καὶ τίς ἡ ζωὴ, ἣ πάντως ὁ λέγων Χριστὸς, “ἐγὼ εἰμὶ ἡ “ἀλήθεια καὶ ἡ ζωή;“νομοθετοῦντος τοιγαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτοῦ νομοθετεῖ.
Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ Θεοῦ πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Κυρίλλου. Ἀξιάγαστος μὲν ὁ μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν εἰς θεωρίαν· ἰδιώτης δέ φησιν εἰναι τῷ λόγῳ. ταύτῃ τοι φαμὲν ἐρυθριῶντες οὐδέν· ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων λείπει τί βραχὺ πρὸς ἐντελῆ διασάφησιν. ἐδεῖ γὰρ εἰπεῖν “τὸ γὰρ “ἀδύνατον τοῦ νόμου ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκὸς,” λέλυται τυχὸν ἣ πέπαυται. εἰτα προσενεγκεῖν τοῦ πράγματος τὴν ἀπόδοσιν, καὶ τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν· “ὁ γὰρ “Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, “καὶ περὶ ἁμαρτίας, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,” καὶ τὰ τούτοις ἐφεξῆς. ἐχούσης δὲ ὦδε τῆς τῶν λέξεων συνθήκης, κάταγε τὸν ἐνόντα σκοπὸν αὐτῷ, φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θεραπείας τὸν τρόπον· πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου νοοῖτο· καὶ ποίου νόμου; λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας τόν τε τοῦ Θεοῦ νόμον· φημὶ δὲ δὴ τὸν ἐν γράμμασι· καὶ τόν γε τοῦ Πνεύματος, κἀς ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθόν. κἂν εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνασθαι δρᾶν αὐτό. ἔφη γάρ· ὅτι” τὸ γὰρ θέλειν “παράκειται μοι·
And what is the life, which is certainly Christ who says, "I am the truth and the life"? Since Christ therefore legislates, inasmuch as His Spirit, being naturally in Him and from Him, legislates.
For the impossibility of the law, in that it was weak through the flesh, God, having sent His own Son in the likeness of sinful flesh, and concerning sin, condemned sin in the flesh; so that the righteousness of God might be fulfilled in us, who walk not according to the flesh but according to the spirit. Of Cyril. Admirable indeed is the mystagogue and exceedingly subtle in contemplation; but he says he is unskilled in speech. To this we say, blushing not at all, that in the composition of the present phrases something small is lacking for complete clarity. For it was necessary to say, "For the impossibility of the law, in that it was weak through the flesh," has perhaps been dissolved or has ceased. Then to bring forward the resolution of the matter, and to join to "has been dissolved" the manner, adding again: "For God, having sent His own Son in the likeness of sinful flesh, and concerning sin, has done away with sin in the flesh," and the things following these. But since the composition of the phrases here is such, bring down the purpose present in him; come, let us observe the manner of the healing through Christ. How then has "the impossibility of the law" ceased to be understood? And of what law? For the theologian speaks very subtly in these matters. He accepts, then, that those who know how to benefit are both the law of God—I mean, of course, the one in letters—and the law of the Spirit, according to which we have received the willing of the good, even if perhaps the ability to do it does not lie at hand. For he said: "For the willing lies at hand for me.
τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὔ.” πλεονεκτούσης δηλονότι τῆς ἁμαρτίας· καὶ τοῦ τῆς σαρκός μου νόμου καταστρέφοντος ὃς εἰς τὰ οἰκεῖα, καὶ οὐχ ἑκόντα τὸν νοῦν. κατὰ τὸν αὐτὸν δὲ οἶμαι τουτονὶ τρόπον, νοοῖτ’ ἃν εἰκότως νόμου τὸ ἀδύνατον· τοῦ τε ἐν γράμμασι καὶ διὰ Μώσεως, καθάπερ ἔφην ἀρτίως, καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν. καθ’ ὃν “καὶ τὰ ἔθνη, καὶ τοι “τὸν γραπτὸν οὐκ ἔχοντα νόμον, φύσει τὰ τοῦ νόμου ποιοῦντα “φαίνεται· καὶ νόμος εἰσὶν ἑαυτοῖς. ἐνδείκνυται γὰρ τὸ ἔρ- “ γον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν.” καθὰ γέγραπται. Ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνατον, βασανίσαι καιρός. ὁ μὲν γὰρ ἐν γράμμασι νόμος, διδάσκαλος ἦν εὐκοσμίας, καὶ τῶν ἀρίστων εἰσηγητής. δεδικαίωκε δὲ παντελῶς οὐδένα. ὁ γε μὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ πνεύματος· ἀπονένευκε μὲν εἰς τὸ ἀγαθόν· ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον· τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν, εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ’ οὐδένα τρόπον ὁ τοῦ πνεύματος, ἤτοι τού νοὸς, ἀσθενήσει νόμος. νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι. ὁ γὰρ τοῦ Θεοῦ Λόγος ἐν εὐδοκίᾳ τοῦ Θεοῦ, καὶ Πατρὸς, ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας· ἵνα τὴν ἁμαρτίαν κατακρίνῃ ἐν τῇ σαρκί· γέγονε γὰρ ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν. καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἃν ἐνδοιάσειέ τις;
But to work out the good, no.” Clearly, since sin has the advantage, and the law of my flesh overthrows the mind, which it drags to its own concerns, and not willingly. And in this same way, I think, one would reasonably understand the impossibility of the law: both of the law in letters and through Moses, as I said just now, and indeed of the innate law within us. According to which “even the Gentiles, although they do not have the written law, by nature do the things of the law, and are a law to themselves. For they show the work of the law written in their hearts,” as it is written. But what is the impossibility in both cases, it is time to examine. For the law in letters was a teacher of good order and an introducer of the best things. But it justified no one completely. The innate law within us, which he also calls that of the Spirit, inclines indeed toward the good, but is thoroughly defeated by the law that calls to shameful things. Therefore the impossibility, that is, the weakness, whether of the law in letters or of the innate law, has ceased through Christ. For since the flesh has been put to death in a manner, and the pleasure within us has been, as it were, abolished, the law of the Spirit, that is, of the mind, will in no way be weak. But in what way sin within us has been put to death, come, let us say as best we can. For the Word of God, in the good pleasure of God and the Father, came in the likeness of sinful flesh, in order that He might condemn sin in the flesh; for He became man, emptying Himself. And that His body is of the same form and same nature as our bodies, how could anyone doubt?
πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἃν λέγοιντο ἁμαρτίας, διά τε τὸ πεφυκέναι νοσεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν· τὸ δέ γε σῶμα Χριστοῦ φαίη τίς ἃν, οὐχ ἁμαρτίας εἶναι σάρκα; μὴ γένοιτο. ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας. τουτέστι προσεοικὸς μὲν τοῖς ἡμετέροις σώμασιν· οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν· ίαν· ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεώς· καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἃν οὐδεὶς ἐκεῖνο εἰπεῖν· ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἃν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα. ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκηκεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις. ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατορθούμενον. μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς. ὅταν γὰρ καὶ ἐν ἡμῖν αὐλίζηται Χριστὸς διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος. ἀληθὲς οὖν ὅτι “τὸ ἀδύνατον “τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, πέπαυται διὰ Χριστοῦ.” κατακρίναντός τε καὶ κατηργηκότος τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν. πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου. τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου. ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετήν. τοῦ ἐν ἡμῖν ὄντος κατ’ οὐδένα τρόπον ὡς ἔφην ἀσθενοῦντος νόμου ἔστι, διὰ τὸ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι, ζῆν δὲ μᾶλλον ἐθέλουσι πνευματικῶς. Χρυσοστόμου.
However, the bodies of all others might be called flesh of sin, both because they are naturally prone to the disease of producing unnatural pleasures; but the body of Christ, one might say, is not flesh of sin? By no means. Rather, a likeness of the flesh of sin. That is, resembling our bodies, yet not knowing the disease of fleshly impurity; for that divine temple was holy from the womb. And as far as it pertains to the thoughts and reasonings that are in nature, no one would hesitate to say that, inasmuch as it was flesh, it would have had in itself its own and innate motion. But since the Word who sanctifies all creation dwelt in it, the power of sin has been condemned, so that the right action may pass over to us as well. For we have partaken of him spiritually and bodily. For when Christ lodges in us through the Holy Spirit and through the mystical blessing, then certainly the law of sin is condemned in us as well. True, therefore, is that "the impossibility of the law, in that it was weak through the flesh, has ceased through Christ," who condemned and abolished sin in the flesh, so that the righteous requirement of the law might be fulfilled in us. For the righteous requirement of the law has been fulfilled, that is, the power of the things divinely ordained through the law, or rather the will that looks to virtue, of the law that is in us, which is in no way weak, as I said, because it is tyrannized by innate pleasures. Therefore the righteous requirement of the law has been fulfilled in us who do not walk according to the flesh but rather wish to live spiritually. Of Chrysostom.
Καὶ δοκεῖ μὲν διαβάλλειν τὸν νόμον πάλιν. εἰ δέ τις ἀκριβῶς προσέχει, καὶ σφόδρα αὐτὸν ἐπαινεῖ. σύμφωνον τῷ Χριστῷ δεικνὺς, καὶ τὰ αὐτὰ προῃρημένον. οὐδὲ γὰρ εἶπε τὸ πονηρὸν τοῦ νόμου, ἀλλὰ “τὸ ἀδύνατον.” καὶ πάλιν· “ἐν ᾧ “ἠσθένει.” οὐκ ἐν ᾧτ’ ἐκακούργει ἢ ἐπεβούλευε. καὶ οὐδὲ τὴν ἀσθένειαν αὐτῷ λογίζεται, ἀλλὰ τῇ σαρκὶ, λέγων· “ἐν ᾧ ἠσθένει “διὰ τῆς σαρκός.” σάρκα πάλιν αὐτὴν οὐχὶ τὴν οὐσίαν αὐτὴν καὶ τὸ ὑποκείμενον, ἀλλὰ τὸ σαρκικώτερον φρόνημα καλῶν· δι’ ὧν καὶ τὸ σῶμα καὶ τὸν νόμον ἀπαλλάττει κατηγορίας. οὐ διὰ τούτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. εἰ γὰρ ἐναντίος ἦν ο νόμος, πῶς ὁ χριστοὶ εἰς βοήθειαν αὐτοῦ παραγέγονε, καὶ τὸ δικαίωμα αὐτοῦ πληροῖ, καὶ χεῖρα ὤρεξε, κατακρίνας τὴν ἁμαρ- τίαν ἐν τῇ σαρκί; τοῦτο γὰρ ὑπολέλειπτο. ἐπειδήπερ ἐν τῇ ψυχῇ πάλαι ὁ νόμος αὐτὴν κατακρίνας ἦν. τί οὖν; τὸ μεῖζον ὁ νόμος ἐποίησε, τὸ δὲ ἔλαττον ὁ τοῦ Θεοῦ μονογενής; οὐδαμῶς· μά- λιστα μὲν γὰρ κἀκεῖνο ὁ Θεὸς εἰργάσατο. ὁ τὸν φυσικὸν δεδωκὼς νόμον, καὶ τὸν γραπτὸν προσθείς. ἄλλως δὲ, οὐδὲν ὄφελος τοῦ μείζονος ἦν, τοῦ ἐλάττονος μὴ προσκειμένου. τί γὰρ ὄφελος εἰδέναι τὰ πρακτέα μὴ μετιόντα αὐτά; οὐδέν. ἀλλὰ καὶ μείζων κατάκρισις. ὥστε ὁ καὶ τὴν ψυχὴν σώσας, οὗτός ἐστιν, ὁ καὶ τὴν σάρκα εὐήνιον ποιήσας. τὸ μὲν γὰρ διδάξαι εὔκολον. τὸ δὲ καὶ ὁδόν τινα δεῖξαι, δι’ ἧς μετ’ εὐκολίας ταῦτα ἐγίνετο, τοῦτο ἐστι τὸ θαυμαστόν. Διὰ δὴ τοῦτο ἦλθεν ὁ μονογενής. καὶ οὐ πρότερον ἀπέστη, ἕως ἃν ἀπήλλαξε τῆς δυσκολίας ἡμᾶς ἐκείνης. καὶ τὸ δὴ μεῖζον, ὁ τρόπος τῆς νίκης. οὐδὲ γὰρ ἑτέραν ἀνέλαβε σάρκα.
And it seems to accuse the law again. But if one pays close attention, he greatly praises it, showing it to be in agreement with Christ and having chosen the same things. For he did not say "the evil" of the law, but "the impossibility." And again: "in that it was weak." Not in that it did evil or plotted. And he does not reckon the weakness to it, but to the flesh, saying: "in that it was weak through the flesh." Again calling "flesh" not the essence itself and the underlying subject, but the more fleshly mindset; through which he also frees both the body and the law from accusation. And not only through these things, but also through what follows. For if the law were opposed, how did Christ come to its aid, and fulfill its righteous requirement, and extend a hand, having condemned sin in the flesh? For this had been left undone. Since long ago in the soul the law had condemned it. What then? Did the law accomplish the greater, and the only-begotten of God the lesser? By no means; for God especially also wrought that former thing, who gave the natural law and added the written one. But otherwise, there would have been no benefit from the greater, if the lesser had not been added. For what benefit is it to know what must be done while not pursuing it? None. But it is even a greater condemnation. So that the one who also saved the soul is the same who also made the flesh well-disciplined. For to teach is easy. But to also show some way through which these things came about with ease—this is the wonderful thing. For this reason the only-begotten came. And he did not depart before he had released us from that difficulty. And what is greater, the manner of the victory. For he did not take up another flesh.
ἀλλ’ αὐτὴν τὴν καταπονουμένην. ὥσπερ ἄν εἰ τις ἐν ἀγορᾷ γυναῖκα εὐτελῆ q τυπτομένην ἰδὼν, εἴποι αὐτῆς εἶναι υἱὸς, βασιλέως ὣν υἱός. καὶ οὕτως αὐτὴν ἀπαλλάξειε τῶν ἐπερεαζόντων. ὅπερ αὐτὸς ἐποίησε. καὶ υἱὸς ἀνθρώπου εἶναι ὁμολογήσας, καὶ παραστὰς αὐτὴ αὐτὴ r, καὶ κατακρίνας τὴν ἁμαρτίαν. οὐ τοίνυν ἐτόλμησεν αὐτὴν τυπτῆσαι λοιπόν. μᾶλλον γε ἐτύπτησε μὲν τῇ τοῦ θανάτου πληγῇ. τούτῳ δὲ αὐτῷ κατεκρίθη· καὶ ἀπώλετο, οὐχ ἡ τυπτηθεῖσα σὰρξ, ἀλλ’ ἡ τυπτήσασα ἁμαρτία. ὅπερ ἁπάντων ἐστὶ θαυμαστότατον. καὶ γὰρ εἰ μὴ ἐν τῇ σαρκὶ η νίκη γέγονεν, οὐχ οὐτῶ θαυμαστὸν ἢν. ἐπεὶ καὶ ὁ νόμος τοῦτο εἰργάζετο· τὸ δὲ θαυμαστὸν, ὅτι μετὰ σαρκὸς τὸ τρόπαιον ἔστη. καὶ η μυριάκις ὕπο τῆς ἁμαρτίας καταβληθεῖσα, αὐτὴ λαμπρὰν κατ’ αὐτῆς τὴν νίκην ἤρατο. ὅρα γὰρ πόσα τὰ παράδοξα γέγονεν. ἕνα μὲν ὅτι οὐκ ἐνίκησεν ἁμαρτία τὴν σάρκα· ἕτερον δὲ, καὶ ἐνικήθη παρ’ αὐτῆς. οὐ γάρ ἐστιν ἶσον μὴ νικηθῆναι καὶ νικῆσαι τὴν ἀεὶ καταβάλλουσαν. τρίτον, ὅτι οὐ μόνον ἐνίκησεν· ἀλλὰ καὶ ἐκόλασε. τῷ μὲν γὰρ μὴ ἁμαρτεῖν, οὐκ ἐνικήθη. τῷ δὲ ἀποθανεῖν, ἐνίκησε καὶ κατέκρινεν αὐτήν· φοβερὰν αὐτῷ τὴν σάρκα ἀποφήνας, τὴν πρότερον οὖσαν εὐκαταφρόνητ ὂν. οὕτω γοῦν καὶ αὐτῆς τὴν δύναμιν ἐξέλυσε, καὶ τὸν δι’ αὐτῆς εἰσενεχθέντα θάνατον ἀνεῖλεν. ἕως μὲν γὰρ ἁμαρτωλοὺς ἐλάμβανεν, ἐπῆγε τὴν τελευτὴν κατὰ τὸν τοῦ δικαίου λόγον. ἐπειδὴ δὲ ἀναμάρτητον εὑροῦσα σῶμα, τῷ θανάτῳ παρέδωκεν, ὡς ἀδικήσασα κατεκρίθη. Ὁρᾷς, ὅσα τὰ νικητήρια γέγονε; τὸ μὴ ἡττηθῆναι τὴν σάρκα ὑπὸ τῆς ἁμαρτίας. τὸ καὶ νικῆσαι αὐτὴν καὶ καταδικάσαι.
but the woman herself who was being oppressed. It is as if someone in the marketplace saw a common woman being beaten and said that he was her son, though he was a king's son, and in this way rescued her from those who were assaulting her. This is exactly what he did. He confessed that he was the Son of Man, stood by her, and condemned sin. Therefore sin no longer dared to beat her. Rather, it was beaten with the blow of death. And by this very thing it was condemned and destroyed—not the flesh that was struck, but the sin that struck. This is the most wonderful thing of all. For if the victory had not taken place in the flesh, it would not be so wonderful. Since even the law was accomplishing this. But the wonderful thing is that the trophy was set up with the flesh. And she who had been cast down ten thousand times by sin, she herself raised up a splendid victory over it. For see how many paradoxical things have happened. First, that sin did not conquer the flesh. Second, that it was even conquered by it. For it is not the same thing not to be conquered and to conquer that which always casts down. Third, that it not only conquered, but also punished. For by not sinning, it was not conquered. But by dying, it conquered and condemned it, making the flesh, which was previously easily despised, fearful to it. In this way, then, it both dissolved its power and abolished the death brought in through it. For as long as it took hold of sinners, it brought death according to the principle of justice. But when it found a sinless body and handed it over to death, it was condemned as having done wrong. Do you see how many trophies of victory there have been? That the flesh was not defeated by sin. That it also conquered it and condemned it.
τὸ μὴ ἁπλῶς καταδικάσαι, ἀλλὰ καὶ ὡς ἁμαρτοῦσαν καταδικάσαι; πρότερον γὰρ ἐλέγξας ἠδικηκυῖαν, οὕτως αὐτὴν κατεδίκασεν. οὐχ ἁπλῶς ἰσχύι· καὶ ἐξουσίᾳ· ἀλλὰ καὶ τῷ τοῦ δικαίου λόγῳ. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν q i. marg. a m. rec. καὶ ἀγοραίαν. r Sic. “ἐν τῇ σαρκί. ὡς ἃν εἰ ἔλεγεν· ὅτι μέγα ἡμαρτηκυῖαν ἔλεγξε· καὶ τότε αὐτὴν κατεδίκασεν r. εἰ δὲ ἐν ὁμοιώματι σαρκός φησιν πέμψαι τὸν υἱὸν, μὴ διὰ τοῦτο ἄλλην ἐκείνην σάρκα εἶναι νόμιζε. ἐπειδὴ γὰρ εἶπεν ἁμαρτίας, διὰ τοῦτο καὶ τὸ ὁμοίωμα τέθεικεν. οὐδὲ γὰρ ἁμαρτωλὸν σάρκα εἶχεν ὁ Χριστός· ἀλλ’ ὁμοίαν μὲν τῆ ἡμετέρᾳ τῇ ἁμαρτωλῷ, καὶ τῇ φύσει τὴν αὐτὴν ἡμῖν· ἀναμάρτητον δέ. ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐκ ἦν πονηρὰ τῆς σαρκὸς ἡ φύσις· οὔτε γὰρ ἑτέραν ἀντὶ τῆς προτέρας λαβὼν ὁ Χριστός· οὔτε αὐτὴν ταύτην μεταβαλὼν κατ’ οὐσίαν, οὕτως αὐτὴν ἀναμαχέσασθαι παρεσκεύασεν. ἀλλ’ ἀφεὶς μένειν ἐπὶ τῆς αὐτῆς Φύσεως, τὸν στέφανον ἀναδήσασθαι ἐποίησε κατὰ τῆς ἁμαρτίας· καὶ τότε αὐτὴν μετὰ τὴν νίκην ἀνέστησε s, καὶ θάνατον εἰργάσατο. Μαξίμου. Ἐν ὁμοιώματι μὲν σαρκὸς ἁμαρτίας γενόμενος, ὅτι φύσει Θεὸς ὑπάρχων, ἀπαθὴς ἀτρέπτως κατ’ οἰκονομίαν, φύσει παθητὸς γενέσθαι κατηξίωσεν ἄνθρωπος. “περὶ ἁμαρτίας” δὲ, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ἤχθη εἰς θάνατον· καὶ ὑπὲρ ἡμῶν ὠδυνήθη· καὶ διὰ τὰς ἁμαρτίας ἐτραυματίσθη. καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα ἡμεῖς τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. Βασιλείου. Φαίνεται γὰρ ὁ Κύριος, τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος πρὸς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως.
Was it not simply to condemn her, but to condemn her as having sinned? For after first convicting her of wrongdoing, he then condemned her. Not simply by strength and authority, but also by the reasoning of justice. For this he made clear when he said, "concerning sin he condemned sin in the flesh." As if he were saying: that she had sinned greatly he convicted, and then he condemned her. But if he says that he sent his Son in the likeness of flesh, do not suppose for this reason that it was another flesh. For since he said "of sin," for this reason he also added "likeness." For Christ did not have sinful flesh, but flesh like our sinful flesh, and the same as ours by nature, yet without sin. So that from this it is also clear that the nature of the flesh was not evil. For neither did Christ take another flesh in place of the former, nor did he change this very flesh in its essence, and in this way prepare it to be restored. But leaving it to remain in the same nature, he caused it to be crowned with the wreath against sin; and then after the victory he raised it up and put death to work. Of Maximus. He became in the likeness of sinful flesh, because being God by nature, impassible and unchanging, by economy he deigned to become passible man by nature. "Concerning sin," because for our sins he was led to death, and for us he grieved, and for our sins he was wounded, and was weakened for our lawless deeds, so that we might be healed by his bruise. Of Basil. For the Lord appears to have accepted the natural passions for the confirmation of his true and not merely apparent incarnation.
τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ῥυπαίνει, ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος· καὶ διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι αὐτὸν σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἔλαβε, μετὰ τῶν Φυσικῶν αὐτῆς παθῶν· ἁμαρτίαν δὲ οὐκ ἐποίησε. Μαξίμου. Καὶ ἄλλως δὲ σάρξ ἁμαρτίας ἐστὶν ἡ ἐκ σπορᾶς ἀνδρὸς τὴν γένεσιν ἔχουσα. κατὰ ταὐτὸν γὰρ ἔχει δυνάμει τὴν ἁμαρτίαν, καὶ τὴν φθορὰν κατὰ φύσιν. τὴν μὲν, ἀρχήν· τὴν δὲ, τέλος ἔχονσαν τῆς οἰκείας γενέσεως· ἡ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐστὶ σὰρξ, ἡ δίχα σπορᾶς ἀνδρὸς συστᾶσα τοῦ Κυρίου r I. marg. a m. rec. ὁρᾶς πανταχοῦ τὴν ἁμαρτίαν καταδικαυμἑνην, οὐχὶ τὴν σᾶμα, ἀλλὰ ταύτην στεφανομένην καὶ τὴν ἀπόφασιν κατ’ αὐτῆς ἐκφέρουσαν; s Leg. ἀθάνατον. σάρξ· κατὰ φύσιν μὲν ἔχουσα τὴν φθορὰν, καθ’ ἣν ἡμῖν ὅμοιος ἦν· κατὰ δύναμιν δὲ φύσεως τὴν ἀναμαρτησίαν, καθ’ ἣν ἡμῖν ἀνόμοιος ἢν. Κυρίλλου. Εἰ δὲ ἠσθένησεν ὁ νόμος κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· κατέκρινε δὲ ὁ Χριστὸς, δεκτικὴν αὐτὴν ἀποδείξας Πνεύματος Ἁγίου· ὡς δύνασθαι λέγειν ἡμᾶς, οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ’ ἐν Πνεύματι, καὶ κατὰ τοῦτο ἄρα κρείττων τῶν Ἀγγέλων, δι’ ὧν ὁ νόμος λελάληται. Γενναδίου. Καὶ οὕτως δὲ τίς ἄνωθεν διεξῆλθε περὶ τῶν προκειμένων. ἣν ὁ νόμος δικαίωσιν ὑπαγορεύων, ἠτόνει διὰ τῆς ἡμετέρας σαρκὸς ἐν ἡμῖν κατορθῶσαι, ταύτην ἐν Χριστῷ παρέσχεν ἡμῖν ὁ Θεός. τὸν γὰρ Υἱὸν πέμψας τὸν αὐτοῦ, σάρκα τὴν αὐτὴν ἡμῖν ἔχοντα, παθητὴν τὲ καὶ ἁμαρτητικὴν, οὐχὶ τῷ ἁμαρτεῖν, ἀλλὰ τῷ ἱκανὴν εἶναι ὑποδέχεσθαι.
But the passions that come from wickedness, as many as defile the purity of our life, he rejected as unworthy of the undefiled Godhead; and for this reason it is said that he came in the likeness of sinful flesh; so that he took our flesh, with its natural passions, but did not commit sin. Of Maximus. And in another sense, flesh of sin is that which has its origin from the seed of a man. For in the same respect it has sin potentially, and corruption naturally: the one as a beginning, the other as an end of its own generation. But the flesh in the likeness of sinful flesh is the flesh of the Lord, which was constituted without the seed of a man. Do you see that everywhere sin is condemned, not the flesh, but that the flesh is crowned and pronounces the sentence against sin? Flesh: having corruption naturally, in which he was like us; but having sinlessness by the power of nature, in which he was unlike us. Of Cyril. But if the law was weak to condemn sin in the flesh, Christ condemned it, having shown it capable of receiving the Holy Spirit; so that we can say, we are not in the flesh but in the Spirit, and in this respect are therefore better than the Angels, through whom the law was spoken. Of Gennadius. And in this way too someone has gone through from the beginning the matters at hand. The righteousness which the law, prescribing it, was powerless to accomplish in us through our flesh, this God provided for us in Christ. For having sent his own Son, having the same flesh as we, both passible and capable of sin—not by sinning, but by being able to receive.
ὁμοίωμα γὰρ σαρκὸς ἁμαρτίας, τὴν ἐνδεχομένην ἁμαρτῆσαι σάρκα φησί. ὡς καὶ τὸ “ ἐν ὁμοιώματι “ἀνθρώπου γενόμενος,” ἀντὶ τοῦ, γενόμενος ἄνθρωπος. ταύτην οὖν ἔχοντα τὴν σάρκα, φησὶ, “ ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας “ περὶ ἁμαρτίας,” τουτέστιν, ἐφ’ ᾧ τὴν ἁμαρτίαν καταγωνίσασθαι, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἀνέπαφον αὐτῇ καὶ ἀνάλωτον παντελῶς διαφυλάξας αὐτήν. Φωτίου. Δυνατὸν γὰρ καὶ οὕτω στίξαντα, ἀναγνῶναι· “ ὁ Θεὸς “ τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ “ περὶ ἁμαρτίας·” εἶτα ἐπαγαγεῖν, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν “ τῇ σαρκί.” τουτέστι τὸν Υἰὶν περὶ ἁμαρτίας· ἤγουν ἕνεκα τῆς ἁμαρτίας, τοῦ ἐξᾶραι αὐτήν· καὶ ἐλευθερῶσαι ἡμᾶς ἀπὸ ταύτης. πῶς οὖν ἐξῆρε ; κατακρίνας αὐτήν. οὐ γὰρ ἁπλῶς καὶ ἐξουσιαστικῶς· ἀλλ’ ὑπὸ δίκην ἀγαγὼν αὐτὴν, καὶ δείξας ἁλοῦσαν. πῶς οὖν ἑάλω καὶ ἥττηται ; ἐν τῇ σαρκὶ αὐτοῦ. προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα, ἑάλω καὶ ἥττηται. Τοῦ Θεοδόγου. Σὺ δὲ πρὸς τὸν λέγοντα ὅτι ἐλάττων ὁ Υἱὸς τοῦ Πατρός· ἐπέμφθη γὰρ παρ’ αὐτοῦ, ὡς καὶ Παῦλος φησὶ, εἰπὲ, μηδὲν ἐνδοιάσας· ἀπεστάλη μὲν ἀλλ’ ὡς ἄνθρωπος. διπλοῦς γὰρ ἦν, ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε καὶ ἐδάκρυσε, νόμῳ σώματος. εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο ; τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν εἶναι νόμισον, ἐφ’ ὃν ἀναφέρει τὰ ἑαυτοῦ. καὶ ὡς ἀρχὴν τιμῶν ἄγχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Σευηριανοῦ καὶ Θεοδώρου. Τέως δὲ οὐχ ὁ νόμος φησὶ, ἀδύνατα ἔπραττεν, ἀλλ’ ἡ σὰρξ οὐκ ἠδύνατο πληρῶσαι τὴν τοῦ νόμου πολιτείαν, διὰ τὸν ἐμποδίζοντα πονηρόν·
For "the likeness of sinful flesh" means the flesh capable of sinning. As also the phrase "being made in the likeness of man" stands for "being made man." Having this flesh, then, he says, "God, having sent his own Son concerning sin," that is, for the purpose of subduing sin, "condemned sin in the flesh," keeping it wholly untouched by it and altogether unconsumed. From Photius. For it is also possible, punctuating in this way, to read: "God, having sent his own Son in the likeness of sinful flesh, and concerning sin"; then to add, "condemned sin in the flesh." That is, he sent his Son concerning sin, or rather for the sake of sin, to remove it and to free us from it. How then did he remove it? By condemning it. For not simply and by authority, but by bringing it under judgment and showing it to be captured. How then was it captured and defeated? In his flesh. For when it wished to approach and was not able, it was captured and defeated. From Theodogus. But to the one who says that the Son is less than the Father—for he was sent by him, as Paul also says—say, without hesitating: he was sent, but as a man. For he was twofold, since he also grew weary, and hungered, and thirsted, and agonized, and wept, by the law of the body. But if also as God, what of it? Consider the Father's good pleasure to be a sending, to which he refers his own acts, both honoring the timeless beginning and so as not to seem to be opposed to God. From Severianus and Theodore. For the time being, however, the law does not say, "it was doing impossible things," but the flesh was unable to fulfill the law's way of life, because of the evil one who hindered it.
ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινεν ὁ Χριστός· ἣν ὅταν ἀποβλέψῃ πρὸς τὸ αὐτῆς ἀναμάρτητον καὶ ὅσιον καὶ καθαρὸν, ὁμοίωμα σαρκὸς ὀνομάζει. ἔπεμψεν οὖν, φησι, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, οὐκ ἐν ὁμοιώματι Ἀγγέλου, ἢ τινὸς ἄλλου, ἀλλ’ ἐν ὁμοιώματι σαρκός. ἵνα σαρκὸς ἡττηθείσης ἐπὶ τοῦ Ἀδὰμ, σὰρξ καταγωνίσηται τὸν πονηρὸν ἐπὶ τοῦ Χριστοῦ. ἀπεστάλη δὲ ὁ Κύριος, διὰ τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν. τοῦτο γὰρ τὸ “ καὶ περὶ ἁμαρτίας·” ἀντὶ τοῦ, διὰ τὴν ἁμαρτίαν. παρέλκει δὲ τὸ “ καί.” ἣν κατέκρινεν ἐν τῇ σαρκὶ αὐτοῦ. Χρυσοστόμου. Τί οὖν πρός με s τοῦτο φησί; εἰ ταῦτα ἐν ἐκείνῃ τῇ σαρκὶ γέγονε, πρὸς σὲ μὲν οὖν μάλιστα· διὸ καὶ ἐπήγαγεν, “ ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ “ κατὰ σάρκα περιπατοῦσι.” τί ἐστι “ τὸ δικαίωμα ;” τὸ τέλος, ὁ σκοπὸς, τὸ κατόρθωμα. τι γὰρ ἐκεῖνος ἐβούλετο ; καὶ τί ποτε ἐπέταττεν ; ἀναμάρτητον εἶναι. τοῦτο τοίνυν κατόρθωται νῦν ἡμῖν διὰ τοῦ Χριστοῦ. καὶ τὸ μὲν ἀντιστῆναι καὶ περιγενέσθαι, γέγονεν ἐκείνου. τὸ δὲ ἀπολαῦσαι τῆς νίκης, ἡμέτερον. οὐκοῦν οὐχ ἁμαρτησόμεθα λοιπόν ; οὐχ ἁμαρτησόμεθα, ἃν μὴ σφόδρα ὦμεν ἐκλελυμένοι καὶ ἀναπεπτωκότες. διὸ καὶ προσέθηκε “ τοῖς μὴ “ κατὰ σάρκα περιπατοῦσιν.” ἵνα γὰρ μὴ ἀκούσας ὅτι ἐρρύσατο ὁ Χριστὸς τοῦ πολέμου τῆς ἁμαρτίας, καὶ ὅτι τὸ δικαίωμα τοῦ νόμου πεπλήρωται ἐν σοί· τῆς ἁμαρτίας κατακριθείσης ἐν τῆ σαρκὶ, καταλύσῃς τὴν παρασκευὴν ἅπασαν. διὰ τοῦτο καὶ ἐκεῖ εἰπὼν “ οὐδὲν ἄρα κατάκριμα·
which Christ condemned through his own flesh; when he looks upon it in relation to its own sinlessness, holiness, and purity, he calls it a likeness of flesh. God, then, he says, sent his own Son, not in the likeness of an angel or of any other being, but in the likeness of flesh, so that just as flesh was defeated in Adam, flesh might conquer the evil one in Christ. The Lord was sent because of the sin that had prevailed over mankind. For this phrase "and concerning sin" stands for "because of sin." The "and" is redundant. Which he condemned in his own flesh. From Chrysostom. What then, he says, is this to me? If these things happened in that flesh, they happened most of all for your sake; therefore he added, "so that the righteous requirement of the law might be fulfilled in us, who do not walk according to the flesh." What is "the righteous requirement"? The end, the goal, the accomplishment. For what did that one will? And what did he ever command? To be without sin. This, then, has now been accomplished for us through Christ. And the resisting and prevailing belonged to him. But the enjoyment of the victory is ours. Will we not sin any longer, then? We will not sin, if we are not utterly slack and prostrate. Therefore he also added, "who do not walk according to the flesh." For lest, having heard that Christ rescued us from the war of sin, and that the righteous requirement of the law has been fulfilled in you—sin having been condemned in the flesh—you should tear down the whole preparation. For this reason also, having said there, "There is therefore now no condemnation;
τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι.” καὶ ἐνταῦθα λέγων, “ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν,” τὸ αὐτὸ τοῦτο ἐπήγαγε. μᾶλλον δὲ ούχί τοῦτο μόνον, άλλὰ καὶ πολλῷ πλέον. εἰπὼν γὰρ “ τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν,” s I. m. a m. rec. πρός μ. ἐπήγαγεν, ἀλλὰ “ κατὰ Πνεῦμα.” δεικνὺς ὅτι οὐ κακῶν δεῖ μόνον ἀπέχεσθαι, ἀλλὰ καὶ ἐν ἀγαθοῖς κομᾷν. τὸ μὲν γὰρ δοῦναι σοι τὸν στέφανον, ἐκείνου. τὸ δὲ κατασχεῖν δοθέντα, σόν. καὶ γὰρ ὅπερ ἦν δικαίωμα νόμου, τὸ μὴ γενέσθαι ὑπεύθυνον τῇ ἀρᾷ, τοῦτο ἤνυσέ σοι ὁ Χριστός. μὴ τοίνυν προδῷς τὴν τοσαύτην δωρεάν t. δείκνυσι γὰρ ἐνταῦθά σοι, ὅτι οὐκ ἀρκεῖ τὸ λουτρὸν ἡμῖν εἰς σωτηρίαν, ἃν μὴ μετὰ τοῦ λουτροῦ ἄξιον ἐπιδειξώμεθα βίον τῆς δωρεᾶς. ὥστε πάλιν τῷ νόμῳ συνηγορεῖ ταῦτα λέγων. καὶ γὰρ καὶ μετὰ τὸ πεισθῆναι τῷ Χριστῷ, πάντα δεῖ ποιεῖν καὶ πραγματεύεσθαι. ὥστε τὸ ἐκείνου δικαίωμα μένειν ἐν ἡμῖν, ὅπερ ἐπλήρωσεν ὁ Χριστὸς, καὶ μὴ διαφθαρῆναι. Σευηριανοῦ καὶ Θεοδώρου. Τινὲς δὲ τὸ “ μὴ κατὰ σάρκα “ περιπατοῦσιν,” ἀντὶ τοῦ κατὰ τὸν νόμον εἶπον· εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς· σαρκικὸν δὲ ἦν καὶ τὸ παραχωρῆσαι τρυφᾶν. Θεοφωρήτου. Καὶ “ δικαίωμα νόμου,” τὸ δικαίους ἀποφῆναι τοὺς δεξαμένους τὸν νόμον.
to those who do not walk according to the flesh. And here, saying, "that the righteous requirement of the law might be fulfilled in us," he added this same thing. Or rather, not only this, but much more. For having said, "to those who do not walk according to the flesh," he added, "but according to the Spirit." Showing that one must not only abstain from evil things, but also abound in good things. For to give you the crown is his; but to hold fast to what has been given is yours. For what was the righteous requirement of the law—not to become liable to the curse—this Christ accomplished for you. Do not, then, betray so great a gift. For he shows you here that the washing is not sufficient for our salvation, unless along with the washing we display a life worthy of the gift. So again, by saying these things, he advocates for the law. For even after believing in Christ, one must do and pursue all things, so that his righteous requirement remains in us, which Christ fulfilled, and is not corrupted. Of Severianus and Theodore. But some said "who do not walk according to the flesh" instead of "according to the law," for the law had fleshly observances; and it was also fleshly to permit indulgence. Of Theophoretus. And "the righteous requirement of the law" means to declare righteous those who received the law.
Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος. τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη. διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ ἑοῦ, οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Κυρίλλου. τοῦ περὶ τῆς δικαιοσύνης ἁψάμενος λόγου, τὴν περὶ ταύτης εἰσφέρει παραίνεσιν. καὶ εἰρηκὼς “ τοῖς μὴ κατὰ “ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα,” ἐπήγαγεν, “ οἱ γὰρ “ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν. οἱ δὲ κατὰ πνεῦμα, “ τὰ τοῦ πνεύματος.” οὕτως καὶ ἀλλαχοῦ. “ εἰ πνεύματι ζῶμεν, πνεῦμα δὲ ἐνταῦθα τὴν χάριν λέγει τοῦ Πνεύματος. καὶ διδάσκει ὡς ὁ ταύτῃ ἑπόμενος, τὰ ταύτῃ ἀρέσκοντα φρονεῖ καὶ ποιεῖ. ὁ δὲ τῇ σαρκὶ δουλεύων, τοῖς τοῦ σώματος δηλονότι πάθεσι, τὴν ἐλευθερίαν ἀφῄρηται. οὐκ εἶπε δὲ ἡ γὰρ σὰρξ, θάνατος, ἀλλὰ t I. m. a m. rec. ἀλλὰ μένε φυλάττων τὸν καλὸν τοῦτον θησαυρόν. “ τὸ φρόνημα τῆς σαρκός.” τουτέστι, τὰ τῶν παθημάτων σκιρτήματα. τῶν γὰρ ἡμαρτηκότων ὁ θάνατος ἐπιτίμιον. ὁ δὲ πνευματικῶς, φησι, ζῶν, τῆς πρὸς Θεὸν μεταλαγχάνει. μεταλαγχάνει. ἐκπεπολέμωται δὲ πρὸς Θεὸν τὸ φρόνημα τῆς σαρκός. τουτέστιν, ἡ τῶν παθῶν δυναστεία. οὐδὲ γὰρ οἷόν τε τὸν τὴν παθῶν δυναστείαν καταδεξάμενον, τοῦ Θεοῦ τὴν θεραπείαν ἀσπάσασθαι, ἔτι τῇ ἁμαρτίᾳ δουλεύειν αἱρούμενον. Κυρίλλου. Θάνατον μὲν οὖν εἶναί φησι τὸ τῆς σαρκὸς φρόνημα, καὶ μάλα ὀρθῶς. τὸ δέ γε τοῦ πνεύματος, ζωὴν καὶ εἰρήνην. θανάτου μὲν γὰρ ἀληθῶς, ἡ φιλοσαρκία πρόξενος.
For those who are according to the flesh set their minds on the things of the flesh; but those who are according to the spirit, on the things of the spirit. For the mind of the flesh is death; but the mind of the spirit is life and peace. Because the mind of the flesh is enmity toward God; for it does not submit to the law of God, nor indeed can it. Cyril. Having taken up the discourse concerning righteousness, he brings in the exhortation concerning it. And having said, "to those who do not walk according to the flesh, but according to the spirit," he added, "For those who are according to the flesh set their minds on the things of the flesh; but those who are according to the spirit, on the things of the spirit." So also elsewhere: "If we live by the spirit." And here he calls the grace of the Spirit "spirit." And he teaches that the one who follows this thinks and does the things that please this. But the one who is enslaved to the flesh, that is, clearly to the passions of the body, has been deprived of freedom. He did not say, "For the flesh is death," but rather, "Remain, guarding this good treasure." "The mind of the flesh," that is, the leapings of the passions. For death is the penalty of those who have sinned. But the one who lives spiritually, he says, partakes of the things pertaining to God. He partakes. But the mind of the flesh has been at enmity with God, that is, the dominion of the passions. For it is not possible for the one who has accepted the dominion of the passions to welcome the service of God, while still choosing to be enslaved to sin. Cyril. He says, then, that the mind of the flesh is death, and quite rightly. But the mind of the spirit is life and peace. For truly, the love of the flesh is the cause of death.
ζωῆς δὲ τῆς εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν, τὸ διαβιοῦν ἑλέσθαι πνευματικῶς. εἰ γὰρ “ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν,” ὡς οὐκ ἀνεχόμενον τοῖς θείοις ὑπείκειν νόμοις· οὐ δὲ γὰρ δύναται. πῶς γὰρ ἀρέσει Θεῷ μυσαρὰ καὶ βέβηλος ἡδονή ; πάντως ὁ καθαρὸς ῥύπου καὶ παθῶν νοῦς, κατὰ τὸ δύνατον τῇ ἀνθρώπου φύσει, πρὸς Θεὸν εἰρηνεύει. Μεθοφίου. Τὸ φρόνημα φησὶ τῆς σαρκὸς οὐχ ἡ σάρξ, ἀλλὰ τὸ πρὸς ἀκρασίαν αὐτῆς ὅρμημα. Χρυσοστόμου. Καὶ οὐδὲ τοῦτο διαβολὴ τῆς σαρκός. ἕως μὲν γὰρ ἂν τὴν οἰκείαν φυλάττῃ τάξιν, οὐδὲν ἄτοπον γίνεται. ὅταν δὲ αὐτῇ πάντα ἐπιτρέπομεν, καὶ τοὺς οἰκείους ὑπερβᾶσα ὀροὺς κατεξανασταίη τῆς ψυχῆς, τότε πάντα ἀπόλλυσι καὶ διαφθείρει. οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀμετρίαν καὶ τὴν ἐκ ταύτης ἀταξίαν. “ τὸ γὰρ φρόνημα,” φησὶ, “ τῆς σαρκός.” οὐκ εἶπεν ἡ τῆς σαρκὸς φύσις, οὐδὲ ἡ οὐσία τοῦ σώματος, ἀλλὰ τὸ φρόνημα. ὅπερ διορθωθῆναι δύναιτ’ ἃν καὶ ἀναιρεθῆναι. τοῦτο δὲ λέγει, οὐ τῇ σαρκὶ διδοὺς λογισμὸν ἴδιον, ἄπαγε· ἀλλὰ τὴν παχυτέραν τῆς διανοίας ὁρμὴν ἐνδεικνύμενος, καὶ ἀπὸ τοῦ χείρονος αὐτὴν καλῶν. ὥσπερ οὖν καὶ σάρκα πολλάκις, ἄνθρωπον ὁλόκληρον, καὶ ψυχὴν ἔχοντα εἴωθε καλεῖν· φρόνημα δὲ τοῦ πνεύματος, τὴν πνευματικὴν διάνοιαν λέγει. ὅπερ οὖν καὶ προιὼν φησὶ, “ ὁ “ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.” καὶ δείκνυσι πολλὰ τὰ ἐκ ταύτης ἀγαθὰ, καὶ ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι. τῶν γὰρ κακῶν ὧν τὸ φρόνημα εἰσάγει τὸ σαρκικὸν, πολλῷ πλείονα ἀγαθὰ παρέχει τὸ πνευματικόν.
But of life unto eternity and of the good things from above, to choose to live spiritually. For if "the mind of the flesh is enmity toward God," as not enduring to submit to the divine laws—for neither indeed can it. For how shall foul and profane pleasure please God? Certainly the mind pure from defilement and passions, as far as is possible to human nature, is at peace toward God. Of Methodius. The mind of the flesh, he says, is not the flesh, but its impulse toward intemperance. Of Chrysostom. And this is not even an accusation against the flesh. For as long as it keeps its own order, nothing improper occurs. But when we permit it everything, and it oversteps its own boundaries and rises up against the soul, then it destroys and corrupts everything—not because of its own nature, but because of its excess and the disorder that comes from it. "For the mind," he says, "of the flesh." He did not say the nature of the flesh, nor the substance of the body, but the mind. Which could be corrected and done away with. And he says this, not giving to the flesh its own reasoning—far be it!—but indicating the coarser impulse of the thought, and calling it from the worse. Just as he is also accustomed often to call the whole man, who has a soul, "flesh"; and the mind of the spirit, he calls the spiritual thought. Which indeed he also says further on: "But he who searches the hearts knows what is the mind of the spirit." And he shows the many good things that come from this, both in the present and in the future. For in comparison with the evils that the fleshly mind introduces, the spiritual mind provides far more good things.
ἅπερ ἐδή- λωσεν εἰπὼν, “ ζωὴ καὶ εἰρήνη.” τὸ μὲν, πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου· “τὸ γὰρ φρόνημα,’ φησὶ, “τῆς σαρκὸς, θάνατος· τὸ δὲ, πρὸς ἀντιδιαστολὴν τοῦ ἑξῆς. εἰπὼν γὰρ εἰρήνη, ἐπήγαγε, “διότι “τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν.” ὃ τοῦ θανάτου χεῖρον ἐστίν. εἶτα δείκνυσι, πῶς καὶ θάνατος καὶ ἔχθρα. “τῷ γὰρ νόμῳ του Θεοῦ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται. Ἀλλὰ μὴ θορυβηθῇς ἀκούων, “ οὐ δὲ γὰρ δύναται. καὶ γὰρ εὔκολον ἡ ἀπορία αὕτη τὴν λύσιν ἔχει. φρόνημα γὰρ ἐνταῦθα σαρκὸς φησὶν, τὸν γεώδη λογισμὸν, τὸν παχύν· τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοημένον. τοῦτον φησὶ, ἀδύνατον εἶναι ὑποταγῆναι Θεῷ. καὶ ποία ἐλπὶς λοιπὸν σωτηρίας, εἰ ἀδύνατον κακὸν ὄντα γενέσθαι καλόν ; οὐ τοῦτο φησί. ἐπεὶ πῶς ὁ Παῦλος ἐγένετο τοιοῦτος ; πῶς ὁ λῃστὴς, καὶ μυρίοι ἕτεροι; οὐ τοῦτο τοίνυν φησὶ, ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλόν. ἀλλ’ ὅτι ἀδύνατον πονηρὸν μένοντα, ὑποταγῆναι Θεῷ. μεταβαλόμενον μέντοι καλὸν γενέσθαι καὶ ὑποταγῆναι, ῥᾴδιον. οὐ γὰρ εἶπεν, ὅτι ἄνθρωπος οὐ δύναται ὑποταγῆναι Θεῷ, ἀλλ’ ὅτι ἡ πονηρὰ πρᾶξις, οὐ δύναται εἶναι καλή. ὅπερ οὖν καὶ ἐν τῷ εὐαγγελίῳ ἔλεγεν ὁ Χριστὸς, “οὐ δύναται σαπρὸν δένδρον, καλοὺς καρποὺς ποιεῖν,” οὐ τὴν ἀπὸ κακίας εἰς ἀρετὴν μεταβολὴν κωλύων, ἀλλὰ τὴν ἐν τῇ κακίᾳ διατριβὴν λέγων, μὴ δύνασθαι φέρειν καρποὺς καλούς. ἐπεὶ ὅτι δύνατον μεταβληθῆναι, καὶ ἐξ ἄλλης ἔδειξε παραβολῆς. ὅταν εἰσάγῃ τὰ ζιζάνια γινόμενα σῖτον. διὸ καὶ ἐκριζῶσαι αὐτὰ κωλύει.
