ἐπ’ αὐτῷ τὰ παρὰ τοῦ Θεοῦ
For my power is perfected in weakness. Therefore, he says, I take pleasure in weaknesses, in insults. Since, then, I see you demonstrating virtue through your works, and being partakers of this grace, and with eagerness, reasonably I aim at these things. But why did he not say partakers, but fellow partakers? Even I myself, he says, partake with another, so that I may become a partaker of the gospel; so that I may share in the good things laid up for the gospel. And the wonderful thing is that all of them are so disposed; for he says, "all of you being fellow partakers with me of the grace." From these beginnings, therefore, I am confident that you will remain in these things until the end. Theodore. Another says that he calls the confirmation of the gospel the act of believing; as though those who believed at that time were, by their own means, confirming the proclamation as true; as in the Gospels, the saying "he who received his testimony has set his seal that God is true"; instead of, by believing he confirmed, as far as lay in him, the things from God.
γινόμενα ὡς ἀληθῆ· “ καὶ συγκοινωνοὺς δέ μου τῆς χάριτος,” τὸ αὐτὸ λέγει· ἐπειδὴ γὰρ αὐτὸς εἰλήφει χάριν ἀποστολῆς εἰς τὸ πιστεύειν ἑτέρους· ο πιστεύων ὡς εἰκὸς ἐκοινώνει τῆς χάριτος. Σευηριανόσ.) Ἄλλος, φησὶν, πανταχοῦ καὶ διὰ πάντων δείκνυται οὐκ ἀνόνητά μου τὰ παθήματα οὐδὲ αἱ ἀπολογίαι· ἀπὸ τῆς ὑμετέρας πίστεως ἀπόδειξιν ποιοῦμαι τὴν ὑμετέραν ἔνστασιν· ἐάν τε γὰρ ἀπολογοῦμαι ἐγκαλούμενος διὰ τοὺς πιστεύοντας ὧν καὶ ὑμεῖς ἐστὲ, ἐάν τε βεβαιοῦν βούλομαι τὸ εὐαγγέλιον τισίν, ἀπὸ τῆς ὑμετέρας ἐνστάσεως, ἐάν τε δεικνύναι ὅτι οὐκ ἀνωνήτως ὑπομένω δεσμοὺς, ἀπὸ τῆς ὑμετέρας πίστεως. Μάρτυς γάρ μου ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ. Οὐχ ὡς ἀπιστούμενος μάρτυρα λαλεῖ τὸν Θεὸν, ἀλλ’ ἐκ πολλῆς διαθέσεως τοῦτο ποιεῖ καὶ τῷ σφόδρα πεπεῖσθαι καὶ θαρρεῖν. ἐπειδὴ γὰρ εἶπεν ὅτι ἐκοινώνησαν αὐτῷ, ἵνα μὴ νομίσωσιν ὅτι διὰ τοῦτο αὐτοὺς ποθεῖ ἕνεκεν ἐκείνων· διὰ τοῦτο ἐπήγαγεν, ὅτι “ ἐν “ σπλάγχνοις Χριστοῦ·” ἀντὶ τοῦ κατὰ Χριστόν· ἐπειδὴ πιστοὶ ἐστε, ἐπειδὴ φιλεῖτε τὸν Χριστόν· καὶ οὐκ εἶπεν ἀγάπην· ἀλλ’ ὃ θερμότερον ἦν, σπλάγχνα Χριστοῦ· ὡσανεὶ πατὴρ ὑμῶν γεγονὼς, διὰ τὴν συγγένειαν τὴν κατὰ Χριστόν· σπλάγχνα γὰρ ἡμῖν αὐτὴ χαρίζεται θερμὰ καὶ διάπυρα. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἐκ μᾶλλον περισσεύῃ. Ἀκόρεστον γὰρ ἀγαθὸν τοῦτο· ὅρα γάρ· οὕτω φιλούμενος, ἔτι μᾶλλον ἠβούλετο φιλεῖσθαι· οὐ γὰρ ἔνι μέτρον τούτου τοῦ καλοῦ. ὅρα δὲ τὴν διάθεσιν τῆς λέξεως· “ ἔτι μᾶλλον καὶ μᾶλλον περισ- “ σεύῃ· ἐν ἐπιγνώσει,” φησὶν, “ καὶ πάσῃ αἰσθήσει·
becoming true things; “and partakers with me of grace,” he says the same thing; for since he himself had received the grace of apostleship for the purpose of making others believe, the one who believes, as is likely, shared in the grace. (Severianus.) Another, he says, is shown everywhere and through all things: my sufferings are not without profit, nor my defenses; from your faith I make my proof, your steadfastness; for whether I defend myself when accused because of those who believe, of whom you also are, or whether I wish to confirm the gospel to some, it is from your steadfastness; or whether to show that I do not endure chains without profit, it is from your faith. For God is my witness, how I long for you all in the affections of Christ Jesus. He does not speak God as a witness as though he were disbelieved, but he does this from great affection and from being strongly convinced and confident. For since he said that they had shared with him, so that they might not think that for this reason he longs for them on account of those things; for this reason he added, “in the affections of Christ”; instead of “according to Christ”; since you are faithful, since you love Christ; and he did not say “love,” but that which was warmer, “the affections of Christ”; as though I had become your father, through the kinship according to Christ; for she herself grants us affections warm and fiery. And this I pray, that your love may abound still more. For this good thing is insatiable; for see: being loved thus, he wished to be loved still more; for there is no measure of this good thing. And see the disposition of the wording: “may abound still more and more”; “in knowledge,” he says, “and all perception”;
εἰς τὸ δοκι- “ μάζειν ὑμᾶς τὰ διαφέροντα,” τουτέστιν τὰ συμφέροντα. οὐκ ἐμαυτοῦ ἕνεκεν ταῦτα λέγω, ἀλλ’ ὑμῶν αὐτῶν· δέος γὰρ μήτις παραφθαρῇ ὑπὸ τῆς τῶν αἱρετικῶν ἀγάπης τοῦτο γὰρ ὅλον αινιττεται· καὶ ὅρα πῶς αὐτὸ τίθησιν; οὐ δι’ ἐμέ φησιν, ταῦτα λέγω, ἀλλ’ ἵνα ἦτε ὑμεῖς εἰλικρινεῖς· ἵνα μηδὲν νόθον δόγμα τῷ τῆς ἀγάπης σχήματι παραδέχησθε· πῶς οὖν φησὶν, εἰ δυνατὸν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε; εἰρηνεύετε, εἶπεν, οὐχ οὕτως
ἀγαπῶντας, ὥστε ὑπὸ τῆς φιλίας καὶ βλάπτεσθαι· “ εἰ γὰρ ὁ “ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε,” φησὶν, “ ἔκκοψον αὐτὸν “ καὶ βάλε ἀπὸ σοῦ.” πολλοὺς γὰρ πολλάκις φιλίαι βλάπτουσι· οὐχ ἁπλῶς οὖν τὴν φιλίαν θαυμάζει, οὐδὲ ἁπλῶς τὴν ἀγάπην, ἀλλὰ τὴν ἐξ ἐπιγνώσεως, τουτέστιν τὴν μετὰ κρίσεως, τὴν μετὰ λογισμοῦ, μετὰ τοῦ αἰσθάνεσθαι. (Θεοδώρου.) Ἄλλος, φησὶν, βούλεται εἰπεῖν ὅτι μάρτυς μου ὁ Θεὸς ὅπως περὶ πάντας ὑμᾶς διάκειμαι, καὶ προσεύχομαι ἑκάστοτε πλεονάζειν μὲν ὑμῶν τὴν περὶ τὸν Θεὸν καὶ τὴν περὶ ἀλλήλους ἀγάπην. γνῶσιν δὲ ἔχειν ὑμᾶς τὴν προσήκουσαν περὶ τῶν εἰς ἀρετὴν συντεινόντων· δοκιμάζοντας τίνα τὰ κρείττονα, καὶ περὶ ταῦτα μᾶλλον ἐσπουδακότας· ὥστε ὑμᾶς ἐν τῇ μελλούσῃ ἡμέρᾳ, ἀμέμπτους κατὰ πάντα φανῆναι· ὄγκον ἐπαγομένους κατορθωμάτων ἐφ’ οἷς δυνατὸν, καὶ κατὰ τὸν παρόντα βίον θαυμάζεσθαι ἐφ’ ὑμῶν τὸν Θεόν· πάντων ὡς εἰκὸς ἐπὶ τῇ ὑμετέρᾳ ἀρέτη ἐκεῖνον ἐκπληττομένων, οὗπερ ἐπ’ ὀνόματι ταῦτα ποιεῖτε· “ ἵνα “ ἦτε εἰλικρινεῖς,” τὰ κατὰ Θεόν· “ καὶ ἀπρόσκοποι” τὸ κατὰ ἀνθρώπους. πολλοὺς γὰρ πολλάκις φιλίαι βλάπτουσιν·
For the purpose of “testing you to discern the things that differ,” that is, the things that are profitable. I do not say these things for my own sake, but for your own; for there is a fear that someone may be corrupted by the love of the heretics—for this is what he hints at throughout—and see how he sets it forth: Not for my sake, he says, do I say these things, but so that you may be sincere, so that you may not receive any spurious doctrine under the guise of love. How then does he say, if possible, be at peace with all men? Be at peace, he said, not loving in such a way as to be harmed by friendship; “for if your right eye causes you to stumble,” he says, “cut it out and cast it from you.” For friendships often harm many. So he does not admire friendship in an unqualified way, nor love in an unqualified way, but the love that comes from full knowledge, that is, the love that is with judgment, with reasoning, with perception. (Theodore.) Another, he says, wishes to say that God is my witness of how I am disposed toward you all, and I pray at all times that your love toward God and toward one another may abound, and that you may have the knowledge that is fitting concerning the things that contribute to virtue, testing what things are better and being more zealous for these; so that on the coming day you may appear blameless in all respects, bringing with you a store of good accomplishments in whatever is possible, and that in the present life God may be admired because of you, since, as is likely, all are struck with wonder at that One in whose name you do these things. “That you may be sincere” in the things pertaining to God, “and without offense” in the things pertaining to men. For friendships often harm many.
εἰ καὶ σὲ οὐδὲν βλάπτει, φησὶν, ἀλλ’ ἕτερος προσκόπτει· “ εἰς ἡμέραν “ Χριστοῦ,” τουτέστιν ἵνα τότε εὑρεθῆτε καθαροὶ, μηδένα σκανδαλίσαντες. Πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ· εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Τουτέστιν μετὰ τῶν δογμάτων, καὶ βίον ὀρθὸν ἔχοντες· καὶ οὐχ ἁπλῶς ὀρθόν· ἀλλὰ πεπληρῶσθαι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ· ἔστι γὰρ δικαιοσύνη, ἀλλ’ οὐ κατὰ Χριστόν· οἷον βίος ἐνάρετος· “ τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον “ Θεοῦ.” ὁρᾷς ὅτι οὐ τὴν ἐμαυτοῦ δόξαν λέγω, ἀλλὰ τὴν τοῦ Θεοῦ; πολλαχοῦ δὲ δικαιοσύνην, τὴν ἐλεημοσύνην λέγει· μὴ παραβλα- πτέτω ὑμᾶς φησὶν ἡ ἀγάπη πρὸς τὸ εἰδέναι τὰ συμφέροντα· καὶ οὐκ εἶπεν φανερῶς, μὴ τῷ δεῖνι πλησιάζετε· ἀλλὰ πρὸς τὸ συμ- φέρον ὑμῖν βούλομαι τὴν ἀγάπην γίνεσθαι. ΚΕΦ. Β. Διήγησις τῆς ἑαυτοῦ διαγωγῆς ἀγωνιστικῆς κοὶ τῆς προθυμίας. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν. Ὁ Θεὸς τοῦτο ᾠκονόμησεν φησὶν, τὸ μὴ λαθεῖν τοὺς ἐμοὺς δεσμοὺς, τοὺς ἐν Χριστῷ· ἢ τοὺς διὰ Χριστὸν ἐν ὅλῳ τῷ πραιτωρίῳ, τὰ βασίλεια τοῦ Νέρωνος λέγει· τέως γὰρ οὕτως ἐκάλουν αὐτά. καὶ ἐν τῇ πόλει πάσῃ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. Δείκνυσι μὲν ὅτι καὶ πρότερον ἐθάρρουν καὶ μετὰ παρρησίας διελέγοντο· νῦν δὲ πολλῷ πλέον· εἰ ἄλλοι τοίνυν, φησὶν, διὰ τοὺς ἐμοὺς δεσμοὺς θαρροῦσιν, πολλῷ μᾶλλον ἐγώ.
Even if it harms you in no way, he says, yet another is caused to stumble; "unto the day of Christ," that is, so that you may then be found pure, having caused no one to stumble. Having been filled with the fruits of righteousness which are through Jesus Christ, unto the glory and praise of God. That is, along with the doctrines, also having a right manner of life; and not merely right, but to be filled with the fruits of righteousness which are through Jesus Christ; for there is a righteousness, but not according to Christ—for instance, a life of virtue; "which are through Jesus Christ, unto the glory and praise of God." Do you see that I do not speak of my own glory, but of God's? And in many places he calls almsgiving righteousness. Let not your love, he says, hinder you from knowing what is expedient; and he did not say openly, Do not associate with so-and-so, but, I wish your love to be directed toward what is expedient for you. CHAPTER 2. A narrative of his own struggling conduct and of his zeal. But I would have you know, brothers, that the things concerning me have rather come to the furtherance of the gospel, so that my bonds in Christ have become manifest in the whole praetorium and to all the rest. God, he says, arranged this, that my bonds in Christ should not be hidden; or those endured for Christ in the whole praetorium—he means the palace of Nero, for at first they called it thus—and in the whole city. And that most of the brothers, trusting in the Lord because of my bonds, dare the more fearlessly to speak the word. He shows that they were confident even before and conversed with boldness, but now much more. If others, then, he says, are confident because of my bonds, much more am I.
ὅρα δὲ πῶς καὶ ἀνάγκην ὀρῶν τοῦ μεγαληγορεῖν, τοῦ μετριάζειν οὐκ ἀφίσταται· τὸ δε περισσοτέρως δεικνύντος ἐστιν ὅτι ἤδη ἤρξαντο. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν. Τί δὴ τοῦτό ἐστιν, ἄξιον μαθεῖν· ἐπειδὴ κατεσχέθη Παῦλος, τὸν πόλεμον βουλόμενοι διεγεῖραι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως, πολλοὶ τῶν ἀπίστων καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυττον, ὥστε μείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργήν· ἅτε τοῦ κηρύγματος διασπειρομένου. δύο τοίνυν προφάσεων γεγόνασιν οἱ δεσμοὶ αἴτιοι· τοῖς μὲν γὰρ θάρσος παρεῖχον· τοὺς δὲ εἰς ἐλπίδα ἀγαγόντες τῆς ἐμῆς ἀπωλείας, παρεσκεύασαν κηρύττειν τὸν Χριστόν. τουτέστιν φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ ἐν τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι, καὶ ἐρίζοντές μοι, συμπράττουσιν ἐμοί· ἣ ὥστε καὶ αὐτοὶ τιμᾶσθαι, καὶ οἰόμενοι παρασπᾶν τι τῆς δόξης τῆς ἐμῆς. Τινὲς δὲ καὶ δι’ εὐδοκίαν. Τουτέστι χωρὶς ὑποκρίσεως, ἀπὸ προθυμίας ἁπάσης. (ΘΕοΔόΡοΥ.〉 Ἄλλος φησὶν, ὁ μακάριος Παῦλος ἐφέσεως κατὰ τοῦ Φήστου χρησάμενος , βουληθέντος αὐτὸν Ἰουδαίοις ἐκδοῦναι, καὶ διὰ τοῦτο Καίσαρα ἐπικαλεσάμενος, ἀνήχθη δέσμιος εἰς τὴν Ρώμην· εἰσαχθεὶς δὲ τῷ Νέρωνι, καὶ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπο- ληησάμενος, διετῆ χρόνον αὐτόθι διέτριψεν, παντελοῦς τετυχη- κὼς τῆς ἀφέσεως. τότε τοίνυν προσεδόκων μὲν ἅπαντες τὸν μακάριον Παῦλον πάντως ἀναιρεῖσθαι ὑπὸ τοῦ Νέρωνος, ὠμοτάτου τὸν τρόπον ὄντος. καὶ μάλιστα ἐπειδὴ πῶς καὶ καινὰ ἐδόκει διδάσκειν, πολὺ τῆς τότε παρὰ Ῥωμαίοις κρατούσης περὶ Θεὸν δόξης ἀλλότρια.
Observe how, even when he sees the necessity of speaking greatly, he does not depart from moderation; and the phrase "more abundantly" indicates that they had already begun. Some indeed proclaim Christ through envy and strife, and some also through good will. What this means is worth learning: when Paul was detained, those who wished to stir up fierce war against him from the king—many of the unbelievers themselves also proclaimed Christ, so that the king's anger might become greater, since the proclamation was being spread abroad. Two pretexts, then, were the cause of his bonds: for to some they gave boldness; and others, having been led to hope for my destruction, were prepared to proclaim Christ. That is, envying my glory in the present circumstance, and wishing me to perish, and striving against me, they cooperate with me—so that they themselves might also be honored, and thinking to snatch away something of my glory. But some also through good will. That is, without hypocrisy, from all eagerness. (Theodore.) Another says: the blessed Paul, having made use of his right of appeal against Festus, who wished to hand him over to the Jews, and for this reason having appealed to Caesar, was brought as a prisoner to Rome; and having been brought before Nero, and having defended himself concerning his own affairs, he spent two years there, having obtained complete release. At that time, then, all were expecting that the blessed Paul would certainly be put to death by Nero, who was most savage in character, and especially since he seemed to teach certain new things, far alien to the opinion concerning God that prevailed among the Romans at that time.
ἔτυχεν οὖν παντελοῦς ἀφέσεως, ὡς καὶ ἀναχω- ρῆσαι τῆς Ρώμης, καὶ τῷ συνήθει τρόπῳ χρήσασθαι τῆς διδα- σκαλίας ἐξέπληττεί τε ἅπαντας τὸ γενόμενον, καὶ παρρησίαν ἐμποίει τοῖς πιστοῖς τοῦ διδάσκειν. τοῦτο οὖν λέγει· ὅτι βούλο- ’μαι ὑμᾶς εἰδέναι, ὡς τὰ τῆς διδασκαλίας ὁσημέραι προκόπτει τῆς ἐμῆς· δῆλος γὰρ ἐπὶ τοῖς δεσμοῖς μου ἅπασιν ἐγενόμην· καὶ εἰσαχθεὶς, περὶ τῶν καθ’ ἑαυτὸν ἀπελογησάμην· καὶ οὕτως ἀπήλ- λαξα ἀκινδύνως, ὥστε πολλοὺς τῶν ὁμοπίστων διδάσκειν τὰ τῆς εὐσεβείας ἀπὸ τῶν κατ’ ἐμὲ τὴν παρρησίαν εἰληφότας. Οἱ μὲν ἐξ ἐριθείας Χριστὸν καταγγέλλουσιν οὐχ ἀγνὼς. (ΧΡΥΣοΣτόMοΥ.〉 Tουτέστιν οὐκ εἰλικρινῶς· οὔτε δι’ αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ διά τι. Οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου. Ἀντὶ τοῦ νομίζοντες οὕτω με εἰς μείζονα ἐμπεσεῖσθαι κίνδυνον· καὶ καλῶς ε-ι’πε τὸ ** οἰόμενοι·’’ οὐ γὰρ οὕτως ἐξέβαινεν· ἐκεῖνοι δὲ ἐνόμιζόν με τοῦτο λυπεῖν, ἐγὼ δὲ ἔχαιρον, ὅτι τὸ κήρυγμα ἐπεδίδου. Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. Tουτέστιν τὰς εὐθύνας μοι παρασκευάζοντες τὰς πρὸς τὸν Θεόν· καὶ συναντιλαμβανόμενοι. τι ἐστιν " εἰς ἀπολογίαν ;" προσετάγην
He therefore obtained a complete release, so as even to withdraw from Rome, and by employing his customary manner of teaching he astonished everyone by what had happened, and he gave boldness to the faithful to teach. This, then, is what he says: that I want you to know that the things of my teaching advance daily; for I became manifest in my chains to all; and having been brought in, I made my defense concerning my own affairs; and thus I was released without danger, so that many of the fellow believers taught the things of piety, having received boldness from my circumstances. Some indeed proclaim Christ out of selfish ambition, not purely. (Chrysostom.) That is, not sincerely; nor for the sake of the thing itself, but for some reason. Thinking to bring affliction to my chains. Instead of: thinking that I would thus fall into greater danger; and well did he say "thinking"; for it did not turn out that way; but they thought I was grieved by this, while I rejoiced that the proclamation was advancing. But others out of love, knowing that I am appointed for the defense of the gospel. That is, preparing for me the accounts to be rendered to God; and assisting. What is "for the defense"? I was appointed.
κηρῦξαι· μέλλω διδόναι εὐθύνας καὶ ἀπολογεῖσθαι ὑπὲρ τοῦ ἔργου οὗ προσετάγην. ὥστε οὖν μοι τὴν ἀπολογίαν γενέσθαι εὔκολον συναντιλαμβάνονταί μοι· οὕτως οὐκ ἔνι ποιῆσαι ἔργον ἀγαθὸν, οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς· καὶ οὐ μόνον οὐ κεῖται μισθὸς ὑπὲρ τούτου, ἀλλὰ καὶ κόλασις· ἐπειδὴ γὰρ μείζοσι κινδύνοις περιβαλεῖν τοῦ Χριστοῦ τὸν κήρυκα βουλόμενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ λήψονται μισθὸν ἀλλὰ καὶ τιμωρίας ἔσονται ὑπεύθυνοι· “ οἱ δὲ “ ἐξ ἀγάπης,” τουτέστιν ἴσασιν ὅτι δεῖ με λόγον δοῦναι τοῦ εὐαγγελίου. Τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. Ορᾳς τὸ φιλόσοφον τοῦ ἀνδρός· οὐ σφόδρα αὐτῷ καταγόρησεν· ἀλλ’ εἶπεν τὸ γενόμενον. τί γάρ μοι, φησὶν, διαφέρει, ἄν τε οὕτως, ἄν τε οὕτως; “ πλὴν πάντι τρόπῳ, εἴτε προφάσει, εἴτε “ ἀληθείᾳ Χριστὸς καταγγέλλεται.” οὐκ εἶπε καταγγελλέσθω, ὡς τινες οἴονται λέγοντες ὅτι τὰς αἱρέσεις εἰσάγει, ἀλλὰ καταγγέλλεται· πρῶτον μὲν γὰρ οὐκ εἰπε καταγγελλέσθω, ὡς υομογέλλεται· ἀλλὰ τὸ συμβαῖνον ἀπήγγελε· δεύτερον δὲ εἰ καὶ νομοθετῶν ἔλεγεν, οὐδὲ οὕτως αἱρέσεις εἰσῆγεν. εἰ γὰρ καὶ οὕτως ἐπέτρεπε κηρύττειν ὡς ἐκεῖνοι· οὐδ’ οὕτως εἰσῆγε τὰς αἱρέσεις. πῶς; ὅτι ἐκεῖνοι ὑγιῶς ἐκήρυττον. ὁ σκοπὸς δὲ καὶ ἡ διάνοια μεθ’ ἧς ἐποίουν οὕτω διέφθαρτο· καὶ πολλὴν εἶχον ἀνάγκην οὕτως κηρύττειν. διατί; ὅτι εἰ ἑτέρως ἐκήρυξαν, οὐχ ὡς ἐκεῖνος, οὐκ ἃν τὴν τοῦ βασιλέως ὀργὴν ηὔξησαν. νῦν δὲ τὸ κήρυγμα αὐτοῦ αὔξειν, καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους αὐτῷ μαθητὰς ποιεῖν, ἴσχυσεν ἐκπολεμῶσαι τὸν βασιλέα.
To proclaim: I am about to give an account and make a defense for the work to which I was appointed. So then, that my defense may become easy, they are assisting me. Thus it is not possible to do a good work, not from a good purpose; and not only is no reward laid up for this, but punishment as well. For since, wishing to surround the herald of Christ with greater dangers, they were proclaiming Christ, they will not receive a reward but will also be liable to punishments. "But those out of love," that is, they know that I must give an account of the gospel. What then? Only that in every way, whether in pretense or in truth, Christ is proclaimed. Do you see the man's philosophic spirit? He did not strongly denounce him; but he stated what happened. For what does it matter to me, he says, whether in this way or in that? "Only that in every way, whether in pretense or in truth, Christ is proclaimed." He did not say "let him be proclaimed," as some think, saying that he is introducing heresies, but "he is proclaimed." For first, he did not say "let him be proclaimed," as if legislating; but he reported what was happening. Second, even if he were speaking as a legislator, not even in that way would he be introducing heresies. For even if he were permitting proclamation in that way as those men did, not even so would he be introducing heresies. How? Because those men were proclaiming soundly. But the aim and the intention with which they were doing so was corrupted; and they had great compulsion to proclaim in that way. Why? Because if they had proclaimed otherwise, not as he did, they would not have increased the king's anger. But as it was, his preaching was increasing, and they were teaching similarly, and making disciples equal to him, which was able to stir the king to war.
ἀλλά τις μιαρὸς καὶ ἀναίσθητος ἐπιλαβόμενος τοῦ χωρίου τούτου φησὶν, καὶ μὴν τὸ ἐναντίον εἰργάσαντο, ἃν τοὺς ἤδη πεπιστευκότας ἀπήλασαν, οὐχὶ τοὺς πιστοὺς ἐπιδοῦναι ἐποίησαν ἃν, εἴ γε δακεῖν αὐτὸν ἐβούλοντο· τί οὖν ἐροῦμεν; ὅτι πρὸς ἓν τοῦτο ἑώρων ἐκεῖνοι· τὸ κινδύνοις αὐτὸν περιβαλεῖν τοῖς παροῦσι· τὸ μὴ ἀφεῖναι διαφυγεῖν. καὶ τούτῳ μᾶλλον ᾤοντο αὐτὸν λυπεῖν, καὶ τὸ κήρυγμα σβεννύναι ἣ ἐκείνῳ· ἑτέρως μὲν γὰρ καὶ ἔσβεσαν τοῦ βασιλέως τὴν ὀργήν· καὶ ἀφῆκαν ἐξελθεῖν καὶ πάλιν κηρύξαι· οὕτω δὲ δι’ αὐτῶν τὸ πᾶν ἑλεῖν
ἐνόμιζον, ἑλόντες αὐτόν· καὶ τοῦτο οὐκ ἦν τῶν πολλῶν συνιδεῖν, ἀλλὰ πικρῶν τινῶν. Καὶ ἐν τούτοις φησὶ χαίρω· ἀλλὰ καὶ χαρήσομαι. Tί ἐστιν " ἀλλὰ καὶ χαρήσομαι ;" κἂν πλεῖον γένηται φησί ἐμοὶ γὰρ συμπράττουσιν ἄκοντες, καὶ τῶν αὐτοῖς πεπ ονημένων ἐκεῖνοι μὲν κόλασιν· ἐγὼ δὲ ὁ μηδὲν συμβαλλόμενος, μισθὸν μὴ λήψομαι ; Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Οὐδὲν τοῦ διαβόλου μιαρώτερον· οὕτω πανταχοῦ πόνοις ἀνονή. τοῖς τοὺς ἑαυτοῦ περιβάλλει καὶ διασπᾷ· καὶ οὐ μόνον τῶν ἐπά- θλων οὐκ ἀφίησι τυχεῖν, ἀλλὰ καὶ κολάσεως ὑπευθύνους ποιεῖ· οἶδεν οὐ μόνον κήρυγμα ἀλλὰ καὶ νηστείαν τοιαύτην καὶ παρθενίαν αὐτοῖς νομοθετεῖν· ἣ οὐ μόνον μισθῶν ἀποστερήσει· ἀλλὰ καὶ μέγα κακὸν ἐπάξει τοῖς αὐτὴν μετιοῦσιν· τὸ δὲ πᾶν, ἐκ τοῦ μὴ ὀρθῶς σκοπῶ τι ποιεῖν, ἀλλ’ ἐπὶ διαβολῇ τῶν τοῦ Θεοῦ κτισμάτων. τί οτυν φησίν ; Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν. Τὴν μέλλουσαν·
But some foul and senseless man, seizing upon this passage, says: "And yet they did the opposite; they drove away those who had already believed, rather than caused the faithful to give heed, if indeed they wished to bite him." What then shall we say? That those men looked to this one thing: to surround him with the present dangers, to not allow him to escape. And they thought they would grieve him more by this, and extinguish the preaching, than by that. For in another way they also quenched the king's anger, and allowed him to go out and preach again; but in this way they thought to capture the whole thing through themselves, having captured him. And this was not for many to perceive, but for certain bitter men. And in these things, he says, I rejoice; but also I will rejoice. What is "but also I will rejoice"? Even if it increases, he says. For they cooperate with me unwillingly, and for the things they have labored at, those men receive punishment; but I, who contributed nothing, shall I not receive a reward? For I know that this will turn out for me to salvation, through your prayer and the supply of the Spirit of Jesus Christ. Nothing is fouler than the devil; thus everywhere he surrounds those of his own with unprofitable labors and tears them apart; and not only does he not allow them to obtain rewards, but he also makes them liable to punishment. He knows how to legislate such fasting and virginity for them, not only preaching; which will not only deprive them of rewards, but will also bring great evil upon those who pursue it. And the whole thing comes from not doing anything with a right aim, but for the slander of God's creatures. What then does he say? "For I know that this will turn out for me to salvation." The future one.
ὅταν καὶ ἡ ἔχθρα μου τὸ κήρυγμα ὠφελῇ, καὶ ὁ πρὸς ἐμὲ ζῆλος. Διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύμάτος Ἰησοῦ· κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου. Ὄρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου τούτου. Φιλιππησίοις φησὶν, ὅτι διὰ τῆς ὑμῶν δεήσεως δύναμαι σωθῆναι· ὁ ἀπὸ μυρίων κατορθωμάτων κεκτημένος τὴν σωτηρίαν. " καὶ ἐπιχορηγίας, φησὶ, " τοῦ Πνεύματος Iησοῦ Χριστοῦ·’’ τουτέστιν ἃν τῶν ὑμε- τέρων εὐχῶν καταξιωθῶ, πλείονος ἀξιωθήσομαι καὶ τῆς χάριτος· τὸ γὰρ ἐπιχορηγίας τοῦτό ἐστιν, ἃν ἐπιχορηγηθῇ, ἃν πλεῖον ἐπιδοθῇ μοι πνεῦμα· ἤτοι τὴν ἀπαλλαγὴν λέγει εἰς σωτηρίαν· τουτέστιν καὶ τὸν παρόντα διαφεύξομαι πρῶτον κίνδυνον, περὶ φησὶν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μοι συμπαρεγένετο. " μὴ αὐτοῖς λογισθείη· ἀλλ’ ὁ Κύριος μοι παρέστη καὶ ἐνεδυνά- " μωσέν με·” τοῦτο γοῦν ἡδῆ προφητεύει· " κατὰ τὴν ἀποκαρα-
“ δοκίαν καὶ ἐλπίδα μου.” οὕτω γὰρ ἐλπίζω. ἵνα γὰρ πάλιν ἡμεῖς μὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωμεν εὐχαῖς, αὐτοὶ μηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὐτοῦ, τὴν ἐλπίδα τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, “ κατὰ τὴν ἀποκαραδοκίαν,” φησὶ, “ καὶ ἐλπίδα μου· “ ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι.” αὕτη ἡ τοῦ Παύλου ἐλπίς· τὸ ἐλπίζειν ὅτι οὐδαμοῦ αἰσχυνθήσεται· ὁρᾷς ὅσον ἐλπίζειν ἐστὶν ἐπὶ τὸν Θεόν; κἂν ὅτι οὖν γένηται, φησὶν, οὐκ αἰσχυνθήσομαι· τουτεστιν, οὐ περιέσονται οὗτοι. Ἀλλ’ ἐν πάσῃ παρρησίᾳ, καθὼς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου. Προσεδόκων ἐκεῖνοι διὰ τῆς παγίδος ταύτης δῆθεν ἑλεῖν μὲν τὸν Παῦλον, σβέννυσθαι δὲ τὸ κήρυγμα· φησὶν οὖν, οὐκ ἔσται τοῦτο·
When even my enmity helps the proclamation, and the jealousy against me. Through your prayer and the supply of the Spirit of Jesus, according to my eager expectation and hope. See the humility of this blessed man. He says to the Philippians that through your prayer I can be saved—he who from countless achievements had obtained salvation. "And the supply," he says, "of the Spirit of Jesus Christ"—that is, if I am deemed worthy of your prayers, I shall be deemed worthy of greater grace as well; for this is what "supply" means: that it be supplied, that more Spirit be given to me; or he means the release unto salvation—that is, I shall also escape the present danger first. He says, "in my first defense, no one came to my support." May it not be reckoned against them; but "the Lord stood by me and strengthened me." This, then, he already prophesies: "according to my eager expectation and hope." For so I hope. For again, lest we entrust the whole matter to their prayers while contributing nothing ourselves, see how he sets down his own hope, the cause of all good things: "according to my eager expectation," he says, "and hope, that in nothing I shall be put to shame." This is Paul's hope: to hope that he will nowhere be put to shame. Do you see how great it is to hope in God? Whatever happens, he says, I shall not be put to shame—that is, these men shall not prevail. "But with all boldness, as always, so now also Christ shall be magnified in my body." They expected, by this snare as they thought, to catch Paul and to extinguish the proclamation; he says therefore, this shall not be.
οὐ νῦν ἀποθανοῦμαι· “ ἀλλ’ ὡς πάντοτε καὶ νῦν μεγαλυν- “ θήσεται Χριστὸς ἐν τῷ σώματι μου.” πῶς πολλάκις εἰς κινδύνους ἐνέπεσα, ἐν οἷς πάντες ἡμᾶς ἀπηγόρευσαν, μᾶλλον δὲ καὶ ἡμεῖς ἑαυτούς· ἐν ἑαυτοῖς γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ’ ἐκ πάντων ἡμᾶς ἐρρύσατο ὁ Κύριος· οὕτω καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου. τί οὑν; ἵνα μή τις εἴπῃ, ἐὰν οὐν ἀποθάνῃ, οὐ μεγαλύνεται; ναί φησίν· οἶδα ὅτι διὰ τοῦτο εἰπον ὅτι οὐκ ἡ ζωὴ μόνη μεγαλύνει αὐτὸν, ἀλλὰ καὶ ὁ θάνατος. τέως δὲ διὰ ζωῆς, φησὶν, οὐχ αἱροῦσι με· καὶ εἰ εἷλόν με, καὶ οὕτως μεγαλυνθήσεται Χριστός· πῶς διὰ μὲν τῆς ζωῆς; ὅτι με ἐξείλετο· διὰ τοῦ θανάτου δὲ, ὅτι μοι τοσαύτην προθυμίαν ἐχαρίσατο, καὶ θανάτου ἐποίησεν ἰσχυρότερον· ταῦτα λέγει, οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ἀλλ’ ὅταν ἀποθάνῃ, μηδὲν ἀνθρώπινον πάθωσιν· ὅτι γὰρ οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ὃ μάλιστα αὐτοὺς ἐλύπει, ταῦτα ἔλεγεν, διὰ τοῦτο ἐπήγαγεν προιών· “ καὶ τοῦτο πεποιθὼς οἶδα “ ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος. Εἰ βούλει, φησὶ, τὴν ζωὴν ἐξετάσαι τὴν ἐμὴν, ἐκεῖνός ἐστιν· “ καὶ τὸ ἀποθανεῖν κέρδος·” διατὶ; ὅτι σαφέστερον αὐτῷ συνέσομαι μᾶλλον. ὥστε τὸ ἀποθανεῖν ζῆσαι ἐστὶ μᾶλλον· κἂν τοίνυν ἀποθάνω, οὐ τεθνήξομαι, τὴν ζωὴν ἔχων ἐν ἐμαυτῷ. ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ· τοῦτο κἀκεῖ λέγει· “ ζῶ δὲ οὐκ ἔτι ἐγώ·
I shall not now die; “but as always, even now Christ will be magnified in my body.” How often I fell into dangers, in which all despaired of us, or rather we even despaired of ourselves; for we had the sentence of death in ourselves; but the Lord delivered us from all. So also now Christ will be magnified in my body. What then? Lest anyone say, If then he dies, is he not magnified? Yes, he says; I know that for this reason I said it, because not life alone magnifies him, but also death. For the present, he says, they do not take me by means of life; and even if they have taken me, even so Christ will be magnified. How through life? Because he rescued me; and through death, because he granted me such eagerness and made me stronger than death. He says these things, not as one about to die, but so that when he dies, they may suffer nothing human. For that he was not saying these things as one about to die, which was what especially grieved them, for this reason he added as he went on: “and this I am confident of, that I shall remain and continue with you all. For to me to live is Christ, and to die is gain.” If you wish, he says, to examine my life, that is he; “and to die is gain.” Why? Because I shall be with him more clearly. So that to die is rather to live; and even if I die, I shall not be dead, having life in myself. And what I now live in the flesh, I live in faith; this he also says there: “I live, yet not I;
“ ζῇ δὲ ἐν ἐμοὶ Χριστός·” οὐ ζῶ, φησὶν, τὴν κοινὴν ζωήν· ἀλλὰ πῶς καὶ ἀλλαχοῦ φησὶν, “ ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, κἀμοὶ “ κόσμος.” κἀνταῦθα “ ἐμοὶ γὰρ τὸ ζῆν Χριστός.” τὸ τῆς ζωῆς ὄνομα πολυσήμαντόν ἐστιν, ὥσπερ καὶ τὸ τοῦ θανάτου· ἔστιν ζωὴ αὕτη, ἡ τοῦ σώματος· ἔστιν ζωὴ, ἡ τῆς ἁμαρτίας· καθὼς φησὶν αὐτὸς ἀλλαχοῦ· “ εἰ δὲ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι “ ζήσομεν ἐν αὐτῇ;” ἔστιν ζωὴ ἡ ἀΐδιος καὶ ἀθάνατος μετὰ ζωῆς αἰωνίου, ἡ οὐράνιος· οὐ τὴν φυσικὴν οὖν φησὶν μὴ ζῇν, ἀλλὰ ταύτην τὴν τῶν ἁμαρτημάτων· οὐδὲν οὖν δεινὸν ἐργάσονταί με οἱ ἀποκτεινύντες με, τῇ ζωῇ παραπέμποντες τῇ ἐμῇ, καὶ ταύτης τῆς οὐ προσηκούσης ἀπαλλάττοντες. τί οὖν ἐνταῦθα ὤν· οὐκ ἧς τοῦ Χριστοῦ; καὶ σφόδρα. Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Ινα μή τις εἴπῃ· εἰ τοίνυν ἐκεῖνο ζωὴ, τίνος ἕνεκεν εἴασεν ὁ Χριστὸς ἐνταῦθα; καρπὸς ἔργου, φησὶν, ἐστίν· ὥστε ἔνεστι καὶ τῇ παρούσῃ ζωῇ, εἰς δέον χρήσασθαι μὴ ζῶντα αὐτήν· ἵνα μὴ νομίσῃς διαβεβλῆσθαι τὴν ζωήν. Ποῦ νῦν οἱ αἱρετικοί· ἰδοὺ “ τὸ ζῆν ἐν σαρκὶ, τοῦτο καρπὸς “ ἔργου.” διὰ τούτων οὖν καὶ τὴν ἐπιθυμίαν ἐξέβαλε τῆς παρούσης ζωῆς, καὶ οὐ διέβαλεν αὐτήν· τῷ μὲν γὰρ εἰπεῖν ὅτι “ τὸ “ ἀποθανεῖν κέρδος,” τὴν ἐπιθυμίαν ἐξέβαλε· τῷ δὲ εἰπεῖν “ τὸ “ ζῇν ἐν σαρκὶ καρπὸς ἔργου,” ἔδειξε καὶ τὴν παροῦσαν ζωὴν ἀναγκαίαν, ἐὰν εἰς δέον αὐτῇ κεχρήμεθα, ἐὰν καρποφορῶμεν· ὣς ἐὰν ἄκαρπος ᾖ, οὐκέτι ἐστὶ ζωή. τί οὖν, εἰπέ μοι· οὐ γνωρίζεις τί αἱρήσῃ; ἐνταῦθα μέγα ἀπεκάλυψε μυστήριον· ὅτι κύριος ἦν τοῦ ἀπελθεῖν ὅταν γὰρ αιρησις ῄ, κύριοι ἐσμέν.