These things he made clear by saying, "life and peace." The one, by way of contrast with the former: "For the mind," he says, "of the flesh is death"; the other, by way of contrast with what follows. For having said "peace," he added, "because the mind of the flesh is enmity toward God." Which is worse than death. Then he shows how it is both death and enmity. "For it does not submit to the law of God, nor indeed can it." But do not be disturbed when you hear, "nor indeed can it." For this difficulty has an easy solution. For here he calls the mind of the flesh the earthly, the coarse reasoning, the one that is excited toward worldly things and wicked deeds. This, he says, is unable to submit to God. And what hope of salvation remains, if it is impossible for one who is evil to become good? He does not say this. For how did Paul become such? How did the robber, and countless others? He does not say, then, that it is impossible for the wicked to become good, but that it is impossible for one who remains wicked to submit to God. To be changed, however, and become good and submit—this is easy. For he did not say that a man cannot submit to God, but that a wicked deed cannot be good. This is what Christ also said in the Gospel: "A corrupt tree cannot bear good fruits," not hindering the change from vice to virtue, but saying that the persistence in vice cannot bear good fruits. For that it is possible to be changed, he showed also from another parable, when he introduces the tares becoming wheat. Therefore he also prevents them from being uprooted.
“μήποτε γάρ,” φησι, “σὺν αὐτοῖς ἀνασπάσητε καὶ τὸν “ σῖταον.” τουτέστι, τὸν μέλλοντα γενέσθαι ἐξ αὐτῶν. φρόνημα τοίνυν σαρκὸς, τὴν κακίαν φησίν. καὶ φρόνημα πνεύματος, τὴν χάριν τὴν δεδομένην· καὶ τὴν ἐνέργειαν, τὴν τῇ προαιρέσει κρινομένην τῇ χρηστῇ. οὐδαμοῦ περὶ ὑποστάσεως καὶ οὐσίας ἐνταῦθα διαλεγόμενος, ἀλλὰ περὶ ἀρετῆς καὶ κακίας. ὅπερ γὰρ οὐκ ἴσχυσας ἐν τῷ νόμῳ φησὶν, τοῦτο δυνήσῃ νῦν, ὀρθὰ βαδίζειν καὶ ἀδιάπτωτα, εἰ τῆς τοῦ πνεύματος ἐπιλάβοιο βοηθείας. οὐ γὰρ ἀρκεῖ τὸ μὴ κατὰ σάρκα περιπατεῖν, ἀλλὰ δεῖ καὶ κατὰ Πνεῦμα βαδίζειν. u τοῦτο δὲ ἔσται, ἃν τῷ Πνεύματι τὴν ψυχὴν ἐκδῶμεν, καὶ u I. marg. a m. rec. ἐπειδήπερ οὐκ ἀποχρὴ πρὸς σωτηρίαν ἡμῖν τὸ ἐκκλῖναι ἀπὸ κα ἀλλὰ δεῖ καὶ τὰ ἀγαθὰ ποιεῖν. τὴν σάρκα πείσωμεν τὴν οἰκείαν τάξιν ἐπιγινώσκειν. οὕτω γὰρ καὶ αὐτὴν ἐργασόμεθα πνευματικήν. ὥσπερ οὖν ἐὰν ῥαθυμῶμεν, καὶ τὴν ψυχὴν ποιήσομεν σαρκικήν x. Ωριγένουσ. Ἀφ’ ὧν τοίνυν διδάσκει ὁ Παῦλος μανθάνομεν, τινες εἰσι κατὰ σάρκα οἱ τὰ τῆς σαρκὸς φρονοῦντες. καὶ τίνες εἰσὶ κατὰ πνεῦμα· οἱ τὰ τοῦ πνεύματος φρονοῦντες . τὰ δὲ φρονήματα τῆς σαρκὸς εἰσὶ, πορνεία, ἀσέλγεια, εἰδωλολατρίᾳ, καὶ τὰ ὅμοιαι ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι. τὰ δὲ τοῦ πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα. ἅπερ ἔστι ζωή. καὶ ἤδη ἐν ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ εὐφραίνονται. ἀκόλουθον οὖν, τοὺς μὲν εἰς τὴν σάρκα σπείροντας θερίζειν φθοράν. τοὺς δὲ πνεύματι ζῶντας, σπείρειν εἰς τὸ πνεῦμα. ἀφ’ οὗ ἐστι θερίσαι ζωὴν αἰώνιον.
Lest," he says, "you uproot the wheat along with them." That is, the wheat that is going to come from them. Therefore, he calls the mind of the flesh evil, and the mind of the Spirit the grace that has been given, and the working that is judged by the good choice. Nowhere here is he discussing substance and essence, but virtue and vice. For what you were not able to do in the law, he says, you will now be able to do, to walk uprightly and without stumbling, if you take hold of the help of the Spirit. For it is not enough not to walk according to the flesh, but one must also walk according to the Spirit. And this will be, if we give over the soul to the Spirit, and since it is not sufficient for our salvation to turn away from evil but one must also do good, let us persuade the flesh to recognize its own proper order. For in this way we shall also make it spiritual. Just as, then, if we are slack, we shall also make the soul fleshly. From Origen. From what Paul therefore teaches, we learn who are the ones according to the flesh: those who mind the things of the flesh. And who are the ones according to the Spirit: those who mind the things of the Spirit. Now the minds of the flesh are: fornication, licentiousness, idolatry, and the like, which very thing is death. And the things of the Spirit: love, joy, peace, patience, and the things that follow these, which are life. And already such people are in life, and they rejoice in peace. It follows, then, that those who sow to the flesh reap corruption, but those who live by the Spirit sow to the Spirit, from which they reap eternal life.
πρὸς δὲ τούτοις, καὶ ἐχθροὶ εἰσὶ τοῦ Θεοῦ, οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σαρκὸς, καὶ ὅσοι βούλονται πλουτεῖν, ἣ ἐπιθυμοῦσι δόξης. καὶ οἱ κατὰ γράμμα ζῶντες Ἰουδαῖοι, καὶ τὴν ἐν σαρκὶ αὐχοῦντες περιτομὴν, οὗτοι τὰ τῆς σαρκὸς τοῦ νόμου φρονοῦσιν. οἱ δὲ κατὰ πνεῦμα Ἰουδαῖο· οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, οὗτοι φρονοῦσι τὰ τοῦ πνεύματος. καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ νόμου, θάνατόν τις εὑρήσει καὶ ἔχθραν τὴν εἰς Θεόν. ἐν δὲ τῷ φρονήματι τοῦ πνεύματος τοῦ νόμου, ζωὴν καὶ εἰρήνην. οἱ δὲ ἐν τῇ σαρκὶ τοῦ νόμου ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ’ οἱ ἐν τῳ πνεύματι του νόμου ὄντες. ἀμφότεροι γὰρ ἐπαγγελλόμεθα τὸν Μώσεως νόμον. ἀλλ’ ἐκεῖνοι μὲν, κατὰ σάρκα, ἡμεῖς δὲ, κατὰ πνεῦμα. διὸ ἐκεῖνοι σαρκικὰς ἡγοῦνται τὰς ἐπαγγελίας, ἀκολούθως τῷ σαρκικῷ νόμῳ· ἡμεῖς δὲ πνευματικὰς, ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, ἐν τοῖς ἐπουρανίοις. Φωτίου. Καλῶς οὖν φησὶν, ὅτι τὸ φρόνημα τῆς σαρκὸς τῷ νόμῳ τοῦ Χριστοῦ οὐχ ὑποτάσσεται. ἐν ὅσῳ μὲν γάρ ἐστι, δῆλον ὅτι οὐχ ὑποτάσσεται. ἐν ὅσῳ δὲ παρέλθῃ καὶ ἀπογένηται τοῦ ἀνθρώπου, οὐδόλως ἐστίν. ὥστε οὐδ’ ὑποτάσσεται. πῶς γὰρ ἃν τὸ μὴ ὃν, ἣ ἀντιστήσεται, ἣ ὑποταγῇ τινι; τίς οὖν ὑποτάσσεται; ὁ ἄνθρωπος ἐν ᾧ τὸ σαρκικὸν φρόνημα y; ἀλλ’ ἔτι μὲν τοῦ σαρκικοῦ x Plura hic desunt. γ Suppl. οὐκ ἔστι. παρόντος φρονήματος, οὐδὲ ἐκεῖνος. καταβληθέντος δὲ διὰ μετα- νοίας καὶ ὑποχωρήσαντος, τότε ἐκεῖνος ἀγαθοεργεῖ, καὶ ὐποτάσσεται τῷ νόμῳ τοῦ Θεοῦ.
Moreover, they are enemies of God, those who have the mind of the flesh. And they think the things of the flesh, as many as wish to be rich or desire glory. And the Jews who live according to the letter and boast in the circumcision in the flesh, these think the things of the flesh of the law. But the Jews according to the Spirit: those who practice circumcision in the heart and in the Spirit, these think the things of the Spirit. And in the mind of the flesh of the law, one will find death and enmity toward God. But in the mind of the Spirit of the law, life and peace. And those who are in the flesh of the law cannot please God, but those who are in the Spirit of the law can. For we both claim the law of Moses. But they, according to the flesh, and we, according to the Spirit. Therefore they consider the promises fleshly, in accordance with the fleshly law; but we consider them spiritual, in every spiritual blessing, in the heavenly realms. From Photius. Well then, he says that the mind of the flesh is not subject to the law of Christ. For as long as it exists, it is clear that it is not subject. But as long as it passes away and departs from the man, it does not exist at all. So it is not subject either. For how could that which does not exist either resist or be subject to anything? Who then is subject? The man in whom the fleshly mind is? But while the fleshly mind is still present, neither is that man. But when it has been cast down through repentance and has withdrawn, then that man does good and is subject to the law of God.
Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι. εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ἡμῖν. Κυρίλλου. Ἐπικρατούσης μὲν τῆς τοῦ ἀνθρώπου διανοίας, τῆς γεώδους ἡδονῆς, ἐν σαρκὶ τίς ἐστιν ὡς τὰ τῆς σαρκὸς φρονῶν. καὶ ὁ τοιοῦτος, οὐκ ἃν ἀρέσῃ Θεῷ. καταπλουτήσαντος δὲ τοῦ νοῦ τὴν διὰ Χριστοῦ χάριν, καὶ τῆς ἄνωθεν ἰσχύος μεμεστωμένου, καὶ ζέοντος τῷ πνεύματι, καὶ ἐπὶ ἀρετὴν σπεύδοντος, οὐ νοεῖται ὁ τοιοῦτος ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι. καὶ εὐκόλως ποίει τὰ αρεστὰ τῶ Θεῶ. Χρυσοστόμου. Τί οὖν ; κατακόψομαι τὸ σῶμα, ἵνα ἀρέσωμεν τῷ Θεῷ; καὶ ἐξέλθωμεν τῆς σαρκός’, καὶ ἀνδροφόνους ἡμᾶς εἰναι κελεύεις ἐπ’ ἀρετὴν ἄγων ; ὁρᾷς πόσα ἄτοπα τίκτεται, ἐὰν ἁπλῶς λεγόμενα ἐκδεξώμεθα ; σάρκα γὰρ ἐνταῦθα, οὐ τὴν οὐσίαν φησὶ τοῦ σώματος, ἀλλὰ τὸν σαρκικὸν βίον, καὶ κοσμικὸν καὶ τρυφῆς καὶ ἀσωτείας γέμοντα. ’τον, ὀλὸν σάρκα ποιοῦντα του ἄνθρωπον. ὡσπερ γὰρ οἱ τῳ πνεύματι πτερούμενοι, καὶ τὸ σῶμα πνευματικὸν ἐργάζονται· οὕτως οἱ γαστρὶ καὶ ἡδονῇ δουλεύοντες, καὶ τὴν ψυχὴν σάρκα ποιοῦσιν. οὐ τὴν οὐσίαν αὐτῆς μεταβάλλοντες, ἀλλὰ τὴν εὐγένειαν αὐτῆς ἀπολλύντες. καὶ οὗτος τῆς λέξεως ὁ τρόπος. καὶ ἐν τῇ παλαιᾷ πολλάκις κεῖται σάρκα σημαίνων τὸν παχὺν καὶ γεώδη βίον, καὶ ἡδοναῖς ἐμπεπληγμένον ἀτόποις. καὶ γὰρ τῷ Νῶς φησὶ, “ οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώ- “ ποις τούτοις διὰ τὸ εἶναι αὐτοῖς σάρκας.” καὶ τοι καὶ αὐτὸς ὁ Νῶε σάρκα περίκειται z. ἀλλὰ οὐκ ἦν τοῦτο ἔγκλημα, τὸ περικεῖσθαι σάρκα. τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ τὸ τὸν σαρκικὸν ἀνηρῆσθαι βίον. Ἰσιδωρου.
But those who are in the flesh cannot please God. You, however, are not in the flesh but in the Spirit, if indeed the Spirit of God dwells in us. Cyril. When the mind of man prevails—the earthly pleasure—such a one is in the flesh, since he minds the things of the flesh. And such a person will not please God. But when the mind has been enriched by the grace through Christ, and is filled with the strength from above, and boils with the Spirit, and hastens toward virtue, such a person is not conceived of as being in the flesh but in the Spirit. And he easily does the things pleasing to God. Chrysostom. What then? Shall I cut down the body so that we may please God, and depart from the flesh, and do you command us to become murderers, leading us to virtue? Do you see how many absurdities are produced if we take what is said in a simple sense? For here he calls "flesh" not the substance of the body, but the fleshly and worldly life, full of luxury and debauchery, which makes the whole man flesh. For just as those who are winged by the Spirit also make the body spiritual, so those who are enslaved to the belly and pleasure also make the soul flesh—not changing its substance, but destroying its nobility. And this manner of expression is often found in the Old Testament as well, signifying by "flesh" the coarse and earthly life, filled with shameful pleasures. For to Noah he says, "My Spirit shall not remain in these men because they are flesh." And yet Noah himself was clothed in flesh. But it was not a charge to be clothed in flesh—for that belongs to nature—but to have done away with the fleshly life. Isidore.
Τὸ γὰρ τῆς σαρκὸς ὄνομα δίχως πάρα τῇ θειᾳ εἴρηται γραφῇ. ποτὲ μὲν κατὰ τὴν φύσιν αὐτήν· ποτὲ δὲ κατὰ τὸ φρόνημα καὶ τὴν φθοράν. καὶ τῆς μὲν, ἀπόδειξις, τὸ πνεῦμα z I. marg. a m. rec. περιέκειτο. “ σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.” τῆς δὲ, “ τὸ, σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται.” καὶ “ οἱ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.” ὁ τοίνυν τὴν φθορὰν καὶ τὴν σάρκα παιδαγωγῆσαι βουλόμενος, μαραίνει τὰ τῆς σαρκὸς ὑπεκκαύματα, καὶ ἀρέσκει Θεῷ ἔτι σαρκὶ συνεχόμενος· καὶ κληρονομεῖ τὴν αὐτοῦ βασιλείαν μετὰ σώματος ὡς ἀσώματος. Χρυσοστόμου Καὶ ἐν τῷ ἐπαγαγεῖν δὲ. “ὑμεῖς δὲ οὐκ ἐστὲ “ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι,” οὐχ ἁπλῶς σάρκα φησὶ, ἀλλὰ τὴν τοιαύτην σάρκα τὴν συρομένην ὑπὸ τῶν παθῶν a. καὶ τίνος ἕνεκεν, φησὶν, οὐχ οὕτως εἶπεν, οὐδὲ τὴν διαφορὰν τέθεικεν; ἐπαίρων τὸν ἀκροατὴν, καὶ δεικνὺς, ὅτι οὐδ’ ἐν σώματι ἐστὶν ὁ ὀρθῶς βιῶν. ἐπειδὴ γὰρ τὸ ἐν ἁμαρτίᾳ μὴ εἶναι τὸν πνευματικὸν παντὶ που δῆλον ἦν, οὗτος τὸ μεῖζον τίθησιν· ὅτι οὐ μόνον οὐκ ἐν ἁμαρτίᾳ, ἀλλ’ οὐδὲ ἐν σαρκὶ λοιπόν ἐστιν ὁ πνευματικὸς ἄνθρωπος· Ἄγγελος ἐντεῦθεν ἤδη γενόμενος καὶ πρὸς τὸν οὐρανὸν ἀναβὰς, καὶ λοιπὸν τὸ σῶμα ἁπλῶς περιφέρων. εἰ δὲ διὰ τοῦτο τὴν σάρκα διαβάλλεις, ἐπειδὴ τῷ ὀνόματι αὐτῆς τὸν σαρκικὸν καλεῖ βίον, καὶ τὸν κόσμιον οὕτω διαβαλῇ· ἐπειδὴ καὶ ἐντεῦθεν ἡ πονηρία καλεῖται πολλάκις, καθάπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· “ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου.” καὶ τὴν ψυχὴν δὲ ἀλλοτρίαν φήσειε τοῦ Θεοῦ, ἐπειδὴ τοὺς ἐν πλάνῃ ὄντας ψυχικοὺς ἐκάλεσεν.
For the name of the flesh is spoken of in the divine Scripture in two ways: sometimes according to nature itself, and sometimes according to the mind and corruption. And of the one, the proof is that the spirit was encompassed: "A spirit does not have flesh and bones, as you see me having." Of the other: "Flesh and blood cannot inherit the kingdom of God," and "Those who are in the flesh cannot please God." Therefore, the one who wishes to discipline corruption and the flesh deadens the kindlings of the flesh, and pleases God even while still held by the flesh; and he inherits his kingdom with a body as though without a body. Chrysostom. And in adding, "But you are not in the flesh but in the Spirit," he does not speak simply of flesh, but of such flesh as is dragged along by the passions. And for what reason, he says, did he not speak thus, nor set forth the difference? Elevating the hearer, and showing that the one who lives rightly is not even in the body. For since it was everywhere clear that the spiritual man is not in sin, he sets forth the greater thing: that the spiritual man is no longer merely not in sin, but not even in the flesh; from here already having become an angel and ascended to heaven, and henceforth simply carrying the body about. But if for this reason you disparage the flesh, because by its name he calls the fleshly life, you will also disparage the world in this way; since from this also wickedness is often named, just as Christ also said to his disciples: "You are not of this world." And he would say that the soul also is alien to God, since he called those in error psychic.
ἀλλ’ οὐ ταῖς λέξεσιν ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος πανταχοῦ δεῖ προσέχειν, καὶ τὴν ἀκριβῆ τῶν εἰρημένων εἰδέναι διαίρεσιν. τὰ μὲν γάρ ἐστιν, ἀγαθά· τὰ δὲ, κακά· τὰ δὲ, μέσα. οἷον, ψυχὴ καὶ σὰρξ τῶν μέσων ἐστί· καὶ τοῦτο κἀκεῖνο γενέσθαι δυναμένη. τὸ δὲ πνεῦμα, τῶν ἀγαθῶν ἀεί. καὶ οὐδέ ποτε ἕτερόν τι γινόμενον. πάλιν τὸ φρόνημα τῆς σαρκὸς, τουτέστιν ἡ πονηρὰ πρᾶξις, τῶν ἀεὶ κακῶν· “τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑπο- “τάσσεται.’ ἃν τοίνυν τῷ βελτίονι δῷς τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου τῆς ἐκείνου μερίδος. ἃν τῷ χείρονι, πάλιν τῆς ἐνταῦθα ἀπωλείας κατέστης κοινωνός· οὐ παρὰ τὴν φύσιν τῆς σαρκὸς καὶ a I. marg. a m. rec. τὴν τυραννουμένην. τῆς ψυχῆς, ἀλλὰ παρὰ τὴν γνώμην τὴν κυρίαν ἀμφότερα ταῦτα ἑλέσθαι. Ὄτι δὲ οὐ σαρκὸς διαβολὴ τὰ εἰρημένα, πάλιν αὐτὴν μεταχειρίσαντες τὴν λέξιν, ἐξετάσωμεν ἀκριβέστερον. “ὑμεῖς δὲ οὐκ “ ἐστὲ ἐν σαρκὶ,” φησὶ, “ἀλλ’ ἐν πνεύματι.” τί οὖν; οὐκ ἦσαν ἐν σαρκί· ἀλλ’ ἀσώματοι περιῄεσαν; καὶ πῶς ἃν ἔχοι τοῦτο λόγον; ὁρᾷς ὅτι τὸν σαρκικὸν βίον ᾐνίξατο ; καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ὑμεῖς οὐκ ἐστὲ ἐν ἁμαρτίᾳ; ἵνα μάθῃς ὅτι οὐχὶ τῆς ἁμαρτίας μόνον τὴν τυραννίδα ἔσβεσεν ὁ Χριστὸς, ἀλλὰ καὶ τὴν σάρκα κουφοτέραν καὶ πνευματικωτέραν ἐποίησεν· οὐ τῷ τὴν φύσιν μεταβαλεῖν, ἀλλὰ τὸ πτερῶσαι μᾶλλον αὐτήν. καθάπερ γὰρ πυρὸς ὁμιλοῦντος σιδήρῳ, καὶ ὁ σίδηρος γίνεται πῦρ, ἐν τῇ οἰκείᾳ μένων φύσει, οὕτω καὶ τῶν πιστῶν καὶ πνεῦμα ἐχόντων, καὶ ἡ σὰρξ λοιπὸν πρὸς ἐκείνην μεθίσταται τὴν ἐνέργειαν· ὅλη πνευματικὴ γινομένη.
But one must everywhere pay attention not to the words simply, but to the mind of the speaker, and know the precise distinction of what has been said. For some things are good, some evil, and some intermediate. For example, soul and flesh are among the intermediate things, and this and that it is able to become. But the spirit is always among the good, and never becomes anything else. Again, the mind of the flesh, that is, evil practice, is always among the evil things; for "it does not submit to the law of God." If, therefore, you give the soul and the body to the better part, you have become of that one's portion. If to the worse, you have again become a partaker of destruction here; not because of the nature of the flesh and the soul that is tyrannized, but because of the will that is lord over choosing both of these. But that what has been said is not a slander against the flesh, let us again take up the very phrase and examine it more precisely. "But you are not in the flesh," he says, "but in the spirit." What then? Were they not in the flesh? But were they going about bodiless? And how could this make sense? Do you see that he hinted at the fleshly life? And for what reason did he not say, "You are not in sin"? So that you may learn that Christ extinguished not only the tyranny of sin, but also made the flesh lighter and more spiritual; not by changing its nature, but rather by giving it wings. For just as when fire associates with iron, the iron also becomes fire, while remaining in its own nature, so too with the faithful who have the Spirit, the flesh thereafter is changed over to that operation, becoming wholly spiritual.
b τὸ δὲ, “ εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν,” ἀντὶ τοῦ, ἐπείπερ τέθεικε. πολλαχοῦ δὲ τοῦτο οὕτω τίθησιν. οὐκ ἀμφιβάλλων, ἀλλὰ καὶ σφόδρα πιστεύων. ὡς ὅταν λέγῃ, “εἴπερ “δικαιοι c, παρὰ τῷ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλί- “ ψεις.” καὶ πάλιν, “ τοσαῦτα ἐπάθετε εἰκῇ. εἴ γε καὶ εἰκῆ.” Γενναδίου. Ὑμεῖς οὖν, φησι, ἐκ θνητότητος εἰς ἀθανασίαν μεταβεβήκατε· ἀντὶ τῶν σαρκικῶν γεγενημένοι πνευματικοί. καὶ ἀναντίρρητον τοῦ λόγου τούτου τὴν ἀπόδειξιν ἔχων, “εἴπερ Πνεῦ- “ μὰ Θεοῦ,” φησι, “ οἰκεῖ ἐν ὑμῖν.” πότε γὰρ πρὸς τῷ τῆς υἱοθεσίας χαρίσματι, καὶ ἑτέρων ἐπὶ θαυματουργίᾳ χαρισμάτων ἀπήλαυον· τοῦ Πνεύματος αὐτοῖς διὰ τούτων καὶ περὶ τῶν τέως ἀφανῶν πιστουμένου. ὅτι τοίνυν πρὸς τὴν πνευματικὴν, φησὶ, μετέστητε ζωὴν, ἡ τοῦ πνεύματος ἐγκατοικοῦσα χάρις ἀποχρώντως δηλοῖ. Θεοδώρου Μονάχου. Ἢ ἐν δισταγμῷ, τὸ, “εἴπερ Πνεῦμα “ Θεοῦ οἰκεῖ ἐν ὑμῖν” εἴρηκε· διεγείρων αὐτοὺς εἰς τὸ ἐγρηγορέναι τὸν νοῦν, καὶ μὴ ὑπτιοῦσθαι αὐτοὺς ὡς κατωρθωκότας. τὸ γὰρ ὀφρυῶσαι αὐτοὺς καὶ φυσιῶσαι, ὡς ἤδη ἔχοντας Πνεῦμα Θεοῦ, ἐπιβλαβὲς ἦν, καὶ τὴν σπουδὴν διακόψαι δυνατόν. b i. marg. a m. rec. desunt hic ædam. c v supersriptum a m. r. Εἰ δέ τις Πνεῦμα Χροῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν
But the phrase, "if indeed the Spirit of God dwells in you," is used in the sense of "since indeed" he has so put it. And in many places he puts it this way, not doubting, but also believing very firmly. As when he says, "if indeed it is just with God to repay affliction to those who afflict us." And again, "you suffered so many things in vain—if indeed it was in vain."
Gennadius. You, then, he says, have passed over from mortality to immortality, having become spiritual instead of fleshly. And having the irrefutable proof of this statement, "if indeed the Spirit of God," he says, "dwells in you." For at some point, in addition to the gift of adoption as sons, they also enjoyed other gifts for working wonders, the Spirit through these confirming to them even the things previously unseen. That you have therefore been transferred to the spiritual life, he says, the indwelling grace of the Spirit sufficiently makes clear.
Theodore the Monk. Or he has spoken the phrase "if indeed the Spirit of God dwells in you" in the sense of hesitation, rousing them to keep their mind awake and not to be slack, as though they had already succeeded. For to make them proud and puffed up, as if they already had the Spirit of God, was harmful and capable of cutting short their zeal.
But if anyone does not have the Spirit of Christ, he is not
αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴν διὰ δικαιοσύνην. Θεοδωρήτου. Ἐπειδὴ τὸ, “ εἴπερ” τέθεικεν· ἀμφιβολίας δὲ τοῦτο ἐστὶν, εἰκότως ἐπήγαγεν, ὡς ὁ ταύτης τῆς χάριτος ἄμοιρος, οὐδεμίαν ἔχει πρὸς τὸν Θεὸν κοινωνίαν. καὶ ἐπειδὴ ἱκανὸν ἦν τοῦτο τοὺς δεχομένους πλῆξαι, διὰ τῶν ἑξῆς θεραπεύει, “ εἰ δὲ Χριστὸς,” λέγων, “ ἐν ὑμῖν· τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίας.” τῇ γὰρ ἁμαρτίᾳ προσέταξε τὸ σῶμα γενέσθαι νεκρόν· ἀντὶ τοῦ, τὴν ἁμαρτίαν μὴ ἐνεργεῖν. πνεῦμα δὲ, τὴν ψυχὴν προσηγόρευσεν, ἐν τῷ, “τὸ δὲ πνεῦμα ζωή·” ὡς πνευματικὴν ἤδη γεγενημένην. καὶ ταύτῃ μετιέναι τὴν δικαιοσύνην κελεύει· ἧς καρπὸς ἀξιέραστος ἡ ζωή. Κυρίλλου. Εἴ τις οὖν ἐστιν ἐν πνεύματι, οὗτος ἔσται καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ζωῇ· μονονουχὶ τεθνεῶτος τοῦ τῆς ἁμαρτίας σώματος, καὶ πάσης ἀτόπου σβεσθείσης ἡδονῆς. ἀδύνατον γὰρ ἐν ταὐτῷ καὶ κἄ ἕνα καιρὸν δικαιοσύνην εἶναι καὶ ἀδικίαν, ἁγιασμὸν τὲ καὶ ἀκαθαρσίαν. πνεῦμα δὲ φαμὲν τὸ ἀνθρώπινον. ἐν δὲ τῷ, “τὸ πνεῦμα, ζωή·” τῇ τοῦ Ἁγίου Πνεύματος ζωοποιούμενον χάριτι, καὶ τῇ πρὸς αὐτὸ κοινωνίᾳ πλουτοῦν δικαιοσύνην. οὕτω γὰρ ἐσμὲν θείας φύσεως κοινωνοί. ἐνοικίζεται γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος ὁ Χριστός. Γενναδίου. Ἢ καὶ οὕτως. ὥσπερ οἱ ἐξ Ἀδὰμ τοῦ Ἀδὰμ εἶναι λεγόμεθα, τῆς φύσεως αὐτῷ κοινωνήσαντες, οὕτως οἱ τῆς πρὸς Χριστὸν Ἰησοῦν ἀξιωθέντες ἑνώσεως, εἶναι λέγονται τοῦ Χριστοῦ, διὰ τῆς ἑνὸς Πνεύματος μετουσίας. εἰ τοίνυν γνωρίζεται Χριστὸς ἐν ὑμῖν, φησὶ, τῷ τοῦ Πνεύματος αὐτοῦ μετέχειν ὑμᾶς.
of him. But if Christ is in you, the body indeed is dead because of sin, but the spirit is life because of righteousness. Theodoret. Since he has placed "if indeed"—and this is a matter of ambiguity—he reasonably added that the one who has no share in this grace has no fellowship with God. And since this was enough to strike those who received it, he heals them through what follows, saying, "But if Christ is in you: the body indeed is dead because of sin." For he assigned to sin that the body has become dead; that is, that sin should not be active. And he called the soul "spirit," in the phrase "but the spirit is life," as having already become spiritual. And he commands it to pursue righteousness, whose most desirable fruit is life. Cyril. If anyone, then, is in the Spirit, he will also be in righteousness and in life, with the body of sin all but dead and every improper pleasure extinguished. For it is impossible for righteousness and unrighteousness, sanctification and uncleanness, to exist at the same time and at one moment. And we say "spirit" means the human spirit. But in the phrase "the spirit is life," it is being made alive by the life-giving grace of the Holy Spirit, and enriched with righteousness through fellowship with him. For in this way we are partakers of the divine nature. For Christ dwells in us through the Holy Spirit. Gennadius. Or also in this way: just as we who are from Adam are said to be Adam's, having shared in his nature, so those who have been deemed worthy of union with Christ Jesus are said to be Christ's, through participation in the one Spirit. If, then, he says, Christ is known to be in you, it is by your partaking of his Spirit.
ὃν τρόπον ἐστὶν ἀθανασίας ἀμέτοχον τὸ σῶμα διὰ τὴν ἁμαρτίαν, οὕτως αὖ θανάτου πόρρω διὰ τὴν δικαιοσύνην, τὸ πνεῦμα. πνεῦμα τὸ πνευματικὸν προσειπὼν σῶμα, ἐκ του μεθεκτοῦ τὸ μετέχον καλέσας. ὥσπερ ἐν τοῖς εὐαγγελίοις, “ τὸ γεγενημένον,” φησὶν, “ἐκ τοῦ Πνεύματος, πνεῦμα ἐστί.” Χρυσοστόμου. Καὶ οὐκ εἶπεν, εἰ ὑμεῖς πνεῦμα Χριστοῦ οὐκ ἔχετε, ἀλλ’ ἐπ’ ἄλλων προήγαγε τὸ λυπηρόν. ἐπ’ αὐτῶν δὲ πάλιν τίθησι τὸ χρηστὸν, ἐπαγαγὼν, “εἰ δὲ Χριστὸς ἐν ὑμῖν.” καὶ τὸ μὲν λυπηρὸν, βραχὺ καὶ μέσον. τὸ δὲ ποθεινὸν ἑκατέρωθεν. καὶ διὰ πολλῶν, ὥστε ἐκεῖνο συσκιάσαι. τοῦτο δὲ ἔλεγεν οὐ τὸ Πνεῦμα Χριστὸν λέγων· ἄπαγε. ἀλλὰ δεικνὺς ὅτι ὁ τὸ Πνεῦμα ἔχων, οὐ μόνον τοῦ Χριστοῦ χρηματίζει, ἀλλὰ καὶ αὐτὸν ἔχει τὸν Χριστόν. οὐ γάρ ἐστι Πνεύματος παρόντος, μὴ καὶ τὸν Χριστὸν παρεῖναι. ὅπου γὰρ ἃν μία τῆς τριάδος ὑπόστασις παρῇ, πᾶσα πάρεστιν ἡ τριάς. ἀδιασπάστως γὰρ ἔχει πρὸς ἑαυτὴν, καὶ ἥνωται μετὰ ἀκριβείας ἁπάσης. Ἀλλ᾿ ὁ μὲν θεῖος Ἰωάννης ὁ Χρυσολόγος πατὴρ, πρὸς τὰς διαφόρους ὑποστάσεις ἀπιδὼν, οὐ δεῖ, φησιν, Χριστὸν ἐνταῦθα τὸ πνεῦμα λέγειν. ἵνα μὴ συγχεθείη τὰ πρόσωπα. ὁ δέ γε μέγας Βασίλειος ἐν τῷ περὶ τοῦ Ἁγίου Πνεύματος λόγῳ, πρὸς τὴν τῆς ἐνεργείας τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος ἔκφανσιν ἀπιδὼν, Χριστὸν τὸ πνεῦμα ἐκάλεσεν, οὕτως εἰπών. Βασιλείου. Ἐπεὶ πᾶσα ἡ ἐνέργεια τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος φανεροῦται, Κύριος ὀνομάζεται τὸ Πνεῦμα, καὶ Χριστὸς, τῷ τοῦ Χριστοῦ. ὡς ἄρτι μὲν ἐλέγομεν, “ ὁ δὲ Κύριος, τὸ Πνεῦ- “ μὰ ἐστίν εἴρηται δὲ καὶ τὸ, ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, “ἀλλ’ ἐν πνεύματι.
In the same way that the body is without a share in immortality because of sin, so again the spirit is far removed from death because of righteousness. He called the spiritual body "spirit," naming the participant from that in which it participates. Just as in the Gospels, "that which has been born," he says, "of the Spirit is spirit."
Chrysostom. And he did not say, "if you do not have the Spirit of Christ," but he brought forward the painful thing in the case of others. But in their case again he sets down the good thing, adding, "but if Christ is in you." And the painful thing is brief and neutral, but the desirable thing is on both sides, and through many words, so as to overshadow that former one. He said this, not calling the Spirit "Christ"—far be it!—but showing that the one who has the Spirit is not only called Christ's, but also has Christ himself. For it is not possible, when the Spirit is present, for Christ not also to be present. For wherever one person of the Trinity is present, the whole Trinity is present. For it is inseparably united to itself, and is joined together with all exactness. But the divine John, the golden-tongued father, looking to the distinct persons, says that one ought not to call the Spirit "Christ" here, lest the persons be confused. But the great Basil, in his discourse on the Holy Spirit, looking to the manifestation of the Son's activity through the Spirit, called the Spirit "Christ," speaking thus. Basil. Since every activity of the Son is made manifest through the Spirit, the Spirit is named Lord, and Christ, because it is Christ's. As we were just saying, "Now the Lord is the Spirit," and it has also been said, "You are not in the flesh but in the Spirit.
εἴπερ πνεῦμα Θεοῦ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα “Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.” εἶτα ἐπάγει ὁ Ἀπόστολος. “εἰ δὲ Χριστὸς ἐν ὑμῖν.” ἀντὶ τοῦ εἰπεῖν, ὅπερ ἀκόλουθον ἦν, εἰ δὲ τὸ πνεῦμα ἐν ἡμῖν. Κυρίλλου. Δυσσεβοῦσι τοιγαροῦν λίαν. οἰκτιστὸν d εἶναι καὶ γενητὸν, ἣ φρονεῖν, ἣ λέγειν ἀποτολμῶντες τὸ Πνεῦμα τὸ Ἅγιον. ὥσπερ γὰρ οὐχ ἕτερόν τι ἐστὶ παρὰ τὸν ἄνθρωπον τὸ πνεῦμα αὐτοῦ, οὕτως οὐχ ἕτερόν τι παρὰ τὸν φύσει καὶ ἀληθῶς Θεὸν, τὸ Πνεῦμα αὐτοῦ. κἂν ἐν ὑπάρξει νοῆται τῇ καθ’ ἑαυτό. καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Πατὴρ, καὶ μέντοι καὶ ὁ Υἱός. ὅτι γὰρ ἐν ἡμῖν ὄντος τοῦ Πνεύματος, ὁ Υἱὸς ἐν ἡμῖν ἐστι, διὰ τὴν ταυτότητα τῆς οὐσίας· καὶ ὅτι κατὰ φύσιν ἴδιον αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος, “ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν “σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. d Leg. οἳ κτιστόν. “εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. “εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα, νεκρὸν διὰ τὴν ἁμαρτίαν· “τὸ δὲ πνεῦμα, ζωὴ διὰ τὴν δικαιοσύνην.” σύνες οὖν ὅπως Πνεῦμα Θεοῦ λέγων αὐτὸ, καὶ Χριστὸν ὀνομάζει διὰ τὴν ταὐτότητα τῆς οὐσίας. ὅτε τοίνυν ὡς Χριστὸς ἐν ὑμῖν τὸ Πνεῦμα αὐτοῦ, πῶς ἃν εἴη γενητὸν, Θεοῦ κατὰ φύσιν ὄντος τοῦ Υἱοῦ, καὶ ὁμοουσίου τῷ Πατρί; Τοῦ αὐτοῦ. Δέχου οὖν μοι καὶ ἐντεῦθεν ὀρθὰς περὶ τοῦ Ἁγίου Πνεύματος τὰς ἐννοίας. ἵνα δὴ καὶ ἐκμάθοις αὐτὸ τῆς τοῦ Σωτῆρος ὑπάρχον οὐσίας, καὶ τῆς μιᾶς θεότητος, οὐκ ἀλλότριον. Πνεῦμα γὰρ ἀποκαλέσας αὐτὸ Θεοῦ, εὐθὺς αὐτὸ καὶ Πνεῦμα λέγει Χριστοῦ.
If indeed the Spirit of God is in you. But if anyone does not have the Spirit of Christ, he does not belong to him. Then the Apostle adds: If Christ is in you. Instead of saying what would have followed, "if the Spirit is in us." From Cyril. Therefore they are exceedingly impious, who dare to think or say that the Holy Spirit is a creature and created. For just as a man's spirit is not something other than the man, so the Spirit of God is not something other than God by nature and in truth, even if it is understood to exist in its own subsistence, just as indeed the Father himself, and also the Son. For that the Son is in us when the Spirit is in us is because of the identity of essence; and that the Spirit is by nature his own, the divinely inspired Paul will confirm, writing: You are not in the flesh but in the Spirit, if indeed the Spirit of God dwells in you. If anyone does not have the Spirit of Christ, he does not belong to him. If Christ is in you, the body indeed is dead because of sin, but the spirit is life because of righteousness. Understand therefore how, calling it the Spirit of God, he also names it Christ because of the identity of essence. When, then, his Spirit is in you as Christ, how could it be a creature, since the Son is God by nature and consubstantial with the Father? From the same. Receive therefore from this also correct conceptions concerning the Holy Spirit, so that you may learn that it is of the substance of the Savior and of the one divinity, not alien. For having called it the Spirit of God, he immediately also calls it the Spirit of Christ.
δεικνύων μὲν ὅτι πάντα τὰ τοῦ Πατρὸς ἴδια, διαβαίνει φυσικῶς καὶ ἐπὶ τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν. Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ, λέγων, “εἰ δὲ Χριστὸς ἐν “ ὑμῖν.” δεικνὺς οὐκ ἀλλότριον αὐτὸ τῆς τοῦ Λόγου φύσεως. ἀλλ’ οὕτω, ἡνωμένον, εἰ καὶ ἔστιν ἰδιοσύστατον, ὡς αὐτὸ τὸ ὑπάρχειν ἐν Υἱῷ, καὶ τὸν Υἱὸν ἐν αὐτῷ διὰ τὴν τῆς οὐσίας ταυτό- τητα. Βασιλείου. Πνεῦμα δὲ Χριστοῦ λέγεται, ὡς ᾠκειωμένον αὐτῷ κατὰ τὴν φύσιν. διότι “εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ. Τοῦ αὐτοῦ. Οὐ μὲν υἱὸς, τοῦ Υἱοῦ τὸ Πνεῦμα. ἵνα ἡ τριὰς μὴ νομισθῇ πλῆθος ἄπειρον· υἱοὺς ἐξ υἱῶν ὡς καὶ ἐν ἀνθρώποις ἔχειν ὑποπτευθεῖσα. ἀλλὰ λέγῃς· εἰ Θεοῦ μὲν εἰκὼν ὁ Υἱὸς Υἱοῦ δὲ τὸ Πνεῦμα, διατί μὴ υἱὸς τοῦ Υἱοῦ, τὸ Πνεῦμα εἴρηται; τούτῳ γὰρ ἰσχυροτάτῳ πρὸς τὴν ἀσέβειαν ἐχρήσω. ἣ γὰρ υἱὸν ἣ κτίσμα κελεύεις νοεῖν. καὶ ὅτι μὴ υἱὸς ὠνόμασται, διὰ τοῦτο κτίσμα εἶναι βλασφημεῖς τὸ τῆς κτίσεως αἴτιον; τὸ τῆς κτίσεως ἁγιαστικὸν καὶ θεοποιόν; τὸ, Κυρίου καὶ Θεοῦ δοξαζόμενον ὀνόματι; τὸ τῶν θείων ἐνεργειῶν πληρωματικόν; εἴπερ οὖν ἀνάξιόν σοι φαίνεται τῆς υἱοῦ προσηγορίας, ὡς ἀλλότριον Υἱοῦ καὶ Πατρὸς, σκέψαι πῶς υἱοὺς ἀπεργάζεται τοὺς ἁγιαζομένους. εἰ σὺ διὰ τὸ Πνεῦμα θεὸς, πῶς τὸ Πνεῦμα θεότητος ἀλλότριον; ἀντερωτήσεις δὴ πάλιν. διὰ τι δὴ τὸ τοῦ υἱοῦ μὴ εἴληφεν ὄνομα; κἂν σιωπήσωμεν οὐ βουλόμενοι τὰ τοῦ Θεοῦ περιεργάζεσθαι, νενικῆ- σθαι τὴν τοῦ θείου πνεύματος δόξαν ὑπολαμβάνεις· διὰ τὸ, τὴν Υἱοῦ μὴ κεῖσθαι προσηγορίαν ἐπ’ αὐτοῦ. ὥσπερ οὐχὶ ταὐτὸν δυνάμενος ἀπαιτεῖσθαι.
Showing that all things of the Father are his own, he passes naturally also to the Son begotten of him. And again he immediately calls the Spirit Christ, saying, "But if Christ is in you," showing that it is not alien to the nature of the Word, but is so united, even if it is a distinct subsistence, as that he exists in the Son and the Son in him, through the identity of essence. Of Basil. And it is called the Spirit of Christ, as being akin to him by nature. Because "if anyone does not have the Spirit of Christ, he does not belong to him." Of the same. The Spirit is not a son, but belongs to the Son. So that the Trinity may not be thought to be an infinite multitude, suspected of having sons from sons, as also among men. But you say: If the Son is the image of God, and the Spirit is of the Son, why has the Spirit not been called a son of the Son? For you have used this as your strongest argument for impiety. For you command us to think of it either as a son or as a creature. And because it has not been named a son, therefore you blaspheme that the cause of creation is a creature? That which sanctifies creation and deifies it? That which is glorified with the name of Lord and God? That which fills all divine energies? If then it seems to you unworthy of the title of Son, as being alien to the Son and the Father, consider how it makes sons of those who are sanctified. If you are a god through the Spirit, how is the Spirit alien to divinity? You will ask again: Why has it not received the name of Son? Even if we keep silent, not wishing to pry into the things of God, you suppose that the glory of the divine Spirit has been defeated, because the title of Son has not been applied to it. As if you were able to demand the same thing.
εἰ γὰρ ὁμολογεῖς διὰ τὸ πνεῦμα, υἱοὺς θέσει γενέσθαι μυρίους, διατί τὸ πνεῦμα μὴ δὲ θέσει προσαγορεύεται υἱός; κάλλιον δήπουθεν ὃν τῶν υἱοθετουμένων χάριτι δι’ αὐτοῦ. καὶ διὰ τοῦτο μᾶλλον οὐκ ὀφεῖλον ἐλαττοῦσθαι διὰ τὴν προσ- ηγοριαν. Ἡμεῖς δὲ καὶ περὶ τούτου κατὰ τὸ δυνατὸν ἀποκρινούμεθα πρὸς ἡμᾶς αὐτούς. ἔπειγε πρός γε σὲ καὶ σιωπᾶν ἐξήρκει. τῆς αὐτῆς ἐρωτήσεως ἐπικειμένης καὶ σοί. λέγομεν οὖν, ὅτι τὸ εἰπεῖν υἱὸν ἐξ υἱοῦ τὴν τριάδα τῆς θεότητος εἰς πλήθους ὑποψίαν προσῆγεν ἃν τοῖς ἀκούσασιν. ἕτοιμον γὰρ ἦν ὑπολαβεῖν, ὡς εἴπερ υἱὸς ἐξ υἱοῦ γεγέννηται, καὶ ἕτερος ἐκ τούτου πάλιν εἴη γεγεννημένος, καὶ πάλιν ἄλλος, καὶ ἐπὶ πλῆθος ἑξῆς. διὰ δὴ τοῦτο τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι, τρανῶς ἐκήρυξεν ὁ Ἀπόστολος λέγων, ὅτι τὸ πνεῦμα τὸ ἐκ Θεοῦ ἐλάβομεν. καὶ τὸ δι’ υἱοῦ πεφηνέναι σαφὲς πεποίηκεν. Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ Θεοῦ· καὶ νοῦν Χριστοῦ προσειπὼν, καθάπερ καὶ Θεοῦ Πνεῦμα ὡς τοῦ ἀνθρώπου. υἱὸν δὲ προσειπεῖν ἐφυλάξατο· ἵνα ἦ εἷς μὲν Πατὴρ ὁ Θεὸς, ἀεὶ δια- μένων Πατὴρ καὶ ὢν ἀιδίως, ὄ ἐστιν. εἰς ’δε Υἱὸς ἀιδίῳ γεννήσει γεγεννημένος ἀνάρχως· ἀνάρχως· σὺν τῷ Πατρὶ ὣν, Υἱὸς ἀληθινὸς Θεοῦ· ἀεὶ ὣν ὁ ἐστι, Θεὸς Λόγος καὶ Κύριος. ἓν δὲ καὶ τὸ Πνεῦμα Ἅγιον· ἀληθῶς Ἅγιον Πνεῦμα· κατὰ τὸ γεγραμμένον, τὸ μετὰ Πατρὸς Υἱοῦ συνδοξαζόμενον. ὃ δὴ καὶ “ Πνεῦμα στόματος” ὀνομάζεται, παρὰ τῷ προφήτῃ Δαβίδ. Μαδίμου. Πλὴν οὐχ ὥσπερ Πνεῦμα Θεοῦ καὶ Πνεῦμα Χριστοῦ αὐτὸ λέγεται, οὕτω καὶ ὁ Χριστὸς Πνεύματος λέγεσθαι δύναται· ὥσπερ γάρ ἔστιν αἴτιος τοῦ λόγου ὁ νοῦς, οὕτω καὶ τοῦ πνεύματος·
For if you confess that through the Spirit countless ones have become sons by adoption, why is the Spirit not also called a son by adoption? Surely it is better that he through whom those adopted by grace are adopted should not be diminished by the title. And for this reason he ought all the more not to be lessened on account of the appellation. But we too shall answer concerning this, as far as we are able, to ourselves. Indeed, in your case, even silence would have sufficed, since the same question presses upon you as well. We say, then, that to speak of a son from a son would have brought the triad of the Godhead into suspicion of plurality for those who heard. For it was easy to suppose that if a son has been begotten from a son, then another would again have been begotten from this one, and again another, and so on to a multitude in succession. For this reason the Apostle clearly proclaimed that the Spirit is from God, saying, "We have received the Spirit which is of God." And he has made it clear that he has appeared through the Son, having named him the Spirit of the Son just as of God, and having called him the mind of Christ, just as also the Spirit of God is called the spirit of the man. But he refrained from calling him a son, so that there might be one God the Father, always remaining Father and being eternally what he is; and one Son, begotten by eternal generation without beginning, being with the Father, the true Son of God, always being what he is, God the Word and Lord; and one Holy Spirit, truly the Holy Spirit, according to what is written, glorified together with the Father and the Son. And he is indeed also called the "Spirit of his mouth" by the prophet David. Madimus. Nevertheless, just as he is called the Spirit of God and the Spirit of Christ, so also Christ cannot be called of the Spirit; for just as the mind is the cause of the word, so also of the spirit.