“But Christ lives in me.” I do not live, he says, the common life; but how does he also say elsewhere, “I have been crucified to the world, and the world to me.” And here, “For to me to live is Christ.” The name of life is polysemous, just as also that of death. There is this life, that of the body; there is a life, that of sin; as he himself says elsewhere: “But if we died to sin, how shall we still live in it?” There is a life that is eternal and immortal with eternal life, the heavenly one. So he does not say that he does not live the natural life, but this life of sins. Therefore those who kill me will do me no harm, sending me on to my life, and releasing me from this life that does not belong. What then, while I am here? Was I not Christ’s? Yes, exceedingly. But if to live in the flesh, this is the fruit of my work; and what I shall choose I do not know. Lest anyone say: If that is life, then for whose sake did Christ leave him here? It is the fruit of work, he says; so that it is possible also in the present life, if one uses it as one ought, not living for it; lest you think that life has been disparaged. Where now are the heretics? Behold, “to live in the flesh, this is the fruit of work.” Through these words, then, he both cast out the desire for the present life, and did not disparage it. For by saying that “to die is gain,” he cast out the desire; but by saying “to live in the flesh is the fruit of work,” he showed that the present life is also necessary, if we have used it as we ought, if we bear fruit; so that if it is fruitless, it is no longer life. What then, tell me: do you not know what you will choose? Here he revealed a great mystery: that he was master of departing; for when there is a choice, we are masters.
Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι. Ορα τὴν φιλοστοργίαν τοῦ μακαρίου τούτου. καὶ ταύτῃ αὐτοὺς παραμυθεῖται· ὅταν εἰδῶσιν ὅτι αὐτὸς κύριός ἐστι τῆς αἱρέσεως, ὅτι οὐκ ἀνθρωπίνῃ πονηρίᾳ τοῦτο γίνεται, ἀλλὰ Θεοῦ οἰκονομίᾳ· Τί ἀνεῖτε, φησὶν, ἐπὶ τῷ θανάτῳ; πολλῷ κρεῖττον ἦν πάλαι ἀπελθεῖν, “ τὸ ἀναλῦσαι” γάρ φησιν, “ καὶ σὺν Χριστῷ εἶναι· πολλῷ
“ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ, ἀναγκαιότερον δι’ “ ὑμᾶς·” ταῦτα προπαρασκευαστικὰ τῆς μελλούσης αὐτοῦ τελευτῆς· ἵνα φέρωσιν αὐτὴν γενναίως· ταῦτα φιλοσοφίας διδακτικά. καλὸν φησὶ, τὸ ἀναλῦσαι· ἀλλὰ διὰ τὸ “ σὺν Χριστῷ εἶναι.” Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πί- στεως. Ἐνταῦθα αὐτοὺς διανίστησιν, ὥστε προσέχειν ἑαυτοῖς· εἰ γὰρ δι’ ὑμᾶς φησὶν, μένω· ὁρᾶτε μὴ καταισχύνητε μου τὴν παραμόνήν· μέλλων Χριστὸν ὁρᾶν, εἱλόμην ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ μένειν. ἐπειδὴ καὶ ἐμὴ παρουσία, καὶ πρὸς πίστιν ὑμῖν συμβάλλεται καὶ πρὸς χαράν. Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Ὅρα τὴν ταπεινοφροσύνην. ἐπειδὴ εἶπεν, εἰς τὴν ὑμῶν προκοπὴ, νδείκνυσιν ὅτι καὶ εἰς τὴν αὐτοῦ ὠφέλειαν. ὅπερ καὶ πρὸς Ῥωμαίους γράφων ποιεῖ λέγων, “ τοῦτο δέ ἐστι συμπαρακληθῆναι “ ἐν ὑμῖν·” εἰπὼν πρῶτον, “ ἵνα τί μεταδῶ χάρισμα ὑμῖν πνευ- “ ματικόν.” Τί ἐστιν “ ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ;” ὅπερ καὶ τοῦ Παύλου καύχημα ἦν, τὸ ἐστηρίχθαι ἐν τῇ πίστει, τὸ ὀρθῶς βιοῦν. τὸ ὑμῶν, φησὶν, “ καύχημα ἐν ἐμοί·
I am hard pressed between the two, having a desire to depart. See the affection of this blessed man. And by this he consoles them: when they see that he himself is master of his departure, that this does not happen through human wickedness but through God's providence. Why, he says, do you grieve over death? It was far better to have departed long ago, for "to depart," he says, "and to be with Christ" is far "better; but to remain in the flesh is more necessary for your sake." These things prepare them beforehand for his coming death, so that they may bear it nobly; these things teach philosophy. It is good, he says, to depart; but it is because of "being with Christ." And this I confidently know, that I will remain and continue with you all for your progress and joy of the faith. Here he stirs them up to pay attention to themselves; for if, he says, I remain for your sake, see that you do not put my continuance to shame. About to see Christ, I chose to remain for your progress. Since my presence also contributes both to your faith and to your joy. That your boasting may abound in Christ Jesus in me, again through my presence toward you. See his humility. Since he said, for your progress, he shows that it is also for his own benefit. This is what he also does when writing to the Romans, saying, "that is, to be comforted together among you," having first said, "that I may impart to you some spiritual gift." What is "that your boasting may abound"? That which was also Paul's boast: to be established in the faith, to live rightly. Your boasting, he says, is in me.
διὰ τῆς ἐμῆς “ παρουσίας πάλιν πρὸς ὑμᾶς.” ναὶ φησίν· τί γὰρ ἡμῶν ἐστιν ἐλπὶς ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; ὅτι καύχημα ἡμῶν ὑμεῖς ἐστέ· καθάπερ καὶ ἡμεῖς ὑμῶν· τουτέστιν, ἵνα ἔχω καυχᾶσθαι ἐν ὑμῖν μειζόνως· “ διὰ τῆς ἐμῆς,” φησὶν, “ παρουσίας “ πάλιν πρὸς ὑμᾶς.” τί οὖν; ἤλυθε πρὸς αὐτούς; τοῦτο ζητεῖται εἰ ἦλθεν. ΚΕΦ. Γ. Παραίνεσις τῆς κατὰ Θεὸν πολιτείας, καὶ τῆς ἐνθέου ζωῆς. Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολι- τεύεσθε. Ορᾷς ὅτι διὰ τοῦτο πάντα εἶπεν, ἵνα εἰς τοῦτο αὐτοὺς προτρέψῃ, ἐπιδοῦναι πρὸς ἀρετήν. τί ἐστι “ μόνον ἀξίως;” τοῦτό
ἐστι τὸ ζητούμενον μόνον, καὶ οὐδὲν ἄλλο· ἃν τοῦτο ῃτ, οὐδὲν λυ- πηρὸν ἡμῖν συμβήσεται. Ἴνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν. Οὐχ ὡς μεταθέμενος, οὐδὲ ὡς οὐκέτι ἥξων ταῦτα λέγει· ἀλλ’ ἐὰν τοῦτο γένηται φησὶν, καὶ ἀπὼν εὐφραίνεσθαι δύναμαι· ἐὰν ἀκούσω, " ὅτι στήκετε,’’ φησὶν, " ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ·’’ τουτέστιν μὴ εἰς τὴν προσδοκίαν τὴν ἐμὴν ἀφορῶντες καθεύδετε, οἷον προσδοκῶντες ἥξειν· ε7τα ἐπειδὰν ἴδητε μὴ ἐρχόμενον, ἐκλυθῆτε· καὶ γὰρ ἐξ ἀκοῆς εὐφραίνεσθαι δύναμαι ὁμοίως· " ὅτι " στήκετε,’’ φησὶν, *’ ἐν ἑνὶ πνεύματι καὶ μία ψυχῇ.’’ τουτέστιν τῷ αὐτῷ χαρίσματι, τῷ τῆς ὁμονοίας, τῷ τῆς προθυμίας· ἓν γάρ ἐστι τὸ πνεῦμα· οὕτω γάρ ἐστι καὶ ἐν μία ἑστηκέναι ψυχῇ, ὅταν ἓν πνεῦμα, οἱ πάντες ἔχωμεν· ἴδου τὸ " μίᾳ’’ ἐπὶ ὁμονοίας εἴρηται; ἴδου πολλὰ μία λέγονται· οὕτως ἦν τὸ παλαιόν· ἡ καρδία πάντως καὶ ἡ ψυχὴ μία. Συναθλοῦντες τῆ πίστει τοῦ εὐαγγελίου.
through my presence again to you. Yes, he says; for what is our hope or crown of boasting? Or are not you also? Because you are our boast, just as we also are yours; that is, so that I may have to boast in you more greatly: through my presence, he says, again to you. What then? Did he come to them? This is the question, whether he came. CHAPTER 3. Exhortation to a conduct worthy of God, and to the divine life. Only conduct yourselves worthily of the gospel of Christ. You see that for this reason he said all things, in order to urge them to this, to give themselves to virtue. What is only worthily? This is the only thing sought, and nothing else; if this be present, nothing painful will happen to us. That whether coming and seeing you, or being absent, I may hear the things concerning you. Not as though he had changed his mind, nor as though he would no longer come, does he say these things; but if this happens, he says, I can rejoice even when absent; if I hear, he says, that you stand fast in one spirit, with one soul; that is, do not sleep, looking to my expectation, as it were expecting me to come; then when you see that I am not coming, you may grow slack; for I can rejoice from hearing likewise: that you stand fast, he says, in one spirit and one soul. That is, with the same gift, that of concord, that of zeal; for the spirit is one; for thus it is also to stand fast in one soul, when we all have one spirit; behold, the one is said with respect to concord; behold, many are called one; thus it was of old; the heart and the soul were altogether one. Striving together with the faith of the gospel.
Ἄρα ὡς τῆς πίστεως ἀθλούσης, συναθλοῦντες ἀλλήλοις, φησίν· συμπαραλαμβάνετε ἀλλήλους, φησὶν, ἐν τῇ ἀθλήσει. Μῆ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις ἐστὶν αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας. Καλῶς εἶπεν “ πτυρόμενοι·” τοιαῦτα γὰρ τὰ παρὰ τῶν ἐχθρῶν· μόνον πτύρεται· ἐν μηδενὶ οὖν, φησὶ, κἂν ὁτιοῦν γένηται· κἂν κίν- δυνοι· κἂν ἐπιβουλαί· τοῦτο γάρ ἐστι τῶν ὀρθῶς ἑστώτων. ἐκεῖνοι γὰρ οὐδὲν δύνανται, ἀλλὰ πτῦραι μόνον. ἂν γὰρ οὕτω διάκεισθε, ἐντεῦθεν ἤδη καὶ τὴν αὐτῶν ἀπώλειαν καὶ τὴν ὑμετέραν σωτηρίαν δήλην ποιήσητε· ὅταν γὰρ ἴδωσιν ὅτι μυρία τεχνάζονται, καὶ οὐδὲ πτῦραι ὑμᾶς δύνανται· τεκμήρια λήψονται τῆς αὐτῶν ἀπωλείας. ὅταν γὰρ οἱ διώκοντες τῶν διωκομένων μὴ περιγένωνται· οὐκ αὐτό- αὐτόθεν ἔσται δῆλον αὐτοῖς, ὅτι οὐδὲν ἰσχύουσιν ; ὅτι τὰ αὐτῶν ψευδῆ ’, καὶ τοῦτο ἀπὸ Θεοῦ, φησὶν, Ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Πἀλιν αὐτῶν παιδεύει τὸ φρόνημα μετριάζειν· τὸ πᾶν ἀνατιθεὶς
So then, since faith is contending, contending together with one another, he says: take one another along, he says, in the contest. Not being frightened in anything by those who oppose; which is to them indeed a token of destruction, but of your salvation. Well did he say "frightened," for such are the things that come from enemies: it is only a fright. In nothing, then, he says, even if anything at all should happen, even dangers, even plots; for this belongs to those who stand rightly. For those men are able to do nothing, but only to frighten. For if you are so disposed, from this very thing you will make both their destruction and your salvation clear; for when they see that they devise countless things and are not even able to frighten you, they will receive proofs of their own destruction. For when those who persecute do not prevail over those who are persecuted, will it not be evident to them from this very fact that they have no strength? that their claims are false, and this is from God, he says. Because to you it was granted on behalf of Christ, not only to believe in him, but also to suffer on his behalf. Again he teaches their mindset to be moderate, referring the whole
τῷ Θεῷ· καὶ χάριν εἶναι λέγων καὶ χάρισμα, τὸ πάσχειν ὑπὲρ Χριστοῦ. ὥστε μὴ αἰσχύνεσθε· χάρισμα γάρ ἐστιν ὄντως, τοῦ νεκροὺς ἀνιστάναι καὶ σημεῖα ποιεῖν θαυμασιώτερον· ἐκεῖ μὲν γὰρ ὀφειλέτης εἰμί· ἐνταῦθα δὲ ὀφειλέτην ἔχω τὸν Θεόν. χάρισμα δὲ αὐτὸ φησὶν, οὐ τὸ αὐτεξούσιον ἀνατρέπων, ἀλλὰ μετριόφρονας καὶ εὐγνώμονας κατασκευάζων. “ τὸν αὐτὸν ἀγῶνα ἔχοντες “ οἷον ἴδετε ἐν ἐμοί·” πάλιν αὐτοὺς ἐπαίρει ἐνταῦθα, δεικνὺς πανταχοῦ τὰ αὐτὰ ἀγωνιζομένους αὐτῷ· τὰ αὐτὰ ἀθλοῦντας καὶ ἰδίᾳ καθ’ ἑαυτοὺς, καὶ τῷ συνδιαφέρειν αὐτῷ τοὺς πειρασμούς· οἷον ἴδετε φησὶν, ἐν ἐμοί· καὶ γὰρ ἐκεῖ ἤθλησε μὲν ἐν Φιλίπποις. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν χαρὰν. Οὐδὲν ἀμεῖνον, οὐδὲν φιλοστοργότερον διδασκάλου πνευματικοῦ· πάντος πατέρος εὔνοιαν παρέρχεται φυσικοῦ. ὅρα γοῦν ὁ μακάριος οὑτος οἱαν τίθησιν ἱκετηρίαν πρὸς Φιλιππησιους, ὑπὲρ τῶν ἐκείνοις συμφερόντων· τί γὰρ, φησὶν, περὶ ὁμονοίας παρακαλῶν, τοῦ πάντων αἰτίου τῶν καλῶν; ὅρα πῶς λιπαρῶς, μετὰ συμπαθείας πολλῆς, “ εἴτις οὖν παράκλησις ἐν Χριστῷ,” φησίν· τουτέστιν εἴ τινα ἔχετε παράκλησιν ἐν Χριστῷ. ὡς ἂν εἰ ἔλεγεν· εἴ τινά μου λόγον ἔχεις· εἴποτε εὖ ἐπάθετε παρ’ ἐμοῦ· τόδε ποίησον. τούτῳ δὲ κεχρήμεθα τῆς διαθέσεως τῷ τρόπῳ, ὅταν ὑπὲρ πράγματος ἀξιοῦμεν, ὃ πάντων προτίθεμεν, πάντων τὴν ἀμοιβὴν ἐν ἐκείνῳ λαβεῖν βουλόμεθα· καὶ δι’ ἐκείνου, τὸ πᾶν λέγομεν δείκνυσθαι·
to God; and saying that to suffer for Christ is both a grace and a gift. So do not be ashamed; for it is truly a gift, more wonderful than raising the dead and performing signs; for there I am a debtor, but here I have God as my debtor. And he calls it a gift, not overturning free will, but making them modest and grateful. “Having the same struggle, such as you saw in me”; again he lifts them up here, showing that everywhere they struggle the same things as he, and contend the same contests both privately by themselves and by sharing his temptations; such as, he says, you saw in me; for there too he contended in Philippi. If therefore there is any exhortation in Christ, if any consolation of love, if any fellowship of the Spirit, if any tender affections and mercies, fulfill my joy. Nothing is better, nothing more affectionate than a spiritual teacher; he surpasses the goodwill of any natural father. See, then, how this blessed man makes his entreaty to the Philippians for what is advantageous to them; for what, he says, when exhorting about concord, [is greater] than the cause of all good things? See how earnestly, with much sympathy, he says, “If therefore there is any exhortation in Christ,” that is, if you have any exhortation in Christ. As if he were saying: if you have any regard for my word; if ever you were well treated by me; do this. And we have used this manner of disposition when we ask for a matter which we place above all things, wishing to receive the recompense of all things in that; and through it, we say, the whole is shown.
ὡς ἂν εἰ ἔλεγεν, εἴ τινά μοι βούλεσθε παράκλησιν ἐν τοῖς πειρασμοῖς δοῦναι καὶ προτροπὴν ἐν Χριστῷ· εἴ τινα παραμυθίαν ἀγάπης, εἴ τινα κοινωνίαν δεῖξαι τὴν ἐν πνεύματι· εἴ τινα ἔχετε σπλάγχνα καὶ οἰκτιρμοὺς, πληρώσατέ μου τὴν χαρὰν. ὅρα ἵνα μὴ δόξῃ ἡ παραίνεσις ὡς πρὸς ἐλλείποντάς τι γίνεσθαι· οὐκ εἶπεν ποιήσατέ μοι, ἀλλὰ πληρώσατε ἣν ἤρξασθε φυτεύειν ἐν ἐμοί· ἤδη μοι μετεδώκατε τὸ εἰρηνεύειν, ἀλλ’ εἰς τέλος ἐπιθυμῶ ἐλθεῖν. Ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψηφοι, τὸ ἓν φρονοῦντες. Βαβαῖ, ποσάκις τὸ αὐτὸ λέγει, ἀπὸ διαθέσεως πολλῆς’, ” ἵνα
“ τὸ αὐτὸ φρονῆτε.” μᾶλλον δὲ ἵνα ἓν φρονῆτε· τοῦ γὰρ ” τὸ “ αὐτὸ” μεῖζον τοῦτό ἐστι· “ τὴν αὐτὴν ἀγάπην ἔχοντες·” τουτἐστιν μὴ ἁπλῶς περὶ πίστιν μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν " σύμψυχοι·’’ τουτέστιν μία ψυχῇ τὸ πάντων οἰκειούμενοι σῶμα, οὐ τῇ οὐσία· οὐ γάρ ἐστιν, ἀλλὰ τῇ προαιρέσει καὶ τῇ γνώμῃ· ὡς ἐκ μιᾶς ψυχῆς πάντα γινέσθω· ἓν ἔστω, φησὶ, τὸ φρόνημα, ὡς ἐκ μιᾶς ψυχῆς. Μηδὲ κατ’ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῆ ταπεινοφροσύνῃ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν· Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων. Ὅπερ ἀεὶ φημὶ, πάντων αἴτιον τῶν κακῶν τοῦτό ἐστιν· ἐντεῦἐντεῦθεν μάχαι καὶ ἔρεις· ἐντεῦθεν τῆς ἀγάπης καὶ ψύξις· οὐ γὰρ ἔνι δόξης ὄντα δοῦλον εἶναι καὶ Θεοῦ γνήσιον· πῶς οὖν τὴν κενοδοξίαν φύγωμεν ; οὐδὲ γὰρ ε-ι’πες ὁδόν· ἄκουε τῶν ἐπαγομένων·
As if he were saying, if you wish to give me any consolation in temptations and encouragement in Christ; if any comfort of love, if any fellowship in the Spirit to show; if you have any tender mercies and compassions, fulfill my joy. See that the exhortation does not seem to be directed at those who are lacking something; he did not say, "Do for me," but "fulfill what you began to plant in me"; you have already shared with me the state of peace, but I desire it to come to completion. That you think the same thing, having the same love, being of one accord, thinking the one thing. Alas, how many times does he say the same thing, from great affection, "that you think the same thing." Rather, that you think one thing; for this is greater than "the same thing"; "having the same love," that is, not simply concerning faith only, but also in all other things "of one soul," that is, making one soul the body of all, not in substance—for that is not possible—but in purpose and judgment; as from one soul let all things be done; let the mind be one, he says, as from one soul. Let nothing be done through selfish ambition or vain glory, but in humility esteeming others better than yourselves; let each look not only to his own interests, but also to the interests of others. What I always say, this is the cause of all evils; from here come fights and quarrels; from here comes the cooling of love; for it is not possible for one who is a slave of glory to be also genuine of God; how then shall we flee vainglory? For you have not told us the way; hear what follows.
" ἀλλὰ " τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν·” βαβαῖ, πῶς δόγμα φίλος ὄφιας γέμον καὶ πάσης ἡμῶν τῆς σωτηρίας ἐξέθετο ’, ἐὰν ὑπολάβῃς, φησὶν, ὅτι ὁ δεῖνα σοῦ μεῖζον ἐστί· καὶ τοῦτο πείσεις σαυτὸν, οὐκ ἐὰν εἴπῃς μόνον ἁλλὰ καὶ πληροφορηθῇς ἀπομένειν αὐτῷ τὴν τιμήν· οὐκ ἀγανακτήσεις ὁρῶν αὐτὸν παρ’ ἑτέρου τιμώμενον. μὴ τοίνυν ἁπλῶς νόμιζε μείζονά σου ε-ι’ναι, ἀλλ’ ὑπερέχειν· ὅπερ ἐστὶ σφοδρᾶς ὑπερβολῆς· καὶ οὐ ξενίζῃ τιμώμενον ὁρῶν οὐδὲ ἀλγεῖς· κἂν ὑβρίσῃ, φέρεις γενναίως· ὅταν γὰρ ἅπαξ καὶ ψυχὴ πληροφορηθῇ ὅτι μείζων ἐστὶν, οὐκ εἰς ὀργὴν ἐμπίπτει ἐν οἷς ἂν παρ’ αὐτοῦ πάθῃ κακῶν, οὐκ εἰς βασκα- νίαν· τῆς γὰρ ὑπεροχῆς τὰ πάντα ἐστίν. ὅταν δὲ κἀκεῖνος τοσαύτης ἀπολαβὼν παρὰ σοῦ τῆς τιμῆς φησὶν, οὕτω πρὸς σὲ διάκειται· ἐννόησον πῶς τεῖχος ἐστὶ διπλοῦν ἐπιεικείας· εἰ γὰρ παρ’ ἑνὸς τοῦτο γινόμενον ἀρκεῖ λῦσαι πάσαν ἐρεσχελίαν· ὅταν παρ’ ἀμφοτέρων ᾖ, τίς διακόψει ταύτην τὴν ἀσφάλειαν ; οὐδὲ αὐτὸς ὁ διάβολος. Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχή-
but in lowliness of mind let each esteem others better than themselves. Alas, how full of serpents is this doctrine of friends, and it exposes our whole salvation, if you suppose, he says, that a certain person is greater than you; and you will persuade yourself of this, not if you merely say it but also if you are fully convinced that the honor remains with him; you will not be indignant seeing him honored by another. Do not, then, simply think that he is greater than you, but that he surpasses you; which is a strong hyperbole; and you are not surprised seeing him honored nor do you grieve; and even if he insults you, you bear it nobly; for when once the soul is fully convinced that he is greater, it does not fall into anger in whatever evils it suffers from him, nor into envy; for all things belong to the superiority. But when that one also, having received so great honor from you, says that he is thus disposed toward you; consider how it is a double wall of equity; for if this happening from one is enough to dissolve all quarrelsomeness; when it is from both, who will cut through this security? Not even the devil himself. Let this mind be in you, which was also in Christ Jesus, who being in the form of God, did not consider it robbery to be equal with God, but emptied himself, taking the form of a servant, being made in the likeness of men; and in fashion
ματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς πρὸς τὰ μέγαλα προτρέπων τοὺς ἑαυτοῦ μαθητὰς, ἑαυτὸν ὑπόδειγμα τίθησι καὶ τὸν Πατέρα καὶ τοὺς προφήτας· ὡς ὅταν λέγῃ, “ οὕτως γὰρ ἐποίησαν τοῖς “ προφήταις τοῖς πρὸ ὑμῶν.” καὶ πάλιν· “ εἰ ἐμὲ ἐδίωξαν, καὶ “ ὑμᾶς διώξουσι·” καὶ “ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ “ ταπεινὸς τῇ καρδίᾳ·” καὶ πάλιν· “ γίνεσθε οἰκτίρμονες, ὡς ὁ “ πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς·” τοῦτο καὶ ὁ μακάριος Παῦλος ἐποίησεν, προτρέπων αὐτοὺς εἰς ταπεινοφροσύνην, τὸν Χριστὸν ἐν μέσῳ παρήγαγε· καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ὅταν περὶ φιλοπτωχίας διαλέγηται, οὕτω πῶς φησὶν “ γινώσκετε γὰρ τὴν χάριν “ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν, “ πλούσιος ὤν·” οὐδὲν γὰρ οὕτως τὴν μεγάλην καὶ φιλόσοφον ψυχὴν διανίστησι πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν, ὡς τὸ μαθεῖν ὅτι τῷ Θεῷ κατὰ τοῦτο ὁμοιοῦται. Πρόσεχε τοίνυν· διὰ γὰρ τούτων τῶν ῥημάτων, πάσας ἁπλῶς τὰς αἱρέσεις κατέβαλε· Σαβέλλιος γὰρ φησὶν, ὅτι τὸ Πατὴρ καὶ Υἱὸς καὶ Ἅγιον Πνεῦμα, ὀνόματά ἐστι ψιλὰ, καθ’ ἑνὸς προσώπου κείμενα. Μαρκίων δὲ ὁ Ποντικὸς φησὶν, ὅτι ὁ Θεὸς ὁ τὰ πάντα συστησάμενος, οὐκ ἔστιν ἀγαθὸς οὐδὲ Πατὴρ τοῦ ἀγαθοῦ Χριστοῦ, ἀλλ’ ἕτερός τις δίκαιος, καὶ σάρκα οὐκ ἀνέλαβεν ὑπὲρ ἡμῶν. Μάρκελλος, Φωτεινὸς καὶ Σωφρόνιος, τὸν λόγον ἐνέργειαν εἶναι φασί· τὴν δὲ ἐνέργειαν ταύτην ἐνοικῆσαι τῷ ἐκ σπέρματος Δαβὶδ, οὐκ οὐσίαν ἐνυπόστατον. Ἄρειος ὑμῖν μὲν ὁμολογεῖ, ῥήματι δὲ μόνον·
being found in fashion as a man, he humbled himself, becoming obedient unto death, even the death of the cross. Our Lord Jesus Christ, when exhorting his own disciples to great things, sets himself before them as an example, and also the Father and the prophets; as when he says, "For so did they to the prophets who were before you." And again: "If they persecuted me, they will also persecute you"; and "Learn from me, for I am meek and lowly in heart"; and again: "Be merciful, as your Father who is in heaven." This the blessed Paul also did: when exhorting them to humility, he brought Christ into the midst. And not only here, but also when he speaks about love of the poor, he says thus: "For you know the grace of our Lord Jesus Christ, that for your sakes he became poor, though he was rich." For nothing so stirs up the great and philosophic soul to the working of good things as to learn that in this respect it is made like to God. Attend, therefore: for by these words he has simply cast down all the heresies. For Sabellius says that Father and Son and Holy Spirit are mere names, applied to one person. But Marcion of Pontus says that the God who established all things is not good, nor the Father of the good Christ, but some other, a just one, and that he did not take flesh for our sakes. Marcellus, Photinus, and Sophronius say that the Word is an energy; and that this energy dwelt in him who was of the seed of David, not a substance subsisting in its own person. Arius agrees with you in word only:
καὶ κτίσμα δὲ αὐτὸν εἶναι φησὶν, καὶ τοῦ Πατέρος ἐλάττονα πολλῷ. ἕτεροι δὲ οὐ φασὶν αὐτὸν ἔχειν ψυχήν. θεώρει τοίνυν τούτων τὰ πτώματα· μιᾷ γὰρ πληγῇ βάλλει τούτους ἀθρόον· λέγων, “ τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ “ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ “ εἶναι ἴσα Θεῷ.” καὶ Παῦλος Σαμωσατεὺς ἔπεσε, καὶ Μαρκίων καὶ Σαβέλλιος· “ ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων,” φησίν· πῶς οὐν λέγει Παῦλος ὁ Σαμωσατεὺς, ὅτι ἀπὸ Μαρίας ἤρξατο καὶ πρὸ τούτου οὐκ ἦν; καὶ σὺ δὲ πῶς λέγεις ἐνέργεια ἦν; μορφὴ γὰρ
Θεοῦ, φησὶν, μορφὴν δούλου ἔλαβεν· ἡ μορφὴ τοῦ δούλου, ἐνέργεια δούλου ἐστὶν ἢ φύσις δούλου. πάντως δή που φύσις δούλου. οὐκ οὖν καὶ ἡ μορφὴ τοῦ Θεοῦ, Θεοῦ φύσις; οὐκ ἄρα ἐνέργεια. ἰδοὺ καὶ Μάρκελλος ὁ Γαλάτης, καὶ Σωφρόνιος καὶ Φωτεινὸς κατέπεσον· ἰδοὺ καὶ Σαβέλλιος· “ οὐχ ἁρπαγμὸν ἡγήσατο,” φησὶν, “ τὸ εἶναι ἴσα Θεῷ ἴσον δὲ ἐπὶ ἑνὸς οὐ λέγεται Προσώπου. τὸ γὰρ ἴσον, τινὶ ἔστιν ἴσον. ὁρᾷς δύο προσώπων ὑπόστασιν, οὐχὶ ὀνόματα ψιλὰ χωρὶς πραγμάτων λεγόμενα; ἤκουσας τὴν προαιώνιον ὕπαρξιν τοῦ μονογενοῦς; Τί οὖν πρὸς Ἄρειον εἴπωμεν, τὸν λέγοντα ἑτέρας εἶναι οὐσίας τὸν υἱόν; ἐπειδή μοι μορφὴν δούλου ἔλαβε, τί ἐστιν; ἄνθρωπος ἐγένετο, φησίν· οὐκοῦν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, Θεὸς ἦν; μορφὴ γὰρ καὶ μορφὴ κεῖται· εἰ τοῦτο ἀληθὲς, κἀκεῖνος φύσει ἄνθρωπος· ἡ μορφὴ τοῦ δούλου· οὐκοῦν φύσει Θεὸς, ἡ μορφὴ τοῦ Θεοῦ; καὶ οὐ τοῦτο μόνον· ἀλλὰ καὶ τὸ ἴσον αὐτῷ μαρτυρεῖ· ὥσπερ οὖν καὶ Ἰωάννης· ὅτι οὐδὲν ἐλάττων ἐστὶ τοῦ Πατέρος·
And he says that he is a creature, and much less than the Father. But others say that he does not have a soul. Consider, then, their falls; for he strikes them all at once with a single blow, saying, "Let this mind be in you, which was also in Christ Jesus: who, being in the form of God, thought it not robbery to be equal with God." And Paul of Samosata fell, and Marcion, and Sabellius. For "being in the form of God," he says. How then does Paul of Samosata say that he began from Mary and did not exist before this? And how do you say that he was an activity? For the form of God, he says, took the form of a servant. The form of the servant is the activity of a servant or the nature of a servant. Certainly it is the nature of a servant. Is not the form of God, then, also the nature of God? Therefore it is not an activity. Behold, Marcellus of Galatia also, and Sophronius and Photinus fell; behold, Sabellius too. "He thought it not robbery," he says, "to be equal with God." But "equal" is not said of one person. For the equal is equal to something. Do you see the subsistence of two persons, not mere names spoken without realities? Have you heard of the pre-eternal existence of the Only-begotten? What then shall we say to Arius, who says that the Son is of another substance? Since he took the form of a servant, what is this? He became man, he says. Therefore also, being in the form of God, he was God. For form and form are set down. If this is true, then he is also by nature man—the form of the servant; therefore by nature God—the form of God. And not only this, but "equal" also bears witness to him, just as John also does: that he is in no way less than the Father.
“ οὐχ “ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·” ἀλλὰ τὶς ὁ σοφὸς αὐτῶν λόγος; καὶ μὴν τοὐναντίον δείκνυσι, φησίν· φησίν· γὰρ ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ· καὶ μὴν εἰ ἦν Θεὸς, πῶς εἶχεν ἁρπάσαι; ἢ πῶς οὐκ ἀπερινόητον τοῦτο; τίς γὰρ ἂν εἴποι, ὅτι ὁ δεινὰ ἄνθρωπος ὢν, οὐχ ἥρπασε τὸ εἶναι ἄνθρωπος; πῶς γὰρ ἄν τις ὅπερ ἐστιν ἁρπάσειεν; οὐ φησὶν, ἀλλ’ ὅτι Θεὸς ὢν ἐλάττων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ τῷ μεγάλῳ καὶ μείζονι. μικρὸς καὶ μέγας Θεὸς ἔνι; καὶ τὰ Ἑλληνικὰ τοῖς τῆς ἐκκλησίας δόγμασιν ἐπεισάγετε; μέγας γὰρ καὶ μικρὸς παρ’ αὐτοῖς Θεός· εἰ δὲ καὶ παρ’ ὑμῖν, οὐκ οἶδα· παρὰ μὲν γὰρ ταῖς γραφαῖς, οὐδαμοῦ εὑρήσεις· ἀλλὰ μέγαν μὲν πανταχοῦ, μικρὸν δὲ οὐδαμοῦ. εἰ γὰρ καὶ μικρὸς, πῶς Θεός; εἰ μικρὸς οὐκ ἔστιν ἄνθρωπος, καὶ μέγας· ἀλλὰ μία φύσις· καὶ εἴ τι οὐκ ἔστι τῆς φύσεως ταύτης τῆς μίας οὐκ ἄνθρωπος· πῶς ἂν εἴη μικρὸς Θεὸς καὶ μέγας; εἰ τοίνυν ὁ Πατὴρ μέγας, καὶ Θεός· ὁ μὴ ὢν ἐκείνης τῆς φύσεως, οὐ Θεός· πανταχοῦ γὰρ μέγας λέγεται παρὰ τῇ γραφῇ “ μέγας Κύριος καὶ αἰνετὸς σφόδρα·” ἰδοῦ καὶ περὶ τοῦ Υἱοῦ· πανταχοῦ γὰρ Κύριον αὐτὸν καλεῖ· “ μέγας εἴ σύ· καὶ
"He did not consider it robbery to be equal with God." But what is their clever argument? And yet, he says, it shows the opposite; for he says that, existing in the form of God, he did not seize being equal with God. And yet if he was God, how could he have seized it? Or how is this not utterly absurd? For who would say that a man, being a terrible man, did not seize being a man? For how could anyone seize what he is? He does not say that, but that being a lesser God, he did not seize being equal with the great and greater God. Is there a small and a great God? And do you bring Greek doctrines into the dogmas of the Church? For among them there is a great and a small God; but whether also among you, I do not know; for in the Scriptures you will find it nowhere; but great everywhere, and small nowhere. For if he is small, how is he God? If he is small, he is not man, and great; but one nature; and if anything is not of this one nature, it is not man; how could there be a small God and a great one? If, then, the Father is great, he is also God; he who is not of that nature is not God; for everywhere in Scripture he is called great: "Great is the Lord, and greatly to be praised." Behold, also concerning the Son; for everywhere he calls him Lord: "Great are you; and
“ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος.” καὶ πάλιν, “ μέγας ὁ “ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· καὶ τῆς μεγαλωσυνης αὐτοῦ οὐκ ἐστι πέρας· Ἀλλ᾿ ὁ Υἱὸς φησὶν μικρός· ἀλλὰ σὺ τοῦτον λέγεις· ἡ γὰρ γραφὴ τοὐναντίον. ὥσπερ γὰρ περὶ του Πατερος, οὐτῶ καὶ περι τοῦ Υἱοῦ φησίν· ἄκουε γὰρ Παύλου λέγοντος, “ προσδεχόμενοι “ τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου “ Θεοῦ.” ἀλλ’ ἄρα μὴ περὶ τοῦ Πατέρος ἐπιφάνειαν εἶπεν; ἄπαγε· ἵνα δὲ καὶ μᾶλλον ὑμᾶς ἐλέγξῃ, προσέθηκεν· “ καὶ Σω- “ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.” ἰδοῦ καὶ ὁ Υιὸς μέγας. πῶς οὖν λέγεις μικρὸν καὶ μέγαν; ἄκουε καὶ τοῦ προφήτου λέγοντος αύτὸν “ μεγάλης βουλῆς Ἄγγελον·” ὁ μεγάλης βουλῆς Ἄγγελος οὐ μέγας; ὁ ἰσχυρὸς Θεὸς, οὐ μέγας, ἀλλὰ μικρός; τί οὖν φασὶν οἱ ἀναίσχυντοι; ὅτι μικρὸς ὢν Θεὸς, (λέγω ἃ λέγουσι πολλάκις, ἵνα μᾶλλον αὐτοὺς φύγητε·) μικρὸς ὣν, φησὶν, Θεὸς, οὐχ ἥρπασε τὸ εἶναι κάτα τον μέγαν. τι γὰρ εἶπε μοι; εἰ μικρὸς ἢν κατ’ αὐτοὺς, καὶ πολὺ τῆς δυνάμεως ἀποδέων τῆς τοῦ Πατέρος, πῶς ἂν ἐδυνήθη ἁρπάσαι τὸ εἶναι ἴσα τῷ Θεῷ; φύσις γὰρ ἐλάττων οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἐν τῇ μεγάλῃ· οἷον ὁ ἄνθρωπος οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ γενέσθαι ἵσος ἀγγέλῳ κατὰ τὴν φύσιν· ὁ ἵππος οὐκ ἃν δύναιτο ἁρπάσαι, κἂν θέλῃ, τὸ εἶναι ἴσος ἀνθρώπῳ κατὰ τὴν φύσιν. Καὶ χωρὶς δὲ τούτου, ἐκεῖνο ἐρῶ· τί βούλεται κατασκεύασαι ὁ Παῦλος διὰ τούτου τοῦ ὑποδείγματος; εἰς ταπεινοφροσύνην πάντως ἐναγαγεῖν τοὺς Φιλιππησίους. τί οὖν, εἰπέ μοι, τοῦτο παρήνεγκεν εἰς μέσον;
“Doing wonders, you alone are God.” And again, “Great is our Lord, and great is his strength; and of his greatness there is no end.” But the Son, he says, is small; but you say this; for the Scripture says the opposite. For just as concerning the Father, so also concerning the Son it says: hear Paul saying, “Awaiting the blessed hope and manifestation of the glory of the great God.” But surely he did not speak of the manifestation of the Father? Far be it! But to convict you even more, he added: “and of our Savior Jesus Christ.” Behold, the Son also is great. How then do you say small and great? Hear the prophet also calling him “Angel of great counsel”; is the Angel of great counsel not great? The mighty God, is he not great, but small? What then do the shameless ones say? That being a small God—I say what they say often, so that you may flee from them the more—being small, he says, God did not snatch the being according to the great one. For what did he say to me? If he was small according to them, and far lacking in power compared to the Father’s, how could he have snatched the being equal to God? For a lesser nature could not snatch the being in the great; for example, man could not snatch becoming equal to an angel by nature; a horse could not snatch, even if it wished, being equal to a man by nature. And apart from this, I will say that: what does Paul wish to establish through this example? Certainly to lead the Philippians into humility. What then, tell me, did he bring this forward into the middle for?
οὐδεὶς βουλόμενος προτρέψαι ταπεινοφρονεῖν, τοῦτο φησὶν, ἒσο ταπεινὸς καὶ ἔλαττον φρονεῖ τῶν ὁμοτίμων· καὶ γὰρ ὁ δεῖνα ὁ δοῦλος, οὐκ ἐπανέστη τῷ δεσπότῃ· μιμοῦ τοίνυν ἐκεῖνον. καὶ μὴν τοῦτο οὐκ ἔστι ταπεινοφροσύνης, εἴποι τίς ἃν, ἀλλ’ ἀπονοίας. μάθετε τί ἐστι ταπεινοφροσύνη· οὗτος ταπεινόφρων ἐστὶν ὁ τὰ ταπεινὰ φρονῶν. ταπεινὰ δὲ φρονεῖ, οὐχ ὁ ἀπὸ ἀνάγκης ὣν ταπεινὸς, ἀλλ’ ὁ ἑαυτὸν ταπεινῶν· οἷόν τι λέγω· ὅταν τις ὑψηλὰ δυνάμενος φρονῆσαι, ταπεινοφρονῇ· οὗτος ταπεινόφρων ἐστίν· οἷον βασιλεὺς, τῷ ὑπάρχῳ ἐὰν ὑποτάγηται, ταπεινόφρων
ἐστὶν, ὅτι ἀπὸ τοῦ ὕψους κατέβη· ὁ μέντοι ὕπαρχος, ἐὰν τοῦτο ποιῇ, οὐ ταπεινοφρονήσει· πῶς γάρ; οὐ γὰρ ἀπὸ τοῦ ὕψους ἐταπείνωσεν ἑαυτόν· οὐδὲ τῆς ταπεινοφρονήσεως τὸ κατόρθωμα, ἀλλὰ τῆς ἀνάγκης. ταπεινοφροσύνη δὲ διὰ τοῦτο λέγεται, ὅτι τοῦ φρονήματός ἐστι ταπείνωσις· ὁ γὰρ ἔπαινος οὐκ ἐν τῇ τῶν κακῶν ἀποχῇ, ἀλλ’ ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ γίνεται. Ορα γοῦν καὶ τὸν Χριστὸν οὕτως ἐπαινοῦντα, ὅταν λέγῃ, “ δεῦτε οἱ εὐλογημένοι τοῦ Πατέρος μου, κληρονομήσατε τὴν “ ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπεί- “ νασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν·” καὶ ἑξῆς. οὐκ εἶπεν, ἐπειδὴ οὐκ ἐπλεονεκτήσατε, οὐχ ἡρπάσατε· μικρὰ γὰρ ταῦτα· ἀλλ’ ὅτι πεινῶντά με ἴδετε, καὶ ἐθρέψατε. καὶ τίς ἂν οὕτως ἐπῄνεσεν ἢ τοὺς φίλους ἢ τοὺς ἐχθρούς; οὐκ ἂν οὐδὲ Παῦλον οὐδὲ τὸν τυχόντα τίς ἄνδρα, ὡς σὺ τὸν χριστὸν ἐπαινεῖς, ἐπῄνεσεν· ὅτι μὴ προσήκουσαν ἀρχὴν οὐκ ἔλαβε· τὸ γὰρ ἐπὶ τοιούτοις θαυμάζειν, πολλήν ἐστι κακίαν μαρτυρούντων· πῶς;
No one who wishes to exhort to humility says this: "Be humble and think yourself less than your equals; for so-and-so the slave did not rise up against his master; imitate him, then." And yet someone might say this is not humility but folly. Learn what humility is: the humble man is the one who thinks humble things. He thinks humble things not who is humble by necessity, but who humbles himself; as, for example, when someone who is able to think lofty things thinks humbly—this man is humble-minded; for instance, a king, if he submits to a prefect, is humble-minded, because he has come down from his height; the prefect, however, if he does this, will not be humble-minded; for how could he be? For he did not humble himself from a height; nor is it the achievement of humility, but of necessity. And it is called humility for this reason, that it is a lowering of the mind; for praise consists not in abstaining from evils, but in the doing of good. See, then, that Christ also praises in this way, when he says, "Come, you who are blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world; for I was hungry, and you gave me to eat," and so on. He did not say, "because you did not covet, you did not plunder"—for these things are small—but "because you saw me hungry, and you fed me." And who would have praised either friends or enemies in this way? No one would have praised even Paul, or any ordinary man, as you praise Christ, because he did not receive a position that did not belong to him; for to marvel at such things is to bear witness to great wickedness. How so?
ὅτι ἐπ’ ἐκείνων τὸ τοιουτον ἔπαινός ἐστιν· οἷον ὁ κλέπτων ἐὰν μηκέτι κλέπτῃ· ἐπὶ δὲ τῶν ἀγαθῶν οὐκέτι, ὅτι οὐχ ἥρπασε μὴ προσήκουσαν ἀρχὴν καὶ τιμὴν, ἐπαινετὸς. Καὶ ποίας ταῦτα ἀνοίας; πρόσεχε, παρακαλῶ· μακρὸς γὰρ ὁ λόγος· ἄλλως δὲ, τίς ἂν ἀπὸ τούτων εἰς ταπεινοφροσύνην προέτρεψε; τὰ γὰρ ὑποδείγματα πολλῷ μείζονα δεῖ εἶναι τῆς ὑποθέσεως εἰς ἣν παρακαλοῦμεν· οὐ γὰρ ἂν τίς ἐξ ἀλλοτρίων προτραπείη· οἷον, προέτρεπεν ὁ Χριστὸς εὖ ποιεῖν τοὺς ἐχθροὺς, ἤνεγκε παράδειγμα μέγα τοῦ Πατέρος, “ ὅτι ἀνατέλλει τὸν “ ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ “ ἀδίκους.” προέτρεπεν εἰς ἀνεξικακίαν· ἤνεγκε παράδειγμα, “ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.” καὶ πάλιν· “ εἰ ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ταῦτα ποιῶ, πόσῳ “ μᾶλλον ὑμεῖς.” ὁρᾷς πῶς οὐκ ἀφέστηκε τὰ παραδείγματα; οὐδὲ γὰρ τοσοῦτον ἀφεστάναι δεῖ· καὶ γὰρ καὶ ἡμεῖς οὕτω ποιοῦμεν. ἄλλως δὲ καὶ ἐνταῦθα· οὐδὲ ἐγγύς ἐστι τὸ παράδειγμα. πῶς ὅτι εἰ δοῦλος ἐστὶ, καὶ ἐλάττων ἐστὶ καὶ ὑπήκουσε τῷ μείζονι; τοῦτο οὐδὲ ταπεινοφροσύνη ἐστί· τοὐναντίον γὰρ ἔδει ποιῆσαι·
For in the case of those, such a thing is praiseworthy; for example, the thief, if he no longer steals. But in the case of good things, it is no longer praiseworthy that he did not seize an office and honor that did not belong to him. And what kind of folly is this? Pay attention, I beg you, for the argument is long. Otherwise, who would have urged anyone to humility from these examples? For the examples must be much greater than the subject to which we exhort; for no one would be persuaded by examples from unrelated matters. For instance, Christ urged us to do good to enemies and brought forward a great example of the Father: "that he makes his sun rise on the evil and the good, and sends rain on the just and the unjust." He urged us to forbearance and brought forward an example: "Learn from me, that I am gentle and humble in heart." And again: "If I, the Lord and the Teacher, do these things, how much more you." Do you see how the examples are not far removed? For they must not be so far removed; for we too do it this way. And otherwise, even here: the example is not even close. How is it that if he is a slave, and is lesser, and obeyed the greater? This is not even humility; for the opposite should have been done.
μείζονά τινα τῷ ἐλάττονι ὑπακούσαντα δεῖξαι· ἀλλ’ ἐπειδὴ τοῦτο οὐχ εὗρεν ἐπὶ Θεοῦ μείζονα καὶ ἐλάττονα, τὸ γοῦν ἴσον ἐποίησεν. εἰ δὲ ἐλάττων ἦν ὁ Υἱὸς, οὐχ’ ἱκανὸν εἰς ταπεινοφροσύνην διά τι ; ὅτι οὐκ ἔστι ταπεινοφροσύνη τὸ τὸν ἐλάττονα μὴ ἐπαναστῆναι τῷ μείζονι· τὸ μὴ ἁρπάσαι τὴν ἀρχὴν, τὸ ὑπακοῦσαι, μέχρι θανάτου. ἄλλως δὲ ὅρα καὶ μετὰ τὸ ὑπόδειγμα τί φησὶν τῇ ταπεινοφροσύνῃ “ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας “ ἑαυτῶν.’’ ἐπειδὴ γὰρ τὴν οὐσίαν ἕν ἐστε, καὶ κατὰ τὴν τιμὴν τὴν παρὰ τοῦ Θεοῦ, δεῖ λοιπὸν τῆς ὑπολήψεως εἶναι τὸ πρᾶγμα. ἐπὶ δὲ τῶν μειζόνων καὶ ἐλαττόνων οὐκ ἃν τοῦτο εἶπεν ὅτι ἡγούμενοι· ἀλλὰ τιμᾶτε τοὺς ὑπερέχοντας ὑμῶν· ὡς καὶ ἀλλαχοῦ φησὶν, “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε·’’ ἐκεῖ τῆς φύσεως τοῦ πράγματός ἐστιν ἡ ὑποταγὴ, ἐνταῦθα τῆς κρίσεως δεῖ γενέσθαι τῆς ἡμετέρας. Τὰ μὲν οὖν ἐκείνων οὕτως ἀνατέτραπται· τὰ δὲ ἡμέτερα λοιπὸν εἰπεῖν χρὴ, πρότερον ἐν κεφαλαίῳ τὰ ἐκείνων εἰπόντα· ὅτι εἰς ταπεινοφροσύνην παρακαλῶν οὐκ ἃν τὸν ἐλάττονα ὄντα καὶ ἡ μείζονι ὑπακούσαντα παρήγαγεν. εἰ μὲν γὰρ δούλους δεσπόταις παρεκάλει ὑπακούειν, εἰκότως· εἰ δὲ ἐλευθέρους ἐλευθέροις, τι τοῦ δούλου πρὸς τὸν δεσπότην τὴν ὑποταγὴν ἔφερε ; μὴ γὰρ εἶπεν, οἱ ἐλάττονες τοῖς μείζοσιν ὑπακουέτωσαν· ἀλλ’ ἰσότιμοι ἀλλήλων ὄντες ὑπακούετε· “ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν·” διατί δὲ μὴ παρήγαγεν, εἰ ἄρα κἂν τὸ τῆς γυναικὸς, ὅτι ὥσπερ ἡ γυνὴ ὑπακούει τῷ ἀνδρὶ, οὕτω καὶ ὑμεῖς ὑπακούετε; εἰ δὲ ὅπερ ἴσον ἐστὶ καὶ ἐλευθέριον οὐ παρήγαγεν, ἐπειδὴ ὅλως μικρὰ τίς ἦν ὑποταγή·
He needed to show something greater submitting to the lesser; but since he did not find a greater and a lesser in the case of God, he at least made them equal. But if the Son was lesser, was it not sufficient for humility for some reason? Because it is not humility for the lesser not to rise up against the greater; not to snatch the rule, to obey even to death. But otherwise observe also after the example what he says for humility: "considering one another as surpassing yourselves." For since they are one in essence, and in honor according to God, the matter must henceforth be one of estimation. But in the case of greater and lesser he would not have said this, "considering," but "honor those who surpass you," as he also says elsewhere, "obey those who lead you and submit"; there submission is a matter of the nature of the thing, here it must be of our own judgment. Their arguments, then, have been overturned in this way; but it remains to state our own, having first stated theirs in summary: that when exhorting to humility he would not have brought forward the one who was lesser and who obeyed the greater. For if he were exhorting slaves to obey masters, it would be reasonable; but if free men to free men, what did the slave's submission to the master contribute? For he did not say, "let the lesser obey the greater," but "being of equal honor with one another, obey: 'considering one another as surpassing yourselves.'" And why did he not bring forward, if indeed it applies even to the wife, that just as the wife obeys the husband, so also you should obey? But if he did not bring forward what is equal and free, since such submission was altogether a small thing;
πόσῳ μᾶλλον τὸ τοῦ δούλου οὐκ ἃν παρήγαγεν. φθάσας ὅτι οὐδεὶς οὕτως ἐπαινεῖ ἀπὸ τῆς τῶν κακῶν ἀποχῆς· εἶπεν ὅτι ἡ μορφὴ τοῦ δούλου ἀληθὴς, καὶ οὐδὲν ἐλάττων· οὐκ οὖν καὶ ἡ μορφὴ τοῦ Θεοῦ τελεία καὶ οὐκ ἐλάττων. διατί· μὴ εἶπεν ὃς ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ’ “ ὑπάρχων;” ἴσον ἐστὶ τοῦτο τοῦ εἰπεῖν ἐγώ εἰμι ὁ ὤν· τὸ ἀπαράλλακτον ἡ μορφὴ δείκνυσι, καθό ἐστι μορφή· οὐκ ἐστὶ δὲ ἄλλης οὐσίας ὄντα, τὴν ἄλλην μορφὴν ἔχειν. οἷον, οὐδεὶς ἀνθρώπων ἀγγέλου ἔχει μορφήν· οὐδὲ ἄλογον ἀνθρώπου ἔχει μορφήν. πῶς οὖν ὁ Υἱὸς; εἶτα ἐπὶ ἡμῶν, ἐπειδὴ σύνθετοι ἐσμὲν, ἡ μορφὴ τοῦ σώματός ἐστιν· ἐπὶ
δὲ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου, παντὸς τῆς οὐσίας· εἰ δὲ τὸ χωρὶς ἄρθρου εἰρῆσθαι οὐ δείκνυσι τὸν Πατέρα· πολλαχοῦ τοῦτο δείκνυται χωρὶς ἄρθρου εἰρημένον· καὶ τί λέγω πολλαχοῦ· ἐν γὰρ αὐτῷ εὐθέως τῷ χωρίῳ τούτῳ, “ οὐχ ἁρπαγμόν,” φησὶν “ ἡγή- “ σατο τὸ εἶναι, ἴσα Θεῷ·’’ καὶ οὐκ εἶπε τῷ Θεῷ, περὶ τοῦ Πατέρος λέγων. Εἴρηται μὲν δὴ ἡμῖν τὰ παρὰ τῶν αἱρετικῶν· εὔκαιρον δὴ λοιπὸν τὰ ἡμέτερα εἶπεῖν. ἐπειδὴ τοίνυν πολλοὶ τῶν νομίζουσιν ὅταν ταπεινοφρονῶσιν ἀποστερεῖσθαι τοῦ ἀξιώματος, καὶ ἐλαττοῦσθαι καὶ ταπεινοῦσθαι· τούτων ἀφαιρῶν τὸν φόβον, καὶ δεικνὺς ὅτι οὐ χρὴ οὕτω διακεῖσθαι, φησὶν ὅτι ὁ Θεὸς ὁμογενὴς, ὁ ἐν μορφῇ Θεοῦ ὣν, ὁ μηδὲν ἔλαττον ἔχων τοῦ Πατέρος, ὁ ἴσος αὐτῷ, “ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. τί ’δε τοῦτό ἐστιν ; ὅταν ἁρπάσῃ τίς καὶ παρὰ τὸ προσῆκον λαβὴ, τοῦτο ἀποθέσθαι οὐ τολμᾷ, δεδοικὼς μὴ ἀπολεῖται, μὴ ἐκπέσῃ· ἀλλὰ διὰ παντὸς αὐτὸ κατέχει.
How much more would he not have passed over the servant's form. Having anticipated that no one praises in this way from abstaining from evils, he said that the form of the servant is true, and nothing less; therefore the form of God is also perfect and nothing less. Why did he not say "who, having come to be in the form of God," but "being"? This is equal to saying "I am the one who is." The form demonstrates the unchangeableness, insofar as it is a form; but it is not possible for things of another essence to have another form. For example, no human being has the form of an angel; nor does an irrational creature have the form of a human. How then the Son? Then in our case, since we are composite, the form is of the body; but in the case of the simple and incomposite, it is of the whole essence. But if being spoken without the article does not indicate the Father—this is shown in many places spoken without the article; and why do I say many places? For in this very passage immediately, "he did not consider it robbery," he says, "to be equal with God"; and he did not say "with the God," speaking about the Father. Indeed, what was said by the heretics has been stated by us; it is now timely to state our own views. Since, therefore, many of those who think that when they are humble-minded they are deprived of dignity, and are diminished and humbled—removing the fear from these, and showing that one ought not to be so disposed, he says that God, being of the same kind, who being in the form of God, who has nothing less than the Father, who is equal to him, "did not consider it robbery to be equal with God." And what is this? When someone snatches and takes something beyond what is fitting, he does not dare to set it aside, fearing lest he lose it, lest he fall away; but he holds it fast through everything.
ὁ μέντοι φυσικόν τι ἔχων ἀξίωμα, οὐ δέδοικε καταβῆναι ἀπ’ ἐκείνου τοῦ ἀξιώματος· εἰδὼς ὅτι οὐδὲν τοιοῦτο πείσεται· οἷον ὡς ἐπὶ ὑποδείγματος, ἵνα εἴπω, ὁ Ἀβισαλὼν ἥρπασε τὴν τυραννίδα, καὶ ἀποθέσθαι ταύτην οὐκ ἐτόλμα λοιπόν. καὶ ἐπὶ ἄλλο δὲ ἐλευσόμεθα ὑπόδειγμα· ἃν δὲ μὴ ἰσχύῃ τὰ ὑποδείγματα τὸ πᾶν παραστῆσαι, μὴ δυσχεραίνετε· τὰ γὰρ ὑποδείγματα τοιαῦτα εἰσὶν, τὸ πλεῖον ἀφιᾶσι τῇ διανοίᾳ λογίζεσθαι. ἐπανέστη τίς βασιλεῖ, καὶ τὴν βασιλείαν ἥρπασεν· οὗτος ἀποθέσθαι καὶ κρύψαι τὸ πρᾶγμα οὐ τολμᾶ· ἃν γὰρ ἅπαξ κρύψῃ, εὐθέως ἀπώλωλεν· καὶ ὅλως οἱ ἐξ ἁρπαγῆς ἔχοντές τι, δεδοίκασιν ἀποθέσθαι καὶ κρύψαι, καὶ μὴ διὰ παντὸς εἶναι ἐν ἐκείνῳ, ἐν ᾧ εἰσίν· ἀλλ’ οὐχ οἱ μὴ ἐξ ἁρπαγῆς ἔχοντες, οἷον ἄνθρωπος ἀξίωμα ἔχει τοῦτο, εἶναι λογικός· οὐχ εὑρίσκω παράδειγμα· οὐ γάρ ἐστι παρ’ ἡμῖν ἀρχὴ φυσική· οὐδὲν γάρ ἐστι τῶν ἀγαθῶν φυσικόν· ἐπὶ δὲ τοῦ Θεοῦ, τῇ φύσει συγκεκλήρωται. Τί οὖν φησί; ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς οὐκ ἐφοβήθη ἀπὸ τοῦ ἀξιώματος· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὴν θεότητα, οὐδὲ ἐδεδοίκει μή τις αὐτὸν ἀφέληται τὴν φύσιν ἢ τὸ ἀξίωμα· διὸ καὶ ἔκρυψεν, οὐδὲν ἡγούμενος ἐλαττοῦσθαι ἀπὸ τούτου. διὰ τοῦτο,
But the one who has a natural dignity is not afraid to descend from that dignity, knowing that he will suffer nothing of the kind. For example, to speak by way of illustration, Absalom seized the tyranny, and he no longer dared to set it aside. And we shall come to another example. But if the examples are not able to set forth the whole matter, do not be vexed; for such examples leave the greater part to the mind to reckon. Someone rose up against a king and seized the kingdom; he does not dare to set aside and conceal the thing; for if once he conceals it, he has immediately perished. And in general, those who have something from robbery are afraid to set it aside and conceal it, and not to be continually in that in which they are; but not so those who have it not from robbery—for instance, a man has this dignity, to be rational; I do not find an example; for there is no natural principle among us; for none of the good things is natural; but in the case of God, it has been allotted by nature. What then does he say? That the Son of God did not fear to descend from the dignity; for he did not consider the Godhead a thing to be grasped, nor had he feared lest anyone should take away his nature or his dignity; therefore he also concealed it, considering that he was diminished in nothing by this. For this reason,
οὐκ εἶπεν, οὐχ ἥρπασεν, ἀλλ’ οὐχ ἁρπαγμὸν ἡγήσατο. οὐχ εἶχεν τὴν ἀρχὴν, ἀλλὰ φυσικὴν δεδομένην καὶ νόμιμον καὶ ἐν ἀσφαλείᾳ· διὸ οὐ παρῃτεῖτο καὶ τὸ τῶν ὑπασπιστῶν ἀναλαβεῖν σχῆμα. ὁ τύραννος δέδοικεν ἐν πολέμῳ ἀποθέσθαι τὴν ἁλουργίδα· ὁ δὲ βασιλεὺς μετὰ πολλῆς αὐτὸ ποιεῖ τῆς ἀσφαλείας· διατί ; ὅτι οὐχ ἁρπαγμὸν ἔχει τὴν ἀρχήν. οὐχ ὡς ἁρπάσας οὖν οὐχ ἀπετίθετο· ἀλλ’ ὡς φυσικὴν ἔχων, καὶ οὐδέποτε ἀποστῆναι συναμένην· ἔκρυψε τοῦτο τὸ εἶναι ἴσα Θεῷ· οὐχ ὡς ἁρπαγμὸν ἀλλὰ φυσικόν· διὸ καὶ “ ἐκένωσεν ἑαυτόν.” ποῦ οἱ λέγοντες, ὅτι ἀνάγκην ὑπέστη; ὅτι ὑπετάγη; ἑαυτὸν, φησὶν ἐκένωσεν· ἑαυτὸν ἐταπείνωσεν, ὑπήκοος γενόμενος μέχρι θανάτου. πῶς ἐκένωσεν; “ “ φὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχή- “ ματι εὑρεθεὶς ὡς ἄνθρωπος·” ἐνταῦθα πρὸς τὸ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, τοῦτο εἶπεν τὸ “ ἑαυτὸν ἐκένωσεν·” ἐπεὶ εἰ ὑπετάγη, οὐ δὴ ταπεινοφροσύνης ἦν τὸ πρᾶγμα· εἰ μὴ οἴκοθεν τοῦτο εἵλετο, εἰ μὴ παρ’ ἑαυτοῦ. ἢ γὰρ οὐκ ᾔδει ὅτι δεῖ τοῦτο γενέσθαι, καὶ ἔσται ἀτελής· ἢ εἰδὼς περιέμενεν τὸν καιρὸν τοῦ πράγματος· καὶ ἔσται καιρὸν οὐκ εἰδώς· ἢ εἰ ᾔδει καὶ ὅτι δεῖ γενέσθαι καὶ πότε γενέσθαι, τίνος ἕνεκεν ἐπιταγὴν ὑπέμενεν; ἵνα δείξῃ τὴν ὑπεροχήν· τοῦτο οὐ Πατέρος ἐστὶ δεῖξαι ὑπεροχὴν, ἀλλ’ οἰκείαν εὐτέλειαν· οὐ γὰρ ἱκανὸν τὸ τοῦ Πατέρος ὄνομα δεῖξαι τὰ πρεσβεῖα τοῦ Πατέρος· χωρὶς γὰρ τούτου πάντα τὰ αὐτά ἐστιν τῷ παιδί· οὐ γὰρ ἱκανὴ αὑτὴ ἡ τιμὴ παρὰ τοῦ Πατέρος εἰς τὸν Υἰόν. Τί οὖν φησὶν οἱ αἱρετικοί; ἰδοὺ φησὶν, οὐχ ἐγένετο ἄνθρωπος. οἱ Μαρκίωνος λέγω· ἀλλὰ τι ;
He did not say, "he did not snatch," but "he did not consider it a snatching." He did not possess the rule as something seized, but as something natural, given, and lawful, and in security; therefore he did not refuse even to take up the garb of the guardsmen. The tyrant fears in war to lay aside the purple; but the king does this with great security. Why? Because he does not hold the rule as a snatching. So it was not as one who had snatched it that he did not lay it aside, but as one who possessed it naturally, and as something that could never depart from him. He concealed this—his being equal to God—not as a snatching but as natural; therefore also "he emptied himself." Where are those who say that he underwent necessity? That he was subjected? "He emptied himself," he says; "he humbled himself, becoming obedient unto death." How did he empty himself? "Taking the form of a servant, being made in the likeness of men; and being found in fashion as a man." Here, with reference to "esteeming one another superior to themselves," he said this, "he emptied himself"; since if he was subjected, the matter was not of humility—unless he chose this of his own accord, unless of himself. For either he did not know that this had to happen, and he will be imperfect; or knowing it, he awaited the time of the deed—and he will be one who did not know the time; or if he knew both that it had to happen and when it had to happen, for whose sake did he submit to a command? To show his superiority. This is not to show the Father's superiority, but his own lowliness; for the name of the Father is not sufficient to show the Father's prerogatives; for apart from this, all things are the same to the Son; for that honor itself from the Father is not sufficient for the Son. What then do the heretics say? "Behold," they say, "he did not become man"—I mean those of Marcion—but what?
ἐν ὁμοιώματι, φησὶν, πῶς δέ ἐστιν ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι ; σκίαν περιβαλόμενον· οὐκ οὖν εἴδωλον τοῦτό ἐστιν, καὶ οὐκέτι ἀνθρώπου ὁμοίωμα, ἄνθρωπος ἕτερος· τί δὲ ἐρεῖς Ἰωάννῃ λέγοντι, “ ὁ λόγος σὰρξ “ ἐγένετο;” ἀλλὰ καὶ αὐτὸς οὗτός φησιν ὁ μακάριος ἀλλαχοῦ· “ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας.” “ καὶ σχήματι εὑρεθεὶς “ ἄνθρωπος·” ἰδοὺ φησὶν καὶ σχήματι καὶ ὡς ἄνθρωπος· τοῦτο δὲ ἔστιν ἄνθρωπος ἀληθῶς τὸ ὡς ἄνθρωπον εἶναι, καὶ τῷ σχήματι εἶναι ἄνθρωπον. τὸ γὰρ σχήματι εἶναι ἄνθρωπον οὐκ ἔστιν ἄνθρωπον εἶναι. ὁρᾶτε μεθ’ ὅσης ἐγὼ εὐγνωμοσύνης τὰ παρὰ τῶν
ἐχθρῶν τίθημι ; ἡ γὰρ λαμπρὰ νίκη καὶ ἐκ περιουσίας γινομένη αὕτη ἔστιν, ὅταν τὰ δοκοῦντα αὐτῶν ἰσχυρὰ εἶναι μὴ ἀποκρύπτωμεν· τοῦτο γὰρ ἀπάτη ἐστὶ μᾶλλον, ἣ νίκη. τι οὑν φασι ; πάλιν αὐτὰ ἀναλάβωμεν· τὸ σχήματι οὐκ ἔστι φύσει· καὶ τὸ ὡς ἄνθρωπον εἶναι, οὐκ ἔστιν ἄνθρωπον εἶναι· καὶ τὸ ἐν ὁμοιώματι ἀνθρώπου εἶναι, οὐκ ἔστι τοῦτο ἄνθρωπον εἶναι· τί οὐν ; ἄρα καὶ τὸ μορφὴν δούλου λαβεῖν, οὐκ ἔστι μορφὴν δούλου λαβεῖν ; οὐκοῦν μάχη ἐνταῦθα· καὶ διατὶ μὴ ἐκεῖνο σὺ πρότερος λύεις ; ὥσπερ γὰρ ταῦτα νομίζεις ἡμῖν ἀντικεῖσθαι· οὕτως καὶ ἡμεῖς φαμὲν ἐκεῖνο σοὶ ἀντικεῖσθαι· οὐ γὰρ εἶπεν ὡς μορφὴ δούλου, οὐδὲ ἐν σχήματι μορφῆς δούλου· ἀλλὰ μορφὴν δούλου ἔλαβε· τί οὖν ἔστι ; καὶ γὰρ μάχη ἐστίν. οὐδὲ μία μάχη· μὴ γένοιτο· ἀλλὰ τίς ὁ ψυχρὸς αὐτῶν λόγος καὶ καταγέλαστος. μορφὴν δούλου, φησὶν, ἔλαβεν, ὅτε τὸ λέντιον περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· τοῦτο μορφὴ δούλου ἐστίν. ἀλλ’ οὐκ ἔστι τοῦτο μορφὴ δούλου, ἀλλ’ ἔργον δούλου·
In the likeness, he says. But how is it that he came to be in the likeness of men? By clothing himself in a shadow. This, then, is not an image, and no longer a likeness of a man, but another man. But what will you say to John, who says, "The Word became flesh"? Yet this same blessed one also says elsewhere: "in the likeness of sinful flesh," and "being found in fashion as a man." Behold, he says both "in fashion" and "as a man." But this is truly a man—to be as a man, and to be a man in fashion. For to be a man in fashion is not to be a man. Do you see with what fairness I set down the arguments of the enemies? For the brilliant victory, and one that comes from abundance, is this: when we do not conceal what seems to them to be strong. For this is more deception than victory. What then do they say? Let us take up the same points again: "in fashion" is not by nature; and "to be as a man" is not to be a man; and "to be in the likeness of a man" is not this—to be a man. What then? Is it also the case that "to take the form of a servant" is not to take the form of a servant? Then here is a conflict. And why do you not first solve that? For just as you think these things stand against us, so we say that that stands against you. For he did not say "as the form of a servant," nor "in the fashion of the form of a servant," but "he took the form of a servant." What then is it? For there is a conflict. No, not even one conflict—may it not be! But what is their cold and ridiculous argument? He took the form of a servant, he says, when he girded himself with a towel and washed the feet of the disciples. This is the form of a servant. But this is not the form of a servant, but the work of a servant.
ἕτερον δέ ἐστιν ἔργον εἶναι δούλου, καὶ μορφὴν δούλου λαβεῖν· διατί γὰρ οὐκ εἶπεν ὅτι ἔργον ἐποίησε δούλου, ὡς σαφέστερον ἦν· οὐδαμοῦ δὲ ἐν τῇ γραφῇ μορφὴ ἀντὶ ἔργου εἴρηται· πολὺ γὰρ τὸ μέσον· τὸ μὲν γὰρ φύσεως ἔστι, τὸ δὲ ἐνεργείας· καὶ ἐν τῇ συνηθείᾳ δὲ οὐδαμοῦ τὴν μορφὴν ἀντὶ ἔργου λέγοντες λαμβάνομεν. Άλλως δὲ, οὐδὲ τὸ ἔργον ἔλαβε κατ’ ἐκείνους, οὐδὲ διεζώσατο· εἰ γὰρ φαντασία τὸ πρᾶγμα ἦν, οὐκ ἦν ἀλήθεια· εἰ μὴ χεῖρας εἶχε, πῶς ἔνιψεν; εἰ μὴ ὀσφῦν εἶχε, πῶς λέντιον περιεζώσατο; ἔλαβε γὰρ τὰ ἱμάτια αὐτοῦ φησίν· ὥστε οὐδὲ τὸ ἔργον ἐνταῦθα εὑρίσκεται γεγονός· ἀλλὰ πάντη ἐστὶ μόνον· οὐδὲ ἔνιψε τοὺς μαθητάς· εἰ γὰρ ἡ ἀσώματος φύσις οὐκ ἐφάνη, ἐν σώματι οὐκ ἦν· τίς οὖν τοὺς μαθητὰς ἔνιψε; τί οὖν πρὸς, Παῦλον τὸν Σαμωσατέα; τί γὰρ ἐκεῖνος φησὶ καὶ αὐτός; τὸ αὐτό· ἀλλ’ οὐκ ἔστι τοῦτο κένωσις τὸ φύσεως ὄντα ἀνθρωπίνης καὶ ἄνθρωπον ψιλὸν, νίψαι τοὺς ὁμοδούλους· ἃ γὰρ πρὸς Ἀρειανοὺς εἴπαμεν, ταῦτα καὶ πρὸς τούτους ῥητέον· οὐδὲν γὰρ ἀλλήλων διεστήκασιν, ἀλλ’ ἢ ὀλίγῳ χρόνῳ· καὶ γὰρ οὗτοι κἀκεῖνοι πτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ φασί.
But it is one thing to be a servant by nature, and another to take the form of a servant. For why did he not say that he did the work of a servant, which would have been clearer? Nowhere in Scripture is "form" used in place of "work," for there is a great difference between them: the one belongs to nature, the other to activity. And in common usage we never take "form" in place of "work." Moreover, according to them he did not even take the work, nor did he gird himself. For if the matter was an appearance, it was not truth. If he did not have hands, how did he wash? If he did not have a waist, how did he gird himself with a towel? For it says, he took his garments. So not even the work is found to have taken place here; but in every way it is only [appearance]. Nor did he wash the disciples' feet. For if the incorporeal nature did not appear, it was not in a body. Who then washed the disciples? What then is this in reply to Paul of Samosata? For what does he himself say? The same thing. But this is not kenosis—for one who is of human nature and a mere man to wash his fellow servants. For what we said against the Arians, the same must be said against these as well, for they differ from one another in nothing except a little time; for both these and those say that the Son of God is a creature.