διὰ μέσου δὲ τοῦ λόγου. καὶ ὥσπερ οὐ δυνάμεθα εἰπεῖν τὸν λόγον εἶναι τῆς φωνῆς, οὕτως οὐδὲ τὸν Υἱὸν λέγειν τοῦ Πνεύματος. Γρηγορίου Νύσσησ. Κοινοῦ γὰρ ὄντος τῷ Υἱῷ καὶ τῷ Πνεύ- ματι του μἦ αναιτιως ἑιναι. ὢς αν μή τις σύγχυσις έκ τούτου περὶ τὸ ὑποκείμενον θεωρηθείη. πάλιν ἐστὶ καὶ διαφορὰν ἐν τῇ κοινότητι ἐξαρεῖν. ὁ μὲν γὰρ μονογενὴς Υἱὸς, ἐκ τοῦ Πατρὸς λέ- γεται· καὶ μέχρι τούτου ὁ λόγος ἵστησι τὸ ἰδίωμα. τὸ δὲ Ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. “ εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὐκ ἔστιν “ αὐτοῦ,” φησὶν ἡ γραφή. οὐκοῦν τὸ μὲν Πνεῦμα τὸ ἐκ Θεοῦ ὃν, καὶ Χριστοῦ Πνεῦμα ἐστιν ὁ δὲ Υἱὸς ἐκ του Θεοῦ ὣν, οὐκέτι καὶ τοῦ Πνεύματος, οὔτε ἐστὶν οὔτε λέγεται. οὐ δὲ ἀντιστρέφει ἡ σχετικὴ αὕτη ἀκολουθία· ὡς δύνασθαι κατὰ τὸ ἶσον ἀντιστραφῆναι τὸν λόγον. Σευηριανοῦ. Ἐν μέντοι τῷ, “ εἰ δὲ Πνεῦμα Χριστοῦ ἐν “ ὑμῖν,” Πνεῦμα Χριστοῦ ἔφησε λέγεσθαι τις, τὰ χαρίσματα τῆς καινῆς διαθήκης. Χρυσοστόμου. Ἐκ μὲν οὖν τοῦ μὴ ἔχειν Πνεῦμα Ἅγιον, θάνατος, ἔχθρα εἰς Θεόν· τὸ μὴ δύνασθαι ἀρέσαι τοῖς ἐκείνου νόμοις τὸ μὴ εἶναι ὡς χρὴ, τοῦ Χριστοῦ τὸ μὴ ἔχειν αὐτὸν ἔνοικον. ἐκ δὲ τοῦ Πνεῦμα ἔχειν, τὸ Χριστοῦ εἶναι· τὸ αὐτὸν ἔχειν τὸν Χριστόν· τὸ τοῖς εὐαγγελίοις ἁμιλλᾶσθαι. τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα· τὸ ζωὴν ἀθάνατον ζῆν· τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα· τὸ μετ’ εὐκολίας τὸν τῆς ἀρετῆς τρέχειν δρόμον. οὐ δὲ γὰρ εἶπεν ἀργεῖν τὸ σῶμα λοιπὸν τῇ ἁμαρτίᾳ· ἀλλὰ καὶ νεκρὸν εἶναι· ἐπιτείνων τὴν εὐκολίαν τῶν δρόμων.
through the mediation of the Word. And just as we cannot say that the Word belongs to the voice, so neither can we say that the Son belongs to the Spirit. From Gregory of Nyssa. For since it is common to the Son and the Spirit to be without cause, one might on this basis observe some confusion regarding the subject. Again, it is possible to set forth a distinction within the commonality. For the only-begotten Son is said to be from the Father, and up to this point the account establishes the property. But the Holy Spirit is also said to be from the Father, and is testified to be of the Son. "For if anyone does not have the Spirit of Christ, he is not his," says the Scripture. Therefore the Spirit, being from God, is also the Spirit of Christ; but the Son, being from God, is no longer also of the Spirit, neither is nor is said to be. This relative sequence does not reverse, so that the account could be converted equally. From Severian. However, in the phrase "if the Spirit of Christ is in you," he said that the Spirit of Christ is spoken of as the gifts of the new covenant. From Chrysostom. From not having the Holy Spirit comes death, enmity toward God, the inability to please his laws, the failure to be as one ought, and not having Christ dwelling within. From having the Spirit comes belonging to Christ, having Christ himself, striving after the gospels. For this is to put the flesh to death, to live immortal life, to already possess from that point the pledges of the resurrection, to run the course of virtue with ease. For he did not say that the body should henceforth be idle for sin, but that it should be dead, intensifying the ease of the race.
χωρὶς γὰρ πραγμάτων καὶ πόνων ὁ τοιοῦτος στεφανοῦται λοιπόν. διὰ τοῦτο, καὶ τῇ ἁμαρτίᾳ προσέθηκεν. ἵνα μάθῃς ὅτι τὴν πονηρίαν, ἀλλ’ οὐ τὴν φύσιν τοῦ σώματος καθάπαξ ἀνεῖλεν. εἰ γὰρ τοῦτο γένοιτο, πολλὰ καὶ τῶν τὴν ψυχὴν ὠφελῆσαι δυναμένων, ἀνήρηται. οὐ τοίνυν τοῦτο φησί· ἀλλὰ καὶ ζῶν καὶ μένον, νεκρὸν εἶναι βούλεται. τοῦ d γὰρ τὸν υἱὸν ἔχειν· τοῦ τὸ πνεῦμα ἐν ἡμῖν εἶναι, σημεῖον ἐστὶ, τὸ μηδὲν τῶν ἐν τῇ σορῷ κειμένων σωμάτων διαφέρειν ἡμῶν τὰ σώματα πρὸς τὴν τῆς ἁμαρτίας ἐργασίαν. ἀλλὰ μὴ φοβηθῇς νέκρωσιν ἀκούσας· ἔχεις γὰρ τὴν ὄντως ζωήν· ἣν οὐδεὶς διαδέξεται θάνατος. τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος. οὐκ εἴκει θανάτω λοιπόν. ἀλλ’ ἀναλίσκει θάνατον καὶ δαπανᾶ. καὶ ὅπερ ἔλαβεν, ἀθάνατον διατηρεῖ. διόπερ εἰπὼν “τὸ σῶμα d τοῦτο a m. rec. subscript. “ νεκρὸν,” οὐκ εἶπε τὸ πνεῦμα ζῶν· ἀλλὰ “ ζωή.” ἵνα δείξῃ καὶ ἑτέροις τοῦτο δυνάμενον παρασχεῖν. εἶτα πάλιν ἐπισφίγγων τὸν ἀκροατὴν, λέγει καὶ τὴν αἰτίαν τῆς ζωῆς, καὶ τὴν ἀπόδειξιν. αὕτη δέ ἐστιν ἡ δικαιοσύνη. ἁμαρτίας γὰρ οὐκ οὔσης, οὐδὲ θάνατος φαίνεται. θανάτου δὲ μὴ φαινομένου, ἀκατάλυτος ἡ ζωή.
For such a one is crowned thereafter without deeds and labors. For this reason he also added "to sin," so that you may learn that he did away with wickedness, but not the nature of the body once for all. For if this were to happen, many things capable of benefiting the soul would also be done away with. He does not say this, then; but even while it lives and remains, he wishes it to be dead. For to have the Son, and for the Spirit to be in us, is a sign that our bodies differ in no way from the bodies lying in a coffin as regards the working of sin. But do not be afraid when you hear of mortification; for you have the true life, which no death will succeed. For such is the nature of the Spirit. It no longer yields to death, but consumes and devours death. And what it has received, it keeps immortal. Therefore, having said "this body is dead," he did not say the spirit is living, but "life," to show that it can also provide this to others. Then again, tightening his grip on the hearer, he states both the cause of life and the proof. And this is righteousness. For where there is no sin, neither does death appear. And where death does not appear, life is indissoluble.
Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. Χρυσοστόμου. Πάλιν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον. ἐπειδὴ αὕτη μάλιστα τὸν ἀκροατὴν διήγειρεν ἡ ἐλπίς. καὶ βεβαιοῖ αὐτὴν ἀπὸ τῶν ἐπὶ Χριστοῦ συμβάντων. μὴ γὰρ δὴ φοβηθῇς, φησι, ὅτι νεκρὸν περίκεισαι σῶμα. ἔχει τὸ πνεῦμα, καὶ ἀναστησεται πάντως. τι οὑν τὰ μὴ ἔχοντα πνεῦμα σώματα; οὐκ ανισταται ἐκεῖ; καὶ πῶς ἅπαντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ e; τί οὖν ἐστι τὸ λεγόμενον ; πάντες μὲν ἀναστήσονται. οὐ πάντες δὲ, εἰς ζωήν. ἀλλ’ οἱ μὲν, εἰς κόλασιν· οἱ δὲ, εἰς ζωήν. διὰ τοῦτο οὐκ εἶπεν ἀναστήσει, ἀλλὰ ζωοποιήσει. ὃ, πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνον δεδωρημένον. καὶ τὴν αἰτίαν τῆς τοιαύτης τιμῆς τιθεὶς, προσέθηκε, λέγων, “διὰ τὸ “ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν.’ ὥστε ἃν ἀπελάσῃς ἐνταῦθα ὣν, τοῦ Ἁγίου Πνεύματος τὴν χάριν· καὶ μὴ σώαν ἔχων αὐτὴν, ἀπέλθῃς, ἀπολῇ πάντως, κἂν ἀναστῇς. Γενναδίου. Οὔκουν δεῖ, φησι, περὶ τούτου διαμφισβητεῖν. ὅτι τοὺς ἠξιωμένους ναοὺς γενέσθαι τοῦ Πνεύματος, καὶ ταύτῃ κεκοινωνηκότας Χριστῷ, ἐχόμενόν ἐστι τὸ κοινωνῆσαι αὐτῷ δι’ αὐτὸ τοῦτο, καὶ τῆς ἐκ νεκρῶν εἰς θάνατον ζωὴν ἀναστάσεως. Θεοδωρήτου. Ψυχαγωγεῖ δὲ τῇ τῶν μελλόντων ἐλπίδι, καὶ δίδωσιν ἱκανὴν προθυμίαν εἰς τοὺς παρόντας ἀγῶνας. οὐκ εἰς μακρὰν γάρ, φησιν, ἀθάνατα ὑμῶν ἔσται τὰ σώματα· καὶ κρείττονα τῶν νῦν ἐνοχλούντων παθημάτων γενήσεται. ποιήσει δὲ τοῦτο e i. m. a m. rec.
But if the Spirit of him who raised Jesus from the dead dwells in you, he who raised our Lord Jesus will also give life to your mortal bodies, through his Spirit who dwells in you. Chrysostom. Again he raises the argument concerning the resurrection, since this hope especially aroused the hearer. And he confirms it from what happened in the case of Christ. For do not fear, he says, that you are clothed with a dead body. It has the Spirit, and it will certainly rise. What then of bodies that do not have the Spirit? Are they not raised there? And how must all stand before the judgment seat of Christ? What then is being said? All will indeed rise, but not all to life; rather some to punishment, and others to life. For this reason he did not say "will raise," but "will give life," which was more than resurrection, and granted to the righteous alone. And setting down the cause of such honor, he added, saying, "through his Spirit who dwells in you." So that if you drive out from yourself here the grace of the Holy Spirit, and depart not having it safe, you will certainly perish, even if you rise. Gennadius. It is not necessary, he says, to dispute about this: that for those deemed worthy to become temples of the Spirit, and who have in this way shared in Christ, it follows for them to share with him, for this very reason, also in the resurrection from the dead to life. Theodoret. And he animates them with the hope of future things, and gives sufficient eagerness for present struggles. For not long from now, he says, your bodies will be immortal, and will become better than the sufferings that now trouble them. And he will do this.
καὶ πῶς ὁ τῆς γεέννης ἀξιόπιστος ἔσται ὁ λόγος; εἰ γὰρ μὴ ἔχον τὸ πνεῦμα οὐκ ἀνίστα, οὐδὲ γέεννα ἔσται. αὐτὸς ὁ τῶν ὅλων Θεός. ὁ νῦν ἡμῖν τοῦ πνεύματος τὸν ἀγῶνα παρασχὼν φιλοτίμως. δέδωκε δὲ αὐτοῖς καὶ ἐνέχυρον τῆς ἀναστάσεως, τοῦ Χριστοῦ τὴν ἀνάστασιν, ἐδίδαξέ τε ἡμᾶς διὰ τῶν εἰρημένων, καὶ τὴν μίαν τῆς θεότητος φύσιν, τὸ γὰρ Πανάγιον Πνεῦμα, καὶ Θεοῦ προσηγόρευσε καὶ Χριστοῦ· οὐκ ἐπειδὴ κατὰ τοὺς δυσωνύμους αἱρετικοὺς ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ δεδημιούργηται. ἀλλ’ ἐπειδὴ ὁμοούσιον ἐστὶ Πατρὸς καὶ Υἱοῦ. καὶ ἐκ Πατρὸς μὲν ἐκπορεύεται, κατὰ τὴν τῶν εὐαγγελίων διδασκαλίαν. ἡ δὲ τούτου χάρις τοῖς ἀξίοις διὰ τοῦ Χριστοῦ χορηγεῖται. Κυρίλλου. Ἐγήγερταί γε μὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ Πατρὸς, ἐνεργουμένης πέρι τὴν σάρκα αὐτοῦ τῆς ζωῆς, διὰ τοῦ Ἁγίου Πνεύματος, ὁ ἐστιν αὐτοῦ. ὅτι γὰρ αὐτὸς τὸν ἴδιον ἐζωοποίησε ναὸν, λέγει πρὸς Ἰουδαίους, “ λύσατε “τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. οὐκοῦν κἂν εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, ἀλλ’ οὖν αὐτὸς ἦν ὁ ἀνιστὰς, διὰ τοῦ Ἁγίου Πνεύματος. πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι. ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός. Τοῦ αὐτοῦ. Τὸ τοίνυν ἰσουργεῖν δυνάμενον τῷ Θεῷ Πνεῦμα, Θεὸς τέ ἐστι καὶ ἐκ Θεοῦ κατὰ φύσιν. ζωοποιοῦντος γὰρ τοῦ Πατρὸς, ὁμοίως δὲ καὶ τοῦ Υἱοῦ, ζωοποιόν ἐστι καὶ τὸ Πνεῦμα τὸ Ἅγιον.
And how will the word about Gehenna be credible? For if the Spirit is not present and does not raise, neither will Gehenna exist. God himself, the God of all, who now has zealously provided for us the contest of the Spirit. And he has given them also a pledge of the resurrection, the resurrection of Christ, and he has taught us through what has been said, and the one nature of the Godhead; for the All-Holy Spirit he has called both God's and Christ's; not because, according to the heretics of evil name, it was created from God through the Son, but because it is consubstantial with the Father and the Son. And it proceeds from the Father, according to the teaching of the Gospels. And his grace is supplied to the worthy through Christ. Cyril. Indeed, our Lord Jesus Christ was raised by the Father, life being wrought in his flesh through the Holy Spirit, which is his. For that he himself gave life to his own temple, he says to the Jews, "Destroy this temple, and in three days I will raise it up." Therefore, even if he is said to have been raised by the Father, yet he himself was the one raising it, through the Holy Spirit. For all things befitting God are wrought by the Father through the Son in the Spirit. Therefore Christ will also raise our bodies from the dead. By the same. The Spirit, then, which is able to work equally with God, is God and is from God by nature. For as the Father gives life, and likewise the Son, so also the Holy Spirit is life-giving.
γράφει οὖν ὁ μακάριος Παῦλος, “παραγγέλλω σοι “ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα.” ἔφη δὲ καὶ ὁ Υἱὸς, “τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούει, καὶ ἀκο- “ λουθοῦσί μοι. κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.” ὅτι δὲ καὶ τὸ Πνεῦμα ζωογονεῖ, γράφει πάλιν ὁ Παῦλος, “ὁ ἐγείρας Χρι- “’στὸν Ἰησοῦν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, “διὰ τοῦ ἐνοικοῦντος αὐτῷ Πνεύματος ἐν ὑμῖν.” Κυρίλλου. Ἀλλ᾿ εἴπερ ἦν ὄντως ποίημα καὶ κτίσμα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ Ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; οὐ γὰρ δή τις τοσοῦτον οἶμαι τοῦ φρονεῖν ὀρθῶς ἐκβήσεται, ὡς τολμῆσαι καὶ μόνον εἰπεῖν τὴν θείαν οὐσίαν δι’ ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι, πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς φυσικῶς διαβαίνουσαν πρός τινας τῶν ἐπιτηδείων πρὸς τὸ λαβεῖν. ἐπειδὴ δὲ ζωὴ μέν ἐστι κατὰ φύσιν ὁ Θεός· ζωοποιεῖ δὲ τὸ Πνεῦμα τὸ παρ’ αὐτοῦ χορηγούμενον, ἀνάγκη λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν αὐτὸ τῆς τοῦ Θεοῦ· πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ τὴν ἐνέργειαν ἔχον. ὥσπερ ἃν εἰ ἐξ ὕδατος ἀτμὶς ἀναβαίνοι, καὶ δι’ ὧν ἐνεργεῖ τοὺς παρ’ οἷς ἃν γένοιτο ψύχουσα, τοῦ ἐκπέμποντος αὐτὴν τὴν φύσιν σημαίνοι. Τοῦ αὐτοῦ.
The blessed Paul therefore writes, "I charge you before God who gives life to all things." And the Son also said, "My sheep hear my voice, and they follow me. And I give them eternal life." And that the Spirit also gives life, Paul again writes, "He who raised Christ Jesus from the dead will also give life to your mortal bodies, through the Spirit who dwells in him, in you." Of Cyril. But if the Holy Spirit were truly a work and creature, according to the madness of the heterodox, how does it possess the entire operation of God? For surely no one, I think, will depart so far from right thinking as to dare even to say that the divine essence is served by certain instruments brought in from outside for its existence, with a view to an operation that passes naturally from it to certain things suited to receive it. But since God is by nature life, and the Spirit supplied by him gives life, it is necessary henceforth to confess that it is from the essence of God, possessing all his power and operation. Just as if a vapor should rise from water, and by the things through which it works, cooling those among whom it comes to be, it would signify the nature of the one who sends it forth. Of the same.
Εἰ δὲ ζωοποιεῖν τὸ Πνεῦμα τὸ Ἅγιον φήσουσιν, ὡς διακονοῦν τοῖς κτίσμασι τὴν παρὰ Θεοῦ ζωὴν, οὐ μὴν αὐτόχρημα ζωὴν, ἀκουέτωσαν τοῦ μακαρίου λέγοντος Παύλου, “εἰ δὲ “τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ “ἔγειρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ “ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” τὸ ζωῆς οὖν Πνεῦμα τῆς κατὰ φύσιν, εἴη δήπου πάντως ἃν παρ’ αὐτὴν οὐχ ἕτερον. κατά γε τὸ ἀμωμήτως ἔχον εἰς ὀρθότητα λογισμῶν. εἴη γὰρ ἃν ὅπως οὐ ζωὴ, τὸ ῥίζαν ἔχον τὴν ζωήν ; καὶ πηγὴν ὡσπερ τινα τὴν ἀκήρατον καὶ παντὸς ἐπέκεινα γενητοῦ, Θεοῦ φύσιν; Βασιλείου. Μίαν γὰρ ἐν τοῖς τρισὶν ὁρῶμεν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος. ὡς οὐκ ὄντος κτιστοῦ καὶ ποιητοῦ τὴν φύσιν, οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος. ὅτι μὴ τῆς ἑαυτοῦ κτίσεως ὁ Θεὸς ἐπιδεῖται πρὸς τὸ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδόναι. ζωογονεῖ μὲν γὰρ ὁ Πατὴρ, ὥς φησιν ὁ Παῦλος, “ παραγ- “ γέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποιοῦντος τὰ πάντα. ζωὴν δὲ δίδωσιν ὁ Χριστὸς ὁ λέγων, “τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς “φωνῆς ἀκούει. κἀγὼ ζωὴν αἰώνιον δίδωμι “ζωοποιούμεθα δὲ διὰ τοῦ Πνεύματος, ὥς φησι Παῦλος, “ὁ ἐγείρας Ἰησοῦν ἐκ “νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοι- “κοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” ὥστε δῆλον, ὅτι οὐδέν ἐστι τὸ διάφορον ἐν τούτοις, ἀλλ’ ἐν ἅπασι τὸ ὁμοφυές.
But if they say that the Holy Spirit gives life, as ministering to created things the life that comes from God, yet not life in its own right, let them hear the blessed Paul saying, "But if the Spirit of him who raised Jesus from the dead dwells in you, he who raised Christ Jesus from the dead will also give life to your mortal bodies through his Spirit who dwells in you." The Spirit, therefore, is of life according to nature; and surely it would in every way be nothing other than that very life, at least insofar as it is blamelessly directed toward correctness of reasonings. For how could that which has life as its root, and as it were a fountain, be not life—the undefiled nature of God, which is beyond every created thing? From Basil. For we see one energy in the three: of the Father and of the Son and of the Holy Spirit, since neither the Son nor the Spirit is created or made in nature. For God does not need his own creation in order to render his own energy. For the Father gives life, as Paul says: "I charge you before God, who gives life to all things." And Christ gives life, who says, "My sheep hear my voice, and I give them eternal life." And we are given life through the Spirit, as Paul says: "He who raised Jesus from the dead will also give life to your mortal bodies through his Spirit who dwells in you." So that it is clear that there is no difference in these, but in all things there is the same nature.
Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῆ σαρκὶ, τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦσθε, ζήσεσθε. Χρυσοσόμου. Δείξας ὅσον τὸ ἔπαλθον τοῦ πνευματικοῦ βίου· καὶ ὅτι Χριστὸν ἔνοικον ποιεῖ· καὶ ὅτι ζωοποιεῖ τὰ θνητὰ σώματα, καὶ πρὸς τὸν οὐρανὸν πτεροῖ· καὶ τὴν ὁδὸν τῆς ἀρετῆς εὐκολωτέραν ἐργάζεται, ἀναγκαίως ἐπάγει λοιπὸν τὴν παραίνεσιν· λέγων, “οὐκοῦν οὐκ ὀφείλομεν ζῆν κατὰ σάμκα.” ἀλλ’ οὕτω μὲν οὐκ εἶπε· πληκτικώτερον δὲ πολλῷ καὶ δυνατώτερον. εἰπών· “ὀφειλέται “ἐσμὲν τῷ Πνεύματι.” τῷ γὰρ εἰπεῖν, “ὅτι οὐκ ἐσμὲν ὀφειλέται “τῇ σαρκὶ,” τοῦτο ἐδήλωσε. καὶ πανταχοῦ τοῦτο κατασκευάζει· δεικνὺς ὅτι τὰ μὲν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα, οὐκ ὀφειλῆς ἦν, ἀλλὰ γυμνῆς χάριτος. τὰ δὲ παρ’ ἡμῶν μετὰ ταῦτα γινόμενα, οὐκέτι φιλοτιμίας, ἀλλ’ ὀφειλῆς. καὶ γὰρ ὅταν λέγῃ. “τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώποων,” τοῦτο αἰνίττεται. καὶ ὅταν γράφῃ, “οὐκ ἐστὲ ἑαυτὼν,” τὸ αὐτὸ τοῦτο δηλοῖ f. δὴ καὶ ἐνταῦθα κατασκευάζων φησὶν, “ὀφειλέται ἐσμέν.” εἶτα ἐπειδὴ ἔλεγεν, “ὅτι οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ,” ἵνα μὴ τὰ λεγόμενα πάλιν εἰς τὴν τῆς σαρκὸς λάβῃς φύσιν, ἐπήγαγε, “τοῦ κατὰ σάμκα ζῇν.“ καὶ γὰρ πολλὰ αὐτῇ ὀφείλομεν. τρέφειν αὐτὴν, τὸ θάλπειν, τὸ ἀναπαύειν, τὸ θεραπεύειν νοσοῦσαν, τὸ περιβάλλειν, καὶ μυρία ἕτερα λειτουργεῖν.
So then, brothers, we are debtors, not to the flesh, to live according to the flesh. For if you live according to the flesh, you are going to die; but if by the Spirit you put to death the deeds of the body, you will live. Chrysostom. Having shown how great is the gain of the spiritual life, and that it makes Christ dwell within, and that it gives life to mortal bodies and wings them toward heaven, and makes the path of virtue easier, he necessarily next adds the exhortation, saying, "Therefore we ought not to live according to the flesh." But he did not say it in this way; rather, far more striking and powerful, saying, "we are debtors to the Spirit." For by saying, "that we are not debtors to the flesh," he made this clear. And everywhere he establishes this, showing that the things that have come to us from God were not of debt but of sheer grace; while the things that come from us after these are no longer of generosity but of debt. For when he says, "You were bought with a price; do not become slaves of men," he hints at this. And when he writes, "You are not your own," he makes the same thing clear. So also here, establishing this, he says, "we are debtors." Then, since he had said, "that we are not debtors to the flesh," lest you again take what is said as referring to the nature of the flesh, he added, "to live according to the flesh." For we owe many things to it: to nourish it, to warm it, to rest it, to care for it when sick, to clothe it, and to minister to it in countless other ways.
ἵνα οὖν μὴ νομίσῃς ὅτ’ ταύτην ταύτην ἀναιρεῖ τὴν διακονίαν, εἰπὼν, “ ὀφειλέται οὐκ ἐσμὲν “τῇ σαρκὶ,’ ἐπήγαγε λέγων, “τοῦ κατὰ σάρκα ζῇν.” ἐκείνην γὰρ ἀναιρεῖ g τὴν σπουδὴν φησὶ, τὴν ἐπὶ ἁμαρτίαν ἄγουσαν· ὡς τά γε θεραπεύοντα αὐτὴν βούλομαι γίνεσθαι h. ὀφείλομεν γὰρ αὐτῇ τοῦτο· μὴ μέντοι κατὰ σάρκα ζῶμεν. τουτέστι, μὴ ποιῶμεν αὐτὴν κυρίαν τῆς ζωῆς τῆς ἡμετέρας. ἕπεσθαι γὰρ αὐτὴν ἀναγκαῖον, οὐχ ἡγεῖσθαι i. καὶ κατασκευάσας ὅτι ὀφειλέται ἐσμὲν τῷ πνεύματι· εἶτα δεικνὺς, τίνων ὀφειλέται εὐεργεσιῶν, οὐ τὰ παρελθόντα λέγει k ἀλλὰ τὰ μέλλοντα· οὐ γὰρ οὕτως ἡ δοθεῖσα ἅπαξ εὐεργεσία ὡς ἡ προσδοκωμένη καὶ μέλλουσα ἐπάγεσθαι τοὺς πολλοὺς εἴωθε. καὶ τοῦτο προθέμενος, πρότερον ἀπὸ τῶν φοβερῶν λυπεῖ, καὶ τῶν κακῶν τῶν γινομένων ἐκ τοῦ κατὰ σάρκα f I. m. a m. rec. desunt quædam. g Cod. ἀναιρεῖ. I. marg. a m. rec. ἑρμηνεύει αὐτό. h I. m. a m. rec. desunt queedam. i 1. m. a m. rec. desunt quædam. k I. m. a m. rec. desunt quædam. ζῆν. οὕτω λέγων, “ εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνή- “ σκειν·” τὸν θάνατον ἡμῖν αἰνιττόμενος τὸν ἀθάνατον ἐκεῖνον, τὴν ἐν τῇ γεέννῃ κόλασιν. μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε τοῦτο, καὶ ἐν τῇ ζωῇ ταύτῃ τέθνηκεν ὁ τοιοῦτος 1. “ εἰ δὲ πνεύματι τὰς “πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.” ὁρᾷς ὅτι οὐ περὶ φύσεως διαλέγεται σώματος, ἀλλὰ περὶ πράξεων σαρκικῶν ; οὐ γὰρ εἶπεν, εἰ δὲ πνεύματι τὴν φύσιν τοῦ σώματος θανατοῦτε, ἀλλὰ τὰς πράξεις τὰς πονηράς. καὶ τοῦτο δῆλον ἐκ τῶν ἑξῆς. εἰ γὰρ τοῦτο ποιήσετε, “ ζήσεσθε,” φησί.
So then, do not suppose that when he said, "we are not debtors to the flesh," he is abolishing this ministry; he added, "to live according to the flesh." For he abolishes that zeal, he says, which leads to sin; whereas the things that serve it I wish you to become. For we owe this to it: not, however, to live according to the flesh. That is, let us not make it the master of our life. For it must follow, not lead. And having established that we are debtors to the Spirit, then showing for what benefits we are debtors, he speaks not of past things but of future things; for a benefit given once is not so effective at drawing the many as one that is hoped for and about to come. And having set this before himself, he first grieves them by fears, and by the evils that come from living according to the flesh. Thus saying, "For if you live according to the flesh, you are going to die," hinting to us that death which is deathless, the punishment in Gehenna. Or rather, if one examines this accurately, such a person has died even in this life. "But if by the Spirit you put to death the deeds of the body, you will live." Do you see that he is not discoursing about the nature of the body, but about fleshly deeds? For he did not say, "if by the Spirit you put to death the nature of the body," but the evil deeds. And this is clear from what follows. For if you do this, he says, "you will live.
καὶ πῶς ἔνι τοῦτο γενέσθαι, εἰ πέρι πασῶν ἢν ο λόγος αὐτῷ ; καὶ γὰρ τὸ ὅραν καὶ τὸ ἀκούειν, καὶ τὸ φθέγγεσθαι, καὶ τὸ βαδίζειν, τοῦ σώματος πράξεις εἰσί. καὶ μέλλοιμεν αὐτὰς θανατοῦν; τοσοῦτον ἀφέξομεν m τοῦ ζῆν, ὅτι καὶ ἀνδροφονίας δώσομεν δίκην; ποίας οὖν φησιν πράξεις θανατοῦν; τὰς ἐπὶ πονηρίαν κινουμένας. ἃς οὐδὲ ἄλλως ἐστὶ θανατῶσαι, ἣ διὰ Πνεύματος n. ἃν γὰρ τοῦτο παρῇ, τὰ πάθη κατέπτηχεν. εἶδες πῶς ἀπὸ τῶν μελλόντων, ὅπερ ἔμπροσθεν εἶπον, προτρέπει, καὶ δείκνυσιν ὀφειλέτας οὐκ ἀπὸ τῶν ἤδη γεγεννημένων μόνον· οὐ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶν, τὸ κατόρθωμα τοῦ Πνεύματος, ὅτι τῶν παρελθόντων ἡμᾶς ἀφῆκεν ἁμαρτημάτων· ἀλλ’ ὅτι καὶ πρὸς τὰ μέλλοντα ἀχειρώτους ἡμᾶς κατασκευάζει, καὶ ζωῆς ἀξιοῖ τῆς ἀθανάτου. Θεοδωρήτου. τοῦτο ὑπὲρ τὸν νόμον ἡ χάρις ἔχει. ὅτι ὁ μὲν, τὸ δέον ἐδίδαξεν· ἡ δὲ, καὶ τοῦ Πνεύματος ἔχει συνεργοῦσαν τὴν χάριν. σὺν ἀκριβείᾳ οὖν πολλῇ τὴν θείαν διδασκαλίαν προήνεγκεν ὁ θεῖος Ἀπόστολος· Μαρκίωνος, καὶ Βαλεντίνου, καὶ Μανέντος τὴν βλασφημίαν ὁρῶν. οὐ γὰρ εἶπε τὸ σῶμα θανατώσατε, ἀλλὰ “τὰς “πράξεις τοῦ σώματος.” τουτέστι, τὸ φρόνημα τῆς σαρκός· τὰ τῶν παθημάτων σκιρτήματα. ἔχετε γὰρ συνεργοῦσαν τὴν τοῦ Πνεύματος χάριν· καρπὸς δὲ τῆς νίκης ζωή.
And how can this come about, if his discourse was about all of them? For seeing and hearing, speaking and walking, are activities of the body. And shall we put these to death? Will we be so far from living that we will even pay the penalty for murder? What activities, then, does he say we are to put to death? Those that are stirred toward wickedness. And these cannot be put to death in any other way except through the Spirit. For if this is present, the passions are put to flight. Do you see how, from what is to come—as I said before—he exhorts, and shows that we are debtors not only from what has already been born? For this is not the only, he says, the achievement of the Spirit, that it has forgiven us our past sins; but also that it prepares us unsubdued for what is to come, and deems us worthy of immortal life. From Theodoret. This is what grace has beyond the law. For the law taught what was required; but grace has the Spirit cooperating with it. With great precision, then, the divine Apostle brought forth the divine teaching, seeing the blasphemy of Marcion, Valentinus, and Manes. For he did not say, "Put the body to death," but "the deeds of the body." That is, the mind of the flesh; the leapings of the passions. For you have the grace of the Spirit cooperating with you; and the fruit of victory is life.
Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσὶν υἱοὶ Θεοῦ. Χρυσοστόμου. Καὶ ἕτερον τίθησι μισθὸν τῆς ἐν Πνεύματι 1 I. m. a m rec. desunt quædam. m Cod. ἀφέξομαι. n I. m. a m. rec. desunt quædam. ζωῆς, ὅστις πολλῷ τοῦ προτέρου μείζων. διὸ οὐδὲ ἁπλῶς εἶπεν, ὅσοι γὰρ πνεύματι Θεοῦ ζῶσιν· ἀλλ’ “ὅσοι Θεοῦ Πνεύματι “ ἄγονται.” δεικνὺς ὅτι οὕτως αὐτὸ βούλεται κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς τὸν κυβερνήτην τοῦ πλοίου, καὶ τὸν ἡνίοχον τοῦ ζεύγους τῶν ἵππων. καὶ οὐχὶ τὸ σῶμα μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ὑποβάλλει ταῖς τοιαύταις ἡνίαις. οὐ δὲ γὰρ ἐκείνην βούλεται αὐθεντεῖν, ἀλλὰ καὶ ἐκείνης τὴν ἐξουσίαν ὑπὸ τῆ τοῦ Πνεύματος ἔθηκε δυνάμει. ἵνα γὰρ μὴ τῇ δωρεᾷ τοῦ Θεοῦ θαρρήσαντες, τῆς μετὰ ταῦτα ἀμελήσωσι πολιτείας, φησὶν, ὅτι κἂν βάπτισμα λάβῃς, μὴ μέλλῃς δὲ Πνεύματι ἄγεσθαι, ἀπώλεσας τὴν δεδομένην σοι ἀξίαν, καὶ τῆς υἱοθεσίας τὴν προεδρίαν. διὰ τοῦτο οὐκ εἶπεν, ὅσοι Πνεῦμα ἔλαβον, ἀλλ’ “ὅσοι Πνεύματι “ ἄγονται.” τουτέστιν, ὅσοι παρὰ πάντα τὸν βίον οὕτω πολιτεύονται, οὗτοι εἰσιν υἱοὶ Θεοῦ. Θεοδωρήτου. Ἐνταῦθα δὲ, καὶ τοὺς Ἰουδαίους νύττει, διδάσκων μὴ μεγαφρονεῖν. ἐπειδήπερ κἀκεῖνοι, υἱοὶ προσηγορεύθησαν. ἔρημοι γάρ εἰσι τῆς τιμῆς· τῆς τοῦ Παναγίου Πνεύματος ἄμοιροι τυγχάνοντες χάριτος. Κυρίλλου. Οἱ δὲ Πνεύματι ζῶντες, οὗτοι καὶ Πνεύματι ἄγονται. διὰ τὸ κατεσφραγίσθαι τῷ Ἁγίῳ Πνεύματι· καὶ δουλείας μὲν] ἀπηλλάχθαι τῆς ἐν νόμῳ καὶ γράμματι, μεταφοιτῆσαι δὲ μᾶλλον εἰς ἐλευθερίαν, καὶ μαρτυρεῖσθαι τῷ τῆς υἱοθεσίας Πνεύματι.
For as many as are led by the Spirit of God, these are sons of God. From Chrysostom. And he sets forth another reward of life in the Spirit, which is much greater than the former. Therefore he did not say simply, "For as many as live by the Spirit of God," but "as many as are led by the Spirit of God." He shows that the Spirit wills to be so master of our life, as the pilot of a ship, and the charioteer of a team of horses. And not only the body, but the soul itself he subjects to such reins. For he does not will that the soul be autonomous, but has placed even the soul's authority under the power of the Spirit. For lest, having trusted in the gift of God, they neglect the conduct of life thereafter, he says: even if you have received baptism, if you do not intend to be led by the Spirit, you have lost the dignity given to you, and the preeminence of adoption. For this reason he did not say, "As many as received the Spirit," but "as many as are led by the Spirit." That is, as many as conduct themselves in this way throughout their whole life, these are sons of God. From Theodoret. And here he also pricks the Jews, teaching them not to be proud. Since they too were called sons. For they are destitute of that honor, being without a share in the grace of the All-Holy Spirit. From Cyril. But those who live by the Spirit, these are also led by the Spirit. Because they have been sealed with the Holy Spirit; and they have been released from the slavery that is in the law and the letter, and have rather passed over into freedom, and are testified to by the Spirit of adoption.
ὅτι δὲ εἰσὶν υἱοὶ Θεοῦ, καὶ ἐν αὐτῷ τῷ τῆς υἱοθεσίας Πνεύματι διακεκράγασιν “ἀββᾶ ὁ Πατήρ.
Οὐ δὲ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν ἀββᾶ ὁ πατήρ, Χρυσοστόμου. Ἐπειδὴ τὸ τῆς υἱότητος ἀξίωμα καὶ τοῖς Ἰουδαίοις ἦν δεδομένον, “ἐγὼ γάρ,” φησι, “εἶπον Θεοὶ ἐστὲ, καὶ “υἱοὶ ὑψίστου πάντες.” καὶ πάλιν· “υἱοὺς ἐγέννησα καὶ ὕψωσα. καὶ, “πρωτότοκός μου Ἰσραήλ.” καὶ ὁ Παῦλος δέ φησιν, “ωτν “ἡ υἱοθεσία,” κατασκευάζει λοιπὸν ὅσον τὸ μέσον ἐκείνης καὶ ταύτης τῆς τιμῆς. εἰ γὰρ καὶ τὰ ὀνόματα τὰ αὐτά φησιν, ἀλλ’ οὐ τὰ πράγματα τὰ αὐτά. καὶ σαφῆ παρέχεται τούτων ἀπόδειξιν, καὶ ἀπὸ τῶν κατορθούντων καὶ ἀπὸ τῶν δεδομένων, καὶ ἀπὸ τῶν μελλόντων ἔσεσθαι τὴν σύγκρισιν εἰσάγων. καὶ πρότερον δείκνυσι, τίνα ἦν τὰ ἐκείνοις δεδομένα. τίνα οὖν ταῦτα ἦν; πνεῦμα δουλείας. εἶτα ἀφεὶς εἰπεῖν τὸ ἀντιδιαστελλόμενον τῇ δουλείᾳ, τουτέστι πνεῦμα ἐλευθερίας, τὸ πολλῷ μεῖζον τέθεικε, τὸ τῆς υἱοθεσίας· δι’ οὗ, κακεῖνο συνεισήγετο εἰπὼν, “ἀλλ’ ἐλάβετε “Πνεῦμα υἱοθεσίας.” ἀλλὰ τοῦτο μὲν δῆλον. τὸ δὲ πνεῦμα τῆς δουλείας τί ποτέ ἐστιν, ἄδηλον. οὐκ ἀσαφὲς δὲ μόνον ἀλλὰ καὶ σφόδρα ἄπορον τὸ εἰρημένον. πνεῦμα γὰρ οὐκ ἔλαβεν ὁ τῶν Ἰουδαίων δῆμος. τί οὖν ἐνταῦθα φησίν; τὰ γράμματα οὕτως ἐκάλεσεν ἐπειδὴ πνευματικὰ ἦν. ὥσπερ οὖν καὶ τὸν νόμον πνευματικὸν καλεῖ. καὶ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πέτρας, καὶ τὸ μάννα· “πάντες “ γάρ,” φησι, “τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον.
For that they are sons of God, they have also cried out in the very Spirit of adoption, "Abba, Father."
For you did not receive a spirit of slavery, but you received a Spirit of adoption, in whom we cry, "Abba, Father." From Chrysostom. Since the dignity of sonship had also been given to the Jews—"For I said, you are gods," and "all of you are sons of the Most High"; and again, "I have begotten sons and exalted them"; and, "Israel is my firstborn"—and Paul also says, "whose is the adoption"—he now establishes how great the difference is between that honor and this one. For even if he speaks the same names, the realities are not the same. And he provides clear proof of these things, introducing the comparison both from those who succeeded and from what was given, and from what was going to be. And first he shows what things were given to them. What then were these? A spirit of slavery. Then, having passed over stating the thing contrasted with slavery—that is, a spirit of freedom—he has set down the much greater thing, that of adoption; through which that other was also brought in when he said, "But you received a Spirit of adoption." But this is clear. What the spirit of slavery ever is, however, is unclear. The statement is not only unclear but also very perplexing. For the people of the Jews did not receive a spirit. What then does he mean here? He called the letters this because they were spiritual. Just as he also calls the law spiritual, and the water from the rock, and the manna; for "all," he says, "ate the same spiritual food.
καὶ πάντες “τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.” καὶ τὴν πέτραν δὲ οὕτως ὀνομάζει λέγων, “ἔπινον δὲ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. ἐπειδὴ γὰρ ὑπὲρ φύσιν πάντα ἦν τὰ τελούμενα, πνευματικὰ αὐτὰ ἐκάλεσεν. οὐκ ἐπειδὴ πνεῦμα ἔλαβον οἱ μετέχοντες αὐτῶν τότε. Καὶ πῶς τὰ γράμματα ἐκεῖνα, δουλείας ἦν γράμματα; παράγαγε πᾶσαν τὴν πολιτείαν, καὶ τότε εἴσῃ καὶ τοῦτο σαφῶς. καὶ γὰρ αἱ τιμωρίαι παρὰ πόδας αὐτοῖς, καὶ ὁ μισθὸς εὐθέως εἵπετο. σύμμετρός τε ὣν, καὶ ὥσπερ σιτηρέσιόν τι καθημερινὸν διδόμενον οἰκέταις. καὶ πολὺς πανταχόθεν ὁ φόβος, πρὸ τῆς ὄψεως ἀκράζων· καὶ περὶ τὰ σώματα οἱ καθαρμοί· καὶ μέχρι τῶν πράξεων ἡ ἐγκράτεια. παρὰ δὲ ἡμῖν, οὐχ οὕτως. ἀλλὰ καὶ λογισμὸς καὶ συνειδὸς ἐκκαθαίρεται. οὐ γὰρ λέγει, μὴ φονεύσῃς μόνον, ἀλλὰ μὴ δὲ ὀργισθῇς. ἵνα μηκέτι τῷ φόβῳ τῆς κολάσεως τῆς παρούσης, ἀλλὰ τῷ πόθῳ τῷ πρὸς αὐτὸν, τῷ τε ἐν ἕξει τῆς ἀρετῆς εἶναι, καὶ τὰ ἀλλὰ κατορθούμενα ᾖ. οὐδὲ ἐπαγγέλλεται “γῆν “ῥέουσαν γάλα καὶ μέλι,” ἀλλὰ τῷ μονογενεῖ συγκληρονόμον ποιεῖ. τῶν παρόντων διὰ πάντων ἀφιστὰς, καὶ ἐκεῖνα ἐπαγγελλόμενος μενος διδόναι, διδόναι, ἃ τοῖς γενομένοις υἱοῖς τοῦ Θεοῦ πρέπει λαμβάνειν. αἰσθητὸν μὲν οὐδὲν οὐδὲ σωματικὸν, πνευματικὰ δὲ ἅπαντα. ὥστε ἐκεῖνοι μὲν, εἰ καὶ υἱοὶ ἐκαλοῦντο, ἀλλὰ ὡς δοῦλοι. ἡμεῖς δὲ ὡς ἐλεύθεροι γενόμενοι, τὴν υἱοθεσίαν ἐλάβομεν, καὶ τὸν οὐρανὸν ἀναμένομεν. κἀκείνοις μὲν, δι’ ἑτέρων διελέγετο· ἡμῖν δὲ δι’ ἑαυτοῦ. κἀκεῖνοι μὲν φόβῳ τιμωρίας πάντα ἔπραττον οἱ δὲ πνευματικοὶ, ἐπιθυμίᾳ καὶ πόθῳ.
And all "drank the same spiritual drink." And he also names the rock in this way, saying, "For they drank from the spiritual rock that followed. For since everything that was being accomplished was beyond nature, he called them spiritual—not because those who partook of them at that time received the Spirit. And how were those letters letters of slavery? Survey the whole manner of life, and then you will know this clearly. For both the punishments were at their heels, and the reward followed immediately. And it was proportionate, like a daily ration of grain given to servants. And fear was abundant from every side, crying out before the sight; and purifications concerned the body; and self-control extended even to actions. But among us, it is not so. Rather, both the reasoning and the conscience are purified. For he does not say only, "Do not murder," but "Do not even be angry." So that no longer by fear of present punishment, but by longing toward him, and by being in a state of virtue, the other things too may be set right. Nor does he promise "a land flowing with milk and honey," but makes us co-heirs with the Only-Begotten. Withdrawing us through all things from present things, and promising to give those things which it is fitting for those who have become sons of God to receive—nothing perceptible nor bodily, but all things spiritual. So that those men, even if they were called sons, were nonetheless as slaves. But we, having become free, received adoption as sons, and await heaven. And to those men he spoke through others; but to us through himself. And those men did everything out of fear of punishment; but the spiritual, out of desire and longing.
καὶ τοῦτο δηλοῖ, τῷ ὑπερβαίνειν τὰ ἐπιτάγματα ἐκεῖνοι, ὡς μισθωτοὶ καὶ ἀγνώμονες. οὐδέ ποτε γοῦν διέλειπον γογγύζοντες. οὗτοι δὲ, εἰς ἀρέσκειαν τοῦ Πατρός. καὶ οἱ μὲν, εὐεργετούμενοι ἐβλασφήμουν. ἡμεῖς δὲ κινδυνεύοντες, εὐχαριστοῦμεν, κἂν κολασθῆναι δὲ ἁμαρτάνοντας δέῃ. καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. οὐ γὰρ ὡς ἐκεῖνοι καταλευόμενοι καὶ καιόμενοι καὶ ἀκρωτηριαζόμενοι πάρα τῶν ἱερέων, οὐτῶ καὶ ἡμεῖς αποστρεφόμεθα· ἀλλ’ ἀρκεῖ τραπέζης ἐκβληθῆναι πατρικῆς, καὶ ἀπ’ ὄψεως ῥητὰς γενέσθαι ἡμέρας. καὶ ἐπὶ μὲν τῶν Ἰουδαίων ῥήματος ἦν τιμὴ ἡ υἱοθεσία· ἐνταῦθα δὲ, καὶ πρᾶγμα ἠκολούθησεν· ὁ διὰ βαπτίσματος καθαρμός· ἡ τοῦ πνεύματος δόσις· ἡ τῶν ἄλλων ἀγαθῶν χορηγία. Οἰκουμενίου. Τάχα δὲ, εἰ καὶ οἱ Ἰουδαῖοι θεοὶ ἐκαλοῦντο καὶ υἱοὶ Θεοῦ, ὥσπερ τὰ παρ’ αὐτοῖς πάντα, τύπος ἦν τῶν ἡμετέρων, οὕτω καὶ ἡ υἱοθεσία. οὔτε γὰρ κυρίως ἐκλήθησαν, ἀλλὰ τυπικῶς υἱοί· οὔτε καθολικῶς πνεῦμα ἔλαβον. Θεοδωρήτου. Πάλιν οὖν τῷ νόμῳ παρεξετάζει τὴν χάριν· καὶ καλεῖ δουλείαν, τὴν ὑπ’ ἐκείνῳ πολιτείαν. διδάσκει δὲ ὅμως ὅτι κἀκεῖνον, ἡ τοῦ Πνεύματος ἔγραψε χάρις. πνεῦμα τοίνυν δουλείας, οὐ τὸ Πανάγιον Πνεῦμα καλεῖ, ἀλλὰ τὴν τοῦ νόμου θέσιν. καὶ αὐτὴν διὰ τοῦ Πνεύματος δεδομένην. εἰ δὲ τὸ Πανάγιον Πνεῦμα δουλείας πνεῦμα καλεῖ, εἰδέναι προσήκει, ὅτι τὸ μὲν Πανάγιον Πνεῦμα ἕν· διάφορα δὲ καὶ ποικίλα τὰ τούτου χαρίσματα. Σευηριανοῦ. τὸν δὴ νόμον πνεῦμα δουλείας εἶπε· καὶ δούλους, τοὺς ὑπὸ νόμον. τὸ γὰρ ἐπιτάττεσθαι ὑπὸ τοῦ νόμου, καὶ τῆς ἐπιταγῆς ἀμελήσαντα τὴν ἀπειληθεῖσαν τιμωρίαν φοβεῖσθαι, δουλείας σημεῖον ἐστί.