τί οὖν ἐροῦμεν πρὸς αὐτοὺς ; εἰ ἄνθρωπος ὢν οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ, οὐκ ἐπαινετός· τὸ μὲν γὰρ Θεὸν ὄντα, ἄνθρωπον γενέσθαι, πολλὴ ταπείνωσις, κένωσις ἀνεκδιήγητος· τὸ δὲ ἄνθρωπον ὄντα τὰ τῶν ἀνθρώπων ποιεῖν, ποῖα ταπείνωσις; ποῦ δὲ μορφὴ Θεοῦ ἔργον Θεοῦ λέγεται ; εἰ γὰρ ἄνθρωπος ἦν ψιλὸς, καὶ διὰ τὰ ἔργα λέγεται μορφὴ Θεοῦ, διατί μὴ καὶ ἐπὶ Πέτρου τὸ αὐτὸ ποιοῦμεν ; μείζονα γὰρ αὐτοῦ εἰργάσατο· διατί μὴ καὶ ἐπὶ Παύλου λέγεις, ὅτι μορφὴν Θεοῦ εἶχε ; διατὶ μὴ καὶ παρ’ ἑαυτοῦ τὸ παράδειγμα εἰσήνεγκε Παῦλος, ὁ μυρία πράξας δουλικὰ, καὶ μηδὲ παραιτησάμενος λέγειν, “ οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν· ἀλλ’ ἢ Ἰησοῦν “ Χριστὸν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ;” γέλως ταῦτα καὶ φλυαρία· πῶς ἐκένωσεν ἑαυτὸν εἶπε, καὶ τι ἡ κένωσις τί ἡ ταπείνωσις ; ἣ ἐπειδὴ θαύματα εἰργάσατο, τοῦτο ἐποίησε καὶ Παῦλος καὶ Πέτρος· ὥστε τοῦ Υἱοῦ τοῦτο ἐξαίρετον. Τί οὖν ἐστιν “ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος ; πολλὰ εἶχεν ἡμέτερα, πολλὰ δὲ οὐκ εἶχεν· οἷον ἀπὸ συνουσίας οὐκ ἐτέχθη, ἁμαρτίαν οὐκ ἐποίησε· ταῦτα ὑπῆρχεν αὐτῷ, ἃ μηδενὶ τῶν ἀνθρώπων· οὐκ ἦν τὸ φαινόμενον, ἀλλὰ καὶ θεότης ἡνωμένη σαρκί· ἐφαίνετο γὰρ ἄνθρωπος· οὐκ ἦν δὲ τοῖς πολλοῖς ὅμοιος. τὴν γὰρ σάρκα, ὅμοιος ἦν· ψιλὸς δὲ ἄνθρωπος οὐκ ἦν· διὰ τοῦτο φησὶν, “ ἐν ὁμοιώματι ἀνθρώπων·” ἐν ἡμῖν μὲν γὰρ ψυχὴ καὶ σῶμα, ἐν δὲ ἐκείνῳ, Θεὸς καὶ ψυχ,ὴ καὶ σῶμα. διὰ τοῦτό φησι μὲν “ “ ματι,” ἵνα γὰρ μὴ ἀκούσας ὅτι ἐκένωσεν ἑαυτὸν, μεταβολὴν νομίσῃς καὶ μετάπτωσιν, ἢ καὶ ἀφανισμὸν τινὰ, μένων, φησὶν, ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν·
What then shall we say to them? If, being a man, he did not snatch at being equal to God, he is not praiseworthy; for the fact that, being God, he became a man is great humility, an indescribable emptying; but the fact that, being a man, he does the things of men—what sort of humility is that? And where is the form of God called the work of God? For if he was a mere man, and because of his works he is called the form of God, why do we not do the same also in the case of Peter? For he did greater works than he; why do you not say also of Paul that he had the form of God? Why did not Paul himself introduce the example, he who did countless servile acts, and did not even decline to say, "For we do not preach ourselves, but Jesus Christ as Lord, and ourselves as your servants for Jesus' sake"? This is laughter and nonsense. How did he say that he emptied himself, and what is the emptying? What is the humility? Since he worked wonders, Paul and Peter did this too; so that this is exceptional to the Son. What then is "being made in the likeness of men"? He had many things that are ours, but many things he did not have; for instance, he was not born from sexual union, he did not commit sin; these things belonged to him which belonged to no man; what appeared was not [mere humanity], but also divinity united with flesh; for he appeared as a man, but he was not like the many. For in the flesh he was like; but he was not a mere man; therefore he says, "in the likeness of men"; for in us there is soul and body, but in him there is God and soul and body. Therefore he says "in the likeness of men," so that, having heard that he emptied himself, you might not suppose a change and alteration, or even some annihilation; remaining, he says, what he was, he took what he was not.
καὶ σὰρξ γενόμενος, ἔμεινε Θεὸς Λόγος ὤν· ὥστε κατὰ τοῦτο ὅμοιος ἀνθρώπῳ· καὶ διὰ τοῦτο φησὶν “ ἐν σχήματι.” οὐχ ἡ φύσις μετέπεσεν, οὐ δὲ σύγχυσις τίς ἐγένετο, ἀλλὰ σχῆμα περιέθετο· εἰπὼν γὰρ ὅτι μορφὴν δούλου ἔλαβεν, ἐθάρρησε λοιπὸν καὶ ταῦτα εἰπεῖν, ὡς ἐκείνου πάντα ἐπιστομίζοντος· ἐπεὶ καὶ ὅταν λέγῃ “ ἐν ὁμοιώματι σαρκὸς ἀμαρτίας,” οὐ τοῦτο φησὶν, ὅτι σάρκα οὐκ εἶχεν· ἀλλ’ ὅτι ἡ σὰρξ ἐκείνη οὐχ ἥμαρτεν, ἀλλ’ ὁμοία ἦν τῇ ἁμαρτωλῇ. κατὰ τί ὁμοία ; κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν κακίαν· διὰ τοῦτο ὁμοία ἁμαρτωλῆς σαρκός. ὥσπερ οὖν ἐκεῖ τὸ ὅμοιον, διὰ τὸ μὴ πάντα εἶναι ἴσον· οὕτως καὶ ἐνταῦθα ὁμοίωμα, διὰ τὸ μὴ πάντα εἶναι· οἷον τὸ μὴ ἐκ συνουσίας, τὸ χωρὶς
ἁμαρτίας, τὸ μὴ ψιλὸν ἄνθρωπον. καλῶς εἶπεν “ ὡς ἄνθρωπος·” οὐ γὰρ ἦν εἷς τῶν πολλῶν· οὐ γὰρ εἰς ἄνθρωπον μετέπεσεν ὁ Θεὸς Λόγος· οὐδὲ ἡ οὐσία μετεβλήθη, ἀλλ’ ὡς ἄνθρωπος ἐφάνη· οὐ φαντασιοκοπῶν ἡμᾶς, ἀλλὰ παιδεύων εἰς ταπεινοφροσύνην. Ὅταν οὖν εἴπῃ ὡς ἄνθρωπος, τοῦτο φησὶν, ἐπεὶ καὶ ἀλλαχοῦ οὐ φησὶν αὐτὸν ὡς ἄνθρωπον, ὅταν λέγῃ· “ εἷς Θεὸς, εἷς καὶ μεσίτης, ἄνθρωπος Χριστὸς Ιησοῦς·” εἴρηται καὶ τὰ περὶ τούτους· καὶ πρὸς τοὺς μὴ λέγοντας δὲ ἀνειληφέναι ψυχὴν, ἀναγκαῖον εἰπεῖν. εἰ ἡ μορφὴ τοῦ Θεοῦ, τέλειος Θεός· καὶ ἡ μορφὴ τοῦ δούλου, τέλειος δοῦλος· πάλιν πρὸς Ἀρειανοὺς ἐνταῦθα· οὐδαμοῦ τὸ ἐγένετο, οὐδαμοῦ τὸ ἔλαβεν· “ ἀλλ’ ἐν μορφῇ Θεοῦ ὑπάρχων,” φησὶν “ οὐχ ἀρπαρμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·” ἐνταῦθα περὶ τῆς ἀνθρωπότητος τὸ “ ἔλαβεν” καὶ “ ἐγένετο·” τοῦτο ἐγένετο, τοῦτο ἔλαβεν, ἐκεῖνο ὑπῆρχεν. μὴ συγχέωμεν·
And having become flesh, he remained God the Word being; so that in this respect he is like a man; and therefore he says "in form." The nature did not change, nor did any confusion occur, but he put on a form; for having said that he took the form of a servant, he was bold thereafter to say these things as well, since that one silences all things; since even when he says "in the likeness of sinful flesh," he does not say this, that he did not have flesh; but that that flesh did not sin, but was like sinful flesh. In what way like? In nature, not in wickedness; therefore like sinful flesh. Just as therefore there the "like" is because not all things are equal; so also here "likeness" is because not all things are; for example, not from intercourse, without sin, not a mere man. Well did he say "as a man;" for he was not one of the many; for God the Word did not change into a man; nor was the essence changed, but he appeared as a man; not deceiving us with phantasms, but teaching us humility. When therefore he says "as a man," he says this, since elsewhere he does not say him "as a man," when he says: "one God, one also mediator, the man Christ Jesus;" and the things concerning these have been said; and against those who do not say that he took a soul, it is necessary to speak. If the form of God, perfect God; and the form of a servant, perfect servant; again against the Arians here; nowhere "became," nowhere "took;" "but being in the form of God," he says "he did not consider it robbery to be equal with God;" here concerning the humanity "took" and "became;" this became, this took, that was. Let us not confuse them;
ἀλλὰ μηδὲ διϊστῶμεν· εἷς Θεὸς, εἷς Χριστὸς Ἰησοῦς Υἱὸς Θεοῦ· τὸ δὲ εἷς, ὅταν λέγω, ἕνωσιν λέγω· οὐ σύγχυσιν τῆς φύσεως ταύτης ἐκείνην μεταπεσούσης ἀλλ’ ἡνωμένης. Ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου· θανάτου δὲ σταυροῦ. Ἰδοὺ, φησὶν, ὑπήκοος γέγονεν ἑκὼν, οὐκ ἴσος ἦν τῷ ᾧ ὑπήκουσεν. οὐδὲν τοῦτο αὐτὸν ἐλαττοῖ, ᾧ ἀγνώμονες καὶ ἀνόνητοι· ἐπεὶ καὶ φίλοις ὑπακούομεν ἡμεῖς, καὶ οὐδὲν τοῦτο ποιεῖ. ὡς Υἱὸς Πατέρι ὑπήκουσεν· καὶ οὐκ εἰς δουλικὸν ἀξίωμα καταπεσών· ἀλλὰ τοῦτο αὐτῷ μάλιστα φυλάττων τῆς γνησιότητος τὸ θαῦμα, τῇ πολλῇ περὶ τὸν Πατέρα τιμὴ· ἐτίμησεν τὸν Πατέρα, οὐχ ἵνα σὺ αὐτὸν ἀτιμάσῃς, ἀλλ’ ἵνα μᾶλλον θαυμάσῃς· ἵνα καὶ ἀπὸ τούτου μάθῃς, ὅτι γνήσιος Υἱὸς τῷ μάλιστα πάντων τὸν Πατέρα τετιμηκέναι· οὐδεὶς οὕτως ἐτίμησε τὸν Θεόν· ὅσον εἶχεν ὕψος, τοσαύτην ταπείνωσιν ὑπέστη ἀντίρροπον· ὥσπερ πάντων ἐστὶ μείζων καὶ οὐδεὶς αὐτῷ ἴσος, οὕτω καὶ τῇ περὶ τὸν Πατέρα τιμῇ πάντας ἐνίκησεν· οὐκ ἀναγκασθεὶς οὐδὲ ἄκων, ἀλλὰ καὶ τοῦτο τῆς ἀρετῆς αὐτοῦ· ἣ οὐκ ἔχω πῶς εἴπω· βαβαῖ, μέγα καὶ τὸ δοῦλον γενέσθαι καὶ σφόδρα ἄρρητον· τὸ δὲ καὶ θάνατον ὑποστῆναι πάλιν πολλῷ πλεόν. ἔστιν καὶ ἕτερόν τι τούτου μεῖζον καὶ παραδοξότερον. διατί ; ὅτι
But let us not even divide them: one God, one Christ Jesus, Son of God. And when I say "one," I mean union, not confusion of nature, as though that nature had changed into the other, but rather had been united. He humbled himself, becoming obedient unto death, even death on a cross. Behold, he says, he became obedient willingly; he was not equal to the one whom he obeyed. This does not diminish him in any way—for whom? For the ungrateful and foolish; since we too obey friends, and this does nothing to us. As a Son he obeyed the Father, and did not fall into the rank of a slave; but this above all preserves for him the wonder of his genuineness—the great honor he shows toward the Father. He honored the Father, not so that you might dishonor him, but so that you might rather marvel; so that from this too you might learn that a genuine Son is shown by honoring the Father most of all. No one honored God in this way: as great as was the height he possessed, so great a humiliation he underwent in equal measure. Just as he is greater than all and no one is equal to him, so also in the honor shown to the Father he surpassed all—not compelled nor unwilling, but this too is a mark of his virtue, which I cannot express how to describe. Alas, it is a great thing even to become a slave, and utterly ineffable; but to undergo death as well is again far greater. There is also something else greater than this and more paradoxical. Why? Because
οὐχ ἅπας θάνατος ὅμοιος· οὗτος γὰρ ὁ πάντων ἐπονειδιστικώτερος εἶναι ἐδόκει· οὗτος ὁ αἰσχύνης γέμων, οὗτος ὁ ἐπάρατος· “ “ κατάρατος γὰρ,” φησὶν, “ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.” τοῦτο καὶ Ἰουδαῖοι τούτω ἐσπούδασαν αὐτὸν ἀνελεῖν ὥστε καὶ ἐπονείδιστον ἐργάσασθαι· ἵνα εἰ καὶ τῷ ἀναιρεθῆναι μηδεὶς ἀπέχηται αὐτοῦ, ἀλλά γε τῷ οὕτως ἀναιρεθῆναι. διὰ τοῦτο καὶ λῃστὰς δύο μεταξὺ αὐτοῦ ἐσταύρωσαν, ἵνα κοινωνήσῃ τῆς δόξης αὐτοῖς καὶ πληρωθῇ τὸ εἰρημένον, “ καὶ μετὰ ἀνόμων ἐλογίσθη·” ἀλλὰ τοσούτῳ μᾶλλον ἡ ἀλήθεια λάμπει· ὅταν γὰρ τοσαῦτα ᾖ μηχανήματα παρὰ τῶν ἐχθρῶν κατὰ τῆς δόξης αὐτοῦ γινόμενα, διαλάμπει δὲ, τοσούτῳ μεῖζον δείκνυται· οὐ γὰρ τῷ ἀποκτεῖναι, ἀλλὰ καὶ τῷ οὕτως ἀποκτεῖναι ᾤοντο βδελυκτὸν αὐτὸν ἐργάσασθαι, καὶ πάντων ἀποφαίνειν βδελυκτότερον· οὕτως δὲ μιαροί τινες ἦσαν ἀμφότεροι οἱ λῃσταί· ὕστερον γὰρ ὁ εἷς μετεβάλετο· ὅτι καὶ ἐν σταυρῷ ὄντες ὠνείδιζον αὐτῷ· καὶ οὔτε τὸ συνειδὸς τῶν ἰδίων ἁμαρτημάτων, οὔτε τὸ ἐν κολάσει εἶναι, οὔτε τὸ καὶ αὐτοὺς τὰ αὐτὰ πάσχειν κατεῖχεν αὐτῶν τὴν μανίαν· ὅπερ οὖν καὶ εἷς τῷ ἑνὶ εἶπεν· “ οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, ὅτι ἐν τῷ αὐτῷ κρίματι ἐσμέν;” διὸ φησιν “ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχα- “ ρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι “ Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ.” Οταν τῆς σαρκὸς ἐπιλάθηται ὁ μακάριος Παῦλος πάντα λοιπὸν τὰ ταπεινὰ μετὰ ἀδείας φθέγγεται· ἕως μὲν γὰρ οὐκ ἔλεγεν ὅτι μορφὴν δούλου ἔλαβεν, ἀλλὰ περὶ τῆς θεότητος διελέγετο·
Not every death is the same; for this one seemed to be the most shameful of all; this one is full of disgrace, this one is accursed: “For accursed,” he says, “is everyone who hangs on a tree.” This is what the Jews were eager to accomplish against him, so as even to make him a reproach, so that even if no one were deterred from him by the mere fact of his being killed, they might at least deter them by his being killed in this way. For this reason they also crucified two robbers between him, so that he might share in their disgrace and what was spoken might be fulfilled: “And he was reckoned with the lawless.” But by so much the more does the truth shine forth; for when so many schemes are devised by his enemies against his glory, and it shines through all the more, it is shown to be so much greater. For they thought to make him abominable not by killing him, but by killing him in this way, and to declare him more abominable than all. And both robbers were defiled in this way; for later one of them changed. For even while on the cross they were reviling him; and neither the consciousness of their own sins, nor their being under punishment, nor their suffering the same things themselves restrained their madness; which indeed one said to the other: “Do you not fear God, since you are in the same condemnation?” Therefore he says, “And God highly exalted him, and gave him the name that is above every name, so that at the name of Jesus Christ every knee should bow.”
When blessed Paul forgets the flesh, he thereafter utters all humble things with boldness; for as long as he did not say that he took the form of a slave, but was discoursing about the divinity—
ὅρα πῶς ὑψηλῶς λέγων κατὰ δύναμιν, κατὰ γὰρ τὴν ἀξίαν οὐ φθέγγεται τὴν αὐτοῦ, οὐδὲ γὰρ δύναται· “ ἐν μορφῇ,’’ φησὶ, “ Θεοῦ ὑπάρχων, οὐκ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·’’ ἐπειδὴ δὲ εἶπεν, ὅτι ἐνηνθρώπησε, λοιπὸν ἀδέως τὰ ταπεινὰ φθέγγεται, θαρρῶν ὡς οὐδὲν βλάπτει τὴν θεότητα τὸ ταπεινὰ λέγεσθαι, τῆς σαρκὸς αὐτὰ δεχομένης. Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Eἴπωμεν πρὸς τοὺς αἱρετικοὺς, εἰ περὶ τοῦ μὴ σαρκωθέντος ταῦτα λέγεται, εἰ περὶ τοῦ Θεοῦ Λόγου, πῶς αὐτὸν ὑπερύψωσεν ; ὡς πλέον τί δεδωκώς ; οὐκ οὖν ἀτελὴς ἦν. καὶ δι’ ἡμᾶς ἐτιμήθη· καὶ εἰ μὴ ἡμᾶς εὐεργέτησεν, οὐκ ἃν ἔτυχε τῆς τιμῆς. " καὶ ἐχα- “ ρίσατο αὐτῷ φησὶν ὄνομα· ἰδοὺ οὐδὲ ὄνομα ἔχει κἀς ὑμᾶς πῶς δὲ εἰ ὀφειλὴν ἔλαβεν, εὑρίσκεται ἐνταῦθα χάριτι καὶ δωρεᾷ λαβὼν καὶ τὸ ὄνομα καὶ τὸ ὑπὲρ πᾶν ὄνομα ; ποῖον δὲ ἴ’ δῶμεν καὶ τὸ ὄνομα; “ ἵνα ἐν τῷ ὀνόματι Ἱησοῦ Χριστοῦ πᾶν γόνυ “ κάμψῃ·” ὄνομα αὐτοὶ τὴν δόξαν λέγουσιν. αὕτη οὖν ἡ δόξα ὑπὲρ πᾶσαν δόξαν ἐστι δόξα δὲ ὅλως ἐστὶ τὸ προσκυνεῖν αὐτῷ πόρρω ἀπέχετε τῆς τοῦ Θεοῦ μεγαλειότητος ὑμεῖς, οἱ νομίζοντες εἰδέναι ’τον Θέον ὡς αὐτὸς οἱδεν ἑαυτὸν καὶ ἄπο τούτου μὲν δῆλον ὅσον ἀπέχετε τῆς ἐννοίας τῆς περὶ Θεοῦ· δῆλον δὲ ἐκ τούτου· αὕτη δόξα ἐστιν εἰπέ μοι ; οὐκ οὖν πρὶν ἣ τοὺς ἀνθρώπους γενέ- σθαι, πρὶν ἣ τοὺς ἀγγέλους, πρὶν ἣ τοὺς ἀρχαγγέλους, οὐκ ἦν ἐν δόξῃ, εἴγε ἀυτὴ έστὶ μὴ δόξα ὴ ὺπὲρ πᾶσαν τὴν δόξαν τοῦτο γὰρ έστί ἄν ὄνομα·
See how sublimely he speaks, as far as he is able; for he does not utter things according to his own worth, nor indeed can he. "Being," he says, "in the form of God, he did not consider it robbery to be equal with God." But since he said that he became man, thereafter he speaks humbly without fear, confident that being spoken of humbly does no harm to the divinity, since the flesh receives these things. That at the name of Jesus Christ every knee should bow, of things in heaven and on earth and under the earth, and every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father. Let us say to the heretics: if these things are said of him who was not made flesh, if of God the Word, how did he exalt him? As having given something more? He was not, then, imperfect. And for our sake he was honored; and if he had not benefited us, he would not have obtained the honor. "And he granted him," he says, "a name." Behold, according to you he does not even have a name. But how, if he received it as a debt, is he found here receiving by grace and gift both the name and the name above every name? And what name shall we say it is? "That at the name of Jesus Christ every knee should bow." They themselves say the name is glory. This glory, then, is above all glory, and glory altogether is worshiping him. You are far from the majesty of God, you who think you know God as he himself knows himself; and from this it is clear how far you are from the conception of God; and it is clear from this: tell me, is this glory? Before men came to be, then, before the angels, before the archangels, he was not in glory, if indeed this is not glory—that which is above all glory; for this is the name.
εἰ καὶ ἐν δόξῃ ἢν, ἀλλ’ ἐν ἐλάττονι ταύτης. οὐκ οὖν τὰ ὄντα διὰ τοῦτο ἐποίησεν, ἵνα ἐν δόξῃ γένηται ’, καὶ οὐκέτι ἀγαθότητι, ἀλλὰ δεόμενος τῆς παρ’ ἡμῶν δόξης. ὁρᾶτε τὴν ἄνοιαν ; ἃν μὲν οὖν περὶ τοῦ σαρκωθέντος ταῦτα ἔλεγεν, ἔχει λόγον εἰκότα· ἀνέχεται γὰρ ὁ Θεὸς Λόγος περὶ τῆς σαρκὸς ταῦτα λέγεσθαι· οὐ γὰρ τῆς φύσεως ἅπτεται, ἀλλὰ περὶ τὴν οἰκονομίαν τὸ πὰν ἵσταται. Τί δέ ἐστιν “ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων ;" τουτέστιν ὁ κόσμος πᾶς, καὶ ἄγγελοι καὶ ἄνθρωποι, καὶ δαίμονες· ἣ ὅτι καὶ οἱ δίκαιοι, καὶ οἱ ζῶντες καὶ οἱ ἁμαρτωλοί. Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Τουτέστιν ἵνα πάντες τοῦτο εἴπωσι· τοῦτο δὲ δόξα τοῦ Πατρός· ὁρᾷς πανταχοῦ ὅταν ὁ Υἱὸς δοξάζηται, τὸν Πατέρα δοξαζόσοξαζόμενόν ; οὕτω καὶ ὅταν ἀτιμάζηται ὁ Υἱὸς, ὁ Πατὴρ ἀτιμάζεται. εἰ γὰρ ἐφ’ ἡμῶν τοῦτο, ἔνθα πολὺ τοῖς πατράσι πρὸς τοὺς υἱοὺς τὸ μέσον, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ, ἔνθα μέσον οὐδ̀οὲν, ἐπ’ αὐτὸν διαβαίνει καὶ ἡ τιμὴ καὶ ἡ ὕβρις· ἃν γὰρ ἡ οἰκουμένη
Even if he was in glory, yet in less glory than this. He did not, then, make the things that exist for this reason, so that he might come to be in glory, and no longer by goodness, but needing glory from us. Do you see the folly? If he was saying these things about the one who became flesh, it has a plausible reason; for God the Word allows these things to be said about the flesh; for it does not touch the nature, but the whole stands concerning the economy. But what is “of things in heaven and on earth and under the earth”? That is, the whole world, both angels and men and demons; or that both the righteous and the living and the sinners. And every tongue will confess that Jesus Christ is Lord, to the glory of God the Father. That is, so that all may say this; and this is the glory of the Father. Do you see that everywhere, when the Son is glorified, the Father is glorified? So too, when the Son is dishonored, the Father is dishonored. For if this is so in our case, where there is a great difference between fathers and sons, much more in the case of God, where there is no difference at all, both the honor and the insult pass over to him; for if the inhabited world
ὑποταγῇ τῷ Υἱῷ, φησὶν, τοῦτο τοῦ Πατρὸς ἐστι δόξα. οὐκ οὖν καὶ ὅταν λέγωμεν ὅτι τέλειός ἐστιν, ἀνενδεὴς, οὐκ ἐλάττων τοῦ Πατρὸς, τοῦτο δόξα τοῦ Πατρὸς, ὅτι τοιοῦτον ἐγέννησε· τοῦτο καὶ τῆς δυνάμεως αὐτοῦ τεκμήριον μέγα καὶ τῆς ἀγαθότη- τος καὶ τῆς σοφίας· ὅτι οὐδὲν ἐλαττοῦται κατὰ τὴν σοφίαν· ὅταν εἴπω ὅτι σοφός ἐστιν ὁ Πατὴρ, καὶ οὐδὲν ἐλάττων ὁ Τίός, τοῦτο τῆς τοῦ Πατρὸς σοφίας τεκμήριον. ὅταν εἴπω, ὅτι δυνατός ἐστιν ὡς ὁ Πατὴρ, τοῦτο τῆς δυνάμεως αὐτοῦ τεκμήριον. ὅταν εἴπω ὅτι ἀγαθός ἐστιν ὡς ὁ Πατὴρ, τοῦτο δεῖγμα τῆς ἀγαθότητος αὐτοῦ μέγιστον· ὅτι τοιοῦτον ἐγέννησεν οὐδὲν αὐτοῦ ἀποδέοντα. ὅταν εἴπω ἐλάττονα κάτα τὴν οὐσίαν, ἀλλ’ ἴσον οὐδὲ ἑτέρας οὐσίας· καὶ ἐν τούτῳ πάλιν τὸν Θεὸν θαυμάζω, καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ὅτι ἄλλον ἡμῖν τοιοῦτον ἔδειξεν ἐξ αὐτοῦ, πλὴν τοῦ Πατέρα εἶναι τὸν Υἰόν. ὥστε ὅσα ἃν εἴπω μεγάλα περὶ τοῦ Υἱοῦ, ταῦτα εἰς τὸν Πατέρα διαβαίνει· εἰ γὰρ τὸ εὐτελὲς τοῦτο καὶ μικρὸν, μικρὸν γάρ ἐστι πρὸς τὴν τοῦ Θεοῦ δόξαν, τὸ τὴν οἰκουμένην αὐτῷ προσκυνῆσαι, εἰς δόξαν Θεοῦ γίνεται· πόσῳ μᾶλλον τὰ ἄλλα πάντα. (Σευηριανόσ.) Ἁλλος φησὶν, " καὶ σχήματι εὑρεθεὶς ὡς ἄν- Θρωπος" τὸ “ούχ ὸμοιώσεώς ἀλλ’ ἐπιτάσεως οἶον ἐστι τὸ ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ. καὶ ὡς ἀγάπησα “ τὸν νόμον σου Κύριε·” ἀντὶ τοῦ πάνυ ἀγάπησα. (Θεόδωποσ.) Καὶ ἄλλος δὲ φησὶν, κένωσιν ἡ θεία γραφὴ φησιν τὸ μηδὲν ὡς τυ κεκένωται ὴ πίστις, ἀντὶ του οὐδὲν ἀπέφανται· καὶ “ κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν,” ἀντὶ τοῦ οὐδὲν καὶ εἰκαῖον·
In subjection to the Son, he says, this is the Father's glory. Therefore also when we say that he is perfect, without need, not less than the Father, this is the Father's glory, that he begot such a one; this is also a great proof of his power and of his goodness and of his wisdom: that he is in no way less in wisdom. When I say that the Father is wise, and the Son is in no way less, this is a proof of the Father's wisdom. When I say that he is powerful as the Father, this is a proof of his power. When I say that he is good as the Father, this is the greatest demonstration of his goodness: that he begot such a one, lacking nothing of him. When I say that he is less in essence—but no, he is equal and not of another essence; and in this again I marvel at God, and at his power and his goodness and his wisdom, that he showed us another such as himself from himself, except that the Son is not the Father. So that whatever great things I say about the Son, these pass over to the Father; for if this cheap and small thing—for it is small compared to the glory of God—namely, that the whole world should worship him, becomes glory to God, how much more all the other things. (Severianus.) Another says, "and found in fashion as a man": the "as" is not of likeness but of intensification, as in "God is good to Israel," and "how I have loved your law, O Lord," instead of "I have greatly loved it." (Theodotus.) And another says, the divine Scripture calls "emptying" the fact that the faith is in no way emptied, instead of "nothing has appeared"; and "our preaching is therefore empty," instead of "nothing and vain."
τὸ οὖν “ ἑαυτὸν ἐκένωσεν." ἀντὶ τοῦ οὐκ ἔδειξεν ἑαυτόν· μορφὴν γὰρ δούλου λαβὼν τὴν ἀξίαν ἐκείνην ἀπέκρυψεν· τοῦτο τοῖς ὁρῶσιν εἶναι νομιζόμενος, ὅπερ ἐφαίνετο. 2 Ὤστε ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε. τὰς παραινέσεις μετὰ ἐγκωμίων δεῖ ποιεῖσθαι· οὕτω γὰρ καὶ εὐπαράδεκτοι γίνονται, ὅταν πρὸς τὸν οἰκεῖον ζῆλον καλῶμεν τοὺς παραινουμένους· οἷον καὶ Παῦλος ἐνταῦθα ἐποίησεν. καὶ θέα πῶς συνετῶς· “ ὥστε ἀγαπητοί μου,” φησὶν, οὐκ εἶπεν ἁπλῶς ὅτι ὑπακούετε· ἀλλὰ πρότερον ἐπαινέσας, καὶ εἰπὼν “ πάντοτε ὑπη-
“ κούσατε·” τουτέστιν μιμεῖσθαι παρακαλῶ, οὐχ ἑτέρους ἀλλ’ ὑμὰς αὐτοὺς. Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῆ ἀπουσίᾳ μου. Ὅτε μὲν ἴσως ἐδοκεῖτε διὰ τὴν εἰς ἐμὲ τιμὴν καὶ τὴν αἰδῶ πάντα ποιεῖν· νυνὶ δὲ οὐκέτι· ἐὰν οὖν δεχθῇ ὅτι νῦν ἐπετείνατε, δείκνυτε ὅτι καὶ τότε οὐ δι’ ἐμὲ, ἀλλὰ διὰ τὸν Θεόν. Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν Οὐ γὰρ ἔνι τὸν χωρὶς φόβου ζῶντα γενναῖόν τι καὶ θαυμαστὸν ἐπιδείξασθαι. καὶ οὐχ ἅπλως εἶπεν φόβου, ἀλλὰ καὶ τρόμου· ὅπερ ἐπίτασίς ἐστι τοῦ φόβου. τοῦτον εἶχεν τὸν φόβον ὁ Παῦλος· διὰ τοῦτο καὶ ἔλεγεν, “ φοβοῦμαι μὴ πῶς ἄλλοις κηρύξας, αὐτὸς ἀδό- “ κιμος γένωμαι·” εἰ γὰρ τὰ βιωτικὰ κατορθῶσαι φόβου χωρὶς οὐκ ἔνι, πολλῷ μᾶλλον τὰ πνευματικά. καὶ οὐκ εἶπεν ἐργάζεσθε, ἀλλὰ “ κατεργάζεσθε·’’ τουτέστιν μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς ἐπιμελείας. Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Μῆ φόβου, φησὶν, ὅτι εἶπον “ μετὰ φόβου καὶ τρόμου·” οὐ διὰ τοῦτο εἶπον ἵνα ἀπαγορεύῃς·
Therefore "he emptied himself" means he did not show himself; for taking the form of a servant, he concealed that dignity, being considered by those who saw him to be this very thing which he appeared. 2 So then, my beloved, just as you have always obeyed. Exhortations must be made together with commendations; for in this way they also become readily acceptable, when we call those being exhorted to their own zeal; as indeed Paul did here. And observe how wisely: "So then, my beloved," he says—he did not say simply that you obey, but first praised them, and said "always you have obeyed"; that is, I urge you to imitate, not others but yourselves. Not only as in my presence, but much more in my absence. At that time perhaps you seemed to do all things because of the honor and reverence toward me; but now no longer; if then it is accepted that you have now stretched forward, you show that even then it was not because of me, but because of God. With fear and trembling work out your own salvation. For it is not possible for one who lives without fear to display anything noble and wonderful. And he did not say simply "fear," but also "trembling," which is an intensification of fear. Paul had this fear; therefore he also said, "I fear lest somehow, having preached to others, I myself should become disqualified." For if it is not possible to accomplish worldly things without fear, much more spiritual things. And he did not say "work," but "work out," that is, with great zeal and diligence. For God it is who works in you both to will and to work for his good pleasure. Do not, he says, because I said "with fear and trembling," think that I said this so that you might give up.
ἵνα δυσέφικτόν τι εἶναι νομίσῃς τὴν ἀρετὴν, ἀλλ’ ἵνα προσέχῃς· ἵνα μὴ διαχέῃς σαυτόν. ἃν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάζεται· εἰ τὸ θέλειν ἡμῖν αὐτὸς, φησὶν, ἐνεργεῖ, πῶς ἡμῖν παρακελεύεις ; εἰ γὰρ καὶ τὸ θέλειν αὐτὸς ποιήσει, εἰκῆ ἡμῖν λέγεις ὅτι ὑπηκούσατε· Θεοῦ γὰρ τὸ ὅλον ἐστίν. οὐ διὰ τοῦτο εἶπον· αὐτὸς γάρ ἐστιν ὁ ἐνεργῶν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν· ἀλλ’ ἐκλῦσαι τὴν ἀγωνίαν ὑμῖν βουλόμενος· ἃν θελήσῃς, τότε ἐνεργήσει τὸ θέλειν· μὴ φοβηθῇς, οὐδὲν κάμνεις· καὶ προθυμίαν αὐτὸς ἡμῖν δι’ δῶσι καὶ ἐργασίαν· ὅταν γὰρ θελήσωμεν, αὔξει τόθ’ ἑλεῖν ἡμῶν λοιπόν. οἷον βούλομαι ἀγαθότητι ἐργάσασθαι· ἐνήργησεν αὐτὸ τὸ ἀγαθόν· ἐνήργησεν δι’ αὐτοῦ καὶ τὸ θέλειν. ἣ ἀπὸ πολλῆς εὐλαβείας τοῦτό φησιν· ὥσπερ ὅταν κατορθώματα τὰ ἡμέτερα χαρίσματα εἶναι λέγει· ὥσπερ οὖν λέγων αὐτὰ χαρίσματα, οὐκ ἐξωθεῖ ἡμᾶς τοῦ αὐτεξουσίου, ἀλλ’ ἀφίησιν ἐν ἡμῖν τὸ αὐτεξούσιον· οὕτως
ὅταν λέγῃ ἐνεργεῖν ἐν ἡμῖν τὸ θέλειν, οὐκ ἀφαιρεῖται ἡμᾶς τοῦ αὐτεξουσίου, ἀλλὰ δείκνυσιν ὅτι ἀπὸ τοῦ κατορθοῦν πολλὴν εἰς τὸ θέλειν λαμβάνομεν προθυμίαν. ἔδωκας ἐλεημοσύνην, μᾶλλον προετράπης δοῦναι· οὐκ ἔδωκας, μᾶλλον ἐνήργησας· ἐσωφρόνησας μιὰν ἡμέραν, ἔχεις προτροπὴν καὶ εἰς τὴν δευτέραν· ἐραθύμησας, ἐπέτεινας τὴν ῥαθυμίαν. “ ὑπὲρ τῆς εὐδοκίας” φησὶν, τουτέστιν διὰ τὴν ἀγάπην, διὰ τὴν ἀρέσκειαν αὐτοῦ, ἵνα τὰ δοκοῦντα αὐτῷ γένηται· ἵνα κατὰ τὴν θέλησιν αὐτοῦ γένηται. ἐνταῦθα δείκνυσιν ὅτι πάντως ἐνεργεῖ· θέλει γὰρ ὑμᾶς ὡς αὐτὸς βούλεται, ζῆν. εἰ δὲ βούλεται, πρὸς δὲ τοῦτο αὐτὸς ἐνεργεῖ, καὶ τοῦτο πάντως ἐνεργήσει·
So that you may not think virtue is something difficult to attain, but so that you may pay attention; so that you may not pour yourself out. If this be the case, God works all things. If he himself, he says, works in us the willing, how do you exhort us? For if he himself will also produce the willing, you speak to us in vain, saying, "You have obeyed"; for the whole is God's. It was not for this reason I said—for he himself is the one who works both the willing and the working—but wishing to loosen your struggle. If you will, then he will work the willing; do not fear, you labor nothing; and he himself will give us both eagerness and working through it. For when we will, he increases our readiness to take up what remains. For example, I wish to work in goodness; he has worked that good itself; he has worked through it also the willing. Or he says this from much reverence; just as when he says our successes are gifts; just as, therefore, calling them gifts, he does not drive us out of free will, but leaves free will in us; so when he says he works in us the willing, he does not take free will from us, but shows that from succeeding we receive much eagerness for willing. You gave alms, rather you were prompted to give; you did not give, rather you worked it; you were temperate for one day, you have a prompting also for the second; you grew slack, you extended the slackness. "For his good pleasure," he says, that is, through love, through his pleasing, so that what seems good to him may come to be; so that it may come to be according to his will. Here he shows that he works altogether; for he wills you to live as he himself wishes. But if he wills it, and himself works toward this, he will also altogether work this.