And this he shows, in that they transgressed the commandments, as hirelings and thankless men. At any rate, they never ceased grumbling. But these do so for the pleasing of the Father. And they, while being benefited, blasphemed. But we, while in danger, give thanks, even if we must be punished for sinning. And here the difference is great. For not as those who were stoned and burned and mutilated by the priests, so also do we turn away; but it is enough to be cast out from the Father's table, and to become a byword from the sight of days. And in the case of the Jews, adoption as sons was a matter of a word; but here, the thing itself followed: purification through baptism, the gift of the Spirit, the supply of the other good things. From Oecumenius. Perhaps, then, even if the Jews were called gods and sons of God, just as everything among them was a type of our things, so also was the adoption. For neither were they called sons in the proper sense, but typically as sons; nor did they receive the Spirit universally. From Theodoret. Again, therefore, he sets grace alongside the law; and he calls the citizenship under it slavery. Yet he teaches that the grace of the Spirit also wrote that law. Therefore he does not call the All-Holy Spirit a spirit of slavery, but the ordinance of the law, and that given through the Spirit. But if he calls the All-Holy Spirit a spirit of slavery, one ought to know that the All-Holy Spirit is one, but its gifts are different and varied. From Severianus. He called the law a spirit of slavery, and slaves those under the law. For to be commanded by the law, and, having neglected the command, to fear the threatened punishment, is a sign of slavery.
τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν Θεὸν καλεῖν, διὰ τὴν τοῦ βίου καθαρότητα, υἱοθεσίας ἐλπίδα ἐπαγγέλλεται. εἴτε δουλείας ἐδόθη πνεῦμα, εἴτε υἱοθεσίας, τὸ αὐτὸ πνεῦμα ἐπ’ ἀμφοτέρων ἐστί. κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργῆσαν, κατὰ τὴν ἀμφοτέρων ἀξίαν. Θεοδώρου Μονάχου. Ἢ τάχα τὸ, “οὐκ ἐλάβετε πνεῦμα “ δουλείας,” οὐχ ὡς ὄντος πνεύματος δουλείας εἶπεν, ἀλλ’ ἀντὶ τοῦ, ταῦτα ἐμποιεῖν τὸ πνεῦμα φύσιν οὐκ ἔχει. Πνεύματος ὑμεῖς μετεσχήκατε· οὐχ ἵνα πάλιν ὑπὸ δουλείαν ἦτε, καὶ φόβον, κατὰ τοὺς ἐν νόμῳ. ταῦτα γὰρ ἐνεῖναι τοῖς παντελῆ τοῦ Πνεύματος δεξαμένοις τὴν χάριν, οὐχ ὄνον τε. ἐλάβετε δὲ Πνεῦμα υἱοὺς ἐργαζόμενον. Χρυσοστόμου. Καὶ ἑτέραν δὲ ποιεῖται ἀπόδειξιν, τοῦ πνεῦμα υἱοθεσίας ἔχειν. ποῖον δὴ τοῦτο ; ὅτι “κράζομεν ἀββᾶ ὁ πατήρ. τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ μύσται καλῶς, ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι λέγειν τὸ ῥῆμα. τι οὑν φησί; οὐκ ἐκάλουν καὶ ἐκεῖνοι πατέρα τὸν Θεόν ; οὐκ ἀκούεις Μώσεως λέγοντος, “ Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες;” καὶ τοῦ Μαλαχίου ὀνειδίζοντος καὶ λέγοντος, “ὅτι Θεὸς εἷς ἔκτισεν “ ἡμᾶς.” καὶ "πατὴρ εἷς πάντων ὑμῶν;” ἀλλ’ εἰ καὶ ταῦτα, καὶ πλείονα τούτων εἴρηται, οὐδαμοῦ τοῦτο εὑρίσκομεν αὐτοὺς καλοῦντας τὸ ῥῆμα τὸν Θεὸν, οὐδὲ εὐχομένους οὕτω. ἡμεῖς δὲ ἅπαντες, οὕτως εὔχεσθαι ἐκελεύσθημεν n. ἄλλως δὲ, εἰ καὶ ἐκάλεσάν ποτε ἐκεῖνοι, ἀλλ’ ἐξ οἰκείας διανοίας. οἱ δὲ ἐν τῇ χάριτι, ἀπὸ πνευματικῆς ἐνεργείας κινούμενοι. ὥσπερ γὰρ πνεῦμα σοφίας ἐστὶ, καθὸ σοφοὶ οἱ ἄσοφοι ἐγίνοντο· καὶ δηλοῦται τοῦτο ἀπὸ τῆς διδασκαλίας·
But the fact that God is permitted to be called Father promises the hope of adoption as sons, on account of purity of life. Whether a spirit of slavery was given, or of adoption, the same Spirit is present in both cases, working in each people according to what is beneficial and fitting, according to the worth of both. From Theodore the Monk. Or perhaps the phrase, "you did not receive a spirit of slavery," he said not as though there were a spirit of slavery, but instead of saying, the Spirit does not have it in its nature to produce these things. You have partaken of the Spirit; not so that you should again be under slavery and fear, like those under the law. For these things are not present in those who have fully received the grace of the Spirit. But you received the Spirit that makes sons. From Chrysostom. And he makes another proof that we have the Spirit of adoption. What is this? That "we cry, Abba, Father." How great this is, the initiates know well, since at the mystic prayer they are commanded to say this word first. What then does he say? Did not those also call God Father? Do you not hear Moses saying, "You abandoned the God who begot you"? And Malachi reproaching and saying, "Is not one God who created us," and "one Father of us all"? But even if these things and more than these have been said, nowhere do we find them calling God by this word, nor praying in this way. But we all have been commanded to pray in this way. Otherwise, even if those once called him so, it was from their own understanding. But those in grace are moved by a spiritual operation. For just as there is a spirit of wisdom, in that the unwise became wise, and this is made clear from the teaching;
καὶ πνεῦμα δυνάμεως, καθὸ οἱ ἀσθενεῖς νεκροὺς ἤγειραν o· οὕτω καὶ πνεῦμα υἱοθεσίας. καὶ ὥσπερ ἴσμεν τὸ πνεῦμα τῆς προφητείας, ἀφ’ ὣν ὁ ἔχων αὐτὸ προλέγει τὰ μέλλοντα· οὐκ οἰκείᾳ φθεγγόμενος διανοίᾳ, ἀλλ’ ὑπὸ τῆς χάριτος κινούμενος· οὕτω δὴ καὶ πνεῦμα υἱοθεσίας· ἀφ’ οὗ ὁ λαβὼν, πατέρα καλεῖ τὸν Θεόν· ὑπὸ τοῦ πνεύματος κινούμενος. ὃ δὴ βουλόμενος δεῖξαι γνησιότητος ὂν, καὶ τῆ τῶν Ἑβραίων ἐχρήσατο γλώσσῃ. οὐ γὰρ εἶπε μόνον ὁ πατὴρ, ἀλλὰ “ ἀββᾶ ὁ πατήρ.” ὅπερ τῶν παίδων μάλιστά ἐστι τῶν γνησίων πρὸς πατέρας ῥῆμα. Θεοδωρήτου. Ἢ καὶ ἐπειδὴ τῶν νηπίων ἴδιόν ἐστι, τὸ, ἀββᾶ καλεῖν τοὺς πατέρας· νήπιοι δὲ κατὰ τὸν παρόντα βίον ἦσαν, οἱ διὰ τοῦ βαπτίσματος ἠξιωμένοι τῆς υἱότητος· τὴν τελείαν καὶ ἀληθῆ ἐπὶ τοῦ μέλλοντος προσδοκῶντες αἰῶνος. τὸ οὖν ἀββᾶ ὁ πατὴρ τέθεικε· τὸ μὲν, εἰς μήνυσιν τῆς προσδοκωμένης τελειότητος· τὸ δὲ, σύμβολον τῆς παρούσης καταστάσεως· ἐν ᾗ νηπίων δίκην οὐχ ὁλοτελῆ τῶν ἀγαθῶν τὴν μετουσίαν ἐκομίσαντο. Κυρίλλου. Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ Ἅγιον υἱοὺς ἀποδεικνύει n I. m. a m. rec. desunt quædam. ο Desunt quædam. Θεοῦ τοὺς ἐν οἷς κατοικεῖ, καὶ θείας ἐργάζεται φύσεως κοινωνούς· ὡς ἐντεῦθεν ἡμᾶς ἡνωμένους τῷ ὑπὲρ πάντας ὄντι Θεῷ, μετὰ παρρησίας ἀναβοᾶν, ἀββᾶ ὁ πατὴρ, οὐκ ἐν δούλοις οὐδὲ ἐν τοῖς ποιήμασι τετάξεται· φορέσει δὲ μᾶλλον φυσικῶς τὸ τῆς θείας οὐσίας ἀξίωμα· ἐξ αὐτῆς τὲ ὑπάρχον καὶ παρ’ αὐτῆς τοῖς ἁγίοις δι’ Υἱοῦ χορηγούμενον. διά τοι τοῦτο θεοποιοῦν, καὶ εἰς υἱότητα καλοῦν τους εν ὄις ἀν’ γενοιτο.
and a spirit of power, inasmuch as the weak raised the dead; so also a spirit of adoption. And just as we know the spirit of prophecy from the fact that the one who has it foretells things to come, not speaking by his own understanding but moved by grace; so too is the spirit of adoption: from it the one who receives it calls God Father, being moved by the Spirit. Wishing to show that this is a mark of genuineness, he also used the Hebrew tongue. For he did not say only "Father," but "Abba, Father." This is especially the word of genuine children to their fathers. From Theodoret. Or also because it is characteristic of infants to call their fathers "Abba"; and infants in the present life were those who through baptism had been deemed worthy of sonship, while awaiting the perfect and true sonship in the age to come. So he has set down "Abba, Father": the one for the indication of the perfection hoped for, the other as a symbol of the present state, in which, like infants, they had not received the complete participation in good things. From Cyril. If, then, the Holy Spirit shows those in whom it dwells to be sons of God, and makes them partakers of the divine nature, so that from this we, being united to the God who is above all, cry out with boldness, "Abba, Father," it will not be ranked among slaves nor among created things; but it will naturally bear the dignity of the divine essence, existing from it and supplied by it to the saints through the Son. For this reason it deifies, and calls to sonship those in whom it may come to be.
Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. εἰ δὲ τέκνα, καὶ κληρονόμοι. κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Χρυσοστόμου. Εἰπὼν τὴν ἀπὸ τῆς πολιτείας διαφορὰν, καὶ τὴν ἀπὸ τῆς χάριτος τῆς δεδομένης ἐλευθερίαν, ἐπάγει καὶ ἑτέραν ἀπόδειξιν τῆς ὑπεροχῆς τῆς κατὰ τὴν υἱοθεσίαν ταύτην. “ αὐτὸ τὸ “ Πνεῦμα,” λέγων, ὅτι “ τῷ πνεύματι ἡμῶν μαρτυρεῖ, ὅτι ἐσμὲν “ τέκνα Φεοῦ.” οὐκ ἀπὸ τῆς φωνῆς ἰσχυρίζομαι μόνον φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ’ ἧς ἡ φωνὴ τίκτεται. τοῦ γὰρ πνεύματος ὑπαγορεύοντος ταῦτα λέγομεν. ὅπερ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν, “ ὅτι ἐξαπέστειλε ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς “ δίας ἡμῶν, κράζον ἀββᾶ ὁ πατήρ.·’ τί δέ ἐστι τὸ πνεῦμα τῷ πνεύματι μαρτυρεῖ; ὁ παράκλητος φησὶν τῶ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. οὐ γὰρ τοῦ χαρίσματος ἐστὶ μόνον ἡ φωνὴ, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν παρακλήτου. αὐτὸς γὰρ ἡμᾶς οὕτως ἐδίδαξε διὰ τοῦ χαρίσματος φθέγγεσθαι. ὅταν δὲ τὸ Πνεῦμα μαρτυῇ, ποία λοιπὸν ἀμφισβήτησις; εἰ μὲν γὰρ ἄνθρωπος ἡ ἄγγελος ἣ ἄλλη τίς τοιαύτη δύναμις τοῦτο ὑπισχνεῖτο, ἀμφιβάλλειν εἰκὸς ἦν τινάς. τῆς δὲ ἀνωτάτω οὐσίας τῆς καὶ δωρησαμένης τοῦτο, δι’ ὧν ἐκέλευσεν εὔχεσθαι, μαρτυρούσης ἡμῖν, τίς ἃν λοιπὸν ἀμφισβητήσειε περὶ τῆς ἀξίας; Γενναδίου. “ Αὐτὸ μὲν γὰρ τὸ Πνεῦμα.” τὴν τοῦ Ἁγίου Πνεύματος ὑπόστασιν λέγει. πνεῦμα δὲ ἡμῶν τὴν ἀπ’ ἐκείνου δεδομένην χάριν ἡμῖν, ἣν εἴωθεν ἰδίαν τῶν λαβόντων καλεῖν.
The Spirit himself bears witness with our spirit that we are children of God. And if children, then heirs. Heirs indeed of God, and joint heirs with Christ, if indeed we suffer with him, so that we may also be glorified with him. From Chrysostom. Having spoken of the difference that comes from conduct, and the freedom that comes from the grace given, he brings in yet another proof of the superiority of this adoption. "The Spirit himself," he says, "bears witness with our spirit that we are children of God." I do not establish this from the voice alone, he says, but also from the cause from which the voice is born. For it is the Spirit who dictates these things, and we speak them. Making this clearer elsewhere, he said, "Because God has sent his Spirit into our hearts, crying Abba, Father." But what is it for the Spirit to bear witness to the spirit? The Paraclete, he says, bears witness to the gift given to us. For the voice is not from the gift alone, but also from the Paraclete who gave the gift. For he himself taught us to utter these things through the gift. And when the Spirit bears witness, what doubt remains? For if a man or an angel or some other such power had promised this, it would be reasonable for some to doubt. But when the highest essence, which also granted this through the things it commanded us to pray, bears witness to us, who would still doubt concerning the worthiness? From Gennadius. "For the Spirit himself." He speaks of the hypostasis of the Holy Spirit. And "our spirit" means the grace given to us from him, which he is accustomed to call the possession of those who have received it.
ὡς ἐν τῶ, “ συνελθόντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνύματος.” καὶ, “ ὁλόκληρον “ὑμῶν τὸ πνεῦμα.” καὶ “ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη.” ὥσπερ γὰρ ἥλιος μέν ἐστιν αὐτὸ τὸ σῶμα τοῦ ἡλίου· λέγεται δὲ καὶ ἡ ἐξ αὐτοῦ ἀκτὶς ὁμωνύμως τῷ ὅλῳ. φαμὲν δὲ τῶν τόπων, τοὺς μὲν, ἔχειν ἥλιον, τοὺς δὲ, ἀνηλίους ὑπάρχειν οὐχ ὡς τῆς ὑποστάσεως τοῦ ἡλίου ἐξισταμένης, ἀλλὰ διὰ τὸ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, τῷ μὲν, τῶν χωρίων προσβάλλειν· τοῦ δὲ, προβόλοις τισὶν ἀπο- κλείεσθαι· οὕτω καὶ τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ὁμωνύμως τοῦ ἐξ οὗπέρ ἐστιν ἡ θεία λέγει γραφή. Θεοδωρήτου. Φησῖν τοίνυν ὁ Παῦλος ὅτι πνευματικὴ δι- δασκαλίᾳ πειθόμενοι προφέρομεν τὴν εὐχήν. οὐ κατηγορούμεθα δὲ τοῦτο ποιοῦντες, ἐπειδὴ κατὰ νόμον θεῖον ἐπιτελοῦμεν. Bασιλείου. Πῶς οὖν τὸ πνεῦμα συμμαρτυρήσει τῷ πνεύματι σου κατὰ τὸν Ἀπόστολον, ὅτι υἱὸς εἰ Θεοῦ, εἴπερ αὐτὸ τῆς Υἱοῦ δόξης ἀλλότριον ; πῶς ἐν σοὶ βοήσεται ἀββᾶ ὁ πατὴρ, εἰ μὴ μετά- δοσίς ἐστιν ὄντως ἐξ Υἱοῦ, οὐ κτῆμα αὐτοῦ παρ’ αὐτοῦ πεμπόμε νον, ὥσπερ τὸ πνεῦμα τὸ ἀνθρώπινον, ἢ τὸ πνεῦμα τὸ ἀνεμιαῖον, ἅπερ εἰώθασι λέγειν οἱ τὸ Πνεῦμα χωρίζοντες ἀπὸ τῆς θεότητος· ἀλλὰ Θεοῦ καὶ Υἱοῦ Πνεῦμα ἴδιον, ἐν τῇ θείᾳ δόξῃ τυγχάνον καὶ γνωριζόμενον ; οὐ γὰρ τὸ σὸν πνεῦμα Χριστός· οὐδὲ τὸ πνεῦμα τοῦ ἀνέμου Κύριος· οὐδὲ τὸ πνεῦμα τὸ ἀκάθαρτον. ἐπεὶ καὶ τοῦτο ἐτόλμησαν παραγαγεῖν τινές. τὸ δὲ Πνεῦμα τὸ Ἅγιον Χριστοῦ, καὶ Κύριος ὀνομάζεται· λέγοντος τοῦ Ἀποστόλου καθὰ πρὸ ὀλίγου εἰρήκαμεν, “εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν “αὐτοῦ. εἰ δ̔οὲ Χριστὸς ἐν ὑμῖν.” καὶ τὰ ἑξῆς.
As in the passage, "when you come together and my spirit." And, "your spirit whole." And "may the soul and the body be preserved." For just as the sun is the very body of the sun, but the ray from it is also called by the same name as the whole. And we say of places that some have the sun, while others are sunless, not because the substance of the sun departs, but because the radiance from it reaches one of the regions, while it is shut off from another by certain barriers. So also the grace of the Holy Spirit is spoken of by the divine Scripture by the same name as that from which it is. From Theodoret. Paul says, then, that being persuaded by spiritual teaching we offer the prayer. And we are not accused for doing this, since we perform it according to divine law. From Basil. How then will the Spirit bear witness with your spirit, according to the Apostle, that you are a son of God, if it is itself alien to the glory of the Son? How will it cry in you, Abba, Father, if it is not truly a sharing from the Son, not a possession of his sent from him, like the human spirit, or the spirit of the wind, which those who separate the Spirit from the Godhead are accustomed to speak of? But it is the Spirit proper to God and the Son, existing and being known in the divine glory. For your spirit is not Christ; nor is the spirit of the wind the Lord; nor is the unclean spirit. Since some have even dared to bring this forward. But the Holy Spirit is called Christ's, and Lord; the Apostle saying, as we said a little before, "if anyone does not have the Spirit of Christ, he is not his. But if Christ is in you." And the rest.
καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν ἀποφαίνοντος Χριστοῦ. λέγοντος δὲ πάλιν, “ ὁ δὲ Κύριος τὸ Πνεῦμα ἐστίν. οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευ- “ θερία.” ὥστε τὸ τοῦ Κυρίου Πνεῦμα, Κύριος. οὐκ ἄρα κτῆμα ἣ κτίσμα Κυρίου. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι. ΧΡΥΣοΣTóMΩΥ. Ὁρᾶς πῶς κατὰ μικρὸν αὔξει τὴν δωρεάν ; ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ μὴ κληρονόμους γενέσθαι. οὐ γὰρ πάντως ἅπαντες κληρονόμοι οἱ παῖδες, ἐπάγει καὶ τοῦτο· ὅτι καὶ κληρονόμοι· οἱ δὲ Ἰουδαι-οι μετὰ τοῦ μὴ τοιαύτην ἔχειν υἱοθεσίαν, καὶ τῆς κληρονομίας ἐξεβλήθησαν. ’* κακοὺς γάρ,” φη- σιν, “ κακῶς ἀπολέσει. καὶ τὸν ἀμπελῶνα ἐκδώσει γεωργοῖς ἑτέ- “ ροις.” καὶ πρὸ τούτου δὲ ἔλεγεν, “ ὅτι πολλοὶ ἀπὸ “ καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἁβραάμ· οἱ “ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται.” ἀλλ’ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τούτου μεῖζον τίθησι. ποῖον δὴ τοῦτο; ὅτι Θεοῦ κληρονόμοι. διὸ καὶ ἐπήγαγε, “ κληρονόμοι μὲν Θεοῦ.” καὶ τὸ πλέον, ὅτι οὐχ ἁπλῶς κληρονόμοι, ἀλλὰ καὶ “ συγκληρονόμοι “ στοῦ.” ὁρᾷς πῶς φιλονεικεῖ ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ δεσπότου; ἐπειδὴ γὰρ οὐ πάντα τὰ τέκνα κληρονόμοι, δείκνυσιν, ὅτι ἡμεῖς καὶ τέκνα καὶ κληρονόμοι. ἐπεὶ δὲ οὐ πάντες οἱ κληρονόμοι, μεγάλων εἰσὶ κληρονόμοι πραγμάτων, δείκνυσιν ὅτι καὶ τοῦτο ἔχομεν, κληρόνομοι ὄντες Θεοῦ. πάλιν, ἐπειδὴ κληρονόμον μὲν εἶναι· συμβαίνει Θεοῦ, οὐ πάντως δὲ τῷ μονογενεῖ συγκληρονόμον· δείκνυσιν ἡμᾶς καὶ τοῦτο ἔχοντας. καὶ σκόπει σοφίαν. τὰ γὰρ λυπηρὰ συστείλας, ἡνίκα ἔλεγε τί πείσονται οἱ κατὰ σάρκα ζῶντες· οἷον ὅτι μέλλουσιν ἀποθνήσκειν.
And he shows the indwelling of the Spirit to be Christ's, who says again, "Now the Lord is the Spirit. And where the Spirit of the Lord is, there is freedom." So that the Spirit of the Lord is Lord. Therefore he is not a possession or creature of the Lord. But if children, also heirs. Of Chrysostom. Do you see how little by little he increases the gift? For since it is possible both to be children and not to become heirs—for not absolutely all children are heirs—he adds this too: that they are also heirs. But the Jews, besides not having such adoption as sons, were also cast out of the inheritance. "For he will destroy those wicked men," he says, "with a miserable death. And he will lease the vineyard to other farmers." And before this he was saying, "that many will come from the east and the west, and will recline with Abraham; but the sons of the kingdom will be cast out." But he does not stop even here, but sets down something even greater than this. What is this? That they are heirs of God. Therefore he also added, "heirs indeed of God." And what is more, that they are not simply heirs, but also "co-heirs with Christ." Do you see how he strives to bring us near to the Master? For since not all children are heirs, he shows that we are both children and heirs. And since not all heirs are heirs of great things, he shows that we have this too, being heirs of God. Again, since it happens that one is an heir of God, but not altogether a co-heir with the Only-Begotten, he shows that we have this too. And observe the wisdom. For having compressed the sorrowful things, when he was saying what those who live according to the flesh will suffer—namely, that they are going to die.
ἐπειδὴ τῶν χρηστοτέρων ἥψατο, εἰς εὐρυχωρίαν πολλὴν ἐξάγει τὸν λόγον· ἐμπλατύνων αὑτὸν τῇ τῶν μισθῶν ἀντιδόσει, καὶ ποικίλας καὶ μεγάλας δεικνὺς τὰς δωρεάς. εἰ γὰρ καὶ τὸ τέκνον εἶναι ἄφατος ἦν ἡ χάρις· ἐννόησον ἡλίκον τὸ κληρονόμον. εἰ δὲ τοῦτο μέγα, πολλῷ μᾶλλον καὶ τὸ, συγκληρονόμον. Θεοδωρήτου. Οὐκ ἤρκεσεν ἡμῖν, φησὶν, ἡ τῆς δουλείας ἀπαλλαγή· οὐδὲ τῆς ἐλευθερίας ἡ χάρις. ἀλλὰ καὶ τῷ τῆς υἱοθεσίας ἐκοσμήθη ἀξιώματι. καὶ οὐ μόνον υἱοὶ προσηγορεύθημεν, ἀλλὰ καὶ Θεοῦ κληρονόμοι. ἐπειδὴ οὐ πᾶς υἱὸς κληρονόμος τοῦ φύσαντος γίνεται. καὶ ἐπειδὴ πολλάκις καὶ οἰκέτης δέχεταί τινα παρὰ τοῦ δεσπότου κλῆρον, οὐ μὴν κοινωνὸς καταλιμπάνεται τοῦ παιδὸς, ἀναγκαίως προστέθεικε, “ συγκληρονόμοι δὲ Χριστοῦ.” ἵνα τὴν ἄφραστον φιλανθρωπίαν γυμνώσῃ. Χρυσοστόμου. Εἶτα δεικνὺς, ὅτι οὐ χάριτος ἐστὶ μόνον ἡ δωρεά. καὶ ποιῶν ὁμοῦ καὶ ἀξιόπιστα τὰ εἰρημένα, ἐπήγαγεν. “ εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” εἰ γὰρ ἐν τοῖς λυπηροῖς, φησι, ἐκοινωνήσαμεν αὐτῷ, πολλῷ μᾶλλον ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. ὃ γὰρ τοῖς οὐδὲν κατωρθωκόσι τοσαῦτα δωρη- σάμενος ἀγαθά· ὅταν ἴδῃ καὶ πονήσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται; Θεοδωρήτου. Ἅμα δὲ ἐμφαίνει ὡς οὐχ ἅπαντες οἱ τοῦ βαπτίσματος ἀξιωθέντες, τούτων ἀπολαύουσι τῶν ἀγαθῶν. ἀλλ’ οἱ πρὸς τούτῳ καὶ τὴν κοινωνίαν τῶν δεσποτικῶν παθημάτων καταδεχόμενοι. τοῦτο δὲ οὐχ ἁπλῶς προστέθεικεν, ἀλλ’ εἰς ψυχαγωγίαν τῶν τὰ πράγματα δεχομένων. παντοδαπὰς γὰρ ἐδέχοντο πειρασμῶν προσβολάς. οὗ δὴ χάριν παραμυθητικοὺς ἐξυφαίνει λόγους.
Since he has touched on the better things, he leads his discourse out into a great breadth, expanding it by the recompense of rewards, and showing the gifts to be varied and great. For if even to be a child was an ineffable grace, consider how great it is to be an heir. And if this is great, much more also to be a co-heir. Theodoret. It did not suffice for us, he says, to be released from slavery, nor was the grace of freedom enough, but we were also adorned with the dignity of adoption. And we were not only called sons, but also heirs of God. Since not every son becomes heir of the one who begot him. And since often even a servant receives some inheritance from his master, yet is certainly not left as a sharer with the son, he necessarily added, "and co-heirs with Christ," in order to lay bare the ineffable love for mankind. Chrysostom. Then, showing that the gift is not of grace only, and at the same time making what was said trustworthy, he added, "if indeed we suffer with him, so that we may also be glorified with him." For if, he says, we shared with him in sorrowful things, much more will this be so in good things. For he who has granted such great goods to those who have accomplished nothing—when he sees them also having labored and suffered so much, how will he not repay them all the more? Theodoret. At the same time he indicates that not all who have been deemed worthy of baptism enjoy these goods, but those who in addition to this also accept the fellowship of the Master's sufferings. And he added this not without purpose, but for the encouragement of those who were enduring these circumstances. For they were receiving assaults of temptations of every kind. For this reason he weaves words of consolation.
ἀπὸ τῶν μελλόντων ψυχαγωγῶν καὶ φέρειν γενναίως τὰ παρόντα παρακαλῶν. Γενναδίου. Ἄλλως τε πρὸ ὀλίγου τῆς ἀντεξετάσεως ἁψάμενος τῆς πρὸς τὰ παλαιὰ, καὶ διὰ τῆς παράλληλα θέσεως αὐτῶν τό ὑπερέχον γνωρίσας τῆς χάριτος· εἶτα, ἵνα μὴ διὰ τὸ μέγεθος τοῖς παθηταῖς ἀμφιβάλοιτο, πιστωσάμενος αὐτὸ τῇ τοῦ Ἀγίου Πνεύματος μετουσίᾳ, μέτεισιν ἐπὶ παράκλησιν ἀκολούθως, καὶ προτρέπει μηδένα κίνδυνον ὑπὲρ τῶν τοιούτων ἀποδιδράσκειν. σφόδρα χρησίμης αὐτῷ καὶ ἀναγκαίας τῆς περὶ τούτων οὔσης διδασκαλίας. “ λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ “ καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμαᾶς.” Χρυσοστόμου. Δείξας ἀντίδοσιν οὖσαν τὴν κληρονομίαν. ἵνα ἀξιόπιστον ᾖ τὸ λεγόμενον, καὶ μηδεὶς ἀμφιβάλῃ, δείκνυσι πάλιν καὶ χάριτος δύναμιν ἔχον. τὸ μὲν, ἵνα καὶ παρὰ τοῖς ἀμφιβάλλουσι πιστεύηται τὰ λεγόμενα· καὶ οἱ λαμβάνοντες μὴ αἰσχύνωνται, ὡς ἀεὶ δωρεὰν σωζόμενοι. τὸ δὲ, ἵνα μάθῃς ὅτι νικᾶ ταῖς ἀντιδόσεσι τοὺς πόνους ὁ Θεός. καὶ τὸ μὲν, ἐδήλωσεν εἰπὼν, “ εἴπερ καὶ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” τὸ καὶ προσθεὶς, “ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν “ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.” ἐν γὰρ τοῖς προτέροις, τὴν τῶν ἠθῶν διόρθωσιν ἀπῄτει τὸν πνευματικόν· ἐν οἷς ἔλεγεν, “ οὐκ ὀφείλετε κατὰ σάρκα ζῇν.” οἷον, ἵνα τῶν παθῶν περιγένηται ὁ τοιοῦτος. ἐνταῦθα δὲ, ἐπειδὴ αὐτὸν τῆς δωρεᾶς ἀνέμνησεν ἁπάσης τῆς δοθείσης, τῆς μελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς ἔστησε τοῦ Χριστοῦ, καὶ συγκληρονόμον ἀπέφηνε τοῦ μονογενοῦς·
Encouraging them from the things to come and exhorting them to bear the present circumstances nobly. From Gennadius. Moreover, having shortly before touched on the comparison with the old things, and through their juxtaposition having made known the superiority of grace; then, lest on account of its greatness it should be doubted by the passionate, having confirmed it by the participation of the Holy Spirit, he proceeds to exhortation in sequence, and urges that no one should flee from any danger on behalf of such things. The teaching concerning these matters being very useful and necessary for him. "For I reckon that the sufferings of the present time are not worthy to be compared with the glory that shall be revealed in us." From Chrysostom. Having shown that the inheritance is a recompense. In order that what is said may be worthy of belief, and no one may doubt, he shows again that it also has the power of grace. On the one hand, so that what is said may be believed even by those who doubt; and that those who receive may not be ashamed, as always being saved by gift. On the other hand, so that you may learn that God conquers labors by recompenses. And the one he made clear by saying, "if indeed we suffer with him, that we may also be glorified with him." And the other he added, "that the sufferings of the present time are not worthy to be compared with the glory that shall be revealed in us." For in the earlier passages, he demanded the moral correction of the spiritual man; in what he said, "you are not debtors to live according to the flesh." That is, so that such a person may overcome the passions. But here, since he reminded him of the whole gift that has been given, and the future one, and raised and exalted him with hopes, and brought him near to Christ, and declared him a co-heir of the Only-begotten;
θαρρῶν ἐξάγει λοιπὸν αὐτὸν καὶ ἐπὶ τοὺς κινδύνους. οὐδὲ γάρ ἐστιν ἶσον τῶν ἐν ἡμῖν παθῶν περιγενέσθαι, καὶ τοὺς πειρασμοὺς ἐκείνους ἐνεγκεῖν· τὰς μάστιγας· τὸν λιμόν· τὰ δεσμά· τὰς ἁλύσεις. πολὺ γὰρ ταῦτα γενναιοτέρας δεῖται ψυχῆς. καὶ ὅρα πῶς ὁμοῦ καταστέλλει, καὶ ἐπαίρει τὸ φρόνημα τῶν ἀγωνιζομένων. ὅταν γὰρ δείξῃ τὰ ἔπαθλα μείζονα τῶν πόνων, καὶ προτρέπει μειζόνως· καὶ οὐκ ἀφίησι μέγα φρονεῖν ἅτε νικωμένους τῇ τῶν στεφάνων ἀντιδόσει. καὶ ἀλλαχοῦ μέν φησι, “ τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερ- “ βολὴν ἐς ὑπερβολὴν δόξης αἰώνιον βάρος κατεργάζεται.” γὰρ φιλοσοφωτέρους ὁ λόγος ἦν αὐτῷ. ἐνταῦθα δὲ κοῦφα μὲν αὐτὰ οὔ φησι εἶναι, παραμυθεῖται δὲ τῇ μελλόντων ἀντιδόσει· λέγων, “ λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν “ ροῦ.” καὶ οὐκ εἶπε πρὸς τὴν μέλλουσαν ἄνεσιν· ἀλλ’ ὃ πολλῷ μεῖζον, “ πρὸς τὴν μέλλουσαν δόξαν.” ὅπου μὲν γὰρ ἄνεσις, πάντως καὶ δόξα. ὅπου δὲ δόξα, πάντως καὶ ἄνεσις. είτα ἐπειδὴ μέλλουσαν εἶπε, δείκνυσιν αὐτὴν ἤδη οὖσαν. οὐ γὰρ εἶπε πρὸς τὴν μέλλουσαν ἔσεσθαι. ἀλλὰ “ πρὸς τὴν μέλλουσαν “ ναι.” ὡς καὶ νῦν οὖσαν μὲν, κρυπτομένην δέ. ὅπερ καὶ σαφέστερον ἔλεγεν, “ ὅτι ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ “ ἐν τῷ Θεῷ·” θάρρει τοίνυν ὑπὲρ αὐτῆς. παρεσκεύασται γὰρ ἤδη τοὺς σοὺς ἀναμένουσα πόνους. εἰ δὲ τῷ μέλλειν σε λυπεῖ, αὐτῷ μὲν οὑν εὐφραινέτω τούτῳ. τῷ γὰρ μεγάλη τίς εἶναι, καὶ τὴν παροῦσαν ὑπερβαίνειν κατάστασιν, ἐκεῖ τεταμίευται. οὐδὲ γὰρ ἁπλῶς τέθεικε τὰ παθήματα τοῦ νῦν καιροῦ.
Encouraging him, he now leads him out also into dangers. For it is not the same thing to overcome the passions within us and to endure those trials: the scourges, the famine, the bonds, the chains. For these require a much more noble soul. And see how at the same time he calms and lifts up the mind of those who contend. For when he shows the prizes to be greater than the labors, he also exhorts more greatly; and he does not allow them to be proud, since they are overcome by the recompense of the crowns. And elsewhere indeed he says, "For the present lightness of our affliction, beyond measure, works an eternal weight of glory beyond measure." For his discourse was more philosophical there. But here he does not say that these things are light, but he comforts by the recompense of future things, saying, "For I reckon that the sufferings of this present time are not worthy." And he did not say "compared to the future rest," but what is much greater, "compared to the future glory." For where there is rest, there is certainly also glory. And where there is glory, there is certainly also rest. Then, since he said "future," he shows it to be already present. For he did not say "compared to the glory that will be," but "compared to the future glory," as being even now present, though hidden. Which he also said more clearly, "that our life is hidden with Christ in God." Therefore have courage concerning it. For it has already been prepared, awaiting your labors. But if the delay grieves you, let this very thing gladden you: that it is great and surpasses the present condition, it has been stored up there. For he has not simply set down the sufferings of the present time.
ἀλλ’ ἵνα δείξῃ οὐχὶ ποιότητι μόνον, ἀλλὰ καὶ ποσότητι νικῶσαν ἐκείνην. ταῦτα μὲν γὰρ οἷα ἃν ᾐ τὰ παθήματα, τῷ παρόντι συγκεκλήρωται βίῳ. τὰ δὲ μέλλοντα ἀγαθὰ πρὸς τοὺς ἀθανάτους παρεκτείνεται αἰῶνας. ἅπερ ἐπειδὴ κατὰ μέρος εἰπεῖν οὐκ εἶχεν, οὐδὲ παραστῆσαι λόγῳ, ἀπὸ τοῦ μάλιστα δοκοῦντος εἶναι παρ’ ἡμῖν ἐπεράστου τῆς δόξης, αὐτὰ ὠνόμασεν. ἡ γὰρ κορυφὴ τῶν ἀγαθῶν καὶ τὸ κεφάλαιον, τοῦτο εἶναι δοκεῖ· καὶ ἐπειδὴ ὑπερβαίνουσι τοὺς ἀγῶνας οἱ στέφανοι, καὶ σμικρὸς μὲν ὁ πόνος, μέγα δὲ τὸ ἐλπιζόμενον κέρδος, διὰ τοῦτο οὐ μισθὸν, ἀλλὰ δόξαν τὰ προσδοκώμενα προσηγόρευσεν.
Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. τῆ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι. Χρυσοστόμου. Ἐπαίρων καὶ ἑτέρως τὸν ἀκροατὴν, καὶ ἀπὸ τῆς κτίσεως ἐξογκοῖ τὸν λόγον· δύο κατασκευάζων διὰ τῶν λεχθέντων, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων. καὶ τρίτον μετὰ τούτων· μᾶλλον δὲ πρῶτον, τὸ δεῖξαι περισπούδαστον πῶς τὸ τῶν ἀνθρώπων γένος ἐστὶ, καὶ ἐν ὅσῃ τὴν φύσιν τὴν ἡμετέραν ἔχει τιμῇ. μετὰ δὲ τούτων, καὶ τὰ τῶν φιλοσόφων ἅπαντα δόγματα τὰ περὶ τοῦ κόσμου τούτου, ὥσπερ ἀράχνην τινὰ καὶ παίδων ἀθύρματα ἐν τούτῳ καταβάλλει τῷ δόγματι. ἀλλ’ ἵνα σαφέστερα ταῦτα γένηται, ἴδωμεν τι φησι. καὶ ἡ κτίσις αὐτὴ σφόδρα ὠδίνει· ταῦτα ἀναμένουσα καὶ προσδοκῶσα τὰ ἀγαθὰ, ἅπερ εἰρήκαμεν. ἀποκαραδοκία γὰρ, ἡ σφοδρὰ προσδοκία ἐστίν. ὥστε δὲ ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσμον ἀπάντα τοῦτον.
But this was to show that she conquers not by quality alone, but also by quantity. For these things, such as the sufferings may be, have been allotted to the present life. But the good things to come extend to the immortal ages. Since he could not speak of them in detail, nor set them forth in words, he named them from what seems to us most desirable of glory. For the summit and chief point of good things seems to be this; and since the crowns surpass the contests, and the toil is small but the hoped-for gain is great, for this reason he called the things expected not wages, but glory.
For the earnest expectation of the creation awaits the revelation of the sons of God. For the creation was subjected to vanity, not willingly, but because of him who subjected it in hope. Of Chrysostom. In another way too he lifts up the hearer, and from the creation he magnifies his discourse; accomplishing two things through what has been said: both contempt for the present things, and desire for the things to come. And a third along with these—or rather first—to show how earnestly the race of men is valued, and in how great honor our nature is held. And along with these, he casts down all the doctrines of the philosophers concerning this world, like some spider's web and children's playthings, in this doctrine. But that these things may become clearer, let us see what he says. The creation itself also greatly labors in travail, awaiting and expecting these good things which we have mentioned. For earnest expectation is intense waiting. And so that the discourse may become more vivid, he also personifies this whole world.
ἅπερ κα οἱ προφήται ποιοῦσι. ποτάμους κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ ὄρη σκιρτῶντα. οὐχ ἵνα ταῦτα λογισμὸν ἔχειν νομίσωμεν καὶ ψυχὴν, ἀλλ’ ἵνα τὴν ὑπερβολὴν μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων αὐτῶν καθικνουμένην. τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσιν, ἄψυχα θρηνοῦντα εἰσάγοντες. ἵνα πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν νοήσωμεν. τούτους δὴ καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καὶ φησὶ στενάζειν αὐτὴν καὶ ὠδίνειν. οὐκ ἐπειδὴ στεναγμοὺς ἤκουεν ἀπὸ γῆς ἐκπεμπομένους, ἢ οὐρανοῦ. ἀλλ’ ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν. Γρηγορίου Θεολόγου. Πόλλα γὰρ προσωποποιεῖν ἡ γραφὴ οἶδε καὶ τῶν ἀψύχων. ὡς τὸ, ἡ θάλασσα εἶπε τάδε καὶ τάδε. “ “ ἡ ἄβυσσος εἶπεν, οὐκ ἔστιν ἐν ἐμοί.” καὶ οἱ οὐρανοὶ διηγούμενοι δόξαν Θεοῦ. καὶ πάλιν ῥομφαία τι διακελεύεται, καὶ ὄρη καὶ βουνοὶ ἐρωτῶνται σκιρτήσεως. Κυρίλλου. Ἀποκαραδοκία μὲν οὖν ἐστιν ἡ ἐλπὶς, καὶ ἡ τῆς τῶν πραγμάτων ἐκβάσεως προσδοκία καὶ ἐπιτήρησις. ἐκδέχεταί γε μὴν ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ Θεοῦ· οὐκ εἰδυῖα τὸ ἐσόμενον. πῶς γάρ; ἣ πόθεν; ἀλλὰ ταῖς ἀπορρήτοις οἰκονομίαις τοῦ πάντα μεταρρυθμίζοντος εἰς τὸ ἄμεινον Θεοῦ, προσδοκῶσα τὴν εἰς τὸ κρεῖττον ἕξειν μεταβολήν. μεταπλαττομένων γὰρ τῶν τοῦ Θεοῦ τέκνων τῶν θεοσεβῶς ζησάντων, ἐξ ἀτιμίας εἰς δόξαν· καὶ αὐτὴ πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον, τὴν πρέπουσαν τοῖς τότε καιροῖς αὐχοῦσα κατάστασιν·
Which is also what the prophets do, bringing in rivers clapping their hands, and hills leaping, and mountains skipping. Not so that we should think these things have reason and a soul, but so that we may learn the exceeding greatness of the good things, reaching even to things without sense. This same thing they also do with sorrowful matters, bringing in soulless things lamenting, so that we may again perceive the exceeding greatness of the evils. These then the Apostle also imitates, personifying creation here, and saying that it groans and travails in pain. Not because he heard groans sent forth from the earth or from heaven, but so that he might show the exceeding greatness of the good things to come, and the desire for release from the evils that hold sway. From Gregory the Theologian. For Scripture knows how to personify many even of soulless things, as in the passage, The sea spoke these things and those; the deep said, It is not in me; and the heavens declare the glory of God; and again, a sword is given some command, and mountains and hills are asked about skipping. From Cyril. Therefore the hope is an eager expectation, and the awaiting and watching for the outcome of affairs. Yet creation awaits the revelation of the children of God, not knowing what will be—for how could it, or from where?—but by the ineffable dispensations of God, who reforms all things for the better, awaiting that it will have a change for the better. For when the children of God, those who have lived godly lives, are transformed from dishonor to glory, creation itself will certainly also be attuned to the better, boasting the condition suited to the times then.
καὶ πρός γε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ, εἰπὼν ὅτι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν. Σευηριανοῦ. Καραδοκία μέντοι ἡ ἐπιτεταμένη τῶν ἐλπιζομένων ἐπιτήρησις εἴρηται. ἀπὸ τοῦ, τὸν προσδοκῶντα τυχὸν καὶ ἐπικλίνειν τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς ἐντείνειν, ὡς παραυτίκα ἰδεῖν μέλλοντα τὸ προσδοκώμενον. Γενναδίου. Ἔφη δέ τις ἀποκαραδοκίαν τῆς κτίσεως, τὴν ἄποθεν προσδοκίαν αὐτῆς. ἥτις ἐστὶ τὸ ἀπεκδέχεσθαι ἀποκαλυφθῆναι τὴν τέως κεκρυμμένην ἐν Χριστῷ ζωὴν ἡμῶν. οὕτως ἔχειν εἰπὼν τὸ σύμπαν νόημα. εἰώθαμεν πολλάκις οἱ ἄνθρωποι μετὰ τὰς τῶν πραγμάτων ἐκβάσεις, ὡς σαφῆ ταῖς μνήμαις ἀναλαμβάνειν τὰ πρόσθεν ἡμῖν ἀσαφῆ. οἷον τι λέγω. πεφώραται τις ἀγαθόν τι πεποιηκὼς ἢ κακόν. εὐθὺς παρόντες φαμέν· ἀλλὰ καὶ πόρρωθεν οὗτος, τοιοῦτος ὣν καταφαίνεται· καὶ ἐδείκνυ τῷ σχήματι· καὶ ἐγὼ αὐτὸν ἐκ τῆσδε τῆς ῥήσεως, ὅστις ἦν, αὐτίκα κατέμαθον. καὶ ὅλως τοιαῦτα τινὰ πρὸς τὴν παροῦσαν πρᾶξιν ἐκ τῶν παλαιῶν λαμβάνοντες σύμβολα, βεβαιοῦμεν ἑαυτοῖς ἐκ τῶν προτέρων τὰ δεύτερα. τοιοῦτόν φησι καὶ ὁ εὐαγγελιστὴς περὶ τῶν μαθητῶν τοῦ Κυρίον. ὅτι οὐ συνίεσαν μὲν τὰ πέρι αὐτὸν σικονομούμενα πρότερον. “ ὅτε δὲ ἀνέστη ἐκ τῶν νεκρῶν, τότε ἔγνωσαν, “ ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα.” κἀνταῦθα τοίνυν ὁ μακάριος Παῦλος πνευματικῇ χάριτι τῆς οἰκονομίας τῆς ἐν Χριστῷ τὴν γνῶσιν παρειληφώς· καὶ γνοὺς ὅτι ἄνωθεν δέδοκται τοῦτο τῷ Θεῷ, καὶ ὅτι ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, διδάσκει τὰ τοῖς πρόσθεν ἀπόρρητα.
And the divinely inspired Peter does not allow us to doubt this either, saying that we expect new heavens and a new earth according to his promises. Severianus. However, "earnest expectation" is spoken of as the intense watching for the things hoped for. From the fact that the one expecting perhaps also inclines his head and strains his eyes, as about to see immediately what is expected. Gennadius. But someone said that the "earnest expectation of the creation" is its expectation from afar. Which is to await the revelation of our life that has until now been hidden in Christ. He said that the whole meaning is thus. We men have often been accustomed, after the outcomes of events, to take up in our memories as clear the things that were previously unclear to us. For example, what I mean: someone has been detected having done something good or evil. Immediately those present say: "But even from afar this man, being such as he is, was apparent; and he showed it by his bearing; and I myself from this very utterance at once understood what sort of person he was." And generally, taking certain such symbols from ancient things in relation to the present deed, we confirm for ourselves the later things from the earlier. The evangelist says something like this also about the disciples of the Lord: that they did not understand the things being accomplished concerning him beforehand. "But when he rose from the dead, then they knew" that these things had been written concerning him. And here, therefore, the blessed Paul, having received the knowledge of the economy in Christ by spiritual grace, and knowing that this had been decreed by God from above, and that he chose us in him before the foundation of the world, teaches the things that were secret to those before.
λέγει γὰρ ὅτι αὐτῆς τῆς κτίσεως ἡ τοιουτότροπος διασκευὴ προκηρύττει, τὸ νῦν πεφηνὸς εὐαγγέλιον, καὶ δήλη ἐστὶ τὴν ἀποκάλυψιν τῶν υἱῶν περιμένουσα τοῦ Θεοῦ. ἐπεὶ μὴ δὲ ματαίως ἔκτισε τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ Θεός. Θεοδώρου Μονάχου. Ἕτερος δὲ κτίσιν μὲν λέγειν τὸν Παῦλον νῦν ἀπεφήνατο τὰς ἐφεστηκυίας δυνάμεις ταῖς ἀψύχαις ὕλαις τὰς ταγείσας παρὰ Θεοῦ τὴν κτίσιν διέπειν. ἀποκαραδοκίαν δὲ, τὴν ἀνελπιστίαν. ἡ κτίσις γάρ, φησι, ἐπιμενόντων ἡμῶν τῇ κακίᾳ, καὶ ἐπισφιγγόντων ἑαυτοῖς τοῦ θανάτου τὴν ἀπόφασιν, τόγε ἐφ’ ἡμῖν πολλάκις τὰ καθ’ ἡμᾶς ἀπελπίσασα, ταύτην ἀπεκδέχεται τῶν ἁπάντων διόρθωσιν, τὴν προσδοκίαν τῶν μελλόντων, ὅτι ἀναστησόμεθα πάντες εἰς τὸ εἶναι ἀθάνατοι. τὴν γὰρ ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, τὴν ἀνάστασιν λέγει· υἱοθεσίαν, τὴν ἀθανασίαν καλῶν. ὅθεν καὶ ὁ Δαβὰιδ λέγει, “ ἐγὼ εἶπα, θεοὶ ἐστέ.” ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, ὡς οὐκ ἔχοντος λόγον τοῦ ἀποθνήσκειν, τοὺς υἱοὺς τοῦ Θεοῦ χρηματίσαντας. Χρυσοστόμου. Τί δέ ἐστι “ τῆ ματαιότητι, ἡ κτίσις ὑπε- “τάγη;” φθαρτὴ γέγονε. διατί; διὰ σὲ τὸν ἄνθρωπον· ἐπειδὴ γὰρ σῶμα ἔλαβες θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο, καὶ ἀκάνθας ἤνεγκε καὶ τρίβολόν. ὅτι δὲ καὶ ὁ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τοῦ προφήτου λέγοντος, “ καταρχὰς, Κύριε, τὴν γῆν “ μελίωσας. καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. αὐτοὶ ἀπο- “ λοῦνται. σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσον- “ τᾶι· καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται.
For it says that the very creation's being arranged in such a way proclaims beforehand the gospel that has now appeared, and it is evident that it awaits the revelation of the sons of God. Since God did not create the sons of men in vain either. Theodore the Monk. But another declared that Paul now calls "creation" the powers that preside over the soulless materials, which have been appointed by God to govern the creation. And "earnest expectation" he takes as "hopelessness." For the creation, he says, while we persist in evil and ratify for ourselves the sentence of death, having often despaired of our affairs so far as it depends on us, awaits this correction of all things, the expectation of things to come, that we shall all rise to be immortal. For "the revelation of the sons of God" he means the resurrection, calling immortality "adoption." Hence David also says, "I said, you are gods," but you die as men, since those who were called sons of God had no reason to die. Chrysostom. But what is "the creation was subjected to futility"? It became corruptible. Why? Because of you, the man; for since you received a mortal and passible body, the earth also received a curse and brought forth thorns and thistles. And that heaven together with the earth, growing old, will later be changed to a better lot, hear the prophet saying, "In the beginning, Lord, you laid the foundation of the earth, and the heavens are the works of your hands. They will perish, but you remain; and all will grow old like a garment; and like a cloak you will roll them up, and they will be changed.
καὶ Ἡσαίας δὲ ταῦτα ἐμφαίνων ἔλεγεν, “ ἐμβλέψατε εἰς τὸν “ οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω. ὅτι ὁ οὐρανὸς ὡς καπνὸς “ ἐστερεώθη. ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ “ κοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται.” εἶδες πῶς ἐδούλευσε τῇ ματαιότητι ἡ κτίσις; πῶς ἐλευθεροῦται ἀπὸ τῆς φθορᾶς; ὁ μὲν γάρ φησιν, “ ὡς ἱμάτιον ἑλίξει αὐτοὺς, καὶ ἀλλαγήσονται.” ὁ δὲ Ἡσαίας. “ οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦν- “τᾶι.” οὐ παντελῆ λέγων ἀπώλειαν. οὐδὲ γὰρ οἱ κατοικοῦντες ἀυτὴν, τουτεστιν ἄνθρωποι, ταύτην ὑποστήσονται· ἀλλὰ τὴν πρόσκαιρον. καὶ δι’ αὐτῆς, ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται· ὥσπερ οὖν καὶ ἡ κτίσις. ἅπερ ἅπαντα διὰ τοῦ εἰπεῖν ὡς ταῦτα, παρεδή- λωσεν. ὅπερ οὐν καὶ ὁ Παῦλος προιὼν φησίν· τέως μέντοι περὶ τῆς δουλείας αὐτῆς διαλέγεται· καὶ δείκνυσι τίνος ἕνεκεν τοιαύτη γέγονε, καὶ τὴν αἰτίαν, ἡμᾶς τίθησι. τί οὖν ἐπηρέασται, δι’ ἕτερον ταῦτα παθοῦσα; οὐδαμῶς. καὶ γὰρ δι’ ἐμὲ γέγονεν. ἡ τοίνυν δι’ ἐμὲ γενομένη, πῶς ἃν ἀδικοῖτο, εἰς ἐμὴν διόρθωσιν ταῦτα πάσχουσα; ἄλλως δὲ, τὸν τοῦ δικαίου καὶ ἀδίκου λόγον, οὐδὲ κινεῖν ἐπὶ τῶν ἀψύχων δεῖ. ἀλλ’ ὁ Παῦλος ἐπειδὴ ταύτην ἐπροσωποποίησεν, οὐδενὶ κέχρηται τούτων ὧν εἶπον, ἀλλ’ ἑτέρῳ τινὶ λόγῳ τὸν ἀκροατὴν ἐκ περιουσίας παραμυθήσασθαι σπεύδων. ποίῳ δὴ τούτῳ; τί λέγεις; φησίν. κακῶς ἔπαθε, καὶ διὰ σὲ φθαρτὴ γέγονεν· ἀλλ’ οὐδὲν ἠδίκηται. καὶ γὰρ ἄφθαρτος ἔσται διὰ σὲ πάλιν. τοῦτο γὰρ ἔστι τὸ “ ἐπ’ ἐλπίδι.” ὅταν δὲ λέγῃ, “ ἑκοῦσα ὑπετάγη,” οὐχ ἵνα κυρίαν γνώμης οὖσαν δείξῃ, τοῦτο λέγει.
And Isaiah too, making these things clear, said, "Look up to heaven above, and down to the earth. For the heaven has been made firm like smoke. But the earth will grow old like a garment; and those who dwell in it will perish just like these things." Do you see how the creation has been enslaved to futility? How is it set free from corruption? For one says, "Like a garment you will roll them up, and they will be changed." And Isaiah says, "But those who dwell in it will perish just like these things." He does not mean a complete destruction. For neither will those who dwell in it, that is, human beings, undergo this, but only a temporary one. And through it they will be transferred to incorruption, just as also the creation. All these things he made clear by saying "like these things." This is also what Paul says as he proceeds; for the present, however, he speaks about its slavery, and shows for whose sake it has become such, and he sets down the cause as us. What then? Has it been wronged, suffering these things on account of another? By no means. For it happened on account of me. Therefore, since it happened on account of me, how could it be wronged, suffering these things for my correction? Moreover, one ought not even to raise the question of the just and the unjust in the case of soulless things. But Paul, since he personified it, has used none of these arguments that I have mentioned, but with a certain other argument he hastens to comfort the hearer abundantly. With what sort of argument? What are you saying? he says. It suffered evil, and on account of you it became corruptible; but it has suffered no injustice. For it will be incorruptible again on account of you. For this is what "in hope" means. And when he says, "It was subjected willingly," he does not say this to show that it possesses independent will.
ἀλλ’ ἵνα μάθῃς ὅτι τῆς Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, καὶ οὐκ ἐκείνης κατόρθωμα τοῦτο. Θεοδωρήτου. Ματαιότητα μὲν οὖν, τὴν φθορὰν λέγει. τοῦτο γὰρ μετ’ ὀλίγα διδάσκει. “ ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσε- “ται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” διδάσκει δὲ, ὡς πᾶσα ἡ κτίσις ἡ ὁρωμένη, θνητὴν ἔλαχε φύσιν. ἐπειδήπερ τῶν ὅλων ὁ ποιητὴς προεώρα τοῦ Ἀδὰμ τὴν παράβασιν, καὶ τὴν ἐπενεχθησομένην αὐτῷ τοῦ θανάτου ψῆφον. οὐ γὰρ ἦν εἰκὸς οὐδὲ δίκαιον, τὰ μὲν δι’ αὐτὸν γεγενημένα μεταλαχεῖν ἀφθαρσίας· αὐτὸν δὲ, οὗ χάριν ταῦτα ἐπεποίητο, θνητὸν εἶναι καὶ παθητόν. τούτου δέ γε διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν λαμβάνοντος, κἀκεῖνα ὡσαύτως μεταλαμβάνει τῆς ἀφθαρσίας. λέγει τοίνυν, ὅτι ταύτην ἀναμένει τῶν πραγμάτων τὴν μεταβολὴν ἡ ὁρωμένη κτίσις. τρεπτὴ γὰρ ἐγένετο· οὐχ ἑκοῦσα μὲν, τοῦ δὲ δημιουργήσαντος ἀσπασαμένη τὸν ὅρον. τὴν δὲ περὶ ἡμᾶς ὁρῶσα κηδεμονίαν, ἔχει τῆς μεταβολῆς τὴν ἐλπίδα. Κυρίδδου. Ἢ ματαιότητα ἐνθάδε φησὶν τοὺς ζῶντας ἐν ματαιότητι· τουτέστιν, ἐν φρονήματι σαρκικῷ. περὶ ὣν ἂν λέγοιτο καὶ μάλα εἰκότως, “ ἄνθρωπος ματαιότητι ὡμοιώθη.” καὶ μὴν ὅτι παρεσυνεβλήθη τῆς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος. τούτοις ἡ κτίσις ὑποτάσσεται· καὶ οὔ τι που πάντως ἑκοῦσα. πόθεν; πῶς δὲ δὴ ἄρα καὶ τοῦτο φαμέν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ’ ἡμᾶς οὐδὲν, ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις. οὐ γάρ ἐστι λογική. ἀλλ’ εἰ καί τις δοίη τὸ δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἃν ἠνέσχετο, φησὶν, τῆς οὕτως αἰσχρᾶς δουλείας·
But so that you may learn that the whole thing came about by Christ's care, and this was not an achievement of that [creation] itself. From Theodoret. He calls "vanity," then, the corruption; for this he teaches a little later: "that even creation itself will be freed from the slavery of corruption." And he teaches that all visible creation received a mortal nature. For the Maker of all things foresaw Adam's transgression, and the sentence of death that would be brought upon him. For it was neither fitting nor just that the things that came into being on his account should partake of incorruption, while he, for whose sake these things had been made, should be mortal and subject to suffering. But when he receives immortality through the resurrection, those things likewise partake of incorruption. He says, then, that the visible creation awaits this transformation of things. For it became changeable—not willingly, but accepting the decree of the one who created it. And seeing the care exercised over us, it has the hope of transformation. From Cyril. Or he here calls "vanity" those who live in vanity—that is, in a fleshly mindset. Concerning whom it might very reasonably be said, "Man was likened to vanity." And indeed, that he was compared to the brute beasts, the foolish, and was likened to them. For truly the life of such people is vanity. To these creation is subjected—and not altogether willingly. From where? And how then do we say this? For the perceptible and visible creation knows nothing at all of our affairs; for it is not rational. But even if one were to grant that it is capable of thinking something, it would not, he says, have endured such shameful slavery.
οὐδ’ ἃν ἠθέλησεν ὑποτετάχθαι καὶ ὑπηρετεῖν τοῖς ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων, ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις. ἀλλ’ ἐπ’ ἐλπίδι, φησὶν, τῶν σωθησομένων, καὶ τῶν κατὰ καιροὺς ἁγίων τὲ καὶ ἐκλεκτῶν ὑποτέτακται τέως. καταζεύγνυντος αὐτὴν τοῦ Θεοῦ, καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτόν. ἵνα δὴ μόνοις ὑπηρετῇ τοῖς αὐτοῦ τέκνοις, καὶ ταῖς τῶν ἐξειλεγμένων παρακέοιτο χρείαις. ἀλύει μὲν γὰρ μονονουχὶ, καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ αὐτῇ ἦν τὸ καὶ εἰδέναι τι δύνασθαι τῶν καθ’ ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώξασα· πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ τὴν ἀποκάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ. Γενναδίου. Ματαιότητα τοιγαροῦν λεκτέον τὸν παρόντα τοῦτον βίον ἡμῶν· λέγοντος ἄντικρυς τοῦ Ἀποστόλου. ἐπεὶ τίνος χάριν οὕτω πρὸς τὴν ὑπηρεσίαν τῶν φθαρτῶν, ἅπασα συνετείνετο μὴ ἐπ’ ἐλπίσι τοιαύταις ποιεῖν αὐτῇ, Θεοῦ τοῦτο νομοθετήσαντος; καὶ τὸ, “ οὐχ ἑκοῦσα,’ ἣ προσωποποιήσας εἴρηκε, κατὰ τὸ ἰδίωμα τῆς γραφῆς, ὡς εἶπον, τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις ἣ καὶ διὰ τοὺς Ἀγγέλους τυχόν ἱν ἀπὸ τοῦ κρείττονος μέρους ὡσπερεὶ πάσης ἀύτης ᾖ τὸ λεγόμενον. Κυρίκκου. Οὐκοῦν εἴπερ εἶναι φασὶν κτιστὸν τὲ καὶ ποιητὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀνάγκη συνομολογεῖν ὑποτετάχθαι καὶ αὐτὸ τῇ ματαιότητι· καὶ συστενάζειν μὲν καὶ συνωδίνειν· εἶναι τὲ νῦν ὥσπερ ἐν δουλείᾳ· ἐλευθερωθήσεσθαι o δὲ μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. εἶτα ποῖ ποτε ὁ Παῦλος ἡμῖν οἰχήσεται λέγων, “ οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν “ φόβον·
Nor would it have wished to be subjected and to serve those who have chosen to live their whole life for nothing of the necessities, that is, of good things. But, he says, it has been subjected for a time in hope of those who will be saved, and of the saints and elect in their seasons. God yoking it and, as it were, preserving it for the freedom belonging to the saints and to those who love him. So that it may serve only his own children, and may minister to the needs of the chosen. For it is almost in anguish, as it were, both travailing and in pain; and if it were possible for it even to know anything of our affairs, perhaps it would even have cried out. Nevertheless, yielding to the divine noddings, it awaits in a certain manner the revelation, as I said, of the sons of God. From Gennadius. Therefore this present life of ours must be called vanity, the Apostle saying this outright. Since for what reason would all of it have been strained toward the service of corruptible things, had it not been for such hopes, God having legislated this? And the phrase "not willingly," which he has spoken personifying it, is according to the idiom of Scripture, as I said, which attributes both voices and characters to inanimate things, or perhaps it is said on account of the angels, so that from the better part, as it were, the whole of it might be what is spoken. From Kyrikkos. Therefore, if they say that the Holy Spirit is created and made, it is necessary to agree that it too has been subjected to vanity, and groans together and travails together, and is now as it were in slavery, and will scarcely be freed unto the redemption of the glory of the children of God. Then where will Paul go for us, saying, "For you did not receive a spirit of slavery again unto fear"?
ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας. ἐν ᾧ κράζομεν “ ὁ πατήρ;” εἰ δοῦλον ἐστὶν, ὡς κτιστὸν καὶ ποιητὸν τὸ Πνεῦμα Ἅγιον, πῶς ἐν αὐτῷ κράζομεν ἀββᾶ ὁ πατήρ; ἀλλὰ τῆς μὲν δουλείας ἀπαλλάττει τοὺς ἐν οἷς ἃν γένοιτο. ἀναμορφοῖ δὲ μᾶλ- ο Cod. ἐλευθερωθήσεσθε. λον εἰς τὴν ἐλευθερίαν καὶ υἱότητα· μετόχους ἀποδεικνύον τῆς οἰκείας φύσεως. οὐκ ἄρα δοῦλον ἐστίν. εἰ δὲ δὴ τοῦτο, οὐ κτίσμα. τὸ δὲ καὶ τὸ εἰναι κτίσμα, καὶ τὸ ἐν δούλοις τετάχθαι διαφυγὸν, τῆς θείας λοιπὸν ἃν εἴη οὐσίας δηλαδή. Χρυσοστόμου. Ἀλλ’ εἰπὲ λοιπὸν καὶ ἐπὶ ποίᾳ ἐλπίδι.
Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Χρυσοστόμου. Ti ἐστι καὶ αὐτή; οὐχὶ σὺ μόνος, ἀλλὰ καὶ ὃ σοῦ ἐστι καταδεέστερον, καὶ οὐ μετέχει λογισμοῦ οὐδὲ αἰσθήσεως, καὶ τοῦτο σοι κοινωνήσει τῶν ἀγαθῶν. “ ἐλευθερωθήσεται “ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” τουτέστιν. οὐκέτι ἔσται ἀλλ’ ἀκολουθήσει τῇ τοῦ σώματος εὐμορφία τοῦ σοῦ. ὥσπερ γὰρ γενομένου φθαρτοῦ, γέγονεν ἐκείνη τοιαύτη, οὕτως ἀφθάρτου κατάσταντος, καὶ αὐτὴ ἕψεται πάντως. ὅπερ οὖν δεικνὺς ἐπήγαγεν, “ εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Φεοῦ.” διὰ τὴν ἐλευθερίαν. καθάπερ γὰρ τιθηνὸς παιδίον τρέφουσα βασιλικόν· ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενομένου τῆς πατρικῆς, καὶ αὐτὴ συναπολαύει τῶν ἀγαθῶν, οὕτω καὶ ἡ κτίσις φησί. ὁρᾷς τὸν ἄνθρωπον πανταχοῦ προηγούμενον, καὶ δι’ αὐτὸν ἅπαντα γινόμενα; εἰδες πῶς καὶ παραμυθεῖται τὸν ἀγωνιζόμενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν; τι γὰρ ἀλγεῖς, φησι, ἐπὶ τοῖς πειρασμοῖς;
But you received the Spirit of adoption. In him we cry, "Father"? If the Holy Spirit is a slave, as being created and made, how do we cry in him, Abba, Father? But he releases from slavery those in whom he may come to be. He transforms them rather into freedom and sonship, showing them to be partakers of his own nature. Therefore he is not a slave. And if this is so, he is not a creature. But that which has escaped both being a creature and being ranked among slaves would thenceforth clearly be of the divine essence. From Chrysostom. But tell me now also in what hope.
That even creation itself will be freed from the slavery of corruption into the freedom of the glory of the children of God. From Chrysostom. What is this "even itself"? Not you alone, but also what is more lowly than you, and does not share in reason or perception, and this too will share in the good things with you. "It will be freed from the slavery of corruption." That is, it will no longer be so, but will follow the beauty of your body. For just as when it became corruptible, that creation became such, so when you are established incorruptible, it too will certainly follow. Showing this, then, he added, "into the freedom of the glory of the children of God," because of the freedom. For just as a nurse raising a royal child, when he comes to his father's rule, she too enjoys the good things with him, so also creation, he says. Do you see man everywhere taking the lead, and all things coming to be for his sake? Did you see how he both comforts the one who struggles and shows the ineffable love of God for mankind? For why, he says, are you grieved at temptations?
σὺ διὰ σαυτὸν πάσχεις. ἡ κτίσις, διὰ σέ. οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἀξιόπιστα δείκνυσι τὰ λεγόμενα. εἰ γὰρ ἡ κτίσις ἐλπίζει, ἡ διὰ σὲ πάντα γενομένη, πολλῷ μᾶλλον σύ· δι’ ὃν καὶ ἡ κτίσις ἀπολαύειν μέλλει τῶν ἀγαθῶν ἐκείνων. οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ Υἱοῦ μέλλοντος ἐπ’ ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύσει στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν. ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίᾳ περιβάλλει, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων. Οἰκουμενίου. Ἢ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ, ὅτι εἰς αὐτὴν εἰς ἣν καὶ ἡμεῖς, ἐλευθερουμένη τῆς φθορᾶς ἡ κτίσις, ἐλεύσεται. Θεοδώρου Μονάχου. οἷον ἐκ φθαρτῆς ἄφθαρτος ἔσται. καὶ ἄλλως δὲ ἡ ὑλώδης, φησὶ, φύσις ἐδουλώθη τῷ πονηρῷ, καὶ ἐπιβουλεύεται ὑπ’ αὐτοῦ πολλάκις κατὰ συγχώρησιν Θεοῦ. ὥστε καὶ λοιμοὺς καὶ πολέμους, καὶ ἄλλας φθορὰς ὑπ’ αὐτοῦ κατασκευά- ζεσθαι. καὶ γὰρ εἰκὸς τῶν ἐνοικούντων εὐσεβῶς διαγόντων, ἔχειν χώραν τὸν πονηρὸν ὡς ἰδίων κατεπιβαίνειν, καὶ ἐπὶ τῇ αὐτῶν κακώσει, τὰ περὶ αὐτὰ στοιχεῖα κακοῦν. ὣν γινομένων· αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις, στενάζουσι καὶ ὠδίνουσι, καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου ἀναμένουσιν. ἐν ᾗ καὶ ἡ κτίσις συνελευθερωθεῖσα, τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον, τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ. ὡς καὶ νῦν φαμὲν, ἡ οἰκία θορυβοῦται, ἡ πόλις ἀγανακτεῖ. ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων, τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες. καὶ καθ’ ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι τῆς δουλείας τῆς φθορᾶς.
You suffer for your own sake; creation suffers for you. And he does not merely console, but also shows that what is said is trustworthy. For if creation hopes—creation that came to be entirely for your sake—how much more do you, for whose sake creation also is going to enjoy those good things. So too with human beings: when the Son is about to appear in worthiness, he will clothe even slaves in a more radiant garment, unto the glory of the child. Just as therefore God also wraps creation in incorruptibility, unto the freedom of the glory of the children. From Oecumenius. Or "unto the freedom" makes clear that creation, being freed from corruption, will come into the very same freedom into which we also come. From Theodore the Monk. That is, from corruptible it will be incorruptible. And in another sense, he says, the material nature was enslaved to the evil one, and is plotted against by him often, by God's permission. So that both plagues and wars and other corruptions are brought about by him. For it is likely that when the inhabitants live piously, the evil one has no place to overrun as his own, and to corrupt the elements around them for their harm. When these things happen, the powers appointed for the good order of creation groan and travail, and await the freedom of man. In that freedom creation also, freed together with him, will be delivered from the authority of the devil. What therefore happens to the rational powers, he has attributed to soulless matter. As even now we say, "The house is in an uproar," "The city is indignant," often meaning by the places that are administered and frequented the ones who administer and frequent them. And in yet another sense, creation awaits being freed from the slavery of corruption.
ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ἡ κτίσις ὑπὸ τῶν συνδούλων αὐτῆς, “ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ “κτίσει παρὰ τὸν κτίσαντα.” ὥστε τῆς δεσποτικῆς ἀκουσίως ἀπολαύουσα τιμῆς, βαρέως φέρει τὸ γινόμενον καὶ ὠδίνει καὶ ἄχθεται προσκυνουμένη ματαίαν προσκύνησιν ὕπο τῶν ἀνθρώπων· καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς· οὐδὲ ἐξ ἀρχῆς ἑλοῦσα, οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ· ἀλλ’ ὑπετάγη, συγχωρήσαντος τοῦ Θεοῦ· καὶ ὑπετάγη, ἐπ’ ἐλπίδι μελλούσῃ. “ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται.” πότε δέ; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δικαίων. διὸ καὶ “ ἡ ἀποκαραδοκία τῆς κτίσεως “ τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται·” ὅτε καὶ πάντα ἀνακαινισθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. τουτέστι, τοῦ διαβόλου. φθορὰν γὰρ, τὸν διάβολον ἔστιν εἰπεῖν, ὡς καὶ μα- ταιοτητα. Γρηγορίου Νύσσησ. Ἢ ἀποκαραδοκίαν τῆς κτίσεως, καὶ ἀντὶ τοῦ τῶν Ἀγγέλων νοητέον, καθὰ καὶ ἀνωτέρω δεδήλωται· ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς Ἀγγέλοις ἐπὶ τοῖς ἀνασωζομένοις ἐξ ἁμαρτίας. διότι ἡ κτίσις ἐκείνη μέχρι τοῦ νῦν συστενάζει καὶ συνωδίνει τῆ καθ’ ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώ- λείαν. ὅταν ἡ ἄπο κάλυψις γένηται τῶν υἱῶν τοῦ Θεοῦ, ἣν ὑπὲρ ἡμῶν ἀεὶ καραδοκεῖ τὲ καὶ ἀπεκδέχεται· καὶ ὅταν ἀποσωθῇ τῇ ἄνω ἑκατοντάδι τὸ πρόβατον. ἡμεῖς δὲ πάντως ἐσμὲν, ἡ ἀνθρωπίνη φύσις, τοῦτο τὸ πρόβατον, τὸ δὲ διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ εὐχαριστίᾳ, τῇ ὑπὲρ ἡμῶν, προσάξουσι τῷ Θεῷ τὴν προσκύνησιν χαίροντες οἱ Ἄγγελοι.
Since by the devil's contrivance creation is unwillingly worshipped by its fellow slaves—for "they revered and served the creature rather than the Creator"—so that, unwillingly enjoying the master's honor, it bears heavily what is happening and is in travail and is distressed at being worshipped with vain worship by men; and it longs for release from these things. It did not choose this from the beginning, nor did it desert to the devil and become subject to him; but it became subject, God permitting it; and it became subject in hope of what was to come: "that creation itself also will be set free." And when? At the time of the freedom of the righteous. Therefore "the eager expectation of creation awaits the revelation of the sons of God," when all things will also be renewed from the slavery of corruption—that is, of the devil. For corruption, one may say, is the devil, as is also vanity. From Gregory of Nyssa. Or "the eager expectation of creation" must be understood as that of the angels, as was also shown above; for joy comes to the angels over those being saved from sin. Because that creation groans together and travails together until now with our vanity, judging our destruction to be its own loss. When the revelation of the sons of God takes place, which it always watches for and awaits on our behalf; and when the sheep is saved for the upper hundred. And we are certainly—human nature—this sheep, and the angels, rejoicing with thanksgiving intensified on our behalf, will bring worship to God.
Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς τοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν του σώματος ἤμων. Χρυσοστόμου. Ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ οὕτω λέγων. μὴ γένῃ τῆς κτίσεως χείρων· καὶ τοῖς παροῦσιν ἐμφιλοχωρήσῃς. οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ καὶ στενάζειν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας. εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ μᾶλλον σὲ δίκαιον τοῦτο ἐπιδείκνυσθαι, τὸν λόγῳ τετιμημένον. Θεοδωρήτου. Ἐνταῦθα δὲ καὶ τὴν ἀόρατον συμπεριέλαβε κτίσιν. “πᾶσα” γὰρ εἶπεν “ἡ κτίσις.” εἰς ἀκριβεστέραν δὲ τοῦ χωρίου, τῆς εὐαγγελικῆς ἀναμνήσω φωνῆς· ὃ γὰρ Κύριος ἔφη, καὶ τοὺς Ἀγγέλους ἐν τῷ οὐρανῷ χαίρειν ἐπὶ ἀνθρώπῳ μετανοοῦντι. εἰ δὲ χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν ἁμαρτωλοῖς, καὶ ἀθυμοῦσι δηλονότι, τὰς ἡμετέρας παρανομίας ὁρῶντες. Κυρίλλου. Εἰ δὲ στενάζει μὲν ἡ κτίσις πᾶσα, καὶ ἀπεκδέχεται τὴν ἀπολύτρωσιν τῶν υἱῶν τοῦ Θεοῦ καὶ τὴν ἐλευθερίαν· οὔτε δὲ στενάζων ὁ υἱὸς φαίνεται, οὔτε τὴν υἱοποιίαν ἣ ἐλευθερίαν ἐκδέχεται. ἀλλ’ αὐτός ἐστιν ὁ τὴν ἐλπίδα τῆς γνώσεως ἀποπληρῶν, καὶ εἰς υἱοθεσίαν τοὺς στενάζοντας καλῶν, καὶ τῆς ἐλευθερίας δοτὴρ, οὐκ ἄρα ἐν τοῖς πᾶσιν ἐστὶν, οὐδὲ τῇ κτίσει καταριθμηθήσεται. ἀλλ’ ἕτερός ἐστι παρ’ αὐτήν. καὶ τὰ μὲν, ὡς κτίσματα στενάζει τοῦ βοηθοῦντος δεόμενα. ὁ δὲ, ὡς Υἱὸς ἐλευθεροῖ τὰ τῷ τῆς δουλείας δεσμῷ συνεχόμενα. Χρυσοστόμου. Ἀλλ᾿ οὔπω μέγα εἰς ἐντροπὴν τὸ τὴν κτίσιν στενάζειν.
For we know that the whole creation groans together and labors together in pain until now. And not only so, but we ourselves also, who have the firstfruits of the Spirit, even we ourselves groan within ourselves, awaiting adoption, the redemption of our body. Of Chrysostom. He puts the hearer to shame, saying almost this: Do not become worse than the creation, and do not linger fondly over present things. For one must not only not cling to them, but even groan at the prospect of departing from here. For if the creation does this, much more should you, who have been honored with reason, show this. Of Theodoret. Here he also included the invisible creation. For he said "the whole creation." For a more precise understanding of the passage, I will recall the voice of the Gospel: for what the Lord said, that even the Angels in heaven rejoice over a man who repents. But if they rejoice over repentant sinners, they are clearly also disheartened when they see our transgressions. Of Cyril. But if all creation groans and awaits the redemption of the sons of God and their freedom, yet the Son neither appears to groan nor awaits the adoption that is freedom—rather, he is the one who fulfills the hope of knowledge, and calls those who groan to adoption, and is the giver of freedom—then he is not among all things, nor will he be numbered with the creation. But he is other than it. And the former, as creatures, groan, needing the one who helps. But he, as Son, sets free those held by the bond of slavery. Of Chrysostom. But it is not yet a great thing for putting to shame that the creation groans.
διὸ καὶ ἐπήγαγεν, “ οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ “ ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, ἐν ἑαυτοῖς στενάζομεν.” τῶν μελλόντων ἤδη γευσάμενοι. κἂν σφόδρα λίθινός τις ᾐ φησιν, ἱκανὰ τὰ δοθέντα ἤδη διαναστῆσαι τε αὐτὸν, καὶ τῶν παρόντων ἀπαγαγεῖν, καὶ πρὸς τὰ μέλλοντα πτερῶσαι διπλῆ· καὶ τῷ μεγάλα εἶναι τὰ δεδομένα· καὶ τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀπαρχὴν εἶναι. εἰ γὰρ ἡ ἀπαρχὴ τοσαύτη, ὥστε δι’ αὐτῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ· τοὺς δὲ τότε, καὶ δαίμονας ἐλαύνειν, καὶ νεκροὺς ἐγείρειν διὰ σκιᾶς καὶ ἱματίων· ἐννόησον τὸ ὅλον ἡλίκον. εἶτα ἵνα μὴ δῷ τοῖς αἱρετικοῖς λαβὴν, καὶ δόξῃ τὰ παρόντα διαβάλλειν, στενάζομεν φησί· οὐ τῶν παρόντων κατηγοροῦντες, ἀλλὰ τῶν μειζόνων ἐφιέμενοι. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ υἱοθεσίαν τί λέγεις; ἄνω καὶ κάτω ἔστρεφες ὅτι ἤδη γεγόναμεν υἱοί· καὶ νῦν ἐλπίσι τιθεῖς τουτὶ τ᾿ ἀγαθόν; γράφων ὅτι ἐκδέχεσθαι αὐτὴν δεῖ; τοῦτο τοίνυν διορθούμενος τῇ ἐπαγωγῇ, λέγει, “ τὴν “ τρῶσιν τοῦ σώματος ἡμῶν.” τουτέστι, τὴν ἀπηρτισμένην δόξαν. νῦν μὲν γὰρ ἐν ἀδήλῳ τὰ ἡμέτερα ἕστηκεν, ἕως ἐσχάτης ἀναπνοῆς· ἃν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεά· οὐκέτι τὴν ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας δεδοικυῖα μεταβολήν. τότε οὖν βεβαία ἔσται ἡ χάρις· ὅταν καὶ τὸ σῶμα ἡμῶν ἀπαλλαγῇ θανάτου καὶ τῶν μυρίων παθῶν. τοῦτο γάρ ἐστιν ἀπολύτρωσις. οὐχ ἁπλῶς λύτρωσις, ἀλλ’ ὥστε μηκέτι πάλιν ὑποστρέψαι ἐπὶ τὴν προτέραν αἰχμαλωσίαν. ἵνα γὰρ μὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς καὶ μηδὲν σαφῶς ἐπιστάμενος, ἐκ μέρους σοι παρανοίγει τὰ μέλλοντα.
Therefore he also added, "And not only so, but we ourselves also, who have the firstfruits of the Spirit, groan within ourselves." Having already tasted of the things to come. Even if someone were exceedingly stony-hearted, what has already been given is sufficient to rouse him, to lead him away from present things, and to give him wings toward future things—for two reasons: both because the things given are great, and because such great and mighty things are but a firstfruits. For if the firstfruits are so great that through them one is released from sins and attains righteousness and sanctification—and at that time they even drove out demons and raised the dead through shadows and garments—consider how great the whole must be. Then, lest he give the heretics an occasion and seem to disparage present things, he says, "we groan"—not accusing present things, but aspiring to greater ones. For this he made clear by saying, "adoption as sons." What do you mean? You turned it up and down, saying that we have already become sons; and now do you place this good thing in hopes? Writing that we must await it? Correcting this, then, by his addition, he says, "the redemption of our body." That is, the perfected glory. For now our affairs stand in uncertainty until the last breath; but if we depart with good hope, then the gift is immovable, no longer fearing change from death and sin. Then, therefore, grace will be firm, when our body is also released from death and the countless passions. For this is redemption—not simply redemption, but so that we may never again return to our former captivity. For lest you be at a loss, hearing "glory" continually and knowing nothing clearly, he partially discloses to you the things to come.
τὸ σῶμά σοι μεταβάλλων, καὶ τὴν κτίσιν αὐτῷ συμμεταβάλλων ἅπασαν. Κυρίλλου. Τὸ γοῦν ἐφ’ ἡμῖν γίνεσθαι πεφυκὸς, δέχεται πρὸς ἀπόδειξιν τῶν εἰρημένων. “ αὐτοὶ γὰρ ἡμεῖς,” φησι, “ οἱ “ ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν “ βαρυνόμενοι. υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ “ μάτος ἡμῶν.” ἀληθὲς γὰρ ὅτι φθαρτὸν σῶμα, βαρύνει ψυχήν. καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Ἁγίου Πνεύματος, καὶ μεταστοιχειοῦντος ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς, ἀντεξάγει ὥσπερ ἡ φιλοσαρκία· καὶ ὁ τοῖς μέλεσιν ἡμῶν ἐγκατασκήψας νόμος, ἀεὶ καταθήγων εἰς ἐκτόπους ἡδονὰς, ἀπηνῶς ἀντανίσταται. ταύτῃ τοι στενάζομεν, τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν εἰς υἱοθεσίαν καταλογιζόμενοι. δεδι- ψήκαμεν γὰρ οὐ τὴν τῶν σωμάτων ἀπόθεσιν. οὔτε μὴν ταύτην ετͅναι φαμὲν τὴν λύτρωσιν· ἔσεσθαι δὲ προσδοκῶμεν τὸ σῶμα πνευματικόν. τουτέστιν ἀποβεβληκὸς εἰσάπαν φρόνημά τε τὸ σαρκικὸν καὶ γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ κέντρον. τοῦτο εἶναι φαμὲν τὸ σῶμα τὸ πνευματικόν. εἰ δὲ τῆς υἱοθεσίας ἡ χάρις, τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν ἔχει, μὴ δή τινες ὅλως συκοφαν- τείτωσαν ἡμῖν τὴν ἀνάστασιν. μήτε μὴν εἰς τοῦτο ἡκόντων ἀσυνε- σίας, ὡς ἀπόβλητον μὲν ποιεῖσθαι τὴν σάρκα, καὶ ἀφανισθή- σεσθαι λέγειν αὐτὴν πεσοῦσαν εἰς γῆν· ἀντανίστασθαι δὲ ὥσπερ ἕτερόν τι πνευματικόν· ἰσχνὸν φημὶ καὶ ἀερῶδες. νοοῦσι γὰρ ωηε τὸ πνευματικὸν αὐτοὶ. Θεολωρήτου. Εἰ καὶ ε7πε τοίνυν, ὅτι ἐλάβομεν πνεῦμα υἱοθεσίας.
Changing your body, and changing along with it the whole creation. From Cyril. At any rate, what naturally happens in our case he accepts as proof of what has been said. "For we ourselves," he says, "who have the firstfruits of the Spirit, we ourselves groan within ourselves, being weighed down, awaiting adoption, the redemption of our body." For it is true that a corruptible body weighs down the soul, and the earthly tabernacle burdens the thoughtful mind. But once the Holy Spirit has come to be in us and transforms us into a longing for virtue, the love of the flesh, as it were, leads us back the other way; and the law that has settled in our members, ever sharpening us toward perverse pleasures, fiercely resists. For this reason we groan, counting the redemption of our body as adoption. For we have longed not for the discarding of our bodies. Nor indeed do we say that this is the redemption; but we expect that the body will become spiritual—that is, having cast off entirely both the fleshly and earthly mindset and the sting of sin. This, we say, is the spiritual body. But if the grace of adoption entails the redemption of our body, then let no one at all slander us regarding the resurrection. Nor let them reach such a pitch of foolishness as to make the flesh something to be cast away and to say that it will vanish, having fallen to the earth, and that something else spiritual rises in its place—something, I mean, thin and airy. For they themselves understand the spiritual in this way. From Theodoret. If then he said that we received the Spirit of adoption.
ἀλλ’ ὅμως, διδάσκει σαφέστερον, ὅτι τὸ μὲν ὄνομα νῦν ἐλάβομεν, τοῦ δέ γε πράγματος, τότε μεθέξομεν, ὅταν ἡμῶν ἀπαλ- λαγῇ τὰ σώματα τῆς φθορᾶς, καὶ τὴν ἀθανασίαν ἐνδύσηται.
τῇ γὰρ ἐλπίδι ἐσώθη μὲν. ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τίς, τί καὶ ἐλπίζει ; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα. Χρυσοστόμου. Ἐπειδὴ τῇ τῶν μελλόντων ἐνδιέτριψεν ὑπο- σχέσει. ἐδόκει δὲ τοῦτο λυπεῖν τὸν ἀσθενέστερον ἀκροατήν. εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθά· πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων καὶ ὁρωμένων ἐστὶ σαφέστερα· καὶ πολλὰ περὶ τῶν ἤδη δεδομέ- δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλά- βομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν, καὶ τὴν εν̓γέ. νειαν ἡμῶν προσδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησὶ, ** τῇ γὰρ ἐλ- πίδι ἐσώθημεν. ὃ δὲ λέγει, τοῦτό ἐστιν. οὐ δεῖ πάντα ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ. καὶ διὰ ταύτης μόνον ἐσώθημεν τῆς ὁδοῦ. ἃν τοίνυν αὐτὴν ἀπολέ- σωμεν P. εἰ τοίνυν αὕτη σε ἔσωσε, ταύτην κάτεχε καὶ νῦν. ἡ γὰρ τοσαῦτά σοι παρασχοῦσα ἀγαθὰ, εὔδηλον ὅτι οὐδὲ περὶ τῶν μελλόντων σε ψεύσεται. εἰ γὰρ ἐχθρὸν λαβοῦσα, φίλον ἐποίησε, καὶ υἱὸν καὶ κληρονόμον, πῶς μετὰ τὴν τοσαύτην σε οἰκείωσιν, προήσεται ἐν τοῖς ἑξῆς; ἃν δὲ ἐνταῦθα πάντα ἀπαιτῇς, ἀπώλεσάς σου τὸ κατόρθωμα· δι’ οὗ λαμπρὸς ἐγένου. διὸ ἐπάγει, “ ἐλπὶς “ βλεπομένη, οὐκ ἔστιν ἐλπίς. ὃ γὰρ βλέπει τίς, τί ἐλπίζει;
But nevertheless, he teaches more clearly that we have now received the name, but we shall partake of the reality itself then, when our bodies are released from corruption and put on immortality.
For in hope we were saved. But hope that is seen is not hope; for what a man sees, why does he still hope for it? But if we hope for what we do not see, we await it through patience. From Chrysostom. Since he had dwelt at length on the promise of future things, this seemed to distress the weaker hearer, if indeed the good things are in hopes. Having first established that they are more manifest than present and visible things, and having discoursed much about the gifts already given, and shown that we have received even a firstfruit of those good things, so that we should not seek everything here, and should not attribute our nobility to faith, he says, "For in hope we were saved." What he means is this: we must not seek everything, but also hope. For this alone we have brought to God as a gift, to believe him who promised future things. And through this path alone we were saved. If therefore we destroy it—if therefore this saved you, hold fast to it even now. For she who has provided you with so many good things will clearly not lie to you about future things either. For if, having received you as an enemy, she made you a friend, and a son and heir, how after so great an adoption will she cast you off in what follows? But if you demand everything here, you have destroyed your own accomplishment, through which you became illustrious. Therefore he adds, "Hope that is seen is not hope. For what a man sees, why does he hope for it?
“ εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι’ ὑπομονῆς εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, τίς χρεία ἐλπίδος; τι οὖν ἐστιν ἐλπίς; τὸ τοῖς μέλλουσι θαρρεῖν· τί γὰρ μέγα αἰτεῖ παρὰ σοῦ ὁ Θεός; αὐτὸς ὁλόκληρα οἴκοθεν διδοὺς τὰ ἀγαθὰ, ἓν αἰτεῖ παρὰ σοῦ μόνον. ἐλπίδα. ἵνα ἔχῃς τί καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν. ὅπερ οὐν καὶ αἰνιττόμενος, ἔλεγεν. “ εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.· ὥσπερ γὰρ ’τον πονοῦντα καὶ ταλαιπωρούμενον καὶ μυρία κάμνοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ. τὸ γὰρ τῆς ὑπομονῆς ὄνομα, ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. ἀλλ’ ὅμως ἐχαρίσατο καὶ τοῦτο τῷ ἐλπίζοντι· ἵνα παραμυθήσηται τὴν ἀποκαμοῦσαν ψυχήν. Ανωθεν δέ τις ἀπὸ τοῦ, “ τὴν υἱοθεσίαν ἀπεκδεχόμενος,” ἀρξάμενος, οὕτως ἔφη περὶ τούτων. Θωτίου. Τί γὰρ οὐκ ἐλάβομεν ταύτην διὰ τοῦ βαπτίσματος; οὐχὶ καὶ αὐτὸς πρὸ μικροῦ ἔφης, ὅτι πνεῦμα υἱοθεσίας ἐλάβετε; ’ναι φησιν. ποίαν οὖν ἀπεκδεχόμεθα; τὴν φανερουμένην, φησὶν, κατὰ τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἄλλην παρὰ τὴν εἱρημένην; μὴ γένοιτο. ἀλλ’ αὐτὴν ἐκείνην τελειότερον φανερουμένην, καὶ διὰ πείρας αὐτῆς ἐπιγινωσκομένην. μετὰ γὰρ τὴν ἀπολύτρωσιν τοῦ σώματος, τότε ἡ τῶν ἀγαθῶν ἀπόλαυσις. τότε πάντα τὰ τῆς υἱοθεσίας γνωρίσματα καὶ ἀποτελέσματα. καὶ νῦν γὰρ ἐπ’ ἐλπίδι τούτων ἐλάβομεν τὴν υἱοθεσίαν. αὐτὸς δὲ ἐμφαντικώτερον εἰπεν, “ ἐσώθημεν.” πῶς οὖν ἠλπίσαμεν ταῦτα, μὴ τούτων ἤδη, μὴ δ᾿ ὑπ’ ὄψιν ἡμῶν πεσόντων, μὴ δ’ ὑπὸ πεῖραν; καλῶς φησιν καὶ εὐλόγως.
But if we hope for what we do not see, we wait for it with patience. If you are going to seek everything here, what need is there of hope? What then is hope? It is to be confident in what is to come. For what great thing does God ask of you? He himself gives the good things whole and entire from his own house; he asks only one thing of you: hope. So that you too may have something to contribute to your own salvation. And hinting at this very thing, he said: But if we hope for what we do not see, we wait for it with patience. For just as God crowns the one who labors and toils and endures countless hardships, so too he crowns the one who hopes. For the very name of patience is a name of sweat and great endurance. But nevertheless he has granted even this to the one who hopes, so as to comfort the soul that has grown weary. And someone, beginning from above with the phrase "awaiting the adoption as sons," spoke about these things as follows. From Thotius. For did we not receive this adoption through baptism? Did you not yourself say a little while ago that you received the Spirit of adoption? Yes, he says. What kind, then, do we await? The one that is revealed, he says, at the redemption of our body. Another besides the one already mentioned? God forbid. But that very same one, revealed more perfectly and known through experience. For after the redemption of the body, then comes the enjoyment of the good things. Then all the marks and effects of the adoption as sons. For even now we have received the adoption as sons in hope of these things. But he spoke more emphatically: "we were saved." How then did we hope for these things, when they had not yet come, nor fallen under our sight, nor under our experience? Rightly, he says, and reasonably.
εἰ γὰρ ὑπ’ ὄψιν ἡμῶν, καὶ ὑπὸ πεῖραν ἤδη τὰ ἐλπιζόμενα ἀγαθὰ ἐγεγόνει, οὐκ ἃν ἦν ἐλπιζόμενα. ὃ γάρ τις κατέχειν, πῶς οἷόν τε ἐλπίζειν; οὐκοῦν κατὰ φύσιν ἴδιον τῆς ἐλπίδος τοῦτο. τὸ περὶ μελλόντων αὐτὴν, καὶ μήπω παρόντων εἶναι. ὥστε καὶ ἡμᾶς ἃ οὐ βλέπομεν, ἐκεῖνα δέον ἐλπίζειν. εἰ δὲ ἃ οὐ βλέπομεν, ὥσπερ δεῖ, ἐκεῖνα καὶ ἐλπίζομεν, ὑπομένειν δεῖ καὶ ἀπεκδέχεσθαι τὰ προσδοκηθέντα, καὶ μὴ ἀθρόον ἐπιζητεῖν αὐτὰ παραγενέσθαι. μάλιστα τοῦ νεύματος διὰ τῶν ἐνταῦθα χαρισμάτων πιστουμένου τὰ ἐκεῖθεν, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν ἡμῶν συναντιλαμβανομένου καὶ θεραπεύοντος. πόσα γὰρ εὐεργετεῖ ἐν αὐταῖς ἡμῶν ταῖς εὐχαῖς; ἵνα νῦν τὰ ἄλλα ἐάσω, διδάσκον ὅπως χρὴ εὔχεσθαι, καὶ πάντα εἰς τὸ ἀγαθὸν συνεργοῦν.
Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. τὸ γὰρ τί προσευξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν. ἀλλ’ αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Χρυσοστόμου. Δείκνυσιν ὅτι καὶ πρὸς τὸ κοῦφον τοῦτο. τὴν ἐν ἐλπίδι ὑπομονὴν, πολλῆς ἀπολαύομεν βοηθείας. τὸ μὲν γάρ, φησιν, γίνεται σὸν, τὸ τῆς ὑπομονῆς. τὸ δὲ, τῆς τοῦ Πνεύματος χορηγίας· εἴς τε τὴν ἐλπίδα σε ἀλείφοντος, καὶ δι’ αὐτῆς πάλιν τοὺς πόνους κουφίζοντος. εἶτα ἵνα μάθῃς ὅτι οὐκ ἐν τοῖς πόνοις σοι μόνον καὶ τοῖς κινδύνοις παρέστηκεν αὐτη ἡ χάρις, ἄλλα κα ἐν τοῖς εὐκολωτάτοις δοκοῦσιν εἶναι συμπράττει, καὶ πανταχοῦ τὴν παρ’ ἑαυτοῦ βοήθειαν εἰσφέρει, ἐπήγαγε·
For if the good things hoped for had already come under our sight and under our experience, they would not be things hoped for. For how is it possible to hope for what one already possesses? Therefore this is by nature proper to hope: that it concerns things future and not yet present. So that we too ought to hope for those things which we do not see. But if, as is right, we hope for those things which we do not see, we must endure and await the things expected, and not demand that they arrive all at once, especially since the Spirit, through the gifts here below, gives assurance of the things there above, and helps and heals the weakness of our reasonings. For how many benefits does he confer in our very prayers? To pass over the rest for now, he teaches how one ought to pray, and works all things together for good.