θέλει γὰρ ἡμᾶς ὀρθῶς ζῆν· ὁρᾷς πῶς οὐκ ἀφῄρηται τὸ αὐτεξούσιον; Πάντα ποιεῖτε χωρὶς γογγυσμοῦ καὶ διαλογισμῶν. Τί δή ποτε ἐπὶ μὲν τῶν Κορινθίων τοῦτο τὸ πάθος ἀναιρῶν ἐμνημόνευσε καὶ τῶν Ἰσραηλιτῶν, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ’ ἁπλῶς ἐπέταξεν ; ὅτι ἐκεῖ γενόμενον ἦν τοῦτο· διὸ καὶ σφοδροτέρας ἐδέησεν αὐτῷ τῆς πληγῆς. ἐνταῦθα δὲ ὥστε μὴ γενέσθαι παραινεῖ, καὶ ὡς ἐλευθέροις αὐτοῖς διαλέγεται. τι δέ ἐστι “ χωρὶς διαλογισμῶν;” ἀντὶ τοῦ προθύμως καὶ σπουδαίως· μὴ διαλογίζεσθε φησὶν, ἄρα καλὸν, ἄρα οὐ καλόν· κἂν πόνος ᾖ, κἂν κάματος, κὰν ὁτιοῦν· Ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι. Τουτέστιν ἄληπτοι, εἰλικρινεῖς· οὐ μικρὰν γὰρ προσάγει κηλῖδα ὁ γογγυσμός. Τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης. Οἶδα, φησὶν, ὅτι πολλοὶ ἀναγκάζουσιν ὑμᾶς γογγύζειν· τοῦτο γὰρ ἠνίξατο εἰπὼν “ ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, τὸ καὶ παρακνιζόμενον μηδὲν πάσχειν τοιοῦτον· καὶ γὰρ οἱ ἀστέρες ἐν νυκτὶ λάμπουσιν, ἐν σκότῳ φαίνουσι, καὶ οὐδὲν εἰς τὸ οἰκεῖον παραβλάπτονται κάλλος, ἀλλὰ καὶ λαμπρότεροι φαίνονται. Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες. Tουτέστιν μέλλοντες ζήσεσθαι τῶν σωζομένων ὄντες. ὁρᾷς πῶς εὐθέως τίθησι τὰ ἔπαθλα ; “ οἱ φωστῆρες,’’ φησὶν, “ λόγον φω- “ τὸς ἔχουσιν·” ὑμεῖς λόγον ζωῆς· τί ἐστι “ λόγον ζωῆς ;" τουτ- ἐστιν σπέρμα ζωῆς ἔχοντες· τουτέστιν ἐνέχυρα ζωῆς ἔχοντες· ἄρα οτυν οἱ πολλοὶ πάντες νεκροί· τοῦτο γὰρ ἐδήλωσεν· ἣ γὰρ ἃν καὶ πολλοὶ λόγον ζωῆς ἐπεῖχον.
For he wants us to live rightly; do you see how free will is not taken away? Do all things without grumbling and disputing. Why then, when he was removing this passion in the case of the Corinthians, did he mention also the Israelites, but here he said nothing of the sort, but simply gave the command? Because there it had already happened; therefore it needed a sharper blow for him. But here he advises so that it may not happen, and he converses with them as free men. And what is "without disputing"? Instead of eagerly and diligently; do not, he says, reason whether it is good, whether it is not good, whether there be toil, whether weariness, or anything whatever; That you may become blameless and harmless. That is, beyond reproach, sincere; for grumbling brings no small stain. Children of God without blemish in the midst of a crooked and perverse generation. I know, he says, that many compel you to grumble; for this he hinted at by saying "in the midst of a crooked and perverse generation"; but this is the wonderful thing, that even when provoked one suffers nothing of the sort; for the stars shine in the night, they appear in darkness, and are not harmed in their own beauty, but even appear brighter. Among whom you shine as lights in the world, holding forth the word of life. That is, you who are about to live, being of those who are saved. Do you see how he immediately sets forth the prizes? "The lights," he says, "have the word of light"; you have the word of life; what is "the word of life"? That is, having the seed of life; that is, having the pledges of life; otherwise all the many are dead; for this he made clear; for they would not have held forth the word of life.
(ΣΕΥBΡ1ΛΝΏΣ.) Ἄλλος φησὶν, ἀντὶ τοῦ προσέχοντες τῷ λόγῳ τῆς ζωῆς· καὶ τῷ Τιμοθέῳ δὲ γράφει· " ἔπεχε σεαυτῷ·” ἀντὶ του πρόσεχε σεαυτῷ· Εἰς καύχημα ἐμοὶ, εἰς ἡμέραν Χριστοῦ. Καὶ ἐγὼ κοινωνῶ, φησὶν, τῶν ὑμετέρων ἀγαθῶν· τοσαύτη ὑμῶν ἡ ἀρετὴ, ὡς μὴ ὑμᾶς σώζειν μόνον, ἀλλὰ καὶ ἐμὲ λαμπρὸν ποιεῖν· ποῖον καύχημα, ὦτ’ μακάριε Παῦλε ; μαστίζῃ, ὑβρίζῃ, ἐλαύνῃ δι’ ἡμᾶς· διὰ τοῦτο φησὶν, Εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ ἐς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα. ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῆ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω 18πᾶσιν ὑμῖν· τὸ δ’ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. “ Ἄλλ εἰ σπένδομαι, φησὶν, οὐκ εἶπεν εἰ καὶ ἀποθνήσκω, ὥσπερ οὐδὲ Τιμοθέῳ γράφων· καὶ γὰρ καὶ ἐκεῖ τῷ αὐτῷ κέχρηται λόγῳ, λέγων· ** ἐγὼ γὰρ ἤδη σπένδομαι·’’ καὶ παραμυθούμενος αὐτοὺς ἐπὶ τῇ οἰκείᾳ τελευτῇ, καὶ κελεύων ἀσμένως φέρειν τὸν ὑπὲρ Χριστοῦ θάνατον· ὥσπερ σπονδὴ καὶ θυσία, φησὶ, γίνομαι. ᾧ μακαρίας ψυχῆς· θυσίαν καλεῖ τὴν προσαγωγὴν αὐτήν· πολλῷ γὰρ βέλτιον τοῦ βοῦς προσενεγκεῖν, τὸ ψυχὴν προσενεγκεῖν· ἂν τοίνυν ἐπὶ τῇ προσφορᾷ ταύτῃ καὶ ἐμαυτὸν ἐπιδῶ, φησὶν, ὥσπερ σπονδὴν τὸν θάνατον τὸν ἐμὸν χαίρω· συγχάρητέ μοι καὶ ὑμεῖς χαίροντι ἑαυτὼ. ἌΛΛο: φησίν· οὕτω, φησὶν, ἐν μέσῳ τῶν ἀνθρώπων, οτͅς περὶ τὰ χείρονα κάταγε τὸ πλεῖστον ἡ σπουδὴ, φανήσεσθε ἄμεμπτ οἱ ^ καὶ οἵους πρέπει φαίνεσθαι τοὺς ἐν υἱῶν τάξει γεγονότας, ὡς διαλάμ- πειν ὑμᾶς ἐν αὐτοῖς φωστήρων δίκην κατὰ τὴν ἀρετὴν, ἀπεκδε- χομένους τὴν αἰώνιον ζωὴν ἐν τῇ μελλούσῃ ἡμέρᾳ·
Another says, "in place of 'attending to the word of life'; and to Timothy he writes: 'Take heed to yourself,' in place of 'pay attention to yourself.' For a boast to me, in the day of Christ. And I, he says, share in your good things; so great is your virtue that it not only saves you but also makes me illustrious. What sort of boast, O blessed Paul? You are scourged, you are insulted, you are driven out for our sake. For this reason he says, In the day of Christ, because I did not run in vain, nor labor in vain. But even if I am poured out as a drink offering upon the sacrifice and service of your faith, I rejoice and rejoice together with you all; and for the same reason you also rejoice and rejoice together with me. But if I am poured out, he says, he did not say 'even if I die,' just as he did not when writing to Timothy; for there too he used the same word, saying: 'For I am already being poured out'; and comforting them concerning his own death, and commanding them to bear gladly the death for Christ: as a drink offering and sacrifice, he says, I become. O blessed soul! He calls the offering itself a sacrifice; for it is far better to offer a soul than to offer an ox. If, therefore, he says, in this offering I also give myself, as a drink offering, my death, I rejoice; rejoice together with me, you also who rejoice. Another: he says, thus, he says, in the midst of men whose zeal is for the most part set on worse things, you will appear blameless and such as it is fitting for those who have become in the rank of sons to appear, so that you shine among them like lights in virtue, awaiting eternal life in the coming day.
ἀφ’ οὗ δὴ καὶ ἐμοὶ τὸ καυχᾶσθαι ὡς εἰκὸς προσγενήσεται· καὶ δεικνὺς ὡς πολ-
Λὴν καὶ αὐτῷ παρέξει τὴν παρρησίαν ἡ ἐν τοῖς βελτίοσιν ἐκείνων προκοπή· “ ὅτι οὐκ εἰς κενὸν ἐκοπίασα·’’ ὑμῶν γὰρ, φησὶν, ἐπιμελομένων ἀρετῆς, καὶ αὐτὸς ἐλπίδι τοῦ καὶ ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἐφ’ ὑμῖν εὐφρανθήσεσθαι, εἰδὼς ὅτι οὐ μάτην ὑπὲρ ὑμῶν ἐκοπίασα· ἀλλὰ γὰρ εἰκότως ἅπαντα ὑπομένω, κἂν εἰ τὸν ὑπὲρ ὑμῶν ἑλοίμην θάνατον· ὑμῶν μὲν ὥσπερ τινα θυσίαν τὴν πίστιν τῷ Θεῷ προσκομιζόντων, ἐμοῦ δὲ δίκην σπονδῆς ἐπιχεόντος ὑμῖν τὸ οἰκεῖον αἷμα· καλῶς δὲ “ τὸ δ’ αὐτὸ καὶ ὑμεῖς·” ἀντὶ τοῦ δίκαιον καὶ ὑμᾶς δι’ ὧν πράττετε, κοινωνοῦντάς μοι φαίνεσθαι τῆς χαρὰς. ΚΕΦ. Δ. Περὶ Τιμοθέου καὶ Ἐπαφροδίτου οὓς ἀπέστειλε πρὸς αὐτούς. Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Ωσπερ ὑμᾶς, φησὶν, ἀνεστησάμην, ταῦτα ἀκούσαντας ἅπερ ηὔχεσθε περὶ ἐμοῦ, ὅτι τὸ εὐαγγέλιον ἐπέδωκεν, ὅτι κατησχύνθησαν ἐκεῖνοι, ὅτι δι’ ὧν ἐνόμιζον βλάπτειν, διὰ τούτων ηὔφραναν, οὕτω βούλομαι καὶ τὸ κατ’ ὑμᾶς μαθεῖν, “ ἵνα κἀγὼ εὐψυχῶ, τοὺς τὰ πέρι ὑμῶ δείκνυσιν ὅτι χαίρειν ἐκείνους ἔδει ἐπὶ τοῖς δεσμοῖς, καὶ τούτοις κατακολουθεῖν· πολλὴν γὰρ ἔτικτον αὐτῷ τὴν ἡδονήν· τὸ γὰρ “ ἵνα κἀγὼ εὐψυχῶ,” τουτέστιν ὥσπερ ὑμεῖς· ὅτε γὰρ αὐτὸς οὐκ ἐδύνατο παραγενέσθαι, τοὺς μαθητὰς ἔπεμπε, μὴ καρτερῶν ὀλίγον χρόνον ἀγνοεῖν τὰ κατ’ αὐτούς· οὐ γὰρ δὴ τῷ Πνεύματι πάντα ἐμάνθανε· καὶ τοῦτο δὲ εἰκότως ἐγίνετο, ἵνα σπουδαιότεροι γίνοιντο, προσδοκῶντες μὴ λανθάνειν· ἅμα δὲ καὶ τιμᾷ αὐτοὺς Τιμόθεον πέμπων.
From this, then, it is likely that boasting will also come to me; and showing that the progress of those men in better things will give him great boldness: "that I did not labor in vain"; for, he says, while you cultivate virtue, I too, in the hope of rejoicing over you even in the age to come, knowing that I did not labor for you in vain; but indeed I reasonably endure all things, even if I should choose death on your behalf; while you bring your faith to God as a kind of sacrifice, and I pour out my own blood for you like a drink offering; and well does he say, "and you also the same," meaning that it is right for you also, through what you do, to appear as sharing in my joy. Chapter 4. Concerning Timothy and Epaphroditus, whom he sent to them. But I hope in the Lord Jesus to send Timothy to you quickly, so that I too may be encouraged, having learned the things concerning you. As I was raised up, he says, by you when you heard these things that you were praying about me—that the gospel had advanced, that those men had been put to shame, that through the very things they thought to harm, they brought joy—so I wish to learn what concerns you too, "so that I too may be encouraged," that is, as you are. For when he himself could not be present, he sent his disciples, not enduring to be ignorant of the things concerning them even for a short time; for he did not learn everything by the Spirit; and this too was reasonably done, so that they might become more zealous, expecting that they would not escape notice; and at the same time he honors them by sending Timothy.
Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οὐκ ἄν τις εὐκόλως ἕλοιτο, φησὶν, ταύτης ἕνεκεν τῆς αἰτίας ὁδοιπορίαν τοσαύτην ποιήσασθαι· ὁ φιλῶν ὑμᾶς, φησὶν, μετ’ ἐμοῦ Τιμόθεός ἐστιν· ἐνῆν μὲν καὶ ἄλλους πέμψαι, ἀλλ’ οὐδεὶς τοιοῦτός ἐστιν. ἄρα τοῦτο ἰσοψύχου ἐστὶ, τὸ τοὺς μαθητευομένους ὁμοίως
αὐτῷ φιλεῖν. οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ· τουτέστιν τὴν οἰκείαν ἀνάπαυσιν καὶ τὸ ἐν ἀσφαλείᾳ εἶναι· τοῦτο καὶ Τιμοθέῳ γράφων λέγει. τί δήποτ’ οὖν ἀποδύρεται ταῦτα ; παιδεύων ἡμᾶς τοὺς ἀκούοντας μὴ ζητεῖν ἄνεσιν· ὁ γὰρ ἄνεσιν ζητῶν, οὐ ζητεῖ τὰ τοῦ Χριστοῦ, ἀλλὰ τὰ ἑαυτοῦ. δεῖ γὰρ παρεσκευάσθαι πρὸς πάντα πόνον. Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἃν ἀπίδω τὰ περὶ ἐμὲ πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ἐγὼ ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς. ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου. Παρατίθεται δὲ τὸν Τιμόθεον ἐνταῦθα εἰκότως, ὥστε πολλῆς ἀπολαῦσαι τιμῆς παρ’ αὐτῶν· τοῦτο καὶ πρὸς Κορινθίους ἐπιστέλλων ποιεῖ λέγων, “ μή τις αὐτοῦ καταφρονήσῃ· τὸ γὰρ “ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγώ·” οὐκ ἐκείνου κηδόμενος, ἀλλὰ τῶν δεχομένων αὐτόν· “ ὡς ἃν ἀπίδω,” φησὶ, “ τὰ περὶ ἐμὲ “ ἐξ αὐτῆς·” τουτέστιν ὅταν ἴδω ἐν τίνι ἕστηκα, καὶ ποῖον ἕξει τέλος τὰ κατ’ ἐμέ· οὐ διὰ τοῦτο δὲ αὐτὸν πέμπω, ὡς μὴ ἐλευσόμενος· ἀλλ’ ἵνα μηδὲ τὸν ἐν τῷ μεταξὺ χρόνῳ ἐν ἀγνοίᾳ. “ πέποιθα “ δὲ ἐν Κυρίῳ·” ὄρα πῶς πάντα ἐξαρτᾷ τοῦ Θεοῦ· τουτέστιν Θεὸς βούληται·
For I have no one like-minded, who will sincerely care for your affairs. No one, he says, would readily choose for this reason to make so long a journey; Timothy, he says, is with me as one who loves you; it was possible to send others too, but no one is such as he is. So this is the mark of a like-minded man, to love those who are taught just as he does. For all seek their own interests, not those of Jesus Christ; that is, their own rest and being in safety; this he also says when writing to Timothy. Why then does he lament these things? To teach us who hear not to seek ease; for the one who seeks ease does not seek the things of Christ, but his own. For one must be prepared for every toil. But you know his proven character, that as a father a child, he served with me in the Gospel. Him therefore I hope to send, as soon as I see how things go with me. But I trust in the Lord that I myself also will come quickly to you. But I considered it necessary to send Epaphroditus, my brother and fellow worker and fellow soldier. He commends Timothy here reasonably, so that they may enjoy great honor from them; this he also does when writing to the Corinthians, saying, “Let no one despise him; for he works the work of the Lord as I also do”; not caring for that man, but for those who receive him. “As soon as I see,” he says, “the things concerning me from it”; that is, when I see in what state I stand, and what end the things concerning me will have; yet I do not send him because I will not come, but so that they may not be in ignorance even in the intervening time. “But I trust in the Lord”; observe how he depends on God for everything; that is, if God wills.
τῷ δὲ εἰπεῖν αὐτὸν “ συστραιώτην,” δεικνύντος ἐστὶν τὴν πολλὴν αὐτοῦ κοινωνίαν ἐν τοῖς κινδύνοις· τὸ γὰρ συστρατιώτην πλέον ἐστὶ τοῦ συνεργόν· ἴσως γάρ τις ἐν ψιλοῖς γράμμασι συνήργησεν, ἀλλ’ ἐν πολέμῳ καὶ κινδύνοις οὐκέτι· τῷ δὲ εἰπεῖν “ συστρατιώτην,” καὶ τοῦτο Ὑμῖν δὲ Τουτέστιν ὑμέτερα ὑμῖν χαρίζομαι· ἤτοι τὸν ὑμέτερον ὑμῖν πέμπομεν· ἣ τὸν ὑμᾶς διδάσκοντα. Καὶ λειτουργὸν τῆς χρείας μου. Ἵνα εἴπῃ, δι’ οὗ μοι τὰ περὶ τὴν χρείαν ἀπετείλατε· δὲ καὶ περὶ τῆς ἀγάπης αὐτοῦ προστίθησι λέγων,
Ἑπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς ἰδεῖν καὶ διότι ἠκούσατε ὅτι ἠσθένησεν. καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτου· ἀλλ’ ὁ Θεὸς ἠλέησεν αὐτόν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ ἵνα μὴ λύπην ἐπὶ λύπη σχῶ. Δείκνυσιν ἐνταῦθα ὅτι καὶ αὐτὸς οἶδε πῶς ἀγαπᾶται παρ’ ὑμῶν· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ φιλεῖν· ἐπίστασθε πῶς ἠσθένησε, φησὶν, καὶ ἤλγει· διότι ὑγιάνας οὐκ εἶδεν ὑμᾶς, καὶ τῆς λύπης ὑμᾶς ἀπήλλαξεν ἢν εἴχετε διὰ τὴν ἀσθένειαν αὐτοῦ. ἐνταῦθα καὶ ἄλλο κατασκευάζει ὅτι διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, ἀλλ’ οὐ διὰ ῥαθυμίαν· ἀλλὰ τὸν μὲν Τιμόθεον, διὰ τὸ μηδένα ἔχειν, κατεῖχεν· οὐκ εἶχον γὰρ, φησὶν, ἰσόψυχον· τὸν δὲ Ἑπαφρόδιτον διὰ τὴν ἀσθένειαν. εἶτα δεικνὺς ὅτι μακρὰ αὕτη, γέγονε φησὶν, “ ἠσθένησε “παραπλήσιον θανάτου.” ὁρᾷς ὅσην ὁ Παῦλος ποιεῖται σπουδὴν ὑπὲρ τοῦ πάσης ῥαθυμίας καὶ ὀλιγωρίας πρόφασιν ἐκκόψαι ἐκ τῆς τῶν μαθητῶν διανοίας· καὶ μὴ ὑποπτευθῆναι ὅτι καταφρονῶν αὐτῶν οὐκ ἦλθεν, ὅπερ ὑπερβαλλούσης ἀγάπης ἐστίν· “ ὅτι “ σατε’’ φησὶν, “ ὅτι ἠσθένησεν·
By calling him "fellow soldier," he is showing his great fellowship in dangers; for "fellow soldier" is more than "fellow worker"; for perhaps someone has worked together in mere words, but no longer in war and dangers; but by calling him "fellow soldier," this too.
But to you. That is, I grant you your own things; or, we send you your own; or the one who teaches you. And a minister of my need. So as to say, through whom you sent me the things concerning my need; and he adds also concerning his love, saying,
Since he was longing to see you all, and because you heard that he was sick. For indeed he was sick near to death; but God had mercy on him; and not on him only, but on me also, so that I might not have sorrow upon sorrow. He shows here that he himself also knows how he is loved by you; and this is no small thing for loving; you know how he was sick, he says, and was in pain; because when he recovered he did not see you, and he freed you from the sorrow which you had because of his sickness. Here he also establishes another point, that it was after a long time that he sent to them, and not through negligence; but Timothy he kept back, because he had no one else; for they had no one, he says, like-minded; and Epaphroditus because of his sickness. Then showing that this was long, he says, "he was sick near to death." Do you see what earnestness Paul makes to cut off from the minds of the disciples every pretext for negligence and carelessness; and that it should not be suspected that he did not come because he despised them, which is characteristic of exceeding love; "because," he says, "you heard that he was sick."
καὶ γὰρ ἠσθένησεν παραπλήσιον “ θανάτου·’’ καὶ ὅτι οὐ προφασίζομαι ἀκούσατε· “ ἀλλ’ ὁ “ αὐτὸν ἠλέησε.’’ τί λέγεις, ὦ αἱρετικὲ, ἐνταῦθα ; ἔλεον φασὶν τοῦ Θεοῦ εἶναι· τὸ τὸν μέλλοντα ἀπιέναι κατέχειν καὶ ὑποστρέψαι πάλιν· καὶ μὴν εἰ πονηρὸν ὁ κόσμος, οὐκ ἔλεος τοῦτο ἐστὶ τὸ ἐν τῷ πονηρῷ ἀφιέναι. πρὸς δὲ τὸν Χριστιανὸν ἐροῦμεν λέγοντα ἴσως, εἰ τὸ ἀναλῦσαι σὺν Χριστῷ πολλῷ κρεῖσσον, τίνος ἕνεκεν φησὶν αὐτὸν ἠλεῆσθαι ; ἐγὼ δέ σε ἐρήσομαι· τίνος ἕνεκεν αὐτὸς φησὶν ἀναγκαιότερον εἶναι τὸ ἐπιμεῖναι πρὸς ὑμᾶς ; ὥσπερ γὰρ αὐτὸ ἀναγκαῖον ἦν· οὕτω καὶ τοῦτο μετὰ πλειόνος πλούτου καὶ μείζονος παρρησίας μέλλοντι πρὸς τὸν Θεὸν ἀπιέναι· τὰ δὲ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεῖ· πρὸς γὰρ ἀνθρώπους κοσμικοὺς ὁ λόγος ἦν αὐτῷ, δεδοικότας ἔτι τὸν θάνατον· ἄλλως δὲ καὶ χωρὶς τούτου καλὸν ἡ παροῦσα ζωή. ἐπεὶ εἰ μὴ καλὸν, διατὶ ἐν τάξει τιμωρίας τίθησι τοὺς ἀώρους θανάτους, ὅταν λέγῃ, “ διὰ “ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, κεκοιμῶνται ἱκανοί.”
For he also became weak, near to death; and that I am not making excuses, hear: "But God had mercy on him." What do you say here, O heretic? They say that this is a mercy of God: that the one about to depart is held back and returns again. And indeed, if the world is evil, this is not a mercy—to leave him in the evil one. But to the Christian who perhaps says, "If to depart and be with Christ is far better," for whose sake does he say he was shown mercy? But I will ask you: for whose sake does he himself say that to remain with you is more necessary? For just as that was necessary, so also this was with greater wealth and greater boldness for one about to depart to God. But Paul speaks many things also according to the common custom of his hearers, and he does not philosophize everywhere; for his discourse was to worldly men, who still feared death. And besides, apart from this, the present life is good. Since if it were not good, why does he place untimely deaths in the category of punishment, when he says, "For this cause many among you are weak and sick, and a considerable number are asleep"?
“ ἵνα μὴ λύπην” Φησὶν “ ἐπὶ λύπην σχῶ·” τὴν ἀπὸ τῆς τελευτῆς, ἐπὶ τῇ διὰ τὴν ἀρρωστίαν, γενομένην. “ δείκνυσιν ὅσων τιμᾶται τὸν Ἐπαφρόδιτον. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Οὐκ εἶπεν ἄλυπος, ἀλλ’ “ ἀλυπότερος,” δεικνὺς ὅτι οὐδέποτε ψυχὴ αὐτοῦ λυπῆς ἦν ἐκτός. τοῦτο οὑν φησὶν, ὅτι ταύτην τὴν ἀθυμίαν—“ προσδέχεσθε οὐκ αὐτὸν ἐν Κυπίῳ,” ἤτοι σὺν Κυρίῳ· τουτέστιν πνευματικῶς, μετὰ πολλῆς τῆς σπουδῆς· μᾶλλον δὲ τὸ ἐπὶ Κυρίου· τουτέστιν τοῦ Θεοῦ θέλοντος· ἀξίως τῶν ἁγίων ὑποδέξασθε· ὥσπερ τοὺς ἁγίους προσῆκεν, μετὰ ἁπάσης χαρᾶς· καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, ὅτι διὰ τὸ ἔργον Κυρίου μέχρι θανάτου ἴσε, παραβουλευσάμενος τῇ ψύχῃ, ἵνα πληρώσῃ τὸ ὑμῖν ὑστέρημα τῆς πρὸς ἐμὲ λειτουργίας· οὕτως κοινῇ παρὰ τῆς πόλεως ἦν ἀπεσταλμένος τῆς Φιλιππησίων καὶ διακονήσων Παύλῳ· καὶ ἴσως τί ἀποκομίζων αὐτῷ ἐληλύθει. ὅτι γὰρ καὶ χρήματα ἐκόμισε, δείκνυσι πρὸς τῷ τέλει λέγων, “ δεξά- “ μένος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν.’’ εἰκὸς οὖν αὐτὸν ἐπιστάντα τῇ πόλει Ῥωμαίων, ἐν πολλῷ τὸν Παῦλον κινδύνῳ καταλαβεῖν καὶ σφοδρῷ, ὡς μηδὲ τοὺς πλησιάζοντας αὐτῷ μετὰ ἀσφαλείας δύνασθαι τοῦτο ποιεῖν· ἀλλὰ καὶ αὐτοὺς ἐπισφαλῶς προσιέναι· ὅπερ εἴωθε γίνεσθαι μάλιστα ἐν τοῖς κινδύνοις τοῖς μεγάλοις καὶ ταῖς ὀργαῖς τῶν βασιλέων. ὅταν γάρ τις βασιλεῖ προσκεκρουκὼς εἰς δεσμωτήριον ἐμβληθῇ, καὶ ἐν πολλῇ γένηται φυλακῇ, τότε καὶ τοῖς οἰκέταις ἡ πρόσοδος ἀποτετίχισται· ὅπερ εἰκὸς τὸν Παῦλον τότε πάσχειν·
“Lest I have sorrow upon sorrow,” he says—the sorrow from death added to the sorrow from sickness. “He shows how greatly he honors Epaphroditus. Therefore I sent him the more eagerly, so that seeing him you might rejoice, and I might be less sorrowful.” He did not say “without sorrow,” but “less sorrowful,” showing that his soul was never free from sorrow. This, then, is what he says: that this despondency—“receive him in the Lord,” that is, with the Lord; that is, spiritually, with great eagerness; or rather, “in the Lord,” that is, with God willing it; receive him worthily of the saints; as is fitting for the saints, with all joy; and hold such men in honor, because for the work of the Lord he came near to death, having risked his life, so that he might fill up what was lacking in your service to me. Thus he had been sent publicly by the city of the Philippians, and to minister to Paul; and perhaps he had come bringing something to him. For that he also brought money, he shows near the end, saying, “having received from Epaphroditus the things from you.” It is likely, then, that when he arrived at the city of the Romans, he found Paul in great and severe danger, so that not even those close to him could do this safely, but they too approached at risk—which especially tends to happen in great dangers and in the anger of kings. For when someone who has offended the king is thrown into prison and is kept under heavy guard, then access is cut off even for his household servants; and it is likely that Paul was suffering this at that time.
τὸν δὲ Ἐπαφρόδιτον ἄνδρα γενναῖον ὄντα, παντὸς καταφρονῆσαι κινδύνου, ὡς καὶ προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πράξαι ἅπερ ἐχρῆν. δύο τοίνυν τίθησιν ἀφ’ ὧν ποιεῖ αὐτὸν αἰδέσιμον· ἓν μὲν ὅτι μέχρι θανάτου ἐκινδύνευσεν δι’ ἐμὲ φησίν· δεύτερον δὲ ὅτι τὸ πρόσωπον τῶν ἀποστειλάντων περιτιθέμενος, ταῦτα ἔπασχεν, ὡς ἐν τῷ κινδύνῳ ἐκείνου τοῖς πέμψασι λογιεῖσθαι τὸν μισθόν· καὶ οὐκ εἶπεν δι’ ἐμὲ, ἀλλ’ ἀξιοπιστότερον αὐτὸ ποιεῖ, λέγων “ διὰ τὸ ἔργον τοῦ Θεοῦ.’’ οὐδὲ γὰρ δι’ ἐμὲ ἐποίει, ἀλλὰ διὰ τὸν Θεόν. Ἵνα ἀναπληρώσῃ τὸ ὑμῖν ὑστέρημα τῆς πρός με λειτουργίας. Οὐ παρῆτε ὑμεῖς, φησὶν, ἀλλ’ ἐλειτουργήσατέ μοι δι’ ἐκείνου πᾶσαν λειτουργίαν τῷ ἐκεῖνον πέμψαι· τὸ οὖν ὑστέρημα τῆς ὑμετέρας λειτουργίας αὐτὸς ἀνεπλήρωσεν. ΚΕΦ. Ε. Περὶ πνευματικοῦ βιοῦ τοῦ μὴ ὡς ἐν σαρκὶ, ὅ ἐστι μίμησις θανάτου Χριστοῦ. Τὸ λοιπὸν ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Οὐκ ἔχετε λοιπὸν ἀθυμίας ὑπόθεσιν· ἔχετε Ἐπαφρόδιτον δι’ ὃν ἠλγεῖτε, ἔχετε Τιμόθεον· ἔρχομαι κἀγώ. τὸ Εὐαγγέλιον ἐπιδίδωσι, τί ὑμῖν λείπει ; λοιπὸν χαίρετε. Γαλάτας μὲν οὖν τέκνα καλεῖ· τούτους δὲ ἀδελφούς. ὅταν μὲν γὰρ ἣ διορθοῦσθαί τι βούλεται, ἢ φιλοστοργίαν ἐνδείξασθαι, τέκνα καλεῖ· ὅταν δὲ μετὰ πλείονος τιμῆς διαλέγηται, ἀδελφούς. καλῶς δὲ εἶπεν “ ἐν Κυ- “ ρίῳ,” οὐ κατὰ τὸν κόσμον, οὐκέτι γὰρ χαρῆναι τοῦτο. αἱ θλίψεις αὗται, φησὶν, κατὰ Κύριον ἔχουσι χαράν. Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. βλέπετε τοὺς κύνας. Οτε αὐτοὺς πολλὰ ἐπῄνεσε καὶ ἐθαύμασε, τότε εἰσάγει καὶ τὴν παραίνεσιν· καὶ πάλιν δὲ ἐπαινεῖ.
But Epaphroditus, being a noble man, despised every danger, so as both to come and to minister, and to do all that was necessary. Two things, then, he sets down from which he makes him worthy of respect: one, that he risked danger even unto death for my sake, he says; the second, that taking upon himself the person of those who sent him, he suffered these things, so that in his danger the reward would be reckoned to those who sent him; and he did not say "for my sake," but makes it more credible, saying "for the work of God." For he did not do it for my sake, but for God's. That he might supply your lack of service toward me. You were not present, he says, but you ministered to me through him, performing every service by sending him; so the lack of your service he himself supplied. CHAPTER 5. Concerning the spiritual life, that one should not live as in the flesh, which is an imitation of the death of Christ. Finally, my brethren, rejoice in the Lord. You no longer have a ground for discouragement; you have Epaphroditus, for whom you were grieved; you have Timothy; I too am coming. He delivers the Gospel—what do you lack? Finally, rejoice. To the Galatians, then, he calls them children; but these he calls brethren. For when he wishes either to correct something or to show affection, he calls them children; but when he converses with greater honor, brethren. And well did he say "in the Lord," not according to the world, for this no longer gives joy. These afflictions, he says, have joy according to the Lord. To write the same things to you is not irksome to me, and for you it is safe. Beware of the dogs. When he had praised them much and marveled at them, then he also introduces the exhortation; and again he praises.
δοκεῖ γὰρ οὗτος φορτικώτερος εἶναι ὁ λόγος· ὅθεν αὐτὸν πάντοθεν συσκιάζει. τίνας δὲ φησὶν κύνας ἐνταῦθα ; ἦσαν τινὲς Ἰουδαῖοι, οὓς ἐν πάσαις ταῖς Επιστολαῖς αἰνίττεται, μιαροὶ καὶ κατάπτυστοι, αἰσχροκερδεῖς καὶ φίλαρχοι, οἳ βουλόμενοι τῶν πιστῶν πολλοὺς παρασπᾶσαι, ἐκήρυττον καὶ τὸν Χριστιανισμὸν καὶ τὸν Ἰουδαϊσμὸν, παραφθείροντες τὸ Εὐαγγέλιον. ἐπεὶ οὖν ἦσαν δυσδιάγνωστοι, διὰ τοῦτο φησὶν “ βλέπετε τοὺς κύνας·” οὐκέτι γὰρ τέκνα οἱ Ἰουδαῖοι, ποτὲ ἐθνικοὶ, καὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ ἀλλότριοι ἦσαν· οὕτω καὶ οὗτοι γεγόνασι νῦν· καὶ τὸ ἀναιδὲς αὐτῶν καὶ ἰταμὸν παρίστησι, καὶ τὴν πολλὴν πρὸς τὰ τέκνα διάστασιν. Βλέπετε τοὺς κακοὺς ἐργάτας. Εργάζονται μὲν φησὶν, ἀλλ’ ἐπὶ κακῷ, ὃ καὶ ἀργίας χεῖρον ἔργον, ἀνασπῶντες τὰ καλῶς κείμενα. Βλέπετε τὴν κατατομήν· ἡμεῖς γὰρ ἐσμὲν ἡ περιτομή. “ Οἱ πνεύματι Θεῷ λατρεύοντες καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.” σεμνὸν ἦν παρὰ Ἰουδαίοις τὸ τῆς περιτομῆς. ὅπου γε καὶ ὁ νόμος αὐτῇ ὑπεξίστατο, καὶ τὸ σάββατον ἦν εὐτελέστερον τῆς περιτομῆς. ἵνα μὲν γὰρ περιτομὴ γένηται, ἔλυε τὸ σάββατον· ἵνα δὲ τὸ σάββατον φυλαχθῇ, οὐδέποτε ἐλύετο περιτομή. καὶ θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν· αὕτη τοῦ σαββάτου αἰδεσιμωτέρα εὑρίσκεται ἔν τισι χρόνοις μὴ παραλειφθεῖσα· ὅταν οὖν αὕτη λύεται, πολλῷ μᾶλλον τὸ σάββατον. διὰ τοῦτο οὐδὲ τοῦ ὀνόματος αὐτῇ μετέδωκεν ὁ Παῦλος· ἀλλὰ τί φησὶν, ἡ περιτομὴ ἐκείνη, νῦν κατατομή ἐστι. διατί ; οὐδὲν γὰρ ἄλλο ποιοῦσιν, ἢ τὴν σάρκα κατατέμνουσιν· ὅταν γὰρ μὴ ᾖ νόμιμον τὸ γινόμενον· οὐδὲν ἄλλο ἣ σαρκὸς τομή ἐστι καὶ κατατομή.
For this word seems to be rather burdensome; therefore he shadows it over from every side. But whom does he call dogs here? There were certain Jews, whom he hints at in all the Epistles, filthy and abominable, greedy of base gain and lovers of rule, who, wishing to draw away many of the faithful, were proclaiming both Christianity and Judaism, corrupting the Gospel. Since, then, they were hard to distinguish, for this reason he says, "Beware of the dogs." For the Jews are no longer children; once, being Gentiles, they were strangers both to God and to Christ; so also these have now become such. And he sets forth their shamelessness and their audacity, and their great separation from the children. "Beware of evil workers." They work, he says, but for evil, which is a work worse than idleness, tearing down what has been well established. "Beware of the concision; for we are the circumcision." "Who worship God in spirit and do not trust in the flesh." Circumcision was a venerable thing among the Jews, seeing that even the law yielded to it, and the Sabbath was of less account than circumcision. For in order that circumcision might take place, it dissolved the Sabbath; but in order that the Sabbath might be kept, circumcision was never dissolved. And behold the economy of God: this is found to be more venerable than the Sabbath, since at certain times it was not passed over; when, then, this is dissolved, much more the Sabbath. For this reason Paul did not even give it the name; but what does he say? That circumcision, now, is a concision. Why? For they do nothing else but cut the flesh in pieces; for when what is done is not according to the law, it is nothing else than a cutting and concision of the flesh.
ἢ διὰ τοῦτο, ἢ ὅτι τὴν ἐκκλησίαν ἐπειρῶντο κατατέμνειν, τοῦτο φησίν· καὶ κατατομὴν δὲ λέγομεν ἐπὶ τῶν εἰκῆ καὶ ἁπλῶς καὶ ἄνευ τέχνης τοῦτο ποιούντων. εἰ γὰρ δεῖ περιτομὴν ζητῆσαι φησὶν, παρ’ ἡμῖν ταύτην ἂν εὑρήσατε οἱ πνεύματι Θεῷ τουτέστιν οἱ πνευματικῶς λατρεύοντες. εἰπὲ γάρ μοι· τι βέλτιον, ψυχὴ ἢ σῶμα ; οὐκ οὖν καὶ ἡ περιτομὴ ἐκείνη βελτίων· μᾶλλον δὲ οὐκέτι βελτίων, ἀλλ’ αὕτη μόνη ἐστὶ περιτομή. ἕως μὲν γὰρ ὁ τύπος εἱστήκει, εἰκότως κατὰ σύγκρισιν προηγεῖτο· “περιτεμνεῖσθε γὰρ,” φησὶ, “ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν· λοιπὸν δὲ καὶ τοῦ ὀνόματος αὐτὴν ἀποστερεῖ. οὕτως καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἀναιρεῖ αὐτὴν λέγων, “ οὐ γὰρ ὁ ἐν τῷ φανερῷ “ Ἰουδαῖος ἐστὶν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ’ “ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος· καὶ περιτομὴ καρδίας, οὐ “ ἀλλὰ πνεύματι·” καὶ οὐκ εἶπεν, ἐν ἡμῖν γάρ ἐστι ἀλλ’ “ἡμεῖς ἐσμὲν” εἰκότως· τοῦτο γάρ ἐστιν ἄνθρωπος, ἡ περιτομὴ ἡ ἐνάρετος· καὶ οὐκ εἶπεν, ἐν ἐκείνοις γάρ ἐστιν ἡ κατατομὴ, ἀλλ’ αὐτοὶ λοιπὸν εἰσὶν ἐν ἀπωλεία καὶ κακία. (Θεόδωροσ.) Ἄλλος δὲ φησὶν, ἐντεῦθεν ἄρχεται τῶν ἐκ καθάπτεσθαι, οἳ πείθειν αὐτοὺς ἐπειρῶντο κατὰ νόμον ζῇν. Τῷ τὰ αὐτὰ γράφειν, οὐχ ὡς καὶ ἤδη γράψας λέγει· οὐδαμοῦ γὰρ τῆς Ἑπιστολῆς φαίνεται περὶ αὐτῶν εἰπών· ἑτέραν δὲ ὅτι γεγράφηκεν πρὸς αὐτοὺς Ἐπιστολὴν οὐδαμόθεν ἐμάθομεν· ὡς διαλεχθεὶς αὐτοῖς πολλὰ περὶ τούτων ὅτε παρῆν, τοῦτο λέγει, ὅτι ἐμοὶ περὶ ὧν ὑμῖν διελέχθην, περὶ τῶν αὐτῶν καὶ γράφειν ὄκνος οὐδεὶς, ἐπειδήπερ ἀσφάλειαν ὑμῖν ἡ συνέχεια παρέχει τῶν ῥημάτων.
Either for this reason, or because they were trying to cut the church to pieces, he says this; and we call it a "cutting" in the case of those who do this at random and simply and without skill. For if one must seek circumcision, he says, you would find this among us, who serve God in spirit, that is, who worship spiritually. For tell me: which is better, soul or body? Therefore that circumcision is also better; or rather it is no longer better, but this alone is circumcision. For while the type stood, it was reasonably preferred by comparison; for he says, "Circumcise the foreskin of your heart"; but thereafter he even deprives it of the name. Thus also in the letter to the Romans he abolishes it, saying, "For he is not a Jew who is one outwardly, nor is circumcision that which is outward in the flesh; but he who is a Jew inwardly; and circumcision of the heart, not in the letter but in the spirit"; and he did not say, "for it is in us," but "we are," reasonably; for this is man, the circumcision that is virtuous; and he did not say, "for the cutting is in them," but they themselves are henceforth in destruction and wickedness. (Theodore.) But another says, from here he begins to attack those who were trying to persuade them to live according to the law. By writing the same things, he does not speak as one who has already written; for nowhere in the letter does he appear to have said anything about them; and that another letter was written by him to them we have learned from nowhere; as having spoken with them much about these things when he was present, he says this, that for me, concerning the things about which I discoursed with you, there is no hesitation in writing about the same things, since the continuity of the words provides you with safety.
κύνας δὲ αὐτοὺς καλεῖ, ὡς ἀναισχύντους καὶ πολλάκις ἐλεγχθέντας, ἐφ’ οἷς οὐ καλῶς διδάσκουσιν, ἐπιμένοντας δὲ ὅλως. κακοὺς δὲ ἐργάτας, ὡς οὐ τὰ προσήκοντα διδάσκειν ἐσπουδα- κότας. Οἱ πνεύματι Θεῷ λατρεύοντες καὶ οὐκ ἐν σαρκὶ πεποιθότες. Οἱ ἀσώματον τῷ Θεῷ τὴν λατρείαν ἀποδιδόντες, ὥσπερ οὖν προσῆκον ἐστὶν, καὶ καυχώμενοι ἐπὶ τῷ Χριστῷ τῷ τούτων ἡμῖν αἰτίῳ γεγονότι, οὐ μὴν ἐν τοῖς περὶ τὴν σάρκα τὴν εὐσέβειαν ὁριζόμενοι. Καίπερ ἐγὼ ἔχω πεποίθησιν ἐν σαρκί. Τί λέγει ἐνταῦθα πεποίθησιν ; καύχημα, σεμνολόγημα· καὶ καλῶς τοῦτο προσέθηκεν· εἰ μὲν γὰρ ἐξ ἐθνῶν ὣν, κατηγόρει τῆς περιτομῆς, (οὐ τῆς περιτομῆς δὲ, ἀλλὰ τῶν ἀκαίρως αὐτὴν μεταχειριζόντων,) ἔδοξεν ἂν ὡς ἀπεστερημένος τῆς τοῦ εὐγενείας, κατατρέχειν αὐτῆς, ὡς οὐκ εἰδὼς τὰ σεμνὰ, οὐδὲ μετεσχηκὼς αὐτῶν· νῦν δὲ ὁ μετασχὼν καὶ κατηγορῶν, οὐ διὰ τοῦτο κατηγορήσει ὡς οὐ μετασχών· οὐ δι’ ἄγνοιαν, ἀλλὰ δι’ ἐπίγνωσιν μάλιστα. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Εἴ τις ἄλλος φησὶν, δεικνὺς τὴν ἀνάγκην· ὅτι δι’ ἐκείνους ἔλεγεν· εἰ πεποίθατε, φησὶν, κἀγὼ λέγω, ἐπεὶ σιωπῶ καὶ τὸ ἀνεπαχθὲς τῶν ἐλέγχων τὸ μὴ ὀνομαστὶ τοῦτο ποιεῖν, τοῦτο κἀκείνοις ἐδίδου χώραν ἀναδραμεῖν· “ εἴ τις δοκεῖ πεποιθέναι·” καλῶς εἶπεν “ δοκεῖ·” ἢ ὡς οὐκ ἔχοντα τοσαύτην πεποίθησιν· ἢ ὡς τῆς πεποιθήσεως ἐκείνης οὐκ ὄντως πεποιθήσεως οὔσης. πάντα γὰρ ἀνάγκης ἦν, οὐ προαιρέσεως. τοῦτο οὖν φησίν· εἰ τὸ ἐπὶ
He calls them dogs, as shameless and often reproved, yet persisting altogether in what they do not teach rightly. And evil workers, as those who have earnestly sought to teach what is not fitting. Who worship God in spirit and do not trust in the flesh. Those who render worship to God in a bodiless manner, as indeed is fitting, and who boast in Christ, who has become the cause of these things for us, yet do not define piety by the things pertaining to the flesh. Though I myself have confidence in the flesh. What does he mean here by confidence? Boasting, vaunting; and he has added this well. For if, being from the Gentiles, he had accused circumcision (not circumcision itself, but those who handle it unseasonably), he would have seemed, as one deprived of nobility, to be running it down, as though he did not know its venerable things nor had partaken of them. But now, one who has partaken and accuses—he will not for this reason accuse as one who has not partaken, not through ignorance, but through full knowledge especially. If anyone else thinks he has confidence in the flesh, I more. If anyone else, he says, showing the necessity, that it was for their sake he spoke. If you have confidence, he says, I also say so, since I am silent and the unoffensiveness of the reproofs—not doing this by name—gave them room to run back. “If anyone thinks he has confidence”—well did he say “thinks,” either as one not having so great confidence, or as though that confidence were not truly confidence. For all things were of necessity, not of choice. This, then, he says: if the [confidence] in
τούτοις μέγα φρονεῖν ἦν ἀγαθὸν, οὐδενὸς ἐλαττοῦμαι, κε τὴν ἐν τούτοις πλεονεξίαν. “ περιτομὴ ὀκταήμερος·” οὐχ ὡς ἐπὶ προσηλύτου ὕστερον γενομένη. “ ἐκ γένους Ἰσραὴλ,” οὐδὲ προσηλύτων γονέων. “ φυλῆς Βενιάμιν.” οὐκ ἐκ τῶν δέκα φυλῶν. Ἑβραῖος ἐξ “ Ἑβραίων·” ἄνωθεν τῶν εὐδοκίμων Ἰουδαίων· ἐνῆν μὲν τοῦ Ἰσραῆλ, ἀλλ’ οὐχ “ Ἑβραῖος ἐξ Ἑβραίων·” πολλοὶ γὰρ καὶ διέφθειρον τὸ πρᾶγμα, καὶ τῆς γλώσσης ἦσαν ἀμύητοι, ἑτέροις κυκλούμενοι ἔθνεσιν. ἢ τοῦτο οὖν, ἢ τὴν πολλὴν εὐγένειαν δείκνυσιν. Κατὰ νόμον Φαρισαῖος. Ἔρχεται λοιπὸν καὶ εἰς τὰ τῆς αὐτοῦ προαιρέσεως. ἐκεῖνα γὰρ τὰ προειρημένα ἢν ἀπροαίρετα· ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο· ἐστὶ γὰρ καὶ Φαρισαῖον εἶναι, καὶ μὴ σφόδρα ζηλωτήν· διὰ τοῦτο προστίθησιν, Κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν. Ἀλλ’ ἔστι ῥιψοκίνδυνον εἶναι τινὰ, ἣ φιλαρχίας ἕνεκεν τοῦτο ποιεῖν, ἀλλ’ οὐ τῷ νόμῳ ζηλοῦντα, ὅπερ ἐποίουν οἱ ἀρχιερεῖς· ἀλλ’ οὐδὲ τοῦτο φησίν. Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Εἰ τοίνυν καὶ εὐγενείας ἕνεκεν, καὶ προθυμίας καὶ τρόπου καὶ βίου πάντων ἐκράτουν, τίνος ἕνεκεν τὰ σεμνὰ ἐκεῖνα εἴασα φησὶν, ἀλλ’ ἢ διὰ τὸ μείζονα εὑρεῖν τὰ τοῦ Χριστοῦ ; καὶ πολλῷ μείζονα· διὸ ἐπήγαγεν, Ἀλλ᾿ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ ζημίαν. Επιπηδῶσιν ἐνταῦθα αἱρετικοί· καὶ γὰρ καὶ τοῦτο τῆς σοφίας ἐστὶ τοῦ Πνεύματος· ἐλπίδας αὐτοῖς ὑποτίθεσθαι νίκης, ἵνα καταδέξωνται τὴν μάχην. εἰ γὰρ φανερῶς εἴρητο, ὅπερ ἃν ἐποίησαν ἐπὶ τῶν ἄλλων, ἐποίησαν καὶ ἐπὶ τούτων. ἐξήλειψαν τὰ γράμματα, παρῃτήσαντο τὴν γραφὴν, οὐ δυνάμενοι ὅλως ταύτην βλάπτειν·
To think greatly of these things was good—I am inferior to no one—and also the advantage in these things. "Circumcision on the eighth day": not as in the case of a proselyte, later. "Of the race of Israel": nor from proselyte parents. "Of the tribe of Benjamin": not from the ten tribes. A Hebrew of "Hebrews": from of old among the esteemed Jews; he was indeed of Israel, but not "a Hebrew of Hebrews"; for many both corrupted the matter and were uninitiated in the language, being surrounded by other nations. Either this, then, or he shows his great nobility. According to the law, a Pharisee. Hereafter he comes also to the things of his own choice. For those things previously mentioned were not matters of choice; but this is not enough; for it is possible to be a Pharisee and not exceedingly zealous; therefore he adds, According to zeal, persecuting the church. But it is possible for someone to be reckless, or to do this for the sake of love of rule, but not to be zealous for the law, which the high priests did; but he does not say this either. According to the righteousness that is in the law, having become blameless. If, then, both by reason of nobility and of zeal and of manner and of life he surpassed all, for what reason, he says, did I leave those venerable things, except that I found the things of Christ greater? And much greater; therefore he added, But whatever things were gain to me, these I have considered loss for the sake of Christ. Here the heretics rush in; for this too is a mark of the wisdom of the Spirit: to suggest to them hopes of victory, so that they may accept the battle. For if it had been said openly, what they did in the case of the others, they would have done also in the case of these. They erased the letters, they rejected the scripture, being wholly unable to harm it.
ἀλλ’ ὅπερ ἐπὶ τῶν ἰχθύων γίνεται, τὸ δυνάμενον αὐτοὺς ἑλεῖν κρύπτεται ὥστε αὐτοὺς ἐπιδραμεῖν, καὶ οὐ πρόδηλον κεῖται, οὕτω δὴ καὶ ἐνταῦθα. σκύβαλα εἴρηται ὁ νόμος φησίν· ζημία εἴρηται. λέγει οὐκ ἐνῆν Χριστὸν κερδᾶναι, εἰ μὴ νόμον
ἐζημιώθην· ταῦτα πάντα ἐπεσπάσατο τοὺς αἱρετικοὺς δέξασθαι τὸ χωρίον, νομίζοντας ὑπὲρ αὐτῶν εἶναι· ἐπειδὴ δὲ ἐδέξαντο, τότε αὐτοὺς περιέβαλε τοῖς δικτύοις πάντοθεν· αὐτὰ γὰρ τὰ εἰρημένα ὑπὲρ τοῦ νόμου ἐστὶ, καὶ πόθεν, ἐκεῖθεν δῆλον. Προσέχωμεν δὲ ἀκριβῶς τοῖς λεγομένοις. οὐκ εἶπε ζημία ἐστὶν ὁ νόμος, ἀλλ’ ἥγημαι αὐτὸν ζημίαν· καὶ ὅτε μὲν περὶ τοῦ κέρδους ἔλεγεν, οὐκ εἶπεν ἥγημαι· ἀλλ’ ἦν κέρδος· ὅτε δὲ περὶ ζημίας, εἶπεν ἥγημαι· ἐκεῖνο μὲν γὰρ ἦν φύσει, τοῦτο δὲ γέγονεν ἀπὸ τῆς ἡμετέρας ὑπολήψεως· κέρδος γὰρ ἦν, ἀλλὰ λοιπὸν ζημίαν αὐτὸν ἡγούμεθα· οὐκ ἐπειδὴ ζημία ἐστὶν, ἀλλ’ ἐπειδὴ πολλῶ μείζων ἡ χάρις. ὥσπερ ὁ πένης ἐν λιμῷ ὦν, ἕως μὲν ἃν ἔχῃ ἀργύριον, διαφεύγει τὸν λιμόν· ἐπειδὰν δὲ χρυσίον εὕρῃ, καὶ μὴ ἑξῇ ἀμφότερα κατασχεῖν, ζημίαν ἡγεῖται τὸ ἐκεῖνο κατέχειν· καὶ ἀφεὶς αὐτὸ, λαμβάνει τὸ χρυσίον· οὕτω καὶ ἐνταῦθα, οὐκ ἐπειδὴ ζημία τὸ ἀργύριον, οὐ γάρ ἐστιν· ἀλλ᾿ ἐπειδὴ ἔνι τἀ δύο ὁμοῦ λαβεῖν, ἀλλὰ ἀνάγκη τὸ ἓν καταλιπεῖν· ζημία οὖν οὐχ ὁ νόμος ἐστίν· ἀλλὰ τὸ τῷ νόμῳ προσκαθήμενον ἀφίστασθαι τοῦ Χριστοῦ. διατὶ δὲ οὐκ ἀφίησι προσελθεῖν τῷ Χριστῷ ὁ νόμος ; καὶ μὴν εἰς τοῦτο ἐδόθη, καὶ πλήρωμα νόμου Χριστός· ἀφίησιν ἐὰν θέλωμεν. τέλος νόμου Χριστός· ὁ τῷ νόμῳ πειθόμενος αὐτὸν ἀφίησι τὸν νόμον ; ἀφίησιν ἐὰν προσέχωμεν· οὐχ ἀφίησιν, ἐὰν μὴ προσέχωμεν·
But just as happens with fish—the thing that can catch them is hidden so that they rush upon it, and it does not lie openly displayed—so too here. The law, he says, has been called refuse; it has been called loss. He says that it was not possible to gain Christ unless I had suffered the loss of the law. All these things drew the heretics to accept the passage, thinking it was spoken in their favor; but once they accepted it, then he caught them in his nets from every side. For the very things said are on behalf of the law, and from what source this is clear. But let us attend carefully to what is said. He did not say, "The law is loss," but "I have regarded it as loss"; and when he was speaking about gain, he did not say "I have regarded," but "it was gain"; but when about loss, he said "I have regarded." For the former was by nature, but the latter has come from our own supposition. For it was gain, but thereafter we regard it as loss—not because it is loss, but because the grace is far greater. Just as a poor man in a famine, as long as he has silver, escapes famine; but when he finds gold, and it is not permitted to hold on to both, he regards it as loss to keep that, and letting it go, he takes the gold. So too here—not because silver is loss, for it is not; but because it is possible to take both together, but necessity demands that one be left behind. So the law is not loss; rather, it is loss to sit at the law and stand away from Christ. But why does the law not allow one to come to Christ? And yet it was given for this very purpose, and Christ is the fulfillment of the law. It allows it if we are willing. Christ is the end of the law. Does he who obeys the law abandon the law? He abandons it if we attend; he does not abandon it if we do not attend.
Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ημων. Λέγω, φησὶν, τοῦτο περὶ τοῦ νόμου· οὐ καλὸν ὁ κόσμος; οὐχὶ καλὸν ἡ παροῦσα ζωή; ἀλλ’ ἐάν με ἀπάγῃ τοῦ Χριστοῦ, ζημίαν ταῦτα τίθεμαι· διατί; “ διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ “ Χριστοῦ τοῦ Κυρίου μου·’’ τοῦ γὰρ ἡλίου φανέντος προσκαθῆσθαι τῷ λύχνῳ ζημία· ὥστε ἀπὸ τῆς παραβολῆς ζημία γίνεται, ἀπὸ τοῦ ὑπερέχοντος. ὁρᾷς ὅτι σύγκρισιν ποιεῖται; διὰ τὸ ὑπερέχον φησιν οὐ διὰ τὸ ἀλλότριον τὸ γὰρ ὑπερέχον τοῦ ὁμογενοῦς ὑπερέχει· ὥστε ἀφ’ ὣν ποιεῖται τὴν κατὰ σύγκρισιν ὑπεροχὴν, ἀπὸ τούτων δείκνυσιν τὴν οἰκείωσιν τῆς γνώσεως. (Σευηριανοῦ.) Ἄλλος φησὶν, εἰ διὰ τὸν Χριστὸν οὐκ ἦν κακά· ἦν γὰρ κέρδη· καἰ “ ἥγημαι’’ εἶπεν· οὐ γὰρ ἦν ζημία· ἀλλὰ κατὰ παράθεσιν τῆς ὑπερβολῆς τῶν κρειττόνων ἡγεῖται ζημίαν. (Θεόδωροσ.) Καὶ ἄλλος δὲ ὁμοίως φησίν· τὸ “ ἦν·” εἰς σύστασιν τοῦ ποτὲ κέρδους ἔχει τὴν περὶ ταῦτα σπουδήν. Δι’ ὃν τὰ πάντα ἐζημιώθην· καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Θεοδώρου. Ἐπειδὴ ἐφύβριστον ἦν τὸ σκύβαλα κάλεσαι τὰ τοῦ νόμου, μάλα ὀξέως ἐπήγαγεν, “ ἵνα Χριστὸν κερδήσω·’’ δεικνὺς ὅτι ἡ παράθεσις ἐκείνων ταῦτα τοιαῦτα εἶναι ποιεῖ· καὶ οὔπω μὲν δῆλον εἰ περὶ τοῦ νόμου φησίν· εἰκὸς γὰρ αὐτὸν περὶ κοσμικῶν πραγμάτων λέγειν· εἰπὼν γὰρ “ ἅτινά μοι ἦν κέρδη, " ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μενοῦνγε ἡγοῦ- “ μαι τὰ πάντα ζημίαν εἶναι.” καίτοι πάντα εἶπεν. εἰ δὲ βούλει καὶ τὸν νόμον, οὐδὲ οὕτως ὕβρισται· τὸ γὰρ σκύβαλον ἀπὸ τοῦ σίτου ἐστίν·
But indeed I also count all things to be loss for the surpassing value of the knowledge of Jesus Christ my Lord. I say this, he says, concerning the law: is the world not good? Is the present life not good? But if it leads me away from Christ, I count these things as loss. Why? "For the surpassing value of the knowledge of Jesus Christ my Lord." For when the sun has appeared, to sit by the lamp is a loss; so that from the parable it becomes a loss, from the surpassing thing. Do you see that he makes a comparison? "For the surpassing value," he says, not "for the alien thing"; for the surpassing thing surpasses what is of the same kind; so that from the things by which he makes the superiority in comparison, from these he shows the kinship of the knowledge. (From Severianus.) Another says, if it was not evil for the sake of Christ—for it was gain—and he said "I have counted"; for it was not loss; but by comparison of the exceeding greatness of the better things he counts it loss. (From Theodore.) And another likewise says: the "was" has its earnestness concerning these things for the establishment of the former gain. For whom I have suffered the loss of all things; and I count them to be refuse, in order that I may gain Christ. From Theodore a. Since it was insulting to call the things of the law refuse, he very sharply added, "in order that I may gain Christ," showing that the comparison makes these things to be such; and it is not yet clear whether he speaks concerning the law; for it is likely that he speaks concerning worldly matters; for having said "whatever things were gain to me, these I have counted as loss for the sake of Christ." But indeed "I count all things to be loss." And yet he said all things. But if you wish also the law, not even so is it insulted; for the refuse is from the wheat.
καὶ τὸ ἰσχυρὸν τοῦ σίτου τὸ σκύβαλον ἐστὶν, τὸ ἄχυρον λέγω· ἀλλ’ εἰ μὴ τὸ σκύβαλον ἦν, οὐκ ἃν ὁ νόμος ἐγένετο. οὐχ ὁρᾷς πῶς πανταχοῦ οὐκ αὐτὸ ζημίαν τὸ πρᾶγμα καλεῖ, ἀλλὰ διὰ τὸν Χριστόν. ὁρᾷς πῶς ἐπιλαμβάνεται τοῦ ἐρείσματος τοῦ Χριστοῦ πάντοθεν, καὶ οὐκ ἀφίησιν οὐδαμοῦ γυμνωθῆναι τὸν νόμον, οὐδὲ πληγὴν λαβεῖν, ἀλλὰ περιβάλλει πανταχόθεν αὐτόν. (Σευηριανοῦ.) Καὶ ἄλλος δὲ φησὶν, τὸ σκύβαλον μέρος καλάμης· ἡ δὲ καλάμη καὶ ὁ στάχυς ποτὲ ἀπὸ σπόρου. τοῦτο οὖν τὸ σκύβαλον ποτὲ χρησιμώτατον εἰς τὸ τεχθῆναι τὸν σπόρον· ὥσπερ γὰρ ἀπὸ σπόρου ῥίζα καὶ καλάμη καὶ στάχυς, οὕτως ἀπὸ τῆς πίστεως τοῦ Ἀβραὰμ ὡσπερεὶ ἀπὸ σπόρου ἡ ἀπὸ τῶν ἐν νόμῳ· καὶ ἡ καλάμη τῶν προφητῶν καὶ ὁ στάχυς ἤδη τὸν Χριστὸν ἐν τῷ κρυπτῷ προκαταγγέλλων· ὁ δὲ τούτων θερισμὸς καὶ ὁ ἀλοητὸς ἐν τῇ πρώτῃ παρουσίᾳ τοῦ Σωτῆρος· “ οὗ τὸ πτύον ἐν τῇ χειρὶ “ καὶ διακαθαριεῖ τὴν ἅλωνα·” ὅτε λοιπὸν ἐπαύσατο μὲν ἡ καλάμη τοῦ νόμου, ὥσπερ δὲ σκύβαλον ἐχωρίσθη, περιτομὴ, σαββάτων τηρήσις, καὶ τῶν ἄλλων· καὶ καθαρὸς ὁ τῆς πίστεως σῖτος, ὁ ἐναποκεκρυμμένος τῇ προφητικῇ καλάμῃ ἀπετέθη ταῖς
And the strong part of the wheat is the chaff, I mean the husk; but if the chaff had not existed, the law would not have come to be. Do you see how everywhere he does not call the thing itself a loss, but because of Christ? Do you see how he takes hold of Christ's support from every side, and does not allow the law to be stripped bare anywhere, nor to receive a blow, but wraps it around from every side. (Of Severianus.) And another says, the chaff is a part of the stalk; and the stalk and the ear are sometimes from seed. This chaff, then, was once most useful for the seed to be begotten; for just as from seed come root and stalk and ear, so from the faith of Abraham as from seed came the things from the law; and the stalk of the prophets and the ear already foretelling Christ in secret; and the harvest and threshing of these was in the first coming of the Savior: "whose winnowing fan is in his hand" and "he will thoroughly cleanse his threshing floor"; when at last the stalk of the law ceased, and like chaff was separated off—circumcision, the keeping of sabbaths, and the rest; and the pure wheat of faith, hidden in the prophetic stalk, was laid up in the
ἀποθήκαις τοῦ κοινοῦ δεσπότου· τοῦτο οὖν τὸ τοῦ σκυβάλου ὄνομα δείκνυσιν οἰκεῖον τὸν νόμον, καὶ ὥσπερ ἄνευ τοῦ νόμου τὸ τέλειον τῆς χάριτος κατορθωθῆναι. Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Τὴν ἐκ Θεοῦ δικαιοσύνην εἰς δικαιοσύνην ἔχων διὰ τὸ μηδὲν αὐτὴν εἶναι, πρὸς ταύτην τὴν δικαιοσύνην ἔδραμεν· οἱ μὴ ἔχοντες πῶς οὐ πολλῷ μᾶλλον ὀφείλουσι προστρέχειν αὐτῷ; καὶ καλῶς εἶπεν “ ἐμὴν δικαιοσύνην· ἣν ἐκ πόνων καὶ ἱδρώτων ἐκτησάμην, ἀλλὰ τὴν ἀπὸ τῆς χάριτος φησίν. εἰ τοίνυν ὁ κατορθώσας ἀπὸ χάριτος σώζεται, πολλῷ μᾶλλον ὑμεῖς· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι μείζων αὕτη ἡ δικαιοσύνη ἡ διὰ πόνων, δείκνυσιν ὅτι σκύβαλον τοῦτό ἐστι πρὸς ἐκείνην· ποῖα δὲ ἔστιν αὕτη; ἣ ἀπὸ πίστεως τοῦ Θεοῦ. τουτέστιν καὶ αὕτη παρὰ Θεοῦ δέδοται, Θεοῦ ἔστιν αὕτη ἡ δικαιοσύνη, δῶρον ἐστὶν αὕτη ὁλόκληρον· τὰ δὲ τοῦ Θεοῦ δῶρα, πολλῷ τῷ μέτρῳ ὑπερβαίνει τὴν εὐτέλειαν τῶν κατορθωμάτων, τῶν διὰ τὴν ἡμετέραν σπουδὴν γινομένων· ἄρα διὰ πίστεως η γνώσις, καὶ ταύτης ἄνευ γνῶναι αὐτὸν οὐκ ἔνι. πὼς γάρ; δι’ αὑτῆς δεῖ γνῶναι, φησὶν, τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ. “ ποῖος γὰρ λογισμὸς τὴν ἀνάστασιν ἡμῖν παραστήσει ; ἀπὸ τῆς πίστεως καὶ ἡ κοινωνία τῶν παθημάτων εἰ γὰρ μὴ ἐπιστεύομεν ὅτι συνυπομένοντες συμβασιλεύσομεν· οὐδ’ ἃν ἐπάθομεν τὰ παθήματα.
to the storehouses of the common Master. Therefore this name of "refuse" shows that the law is his own, and that without the law the perfection of grace was accomplished. And may I be found in him, not having my own righteousness, which is from the law, but that which is through faith in Jesus Christ. Having the righteousness from God as righteousness because it is nothing, he ran toward this righteousness; those who do not have it, how much more ought they to run to him? And well did he say "my own righteousness," which I acquired from labors and sweats, but he means that which is from grace. If, then, the one who succeeded by grace is saved, much more you; for since it was likely that they would say that this righteousness through labors is greater, he shows that this is refuse compared to that; and what sort is this? That which is from faith in God. That is, this too is given from God; this righteousness is God's; this is a gift, whole and complete; but the gifts of God surpass by a much greater measure the cheapness of achievements that come about through our own zeal. Therefore through faith comes knowledge, and without this it is not possible to know him. For how? Through it, he says, one must know the power of his resurrection. For what reasoning will set the resurrection before us? From faith comes also the fellowship of his sufferings; for if we did not believe that, suffering together, we shall reign together, we would not have suffered even the things we suffered.
διὰ τοῦτο ἔλεγεν καὶ “εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν “ δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ.’’ τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῆ πίστει, τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἰ πῶς καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρὼν. “ Συμμορφούμενος ” φησὶν, “ τῷ θανάτῳ αὐτοῦ·” τουτέστιν κοινωνῶν· νῶ καθάπερ γὰρ ἐκεῖνος ὕπερ τῶν ἀνθρώπων ἔπαθεν, οὕτως κἀγώ· καὶ ἀλλαχοῦ πάλιν, “ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ “ Χριστοῦ ἐν τῇ σαρκί μομ·” τουτεστιν οἱ διωγμοὶ καὶ τὰ παθήμάτα
ταῦτα τὴν εἰκόνα δημιουργοῦσιν ἐκείνην τὴν τοῦ θανάτου. διὰ τοῦτο τὴν αὐτὴν ὁδὸν ὁδεύομεν, ἥνπερ ὥδευσεν· τουτέστιν ἀδελφοὶ γινόμενοι αὐτῷ καὶ κατὰ τοῦτο. ὥσπερ γὰρ “ ἐν τῷ “ βαπτίσματι συνετάφημεν ἐν τῷ ὁμοιώματι τοῦ θανάτου αὐ- “ τοῦ·’’ οὕτως ἐνταῦθα τῶ θανάτω αὐτοῦ· ἐκεῖ εἰκότως εἶπεν “ ἐν “ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.” οὐ γὰρ ὅλον τὸν θάνατον ἀπεθάνομεν· οὐ γὰρ σώματι καὶ σαρκὶ ἀπεθάνομεν· ἀλλ’ ἁμαρτίᾳ· ἐπεὶ οὖν θάνατος καὶ θάνατος λέγεται, ἀλλ’ ἐκεῖνος μὲν ἀπέθανε σώματι, ἡμεῖς δὲ ἁμαρτίᾳ, διὰ τοῦτό φησὶ “ τῷ ὁμοιώματι τοῦ “ θανάτου αὐτοῦ·’’ ἐνταῦθα δὲ οὐκέτι ὁμοιώματι θανάτου, ἀλλ’ αὐτῷ τῷ θανάτῳ. Παῦλος γὰρ ἁμαρτίᾳ οὐκέτι ἀπέθανεν ἐν τοῖς διωγμοῖς· ἀλλ’ αὐτῷ τῷ σώματι. ὥστε τὸν αὐτὸν ὑπέμεινε θάνατον· “ εἴ πὼς καταντήσω’’ φησὶν “ εἰς τὴν ἐξανάστασιν τὴν ἐν νε- “ κρῶν.’’ τί λέγεις; καὶ μὴν πάντες αὐτῆς τυγχάνουσι· καὶ οὐκ ἀναστάσεως μόνης, ἀλλὰ καὶ τῆς ἀφθαρσίας· οἱ μὲν εἰς τιμήν·
For this reason he also said, "that I may be found in him, not having my own righteousness, the righteousness from the law, but that which is through faith in Christ," the righteousness from God on the basis of faith, "that I may know him, and the power of his resurrection, and the fellowship of his sufferings, being conformed to his death, if by any means I may attain to the resurrection from the dead." "Being conformed," he says, "to his death," that is, sharing in it. For just as he suffered on behalf of men, so also do I. And again elsewhere, "I fill up the deficiencies of the afflictions of Christ in my flesh," that is, the persecutions and sufferings. These things produce that image of death. For this reason we walk the same road that he walked, that is, becoming brothers to him in this respect also. For just as "in baptism we were buried with him in the likeness of his death," so here it is in his death. There he reasonably said "in the likeness of his death," for we did not die his entire death; for we did not die in body and flesh, but to sin. Since, then, death and death are spoken of, but he died in body, while we die to sin, for this reason he says "in the likeness of his death"; but here no longer in the likeness of death, but in his very death. For Paul no longer died to sin in his persecutions, but in his very body, so that he endured the same death. "If by any means," he says, "I may attain to the resurrection from the dead." What are you saying? Surely all attain to it, and not to resurrection only, but also to incorruption—some to honor,
οἱ δὲ εἰς ἐφόδιον κολάσεως· πῶς οὖν ὁ μέλλων ἐξαιρέτου τινὸς τυγχάνειν ἔλεγεν, “ εἰ πὼς καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ “ νεκρῶν;” τί οὖν ἐστι; δοκεῖ μέγα τί ἐνταῦθα αἰνίττεσθαι· οὕτω γὰρ μέγα ἦν, ὅτι οὐδὲ ἐθάρρησεν ἀποφήνασθαι, ἀλλὰ φησίν· εἴπως ἐπίστευσα εἰς αὐτὸν καὶ τὴν ἀνάστασιν αὐτοῦ· ἀλλὰ καὶ πάσχω δι’ αὐτὸν, ἀλλ’ οὔπω δύναμαι θαρρῆσαι περὶ τῆς ἀνανστἀαεως. ποίαν ἀνάστασιν ἐνταῦθα φησίν; τὴν πρὸς αὐτὸν ἄγουσαν τὸν Χριστόν· ὅπερ καὶ ἀλλαχοῦ λέγει· “ μήπως ἄλλοις κηρήξας, αὐτὸς ἀδόκιμος γένωμαι. ὐκ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ Ἰησοῦ. Οὐχ ὅτι ἤδη ἔλαβον τὸ βραβεῖον. εἰ δὲ ὁ τοσαῦτα παθὼν, εἰ ὁ τὴν νέκρωσιν ἔχων, οὔπω ἐθάρρει περὶ τῆς ἀναστάσεως ἐκείνης, τι ἂν εἴποιμεν ἡμεῖς; τί ἐστιν " εἰ καὶ καταλάβω καταλάβω;” τὴν αὐτοῦ, φησὶν, ἀνάστασιν ἐὰν καταλάβω· τουτέστιν ἐὰν δυνηθῶ τοσαῦτα παθεῖν· ἂν δυνηθῶ μιμήσασθαι αὐτόν· οἷον, πολλὰ ἔπαθεν ὁ Χριστὸς, ἐνεπτύσθη· ἐρραπίσθη· ἐμαστίχθη· ὕστερον ἔπαθεν, ἅπερ ἔπαθε· τοῦτο στάδιον ἐστί· διὰ τούτων πάντων δεῖ πρὸς τὴν ἀνάστασιν
But others [take it] as provisions for punishment. How then does he who was about to obtain something exceptional say, "if somehow I may attain to the resurrection from the dead"? What then is this? He seems to hint at something great here; for it was so great that he did not even dare to declare it outright, but says: "if somehow I believed in him and his resurrection"; but also "I suffer for him," but "I am not yet able to be confident about the resurrection." What resurrection does he mean here? The one that leads to Christ himself; which he also says elsewhere: "lest after preaching to others, I myself should become disqualified. Not that I have already obtained, or have already been made perfect, but I press on, if also I may lay hold, for which also I was laid hold of by Christ Jesus. Not that I have already obtained the prize." But if he who suffered so much, if he who has the deadening, was not yet confident about that resurrection, what would we say? What is "if also I may lay hold"? His resurrection, he says, if I may lay hold of it; that is, if I am able to suffer so much; if I am able to imitate him; for instance, Christ suffered many things, was spat upon, was struck, was scourged; later he suffered what he suffered; this is the contest; through all these things one must [press on] toward the resurrection.
αὐτοῦ φθάσαι. ἣ τοῦτο φησίν· ἐὰν καταξιωθῶ τῆς ἀναστάσεως τυχεῖν εὐδοκίμου παρρησίαν ἐχούσης εἰς τὴν ἐξανάστασιν τὴν αὐτοῦ· ἃν γὰρ δυνηθῶ τοὺς ἀγῶνας πάντας ἐνεγκεῖν, καὶ τὴν ἀναστᾶσιν αὐτοῦ δυνήσομαι σχεῖν, καὶ μετὰ δόξης ἀναστῆναι. οὐδέπω γὰρ ἄξιος εἰμι φησὶν, ἔτι ἐναγώνιός μοι ὁ βίος· ἔτι τοῦ τέλους εἰμὶ πόρρω· ἔτι τῶν a βραχέων ἀφέστηκα· ἔτι διώκω. καὶ οὐκ εἶπε τρέχω, ἀλλὰ διώκω. ὁ διώκων, ἴστε μεθ’ ὅσου πόνου διώκει· οὐδὲν ὁρᾷ· πάντας μετὰ πολλῆς τῆς ῥώμης τοὺς διακόπτοντας ἀπωθεῖται, καὶ διάνοιαν καὶ ὄμμα, καὶ ἰσχὺν καὶ ψυχὴν καὶ σῶμα συστρέφει· πρὸς ἕτερον μὲν οὐδὲν ὁρῶν, πρὸς δὲ βραβεῖον μόνον. εἶτα δεικνὺς ὅτι ὀφειλὴ τὸ πρᾶγμα ἐστὶ, φησὶν, “ ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ “ Ἰησοῦ.” τῶν ἀπολλυμένων ἤμην, φησίν· ἐπνιγόμην, ἤμελλον ἀπόλλυσθαι· κατέλαβέ με ὁ Θεός. καὶ γὰρ αὐτὸς ἡμᾶς ἐδίωκε φεύγοντας αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς. ὥστε πάντα παρίστησι. τὸ γὰρ εἰπεῖν ὅτι “ κατελήφθην,” ἔδειξε καὶ τοῦ βουλομένου καταλαβεῖν τὴν σπουδὴν, καὶ ἡμῶν τὴν ἀποστροφὴν πολλὴν καὶ τὴν πλάνην, ὅτι αὐτὸν ἐφεύγομεν· ὥστε πολλῆς ἐσμὲν ὀφειλῆς ὑπεύθυνοι. Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι. Οὐδὲν οὕτως κενοῖ κατορθώματα καὶ ἀποφυσᾷ, ὡς ἡ μνήμη τῶν πεπραγμένων ἡμῖν ἀγαθῶν. δύο γὰρ τίκτει· καὶ ῥᾳθυμοτέρους ἐργάζεται, καὶ εἰς ἀπόνοιαν αἴρει· δι’ ὅπερ ὁ Παῦλος ἐπειδὴ οἶδεν ὀξύρροπον τὴν ἡμετέραν φύσιν πρὸς ῥαθυμίαν, καὶ πολλὰ τοὺς Φιλιππησίους ἐπῄνησεν· ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα διὰ πολλῶν μὲν καὶ ἑτέρων ἀνωτέρω, μάλιστα δὲ διὰ τοῦ παρόντος ῥητοῦ. τι λέγων;
to attain to it. Or he says this: if I am deemed worthy to obtain the resurrection that is well-approved and has boldness for his rising again; for if I am able to endure all the contests, I will also be able to have his resurrection, and to rise with glory. For he says, I am not yet worthy; my life is still a contest; I am still far from the end; I am still far from the brief things; I still pursue. And he did not say I run, but I pursue. You know with how much toil the pursuer pursues: he sees nothing; he thrusts aside all who cut in his way with great force, and he gathers together mind and eye, and strength and soul and body; looking at nothing else, but only at the prize. Then, showing that the matter is a debt, he says, "for which also I was apprehended by Christ Jesus." I was of those who are perishing, he says; I was being drowned, I was about to perish; God apprehended me. For he himself also pursued us as we fled from him with great zeal. So that he presents everything. For in saying "I was apprehended," he showed both the zeal of the one who wished to apprehend, and our great turning away and error, that we were fleeing from him; so that we are liable to a great debt. Brethren, I do not reckon myself to have apprehended. Nothing so empties out and puffs away accomplishments as the memory of the good things we have done. For it gives birth to two things: it makes us more slack, and it lifts us into folly; for which reason Paul, since he knows our nature is swift to slackness, also praised the Philippians much; see how he checks their mindset through many other things above, but especially through the present saying. What is he saying?
“ ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογί- “ ζομαι κατειληφέναι.’’ εἰ δὲ Παῦλος οὐδέπω κατέλαβεν, οὐδ’ ἐθάρρει περὶ τῆς ἀναστάσεως, οὐδὲ περὶ τῶν μελλόντων, σχολῇ γ οὖν ἐκεῖνοι οἱ μηδὲ τὸ πολλοστὸν αὐτοῦ μέρος κατωρθωκότες, τοῦτο ἂν ἔπραξαν. τουτέστιν. οὐδέπω κατειληφέναι τὴν ἀρετὴν πᾶσαν ἡγοῦμαι. εἰ δὲ λέγει ἀλλαχοῦ “ τὸν ἀγῶνα τὸν καλὸν ἠγώ- “ νισμαι·’’ καὶ ἐνταῦθα “ οὐδέπω λογίζομαι κατειληφέναι,” ἀναγνοὺς τίς ἀκριβῶς, εἴσεται τὴν αἰτίαν καλῶς καὶ ἐκείνων τῶν ῥημάτων·
οὐ γὰρ δεῖ συνεχῶς τὰ αὐτὰ στρέφειν καὶ ὅτι πολλῷ πρότερον ἔλεγεν, ἐκεῖνα δὲ πρὸς τῇ τελευτῇ. Ἕν δὲ τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἐυπρόσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. τοῦτο γὰρ αὐτὸν ποιεῖ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, τὸ τῶν ὀπίσω ἐπιλανθάνεσθαι. τοῦτο οὖν ἡμᾶς ἀεὶ δεῖ λογίζεσθαι, κἂν μυρία κατορθώσωμεν ἀγαθά· εἰ γὰρ Παῦλος μετὰ μυρίους θανάτους, τοῦτο ἐλογίζετο, πολλῷ μᾶλλον ἡμεῖς. καὶ οὐκ εἰπεν ὅτι τὰ ὀπίσω οὐκ ἀναλογίζομαι, ἀλλ’ οὐδὲ μέμνημαι· “ ἐπεκτεινόμενος” φησὶν, πρὶν ἣ παραγενέσθαι, λαβεῖν σπουδάζω· ἐπικλίνων ἑαυτὸν εἰς τὰ ἔμπροσθεν [ἵνα] καὶ τὰς χεῖρας ἐκτείνων, ἵνα καὶ τοῦ δρόμου πλέον ἐργάσηται· οὕτω δεῖ τρέχειν τὸν τρέχοντα μετὰ τοσαύτης προθυμίας, οὐκ ἀναπεπτωκότα· ἄνω κεῖται τὸ βραβεῖον φησιν· ὅρα πόσον διάστημα τοῦτο δεῖ δραμεῖν· ἅ πόσον τὸ ὕψος· ἐκεῖ δεῖ σταθῆναι τοῖς τοῦ Πνεύματος πτεροῖς· ἑτέρως γὰρ οὐκ ἔνι τὸ ὕψος τοῦτο τεμεῖν· μετὰ τοῦ σώματος ἐκεῖ δεῖ βαδίσαι ἔξεστι γὰρ ἐν Χριστῷ Ἰησοῦ, φησίν·
“Brothers, I do not consider myself to have laid hold.” But if Paul had not yet laid hold, neither did he have confidence concerning the resurrection, nor concerning the things to come; then surely those who have not succeeded even to the smallest fraction of his measure would have done this. That is: I do not yet consider that I have laid hold of all virtue. But if he says elsewhere, “I have fought the good fight,” and here, “I do not yet consider that I have laid hold,” anyone who reads carefully will well know the reason also of those words; for one must not continually turn over the same things, and that he said that much earlier, but these things near the end. But one thing: forgetting the things behind and stretching forward to the things ahead, I press on toward the goal for the prize of the upward calling of God in Christ Jesus. For this is what makes him stretch forward to the things ahead—the forgetting of the things behind. This, then, we must always consider, even if we have succeeded in countless good things; for if Paul, after countless deaths, considered this, much more we. And he did not say, “I do not reckon the things behind,” but, “I do not even remember them.” “Stretching forward,” he says, “I hasten to receive before I arrive”; leaning himself forward and stretching out his hands, so that he may accomplish even more of the race. Thus must the runner run with such eagerness, not reclining; the prize, he says, lies above. See how great a distance this is that one must run; see how great the height; there one must stand with the wings of the Spirit; for otherwise it is not possible to cut through this height; one must walk there with the body—for it is possible in Christ Jesus, he says.
οὐ γὰρ ἔνι χωρὶς τῆς ἐκείνου ῥοπῆς τοσοῦτο διελθεῖν διάστημα· κάτω μέν σε ἀγωνίζεσθαι ἠβουλήθη, ἄνω δὲ στεφανοῖ. οὐχ ὁρᾶτε καὶ ἐνταῦθα, ὅτι τοὺς μάλιστα τιμωμένους καὶ τῶν ἀθλητῶν καὶ τῶν ἡνιόχων οὐ στεφανοῦσιν, ἐν τῶ σταδίω κάτω, ἀλλ’ ἄνω καλέσας ὁ βασιλεὺς, οὕτως στεφανοῖ; οὕτως καὶ ἐνταῦθα· εἰς τὸν οὐρανὸν λαμβάνεις τὸ βρα- βεῖον. Σευηριανὸσ δὲ ὁμοίως φησὶν, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος οὐχ ὡς κακὰν ἀλλ’ ὃ λέγει τοιοῦτόν ἐστιν. οὐχ ἀσχολοῦμαι εἰς τὸ ἀναμιμνήσκεσθαι τοὺς ἀγῶνας μου τοὺς παρελθόντας, ἀλλ’ εἰς τὸ μεριμνᾶν τί κατορθώσω εἰς τὰ ἑξῆς. (Θεόδωροσ.) ταύτην δὲ τὴν ἐξήγησιν Θεόδωρος οὐ βούλεται γὰρ ἀπὸ τοῦ τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν δι’ ὅλου περὶ τοῦ μὴ δεῖν πείθεσθαι τοῖς κατὰ νόμον ἡμῖν αὐτοῖς βουλομένοις διαλέγεσθαι· τοῦτο γάρ ἐστιν ὁ φησι γεγοῆσθαι· ἐμαυτὸν ἐν τῇ ἀληθινῇ τελειότητί οὐκ ἀποφαίνομαι· οὐδέπω
γὰρ ἐν ἀπολαύσει τῶν προσδοκωμένων κατέστημεν· ἀλλ’ ὅμως εἰδὼς ἐκείνων τὸ μέγεθος, τῶν μὲν παλαιῶν ἁπάντων οὐδένα ποιοῦμαι λόγον· πρὸς δὲ τὰ μέλλοντα ἐμαυτοῦ λογισμὸν ἐκτείνων, ἕνα σκοπὸν ἔχω, πρὸς ὃν ἀφορῶν, ἅπαντα πράττω, ὅπως ἃν τύχοιμι τῶν προκειμένων ἡμῖν ἐπάθλων εἰς τὴν ἄνω κλῆσιν· ἵνα εἴπῃ τὴν ἐν τοῖς οὐρανοῖς δίαιταν, ἧς ἐπὶ τὸ τυχεῖν κεκλήμεθα πάντες. Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν. Ποῖον ; τὸ ὅτι δεῖ τῶν ἔμπροσθεν ἐπιλανθάνεσθαι· ὥστε τελείου τὸ μὴ νομίζειν ἑαυτὸν τέλειον ε-ι’ναι· τοῦτο γάρ ἐστι τελειότης· ὡς ὁ γε νομίζων τὸ πᾶν κατειληφέναι, οὐδὲν ἔχει. ’ Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.
For it is not possible without his inclination to traverse so great a distance; he willed you to struggle below, but above he crowns you. Do you not see even here, that the king does not crown those who are most honored, both of the athletes and of the charioteers, below in the stadium, but having called them up, thus he crowns them? So also here: you receive the prize in heaven. And Severianus says similarly, forgetting the things behind—not as though they were evil, but what he says is of this sort: I do not occupy myself with recalling my past contests, but with being anxious about what I shall accomplish for the things that follow. (Theodore.) But Theodore does not want this interpretation. For as for not writing the same things to you, it is not irksome to me to speak throughout about the necessity of not being persuaded by those who wish us to converse according to the law; for this is what he says has happened: I do not declare myself to be in true perfection; for we have not yet been established in the enjoyment of the things hoped for; but nevertheless, knowing the greatness of those things, I make no account of all the old things; but stretching my own reasoning toward the things to come, I have one goal, looking to which I do everything, so that I may obtain the prizes set before us for the upward calling; that he may speak of the dwelling in the heavens, to obtain which we have all been called. Let us therefore, as many as are perfect, think this. What? That one must forget the things in front; so that it belongs to the perfect not to consider oneself perfect; for this is perfection; since the one who thinks he has grasped everything has nothing. And if in anything you think otherwise, God will reveal this also to you.
Tουτέστιν, εἰ δέ τις νομίζει τὸ πᾶν κατορθωκέναι, ἀσφαλιζέτω ἑαυτόν· ἀλλ’ οὐκ εἶπεν οὕτως· ἀλλ’ ὅρα πῶς συνεσταλμένως τοῦτο φησίν· ὁ Θεὸς ὑμᾶς διδάξει, τουτέστιν ὁ Θεὸς ὑμᾶς πείσει, οὐχὶ διδάξει· ἐδίδασκεν γὰρ ὁ Παῦλος, ἀλλ’ ἐνάξει ὁ Θεός· ἀλλ’ οὐκ εἶπεν ἐνάξει ἀλλ’ ““’ ἵνα δόξῃ μᾶλλον ἀγνοίας ε-ι’ναι τὸ πρᾶγμα. οὐ περὶ δογμάτων ταῦτα εἴρηται, ἀλλὰ βίου τελειό- τητος, καὶ τοῦ μὴ νομίζειν ἑαυτοὺς τελείους εἶναι. ΑΛΛΩΣ δέ φησιν, εἰ καὶ μὴ ἴσμεν ἀκριβῶς τὰ μέλλοντα ὁποῖα καθέστηκεν, ἀλλ’ ἐπὶ τῶν πραγμάτων αὐτὰ ἡμῖν δείξει ὁ Θεός. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Τέως φησὶν, ἐν οἷς ἐσμὲν καὶ ἐν οἷς ἐκλήθημεν ἐπιμένειν ὀφει-́ λομεν, σύμφωνον τὴν περὶ αὐτὰ διάθεσιν ἐπιδεικνύμενοι, καὶ μὴ ἐξι- στάμενοι τῆς τῶν μελλόντων προσδοκίας καὶ τοῦ κατ’ ἐκεῖνα τὸν ἑαυτῶν ῥυθμίζειν βίον. (ΧΡΥΣοΣTΏMΩΥ.) Ἄλλος δέ φησιν· τοῦτο βούλεται εἰπεῖν κυρίως, ὃ κατορθώσαμεν, κατέχωμεν· τὸ τῆς ἀγάπης, τὸ τῆς ὁμονοίας, τὸ τῆς εἰρήνης· τοῦτο ἡμῖν κατώρθωται. " τῷ αὐτῷ “ στοιχεῖν κανόνι·” τὸ αὐτὸ φρονεῖν· κανόνι βούλεται εἶναι τὰ παραγγέλματα. ὁ κανὼν οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν δέχετᾶι·
That is, if anyone thinks he has accomplished everything, let him secure himself. But he did not say it that way; rather, see how concisely he says this: God will teach you, that is, God will persuade you, not teach you; for Paul was teaching, but God will lead you on. But he did not say "will lead you on," but rather, so that the matter might seem to be one of ignorance. These things are said not about doctrines, but about the perfection of life, and about not thinking themselves to be perfect. But he says in another way: even if we do not know accurately what the future things are like, God will show them to us in the actual events. Nevertheless, to what we have attained, let us walk by the same rule, to think the same thing. For now, he says, we ought to remain in what we are and in what we were called to, displaying a harmonious disposition concerning these things, and not departing from the expectation of future things and from ordering our life according to them. (Of Chrysostom.) But another says: this is what he means literally: what we have accomplished, let us hold fast—the things of love, of concord, of peace; this has been accomplished by us. "To walk by the same rule"; to think the same thing; he means the commandments are the rule. The rule admits neither addition nor subtraction.
ἐπεὶ τὸ κανὼν εἶναι ἀπόλλυσι· τουτέστιν, τῷ αὐτῷ ὅρῳ, τῇ ἀυτὴ πίστει. Μιμηταί μου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας , καθὼς ἔχετε τύπον ἡμᾶς. Εἴ τις ἡμᾶς βούλεται μιμεῖσθαι φησὶν, εἰ τις τὴν αὐτὴν βαδίζειν ὁδὸν, ἐκείνους προσέχετε, εἰ καὶ ἐγὼ μὴ πάρειμι· ἀλλ’ ἴστε τῆς ἐμῆς βαδίσεως τὸν τρόπον· Τουτέστιν τῆς ἀναστροφῆς τοῦ βίου. οὐ γὰρ διὰ ῥημάτων μόνην ἐδίδασκον, ἀλλὰ καὶ διὰ πραγμάτων. (Θεόδωροσ.) Ἄλλος φησίν· ἀντὶ τοῦ μὴ ὑπὸ νόμον ζῶντες, ἀλλ’ ὁμοίως ἐμοί. “ καὶ σκοπεῖτε” φησὶν “ τοὺς οὕτω περιπα- “ τοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς·’’ καὶ καθόλου φησὶν, πρὸς τοὺς οὕτω ζῶντας ἀφορᾶτε, κἀκείνους μιμεῖσθε. Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροπῦ ῥοῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια. Οὐδὲν οὕτως ἀλλότριον καὶ ἀνάρμοστον Χριστιανοῦ, ὡς ἄνεσιν καὶ ἀνάπαυσιν ζητεῖν, καὶ τὸ τῷ παρόντι προστετηκέναι βίῳ, τῆς ἐπαγγελίας ἀλλότριον· ὁ δεσπότης σου ἐσταυρώθη, καὶ ἄνεσιν ζητεῖς; ὁ δεσπότης σου προσηλώθη, καὶ σὺ τρυφᾶς; καὶ ποῦ ταῦτα στρατιώτου γενναίου; διὰ τοῦτο ὁ Παῦλος φησίν· “ νυνὶ “ δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ.” ἐπειδὴ τινὲς ἦσαν ὑποκρινόμενοι τὸν Χριστιανισμὸν, ἐν ἀνέσει δὲ ὄντες καὶ τρυφῇ, τοῦτο δὲ ἐναντίον τῷ σταυρῷ, διὰ τοῦτο ἔλεγεν ταῦτα. οἶδεν σταυρὸν ὁ Χριστὸς τὰ πάθη λέγειν, ὡς ὅταν λέγῃ· “ ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι·’’ τουτέστιν ἐὰν μή τις ᾖ παρεσκευασμένος πρὸς θάνατον·
Since being a rule destroys it; that is, by the same boundary, the same faith. Be imitators of me, brothers, and observe those who walk thus, as you have us as a pattern. If anyone wishes to imitate us, he says, if anyone walks the same road, pay attention to those men, even if I am not present; but know the manner of my walking; that is, of the conduct of my life. For I taught not by words only, but also by deeds. (Theodore.) Another says: instead of living not under the law, but like me. "And observe," he says, "those who walk thus, as you have us as a pattern"; and in general he says, look to those who live thus, and imitate them. For many walk, whom I often told you of, and now tell you even weeping, the enemies of the cross of Christ, whose end is destruction. Nothing is so alien and unsuited to a Christian as to seek ease and rest, and to be attached to the present life, alien to the promise; your master was crucified, and do you seek ease? Your master was nailed to the cross, and do you live in luxury? And where is this worthy of a noble soldier? Therefore Paul says: "But now even weeping I say, the enemies of the cross of Christ." Since some were pretending Christianity while living in ease and luxury, and this is contrary to the cross, therefore he said these things. Christ knows how to call his sufferings a cross, as when he says: "Unless someone takes up his cross and follows me"; that is, unless someone is prepared for death.
οὗτοι δὲ φιλόζωοι καὶ φιλοσώματοι ὄντες, ἐχθροὶ τοῦ σταυροῦ τυγχάνουσιν· δακρύων οὖν οἱ τοιοῦτοι ἄξιοι. Ἄλλοσ δὲ φησὶν, τί γὰρ ἕτερον εἴη ἂν καὶ ὑπολαβεῖν ἐπὶ τῶν ἐναντιουμένων τῷ Χριστῷ καὶ ἐλαττούντων τὰ περὶ αὐτῶν τῇ περὶ τὰ νόμιμα σπουδῇ ; Ὧν τὸ Θεὸς ἡ κοιλία. Τόδε φάγε, καὶ τόδε μὴ φάγῃς· καὶ περὶ τοῦτο ἑαυτοὺς ἀσχολοῦντες ὥσπερ Θεῷ τῇ κοιλίᾳ προσέχοντες· καὶ τὸ εὐσεβεῖν ἐν τῷ τάδε αὐτῇ προσκομίζειν ἣ μὴ τάδε τιθέμενοι· ἣ καὶ οὕτως· “ φάγωμεν καὶ πίωμεν·” ὁρᾷς ὅσον ἡ τρυφὴ κακόν; τοῖς μὲν τὰ χρήματα, τοῖς δὲ ἡ κοιλία Θεός· οὐχὶ εἰδωλολάτραι καὶ οὗτοι, κα ἐκείνων χείρους ; Καὶ ἡ δόξι ἐν τῆ αἰσχύνῃ αὐτῶν. Ἀλλὰ τί ἐφ’ οἷς δεῖ ἐγκαλύπτεσθαι ἐπὶ τούτοις σεμνύνονται· δεινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν· τὸ δὲ πράττοντα αἰσχύ- νεσθαι, ἐξ ἡμισείας ἔστι δεινόν· ὅταν μέντοι τίς καὶ καὶ ἐγκαλωπίζηται, ὑπερβολὴ ἀναισθησίας. (Θεόδωροσ,) Ἄλλος δὲ οὕτως. μέγα φησὶν, νομίζουσι τὸ τάδε φαγεῖν, ἀλλὰ τάδε· οὐκ ἐννοοῦντες ὅτι κόπρος γίνεται ὅπερ ἃν φάγωσιν, ἣν καὶ ὁρᾶν αἰσχύνονται· ἰδοὺ τῆς σπουδῆς αὐτῶν τὸ τέλος. Οἱ τὰ ἐπίγεια φρονοῦντες. Χρυσοστόμου. Οἱ γὰρ μηδὲν πνευματικὸν φρονοῦντες, ἀλλ’ ἐνταῦθα πάντα κεκτημένοι, καὶ ταῦτα φρονοῦντες, εἰκότως τὴν κοιλίαν Θεὸν ἔχουσι, λέγοντες, “ φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ “ ἀποθνήσκομεν.” Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Μῆ τοίνυν ἐνταῦθα ζητῶμεν ἄνεσιν· ἐκεῖ ἐσμὲν λαμπροὶ, ἔνθα καὶ πολιτευόμεθα. Ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν· ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως.
But these, being lovers of life and lovers of the body, are enemies of the cross; such people, then, are worthy of tears. But another says, For what else could one also suppose concerning those who oppose Christ and diminish the things concerning them by their zeal for legal ordinances? Their God is the belly. Eat this, and do not eat that; and busying themselves about this, they attend to the belly as though to a god; and they place piety in bringing these things to it or not setting forth those things; or also thus: "Let us eat and drink." Do you see how great an evil luxury is? For some, money is God; for others, the belly; are not these also idolaters, and worse than those? And their glory is in their shame. But what things ought to be covered over, in these they pride themselves. For it is a terrible thing to do shameful deeds; but for one who does them to be ashamed is half terrible; when, however, someone is even covered over, it is an excess of insensitivity. (Theodore.) But another says thus: They think it a great thing to eat these things, but those; not considering that whatever they eat becomes dung, which they are also ashamed to see; behold the end of their zeal. Those who mind earthly things. (Chrysostom.) For those who mind nothing spiritual, but have acquired everything here, and mind these things, reasonably have the belly as God, saying, "Let us eat and drink; for tomorrow we die." But our citizenship exists in heaven. Let us not, then, seek relaxation here; there we are radiant, where we also have our citizenship. From which we also await as Savior the Lord Jesus Christ, who will transform the body of our humiliation.
Σώματι τῆς δόξης αὐτοῦ κατὰ μικρὸν ἀνήγαγεν ἡμᾶς ἀπ’ οὐρανοῦ, φησὶν, ὁ ἡμέτερος Σωτῆρ’· ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ προσώπου τὸ σεμνὸν δεικνύς· πολλὰ φησὶν πάσχει τὸ σῶμα, δεσμεῖται, μαστίζεται, μυρία πάσχει δεινά. ἀλλὰ καὶ τὸ τοῦ Χριστοῦ τοσαῦτα ἔπαθεν· τοῦτο γοῦν ἠνίξατο εἰπὼν, “ εἰς τὸ “ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.’’ ἄρα τὸ αὐτὸ μέν ἐστιν· ἐνδύσεται δὲ ἀφθαρσίαν, μετασχηματίσει
ἄρα· καὶ τὸ σχῆμα ἕτερον, ἢ τὴν μεταβολὴν οὕτω καταχρηστικῶς ἐκάλεσεν· “ σῶμα δὲ ταπεινώσεως’’ ἡμῶν εἶπεν, ὅτι τεταπείνωται. νῦν τῇ φθορᾷ ἐστὶν ὑπεύθυνον, τῇ ἀλγηδόνι. δοκεῖ εὐτελὲς εἶναι, καὶ οὐδὲν τῶν λοιπῶν ἔχειν πλέον. “ εἰς τὸ γενέσθαι αὐτὸ,” φησὶν, “ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.” βαβαῖ, ἐκείνῳ τῷ καθημένῳ ἐν δεξίᾳ τοῦ Πατέρος, σύμμορφον τοῦτο τὸ σῶμα γίνεται; ἐκείνῳ τῷ προσκυνουμένῳ· ᾧτ’ παρεστήκασιν καὶ ἀσώματοι δυνάμεις; εἶτα ἵνα μὴ ἀπιστήσῃς, καὶ λογισμὸν ἐπάγαγεν· Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα. Δύναμιν ἔχει, φησὶν, ὥστε πάντα ὑποτάξαι· οὐκοῦν καὶ τὴν φθορὰν καὶ τὸν θάνατον. μᾶλλον δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτο ποιεῖ· ποίας γὰρ δυνάμεως μεῖζον ἐστὶν δαίμονας καὶ Ἀγγέλους καὶ Χερουβὶμ καὶ Σεραφὶμ ὑποτάξαι, ἢ σῶμα ποιῆσαι ἄφθαρτον; πολλῷ δὴ μᾶλλον τοῦτο ἐκείνου. καὶ οἱ ἄλλοι ὁμοίως· ΚΕΦ. ς. Παραίνεσις ἴδιαι τινῶν καὶ κοιναὶ πάντων Ὥστε ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μοι, οὕτως στήκετε ἐν Κυρίῳ. Οὕτω· πῶς; ἀκλινεῖς. ὅρα πῶς μετὰ τὴν παραίνεσιν τὰ ἐγκώμια.
By the body of his glory, our Savior, he says, gradually led us up from heaven—showing the dignity from the place, from the person. He says the body suffers many things: it is bound, scourged, endures countless terrible things. But even Christ's body suffered as many things; at any rate he hinted at this when he said, "that it might become conformed to the body of his glory." So it is the same body; but it will put on incorruption, it will transform—so then, the form is different, or he called the change this way by a loose usage. "A body of humiliation," he said of ours, because it has been humbled. Now it is subject to corruption, to pain. It seems to be worthless, and to have nothing more than the rest. "That it might become," he says, "conformed to the body of his glory." Good heavens, does this body become conformed to that one who sits at the right hand of the Father? To that one who is worshiped, before whom even the incorporeal powers stand? Then, so that you might not disbelieve, he also added the reasoning: "According to the working of his power to subject all things to himself." He has power, he says, to subject all things; therefore also corruption and death. Or rather, from the same power he does this too; for what power is greater than to subject demons and angels and Cherubim and Seraphim, or to make a body incorruptible? This is much greater than that. And the others likewise. CHAPTER 6. Exhortations, some specific and some common to all. So then, my brothers, beloved and longed for, my joy and crown, stand firm thus in the Lord. Thus: how? Unwaveringly. See how after the exhortation come the praises.
“ χαρὰ καὶ στέφανός μου·’’ τι ταύτης τῆς ἀρετῆς ἴσον; ὅταν Παύλου στέφανος ὦσιν. Οὕτως στήκετε ἐν Κυρίῳ ἀγαπητοί. Τουτέστν “ ἐν τῆ ἐλπίδι τοῦ Θεοῦ.” Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. καὶ ἐρωτῶ καὶ σὲ σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵ τινες ἐν τῷ εὐαγγελίῳ συν- ήθλησάν μοι· μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου· ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. ὁρᾷς ὅσην αὐτοῖς ἀρετὴν μαρτυρεῖ· ὅπερ τοῖς Ἀποστόλοις εἰπεν ὁ Χριστὸς, “ μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν βίβλῳ ζωῖς.” δοκοῦσι δέ μοι αὗται αἱ γυναῖκες κεφάλαιον εἶναι τῆς Ἐκκλησίας τῆς ἐκεῖ· καὶ παρατίθεται αὐτὰς ἀνδρὶ τινὶ ἴσως θαυμαστῷ, καὶ ὃν σύζυγον καλεῖ· ᾧτ’ ἴσως εἰώθει παρατίθεσθαι ὡς συνεργῷ καὶ συστρατιώτῃ καὶ κοινωνῷ καὶ ἀδελφῷ· ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ λέγων, “ συνίστημι ὑμῖν Φοίβην τὴν ἀδελφὴν ὑμῶν, διάκονον “ οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρέαις·’’ ἣ ἀδελφὸν τινὰ αὐτῶν, ἣ ἄνδρα αὐτῆς· ὡς ἃν εἰ ἔλεγεν, νῦν ἀδελφὸς εἰ γνήσιος. τινὲς δέ φασιν ὄνομα εἶναι κύριον τὸ Σύζυγε· καὶ εἴτε τοῦτο, εἴτε ἐκεῖνο, οὐ σφόδρα ἀκριβολογεῖσθαι δεῖ· ἀλλ’ ὅτι καὶ αὗται οὐ μικρὸν συνεβάλοντο μέρος ἐν τῷ εὐαγγελίῳ, καίτοι πολλῶν ὄντων τῶν συνεργούντων. (Θεόδωροσ.) Ἄλλος δὲ φησὶν, δῆλον ὅτι καὶ αὗται πρὸς ἀλλήλας ἐστασιάζον, περὶ πρωτείων ἐρίζουσαι· ἐνάρετοι οὐσαι, καὶ ὡς εἰκὸς εἰς τὴν περὶ τῶν τοιούτων ἔριδα καταπίπτουσαι· δῆλον δὲ ὡς οὐ γυναῖκα ἑαυτοῦ λέγει τὸ “ σύζνγε,’’ ὥς τινες οἴονται, ἐπεὶ περιττὸν ἦν τὸ γνήσιε·
“My joy and crown.” What is equal to this virtue? When they are Paul’s crown. “Thus stand firm in the Lord, beloved.” That is, “in the hope of God.” I exhort Euodia, and I exhort Syntyche, to think the same thing in the Lord. And I ask you also, true yokefellow, help them, who labored with me in the gospel, with Clement and the rest of my fellow workers, whose names are in the book of life. You see how great a virtue he testifies to in them; the very thing Christ said to the apostles: “Do not rejoice that the demons are subject to you, but that your names are written in the book of life.” These women seem to me to be the head of the church there; and he entrusts them to some man, perhaps wonderful, and whom he calls a yokefellow; to whom perhaps he was accustomed to entrust them as a fellow worker and fellow soldier and partner and brother; which he also does in the letter to the Romans, saying, “I commend to you Phoebe our sister, who is a deacon of the church in Cenchreae”; either a brother of theirs, or her husband; as if he were saying, now a true brother. But some say that Syzygus is a proper name; and whether this or that, one must not be too precise; but that these women also contributed no small part in the gospel, although there were many who worked together. (Theodore.) But another says, it is clear that these women were also at variance with one another, striving for primacy; being virtuous, and as is likely falling into strife about such matters; but it is clear that he does not call his own wife “yokefellow,” as some think, since “true” would have been superfluous.
ὃ ἀνδρὶ μὲν ἁρμόττει, γυναικὶ δὲ οὐκέτι· δέον αὐτοὺς κἀκεῖνο ἐννοῆσαι, ὅτι σύζυγον ἡ θεία γραφὴ οὐδαμοῦ τὸν γάμῳ συνημμένον λέγει, ἀλλὰ τὸν ὑπὸ τὴν αὐτὴν πίστιν. τινὲς δὲ Εὐοδίαν φασὶν εἶναι τὴν γυναῖκα τοῦ δεσμοφύλακος, Συντύχην δὲ ’τον ἄνδρα. Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. “ Μακάριοι οἱ πενθοῦντες καὶ οὐαὶ τοῖς γελῶσιν,’’ εἶπεν ὁ Κύριος· τί οὖν νῦν φησὶν ὁ Παῦλος; τὸν γέλωτα τοῦ τούτου τὸν ἐπὶ τοῖς παροῦσι γινόμενον πράγμασιν, ἐταλάνισεν ὁ Χριστὸς, καὶ τοὺς πενθοῦντας ἐμακάρισεν, οὐ τοὺς ἁπλῶς ἐπὶ ταῖς τῶν οἰκείων ἀποβολαῖς, ἀλλὰ τοὺς κατανενυγμένους καὶ τὰ οἰκεῖα πενθοῦντας κακὰ, καὶ τὰ ἑαυτῶν ἁμαρτήματα ἀναλογιζομένους, ἣ καὶ τὰ ἀλλότρια· οὐκ ἔστιν δὲ αὕτη ἡ χαρὰ ἐναντία τῷ πένθει ἐκείνῳ· ἀλλὰ γὰρ ἀπ’ ἐκείνου τοῦ πένθους, καὶ αὕτη τίκτεται. ὁ γὰρ πενθῶν τὰ ἑαυτοῦ κακὰ, καὶ ἐξομολογούμενος χαίρει· ἄλλως τε, ἔνεστι πενθεῖν ὕπερ τῶν ἰδίων ἁμαρτημάτων,
χαίρειν δὲ ἐπὶ τῷ Κυρίῳ· καλῶς δὲ ἐδιπλασιάσεν· ἐπειδὴ γὰρ τῶν πραγμάτων ἡ φύσις λύπην ἔτικτεν, διὰ τοῦτο διπλασιασμοῦ δείκνυσιν ὅτι πάντως δεῖ χαίρειν. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Υμεῖς, φησὶν, ἐν θλίψει, ἐκεῖνοι δὲ ἐν τρυφαῖς· ἀλλ’ ἤδη λήψεται τέλος· ἀλλ’ ἐπιβουλεύουσι καὶ ἀπειλοῦσι; μηδὲν μεριμνᾶτε· ἤδη ἐφέστηκεν ἡ κρίσις, ὅταν τἀναντία ἔσται, ἃν ἐπιεικῶς προσενεχθῆτε τοῖς τὰ δεινὰ ὑμᾶς διατιθεῖσιν. Αλλ᾿ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
What is fitting for a man is no longer so for a woman; they ought to consider that too, that divine Scripture nowhere calls the one joined in marriage a yokefellow, but the one under the same faith. Some say that Euodia was the wife of the jailer, and Syntyche his wife. Rejoice in the Lord always; again I will say, rejoice. "Blessed are those who mourn, and woe to those who laugh," said the Lord. What then does Paul now say? The laughter of this man, which arises over present circumstances, Christ counted as wretched, and he blessed those who mourn—not those who mourn simply over the loss of their own, but those who are pricked to the heart and mourn their own evils, and reckon up their own sins, and also those of others. This joy is not contrary to that mourning; rather, it is born from that mourning. For the one who mourns his own evils and confesses them rejoices. Moreover, it is possible to mourn for one's own sins, and to rejoice in the Lord. He rightly doubled it; for since the nature of circumstances gave birth to grief, for this reason by the doubling he shows that one must by all means rejoice. Let your gentleness be known to all men. The Lord is near; do not be anxious about anything. You, he says, are in affliction, while they are in luxury; but it will soon come to an end. But they plot and threaten? Do not be anxious about anything; the judgment is already at hand, when things will be the opposite, if you conduct yourselves gently toward those who inflict terrible things on you. But in everything, by prayer and supplication with thanksgiving, let your requests be made known to God.
“ Ἐν παντὶ” φησὶν, ὥστε ὕπερ ἁπάντων εὐχαριστεῖν τῶν δοκούντων εἶναι λυπηρῶν· τοῦτο γὰρ ὄντως εὐχαρίστου· ἐκεῖνο γὰρ ἡ φύσις τῶν πραγμάτων ἀπαίτει· τοῦτο δὲ ἀπὸ ψυχῆς γίνεται εὐγνώμονος, καὶ σφόδρα διακειμένης περὶ τὸν Θεόν· ταύτας ἐπιγινώσκει τὰς εὐχὰς ὁ Θεὸς, τὰς δὲ ἄλλας οὐκ οἶδεν. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; ἡ εἰρήνη τοῦ Θεοῦ ἣν πρὸς ἀνθρώπους εἰργάσατο· πάντα οὖν ὑπερέχει· τίς γὰρ ἃν προσεδόκησε, τίς ἃν ἄλπισε τοσαῦτα ἔσεσθαι ἀγαθά; πᾶσαν ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν, οὐχὶ λόγων μόνον· ὑπὲρ τῶν ἐχθρῶν, ὑπὲρ τῶν μισούντων αὐτὸν τὸν Υἱὸν ἐκδοῦναι οὐ παρῃτήσατο, ὥστε εἰρήνην ποιῆσαι πρὸς ἡμᾶς· αὕτη δὴ οὖν ἡ εἰρήνη, τουτέστιν ἡ καταλλαγὴ, ἡ ἀγάπη τοῦ Θεοῦ φρουρήσει τὰς καρδίας ὑμῶν· τοῦτο γὰρ διδασκάλου, μὴ μόνον παραινεῖν, ἀλλὰ καὶ ὑπερεύχεσθαι, καὶ διὰ δεήσεως βοηθεῖν· ὥστε μήτε ὑπὸ πειρασμῶν βαπτίζεσθαι, μήτε ὑπὸ ἀπάτης περιφέρεσθαι. τι ἐστιν ἐν Χριστῷ Ἰησοῦ; ἐν αὐτῷ φυλάξει ὥστε μένειν, καὶ μὴ ἐκπεσεῖν αὐτοῦ τῆς πίστεως. ἣ τοῦτο φησίν· ἤγουν ἡ εἰρήνη ἐκείνη ἣν φησὶν ὁ Χριστὸς “ εἰρήνην “ ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν·’’ αὕτη φρουρήσει ὑμᾶς. ἡ γὰρ εἰρήνη ὑπερέχει πάντα νοῦν ἀνθρώπινον. Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἔστιν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί. Τί ἐστι τὸ λοιπόν; ἀντὶ τοῦ πάντα ἡμῖν εἴρηται·
"In everything," he says, so as to give thanks for all things that seem to be painful; for this is truly the mark of a thankful person. For that is what the nature of things demands; but this comes from a grateful soul, and one greatly disposed toward God. God recognizes these prayers, but the others he does not know. And the peace of God, which surpasses all understanding, will guard your hearts and your minds in Christ Jesus. What is this? The peace of God which he worked toward men; therefore it surpasses all things. For who would have expected, who would have hoped that such great goods would come to be? It surpasses every human thought, not only words. For the sake of his enemies, for the sake of those who hated him, he did not refuse to hand over his own Son, so as to make peace with us. This peace, then, that is, this reconciliation, the love of God, will guard your hearts; for this is the part of a teacher, not only to exhort, but also to pray on behalf, and to help through supplication; so that you may be neither submerged by temptations nor carried about by deceit. What is "in Christ Jesus"? In him he will keep you, so that you remain and do not fall away from faith in him. Or he says this: that is, that peace which Christ speaks of: "Peace I leave to you; my peace I give to you"; this will guard you. For the peace surpasses every human mind. Finally, brothers, whatever is true, whatever is honorable, whatever is just, whatever is pure, whatever is pleasing, whatever is of good report, if there is any virtue and if there is any praise, think on these things, which you also learned and received and heard and saw in me. What is "finally"? Instead of "all things have been said to us."