In the same way, the Spirit also helps us in our weaknesses. For we do not know what we should pray for as we ought. But the Spirit himself intercedes for us with groanings too deep for words. From Chrysostom. He shows that even for this light thing, endurance in hope, we enjoy much assistance. For the part that is yours, he says, is endurance; the part that is the Spirit's provision, anointing you unto hope, and through it again lightening your labors. Then, so that you may learn that this grace stands by you not only in labors and dangers, but also cooperates in what seem to be the easiest matters, and everywhere brings its own help, he added:
“ τὸ γὰρ τι προσ- “ εὐξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν.” ταῦτα δὲ ἔλεγε, τήν τε πολλὴν τοῦ Πνεύματος ἐμφαίνων πρόνοιαν τὴν περὶ ἡμᾶς, καὶ παιδεύων αὐτοὺς μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα ἃ τοῖς λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς μυρία πάσχοντας δεινὰ ἄνεσιν ζητεῖν, καὶ ταύτην αἰτεῖν παρὰ Θεοῦ τὴν χάριν, καὶ νομίζειν αὐτοὺς λυσιτελεῖν, λέγει· μὴ πάντως τὰ δοκοῦντα ὑμῖν εἶναι συμφέροντα, ταῦτα καὶ εἶναι νομίζετε· καὶ γὰρ εἰς τοῦτο τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας. ὅθεν καὶ ἔλεγε, τὸ, “ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.” ἵνα μηκέτι ὁ μαθητὴς αἰσχύνηται τὴν ἄγνοιαν, ἔδειξε καὶ τοὺς διδασκάλους ἐν τοῖς αὐτοῖς ὄντας. οὐ γὰρ εἶπεν, οὐκ οἴδατε, ἀλλ’ “οὐκ οἴδαμεν”. καὶ ὅτι οὐ μετριάζων ταῦτα ἔλεγεν, ἐδήλωσε δι’ ἑτέρων. καὶ γὰρ ἀδιαλείπτως ἐπὶ τῶν προσευχῶν αὐτοῦ, τὴν Ῥώμην ἰδεῖν ἐδεῖτο. καὶ οὐχ ὅτε ἐδεῖτο τότε ἐπέτυχε. καὶ ὑπὲρ τοῦ σκόλοπος δὲ τοῦ δεδομένου αὐτῷ ἐν τῇ σαρκί· τουτέστι τῶν κινδύνων, παρεκάλεσε καὶ ἀπέτυχε. καὶ Μωϋσῆς δὲ ἐν τῇ παλαιᾷ ὑπὲρ τοῦ τὴν Παλαιστίνην ἰδεῖν δεόμενος. καὶ Ἱερεμίας δὲ, ὑπὲρ Ιουδαίων ἱκετεύων. καὶ Ἁβραὰμ ὑπὲρ Σοδομιτῶν ἐντυγχάνων. “ Ἀλλ᾿ αὐτό” φησι, “τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, στε- “ ναγμοῖς ἀλαλήτοις.” ἀσαφὲς τὸ εἰρημένον διὰ τὸ πολλὰ τότε γενομένων θαυμάτων, νῦν πεπαῦσθαι. διόπερ ἀναγκαῖον διδάξαι ὑμᾶς τὴν τότε κατάστασιν, καὶ οὕτω σαφέστερος λοιπὸν ἔσται ὁ λόγος. τίς οὖν ἡ τότε κατάστασις; διάφορα πᾶσι τοῖς τότε βαπτιζομένοις χαρίσματα ἐδίδοτο, ἃ δὴ καὶ πνεύματα ἐκα- λεῖτο.
For what we should pray for as we ought, we do not know. He said these things both to display the great providence of the Spirit concerning us, and to teach them not to think that those things are altogether beneficial which appear so to human reasonings. For since it was likely that they, suffering countless terrible things, were seeking relief and asking this grace from God, and thinking it profitable, he says: Do not think that the things which seem to you to be beneficial are altogether so; for it is for this that we need the help of the Spirit. Whence he also said, What we should pray for as we ought, we do not know. So that the disciple might no longer be ashamed of his ignorance, he showed that even the teachers were in the same condition. For he did not say, You do not know, but, We do not know. And that he did not say these things out of modesty, he made clear through other instances. For he continually in his prayers begged to see Rome, and when he begged, he did not obtain it. And concerning the thorn given to him in the flesh, that is, the dangers, he entreated and failed. And Moses in the old covenant, praying to see Palestine. And Jeremiah, interceding for the Jews. And Abraham, pleading for the Sodomites. But the Spirit itself, he says, intercedes for us with groanings too deep for words. What is said is unclear because, though many wonders occurred then, they have now ceased. Therefore it is necessary to teach you the condition of that time, and thus the discourse will henceforth be clearer. What then was the condition of that time? Various gifts were given to all who were baptized then, which were indeed also called spirits.
πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται φησί. καὶ ὁ μὲν, εἶχε προφητείας χάρισμα· τοῦ τὰ μέλλοντα προλέγειν. ὁ δὲ, σοφίας, καὶ ἐδίδασκε τοὺς πολλούς. ὁ δὲ, ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας. ὁ δὲ, δυνάμεων, καὶ τοὺς νεκροὺς ἤγειρε. μετὰ δὲ τούτων ἁπάντων, ἦν καὶ εὐχῆς χάρισμα, ὃ καὶ αὐτὸ ἐλέγετο πνεῦμα. καὶ ὁ τοῦτο ἔχων, ὑπὲρ τοῦ πλήθους παντὸς ηὔχετο. ἐπειδὴ γὰρ ἀγνοοῦντες πολλὰ τῶν συμφερόντων ἡμῖν, τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο εἰς ἕνα τινὰ τῶν τότε χάρισμα εὐχῆς. καὶ τὸ κοινὴ συμφέρον ἁπάσης τῆς ἐκκλησίας, αὐτός τε ὑπὲρ ἁπάντων ἵστατο αἰτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευε. πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τό τε χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα, καὶ ἐντυγχάνουσαν τῷ Θεῷ καὶ στενάζουσαν. ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστὼς μετὰ κατανύξεως πολλῆς, μετὰ πολλῶν τῶν στεναγμῶν τῶν κατὰ διάνοιαν· τῷ Θεῷ προσπίπτων, ᾔτει πᾶσι τὰ συμφέροντα· οὗ καὶ νῦν σύμβολον ὁ διάκονος ἐστὶ, τὰς ὑπὲρ τοῦ δήμου ἀναφέρων εὐχάς. ἐνταῦθα τοίνυν οὐ περὶ τοῦ Παρακλήτου ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς. Κυρίλλου. “ Ἐντυχχάνει στεναγμοῖς ἀλαλήτοις ὑπὲρ ἐπειδὴ στενάζομεν ἐσθ’ ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ἐκτελεῖν σπουδάζοντες. οὐκοῦν μανθάνομεν ἐν Ἁγίῳ Πνεύματι, καὶ τοῦτο· σοφὸν γὰρ, ὡς καὶ ὁ Υἱός. “ ἐπειδὴ δέ,” φησιν, “ τὸ “ ξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν,” ἐκεῖνο ζητήσωμεν. καί τοι τίνα δεῖ τρόπον εὔχεσθαι, πεπαιδεύμεθα παρὰ τοῦ Χριστοῦ λέγοντος ἐναργῶς, “ ὑμεῖς οὖν προσεύχεσθε· Πάτερ ἡμῶν, ὁ ἐν “ οὐρανοῖς·” καὶ ὅσα τούτοις κείμενα ἐστὶν ἐφεξῆς.
For spirits of prophets are subject to prophets, he says. And one had the gift of prophecy, of foretelling the future. Another had that of wisdom, and taught the many. Another had that of healings, and cured the sick. Another had that of powers, and raised the dead. And along with all these there was also the gift of prayer, which was itself called a spirit. And the one who had this prayed on behalf of the whole multitude. For since we, being ignorant of many things that are beneficial to us, ask for things that are not beneficial, a gift of prayer came to some one person among those of that time. And what was commonly beneficial to the whole church, he himself stood and asked on behalf of all, and he taught the others. Therefore he here calls "spirit" both the gift of that kind, and the soul that receives the gift, and intercedes with God and groans. For the one deemed worthy of such grace, standing with much compunction, with many groanings of the mind, falling before God, asked for what was beneficial for all; of which even now the deacon is a symbol, offering up the prayers on behalf of the people. Here, therefore, the discourse is not about the Paraclete, but about the spiritual heart. Of Cyril. "He intercedes with groanings unutterable on behalf of" — since we groan at times, striving to accomplish our supplications to God. Therefore we learn in the Holy Spirit, and this too; for he is wise, as also the Son. "But since," he says, "we do not know what we should pray for as we ought," let us seek that. And yet in what manner one ought to pray, we have been taught by Christ, who says clearly, "You therefore pray: Our Father, who is in the heavens," and all that follows in order after these.
ὅτε τοίνυν καθ’ ὃν πρέπει τρόπον ἐκτελεῖν τὰς ἱκετείας ἐγνώκαμεν, τίς ἃν, εἰπέ μοι, γένοιτο τῶν ἀποστολικῶν γραμμάτων ὁ λόγος; ἣ, ἔνθα ἃν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον; φαμὲν οὖν ὅτι προσευχόμεθα μὲν ἐκζητοῦντες τὴν τῶν ἀγαθῶν αἴτησιν, καὶ τὰ εἰς δόξαν Θεοῦ πρό γε τῶν ἄλλων· καὶ τὰ δι’ ὧν ἂν ἔσοιτο βιῶναι τε ὀρθῶς, καὶ τὴν ζωὴν τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι. “ τὴν δὲ ἀπαρχὴν ἔχοντες τοῦ Πνεύματος, καὶ αὐτοὶ “ ἐν ἑαυτοῖς. υἱοθεσίαν ἀπεκδεχόμενοι, καὶ ἐλπίζοντες τὴν ἀπολύ- “ τρῶσιν τοῦ σώματος.” καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει τὸ, “τί “ προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.” “ εἰ γὰρ ὀφθαλμὸς οὐκ “ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ “ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν,” τι προσιόντες ἣ πῶς ἃν εἰδείημεν, ἃ μὴ τεθεάμεθα; μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ, καὶ ταῖς τῶν ἀνθρώπων καρδίαις οὐκ ἔγνως μένα; ποία δ᾿ ἃν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις· ἣ τίς ὁ μεταπλασμός· ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν· αὐτὸς ἃν εἰδείη καὶ μόνος ὁ τούτων τεχνίτης. ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς, καθὸ δεῖ προσεύχεσθαι μὴ εἰδότας, “ αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. ἵνα ἐν ταῖς “ ναῖς ὑμῶν δαπανήσητε·” οὐκοῦν πρέποι ἃν τοῖς ὧδε διακειμένοις εἰπεῖν, τὸ, “ τί προσευξόμεθα, καθὸ δεῖ οὐκ οἴδαμεν.” ἀλαλήτοις δὴ οὑν ἐν στεναγμοῖς λαλοῦμεν ἐν Πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται, πεπιστεύκαμεν· τίνα δὲ τρόπον, ἀγνοοῦμεν παντελῶς. Θεοδωρήτου. Ἢ καὶ ἁπλούστερον, μὴ αἰτεῖτε, φησὶ, λυπηρῶν τὴν ἀπαλλαγήν·
Since, then, we have come to know in what manner it is fitting to offer our supplications, tell me, what would be the sense of the apostolic writings? Or where would what was spoken through the voice of Paul look? We say, then, that we pray seeking the petition of good things, and those things that are for the glory of God before all others; and those things through which it would be possible to live rightly, and truly to set straight a life that is well-pleasing. "Having the firstfruits of the Spirit, we ourselves also within ourselves, awaiting adoption as sons, and hoping for the redemption of the body." And as in this very passage, "what we should pray for as we ought, we do not know." For if "eye has not seen and ear has not heard, and it has not entered into the heart of man, what God has prepared for those who love him," how could we approach, or how could we know, things we have not beheld? Or rather, even the things beyond the mind, and unknown to the hearts of men? And what would the redemption of the body be? Or what is the transformation? And how it is reconstituted into incorruption and glory—he alone who is the craftsman of these things would know. And the disciple of the Savior said somewhere to certain people who did not know how one ought to pray, "You ask and do not receive, because you ask wrongly, so that you may spend it on your pleasures." Therefore it would be fitting for those so disposed to say, "what we should pray for as we ought, we do not know." In unutterable groanings, then, we speak in the Spirit, things which we have believed will indeed be; but in what manner, we are wholly ignorant. From Theodoret. Or, more simply, he says, do not ask for release from painful things.
οὐ γὰρ ἴστε τὸ συμφέρον, ὡς ὁ κυβερνῶν Θεός. δότε ὑμᾶς αὐτοὺς τῷ κατέχοντι τοῦ παντὸς τὰ πηδάλια· οὗτος γὰρ, κἂν μηδὲν αἰτήσετε, στενάζητε δὲ μόνον ὑπὸ τῆς ἐνοι- κούσης χάριτος ἐνεργούμενοι, σοφῶς τὰ κἄ ὑμᾶς πρυτανεύει, καὶ τὸ συνοῖσον μέλλει παρέξειν. Οἰκουμενίου. λῦτό, φησιν, τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. εἰ μὲν γὰρ σπεύδεις ἐργάσασθαι τὰ ἀγαθὰ, ὡσαύτως καὶ τὸ Πνεῦμα φροντίσει σου. εἰ δὲ ἀμελεῖς, ἀμεληθήσῃ. Θεοδώρου Μονάχου. Σημεῖον δὲ ἀσθενείας, καὶ τὸ σπουδάζειν παραγενέσθαι τὰ ἐλπιζόμενα, πρὸ τοῦ δέοντος καιροῦ. συναντιλαμβάνεται οὖν ἡμῖν τὸ Πνεῦμα, ἀσθενοῦσι περὶ τὸ εὔχεσθαι ἃ δεῖ. ἐπειδὴ ἡμεῖς τὰ συμφέροντα οὐκ ἴσμεν, οὐδὲ τοὺς εὐθέτους καιρούς. τὸ μέντοι Πνεῦμα τὸ Ἄγ’ ἴον ἐν τῷ συνεργεῖν, οὐκ ἀναιρεῖ τῆς αὐτεξουσιότητος τὴν χάριν. τὸ γὰρ συνεργεῖν, συμπράττειν ἐστὶν ἀσθενούσῃ τῇ γνώμῃ. οὐκ ἀναγκάζει, ἀλλὰ τοὺς ἑκουσίως εἰς ἀρετὴν ὁρμῶντας, ἐπιρωννύει· καὶ αὐτὸ δὲ τὸ Ἅγιον Πνεῦμα ἔστιν εἰπεῖν, ὅτι διὰ τῶν ἀλαλήτων στεναγμῶν, οὓς ἐγκαταμιγνυσι ταῖς τῶν ὁσίων εὐχαῖς, διορθοῦται τῶν εὐχομένων τὴν ἄγνοιαν· ὅταν ὁ εὐχόμενος ἐξ ἀγνοίας αἰτῇ τὸ μὴ δέον. ἀλαλήτους δέ φησι στεναγμοὺς, τοὺς ἐν βάθει τῆς καρδίας ὑπὸ τοῦ Ἁγίου Πνεύματος κινουμένους. Γενναδίου. Ἢ καὶ οὕτως. ἡ μὲν φύσις ἡμῶν ἐστι, ἀσθενὴς, καὶ τὸ καθ’ αὑτὴν τὸ αὖθις ἀναβιώσεσθαι· τὰ δὲ ἐπηγγελμένα, μεγάλα τὲ καὶ θεῖα, καὶ οἷα μηδὲ νῷ χωρηθῆναι δυνάμενα. ἀλλ’ ὅμως πρὸς πίστιν τούτων τῶν τηλικούτων, ἀπὸ τοῦ Πνεύματος οὐ μικρὰν ἐπικουρίαν ἔχομεν.
For you do not know what is beneficial, as God who steers does. Give yourselves to the one who holds the rudders of the universe; for he, even if you ask nothing but only groan, being moved by the grace that dwells within you, wisely directs what concerns you, and will provide what is advantageous. Oecumenius. This, he says, the Spirit jointly helps our weaknesses. For if you are eager to work good things, the Spirit will likewise care for you. But if you are negligent, you will be neglected. Theodore the Monk. And it is a sign of weakness also to be eager for the hoped-for things to arrive before the proper time. The Spirit, then, jointly helps us, who are weak in praying for what is necessary, since we do not know what is beneficial, nor the fitting times. Yet the Holy Spirit, in cooperating, does not abolish the grace of free will. For to cooperate is to work together with a weak judgment. It does not compel, but strengthens those who voluntarily rush toward virtue; and it is possible to say that the Holy Spirit himself, through the unutterable groanings which he mingles with the prayers of the saints, corrects the ignorance of those who pray, when one who prays out of ignorance asks for what is not necessary. And he calls them unutterable groanings—those stirred in the depth of the heart by the Holy Spirit. Gennadius. Or also in this way: our nature is weak, and by itself [is unable] to be revived again; but the promises are great and divine, and such as cannot even be comprehended by the mind. Nevertheless, for faith in these things so great, we have no small assistance from the Spirit.
τὰ γὰρ καὶ αἰτήσεως κρείττονα, καὶ περὶ ὧν οὐκ ἴσμεν, οὐ δὲ ὅπως εὔξασθαι χρὴ, ἵν εἴπῃ καὶ τὰ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχὴν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ Πνεύματος τοῦ Ἀγίου χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ τοῦ παντός. ὥσπερ γὰρ οἱ ἔπι τῶν γάμων ἀρραβῶνες, οὓς ἀλλήλοις οἱ γαμοῦντες διδόασιν, ἐγγυῶνται τὰ μετὰ ταῦτα· καὶ προφερόμενοι τὰς ἐφ’ οἷς δέδονται συνθήκας, ἐπὶ πέρας ἀχθῆναι καταναγκάζουσιν· οὕτως οἴμαι καὶ ἡ ἀπαρχὴ τοῦ Πνεύματος, τουτέστι τὸ μερικὸν τοῦ Πνεύματος χάρισμα, ὁ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, τὴν ἐπὶ καιροῦ δοθησομένην καθόλου χάριν ἡμῖν βέβαιοι. δέον οὖν ἄρα τοὺς ὑπὲρ αὐτῆς πόνους μὴ ἀποφεύγειν. τὸ δὲ ἐντυγχάνειν, μεταφορικῶς εἶπεν· ἀπὸ τοῦ καὶ ἡμῶν τὰς χρείας ταῖς πρὸς ἀλλήλους ἐντυχίαις ἀνύεσθαι.
Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Χρυσοστόμου. Ἐκ τούτων μᾶλλον ἀληθὲς φαίνεται ὅτι περὶ τοῦ Παρακλήτου οὐκ ἔστιν ὁ λόγος τῷ Παύλῳ. ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς. ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἔδει εἰπεῖν, ὁ δὲ ἐρευνῶν τὸ Πνεῦμα. ἀλλ’ ἵνα μάθῃς ὅτι περὶ ἀνθρώπου ὁ λόγος πνευματικοῦ, καὶ χάρισμα ἔχοντος εὐχῆς, ἐπήγαγεν, “ ὁ δὲ “ νῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.” τοῦ ἀνθρώπου τοῦ πνευματικοῦ· ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. οὐ γὰρ ἀγνοοῦντα, φησὶν, διδάσκει τὸν Θεόν· ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ἃ χρὴ, καὶ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ δοκοῦντα αὐτῷ. τοῦτο γάρ ἐστι τὸ κατὰ Θεόν.
For the things that are even beyond petition, and concerning which we do not know, nor even how one ought to pray, so that it might express both things beyond human understanding and prayer—these the given grace of the Holy Spirit secretly accomplishes for us, and the firstfruits gives us courage concerning the whole. For just as the pledges at marriages, which those who marry give to one another, guarantee what comes after; and when they produce the agreements on account of which they were given, they compel them to be brought to completion; so, I think, the firstfruits of the Spirit, that is, the partial gift of the Spirit, which is the pledge of our inheritance, confirms for us the grace that will be given wholly in due time. It is necessary, then, not to avoid the labors on its behalf. And the phrase "to intercede" he spoke metaphorically, from the fact that our needs are also accomplished through intercessions with one another.
And he who searches the hearts knows what the mind of the Spirit is, because he intercedes for the saints according to God. From Chrysostom. From these things it appears more true that Paul's discourse is not about the Paraclete, but about the spiritual heart. Since if this were not so, it would have been necessary to say, "but he who searches the Spirit." But so that you may learn that the discourse is about a spiritual man, and one having the gift of prayer, he added, "but he who searches the hearts knows what the mind of the Spirit is"—of the spiritual man—"because he intercedes for the saints according to God." For he does not, he says, teach God as one who is ignorant; but this happens so that we may learn to pray for what is necessary, and to ask from God the things that seem good to him. For this is what "according to God" means.
ὥστε καὶ παρακλήσεως ἕνεκεν ἐγίνετο τοῦτο τῶν προσιόντων, καὶ διδασκαλίας ἀρίστης. καὶ γὰρ ὁ παρέχων τὰ χαρίσματα, καὶ τὰ μυρία διδοὺς ἀγαθὰ, ὁ παράκλητος ἦν. “ πάντα γὰρ ταῦτα, ” φησὶν, “ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.” καὶ τῆς ἡμετέρας χάριν τοῦτο γίνεται, καὶ τοῦ δειχθῆναι τοῦ Πνεύματος τὴν ἀγάπην· ὅτι μέχρι τούτου συγκαταβαίνει. ὅθεν καὶ τὸ εὔχεσθαι τῷ ἀγαπωμένῳ ἐγίνετο· μᾶλλον δὲ τὸ ἀκούεσθαι τῷ εὐχομένῳ. Γενναδίου. Διὰ μέντοι τοῦ, ὁ ἐρευνῶν, οὐκ ἄγνοιαν ἐσήμανεν. ἀλλὰ τὴν ἀκριβῆ τοῦ Θεοῦ γνῶσιν τῶν καθ’ ἡμᾶς. ἐπεὶ καὶ ἡμεῖς ἐρεύνης καὶ πλείονος ἀξιοῦμεν ζητήσεως, ἅπερ ἃν ἀκριβῶς βουληθείημεν λαβεῖν. τοῦτο προσέοικε κἀκεῖνο· “ τὸ Πνεῦμα πάντα “ ἐρευνᾷ·” καὶ τὸ παρὰ τοῦ προφήτου Σοφονία· “ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ “ λέγει Κύριος, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου. οὖν φησὶν, ὁ σοφῶς πάντα τὰ τῶν ἀνθρώπων εἰδὼς, οὐδὲ τὸν σκοπὸν πὸν τοῦ πνεύματος ἡμῶν ἀγνοεῖ· ἀλλ’ οἶδεν ὅτι κατὰ τὸ αὐτοῦ θέλημα· καὶ ἐφ’ ᾧ δέδωκεν αὐτό. τοῦτο γάρ ἐστι, τὸ “κατὰ Θεόν. πρὸς αὐτὸν ποιεῖται τὴν ἔντευξιν. ὥστε τυχεῖν οὓς ἀγαπᾷ, ὁλοκλήρου τῆς ἁγιότητος. τουτέστιν, ὥστε αὐτοὺς διὰ τῆς ἀναστάσεως, σεως, εἰς ἀθάνατον καὶ ἀπαθῆ μεταστῆναι ζωήν. ἁγίους δέ φησιν, τοὺς πιστούς. διττὸν γὰρ τὸ τῆς ἁγιότητος ὄνομα. τὸ μὲν, ἄπο τῆς πίστεως. τὸ δὲ, ἀπὸ τῆς ἀρίστης πολιτείας. ἣ ἁγίους, τοὺς διὰ τῆς εὐχῆς ἁγιαζομένους. ἢ ὑπὲρ ἁγίων φησίν. ἀντὶ τοῦ, ὑπὲρ καθαρῶν καὶ θεαρέστων ἔργων τὰς αἰτήσεις ποιεῖται. ἣ ὑπὲρ ἀνθρώπων τὸν ἁγιασμὸν ἐπιποθούντων. οὐκ εἶπε δὲ ἐντυγχάνει, ὑπερεντυγχάνει·
So that this also happened for the sake of encouragement of those who come forward, and for the best instruction. For the one who provides the gifts and gives the countless good things was the Paraclete. "For all these things," he says, "the one and the same Spirit works." And this happens for the sake of our grace, and to show the love of the Spirit: that he condescends to this extent. Hence also the praying belonged to the beloved; or rather, the being heard belonged to the one praying. Of Gennadius. However, through the phrase "he who searches," he did not signify ignorance, but the precise knowledge of God concerning our affairs. Since we too deem worthy of search and greater inquiry those things which we would wish to grasp precisely. This resembles that other saying: "The Spirit searches all things"; and that from the prophet Zephaniah: "In that day," says the Lord, "I will search Jerusalem with a lamp." Therefore, he says, the one who wisely knows all human affairs does not ignore even the aim of our spirit; but he knows that it is according to his will, and for that for which he gave it. For this is the meaning of "according to God": he makes his petition to him, so that those whom he loves may obtain complete holiness. That is, so that they may pass through the resurrection into an immortal and passionless life. And he calls the faithful "holy." For the name of holiness is twofold: one from faith, the other from the best conduct. Or "holy" means those who are sanctified through prayer. Or he says "on behalf of saints," meaning instead that he makes his requests on behalf of pure and God-pleasing works. Or on behalf of people who long for sanctification. He did not say "intercedes," but "intercedes beyond measure.
τὴν σύντονον καὶ κατεσπουδασμένην δηλῶν ἔντευξιν.
Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Χρυσοστόμου. Ἐνταῦθά μοι δοκεῖ πρὸς τοὺς ἐν κινδύνοις ὄντας ἅπαν τοῦτο κεκινηκέναι τὸ χώριον. μᾶλλον ’δε οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ μικρῷ πρὸ τούτων εἰρημένα. καὶ γὰρ τὸ “ οὐκ “ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ,” καὶ τὰ ἑξῆς ἅπαντα, ἐκείνους εἴρηται. δι’ ἐκείνων τοίνυν πάντων ἀλείψας αὐτοὺς, καὶ παιδεύσας, μὴ ἅπερ ἃν νομίσωσιν εἶναι συμφέροντα, ταῦτα αἰτεῖσθαι τεῖσθαι πάντως· ἀλλ’ ἅπερ ἃν τὸ Πνεῦμα ὑποβάλῃ, ἄνεσις γὰρ καὶ κινδύνων ἀπαλλαγὴ καὶ τὸ ἐν ἀδείᾳ ζῆν ἐδόκει συμφέρον ἐκείνοις· νοῖς· ὅπερ ἐπιβλαβὲς μᾶλλον ἐστὶν, ἐπάγει καὶ ταῦτα q. λογισμὸν κινῶν ἱκανὸν αὐτοὺς ἀνακτήσασθαι. ὅταν δὲ εἴπῃ πάντα, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ λέγει. κἂν γὰρ θλίψις καὶ πενία· κἂν ὁτιοῦν ἕτερον ἐπέλθῃ, δυνατὸς ὁ Θεὸς εἰς τοὐναντίον ἅπαντα μεταβαλεῖν. ἐπεὶ καὶ τοῦτο τῆς ἀφάτου δυνάμεως αὐτοῦ· τὸ τὰ δοκοῦντα εἶναι μοχθηρὰ, κοῦφα τὲ ἡμῖν ποιεῖν, καὶ εἰς τὴν ὑπὲρ ἡμῶν τρέπειν βοήθειαν. διόπερ οὐκ εἶπε τοῖς ἀγαπῶσι τὸν Θεὸν, οὐκ ἐπέρχεται τι δεινὸν, ἀλλ’ ὅτι “ συνεργεῖ εἰς ἀγαθόν.” ὅτι αὐτοῖς τοῖς δεινοῖς κέχρηται εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν. ὅπερ πολλῷ μεῖζον ἐστὶ, τοῦ κωλῦσαι ἐπελθεῖν τὰ δεινά· ἢ καταλῦσαι ἐπελθόντα. ὃ καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου πεποίηκεν. οὔτε γὰρ ἐκώλυσεν ἐμπεσεῖν εἰς αὐτήν· οὔτε ἐμπεσόντων τῶν ἁγίων ἐκείνων, τὴν φλόγα ἔσβεσεν. ἀλλὰ ἀφεὶς καίεσθαι, δι’ αὐτῆς ταύτης θαυμαστοτέρους εἰργάσατο.
Declaring the intense and earnest supplication.
And we know that for those who love God, all things work together for good, for those who are called according to his purpose. Of Chrysostom. Here it seems to me that he has set in motion this entire passage for the sake of those who are in dangers—or rather, not only this, but also the things said a little before these. For both the "the sufferings of the present time are not worthy" and all that follows were spoken for their sake. Through all those things, then, having anointed them and instructed them not to ask for whatever they might suppose to be advantageous, but rather whatever the Spirit might suggest—for relief and deliverance from dangers and living in security seemed advantageous to them, which is actually more harmful—he brings in these things too, stirring up a reasoning sufficient to restore them. And when he says "all things," he means even those things that seem to be painful. For even if affliction and poverty, or anything else whatsoever should come upon them, God is able to change all things to the opposite. Since this too belongs to his ineffable power: to make the things that seem to be grievous light for us, and to turn them into help on our behalf. Therefore he did not say to those who love God, "no evil comes upon them," but that "all things work together for good"—because he uses the very evils themselves for the proving of those who are plotted against. This is much greater than preventing evils from coming, or dissolving them once they have come. This is what he also did in the case of the Babylonian furnace. For he neither prevented them from falling into it, nor, when those holy ones had fallen in, did he extinguish the flame. But allowing them to burn, through this very thing he made them more wonderful.
εἰδες πῶς τοῖς ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν; Γενναδίου. Καὶ τοῦτο ἡμῖν που πάντως ἀνωμολόγηται, φησὶν, ὅτι ὁ Θεὸς οὐκ ἐγκαταλείπει ποτὲ τοὺς ἀγαπῶντας αὐτόν. q Desunt queedam. ἀλλ’ ἅπαντα αὐτοῖς τὰ περὶ αὐτοὺς συμβαίνοντα, γίνεσθαι παρασκευάζει εἰς ἀγαθόν. Θεοδωρήτου. Πλὴν οὐχ ἅπασι συνεργεῖ, ἀλλὰ τοῖς ἀγαπῶσι. καὶ οὐχ ἁπλῶς συνεργεῖ, ἀλλ’ εἰς ἀγαθόν. εἰ γάρ τις αἰτήσει τὰ μὴ συμφέροντα, διαμαρτάνει τῆς αἰτήσεως· ἐπειδὴ τὸ μὴ τυχεῖν συμφέρει. Θεοδώρου Μονάχου. Ἢ τὸ Πνεῦμα συνεργεῖ, ὁ ἐστι εἰς τὸ ἀγαθὸν τοῖς ἀγαπῶσι τὸν Θεόν. ἀγαπῶσι δὲ τὸν Θεὸν, οἱ κατὰ πρόθεσιν κλητοί. οἱ διὰ τὴν ἀγαθὴν πρόθεσιν, ἄξιοι γεγονότες κλήσεως. ὁ μὲν γὰρ Θεὸς καλεῖ πάντας, οὐ πᾶσι δὲ συνεργεῖ, ἀλλὰ τοῖς εὐσεβῆ πρόθεσιν ἔχουσιν. οὗτοι γὰρ καὶ τέλειοι, καὶ υἱοί. οὐ μὴν Ἰουδαῖοι, οἱ φόβῳ τοῦ νόμου εὐσεβοῦντες. διὸ καὶ δοῦλοι οὗτοι. εἶτα ἐπειδὴ εἶπε, πάντα συνεργεῖ εἰς τὸ ἀγαθὸν ὁ Θεὸς, ἐπάγει καὶ τὰ ἑξῆς. Χρυσοστόμου. Εἰπὼν γὰρ τὸ μέγα τοῦτο ἀγαθὸν, καὶ σφόδρα τὴν ἀνθρωπίνην ὑπερβαῖνον φύσιν, ὅτι οὐ κωλύει τὰ δοκοῦντα εἶναι Θεὸς, ἀλλ’ εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν αὐτοῖς κέχρηται. χρηται. ἐπειδὴ πολλοῖς ἄπιστον τοῦτο εἶναι ἐδόκει· ἀπὸ τῶν παρελθόντων αὐτὸ πιστοῦται· “ τοῖς κατὰ πρόθεσιν,” λέγων, “ “ τοῖς οτυσι.” σκόπει γάρ, φησι, εὐθέως ἀπὸ τῆς κλήσεως τὸ εἰρημένον. διατί γὰρ μὴ ἐξαρχῆς πάντας ἐκάλεσεν, ἢ μηδὲ αὐτὸν Παῦλον εὐθέως μετὰ τῶν ἄλλων, οὐ δοκεῖ ἡ ἀναβολὴ ἐπιζήμιος εἶναι. ἀλλ’ ὅμως, ἐδείχθη διὰ τῶν πραγμάτων, ὅτι χρήσιμος γέγονε. πρόθεσιν δὲ ἐνταῦθα φησίν·
Do you see how for those who love God, all things work together for good? Of Gennadius. And this, he says, has surely been agreed by us somewhere, that God never forsakes those who love him. But he prepares all things that happen to them concerning themselves to turn out for good. Of Theodoret. However, it does not work together for all, but for those who love. And it does not simply work together, but for good. For if someone asks for things that are not beneficial, he misses his request, since not obtaining is beneficial. Of Theodore the Monk. Or the Spirit works together, that is, for good, for those who love God. And those who love God are the called according to purpose: those who through their good purpose have become worthy of the calling. For God calls all, but he does not work together for all, but for those who have a pious purpose. For these are both perfect and sons. Certainly not the Jews, who are pious out of fear of the law; therefore these are also slaves. Then, since he said, God works all things together for good, he adds also what follows. Of Chrysostom. For having stated this great good, and one that exceedingly surpasses human nature—that God does not hinder the things that seem to be against them, but uses them for the approval of those who are plotted against—since this seemed unbelievable to many, he confirms it from past events, saying, "for those who are called according to purpose." For consider, he says, immediately from the calling what has been said. For why did he not call all from the beginning, or even Paul himself immediately along with the others? The delay does not seem to be harmful. But nevertheless, it was shown through the events that it was useful. And purpose here, he says:
ἵνα μὴ τὸ πᾶν τῇ κλήσει δῷ. ἐπειδὴ οὕτως ἔμελλον καὶ Ἕλληνες ἀντιλέγειν καὶ Ἰουδαῖοι. εἰ γὰρ ἡ κλῆσις ἤρκει μόνον, τίνος ἕνεκεν οὐ πάντες ἐσώθησαν; ὅτι οὐχ ἡ κλῆσις μόνον, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν καλουμένων τὴν σωτηρίαν ἐργάζεται. οὐ γὰρ ἠναγκασμένη γέγονεν ἡ κλῆσις. πάντες γοῦν ἐκλήθησαν, ἀλλ’ οὐ πάντες ἐσώθησαν. Ἰσιδώρου. Ἡ γὰρ θεία χάρις τῇ ἀνθρωπίνῃ κιρνωμένη προθυμίᾳ, μία, σώζει τὸν ἄνθρωπον. διόπερ καὶ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, εἶπε συνεργεῖν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. οὐ γὰρ ἡ κλῆσις μόνον· πάντες γὰρ ὑπήκουσαν μὲν οὐδαμῶς· ἐκλήθησαν δὲ, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν κεκλημένων τὴν σωτηρίαν εἰργάσατο. οὐ γὰρ ἠναγκασμένη γέγονεν ἡ κλῆσις, οὐδὲ βεβιασμένη, ἀλλ’ ἑκουσία. Θεοδωρήτου. Σφόδρα τοίνυν ἀκριβῶς συνέζευξε τῇ κλήσει τὴν πρόθεσιν. οὐ γὰρ ἁπλῶς καλεῖ, ἀλλὰ τοὺς πρόθεσιν ἔχοντας. διὰ τοῦτο ἐν μὲν Κορίνθῳ ἔφη τῷ Ἀποστόλῳ, “ λάλει καὶ μὴ “ σιωπήσῃς. ἔστι γάρ μοι λαὸς πολὺς ἐν τῇ πόλει ταύτῃ.” εἰς δὲ τὴν Μυσίαν λαλῆσαι τὸν λόγον ἐκώλυσεν. εἰς μέντοι τὴν Ἀσίαν, τὸ μὲν πρῶτον, ἐπέσχεν. ὕστερον δὲ τοῦτο ἐπέσχεν ἥκιστα· ἀλλὰ ποιῆσαι προσέταξε. διὰ τοῦτο καὶ ἐν Ἱεροσολύμοις ἔφη πρὸς αὐτὸν, “ σπεῦσον καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν. οὐ γὰρ “ μὴ προσδέξονταί σου τὴν μαρτυρίαν.” διὰ τοῦτο κἀνταῦθα, “ τοῖς κατὰ πρόθεσιν,” ἔφη, “ Γενναδίου. Ἐντεῦθεν μέντοι καὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς τῶν Ἰουδαίων ἀποβολῆς, ἤρξατο προκατασκευάζειν. Κυρίλλου. Τὸ μὲν οὖν κατὰ πρόθεσιν, εἴη ἃν τὸ κατὰ βούλησιν. κέκληνται δὲ, οἱ, περὶ ὧν ὁ λόγος, κατὰ βούλησιν, τίνων;
so that he might not attribute everything to the call. Since in this way both Greeks and Jews were going to object. For if the call alone were sufficient, why were not all saved? Because it is not the call alone, but also the purpose of those who are called that accomplishes salvation. For the call has not come about by compulsion. At any rate, all were called, but not all were saved. Of Isidore. For the divine grace, mingled with human eagerness, alone saves the man. Therefore also he who has Christ speaking in himself said that he works together with those who are called according to purpose. For it is not the call alone; for not all obeyed at all, but they were called, yet also the purpose of those who have been called accomplished salvation. For the call has not come about by compulsion, nor by force, but voluntarily. Of Theodoret. Very precisely, then, he yoked purpose to the call. For he does not call indiscriminately, but those who have purpose. For this reason he said to the Apostle in Corinth, "Speak and do not be silent. For I have many people in this city." But he prevented him from speaking the word in Mysia. In Asia, however, he restrained him at first, but afterward did not restrain him at all, but commanded him to do it. For this reason also in Jerusalem he said to him, "Hurry and get out of here quickly. For they will not accept your testimony." For this reason also here he said, "to those who are called according to purpose," Of Gennadius. From this point, then, he began to prepare beforehand the defense for the rejection of the Jews. Of Cyril. The "according to purpose," then, would be "according to will." But those concerning whom the word is spoken have been called according to will—of what sort?
πότερα δὴ τοῦ κεκληκότος, ἣ τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτο ἃν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ που ὁ Χριστός· “ οὐδεὶς “ ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.” πλὴν ἔν γε τούτοις, οὐκ ἃν τίς ἁμάρτοι τοῦ πρέποντος, λέγων, ὡς κλητοὶ γεγόνασι τινὲς κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν.
Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε. λεσε. καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Κυρίλλου. Πολλοὶ μέν, φησιν, οἱ κατὰ πρόθεσιν κλητοί· οὐ μὴν ἅπαντες ἐκλεκτοί. μόνοι δὲ οὗτοι τετίμηνται, οἳ καὶ προεγνώσθησαν, ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ τοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ, τίς ἃν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος, “ ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.” οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ. τουτέστι, τὴν ἐν ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ καὶ ἁμαρτίαις ζωὴν εἶναι φαμὲν, οὐτῶ καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν, ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ, κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὖτοι καὶ κὲκλήνται. Θεοδώρου Μονάχου. Ἢ καὶ οὕτως.
Is it then of the one who calls, or of those who are called? Therefore every impulse that leads us toward righteousness would come to us from God and the Father. For Christ said somewhere: "No one can come to me unless the Father who sent me draws him." Nevertheless, in these matters at least, one would not miss what is fitting in saying that certain people have become called according to purpose—both the purpose of the one who calls and their own.
For those whom he foreknew, he also predestined to be conformed to the image of his Son, so that he might be the firstborn among many brothers. And those whom he predestined, these he also called. And those whom he called, these he also justified. And those whom he justified, these he also glorified. Of Cyril. Many, he says, are called according to purpose; yet not all are elect. But only those have been honored who were also foreknown, as they will be conformed to the image of his Son. And what the image of his Son might be understood to be, the blessed Paul himself will again make clear, saying, "For just as we bore the image of the earthly one, let us also bear the image of the heavenly one." For those who have disregarded fleshly desires, these have imitated the image of Christ—that is, the conduct and life in holiness. For just as we say that the image of the earthly one, that is, Adam, is the life in disobedience and sins, so too the image of the heavenly one, that is, Christ, is holiness and justification and obedience. Therefore, as many as were foreknown to become, at the appointed times, conformed to and imitators of the life of Christ—so far as is possible for human nature—these have also been called. Of Theodore the Monk. Or also in this way.
διὰ τοῦτο φησὶ συνεργεῖ τὸ Πνεῦμα τοῖς κατὰ πρόθεσιν κλητοῖς, ὅτι αὐτοὺς προέγνω Θεὸς ἀξίους τῆς τοῦ Πνεύματος βοηθείας· καὶ προγνοὺς, προώρισε συμμόρφους εἶναι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. οὐκ ἀναιρῶν τὸ αὐτεξούσιον· ἡ γὰρ πρόγνωσις, οὐκ ἔστιν ἀναγκαστική· ἀλλὰ προθεωρητικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ διαθέσεως. σαφέστερον δ’ ἃν εἴη τὸ ῥηθὲν, εἰ ἀπὸ τῶν τελευταίων ἀρξάμενοι, ἐπὶ τὰ πρῶτα ἀνίωμεν. τίνας τοίνυν ἐνταῦθα ἐδόξασεν ὁ Θεός; οὓς ἐδικαίωσε. τίνας δὲ ἐδικαίωσεν; οὓς καὶ ἐκάλεσε· τίνας δὲ ἐκάλεσεν; οὓς προώρισε. τίνας δὲ προώρισεν; οὓς προέγνω. τίνας δὲ προέγνω; τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας. τουτέστι, τοὺς διὰ τὴν ἰδίαν πρόθεσιν κλητοὺς ὄντας καὶ συμμόρφους Χριστῷ. σύμμορφοι δὲ γινόμεθα τῆς εἰκόνος τοῦ Υἱοῦ ἐν τῷ καὶ αὐτοὶ υἱοὶ χρηματίσαι, ὡς ἀδελφοὶ τοῦ φύσει Υἱοῦ καὶ πρωτοτόκου Ἰησοῦ Χριστοῦ, κατὰ τὸν πνευματικὸν λόγον. ἐπειδὴ γὰρ Πνεῦμα ὁ Θεὸς, πνευματικοὶ δὲ καὶ οἱ ἐκ τοῦ Πνεύματος γεννηθέντες· σύμμορφοι ἄρα κατὰ τοῦτον τὸν λόγον ἐσμὲν τῷ Χριστῷ. ἣ οὕτως σύμμορφοι ἐσμὲν τῆς εἰκόνος τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι, τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν γὰρ τοῦ Πατρὸς ὁ Υἱός. Γενναδίου. Ἢ συμμόρφους φησὶ τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· ἀντὶ τοῦ, τῆς υἱότητος τοῦ σώματος αὐτοῦ. διὸ καὶ ἐπήγαγεν, “εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον·” εἰ γὰρ καὶ μετέδωκε τῆς υἱοθεσἱας καὶ ἄλλοις, οὐδὲν ἐντεῦθεν τὸν Υιὸν ἐζημίωσεν· ἔχει γὰρ καὶ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχήν· καὶ πλεονεκτεῖ τοῖς πρωτοτοκίοις τῶν ἀδελφῶν. Θεοδωρήτου. Ἀκριβῶς δὲ σφόδρα οὐκ εἶπε συμμόρφους τοῦ Υἱοῦ αὐτοῦ·
For this reason he says the Spirit cooperates with those who are called according to purpose, because God foreknew them to be worthy of the Spirit's help; and having foreknown them, he predestined them to be conformed to the image of his Son — not abolishing free will, for foreknowledge is not compulsory, but a prior observation of the impulse and disposition of those who conduct themselves rightly. What has been said would be clearer if, beginning from the last things, we ascend to the first. Whom, then, did God here glorify? Those whom he justified. And whom did he justify? Those whom he also called. And whom did he call? Those whom he predestined. And whom did he predestined? Those whom he foreknew. And whom did he foreknow? Those who are called according to purpose — that is, those who are called through their own purpose and are conformed to Christ. And we become conformed to the image of the Son when we ourselves are also called sons, as brothers of the Son by nature and firstborn Jesus Christ, according to the spiritual sense. For since God is Spirit, and those born of the Spirit are also spiritual, we are therefore conformed to Christ in this sense. Or we are conformed in this way to the image of God and the Father — that is, of his Son. For the Son is the image of the Father. From Gennadius. Or he says "conformed to the image of his Son" instead of "to the sonship of his body." Therefore he also added, "that he might be the firstborn"; for even if he has shared adoption with others, he has not thereby diminished the Son, for even so he has preeminence over all, and excels by the firstborn rights of his brothers. From Theodoret. And very precisely he did not say "conformed to his Son";
σαφέστερον δὲ τοῦτο τέθεικεν ἐν τῇ πρὸς Φιλιππησίους. εἰρηκὼς γάρ· “ ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. “ ἐξ καὶ καὶ Σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστὸν,” “ ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς “ τὸ γενέσθαι σύμμορφον αὐτὸ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὐ γὰρ δὴ τῇ θεότητι αὐτοῦ σύμμορφον ἡμῶν ἔσται τὸ σῶμα, ἀλλὰ “ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὕτω κἀνταῦθα, τοὺς τῆς ἀξιωθέντας, τῆς εἰκόνος τοῦ Υἰοῦ συμμόρφους ὠνόμασεν. τουτέστι, τοῦ σώματος τοῦ Υἱοῦ. ἐπειδὴ γὰρ ἀόρατος ἡ θεία φύσις· τὸ δὲ σῶμα ὁρατὸν, ὡς ἐν εἰκόνι τινὶ διὰ τοῦ σώματος προσκυνεῖται. ἣ εἰκόνα τοῦ Υἱοῦ, τὸ σῶμα αὐτοῦ φησίν. ἐπειδὴ ὁ ἐκ σπέρματος Δαβὶδ, εἰκὼν τοῦ Λόγου κατὰ τὴν υἱότητα. Υἱὸς γὰρ προσηγορεύθη διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν. σύμμορφοι γοῦν ἐσώμεθα τῷ ἐκ Δαβίδ· εἰ γὰρ καὶ σαρκὶ ἁγίᾳ καὶ καθαρᾷ καὶ ἡνωμένῃ Θεῷ συμμορφούμεθα, ἀλλ’ ὅμως ἔχομεν οἰκειότητα, πρὸς τὸ σύμμορφοι γενέσθαι ὡς ἄνθρωποι ἀνθρώπῳ. Σευηριανοῦ. Ἢ τῆς εἰκόνος τοῦ Υἱοῦ, ἀντὶ τοῦ Ἁγίου Πνεύματος. ὥσπερ γὰρ Υἱὸς τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ. ὅσοι οὖν Πνεύματος Ἁγίου ἀξιωθέντες, πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοι εἰσὶ τοῦ Πνεύματος· ὁ ἐστιν, εἰκὼν τοῦ Υἱοῦ. Βασιλείου. Διὰ τοῦτο καὶ Θεοῦ μὲν ὁ Υἱὸς, Λόγος· ῥῆμα δὲ Υἱοῦ, τὸ Πνεῦμα. “ φέρων γάρ,” φησι, “ τὰ πάντα τῆς δυνάμεως αὐτοῦ. καὶ ἐπειδὴ ῥῆμα Υἱοῦ, καὶ διὰ τοῦτο “ Θεοῦ, “ τὴν μάχαιραν,” φησὶ, “ τοῦ Πνεύματος. “ Θεοῦ.” ῥῆμα δὲ, ζῶν καὶ Χρυσοστόμου. Εἶδες τιμῆς ὄγκον;
He has stated this more clearly in the letter to the Philippians. For having said, "But our citizenship exists in heaven, from which we also await a Savior, the Lord Jesus Christ," "who will transform the body of our humiliation, to become conformed to the body of his glory." For the body will not be conformed to his divinity, but "to the body of his glory." So also here, he has called those who were deemed worthy conformed to the image of the Son—that is, to the body of the Son. For since the divine nature is invisible, but the body is visible, it is worshiped as in an image through the body. And the image of the Son, he says, is his body. Since he who is from the seed of David is an image of the Word according to sonship. For he was called Son because of his union with the Word. Therefore we shall be conformed to him who is from David; for even if we are conformed to flesh that is holy and pure and united to God, nevertheless we have a kinship, to become conformed as man to man. Of Severianus. Or, "to the image of the Son," instead of "to the Holy Spirit." For just as the Son is the unvarying image of the Father, so also the Spirit is of the Son. Therefore as many as have been deemed worthy of the Holy Spirit and live spiritually, these are conformed to the Spirit; which is, the image of the Son. Of Basil. For this reason the Son is also of God, the Word; and the Spirit is the utterance of the Son. For "he bears," he says, "all things by the power of his word." And since it is the utterance of the Son, and for this reason "of God," he says, "the sword of the Spirit," "of God." And the utterance is living and Of Chrysostom. Did you see the weight of the honor?
ὅπερ ὁμογενὴς ἦν τοῦτο καὶ οἱ κατὰ πρόθεσιν κληθέντες γεγόνασιν ἐν χάριτι. ἀλλ’ ὅμως, οὐκ ἠρκέσθη τῷ εἰπεῖν συμμόρφους, ἀλλὰ καὶ ἕτερον προστέθεικεν, “ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον.” καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ ἕτερον ἐπάγει, “ ἐν πολλοῖς ἀδελφοῖς.” διὰ πάντων, σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόμενος. ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε. κατὰ γὰρ τὴν θεότητα, μονογενής. Θεοδωρήτου. Οὐ γὰρ ἔχει ἀδελφοὺς ὁ Θεὸς, ὡς Θεός. ὡς δὲ ἄνθρωπος, ἀδελφοὺς τοὺς πεπιστευκότας καλεῖ, ὧν ἐστι πρωτότοκος. οὐκ ἄλλος ὣν παρὰ τὸν μονογενῆ· ἀλλ’ ὁ αὐτὸς, καὶ μονογενης καὶ πρωτότοκος. Βασιλείου. Πρωτότοκος, πρὸς τοὺς δι’ υἱοθεσίαν τοῦ Ἁγίου Πνεύματος ἐκ Θεοῦ γεννωμένους. ὡς ὁ Παῦλος ἐνταῦθα φησὶ, “ εἰς τὸ εἶναι πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.” λέγεται δὲ “ πρωτότοκος τῆς κτίσεως·” ὡς πρὸ πάσης αὐτῆς ἐκ Θεοῦ γεννηθείς. ἀλλ’ οἱ τῇ κτίσει τοῦτον συντάττοντες, εἰ πρωτότοκος, φασὶν, ὁ μονογενὴς, οὐκέτι μονογενής· ἀλλ’ ὀφείλει καὶ ἄλλος εἶναι οὗ πρωτότοκος λέγεται. καί τοι γε, ὦτ’ σοφοὶ, καὶ ἐκ Μάριας τῆς παρθένου μόνος γεννηθεὶς, πρωτότοκος αὐτῆς εἴρηται. “ ἕως οὗ γὰρ “ἔτεκε,” φησὶν, “τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.” ὥστε ἀνάγκη ἀδελφοῦ πρωτότοκον λέγεσθαι, εἰ δὲ πρὸ τῆς κτίσεως ὣν, οὐ γέννημα ἐστὶν ἀλλὰ κτίσμα, πρωτόκτιστος ἃν ἐλέγετο, καὶ οὐ πρωτότοκος. Ἰωάννου Τοῦ Δαμασκέωσ. Ἀλλ᾿ ἰστέον ὅτι πρωτότοκος ἐστὶν, ὁ πρῶτος γεννηθείς· εἴτε μονογενὴς, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν.
What was of the same kind, this also those who were called according to purpose have become in grace. But nevertheless, he was not satisfied with saying "conformed," but also added something else: "that he might be the firstborn." And he did not stop even there, but also brings in another: "among many brothers." Through all of these, he wishes to show the kinship clearly. But consider all these things to have been said concerning the economy. For according to his divinity, he is only-begotten. From Theodoret. For God does not have brothers, as God. But as man, he calls those who have believed brothers, of whom he is the firstborn. Not being other than the only-begotten, but the same is both only-begotten and firstborn. From Basil. Firstborn, in relation to those who are begotten from God through adoption by the Holy Spirit. As Paul says here, "that he might be firstborn among many brothers." And he is called "firstborn of creation," as having been begotten from God before all of it. But those who rank him with creation say, if the only-begotten is firstborn, he is no longer only-begotten; but there ought also to be another of whom he is called firstborn. And yet, O wise ones, he who was born alone from Mary the virgin is also called her firstborn. For "until she bore," it says, "her son, the firstborn." So that he must be called firstborn of a brother, but if, being before creation, he is not an offspring but a creature, he would have been called first-created, and not firstborn. From John of Damascus. But one must know that firstborn is the one who was born first, whether only-begotten, or also before other brothers.
εἰ μὲν οὖν ἐλέγετο Υἱὸς τοῦ Θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἃν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον, ὡς κτίσμα ὑπάρχοντα. ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἄμφω τηρῆσαι ἐπ’ αὐτοῦ. πρωτότοκον μὲν αὐτὸν φαμὲν ἀληθῶς ἁπάσης τῆς κτίσεως, ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ Θεοῦ, καὶ ἡ κτίσις ἐκ τοῦ Θεοῦ. ἀλλ’ αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, μόνος ἀχρόνως γεγεννημένος, εἰκότως υἱὸς μονογενὴς πρωτότοκος, καὶ οὐ πρωτόκτιστος λεχθήσεται. ἡ γὰρ κτίσις, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλὰ θελήματι αὐτοῦ, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. “ πρωτό- “ τόκος δὲ ἐν πολλοῖς ἀδελφοῖς.” μονογενὴς γὰρ ὣν καὶ ἐκ τρός· ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, καὶ ἄνθρωπος γέγονε. γεγόναμεν δὲ καὶ ἡμεῖς δι’ αὐτοῦ υἱοὶ Θεοῦ· υἱοθετηθέντες διὰ βαπτίσματος. αὐτὸς ὁ φύσει Υἱὸς τοῦ Θεοῦ, πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς Θεοῦ γεγεεννημένοις, καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. ὅθεν ἔλεγεν, “ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν.” Πατέρα μου, φύσει· πατέρα ὑμῶν, θέσει καὶ χάριτι. Καὶ ἄλλως δὲ πρωτότοκος τῆς κτίσεως, διὰ τὸ τῆς ἐνανθρωπή- σεως τοῦ Θεοῦ μυστήριον λεχθείη ἂν ἐπ’ αὐτοῦ. Γρηορίου Νύσσησ.
If then he were called Son of God firstborn, but not called only-begotten, we would have supposed him to be firstborn of created things, as being himself a creature. But since he is called both firstborn and only-begotten, we must preserve both in his case. We say that he is truly firstborn of all creation, since he himself is from God, and creation is from God. But he is from the essence of God and the Father, alone begotten without time, rightly he will be called only-begotten Son and firstborn, and not first-created. For creation was brought from non-being into being, not from the essence of the Father, but by his will. "Firstborn among many brothers." For being only-begotten he is also from a woman, since he partook of blood and flesh similarly to us, and became man. And we too have become sons of God through him, having been adopted through baptism. He who is by nature the Son of God has become firstborn among us who have been begotten as sons of God by adoption and grace, and have been called his brothers. Therefore he said, "I am ascending to my Father and your Father." My Father, by nature; your Father, by adoption and grace. And in another way he might be called firstborn of creation because of the mystery of the incarnation of God. Of Gregory of Nyssa.
Ο γάρ τοι μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁμογενὴς ἔστι Θεὸς, ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ, τὸ μὴ μόνον τὴν τῶν ὄντων κτίσιν δι’ ἐκείνου γενέσθαι, ἀλλ’ ὅτι τῆς ἀρχαίας τῶν ἀνθρώπων κτίσεως παλαιωθείσης καὶ ἀφανισθείσης, καθὼς αὐτὸς ὀνομάζει, ἄλλης δὲ καινῆς κτίσεως ἐν Χριστῷ γενομένης, οὐδὲ ταύτης ἄλλος τις καθηγήσατο· ἀλλὰ πάσης τῆς διὰ τοῦ εὐαγγελίου τῶν ἀνθρώ- πων γενομένης κτίσεως, αὐτός ἐστιν ὁ πρωτότοκος. ὡς ἃν σαφέ- στερον γένοιτο τὸ περὶ τούτου νόημα, οὑτωσὶ τὸν λόγον διαληψό- διαληψόμεθα. τετράκις τῆς φωνῆς ταύτης μέμνηται ὁ θεῖος Ἀπόστολος. ἅπαξ μὲν, οὕτως εἰπών· “ὅτι πρωτότοκος πάσης κτίσεως·” πάλιν δέ· “ὅτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” ἐκ τρίτου δέ· “ὅτι “πρωτότοκος ἐκ τῶν νεκρῶν.” μετὰ ταῦτα δὲ ἀπόλυτόν τε καὶ ἀσυζυγῆ τὴν φωνὴν παρ·ατίθεται, εἰπών· “ὅταν δὲ πάλιν εἰσαγάγῃ “τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην.” οὐκοῦν ἥνπερ ἃν διάνοιαν ἐπὶ τῶν ἄλλων συζυγιῶν τοῦ ὀνόματος τούτου κατανοήσωμεν, ἀκο- λούθως τὴν αὐτὴν καὶ τῷ πρωτοτόκῳ τῆς κτίσεως ἐφαρμόσομεν. μιᾶς γὰρ καὶ τῆς αὐτῆς οὔσης φωνῆς, ἀνάγκη μίαν ε7ναι καὶ τὴν σημαινομένην διάνοιαν. πῶς τοίνυν γίνεται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ; πῶς δὲ ἐκ νεκρῶν πρωτότοκος ;
For indeed the great Paul, knowing that the author and cause of every good is God of the same nature, the one who holds primacy in all things, testifies concerning him that not only did the creation of existing things come to be through him, but also that when the ancient creation of men had grown old and been done away with, as he himself calls it, and another new creation had come to be in Christ, no other was the leader of this either; but of all the creation of men that has come to be through the gospel, he himself is the firstborn. So that the thought concerning this may become clearer, we shall set out the argument in this way. Four times the divine Apostle makes mention of this expression. Once, when he said: "that he is the firstborn of all creation;" and again: "that he is the firstborn among many brothers." And a third time: "that he is the firstborn from the dead." And after these things he sets forth the expression absolutely and without conjunction, saying: "when again he brings the firstborn into the world." Therefore, whatever meaning we perceive in the case of the other conjunctions of this name, we shall consistently apply the same to the firstborn of creation. For since the expression is one and the same, the meaning signified must also be one. How then does he become firstborn among many brothers? And how is he firstborn from the dead?
ἢ τοῦτο πάντως ἐστὶ δῆλον, ὅτι διὰ τὸ γενέσθαι ἡμᾶς καὶ σάρκα, καθὼς φησὶν ἡ γραφὴ, ὁ δι’ ἡμᾶς γενόμενος καθ’ ἡμᾶς, καὶ σαρκὸς καὶ αἵματος κοινωνήσας, μέλλων ἡμᾶς ἐκ τοῦ φθαρτοῦ μεταποιεῖν πρὸς τὸ ἄφθαρτον, διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι’ ὕδατος καὶ πνεύματος, αὐτὸς τοῦ τοιούτου τόκου καθηγήσατο διὰ τοῦ ἰδίου βαπτίσματος· τὸ Ἅγιον Πνεῦμα ἐπὶ τὸ ὕδωρ ἐπισπασάμενος. ὥστε πάντων τῶν πνευματικῶς ἀναγεννωμένων πρωτότοκον αὐτὸν γενέσθαι· καὶ ἀδελ- φοὺς ὀνομάσαι τοὺς τῆς, ὁμοίας αὐτῶ διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος μετεσχηκότας γεννήσεως. Ἐπειδὴ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἔδει αὐτὸν ἐναπο- θέσθαι τῇ φύσει τὴν δύναμιν, πάλιν γίνεται “ ἀπαρχὴ τῶν κεκοι- “ μημένων· καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ὁ πρῶτος δι’ ἑαυτοῦ λύσας τὰς ὠδῖνας τοῦ θανάτου. ὥστε καὶ ἡμῖν ὁδοποιηθῆναι τὴν ἐκ τοῦ θανάτου παλιγγενεσίαν, διὰ τῆς τοῦ Κυρίου ἀναστάσεως, τῆς ὠδῖνος τοῦ θανάτου λυθείσης, ᾧτ’ κατειχόμεθα. ὥσπερ οὖν μετασχὼν τῆς διὰ λουτροῦ ἀναγεννήσεως, ἀδελφῶν πρωτότοκος γίνεται. καὶ πάλιν ἀπαρχὴν τῆς ἀναστάσεως ἑαυτὸν ποιήσας, πρωτότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται· οὕτως ἐν πᾶσι πρωτεύων μετὰ τὸ παρελθεῖν τὰ ἀρχαῖα πάντα, καθὼς φησὶ ὁ Ἀπόστολος, τῆς ἐν Χριστῷ καινῆς κτίσεως τῶν ἀνθρώπων πρωτότοκος γίνεται. διὰ τῆς διπλῆς παλιγγενεσίας· τῆς τε κατὰ τὸ ἅγιον βάπτισμα, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως· ἀρχηγὸς τῆς ζωῆς καθ’ ἑκάτερον ἡμῖν γενόμενος, καὶ ἀπαρχὴ καὶ πρωτότοκος.
Or is this not entirely clear, that because we came to be and became flesh, as the Scripture says, he who for our sake became according to us, and shared in flesh and blood, being about to transform us from the corruptible to the incorruptible through the birth from above through water and Spirit, he himself presided over such a birth through his own baptism, drawing the Holy Spirit upon the water. So that he became the firstborn of all who are spiritually reborn, and he called brothers those who shared in the same birth as he through water and the Spirit. But since he also had to deposit in our nature the power of the resurrection from the dead, again he becomes "the firstfruits of those who have fallen asleep, and the firstborn from the dead," the first who through himself loosed the pangs of death. So that for us too the rebirth from death might be paved, through the Lord's resurrection, the pang of death by which we were held having been loosed. Just as therefore, having shared in the rebirth through the bath, he becomes firstborn of brothers, and again, having made himself the firstfruits of the resurrection, he is named firstborn from the dead; so in all things holding primacy, after all the old things have passed away, as the Apostle says, he becomes the firstborn of the new creation of men in Christ, through the double rebirth: both that according to holy baptism and that from the resurrection of the dead, becoming for us the author of life in each respect, both firstfruits and firstborn.
ἐν οἷς δέ φησιν, “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” ἡ τοῦ “ πάλιν” προσθήκη τὴν ἐπὶ τέλει γενησομένην τοῦ δεσπότου τῶν ὅλων ἐμφάνειαν προαγορεύει. ὡς γὰρ “ ἐν τῷ ὀνόματι Ἰησοῦ “ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.” καί τοι ὁ Υἱὸς τὸ ἀνθρώπινον ὄνομα οὐκ ἔχει τῷ ὑπὲρ πᾶν εἰναι ὄνομα, οὕτως παρὰ πάσης τῆς ὑπερκοσμίου κτίσεως προσκυνεῖσθαι τὸν πρωτότοκον λέγει, τὸν δι’ ἡμᾶς οὕτως ὠνομασμένον· πάλιν εἰς τὴν οἰκουμένην εἰσιόντα· ὅταν κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. οὕτως διακρίνεται παρὰ τοῦ λόγου τῆς εὐσεβείας, τό τε τοῦ πρωτοτόκου καὶ τὸ τοῦ μονογενοῦς σημαινόμενον. ἑκατέρῳ τῶν ὀνομάτων τῆς καταλλήλου σημασίας φυλασσομένης. ὁ δὲ εἰς τὴν προαιώνιον ὕπαρξιν ἀνάγων τοῦ πρωτοτόκου τὸ ὄνομα, πῶς διασώσει τὴν τοῦ μονογενοῦς ἔννοιαν; οὐ γὰρ συμβαίνει ταῦτα προσάλληλα· μήτε τοῦ πρωτοτόκου, χωρὶς ἀδελφῶν νοουμένου· μήτε τοῦ μονογενοῦς, μετὰ ἀδελφῶν. ὅταν μὲν γὰρ εἴπῃ “ ἐν ἀρχῇ ἦν ὁ διὰ τούτου τὸν μονογενῆ παρεδεξάμεθα. ὅταν δὲ ἐπαγάγῃ ὅτι “ ὁ “ Λόγος σὰρξ ἐγένετο,” διὰ τούτου τὸν πρωτότοκον ἐνοήσαμεν. Τοῦ Αὐτοῦ. Διὰ πάντων τοίνυν δέδεικται πρωτότοκος ὁ Υἱὸς, ὡς ἄνθρωπος ὀνομαζόμενος. καὶ εἰ βούλει πάλιν ἐξετάσωμεν τὰ ῥητὰ ἐν οἷς πρωτότοκος εἴρηται· ἐν τῷ, “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον ἕλ’ τὴν οἰκουμένην, λέγει, “ καὶ προσκυνησάτωσαν “ αὐτὸν πάντες ἄγγελοι τοῦ Θεοῦ.” ἡ τοῦ “ πάλιν” προσθήκη, τὸ μήτε πρώτως γίνεσθαι τοῦτο διὰ τῆς κατὰ λέξιν σημασίας ἐνδείκνυται.
But in those words where he says, "And again, when he brings the firstborn into the world," the addition of "again" foretells the manifestation of the Master of all that will take place at the end. For just as "at the name of Jesus every knee bends, of those in heaven and on earth and under the earth" — and yet the Son does not have the human name, since he has the name that is above every name — so he says that the firstborn is worshiped by all the supramundane creation, the one who for our sake was thus named, entering again into the world, when he judges the world in righteousness. In this way the meaning of both "firstborn" and "only-begotten" is distinguished by the word of godliness, the appropriate significance being preserved for each of the names. But he who refers the name of the firstborn to his pre-eternal existence, how will he preserve the concept of the only-begotten? For these things do not go together: neither is the firstborn understood without brothers, nor the only-begotten with brothers. For when he says, "In the beginning was," through this we have received the only-begotten. But when he adds that "the Word became flesh," through this we have understood the firstborn. By the same author. Through all these things, then, the Son has been shown to be firstborn, being named as man. And if you wish, let us again examine the passages in which "firstborn" is spoken: in the verse, "And again, when he brings the firstborn into the world, he says, 'And let all the angels of God worship him.'" The addition of "again" indicates by its literal meaning that this does not happen for the first time.
ἐπὶ τῆς ἐπαναλήψεως γὰρ τῶν ἅπαξ γεγονότων τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῷ τέλει τῶν αἰώνων φοβερὰν βερὰν αὐτοῦ ἐπιφάνειαν, σημαίνει τῷ λόγῳ· ὅτε οὐκέτι τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ’ ἑ ’πὶ τοῦ θρόνου τῆς μεγαλοπρεπείας προφανῶς καθήμενος, καὶ ὑπὸ τῶν Ἀγγέλων πάντων τῶν περὶ αὐτὸν μεγαλοπρεπῶς προσκυνούμενος. διὰ τοῦτο ὁ ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην, πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τὲ καὶ ἀδεκφῶν καὶ πάσης τῆς κτίσεως· ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἱκουμένην, ὁ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο· ἀλλ’ ὡς ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει τῷ ὑπὲρ πᾶν ὄντι ὄνομα, οὕτως καὶ τὸν ἐν τῷ ὀνόματι τοῦ πρωτοτόκου γενόμενον, προσκυνεῖ ἅπαν τῶν Ἀγγέλων τὸ πληρημα, τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευφραινόμενον· ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος πάλιν εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο. καὶ πρωτότοκος δὲ ἐκ νεκρῶν γίνεται, πρῶτος δι’ ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας, ἵνα πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος, τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι· οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο. δι’ οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως, ἀδελφοὺς ἑαυτοῦ ποιεῖ. καὶ πρωτότοκος γεννωμένων μετ’ αὐτὸν, ἐκ τοῦ ὕδατός τε καὶ τοῦ Πνεύματος γίνεται. Εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται· οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκος ἐστὶν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν.
For in the case of the resumption of things that have once happened, we have used this word. Therefore he signifies by this word his fearful and awesome manifestation at the end of the ages, when he is no longer seen in the form of a servant, but is openly seated upon the throne of majesty, and is magnificently worshipped by all the angels around him. For this reason, he who once entered into the world, having become firstborn from the dead and of brothers and of all creation—when he again enters into the world, he who judges the world in righteousness, as the prophecy says, does not cast off the name of firstborn, which he once accepted on our behalf; but just as in the name of Jesus every knee bows to the name that is above every name, so also the whole fullness of the angels worships him who has come to be in the name of the firstborn, rejoicing in the recall of men, which through his becoming our firstborn he called back again to the grace that was from the beginning. And he becomes firstborn from the dead, first through himself loosing the pangs of death, so that he might prepare the way for all to the birth that comes from the resurrection. And again he is firstborn among brothers, having been born before the new birth of regeneration in the water, whose pangs the flight of the dove served as midwife. Through this he makes those who share with him in the same birth his own brothers. And he becomes firstborn of those born after him, from water and the Spirit. If, then, these things have been understood according to reason, neither will the meaning of creation, of which he is firstborn, be unknown. For we have come to know our nature's creation as twofold.
τήν τε πρώτην, καθ’ ἣν ἐπλάσθημεν· καὶ τὴν δευτέραν καθ’ ἣν ἀνεπλάσθημεν. ἀλλ’ οὐκ ἂν r τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τὲ καὶ ἀφανισθείσης, νισθείσης, ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθὼς φησὶν ὁ Ἀπόστολος, “ ἐνδύσασθε,” λέγων, “ τὸν καινὸν “ κατὰ Θεὸν κτισθέντα.” καὶ “ εἴ τις ἐν Χριστῷ,” φησὶν, “ r Leg. ἂν ἦν. “κτίσις.” ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη. ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ Υἱῷ τὸ πρωτότοκος, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται. ὁ γὰρ ἀληθῶς μονογενὴς, ἀδελφοὺς οὐκ ἔχεν πῶς οὖν ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ’ ὡς λέγεται Θεὸς καὶ ἄνθρωπος, Υἱὸς Θεοῦ καὶ υἱὸς ἀνθρώπου, τὰ μὲν, κατὰ τὴν ὑπερέχουσαν φύσιν ὣν, τὰ δὲ, κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος, οὕτω καὶ μονογενὴς Θεὸς ὢν, πρωτότοκος πάσης τῆς κτίσεως γίνεται· μονογενὴς μὲν ὢν ἐν τῷ πατρῴῳ κόλπῳ· ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σωζομένοις, πρωτότοκος τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. Εἰ δὲ, καθὼς ἡ αἵρεσις βούλεται, δοιὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς πη αὐτῶν περὶ τοῦ μονογενοῦς Θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. οὐ γὰρ τοῦτο φασὶν, ὅτι παρὰ τοῦ Πατρὸς τὴν ἡμῶν περιεβάλετο σάρκα. οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ. καὶ πρωτότοκος δὲ πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρωτότοκος αὐτῆς κατὰ χρόνον ὑπάρχων·
both the first creation, according to which we were formed, and the second, according to which we were re-formed. But there would have been no need of our second creation, if we had not rendered the first useless through disobedience. Since that first creation had therefore grown old and been done away with, it was necessary that a new creation come to be in Christ, just as the Apostle says, "Put on," he says, "the new man, created according to God." And "if anyone is in Christ," he says, "he is a new creation." Of this new creation in Christ, which he himself inaugurated, he was named firstborn. For that the title "firstborn" does not apply to the Son in respect of his existence before the ages, the name "only-begotten" testifies. For the one who is truly only-begotten could not have brothers. How then could anyone be only-begotten while being counted among brothers? But just as he is called God and man, Son of God and son of man — being the former according to his transcendent nature, and becoming the latter according to his loving-kindness toward humanity — so also, being only-begotten God, he becomes firstborn of all creation: being only-begotten in the Father's bosom, but among those saved through the new creation, both becoming and being called firstborn of creation. But if, as the heresy wishes, he is called firstborn of the rest of creation because he was prepared beforehand, the name does not agree with their own arguments concerning the only-begotten God. For they do not say this, that he received our flesh from the Father. Therefore he is firstborn when he showed forth many as sons of God by grace. And he is called firstborn of all creation, not as being its firstborn in time.
οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμα- σιν οὐσίας· ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. ἐπιτηρῆσαί δὲ ὅμως κἀκεῖνο, καλόν. μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμέ- νης αἰτίας, καθ’ ἣν ἐστὶ μονογενὴς, τοῦτο καλεῖται. ἀλλὰ ἀπολε- λυμένως ὁ μονογενὴς Θεὸς “ ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρός” ὅτε δὲ πρωτότοκον αἱ θεῖαι καλοῦσι γραφαὶ αὐτὸν, εὐθὺς ἐπιφέρουσιν. ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. φασὶν γὰρ, “πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” καὶ “ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ἐπειδὴ γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ κάτα φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἅνθρωπος τοῦτο μὴ ἀπολέσας, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. Οὐδὲ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινός· ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει. ἀλλὰ καὶ οὕτω, πρωτεύει· καὶ καθηγήσεται πάσης ὁμοῦ τῆς κτίσεως· ἅτε δὴ ποιητὴς αὐτῆς ὑπάρχων καὶ Κύριος. οὕτω καὶ ὁ εὐαγγελιστὴς φησίν· “ καὶ “ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ ἄλλως τε οὐδὲ εἴρηκεν ἡ θεία γραφὴ, ὅτι περ ἐστὶ πρωτότοκος τῶν ἄλλων κτισμάτων. ἵνα μὴ ὄντως ὡς εἷς ἐξ αὐτῆς εἶναι νοοῖτο· ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἴναι φησι. ἴνα δία του “ πάσης” εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτίσεως ἐν μέρει κειμένης, ἕτερος εἶναι παρ’ αὐτὴν πιστεύηται. ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ’ ἕτερος παρ’ αὐτήν.
Nor is he of the same substance as the creatures; but, as has already been said, it is because of his condescension toward the creatures and his likeness to us. Nevertheless, it is good to observe that point as well. He is called both Only-begotten and Firstborn. When, then, he is named Only-begotten, this is said with no cause attached to him by which he is Only-begotten; rather, the Only-begotten God is spoken of absolutely, "he who is in the bosom of the Father." But when the divine Scriptures call him Firstborn, they immediately add of what he is Firstborn, and the reason for which he also has this appellation. For they say, "firstborn among many brothers," and "firstborn from the dead." Since the Son of God by nature has the preeminence, and did not lose this when he became man, fittingly, having also taken on likeness to us, he is placed before all creation. For not even inasmuch as he became man will he be less than anyone, as regards the dignity befitting the divine nature. But even so, he has the preeminence, and he will lead all creation together, inasmuch as he is its Maker and Lord. Thus also the Evangelist says, "and we beheld his glory, glory as of the Only-begotten." And moreover, the divine Scripture has not said that he is firstborn of the other creatures, lest he be thought to be truly as one of them; but it says that he is Firstborn of all creation, so that by saying "of all," since the whole of creation together lies in a part, he may be believed to be other than it. And he who is outside all creation would not be of created substance, but other than it.
καὶ γοῦν ἡ θεῖα γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὶμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακώβ. ἵνα μὴ ἕτερος παρὰ τούτους εἶναι νομίζηται. ἀλλὰ μετὰ πολλῆς ἀκριβείας πρωτότοκον αὐτὸν εἶναι φησὶ τοῦ Ἰακὼβ καὶ τῶν αὐτοῦ. εἰ οὖν διὰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν τῇ κτίσει συγκαταριθμεῖν αὐτὸν ἐπιχειροῦσι τινὲς, ἔσται καὶ αὐτὸς ἐν τοῖς πᾶσιν. εἰ δέ τις δοίη τοῦτο κρατεῖν, ἑαυτοῦ πρωτότοκος ἔσται· καθὸ πάσης τῆς κτίσεως πρωτότοκος ὢν, καὶ αὐτὸς ἐν τοῖς πᾶσιν ἐστίν. ἔσται οὐν ἑαυτοῦ, καὶ πρωτότοκος καὶ δεύτερος. εἰ μὲν γὰρ διὰ τὸ πάσης κτίσεως εἶναι πρωτότοκον, ἔξω τῶν πάντων αὐτὸν κεῖσθαι νοήσαιμεν, πρῶτος ἔσται τῶν πάντων. εἰ δὲ τοῖς πᾶσι καὶ αὐτὸς συνταχθήσεται, ἑαυτοῦ κατὰ χρόνον ἔσται δεύτερος. πρῶτος μὲν, κατ’ ἐκεῖνον τὸν τρόπον· δεύτερος δὲ, κατὰ τοῦτον. καὶ ἔτι, εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκος πάσης τῆς κτίσεως, εἷς ἔσται καὶ αὐτὸς τῶν κτισμάτων· γέγονε δὲ πάντα δι’ αὐτοῦ· ἑαυτοῦ ποιητὴς ἔσται καθ’ ὑμᾶς· καὶ ὁ κτίζων, κτίζεται. καὶ τοῦτο, δι’ ἑαυτοῦ. εἰ γὰρ ἐν τοῖς πᾶσιν ἔστι, καὶ πάντα δι’ αὐτοῦ, ἀληθὲς ἔσται τὸ εἰρημένον. καὶ εἰ πᾶσα κτίσις ἐν αὐτῷ συνέστηκε, πῶς εἷς τῶν πάντων εἶναι δύναται, ὁ τοῖς πᾶσι τὸ συνεστάναι διδούς; “ Πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελξοῖς” λέγεται, καθὸ “ γέγονεν “ὅμοιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας.” καὶ καθὸ τὴν ἡμετέραν σάρκα φορέσας, ἀδελφὸς τὲ ἡμῶν χρηματίσας, τοῦτο καλεῖται δικαίως.
And indeed, the divine Scripture, clearly knowing this kind of distinction, did not call Reuben the firstborn of all the children of Jacob, lest another besides these be thought to be so; but with great precision it says that he was the firstborn of Jacob and of his own. If, then, because the Son is called firstborn of all creation, some attempt to number him with creation, he too will be among all things. But if one were to grant that this holds, he will be his own firstborn; inasmuch as he is firstborn of all creation, he too is among all things. He will therefore be his own firstborn and second. For if, because he is firstborn of all creation, we should understand him to lie outside all things, he will be first of all. But if he himself is also ranked with all things, he will be second to himself in respect of time—first in that way, second in this. And further, if because he is called firstborn of all creation, he will be one of the created things; but all things came to be through him; according to you he will be his own maker, and the one who creates is created—and this through himself. For if he is among all things, and all things are through him, what has been said will be true. And if all creation consists in him, how can he be one of all things, who gives to all things their consistence? But he is called firstborn among many brothers inasmuch as he has become like us in all things, apart from sin, and inasmuch as, having worn our flesh and been called our brother, he is rightly so called.
“ πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν·” πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε τὴν ἑαυτοῦ σάρκα, καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγε. διὸ καὶ φησὶν, ἐγὼ εἰμὶ ἡ ὀδός.” καὶ “ἐγὼ “ εἰμὶ ἡ θύρα.” δι’ αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία, καὶ τὴν καινὴν τῆς ἀναστάσεως ὁδὸν βαδίζειν ἐκδιδάσκεται· καὶ ὥσπερ διά τινος θύρας εἰς αὐτὸν ἀνέρχεται τὸν οὐρανόν. καὶ ἄλλως δὲ κατὰ τὸν εὐσεβῆ λόγον διὰ τὴν τοῦ Πατρὸς φιλίαν, ἣν ἔχει περὶ τὰ ἑαυτοῦ κτίσματα, πρωτότοκον ἑαυτὸν πάσης κτίσεως ἐκάλεσε, τῆς τε ὁρωμένης, τῆς τε ἀοράτου, ὁ Υἱός. καὶ τῇ πρὸς τὰ πεποιημένα συγκαταβάσει μονονουχὶ καὶ ἑαυτὸν τούτοις συντάττειν οὐκ ὀκνεῖ. ἱν ἐπειδή περ καλεῖται τούτων πρωτότοκος, δι’ αὐτοῦ σώζηται μετ’ αὐτόν. εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὧν ἔσται πρωτότοκος. ἔστι τοίνυν μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὣν ἐκ Πατρός· Θεὸς ἐκ Θεοῦ· καὶ φῶς ἐκ φωτὸς ἀναλάμψας. πρωτότοκος δὲ δι’ ἡμᾶς. ἱν ὥσπερ ἀθανάτῳ τινὶ ῥίζῃ, πᾶσα ἡ κτίσις ἐγκεκεντρισμένη, καὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀναβλαστήσασα, γέγονε γὰρ τὰ πάντα δι’ αὐτοῦ, καὶ συνέστηκεν εἰς ἀεὶ, καὶ αὐτὴ διασώζηται. Εἰ δὲ τὸ καλεῖσθαι πρωτότοκον πάσηι κτίσεως κτίσμα κατὰ φύσιν ὄντα, τῇ κτίσει συντάξει τὸν Υἱὸν, ἔσται μὲν ταύτης κατὰ τὸν χρόνον, πρῶτος, συγγενὴς δὲ ὅμως κατὰ τὴν φύσιν, καὶ διὰ τὸ εἰναι κτίσμα τοῖς ἄλλοις ἅπασι προσεοικώς. συγγενὴς οὐν ἔσται καὶ ἀλόγοις ζώοις, ὀρνέοις τὲ καὶ νηκτοῖς. ταῦτα γὰρ εἰ καὶ ἐλάχιστα, μέρη γοῦν τῆς πάσης κτίσεως ἐστίν. ἀλλὰ τοῦτο ἄτοπον.
firstborn from the dead;" for he himself first raised his own flesh to incorruption, and first led it up into the heavens. Therefore he also says, "I am the way," and "I am the door." For through him human nature is taught to walk the new way of the resurrection; and as through a kind of door it ascends into heaven itself. And in another sense, according to the pious account, because of his friendship with the Father, which he has toward his own creatures, the Son called himself firstborn of all creation, both of the visible and of the invisible. And by his condescension toward created things, he almost does not hesitate to rank himself even with them, so that since he is called their firstborn, through him what comes after him may be saved. For if he must by all means be firstborn, those also of whom he will be firstborn must by all means remain. He is therefore only-begotten by nature, inasmuch as he alone is from the Father, God from God, and light shining forth from light; but firstborn for our sake, so that all creation, as if grafted into some immortal root and sprouting from him who ever is—for all things came to be through him and hold together forever—may itself also be preserved. But if being called firstborn of all creation, while he is by nature a creature, ranks the Son with creation, he will be first of it in time, yet nonetheless kindred in nature, and because he is a creature, like all the others. He will therefore be kindred even to irrational animals, birds and swimming creatures. For these, even if the least, are at any rate parts of the whole creation. But this is absurd.
οὐκοῦν εὐσεβῶς μὲν πρωτότοκος, ὡς ἐν πολλοῖς ἀδελφοῖς, διὰ τοὺς κατὰ χάριν εἰς υἱοθεσίαν κεκλημένους, νοηθήσεται. πάσης δὲ κτίσεως ἀνωτέρω κείσεται· ὡς πρὸ ταύτης ὣν, καὶ εἰς τὸ εἶναι παραγαγών· κτιστῆς τὲ αὐτὸς οὐχ ὑπάρχων οὐσίας. καὶ πάλιν, εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθείς· ἔστι δὲ καὶ ἐκ τῆς παρθένου πρωτότοκος, εἴη ἃν καὶ ἐξ αὐτῆς ὡς πρωτότοκος ἑτέρων. εἰ δὲ μόνος, ἀλλ’ οὐ πρὸ ἄλλων γεννηθείς. ἐκ Μάριας πρωτότοκος αὐτῆς κέκληται, καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ’ ὡς μόνος γεννηθείς. εἰ δὲ κτίσμα καὶ αὐτὸς, οὐκέτ’ ἀν’ εἴη πρωτότοκος· οὔτε αὐτὸς γεννηθεὶς, καὶ τῶν ἄλλων ἀδελφῶν οὐκ ὄντων ἐκ πατρός. αὐτὸ δὲ δὴ τοῦτο τὸ εἶναι πρῶτον, εἰκόνα δείκνυσιν αὐτὸν τοῦ Πατρὸς ἀληθινήν. ὥσπερ γὰρ ὁ Πατὴρ πρῶτον ἑαυτὸν εἶναι φησὶ, οὕτω καὶ ὁ Υἱὸς εἰκὼν ἀκριβὴς, καὶ ὁμοίωμα τοῦ πρώτου Πατρὸς ὑπάρχων, πρῶτος καὶ ἔστι καὶ λέγεται. ἐν αὐτῷ γάρ ἐστιν ὁ πρῶτος Πατήρ. καὶ αὐτὸς ὁμοίως ἐν τῷ πρώτῳ Πατρί. καὶ δι’ αὐτοῦ τὰ πάντα γέγονε, καὶ πρὸς υἱοθεσίαν καλεῖται τὰ λογικά. κἂν τὸ λέγεσθαι πρῶτον τῆς κτίσεως εἶναι τὸν Υἰόν. ἀνάγκη συγγενῆ τοῖς μετ αὐτὸν γενομένοις ὑπάρχειν αὐτόν· καὶ τοιοῦτον εἶναι κατὰ φύσιν, ὁποῖα περ ἂν ᾖ τὰ τῷ χρόνῳ δεύτερα. τί ἄρα φατέ; κἂν ὁ Πατὴρ λέγῃ περὶ ἑαυτοῦ, “ ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα,” ἆρα καὶ αὐτῷ τὸ τῳ χρόνῳ προτερεύειν μόνον τῶν κτισμάτων παραχωρησαντες, γενητὴν περιθήσετε τὴν οὐσίαν; καὶ τοῖς πεποιημένοις αὐτὸν συγκαταριθμήσετε; ἀλλ’ οὐκ ἂν οἶμαί τις εἰς τοσαύτην μανίαν, ὡς τολμῆσαι τοῦτο κἂν δέχεσθαι κατὰ νοῦν.
Therefore he is piously understood as firstborn, as among many brothers, because of those called to adoption as sons by grace. But he is situated above all creation, as existing before it and bringing it into being, and himself not being of created substance. And again, if he is firstborn from God, as the first of many begotten, but he is also firstborn from the virgin, he would be from her too as firstborn of others. But if he is only-begotten, then not begotten before others. He is called her firstborn from Mary, and therefore from God he is firstborn, not as first of many, but as only-begotten. But if he is himself a creature, he would no longer be firstborn, since he was not begotten, and the other brothers do not exist from the Father. But this very fact of being first shows him to be the true image of the Father. For just as the Father says that he is first, so also the Son, being an exact image and likeness of the first Father, both is and is called first. For in him is the first Father, and he likewise is in the first Father. And through him all things came to be, and rational beings are called to adoption as sons. And if the Son is said to be first of creation, he must be of the same nature as those who came after him, and be by nature such as those who are second in time. What then do you say? Even if the Father says of himself, "I am first and I am after these things," will you, having conceded to him only precedence in time over created things, also ascribe to him a created substance? And will you number him among the things made? But I do not think anyone would reach such madness as to dare even to entertain this in his mind.
ὥσπερ οὖν τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα, οὐκ ἀναγκάσει πάντως αὐτὸν συγγενῆ τοῖς μετ’ αὐτὸν νοεῖσθαι· οὕτω κἂν ὁ Υἱὸς πρῶτος λέγηται τῆς κτίσεως, οὐ πάντως ἔσται τῶν ποιημάτων εἱς. ἀλλ’ ὥσπερ ὁ Πατὴρ ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων ἔλεγεν, “ ἐγὼ “ πρῶτος,” οὕτω καὶ ὁ Υἱὸς πρωτότοκος τῆς κτίσεως λέγεται. δι’ αὐτοῦ γὰρ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ πάντων τῶν κτισμάτων ἀρχή. ὡς κτίστης καὶ δημιουργός. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν. οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε. καὶ οὓς ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Χρυσοστόμου. Δείκνυσι τοῦ Θεοῦ τὴν κηδεμονίαν, τῷ λέγειν ἄνωθεν ταῦτα προτετυπῶσθαι. ἄνθρωποι μὲν γὰρ ἀπὸ τῶν πραγμάτων, τὰς ὑπὲρ αὐτῶν γνώμας λαμβάνουσι. τῷ δὲ Θεῷ πάλαι τοῦτο ἔδοξε, καὶ ἄνωθεν πρὸς ἡμᾶς διέκειτο. οὓς δὲ ἐκάλεσεν, ἐδικαίωσε μὲν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας· ἐδόξασε δὲ, διὰ τῆς χάριτος, διὰ τῆς υἱοθεσίας. Θεοδωρήτου. Σὺ δὲ τούτοις συνυπάκουε, ὅτι ὧν προέγνω τὴν πρόθεσιν, τούτους προώρισεν ἄνωθεν. ἀλλὰ μηδεὶς τὴν πρόγνωσιν αἰτίαν εἶναι λεγέτω τῶν ἐπ’ αὐτοῖς γεγονότων. οὐ γὰρ ἡ ρόγνωσις αὐτοὺς τοιούτους εἰργάσατο. οὐ δὲ γὰρ εἰ γαῦρον ἵππον ἐνδακόντα τὸν χαλινὸν ὁρῶν, καὶ τοῦ ἐποχουμένου οὐδαμῶς ἀνεχόμενον, εἴποιμι αὐτὸν κατὰ κρημνοῦ χωρήσειν πελάζοντα εἶτα γένοιτο κατὰ τὸν λόγον ἡ ἔκβασις, ἐγὼ τὸν ἵππον ἐνέβαλον εἰς κρημνόν. ἀλλὰ τὸ μέλλον ἔσεσθαι προηγόρευσα· τεκμηρίῳ χρησάμενος τῇ τοῦ ἵππου θρασύτητι. ὁ δὲ τῶν ὅλων Θεὸς πόρρωθεν οἶδεν ἅπαντα ὡς Θεός.
Just as, then, the Father's being called first does not at all compel us to think of him as of the same kind as those after him, so too, even if the Son is called firstborn of creation, he will not at all be one of the things made. But just as the Father, showing himself to be the beginning of all things, said, "I am first," so also the Son is called firstborn of creation. For through him all things came to be, and he himself is the beginning of all created things, as maker and craftsman. And those whom he foreordained, these he also called; and those whom he called, these he also justified; and those whom he justified, these he also glorified. From Chrysostom. He shows God's providential care by saying that these things were prefigured from above. For men form their judgments about matters from the events themselves, but to God this seemed good long ago, and was disposed toward us from above. And those whom he called, he justified through the regeneration of the washing; and he glorified them through grace, through adoption as sons. From Theodoret. But understand these things as well, that those whose purpose he foreknew, these he foreordained from above. But let no one say that foreknowledge is the cause of what happened to them. For foreknowledge did not make them such as they are. For neither, if I saw a spirited horse biting the bit and in no way enduring its rider, and said that it would rush down a cliff as it drew near, and then the outcome came about according to my word, would I have thrown the horse down the cliff; rather, I foretold what was going to be, using the horse's boldness as evidence. But the God of all knows all things from afar, as God.
οὐ μὴν ἀνάγκην ἐπάγει τῷ δεῖνι εἰς κατόρθωσιν ἀρετῆς, τῷ δεῖνι δὲ εἰς ἐργασίαν κακίας. εἰ γὰρ αὐτὸς εἰς ἑκάτερον ἐβιάζετο, οὐ δικαίως τὸν μὲν ἀνακηρύττει καὶ στεφανοῖ, τοῦ δὲ, καταψηφίζεται κόλασιν. εἰ δὲ δίκαιος ὁ Θεὸς, ὥς περ οὖν δίκαιος, προτρέπει μὲν ἐπὶ τὰ καλὰ, καὶ ἀπαγορεύει τἀναντία. ἐπαινεῖ δὲ τοὺς τῶν ἀγαθῶν ἐργάτας, καὶ τιμωρεῖται τοὺς ἑκόντας τὴν κακιαν ἀσπασαμένους. Ιωάννου Τοῦ Δαμασκηνοῦ. Χρὴ γὰρ γινώσκειν, ὡς πάντα μὲν προγινώσκει ὁ Θεός· οὐ πάντα δὲ προορίζει. προγινώσκει γὰρ καὶ τὰ ἐφ’ ἡμῖν, οὐ προορίζει δὲ αὐτά, οὐ γὰρ θέλει τὴν κακίαν γενέσθαι, οὐ δὲ βιάζεται τὴν ἀρετήν. ὥστε τῆς θείας προγνωστικῆς κελεύσεως ἐστὶν ὁ προορισμός. προορίζει δὲ τὰ οὐκ ἐφ’ ἡμῖν κατὰ πρόγνωσιν αὐτοῦ. προέκρινε γὰρ πάντα ὁ Θεὸς ἤδη κατὰ τὴν πρόγνωσιν αὐτοῦ, κατὰ τὴν ἀγαθότητα καὶ τὴν δικαιοσύνην αὐτοῦ. χρὴ δὲ γινώσκειν ὅτι ἡ μὲν ἀρετὴ ἐκ τοῦ Θεοῦ ἐδόθη ἐν τῇ φύσει, καὶ αὐτός ἐστιν παντὸς ἀγαθοῦ ἀρχὴ καὶ αἰτία. καὶ ἐκτὸς τῆς αὐτοῦ συνεργίας καὶ βοηθείας, ἀδύνατον ἀγαθὸν θελῆσαι ἣ πρᾶξαι ἡμᾶς. ἐφ’ ἡμῖν δέ ἐστιν ἣ ἐμμεῖναι τῇ ἀρετῇ, καὶ ἀκολουθῆσαι τῷ Θεῷ πρὸς ταύτην καλοῦντι, ἣ ἀποφοιτῆσαι αὐτῆς. ὅπερ ἐστιν ἐν κακίᾳ γενέσθαι, καὶ ἀκολουθῆσαι τῶ διαβόλῳ πρὸς ταύτην καλοῦντι ἀβιάστως. ἡ γὰρ κακία οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ἀναχώρησις τοῦ ἀγαθοῦ· ὥσπερ καὶ τὸ σκότος, τοῦ φωτός ἐστιν ἀναχώρησις. μένοντες οὖν ἐν τῷ κατὰ φύσιν, ἐν τῇ ἀρετῇ ἐσμέν. ἐκκλίνοντες δὲ ἐκ τοῦ κατὰ φύσιν, ἤγουν ἐκ τῆς ἀρετῆς, εἰς τὸ περὶ q φύσιν ἐρχόμεθα, καὶ ἐν τῇ κακίᾳ γινόμεθα. Κυρίλλου.
It does not impose necessity on one person for the correction of virtue, and on another for the working of evil. For if he himself were compelled to either, he would not justly proclaim and crown the one, and condemn the other to punishment. But if God is just, as indeed he is just, he exhorts to good things and forbids the opposite. He praises the workers of good, and punishes those who willingly embrace evil. From John of Damascus. For one must know that God foreknows all things, but does not predetermine all things. For he foreknows even the things that are up to us, but does not predetermine them, for he does not will evil to come to be, nor does he compel virtue. So that predetermination belongs to the divine foreknowing command. He predetermines the things that are not up to us, according to his foreknowledge. For God has already foreordained all things according to his foreknowledge, according to his goodness and his righteousness. But one must know that virtue was given by God in nature, and he himself is the beginning and cause of every good. And without his cooperation and help, it is impossible for us to will or to do good. But it is up to us either to remain in virtue and follow God who calls us to it, or to depart from it. That is, to come into evil and to follow the devil who calls us to it without compulsion. For evil is nothing other than a withdrawal from good, just as darkness is a withdrawal from light. Remaining, then, in what is according to nature, we are in virtue. But turning aside from what is according to nature, that is, from virtue, we come into what is contrary to nature, and we come to be in evil. From Cyril.
Οὐδὲν μέντοι τὸ ἀπεικὸς, εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαι τινὰς, ἐξ ἀμαθίας συνηρπασμένους, καὶ λέγοντας, εἰ οὓς αὐτὸς προέγνω κατὰ πρόθεσιν, καὶ προώρισεν, οὗτοι καὶ κέκληνται, πρὸς ἡμᾶς τοὺς οὔπω πεπιστευκότας οὐδέν. οὐ γάρ τοι κεκλήμεθα, οὔτε μὴν προωρίσμεθα. πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλε συναγεῖραι τοὺς κεκλημένους. οἱ δὲ, οὐκ ἠθέλησαν ἐλθεῖν. εἰσῆλθον δὲ μετ’ ἐκείνους οἱ κλητοὶ κατ’ ἰδίαν πρόθεσιν. πέπλησται δὲ q Leg. παρά. οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον. ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησι τινάς. ἐπεὶ διδασκόντων εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθείαις ἐξυβρικότες τὸν σεσωκότα Θεόν. ἀλλὰ καὶ κέκληνται μὲν καὶ εἰσπεπεδήκασι τινὲς εἰς τὸν γάμον. πλὴν οὐ γεγόνασιν ἐκλεκτοί· οὐ δεδικαίωνται οὐδὲ ἐδοξάσθησαν. διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἐμφιέννυντο στολήν. ἄλλως τε καὶ αὐτὸν εὑρήσομεν τὸν ἡμῶν Ἰησοῦν Χριστὸν, ἀναφανδὸν εἰρηκότα, “ δεῦτε πρός με “ οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἰδοὺ δὴ σύμπαντας ἐκάλει πρὸς ἑαυτόν. ἀμοιρήσειε δ’ ἃν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος. ἐν γὰρ τῷ, “ πάντες” εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα. Ἐκ Τῆσ Φιλοκαλίασ Τοῦ Ὠριγένουσ.
There is nothing incongruous, however, in certain people making the matter a ready handle for unbelief, carried away by ignorance, and saying: if those whom he himself foreknew according to purpose, and predestined, are also the ones called, then this has nothing to do with us who have not yet believed. For we have not been called, nor indeed have we been predestined. To whom we shall say: the one who made the wedding feast for his son sent his servants to gather the invited guests. But they were unwilling to come. And after them the called ones entered by their own purpose. And so the bridal chamber was filled with those reclining at table. Nothing, therefore, is seen to stand in the way of those who wish to come. Foreknowledge as a whole wrongs no one, nor indeed does it benefit anyone. Since, when they were teaching, unless they too were foreknown—those who by their disobedience had insulted the God who saved them. But some have both been called and have rushed into the wedding. Yet they have not become chosen; they have not been justified nor glorified. For what reason? Because they did not put on the garment fitting for the wedding. And besides, we shall find our very Jesus Christ openly saying, "Come to me, all you who labor and are burdened, and I will give you rest." Behold, he called all to himself. And no one would be deprived of the grace that comes from being called. For in saying "all," he sends away absolutely no one. From the Philocalia of Origen.