ἐπειγομένου τὸ ῥῆμά ἐστι, καὶ οὐδὲν κοινὸν ἔχοντος πρὸς τὰ παρόντα. τι ἐστιν “ὄσαπροσφιλῆ;” προσφιλῆ τοῖς πιστοῖς, προσφιλῆ τῷ Θεῷ· “ὅσα “ ἀληθῆ; ταῦτα γὰρ ὄντως ἀληθῆ· ψεῦδος δὲ ἡ κακία· καὶ γὰρ ἡ ἡδονὴ αὐτῆς καὶ ἡ δόξα αὐτῆς ψεῦδος ὅσα σεμνά; πρὸς τὸ τὰ ἐπίγεια φρονοῦντας. “ ὅσα ἀγνά;” “ περὶ τὸ ὧν ὁ Θεὸς ἡ κοιλια ὅσα εὔφημα, εἰ τις ἀρέτη καὶ εἰ τις ἔπαινος; ἐνταῦθα βούλεται αὐτοὺς καὶ τῶν πρὸς ἀνθρώπους προνοεῖν. ταῦτα λογίζεσθε φησίν· ὁρᾷς ὅτι βούλεται καὶ πᾶσαν ἔννοιαν ἐξορίσαι πονηράν ἀπὸ τῶν ἡμετέρων ψυχῶν; ἀπὸ γὰρ ἐννοιῶν αἱ πράξεις ἐγένοτο· “ ἃ καὶ ἐμάθετε καὶ παρελάβετε·” τοῦτο διδασκαλία, ἐν πάσαις ταῖς παραινέσεσιν ἑαυτὸν παρέχειν τύπον· τουτέστιν ἐδιδάχθητε “καί ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί· ἀντὶ του καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ὑμᾶς ἐνήγαγον. Ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν. Τουτέστιν ἐν γαλήνῃ ἔσεσθε καὶ ἐν ἀσφαλείᾳ πολλῇ· ὅταν γὰρ ἡμεῖς εἰρηνεύωμεν πρὸς αὐτὸν διὰ τῆς ἀρετῆς, πολλῷ μᾶλλον αὐτὸς μεθ’ ἡμῶν ἔσται. τί οὖν φησίν; πρὸς ἐπαίνους προσέχοντα δεῖ ζῆν; οὐκ εἶπεν πρὸς ἔπαινον ὅρα· ἀλλὰ τὰ ἐπαινετὰ ποιεῖ, ὅσα σεμνά· τὸ σεμνὸν τῆς ἔξω ἐστὶ δυνάμεως· τὸ δὲ ἁγνὸν τῆς ψυχῆς. μὴ δίδοτε, φησὶν πρόσκομμα, μὴ δὲ λαβήν· ἐπειδὴ εἶπεν “ ὅσα εὔφημα,’’ ἵνα μὴ νομίσῃς ὅτι τὰ παρὰ ἀνθρώποις ἁπλῶς φησὶν, ἐπήγαγεν· “ εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος·’’ εἰ γὰρ μέλλοιμεν πρὸς ἑαυτοὺς εἰρηνεύειν, καὶ ὁ Θεὸς ἔσται μεθ’ ἡμῶν. Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε.
The word is "urgent," and has nothing in common with things present. What is "whatever is pleasing"? Pleasing to the faithful, pleasing to God. "Whatever is true"? For these things are truly true; but evil is a lie; for even its pleasure and its glory are a lie. "Whatever is honorable"? With reference to those who mind earthly things. "Whatever is pure"? Concerning those "whose God is their belly." "Whatever is of good report, if there is any virtue and if there is any praise"? Here he wishes them also to take thought for what pertains to men. "Think on these things," he says. Do you see that he wishes to banish every evil thought from our souls? For from thoughts come actions. "Which also you learned and received": this is teaching, to present oneself as a model in all exhortations; that is, you were taught. "And you heard and saw in me": instead of "both through works and through words I led you on." "Practice these things, and the God of peace will be with you." That is, you will be in calm and in great security; for when we are at peace with him through virtue, much more will he be with us. What then does he say? Must one live with an eye to praises? He did not say, "Look to praise," but "do the things worthy of praise." "Whatever is honorable": the honorable belongs to outward power, but the pure belongs to the soul. "Do not give," he says, "offense, nor a handle," since he said "whatever is of good report," lest you think he means simply the things that are with men, he added, "if there is any virtue and if there is any praise." For if we are going to be at peace with ourselves, God also will be with us. "But I rejoiced in the Lord greatly, that now at length you have revived your thought for me, in which you also were thinking."
Πολλάκις εἶπον, ὅτι ἡ ἐλεημοσύνη οὐ τῶν λαμβανόντων ἕνεκεν ἀλλὰ τῶν διδόντων ἐπεισήχθη· καὶ γὰρ ἐκεῖνοι εἰσὶν οἱ τὰ μέγιστα κερδαίνοντες· τοῦτο καὶ ἐνταῦθα δείκνυσιν ὁ Παῦλος, πῶς ἀπέστειλαν αὐτῷ τινὰ διὰ μακροῦ τοῦ χρόνου Φιλιππησίοι, αὐτὰ δὴ ταῦτα Ἐπαφροδίτῳ ἐγχειρίσαντες. μέλλων τοίνυν αὐτὸν πέμπειν τὴν Ἐπιστολὴν αὐτοῖς ἀποκομίζοντα, ὁρ́α πῶς καὶ ἐπαινεῖ αὐτοὺς, καὶ δείκνυσιν, ὅτι οὐ τῆς τῶν λαμβανόντων χρείας, ἀλλὰ τῆς τῶν διδόντων ἕνεκεν τοῦτο γεγένηται· τοῦτο δὲ ποιεῖ, ἵνα μήτε εἰς ἀπόνοιαν αἴρωνται οἱ εὐποιοῦντες· καὶ προθυμότεροι γένωνται περὶ τὸ εὖ ποιεῖν, ἅτε αὐτοὺς μᾶλλον ὠφελοῦντες· οἵτε λαμβάνοντες μὴ ἐπιτρέχωσιν ἀδεῶς τὸ λαμβάνειν, ἵνα μὴ κρίμα ἔχωσι. Τί οὖν φησίν ’, " ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως·’’ οὐ βιωτικῶς ἀλλ’ ἐν Κυρίῳ οὐχ ὅτι ἀνάπαυσιν εἶχον ἐγὼ, ἀλλ’ ὅτι ὑμεῖς προσεκόψατε· διὰ τοῦτο καὶ " μεγάλως·’’ καὶ ὁρ́α πῶς ἡρέμα ἐπιτιμήσας ὑπὲρ τοῦ παρελθόντος χρόνου, ταχέως αὐτὸ συνεσκίασεν· παιδεύων διὰ παντὸς ἐν εὐποία εἶναι· " ὅτι ἤδη “ ποτε,” φησίν· τοῦτο δὲ χρόνον ἐστὶ δηλοῦντος μακρόν· “ ἀνεθά- “ λετε” ὡς ἐπὶ καρπῶν βλαστησάντων, ξηρανθέντων, καὶ ὕστερον βλαστησάντων· τοῦτο δὲ δείκνυσιν ὅτι πρότερον ὄντες ἀνθηροὶ, εἶτα μαρανθέντες, πάλιν ἐβλάστησαν· ὡς καὶ ἐπιτίμησιν εἶναι καὶ ἔπαινον τὸ “ ἀνεθάλετε·” διὰ τοῦτο ἐπήγαγεν. “ εἰς τὸ ὑπὲρ ἐμοῦ “ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε.” καὶ ἵνα μὴ νομίσῃς καὶ ἐν τοῖς ἄλλοις αὐτοὺς ῥᾳθυμοτέρους γεγενῆσθαι, ἀλλ’ ἐν τούτῳ μόνῳ.
I have often said that almsgiving was instituted not for the sake of those who receive but for the sake of those who give; for it is they who gain the greatest profit. Paul shows this here as well—how the Philippians, after a long time, sent certain things to him, entrusting these very things to Epaphroditus. Therefore, when he is about to send him back carrying the letter to them, observe how he both praises them and shows that this was done not for the sake of the need of those who receive but for the sake of those who give. He does this so that those who do good may not be lifted up into arrogance, and so that they may become more eager in doing good, since they are benefiting themselves more; and so that those who receive may not rush to receive without fear, lest they incur judgment. What then does he say? "But I rejoiced in the Lord greatly"—not in a worldly way but in the Lord; not because I had relief, but because you flourished. For this reason also "greatly." And observe how, having gently rebuked them for the past time, he quickly overshadowed it, teaching them to be always engaged in doing good. "Because already at length," he says—and this indicates a long time—"you revived," as with fruits that have sprouted, dried up, and later sprouted again. This shows that formerly they were flourishing, then withered, and then sprouted again; so that "you revived" is both a rebuke and a praise. For this reason he added, "to be mindful of me, in which you were also mindful." And so that you may not think that they had become more negligent in other matters as well, but in this one only.
ζητήσειε δ’ ἄν τις πῶς λέγων " μακάριόν ἐστιν μᾶλλον διδόναι “ ἢ λαμβάνειν·” καὶ “ ὅτι αἱ χεῖρές μου ὑπηρέτησαν ταῖς “ χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ·’’ καὶ πάλιν Κορινθίοις γράφων ἔλεγεν· ““καλὸν γάρ μοι ἀποθανεῖν μᾶλλον, ἣ τὸ καύ- “ χημά μου ἵνα τίς κενώσῃ·’’ περιορᾷ νῦν κενούμενον ἑαυτοῦ τὸ καύχημα. λαβὼν ἐκεῖ, εἰκότως οὐκ ἐλάμβανε διὰ τοὺς ψευδαπο- στόλους· ἐλάμβανον μὲν γὰρ ἐκεῖνοι, λανθανόντως δὲ, καὶ ἐκαυ- χῶντο ὡς μὴ λαμβάνοντες· διὰ τοῦτο ἔλεγεν " ἐν ᾧ καυχῶνται·” διὰ τοῦτο πάλιν αὐτὸς ἔλεγεν, " οὐ φραγήσεται τὸ καύχημά μου·” καὶ οὐχ ἁπλῶς ε-ι’πεν " οὐ φραγήσεται· ἀλλὰ τι ; “ ἐν τοῖς κλί- “ μασι τῆς Ἀχαιΐας·’’ καὶ τὸ " ἄλλας ἐκκλησίας ἐσύλησα λα-
“ βὼν ὀψώνιον,” δηλοῦντος ἦν ὅτι ἐλάμβανεν· ἀλλὰ Παῦλος μὲν εἰκότως ἐλάμβανεν, ἔργον ἔχων τηλικοῦτον· εἰ που καὶ ἐλάμβανεν, οἱ δὲ μηδὲν ἐργαζόμενοι πῶς ἃν δύναιντο λαμβάνειν; Ἠκαιρεῖσθε δέ. Οὐ τῆς ῥαθυμίας ὑμῶν φησὶν, ἀλλὰ τῆς ἀνάγκης· οὐκ εἴχετε ἐν χερσὶν, οὐδὲ ἐν ἀφθονίᾳ ἦτε. τοῦτο γάρ ἐστιν ἠκαιρεῖσθε, ἀπὸ τῆς κοινῆς αὐτοὺς συνηθείας ἔλαβεν. οὕτω γὰρ οἱ πλείους λέγουσιν. ὅταν αὐτοῖς μὴ μετὰ ἀφθονίας ἐπιρρέῃ τὰ βιωτικὰ, ἀλλ’ ἐν στενοχωρίᾳ εἴη. (Θεόδωροσ.) Ἄλλος δὲ τὸ “ ἠκαιρεῖσθε’’ φησὶν, ἀντὶ τοῦ ἐκωλύεσθε· καὶ οὐκ εἴχετε τοῦτο ποιῆσαι ὅπερ ἐβούλεσθε· “ οὐχ ὅτι “ καθ’ ὑστέρησιν λέγω εἶπον φησὶν, ἣ δὲ ποτὲ καὶ ἐπετίμησα· οὐ διὰ τοῦτο μεμφόμενος ὡς ἐν ἐνδείᾳ ὣν, οὐδὲ τὸ ἐμαυτοῦ ζητήσας. πόθεν τοῦτο, ὅτι οὐ κομπάζεις ὦ Παῦλε; οὐκ ἃν εἴγε έκόμπαζεν ταῦτα εἶπεν· παρὰ γὰρ εἰδόσιν αὐτὸν ἔλεγεν.
Someone might ask how it is that he says, "It is more blessed to give than to receive," and "my hands ministered to my needs and to those who were with me," and again, writing to the Corinthians, he said, "For it is better for me to die than that anyone should empty my boasting." Now he allows his boasting to be emptied. Having received there, he reasonably did not receive on account of the false apostles; for they were receiving, but secretly, and they boasted as though they were not receiving. For this reason he said, "in what they boast." For this reason again he himself said, "my boasting will not be blocked." And he did not say simply, "it will not be blocked," but what? "in the regions of Achaia." And the phrase "I robbed other churches, taking wages," was a clear indication that he was receiving. But Paul reasonably received, having so great a work; if indeed he did receive anywhere, how could those who do nothing be able to receive? But you lacked opportunity. He says this not of your laziness but of necessity; you did not have it in your hands, nor were you in abundance. For this is "you lacked opportunity"; he took it from their common usage. For most people speak this way: when worldly things do not flow to them with abundance, but they are in straits. (Theodore.) But another says that "you lacked opportunity" is instead of "you were prevented," and you did not have the ability to do what you wished. "Not that I speak because of want," he says, "though at times I even rebuked them"; he was not reproaching them for this as though he were in need, nor seeking his own. From where does this come, that you do not boast, O Paul? If he were boasting, he would not have said these things; for he was speaking to those who knew him.
Ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμὶ, αὐτάρκης εἶναι. “ Ἔμαθον, φησίν· ἄρα διδασκαλίας τὸ πρᾶγμά ἐστι καὶ μελετης· οὐ γὰρ εὐκατόρθωτόν ἐστιν, ἀλλὰ καὶ σφόδρα δύσκολον. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι. Τουτέστιν καὶ ὀλίγοις κεχρῆσθαι οἶδα, καὶ λιμὸν φέρειν καὶ ἔνδειαν· καὶ περισσεύειν καὶ ὑστερεῖσθαι, φησίν· ἀλλὰ τοῦτο οὐκ ἔστιν ἐπιστήμης φησὶν, οὐδὲ ἀρετῆς τὸ περισσεύειν· καὶ σφόδρα ἀρετῆς, οὐχ ἧττον ἣ ἐκεῖνο. πῶς; ὅτι ὥσπερ ἡ στενοχωρία πολλὰ παρασκευάζει κακὰ ποιεῖν, οὕτως καὶ ἡ ἄδεια. πολλοὶ γὰρ πολλάκις ἐν ἀφθονίᾳ γενόμενοι ῥᾳθυμότεροι ἐγένοντο, καὶ οὐκ ἔγνωσαν ἐνεγκεῖν τὴν εὐπραγίαν. πολλοὶ πολλάκις ἀφορμὴν ἔλαβον τοῦ μὴ ἐργάζεσθαι· ἀλλ’ οὐχ ὁ Παῦλος· καὶ γὰρ λαμβάνων, εἰς ἄλλους ἀνήλισκεν· καὶ ἴσος ἦν ἔν τε ἐνδείᾳ, ἔν τε πλησμονῇ· οὔτε ἐκεῖθεν πιεζόμενος, οὔτε ἐντεῦθεν χαυνούμενος. δείκνυσιν ὅτι οὔτε νῦν ἥσθη, οὔτε πρότερον ἐλυπεῖτο, αὐτοῦ γε ἕνεκεν. “ ἐν “ παντὶ’’ γὰρ, φησὶ, “ καὶ ἐν πᾶσι μεμύημαι’’ τουτέστιν πείραν
For I have learned, in whatever state I am, to be content. "I have learned," he says; so the matter is one of teaching and practice; for it is not easily achieved, but even very difficult. I know also how to be abased, I know also how to abound; in everything and in all things I am instructed. That is, I know both how to make use of little, and to endure hunger and want; and to abound and to suffer need, he says; but this—to abound—is not, he says, a matter of knowledge, nor of virtue; and yet it is very much a matter of virtue, no less than that. How? Because just as straitness of circumstances prepares one to do many evil things, so also does abundance. For many, having often come into plenty, have become more slack, and have not known how to bear prosperity. Many have often taken occasion not to work; but not so Paul; for even when receiving, he spent it on others; and he was equal both in want and in fullness; neither pressed by the one nor puffed up by the other. He shows that neither now was he pleased, nor previously was he grieved, for his own sake. For "in everything," he says, "and in all things I am instructed," that is, I have experience
ἔλαβον ἐν τῶ παντὶ τούτῳ χρόνῳ πάντων· καὶ ταῦτά μοι πάντα κατώρθωται· ἀλλ’ ἐπειδὴ μεγαληγορία τὸ πρᾶγμα ἦν, ὅρα πῶς ἐπιλαμβάνεται ταχέως, Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Οὐκ ἐμὸν, φησὶν, τὸ κατόρθωμα, ἀλλὰ τοῦ τὴν ἰσχὺν δεδωκότος ἐστιν. Πλὴν καλῶς ἐποιήσατε, συγκοινωνήσαντές μου τῇ θλίψει. Ἐπειδὴ οἱ ποιοῦντες, ὅταν ἴδωσιν οὐ διατιθέμενον τὸν λαμβάνοντα, ἀλλὰ καταφρονοῦντα τῶν διδομένων, ῥᾳθυμότεροι γίνονται· αὐτοὶ γὰρ ὡς χαριζόμενοι διέκειντο· ἵνα μὴ τοῦτο γένηται, ὅρα πῶς αὐτὸ ἰάσατο· καὶ διὰ μὲν τῶν ἄνω εἰρημένων, τὰ φρονήματα αὐτῶν κατέσπασεν· διὰ δὲ τούτων τὴν προθυμίαν αὐτῶν ἀναζῆν ποιεῖ λέγων, “ πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ “ θλίψει.’’ δείκνυσι δὲ αὐτοὺς καὶ οὐ δόντας μόνον, ἀλλὰ κερδάναντας, διὰ τοῦ εἰπεῖν “ συγκοινωνήσαντες·” εἴγε τῶν ἄθλων ἐγένοντο κοινωνοί. καὶ θέα τὸ σεμνόν· μὴ πέμπουσι μὲν οὐκ ἐγκαλεῖ, ἵνα μὴ δόξῃ τὸ ἑαυτοῦ θεραπεύειν· ἐπειδὴ δὲ ἔπεμψαν, τότε ἐπετίμησεν ὑπὲρ τοῦ παρελθόντος χρόνου, καὶ ἤνεγκαν. λοιπὸν γὰρ οὐκ ἃν ἔδοξε τὸ αὐτοῦ θεραπεύειν. Οἴδατε καὶ ὑμεῖς, Φιλιππησίοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Εκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Bαβαῖ· ἡλίκον τὸ ἐγκώμιον; εἴγε Κορίνθιοι μὲν ἐκ τοῦ ἐκεῖνα ἀκούειν παρ’ αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται· οὗτοι δὲ, οὐδεμιᾶς ἐκκλησίας ἀρξαμένης· καὶ γὰρ “ ἐν ἀρχῇ τοῦ Εὐαγγελίου’’ φησὶ, τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὺς πρώτους τῆς καρποφορίας ἄρχεσθαι ταύτης·
I received in all this time from all; and all these things have been accomplished by me. But since the matter was a boast, see how quickly he takes hold of it: I can do all things in Christ who strengthens me. The accomplishment is not mine, he says, but belongs to the one who gave the strength. Yet you did well in sharing with me in my affliction. Since those who give, when they see the receiver not disposed toward them but despising what is given, become more slack—for they were disposed as if conferring a favor—so that this might not happen, see how he healed it. And through the things said above he pulled down their conceit; but through these words he makes their eagerness live again, saying, "Yet you did well in sharing with me in my affliction." And he shows that they not only gave but also gained, by saying "having shared"—since they became sharers in the prizes. And observe the dignity: he does not reproach them for not sending, lest he seem to be serving his own interest; but since they did send, then he reproved them for the past time, and they bore it. For thereafter he would not have seemed to be serving his own interest. You yourselves also know, Philippians, that in the beginning of the Gospel, when I departed from Macedonia, no church shared with me in the matter of giving and receiving except you only. O wonderful! How great is the praise? If indeed the Corinthians are exhorted by hearing those things from him, and the Romans; but these, when no church had begun—for "in the beginning of the Gospel," he says—showed so much zeal for the saint, as even having no example, to be the first themselves to begin this fruit-bearing.
καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι παραμένοντι, οὐδὲ τῶν πρὸς αὐτοὺς ἕνεκεν ταῦτα ἐποίουν· “ ὅτε ἐξῆλθον’’ γὰρ φησὶν, “ ἀπὸ “ Μακεδονίας.’’ τι δέ ἐστιν “ ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ
“ λήψεως;" κοινωνία τὸ πρᾶγμά ἐστιν· “ εἰ γὰρ ἡμεῖς τὰ πνευ- “ ματικὰ,’’ φησὶν “ ἐσπείραμεν· τί μέγα εἰ ἡμεῖς τὰ σαρκικὰ “ ὑμῶν θερίσομεν;" “ εἰς λόγον δάσεως,” τῶν σαρκικῶν· “λήψεως,” τῶν πνευματικῶν. ὥσπερ γὰρ οἱ πωλοῦντες καὶ οἱ ἀγοράζοντες, κοινωνοῦσιν ἀλλήλοις, τὰ παρ’ ἀλλήλων ἀντιδιδόντες, τοῦτο γάρ ἐστι κοινωνία· οὕτω δὴ καὶ ἐνταῦθα· οὐ γάρ ἐστιν οὐκέτι ταύτης τῆς ἀγορασίας καὶ τῆς ἐμπορείας τι κερδαλεώτερον. Ὅτι καὶ ἐν Θεσσαλονίκη καὶ ἅπαξ καὶ δὶς εἰς τὰς χρείας μοι ἐπέμψατέ. Πάλιν μέγα τὸ ἐγκώμιον· εἴ γε ἐν τῇ μητροπόλει καθήμενος, παρὰ τῆς μικρᾶς ἐτρέφετο πόλεως. καὶ ὅρα· ἵνα μὴ διὰ παντὸς ἐξέλκων ἑαυτὸν τῆς χρείας, ὅπερ εἶπον προλαβὼν, ῥᾳθυμοτέρους ποιήση· διὰ τοσούτων δείξας ὅτι οὐ δεῖται, ἓν τοῦτο μόνον ἐποίησεν, εἰπὼν “ εἰς τὰς χρείας.’’ καὶ οὐκ εἶπεν τὰς ἐμὰς, ἀλλ’ ἁπλῶς, τοῦ σεμνοῦ ἐπιμελούμενος· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἑξῆς. ἐπειδὴ γὰρ συνεῖδεν αὐτὸ σφόδρα ταπεινὸν, πάλιν αὐτὸ τῇ ἐπιδιορθώσει ἀσφαλίζεται. Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ’ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. O γὰρ εἶπεν ἄνω, “ οὐχ ὅτι κἀς ὑστέρησιν λέγω, ἐκεῖνο δὲ τούτου μεῖζον ἐστίν· ἕτερον γὰρ ὑστεροῦντα μὴ ζητῆσαι καὶ ἕτερον ἐν ὑστερήσει ὄντα μηδὲ νομίζειν ὑστερεῖσθαι. ὁρᾷς ὅτι ὁ καρπὸς ἐκείνοις τίκτεται; δι’ ὑμᾶς ταῦτα λέγω φησὶν, οὐ δι’ ἐμαυτόν. ἐγὼ γὰρ οὐδὲν κερδαίνω λαμβάνων·
And it cannot be said that it was while I remained with them, nor that I did these things for their sake; for he says, "when I departed from Macedonia." But what is "shared in the matter of giving and receiving"? The thing is a partnership; for if we sowed spiritual things, he says, is it a great thing if we reap your carnal things? "In the matter of giving," of carnal things; "of receiving," of spiritual things. For just as those who sell and those who buy share with one another, exchanging what they have from each other—for this is partnership—so indeed also here; for nothing is more profitable than this trading and commerce. That even in Thessalonica both once and twice you sent to my needs. Again the praise is great; if indeed he who sat in the metropolis was nourished by the small city. And observe: lest by continually drawing himself out of need, which I said beforehand, he make them more slack; having shown through so many things that he does not need, he did this one thing only, saying "to my needs." And he did not say "my own," but simply, taking care for dignity; and not this only, but also what follows. For since he perceived it to be very humble, again he secures it by the correction. Not that I seek the gift, but I seek the fruit that abounds to your account. For what he said above, "not that I speak in respect of want," that is greater than this; for it is one thing not to seek when in want, and another thing, being in want, not even to think oneself to be in want. Do you see that the fruit is born to them? For your sake I say these things, he says, not for my own sake. For I gain nothing by receiving.
τῶν διδόντων ἐστὶν ἡ χάρις· τοῖς μὲν γὰρ διδοάσιν ἐκεῖ φυλάττεται ἡ ἀμοιβή· τοῖς δὲ(??)λαμβάνουσιν ἐνταῦθα ᾿Απέχω πάντα καὶ περισσεύω. Τουτέστιν, οὐ μόνον ἐπληρώσατε τὰ ἐλλειφθέντα ἐν τῳ παρελθόντι χρόνῳ, ἀλλὰ καὶ ὑπερεβάλεσθε· ἐπειδὴ εἶπεν “ οὐχ ὅτι “ ἐπιζητῶ τὸ δόμα·’’ καὶ “ὄτι ἤδη ποτέ·’’ καὶ δείξας ὅτι ὀφειλή ἐστι τὸ πρᾶγμα, εἶπεν καὶ τὸ “ ἀπέχω. Πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν. Bαβαῖ· τοῦτο δῶρον αὐτὸν ἀνήγαγεν· οὐκ ἐγὼ, φησὶν, ἔλαβον, ἀλλ’ ὁ Θεὸς δι’ ἐμοῦ· ὥστε κἂν ἐγὼ μὴ χρήζω, μηδὲ λέγω ὑμῖν· ἐπειδὴ οὐδὲ ὁ Θεὸς ἔχρηζε, καὶ ἀπεδέχετο, οὕτως ὡς μὴ παραιτήσασθαι εἰπεῖν τὴν θείαν γραφὴν “ ὠσφράνθη ὁ Θεὸς “ ὀσμὴν εὐωδίας·” ὅπερ ἦν εὐφραινομένου. ἴστε γὰρ ἴστε, πῶς διατίθεται ἡμῶν ἡ ψυχὴ ἐπὶ τῆς εὐωδίας, πῶς εὐφραίνεται. οὐ παρῃτήσατο τοίνυν εἰπεῖν περὶ Θεοῦ ἀνθρώπινον οὐτῶ ρημα καὶ ταπεινὸν ἡ γραφὴ, ἵνα τοῖς ἀνθρώποις δείξῃ ὅτι δεκτὰ τὰ παρ’ αὐτῶν δῶρα γέγονεν. οὐ γὰρ ἡ κνίσσα οὐδὲ ὁ καπνὸς δεκτὰ ἐποίει, ἀλλ’ ἡ προαίρεσις ἡ προσφέρουσα· ὅτε δὲ λοιπὸν τῆς ἄλλης ἀρετῆς ἀμελήσαντες ταῖς θυσίαις ἐθάρρουν, ὅρα πῶς διορθοῦται αὐτοὺς πάλιν λέγων, “ μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;” “ οὐχ ὅτι ἐπιζητῶ, φησὶν “τὸ δόμα.” Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξη, ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πῶς καὶ ἐπεύχεται, καθάπερ οἱ πένητες· εἰ δὲ Παῦλος ἐπεύχεται τοῖς διδόασιν· πολλῷ μᾶλλον ἡμεῖς μὴ αἰσχυνώμεθα λαμβάνοντες τοῦτο ποιεῖν·
The grace belongs to those who give; for to those who give, the recompense is stored up there; but to those who receive, here. I have received all things and abound. That is, you not only supplied what was lacking in the past time, but you even exceeded it; since he said, "Not that I seek the gift," and "that already at some time," and having shown that the matter is a debt, he also said, "I have received." I am filled, having received from Epaphroditus the things from you, an odor of sweet fragrance, an acceptable sacrifice. Bravo! He offered it as a gift to him; not I, he says, received it, but God through me; so that even if I have no need, nor say to you—since neither did God have need, and yet he accepted it, so as not to refuse to say that the divine Scripture says, "God smelled a sweet odor," which was the language of one rejoicing. For you know, you know how our soul is disposed at the sweet fragrance, how it rejoices. Therefore the Scripture did not refuse to speak concerning God in such a human and lowly word, in order to show to men that the gifts from them have become acceptable. For it was not the fat nor the smoke that made them acceptable, but the disposition of the one offering; but when, having neglected the rest of virtue, they trusted in the sacrifices, see how he corrects them again, saying, "Will I eat the flesh of bulls, or drink the blood of goats?" "Not that I seek," he says, "the gift." But my God will supply every need of yours according to his riches in glory, in Christ Jesus. See how he even prays, just like the poor; and if Paul prays for those who give, much more let us not be ashamed to do this when receiving.
μηδὲ λαμβάνωμεν ὡς αὐτοὶ χρήζοντες, μηδὲ χαίρωμεν ἡμῶν ἕνεκεν ἀλλὰ τῶν διδόντων αὐτῶν· οὕτως ἡμῖν ἔσται μισθὸς καὶ λαμβάνουσιν, ἃν δι’ ἐκείνους χαίρωμεν. “ ὁ δὲ “ Θεός μου’’ φησὶν “ πληρώσει πᾶσαν χρείαν ὑμῶν·’’ ἣ πᾶσαν χάριν, ἢ πᾶσαν χαράν· μᾶλλον δὲ πᾶσαν χρείαν. ἐπειδὴ εἶπεν “ ἠκαιρεῖσθε δέ·’’ ἐπήγαγε τοῦτο ὅπερ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων, “ ὁ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶ- “ σιν, χορηγῆσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν·’’ ἐπεύχεται οὖν αὐτοῖς, ὥστε εἶναι ἐν ἀφθονίᾳ· καὶ ἐπεύχεται οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸν πλοῦτον αὐτοῦ, ὥστε καὶ τοῦτο συμμετρημένως. εἰ μὲν γὰρ κατ’ αὐτὸν ἦσαν καὶ οὕτω φιλόσοφοι καὶ οὕτως ἐσταυρβμένοι, οὐκ ἂν τοῦτο ἐποίησεν. ἐπειδὴ δὲ ἄνδρες ἦσαν χειροτέχναι, πένητες, γυναῖκας ἔχοντες, παῖδας τρέφοντες, οἰκίας προεστῶτες,
καί τινα ε7χον ἐπιθυμίαν καὶ τῶν παρόντων, ἐπεύχεται συγκατα- βατικῶς· τοῖς γὰρ οὕτω κεχρημένοις οὐδὲν ἄτοπον ἐπεύχεσθαι τὴν αὐτάρκειαν καὶ τὴν ἀφθονίαν. ὅρα γοῦν τι εἶπεν, οὐκ εἶπεν ὅτι ποιήσει πλουσίους καὶ εὐπόρους σφόδρα, ἀλλὰ " πληρώσει πᾶσαν “ χρείαν ὑμιιῶν,” ὥστε μὴ ε-ι’ναι ἐν ἐνδείᾳ, ἀλλὰ τὰ πρὸς τὴν χρείαν ἔχον. ἐπεὶ καὶ ὁ Χριστὸς’’ ὅρον ἡμῖν εὐχῆς διδοὺς, τοῦτο τῇ εὐχῇ ἐνέθηκεν· διδάσκων ἡμᾶς λέγειν, " τὸν ἄρτον ἡμῶν τὸν “ ἐπιούσιον δὸς ἡμῖν σήμερον. " κατὰ τὸν πλοῦτον αὐτοῦ, τουτέστιν κατὰ τὴν δωρεὰν αὐτοῦ. ὅτι εὔκολον αὐτῷ καὶ δυνατόν. καὶ ἐπειδὴ χρείαν ε7πον, μὴ νομίσητε ὅτι στενοχωρήσει ὑμᾶς·
Let us not receive as though we ourselves were in need, nor rejoice for our own sake but for the sake of those who give; thus there will be a reward for us also who receive, if we rejoice because of them. "But my God," he says, "will supply every need of yours"—either every grace, or every joy; rather, every need. Since he said, "But you were in want," he added this, which he also does in the letter to the Corinthians, saying, "He who supplies seed to the sower and bread for food, will supply and multiply your seed." He prays for them, then, that they may be in abundance; and he prays not simply, but according to his riches, so that this too is measured out. For if they had been according to him and so philosophical and so crucified, he would not have done this. But since they were craftsmen, poor, having wives, raising children, managing households, and had some desire even for things present, he prays in condescension; for for those who have thus conducted themselves it is nothing absurd to pray for sufficiency and abundance. Observe at any rate what he said: he did not say that he would make them rich and very wealthy, but "will supply every need of yours," so that they may not be in want, but may have what is for their need. Since Christ also, giving us a limit of prayer, inserted this in the prayer, teaching us to say, "Give us today our daily bread." According to his riches, that is, according to his gift. Because it is easy for him and possible. And since I said "need," do not suppose that he will constrain you.
τοῦτο ἐπήγαγεν, " κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν χριστῷ “ Ιησοῦ,” οὕτως περισσεύσαι ὑμῖν ἅπαντα, ὥστε εἰς δόξαν αὐτοῦ ἔχειν. ἢ ὅτι οὐδενὸς ὑστερεῖσθαι· " καὶ χάρις γὰρ μεγάλη’’ φη- σὶν “ ἦν ἐπὶ πάντας αὐτούς. οὐδὲ γὰρ ἐνδεὴς τίς ὑπῆρχεν ἐν “ αὐτοῖς.” ἢ ὥστε εἰς δόξαν αὐτοῦ κεχρῆσθαι τῇ περιουσίᾳ. τῷ δὲ Θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. Αὕτη ἡ δόξα οὐχὶ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατέρος γίνεται· ὅταν γὰρ ὁ Υἱὸς δοξάζηται, τότε καὶ ὁ Πατήρ. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπά- ζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Καὶ μὴν ἔλεγες ὅτι οὐδένα ἔχεις ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· πῶς οὖν λέγεις *’ οἱ σὺν ἐμοὶ ἀδελφοὶ ;’ ἣ τοὺς μετ’ αὐτῶν φησίν· ἢ ὅτι οὐδένα τῶν μεθ’ ἑαυτοῦ ἔχω ἰσόψυ- χον· οὐ περὶ τῶν ἐν τῇ πόλει λέγων· ποίαν γὰρ ἀνάγκην εἶχον ἐκεῖνοι τὰ τῶν Ἀποστόλων ἀναδέχεσθαι πράγματα; ἢ ὅτι οὐ παραιτεῖται καὶ τούτους ἀδελφοὺς καλεῖν. Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα οἱ ἐκ τῆς Καίσαρος οἰκίας. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ Πνεύματος ὑμῶν. ἀμήν. Ἀνέστησεν αὐτοὺς καὶ ἀνέρρωσεν. δεικνὺς ὅτι καὶ τῆς βασιλικῆς
He brought this in: “according to his riches in glory in Christ Jesus,” that all things might abound to you in this way, so as to have them for his glory. Or that you might lack nothing; for “great grace,” he says, “was upon them all. For neither was anyone among them in need.” Or so that you might use the abundance for his glory. To our God and Father be the glory for the ages. Amen. This glory is not the Son’s only, but becomes the Father’s also; for when the Son is glorified, then the Father is also. Greet every saint in Christ Jesus. The brothers who are with me greet you. And yet you were saying that you have no one like-minded, who will genuinely care for the things concerning you; how then do you say, “the brothers who are with me”? Either he means those with them; or that I have no one like-minded among those with me, not speaking of those in the city; for what necessity did they have to take up the affairs of the apostles? Or that he does not decline to call even these brothers. All the saints greet you, especially those of Caesar’s household. The grace of our Lord Jesus Christ be with your spirit. Amen. He raised them up and strengthened them, showing that even the royal
οἰκίας τὸ κήρυγμα ἥψατο. εἰ γὰρ οἱ ἐν τοῖς βασιλείοις πάντων κατεφρόνησαν διὰ τὸν βασιλέα τῶν οὐρανῶν, πολλῷ μᾶλλον αὐτοὺς χρὴ τοῦτο ποιεῖν· καὶ τοῦτο δὲ τεκμήριον τῆς Παύλου ἀγάπης, καὶ τοῦ πολλὰ περὶ αὐτῶν διηγεῖσθαι καὶ μέγαλα λέγειν· ὥστε καὶ εἰς πόθον αὐτῶν ἤγαγεν τοὺς ἐν τοῖς βασιλείοις· ὥστε καὶ ἀσπάσασθαι αὐτοὺς τοὺς οὐχ ἑωρακότας . . . . . . . . · τριάς * μονάς * ἐλέησον * τῶν εἰς τὴν πρὸς Φιλιππησίους Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν τόμος α. τοῦ μακαρίου Ἰωάννου. ΙΩ. Σευηριανοῦ. Σ. Θεοδώρου. Θ.
The proclamation reached the households. For if those in the palaces despised all things for the sake of the King of heaven, much more ought they to do this; and this too is a proof of Paul's love, both that he recounted many things about them and spoke great things; so that he even brought those in the palaces to a longing for them; so that even those who had not seen them greeted them . . . . . . . . Trinity, Unity, have mercy.
Of the exegetical selections on the Epistle to the Philippians, volume 1, of the blessed John, of Severianus, of Theodore.