Προσχῶμεν δὲ ἄνωθεν τοῖς εἰρημένοις, ὣς ἃν ὁμοῦ ἀπολογησώμεθα, καὶ πρὸς τοὺς ἐπιλαμβανομένους τῶν τοιούτων λέξεων, καὶ οἰομένους διὰ τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους, καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τούτων ἀναιροῦντας. ἴδωμεν οὖν τὴν τάξιν τῶν εἰρημένων. δικαιοῖ ὁ Θεὸς, καλέσας πρότερον. οὐκ ἂν δικαιώσας οὓς μὴ ἐκάλεσε· καλεῖ δὲ, πρὸ τῆς κλήσεως προορίσας. οὐκ ἂν καλέσας, οὓς μὴ προώρισε. καὶ ἔστιν αὐτῷ ἀρχὴ τῆς κλήσεως καὶ τῆς δικαιώσεως, οὐχ ὁ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν ἑξῆς, πιθανώτατα ἃν ἔλεγον οἱ παρεισάγοντες τὸν περὶ τῆς φύσεως ἄτοπον λόγον. ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἡ πρόγνωσις· “ οὓς γὰρ φησὶν, “ καὶ προώρισε, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.” προενατενίσας οὖν ὁ Θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ’ ἡμῖν, τῶν δέ τινων ἐπὶ εὐσέβειαν· καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπήν· καὶ ὡς ὅλους ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ’ ἀρετὴν ζῆν, προέγνω αὐτούς. γινώσκων μὲν τὰ ἐνιστάμενα, προγινώσκων δὲ τὰ μέλλοντα. καὶ οὓς οὕτω προέγνω, “ προώρισε συμ- “ μόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.” ἔστιν οὖν ὁ τοῦ Θεοῦ, εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· τούτου δὲ εἰκὼν, ἡ λεγομένη εἰκὼν, τοῦ Θεοῦ r. ἥντινα νομίζω εἶναι, ἣν ἀνέλαβε ψυχὴν ὁ r Ι. marg. ab ead. m. τοῦ υἱοῦ. Υἱὸς τοῦ Θεοῦ ἀνθρωπίνην· γενομένην διὰ τὴν ἀρετὴν, τῆς εἰκόνος τοῦ Θεοῦ εἰκόνα. ταύτης δὲ, ἣν οἰόμεθα εἰκόνος εἰκόνα εἶναι τοῦ Υἱοῦ τοῦ Θεοῦ, συμμόρφους προώρισε γενέσθαι ὁ Θεὸς, οὓς διὰ τὴν περὶ αὐτῶν πρόγνωσιν προώρισεν.
Let us attend to what has been said from the beginning, so that we may at the same time make a defense both against those who seize upon such expressions and suppose that through them are introduced those who are saved by construction and nature, and who by these same expressions do away with what is in our power. Let us then observe the order of what has been said. God justifies, having first called. He would not have justified those whom He did not call; and He calls, having predestined before the call. He would not have called those whom He did not predestine. And the beginning of the call and of the justification is not the predestination; for if this were the beginning of what follows, those who introduce the absurd doctrine concerning nature would say so most persuasively. But foreknowledge is higher than predestination: "For those whom," he says, "He also predestined to be conformed to the image of His Son." Therefore God, having looked ahead at the sequence of future events, and having observed the inclination of what is in our power—of certain people toward piety—and the impulse toward this after the inclination, and how they will wholly give themselves over to living according to virtue, foreknew them. Knowing the present, and foreknowing the future. And those whom He thus foreknew, "He predestined to be conformed to the image of His Son." Therefore the Son of God is the image of the invisible God; and of this one, the image is the so-called image of God; which I consider to be the human soul which the Son of God assumed, having become through virtue an image of the image of God. And to this image, which we think to be an image of the image of the Son of God, God predestined those to be conformed, whom He predestined because of His foreknowledge concerning them.
οὐ νομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν, τὴν πρόγνωσιν τοῦ Θεοῦ. ἀλλ’ ἐπεὶ ἔμελλε γίνεσθαι κατ’ ἰδίας ὁρμὰς τοῦ ποιοῦντις, διὰ τοῦτο προέγνω· εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν. καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν, τούσδε μέν τινας προέγνω καὶ προώρισε συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρὸς ταῦτα· εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ Θεὸς, φήσομεν ἀδύνατον μὲν μὴ γενέσθαι· οὐχὶ δὲ εἰ ἀδύνατον μὴ γενέσθαι, ἀνάγκημὴ γενέσθαι ἣ γενέσθαι. καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης. ἀλλὰ δυνατόν ἐστι καὶ τὸ αὐτὰ μὴ γενέσθαι. Τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας καὶ θεωρίας ὁ περὶ δυνατῶν τόπος. ἵν ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς ψυχῆς, δυνηθῇ τῆ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας, κατανοῆσαι πῶς μέχρι καὶ τῶν τυχόντων οὐκ ἐμποδίζεται, τὸ εἶναι τι εἰς πολλὰ δυνατὸν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· μένου· προεγνωσμένου τε οὑτωσὶν, ὅτι ἔσται μὲν, οὐκ ἐξ ἀνάγκης δὲ ἔσται. ἀλλ’ ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι, ἔσται. οὐ στοχαστικῶς εἰρημένον, ἀλλ’ ἀληθῶς προεγνωσμένον. μὴ νομιζέτω μιζέτω δέ τις ἡμᾶς τὸ κατὰ πρόθεσιν σεσιωπηκέναι ὡς θλῖβον ἡμῶν τὸν λόγον. ἐπεὶ φησὶν ὁ Παῦλος, “ οἴδαμεν δὲ, ὅτι “ ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν· τοῖς κατὰ “ πρόθεσιν κλητοῖς οὖσιν.” ἀλλὰ προσεχέτω, ὅτι τοῦ κατὰ εἶναι κλητοὺς τὴν αἰτίαν εὐθέως ἀποδέδωκε καὶ ὁ Ἀπόστολος, ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος, εἰπὼν, τοῦ Υἱοῦ αὐτοῦ.
One must not, then, consider God's foreknowledge to be the cause of future things. But since it was going to happen according to the individual impulses of the doer, for this reason He foreknew, knowing all things before their coming into being. And as knowing all things before their coming into being, He foreknew and predestined certain ones to be conformed to the image of His Son, while others He saw alienated. But if someone objects to these things: if it is possible for what God foreknew would be such not to come to be, we shall say that it is impossible for it not to come to be; yet not, because it is impossible for it not to come to be, does it come to be by necessity. And it does not come to be entirely from necessity, but it is also possible for these things not to come to be. The topic concerning possibilities belongs to rational skill and contemplation, so that one who has wiped the eye of his soul may be able, by following the subtlety of the proofs, to understand how even down to chance occurrences nothing is hindered from being something that can be many things, when one of the many is what will be, and what will be not by necessity—foreknown in this way, that it will be, yet will not be by necessity, but while the not coming to be remains possible, it will be—not spoken conjecturally, but truly foreknown. Let no one think, or rather let no one accuse us, that we have passed over in silence the matter of purpose as though it were pressing our argument. For Paul says, "And we know that for those who love God, all things work together for good, for those who are called according to purpose." But let him attend closely, that the Apostle has immediately given the cause of their being called according to purpose, saying that those whom He foreknew He also predestined to be conformed to the image of His Son.
καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ Θεοῦ, ἣ τοὺς ἀγαπῶντας αὐτόν; πάνυ δὲ τὴν ἐκ του ἐφ’ ἡμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως, τὸ, “ οἴδαμεν δὲ, ὅτι τοῖς “ τὸν Θεὸν, πάντα συνεργεῖ εἰς ἀγαθόν.” σχεδὸν γὰρ εἶπεν, ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθὸν, διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοι εἰσὶ συνεργίας οἱ ἀγαπῶντες τὸν Θεόν. ἅμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας, καὶ ἀποκρινέσθωσαν ἡμῖν πρὸς ταῦτα. ἔστω καθ’ ὑπόθεσιν εἶναί τινα ἐφ’ ἡμῖν. καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφ’ ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιὴς ὤν. ὄντος δὴ τοῦ ἐφ’ ἡμῖν, ἄρα ὁ Θεὸς ἐπιβαλὼν τῷ εἱρμῷ τῶν ἐσομένων, προγνώσεται τὰ πραχθησόμενα ἐκ τοῦ ἐφ’ ἡμῖν, ἑκάστῳ τῶν ἐχόντων τὸ ἐφ’ ἡμῖν, ἣ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν οὐ προγνώσεται, ἀγνοοῦντος ἐστὶ τὸν ἐπὶ πᾶσι νοῦν, καὶ τὴν μεγαλωσύνην τοῦ Θεοῦ. εἰ δὲ δώσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτήσωμεν αὐτοὺς. ἅ τὸ εγνωκεναι αὐτὸν αἴτιόν ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα; διδομένου τοῦ τοῦ τὸ ἐφ’ ἡμῖν; ἣ ἐπεὶ ἔσται προέγνω. καὶ οὐδαμῶς ἐστιν αἰτία αὐτοῦ ἡ πρόγνωσις τῶν ἐσομένων ἐκ τοῦ ἐφ’ ἡμῖν ἑκάστῳ. δυνατὸν οὖν ἦν τῶν δέ τινων ἀπαντησάντων, μὴ τόδε, ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον.
And whom ought rather to have been placed within the justifying calling by the purpose of God than those who love Him? Indeed, he very clearly sets forth the cause that lies in our power for the purpose and the foreknowledge, by the words, "We know moreover, that to those who love God, all things work together for good." For he has almost said that all things work together for good, and for this reason they work together, because those who love God are worthy of cooperation. At the same time, let us also question those who say the opposite, and let them answer us on these points. Let it be supposed by hypothesis that there is something in our power. And this we shall say to them who abolish what is in our power, until from the given hypothesis their argument be refuted as not being sound. Since, then, there is that which is in our power, does God, having applied Himself to the sequence of future things, foreknow the things that will be done from what is in our power, for each of those who possess what is in our power, or will He not foreknow? To say, then, that He will not foreknow, belongs to one who is ignorant of the mind that is over all things, and of the majesty of God. But if they will grant that He will foreknow, let us again question them: Is His having known the cause of the future things coming to be? If it is granted that this is so, what becomes of what is in our power? Or is it that because it will be, He foreknew? And the foreknowledge of things that will be from what is in our power for each is in no way the cause of it. It was possible, then, when certain things occurred, for the created being, possessing free will, to effect not this but that.
Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; Χρυσοστόμου. Ὡς ἃν εἰ ἔλεγε. μὴ τοίνυν λοιπὸν λέγε μοι περὶ τῶν κινδύνων, καὶ τῆς παρὰ πάντων ἐπιβουλῆς. εἰ γὰρ καὶ τοῖς μέλλουσι τινὲς διαπιστοῦσιν. ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ, οὐδὲν ἃν ἔχοιεν εἰπεῖν. οἷον, τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο. καὶ ὅπερ ἐνόμιζες αἰσχύνης εἶναι, ’τον σταυρὸν, τὰς μάστιγας, τὰ δέσμα, ταύτα ἐστιν α την οἰκουμένην κατώρθωσεν ἅπασαν. ὥσπερ οὖν οὗν αὐτὸς ἔπαθε, καί τοι γε σκυθρωποῖς εἶναι δοκοῦσι, τούτοις εἰς ἐλευθερίαν καὶ σωτηρίαν ρίαν τῆς φύσεως ἀπεχρήσατο, οὕτως καὶ ἐφ’ οἷς αὐτὸς ὑπομένεις, ποιεῖν εἴωθεν· εἰς δόξαν σου καὶ εὐδοκίμησιν τοῖς σοῖς ἀποχρώμενος πάθεσι. καὶ τίς οὐ καθ’ ἡμῶν, φησιν; καὶ γὰρ ἡ οἰκουμένη καθ’ ἡμῶν, καὶ τύραννοι, καὶ δῆμοι, καὶ συγγενεῖς, καὶ πολίται· ἀλλ’ οὗτοι οἱ καθ’ ἡμῶν, τοσοῦτον ἀπέχουσιν ἐπηρεάζειν ἡμῖν, ὅτι καὶ ἄκοντες στεφάνων ἡμῖν αἴτιοι γίνονται, καὶ μυρίων ἀγαθῶν πρόξενοι. τῆς τοῦ Θεοῦ σοφίας τὰς ἐπιβουλὰς, εἰς τὴν ἡμετέραν τρεπούσης σωτηρίαν καὶ δόξαν. ὁρᾷς, πῶς οὐδεὶς καθ’ ἡμῶν; ὅτι τοῦ Θεοῦ ὄντος ὑπὲρ ἡμῶν, καὶ τὰ καθ’ ἡμῶν δοκοῦντα εἶναι, ὑπὲρ ἡμῶν πάντα γίνεται. ἐκ γὰρ τούτων, ἡμῖν οἱ στέφανοι πλέκονται· καὶ αὐτοὶ οἱ δοκοῦντες ἐπιβουλεύειν, τῶν εὐεργετούντων οὐκ ἔλαττον ἡμᾶς ὠφελοῦσι. Θεοδωρήτου. Πάντα δὲ ὁμοῦ συμπεριέλαβε, διὰ τοῦ, “ καὶ βασιλέας, καὶ στρατηγοὺς, καὶ δήμους, καὶ δημαγωγοὺς, καὶ πᾶσαν ὁμοῦ τὴν οἰκουμένην. Θωτίου. Ἢ καὶ οὕτως.
What then shall we say to these things? If God is for us, who is against us? Chrysostom. As if he were saying: Do not, then, go on speaking to me about dangers and the plots of all men. For even if some disbelieve the things that are to come, yet against the good things that have already come to pass they would have nothing to say. For instance, God's friendship toward you from above, the justification, the glory. For He granted you these even through things that seem to be painful. And what you thought to be a matter of shame—the cross, the scourges, the bonds—these are what set the whole world aright. Just as, therefore, He Himself suffered, and though these things seem gloomy, He used them for the freedom and salvation of our nature, so also in the things you yourself endure, He is accustomed to do the same, using your sufferings for your glory and for the approval of those who are yours. And who is against us? he says. For the world is against us, and tyrants, and peoples, and relatives, and fellow citizens. But these who are against us are so far from doing us harm that even unwillingly they become the cause of crowns for us and the authors of countless good things, since the wisdom of God turns their plots into our salvation and glory. Do you see how no one is against us? Because when God is for us, even the things that seem to be against us all work for us. For from these, crowns are woven for us; and those who seem to plot against us benefit us no less than those who do us good. Theodoret. And he comprehended all things together through the phrase, "both kings, and generals, and peoples, and demagogues, and the whole world at once." Thotius. Or also in this way.
τι ἐροῦμεν πρὸς ταῦτα; ὅτι προώρισεν, ὅτι ἐκάλεσεν, ὅτι ἐδικαίωσεν, ὅτι ἐδόξασε· πρὸς τοιαύτην ἀφθονίαν εὐεργεσιῶν, τί ἐροῦμεν; οὐδὲ εὐχαρίστων, φησὶν, λόγων εὐποροῦμεν· μή τι γε ἔργων ἀμοιβῆς. τοιαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθεν, φησὶν, “ εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;” οὐδείς. τινες βλάπτειν ἐπιχειρήσωσιν, οὐ βλάψουσιν, ἀλλὰ ὠφελήσουσιν.
Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Χρυσοστόμου. Οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις, τὸ μέγιστον σημεῖον τῆς περὶ ἡμᾶς ἀγάπης, καὶ ὃ συνεχῶς ἀεὶ περιστρέφει, τοῦτο καὶ ἐνταῦθα τίθησι, τὴν σφαγὴν τοῦ παιδός. οὐ γὰρ ἐδικαίωσε μόνον φησὶν, καὶ ἐδόξασε, καὶ συμμόρφους ἐποίησε τῆς εἰκόνος ἐκείνης, ἀλλ’ οὐδὲ τοῦ παιδὸς ἐφείσατο διὰ σέ. καὶ μεθ’ ὑπερβολῆς καὶ πολλῆς τῆς θερμότητος ταῖς λέξεσι κέχρηται. ἵνα ἐνδείξηται αὐτοῦ τὴν ἀγάπην. πῶς οὖν ἡμᾶς προήσεται, ὑπὲρ ὧν τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν; ἐννόησον γὰρ ὅσης ἀγαθότητος, τὸ καὶ τοῦ ἰδίου Υἱοῦ μὴ φείσασθαι· σθαι· ἀλλὰ καὶ δοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν, καὶ ἀγνωμόνων, καὶ ἐχθρῶν, κα βλασφήμων. “ πῶς οὑν οὐχὶ καὶ “ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται ; ” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ τὸν Υἱὸν αὐτοῦ ἐχαρίσατο, καὶ οὐχ ἁπλῶς ἐχαρίσατο, ἀλλὰ καὶ σφαγῇ παρέδωκε, τι λοιπὸν ὑπὲρ τῶν ἄλλων ἀμφιβάλλεις, τὸν δεσπότην λαβών; τί διστάζεις ὑπὲρ τῶν κτημάτων, τὸν Κύριον ἔχων;
What then shall we say to these things? That he foreordained, that he called, that he justified, that he glorified. To such an abundance of benefits, what shall we say? We do not, he says, even have words of thanksgiving at our disposal, much less the repayment of works. Such is his ineffable grace toward us. Then, as if taking a vantage point from this, he says, "If God is for us, who is against us?" No one. Even if some attempt to harm us, they will not harm us, but will benefit us.
He who did not spare his own Son, but delivered him up for all, how will he not also with him freely give us all things? Chrysostom. Not content with what has been said, he places here as well the greatest proof of his love toward us, which he continually and always turns over—the slaughter of the Son. For he did not merely justify us, he says, and glorify us, and make us conformed to that image, but he did not even spare the Son for your sake. And he has used expressions with hyperbole and much warmth, in order to demonstrate his love. How then will he abandon us, for whom he did not spare his own Son, but delivered him up for us all? For consider of what great goodness it is, that he did not spare his own Son; but also gave him, and handed him over for all—even for the worthless, the ungrateful, the hostile, and the blasphemous. "How then will he not also with him freely give us all things?" What he means is this: if he freely gave his Son, and did not simply give him, but delivered him even to slaughter, what remains for you to doubt concerning other things, having received the Master? Why do you waver concerning possessions, having the Lord?
ὁ γὰρ τὸ μεῖζον τοῖς ἐχθροῖς δεδωκὼς, πῶς τὰ ἐλάττονα οὐ δώσει τοῖς φίλοις; Φωτίου. Τέθεικε τοίνυν τὸ, “ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, τὴν κηδεμονίαν ὡς ἔφαμεν τὴν ἄφατον τοῦ Θεοῦ τὴν περὶ ἡμᾶς ἐνδεικνύμενος. καὶ ἅμα εἴ τι δυσχερὲς ὑπό τινος πάσχομεν, καρτερεῖν διὰ τοῦ παραδείγματος παραινῶν. οὐ μόνον δὲ, ἀλλὰ κα ἀνακτώμενος καὶ παρηγορῶν· εἰ γὰρ ὁ Υἱὸς τοσαῦτα ὑπὲρ σοῦ ἔπαθε, τί σε χρῆ παθεῖν ὑπὲρ αὐτοῦ; καὶ εἰ ἐκεῖνος τοιαῦτα παθὼν, τῆς πατρικῆς δόξης τε καὶ θεότητος οὐδέν τι καθυφειμένον ἐδέξατο· μὴ δὲ σὺ ὀλιγωρήσῃς πάσχων ταῦτα. πάντως γὰρ τῶν ἐπηγγελμένων, καὶ μετὰ τὰ παθήματα, καὶ μετὰ τῶν θάνατον, ἀξιωθήσῃ. Γενναδίου. Εὔκαιρον δὲ τοῦτο ἐπισχεῖν νῦν, ὅτι ἐνταῦθα τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν παραδεδόσθαι λέγων ὁ Παῦλος, ἐν τῇ πρὸς Ἐφεσίους αὐτὸν παρ’ ἑαυτοῦ λέγει τὸν Υἱὸν τοῦτο πεποιηκέναι. “ ὁ Χριστὸς γάρ,” φησι, “ ἠγάπησεν ἡμᾶς, “ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν.” τί διδάσκων ἡμᾶς ἕτερον, ἣ ἓν εἶναι Πατρὶ καὶ Υἱῷ τῆς ἀνθρώπων σωτηρίας τὸ βούλημα; Γρηγορίου Νύσσησ. Εἰπών γε μὴν ὁ Παῦλος τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀντιδιαστέλλει τὸν ἀληθινὸν Υἱὸν τοῖς γεννηθεῖσι καὶ ὑψωθεῖσι καὶ ἀθετήσασι. τούτοις λέγω τοῖς διὰ προστάγματος παραχθεῖσιν εἰς γένεσιν. τῇ τοῦ ἰδίου προσθήκῃ, τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐπισημαίνων. καὶ ὡς ἃν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυρὸν πάθος προστρίβοιτο, δι’ ἑτέρων τρανοτέρων τὴν τοιαύτην ἐπανορθοῦται πλάνην. μεσίτην αὐτὸν Θεοῦ καὶ ἀνθρώπων, καὶ ἄνθρωπον καὶ Θεὸν ὀνομάζων.
For the one who has given the greater things to enemies, how will he not give the lesser things to friends? From Photius. He has therefore set down the words, "He who did not spare his own Son," demonstrating, as we said, the ineffable providence of God concerning us. And at the same time, if we suffer anything difficult at anyone's hands, he exhorts us to endure through this example. Not only this, but he also wins us back and consoles us: for if the Son suffered so much for you, what ought you to suffer for him? And if he, having suffered such things, received no diminution of the Father's glory and divinity, do not you be faint-hearted in suffering these things. For you will certainly be deemed worthy of the promises, both after your sufferings and after death. From Gennadius. It is fitting to note here that, whereas Paul says in this place that the Son was handed over by the Father for us, in the letter to the Ephesians he says that the Son himself did this of his own accord. "For Christ," he says, "loved us" and "gave himself up for us." What else does he teach us than that the will of the Father and of the Son for the salvation of mankind is one? From Gregory of Nyssa. Indeed, when Paul said, "He did not spare his own Son," he distinguishes the true Son from those who were begotten and exalted and rejected—I mean those brought into existence by command. By the addition of "his own," he signifies the natural kinship. And lest anyone attribute the passion of the cross to the undefiled nature, he corrects such error through other clearer statements, calling him mediator between God and men, and both man and God.
ἵν ἐκ τοῦ, τὰ δύο περὶ τὸ ἓν λέγεσθαι, τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον. περὶ μὲν τὸ θεῖον, ἡ ἀπάθεια· περὶ δὲ τὸ ἀνθρώπινον, ἡ κατὰ τὸ πάθος οἰκονομία. τῆς ἐπινοίας διαιρούσης τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνωμένον· τῷ λόγῳ δὲ διακρινόμενον· ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι. τοῦτε ἀνθρωπίνου, διὰ τῆς ἀναλήψεως δοξαζομένου· καὶ τοῦ θείου διὰ τῆς συγκαταβάσεως μὴ μολυνομένου. ἀλλὰ διδόντος μὲν τοῖς πάθεσι τὸ ἀνθρώπινον μέρος, ἐνεργοῦντος δὲ τὴν τοῦ πεπονθότος ἀνάστασιν διὰ τῆς θείας δυνάμενως· καὶ οὕτως οὔτε τοῦ θανάτου πεῖρα ἐπὶ τὸν κεκοινωνηκότα τῆς ἐμπαθοῦς φύσεως ἀναφέρεται, διὰ τὴν τοῦ ἀνθρώπου πρὸς αὐτὸν ἕνωσιν· καὶ τὰ ὑψηλὰ τὲ καὶ θεοπρεπῆ τῶν ὀνομάτων ἐπὶ τὸν ἄνθρωπον καταβαίνει. ὡς καὶ Κύριον τῆς δόξης τὸν ἐπὶ σταυροῦ φανέντα, κατονομάζεσθαι τῇ τῆς φύσεως αὐτοῦ πρὸς τὸ ταπεινὸν ἀνακράσει· καὶ τῆς τῶν ὀνομάτων χάριτος, ἐκ τοῦ θείου πρὸς τὸ ἀνθρώπινον συμμετελθούσης. Διὰ τοῦτο ποικίλως καὶ διαφόρως αὐτὸν παραδίδωσι νῦν μὲν, τὸν ἐξ οὐρανῶν κατελθόντα· νῦν δὲ, τὸν ἐκ γυναικὸς γεννηθέντα. καὶ Θεὸν προαιώνιον· καὶ ἐπ’ ἐσχάτων ἡμερῶν, ἄνθρωπον. οὕτως καὶ ἀπαθὴς ὁμογενὴς Θεὸς, καὶ παθητὸς ὁ Χριστὸς εἶναι πιστεύεται. καὶ ὁ λόγος διὰ τῶν ἐναντίων οὐ ψεύδεται· τὸ πρόσφορον ἑκατέρῳ τῶν ὀνομάτων ἐν τοῖς νοήμασιν ἐφαρμόζων. τὰ μὲν οὖν ἀνθρώπινα, τῷ ἀνθρωπίνῳ· τὰ δὲ ὑψηλὰ, τῇ θεότητι καταλλήλως ἁρμόζομεν. καὶ φαμὲν ὅτι καθὸ Θεὸς ὁ Υἱὸς, ἀπαθὴς πάντως ἐστι καὶ ἀκήρατος. εἰ δέ τι πάθος περὶ αὐτοῦ λέγοιτο, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος, τὸ τοιοῦτον ἐνήργησεν.
So that from the fact that the two things are said of the one, what is fitting may be understood concerning each. Concerning the divine nature, impassibility; concerning the human nature, the economy according to the passion. The conceptual distinction divides what is united according to loving-kindness, but distinguished in account, so that piety is preserved concerning each. The human is glorified through the assumption, and the divine is not defiled through the condescension. But it gives the human part to the passions, and works the resurrection of the one who suffered through divine power. And thus neither is the experience of death referred to the one who has shared in the passible nature, because of the union of the man with him; and the lofty and God-befitting names descend to the man. As also the one who appeared on the cross is named Lord of glory, by the commingling of his nature with the lowly; and the grace of the names, passing over from the divine to the human. For this reason he hands him over in varied and diverse ways: now as the one who came down from heaven, now as the one born of a woman; and God before the ages, and in the last days, a man. Thus both the impassible God is believed to be of one kind, and the passible Christ. And the account through opposites is not false, applying what is fitting to each of the names in the concepts. The human things, then, we fit to the human; the lofty things, to the divinity, as is fitting. And we say that insofar as the Son is God, he is altogether impassible and incorruptible. But if any passion is spoken of concerning him, such a thing was worked through the human nature that receives the passion.
ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος σωτηρίαν· ὡς εἶναι τῆς μὲν σαρκὸς, τὸ πάθος, τοῦ δὲ Θεοῦ, τὴν ἐνέργειαν. κἂν τὸν Ἀπόστολον εἰς συνηγορίαν τινὲς, τοῦ ἐναντίου καθέλκωσι δόγματος, λέγοντα, ὅτι τοῦ ἰδίου οὐκ ἐφείσατο· καὶ ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν ἔπεμψε, καὶ ὅσα τοιαῦτα. πρὸς τὴν θείαν φύσιν ἐν τῇ τοῦ πάθους οἰκονομίᾳ, καὶ οὐχὶ πρὸς τὸ ἀνθρώπινον βλέπειν δοκεῖ. οὐδὲν ἧττον τῶν ὑγιῶν δογμάτων οὐκ ἀφεξόμεθα· αὐτοῦ τοῦ Παύλου γυμνότερον τὸ περὶ τούτου σαφηνίσαντος ἡμῖν μυστήριον. πανταχοῦ γὰρ τῷ ἀνθρωπίνῳ μέρει τοῦ Χριστοῦ, τὴν τοῦ πάθους οἰκονομίαν προσμαρτυρεῖ, λέγων, “ ἐπειδὴ γὰρ “ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν.” καὶ, “ ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς “ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἐν τῇ σαρκὶ γὰρ, οὐκ ἐν τῇ θεότητι φησίν. καὶ μηδεὶς οἰέσθω τὸν θεῖον Ἀπόστολον καθ’ ἑαυτοῦ πρὸς τὰ ἐναντία μερίζεσθαι. καὶ τοῖς μαχομένοις κατὰ τὰ δόγματα, πρὸς τὴν εἰς ἑκάτερον ἐπιχείρησιν ἐκ τοῦ ἴσου παρέχειν διὰ τῶν ἰδίων λόγων τὰς ὕλας. εὕροι γὰρ ἄν τις ἀκριβῶς ἐξετάζων, ὅτι πρὸν ἓν αὐτῷ βλέπει δι’ ἀκριβείας ὁ λόγος, καὶ οὐκ ἐπιδιστάζει ταῖς ἐπινοίαις. πανταχοῦ γὰρ τὴν τοῦ ἀνθρωπίνου πρὸς τὸ θεῖον ἀνάκρασιν κηρύσσων, οὐδὲν ἧττον ἐν ἑκα- τέρῳ τὸ ἴδιον καθορᾷ. ὡς καὶ τῆς ἀνθρωπίνης ἀσθενείας διὰ τῆς πρὸς τὸ ἀκήρατον κοινωνίας πρὸς τὸ κρεῖττον ἀλλοιωθείσης· καὶ τῆς θείας δυνάμεως οὐ συγκαταπιπτούσης τῇ πρὸς τὸ ταπεινὸν συναφείᾳ τῆς φύσεως. ΚΥΡÍΛΛΩΥ.
For the divinity truly works through the body that belongs to it for salvation, so that the suffering belongs to the flesh, and the working to God. And even if some, in support of the opposing doctrine, drag in the Apostle saying, "He did not spare his own," and "God sent his own Son," and all such things, he seems to look toward the divine nature in the economy of the passion, and not toward the human. Nevertheless we will not refrain from sound doctrines, since Paul himself has clarified this mystery for us more plainly. For everywhere he testifies the economy of the passion to the human part of Christ, saying, "For since through a man came death, through a man also came the resurrection of the dead." And, "God, having sent his own Son in the likeness of sinful flesh, condemned sin in the flesh." For in the flesh, he says, not in the divinity. And let no one suppose that the divine Apostle is divided against himself in support of the opposite sides, and that he equally supplies material through his own words to those who fight over doctrines for their attack on either side. For one who examines carefully would find that his argument looks precisely to one thing, and does not waver in its conceptions. For everywhere proclaiming the mingling of the human with the divine, he nonetheless observes what is proper in each: as the human weakness, through its communion with the incorruptible, is changed to the better; and the divine power does not collapse together with the nature's association with the lowly. Of Cyril.
Σὺ δὲ ἀκούων ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, σύνες, ὡς οἱ τὸν τῆς οὐσίας αὐτοῦ καρπὸν εἰς ποίημα καται σύροντες, καὶ αὐτὸ τὸ μέγα καὶ ἐξαίσιον τὸ ἐπὶ τῇ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπῃ καταστρέφουσι θαῦμα. β. φράσειας ἃν, ὅπως. . καὶ μάλα προθύμως. δέδωκεν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τὸν υἱόν ; β. καὶ πάνυ. . ἄμεινον δὲ δήπουθεν τὸ γεννηθὲν, οὗ- περ ἃν φιλοτεχνήσαιτό τις· εἶπέρ ἐστι τὸ μὲν, ἐξ ἡμῶν, καὶ τῆς τοῦ τεκόντος ὑποστάσεως καρπός· τὸ δὲ, τῆς ἀρίστης εὕρεμα βουλῆς, καὶ σοφίας ἔργον· οὐ βλαστὸς οὐσίας. β. τι οὖν τοῦτό γε; . ἣ οὐκ ἐννοεῖς, ὡς μεῖον μὲν ἄντις ἀγάσαιτο τυχὸν τὴν ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρὸς, προεμένου πρὸς λύτρωσιν τῆς ὅλης κτίσεως, μέρος ὄντα κτίσεως τὸν Υἱόν· εἶπέρ ἐστι γενη- τός. πλουσιώτερον δὲ κατατεθήποι ἂν, καὶ μάλα εἰκότως τῆς τοῦ κόσμου ζωῆς ἀντάλλαγμα, καὶ αὐτὸν εἰ μάθοι δεδωκότα τὸν Υἱόν· καὶ ἀφειδήσαντα μὲν ἰδίου καρποῦ, κατά γε τὸ, ἐν σαρκὶ γεγονότα· καὶ ἐντεθνάναι δοκεῖν, δεδιψηκότα δὲ μᾶλλον τοῦ κόσμου τὴν εἰς τὸ εὖ εἶναι διαμονήν. β. συνίημι. . ογͅαι δὲ ἔγωγε. καὶ νεμε- σάτω μηδεὶς ἀνακαιομένῳ πρὸς θράσος ἐκ φιλοθείας τῷ λόγῳ· ὡς οὐδ’ ἃν ἀντάξιος εἴη τῆς ὅλης κτίσεως ὁ Χριστός οὐδ’ ἃν ἔχῃ διαρκῶς εἰς τὸ ἐκπρίασθαι καλῶς τὴν τοῦ κόσμου ζωὴν, εἰ καὶ αὐτὴν κατάθοιτο, καθάπερ ἐν τάξει τιμῆς, τὴν ἰδίαν ψυχὴν, πρό- οιτό τε ὑπὲρ ἡμῶν τὸ τίμιον αἷμα· εἰ μὴ ἀληθῶς Υἱός ἐστι, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, κτίσμα δὲ καὶ κτίσεως μέρος.
But when you hear that he gave his Son for us, understand that those who drag the fruit of his essence down to the level of a creature also overturn that great and extraordinary wonder concerning the love of God and the Father. You would say, how? And very readily. He gave his Son for the salvation of the world? Yes, indeed. But surely better is that which was begotten, than that which one might craft; since the one is from us, and the fruit of the begetter's own substance; but the other is the invention of the best counsel, and the work of wisdom; not a shoot of essence. What then is this? Or do you not consider that one would perhaps admire the love of God and the Father less, if he surrendered for the redemption of the whole creation the Son, who is a part of creation—if indeed he is a creature? But one would reckon it more abundantly, and very reasonably, as a ransom for the life of the world, if one learned that he gave even his own Son; and that he did not spare his own fruit, in that he became flesh; and that he seemed to die, but rather thirsted for the world's continuance in well-being. I understand. And I for my part groan. And let no one be indignant at the word as it is kindled to boldness out of love for God; for Christ would not be equal in value to the whole creation, nor would he have sufficient means to purchase well the life of the world, even if he were to lay down, as it were in the rank of honor, his own soul, and to give up for us his precious blood—unless he is truly the Son, and as God from God, not a creature and a part of creation.
Τίς ἐγκαλέσειε κατὰ ἐκλεκτῶν Θεοῦ ; Θεὸς ὁ δικαίων. τίς ὁ κατακρίνων ; Χρτσοστόμου. ταῦτα πρὸς τοὺς λέγοντας ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ. καὶ ὅρα πῶς τά- χεως αὐτοὺς ἐπεστόμισεν, ἀπὸ τοῦ ἀξιώματος τοῦ ἐκλεξαμένου· καὶ οὐκ εἶπε, τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ; οὐδὲ κατὰ τῶν πιστῶν τοῦ Θεοῦ; ἀλλὰ “ κατὰ τῶν ἐκλεκτῶν Θεοῦ;“ἡ γὰρ ἐκλογὴ, ἀρετῆς σημεῖον ἐστίν· εἰ γὰρ, ἐπειδὰν πωλοδάμνης πώλους ἐκλέξηται πρὸς δρόμον ἐπιτηδείους, οὐδεὶς ἐπισκῆψαι δυνήσεται, ἀλλὰ καταγέλαστος γίνεται, κἂν ἐγκαλέσῃ τίς, πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς ἐκλέγηται ψυχὰς, καταγέλαστοι οἱ ἐγκαλοῦντες. οὐκ εἶπε δὲ Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα· ἀλλ’ ὃ πολλῷ μεῖζον ἦν, “ Θεὸς ὁ δοκαιῶν.” ὅταν γὰρ ἡ δικαστοῦ ψῆφος, δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; οὐκοῦν οὔτε τοὺς πειρασμοὺς φοβεῖσθαι δικαιον ὑπὲρ ἡμῶν γάρ ἐστιν ὁ Θεός. καὶ ἐδήλωσεν ἐξ ὧν ἐποίησεν.) οὔτε τὰς φλυαρίας τὰς Ἰουδαικάς. καὶ γὰρ καὶ ἐξελέξατο ἡμᾶς καὶ ἐδικαίωσε. καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ διὰ τῆς σφαγῆς τοῦ παιδὸς, ἐδικαίωσε. τίς οὖν ἡμᾶς κατεδίκασεν; Φωτίου. Ἐν τοῖς ἔμπροσθεν δὲ εἰπὼν τοὺς πειρασμοὺς τοὺς διὰ θλίψεων καὶ βασάνων, ἐν τῷ εἰπεῖν “ τις καθ᾿ ἡμῶν;” νῦν ἕτερον εἶδος πειρασμῶν λέγει· τοὺς ὀνειδισμοὺς, τὰς μέμψεις, τὰς λοιδορίας, ἃς κατέχεον οἱ ἄπιστοι τῶν πιστῶν. καὶ τοῦτο δηλοῖ διὰ τοῦ λέγειν, “ τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;” καὶ ἀποδεί- κἀνταῦθα, ὥσπερ καὶ ἐπὶ τῶν εἰρημένων, ὅτι Θεοῦ δικαισῦντος, εἰς μάτην γλωσσαλγοῦσιν οἱ αἰτιώμενοι καὶ κατακρίνοντες. Κυρίλλου.
Who will bring a charge against God's elect? It is God who justifies. Who is the one who condemns? — Chrysostom. These things are directed against those who say that faith is of no benefit, and who disbelieve in the sudden transformation. And observe how quickly he silenced them, from the dignity of the one who chose them; and he did not say, "Who will bring a charge against God's servants?" nor "against God's faithful?" but "against God's elect?" For election is a mark of virtue. For if, when a horse-trainer selects colts fit for racing, no one will be able to find fault, but anyone who brings a charge becomes a laughingstock, how much more when God selects souls are those who bring charges laughable. And he did not say, "It is God who forgives sins," but what was far greater, "It is God who justifies." For when the judge's vote declares a person righteous—and such a judge—of what is the accuser worthy? Therefore it is right neither to fear temptations, for God is on our side. And he made this clear from what he did—nor the Jewish babblings. For he both chose us and justified us. And what is truly wonderful is that he justified us even through the slaughter of his Son. Who then has condemned us? — Photius. In what he said earlier, having spoken of temptations that come through afflictions and tortures, in saying "Who is against us?" he now speaks of another kind of temptation: the reproaches, the censures, the insults that unbelievers poured upon the faithful. And he makes this clear by saying, "Who will bring a charge against God's elect?" And here too he demonstrates, just as in the things already said, that since God justifies, those who accuse and condemn prattle in vain. — Cyril.
Τάχα δὲ καὶ οἰκονομικῶς ὁ Παῦλος οὐκ ἐᾷ τὸν νοῦν τῶν κεκλημένων εἰς ἀμηχανίαν ἐμπεσεῖν, ἀλλὰ διδάσκει, ὅτι τῶν μὲν ἀρχαίων ἁμαρτιῶν ἐλευθερωθήσονται, δικαιωθήσονται δὲ, Θεοῦ κατανεύοντος. εἰ γὰρ καὶ πᾶσα ἁμαρτία, τοῦ θείου νόμου παράβασιν ἔχει, καὶ κατακρίνει τὸν ῥαθυμοῦντα· ἀλλ’ εἰ αὐτὸς ὁ τοῦ νόμου κύριος συγχωρεῖ, τίς ὁ κατακρίνων τὸν ἡμαρτηκοτα; Ωριγένουσ. Δόξειε δ’ ἃν τοῦτο καὶ ἐπὶ τὸν διάβολον ἀναφέρεσθαι, ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν. οὐδεὶς γάρ ἐστιν, οὗ ἐκεῖνος μὴ κατηγορήσει, καὶ ᾧ οὐκ ἐγκαλέσει, εἰ μὴ μόνος ὁ Ιῃσοῦς, “ ὃς ἁμαρτίαν οὐκ ἐποίησε.” καὶ διὰ τοῦτο ἔλεγεν, “ ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχε οὐδέν.” διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται, ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν τοῦ Θεοῦ. τοῦ γὰρ Θεοῦ δικαιοῦντος, τίς κατακρίναι δύναται; κἂν ὁ κατήγορος φέρῃ εἰς μέσον τὰ ἀπειλημένα, ἐφ’ οἷς κατεκρίθη ἂν, εἰ μὴ ἀπήλειπτο. ἐδικαίωσε δὲ, ὡς νεφέλην ἀπολείψας τὰς ἀνομίας αὐτῶν, καὶ ὡς γνόφον τὰς ἁμαρτίας αὐτῶν.
Perhaps also, by a dispensation, Paul does not allow the minds of those who have been called to fall into perplexity, but teaches that they will be freed from their former sins, and will be justified, with God giving assent. For even if every sin involves a transgression of the divine law and condemns the one who is negligent, yet if the Lord of the law himself forgives, who is the one who condemns the one who has sinned? — Origen. This might also seem to refer to the devil, who is an accuser even of the elect. For there is no one whom he will not accuse, and against whom he will not bring a charge, except Jesus alone, "who did not commit sin." And for this reason he said, "The ruler of this world is coming, and he has nothing in me." For this reason, then, that one is brought to contempt, as he brings accusations even against God's elect. For if God justifies, who can condemn? Even if the accuser brings forward the charges for which they would have been condemned, had they not been blotted out. But he justified them, blotting out their lawless deeds like a cloud, and their sins like a mist.
Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ημων. Χρυσοστόμου. τίς, φησιν, ἡμᾶς καταδικάσει, τοῦ Χριστοῦ δι’ ἡμᾶς σφαγέντος· καὶ μετὰ τὴν σφαγὴν, καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνοντος; καὶ γὰρ ἐπὶ τῆς οἰκείας ἀξίας φανεὶς, οὐ κατέλυσε τὴν ὑπὲρ ἡμῶν πρόνοιαν. ἀλλὰ καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· καὶ τὴν αὐτὴν ἀγάπην μένει διατηρῶν. οὐδὲ γὰρ ἠρκέσθη τῇ σφαγῇ μόνον, ὅπερ μεγίστου μάλιστά ἐστι φίλτρου, τὸ μὴ μόνον τὰ εἰς αὐτὸν ἥκοντα ποιεῖν, ἀλλὰ καὶ ἕτερον ὑπὲρ τούτου παρακαλεῖν. τοῦτο γὰρ μόνον διὰ τοῦ ἐντυγχάνει, δηλῶσαι ἠβουλήθη, ἀνθρωπικώτερον διαλεχθεὶς καὶ συγκαταβατικώτερον· ἵνα τὴν ἀγάπην ἐνδείξηται. ἐπεὶ καὶ τὸ, “ οὐκ ἐφείσατο,,” ἐὰν μὴ μετὰ ταύτης τῆς ἐννοίας, πολλὰ τὰ ἄτοπα ἕψεται. καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐστιν ὃ κατασκευάσαι βούλεται, πρότερον εἰπὼν ὅτι ἔστιν ἐν δεξιᾷ, τότε ἐπήγαγεν, ὅτι ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὅτε τὴν ὑμοτιμίαν ἔδειξε καὶ τὴν ἰσότητα. ἵνα λοιπὸν τὸ, ἐντυγχάνει, μὴ ἐλαττώσεως, ἀλλὰ ἀγάπης φαίνηται ὄν.
Christ who died, rather who was also raised, who is also at the right hand of God, who also intercedes for us. Of Chrysostom. Who, he says, will condemn us, when Christ has been slain for us; and after the slaughter, also intercedes for us? For even when he appeared in his own dignity, he did not abolish his providence for us. But he also intercedes for us, and remains preserving the same love. For he was not satisfied with the slaughter alone, which is especially the mark of the greatest affection—not only to do what pertains to himself, but also to entreat another on our behalf. For this alone through the word intercedes he wished to make clear, having spoken in a more human and more condescending manner, in order to demonstrate his love. Since also the phrase, "He did not spare," if not taken with this understanding, many absurdities will follow. And so that you may learn that this is what he wishes to establish, having first said that he is at the right hand, then he added that he intercedes for us, when he showed the equal honor and equality. So that from now on the word intercedes may appear to be not of diminishment, but of love.
ὁ γὰρ αὐτοξωὴ ὣν, καὶ πηγὴ τῶν ἀγαθῶν ἁπάντων, καὶ μετ’ ἐξουσίας τῆς αὐτῆς τῷ Πατρὶ, καὶ νεκροὺς ἐγείρων καὶ ζωοποιῶν, καὶ τὰ ἄλλα πάντα ποιῶν, πῶς ἂν ἐντεύξεως ἐδεήθη εἰς τὸ ὠφελῆσαι ἡμᾶς, ὁ ἀπεγνωσμένους καὶ καταδεδικασμένους, καὶ ἐξ οἰκείας ἐξουσίας, καὶ τῆς καταδίκης ἐκείνης ἀπαλλάξας, καὶ δικαίους υἱοὺς ποιήσας, καὶ πρὸς τὰς ἀνωτάτω τιμὰς ἀγαγὼν, καὶ τὰ μηδέποτε ἐλπισθέντα εἰς ἔργον ἀγαγὼν, πῶς ἂν μετὰ τὸ κατορθῶσαι πάντα, καὶ τὴν φύσιν τὴν ἡμετέραν δεῖξαι, ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ, πρὸς τὰ εὐκολώτερα, ἐντυχίας ἐδεῖτο; ὁρᾷς πῶς πανταχόθεν δείκνυται, ὅτι τὸ, ἐντυγχάνει δι’ οὐδὲν ἕτερον εἴρηκεν, ἀλλ’ ἵνα τὸ θερμὸν καὶ ἀκμάζον τῆς περὶ ἡμᾶς ἀγάπης ἐνδείξηται. ἐπεὶ καὶ ὁ Πατὴρ φαίνεται παρακαλῶν ἀνθρώπους καταλλαγῆναι αὐτῷ. “ ὑπὲρ “ Χριστοῦ γὰρ πρεσβεύομεν,” φησὶν, “ ὡς τοῦ “ λοῦντος δι’ ἡμῶν.” ἀλλ’ ὅμως καὶ Θεοῦ, καὶ ἀνθρώπων Χριστοῦ πρεσβευομένων, οὐδὲν ἀνάξιον ἐννοοῦμεν ἐντεῦθεν τῆς ἀξίας ἐκείνης, ἀλλ’ ἓν μόνον ἐκ τῶν εἰρημένων ἁπάντων συλλέγομεν, τὴν τῆς ἀγάπης ἐπίτασιν. τοῦτο δὴ καὶ ἐνταῦθα ποιῶμεν. εἰ τοίνυν καὶ “ τὸ Πνεῦμα ἐντυγχάνει στεναγμοῖς ἀλαλήτοις,” καὶ ὁ Χριστὸς ἀπέθανε καὶ ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν, καὶ ὁ Πατὴρ τοῦ ἰδίου Υἰοῦ οὐκ ἐφείσατο διὰ σὲ, καὶ ἐξελέξατό σε καὶ έδικαίωσέ σε, τί λοιπὸν δέδοικας τοσαύτης ἀπολαύων ἀγάπης; Θεοδωρήτου. Τί τούτων μεῖζον ζητεῖς; ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ δεσπότης Χριστός· καὶ ἀναστὰς, τῷ Πατρὶ συνεδρεύει. καὶ οὐδὲ οὕτως τῆς περὶ ἡμῶν ἐπαύσατο προμηθείας.
For he who is himself Life, and the source of all good things, and who shares the same authority as the Father, and raises the dead and gives life, and does all other things, how could he have needed intercession in order to benefit us—he who delivered us when we were despaired of and condemned, and by his own authority released us from that condemnation, and made us righteous sons, and led us to the highest honors, and brought to fulfillment things never even hoped for? How, after setting all things right and displaying our nature upon the royal throne, would he have needed the easier means of intercession? Do you see how it is shown from every angle that the word "intercedes" has been spoken for no other reason than to demonstrate the warmth and fervor of his love for us? Since the Father also appears to be exhorting men to be reconciled to him. "For we are ambassadors on behalf of Christ," he says, "as though God were entreating through us." But nevertheless, though both God and men—Christ—act as ambassadors, we do not conceive from this anything unworthy of that dignity, but from all that has been said we gather one thing only: the intensity of his love. This then let us also do here. If therefore "the Spirit intercedes with groanings too deep for words," and Christ died and intercedes for us, and the Father did not spare his own Son for your sake, and chose you and justified you, what then do you still fear, enjoying such great love? Of Theodoret. What greater thing than these do you seek? The Master Christ died for us; and having risen, he sits with the Father. And not even so did he cease from his providential care for us.