διὸ ἀγαπᾶτε πάντας ὑμῶν τοὺς ἀδελφοὺς σεμνοῖς καὶ ἐλεήμοσιν ὀφθαλμοῖς, τοῖς μὲν ὀρφανοῖς ποιοῦντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, παρέχοντες μετὰ πάσης εὐφροσύνης τὰς τροφάς, τοῖς ἀκμαίοις τοὺς γάμους, καὶ τοῖς αὐτῶν ἀτέχνοις διὰ τῶν ἐπιτηδευμάτων ἐννοούμενοι τὰς προφάσες τῆς ἀναγκαίας τροφῆς, τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος. Οἶδα δὲ ταῦτα ποιήσειν ὑμᾶς, ἐὰν ἀγάπην εἰς τὸν ὑμέτερον ἱδρύσητε νοῦν. πρὸς δὲ τὴν αὐτῆς εἴσοδον μία τίς ἐστιν ἱκανὴ πρόφασις, ἡ κοινὴ τῶν ἁλῶν μετάληψις. διὸ σπουδάζετε πυκνότερον συνέστιοι ἀλλήλων γίνεσθαι ὡς δύνασθε, ὅπως αὐτὴν μὴ ἀπεμπολήσητε· αἰτία γάρ ἐστιν τῆς εὐποιΐας, ἡ δὲ εὐποιΐα τῆς σωτηρίας. κοινοὺς οὖν πάντες πᾶσιν τοῖς κατὰ θεὸν ἀδελφοῖς τοὺς ἑαυτῶν παρέχετε βίους, εἰδότες ὅτι πρόσκαιρα δωρούμενοι αἰώνια λήψεσθε. πολλῷ μᾶλλον πεινῶντας τρέφετε, καὶ διψῶσι παρέχετε ποτὸν, γυμνοῖς ἔνδυμα, τοὺς νοσοῦντας ἐπισκέπτεσθε, τοῖς ἐν φυλακαῖς ἐπιφαινόμενοι ὡς δύνασθε βοηθῆτε, τοὺς ξένους μετὰ πάσης προθυμίας εἰς τοὺς ἑαυτῶν οἴκους λαμβάνετε. πλὴν ἵνα μὴ τὸ κατ’ εἶδος λέγω, πᾶν καλὸν ἡ φιλανθρωπία ὑμᾶς ποιεῖν διδάξει, ὥσπερ ἡ μισανθρωπία τοῖς μὴ βουλομένοις σώζεσθαι τὴν κακοπραξίαν ὑποδείκνυσιν. Οἱ πράγματα ἔχοντες ἀδελφοὶ ἐπὶ τῶν ἐξουσιῶν κοσμικῶν μὴ κρινέσθωσαν, ἀλλ’ ὑπὸ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων συμβιβαζέσθωσαν παντὶ τρόπῳ, ἑτοίμως αὐτοῖς πειθόμενοι. πλὴν καὶ τὴν πλεονεξίαν οὕτως φεύγετε, ὡς προφάσει προσκαίρου κέρδους ἀπὸ τῶν αἰωνίων ἀγαθῶν ζημιοῦν δυναμένην.
Therefore love all your brothers with reverent and merciful eyes, doing for the orphans what parents do, and for the widows what husbands do, providing food with all gladness, marriages for those in their prime, and for those without skill, devising through their trades the occasions of necessary nourishment—work for the craftsman, mercy for the feeble. I know that you will do these things if you establish love in your mind. And for its entrance there is one sufficient occasion: the common partaking of salt. Therefore strive to be more frequently at table with one another as you are able, so that you may not sell it away; for it is the cause of well-doing, and well-doing of salvation. Therefore let all of you make your own lives common to all your brothers according to God, knowing that in giving temporary things you will receive eternal things. Much more, feed the hungry, and give drink to the thirsty, clothing to the naked, visit the sick, appearing to those in prison and helping them as you are able, receive strangers into your own houses with all eagerness. But that I may not speak of each kind in detail, love of humanity will teach you to do every good thing, just as misanthropy shows wickedness to those who do not wish to be saved. Brothers who have disputes before worldly authorities should not be judged, but should be reconciled by the elders of the church in every way, readily obeying them. Moreover, flee covetousness in this way also, since on the pretext of temporary gain it is able to cause loss of eternal goods.
ζυγὰ, μέτρα, στάθμα, τὰ τῶν τόπων δίκαια ἐπιμελῶς φυλάσσετε, πρὸς τὰς παραθήκας εὐγνωμονεῖτε. πλὴν ταῦτα καὶ τὰ τούτοις παραπλήσια μέχρι τέλους ποιεῖν ὑπομονεῖτε, ἐὰν ἀχώριστον μνήμην περὶ τῆς ἐκ θεοῦ γινομένης κρίσεως ἐν ταῖς καρδίαις ἔχητε. τίς γὰρ ἂν ἁμαρτήσῃ πεπληροφορημένος, ὅτι ἐκ θεοῦ δικαίου τοῦ νῦν μόνου μακροθύμου καὶ ἀγαθοῦ ἐπὶ τῇ τοῦ βίου συντελείᾳ γενέσθαι ὡρισθῇ κρίσις, ἵνα οἱ μὲν ἀγαθοὶ τοῦ λοιποῦ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀϊδίως ἀπολαύσωσιν, οἱ δὲ ἁμαρτωλοὶ εὑρεθέντες ὡς κακοὶ ἀποῤῥήτου κολάσεως τεύξωνται τῆς αἰωνίου; Καὶ ταῦτα μὲν οὕτως ἔχει. διὸ, ὦ Κλήμη, ἑκάστῳ κατὰ τὸ δυνατὸν προκαθέσθητι βοηθὸς τὰς πάντων φορτισθεὶς φροντίδας. ὅθεν τό σε οἰκονομεῖν ἀναδέξασθαι χάριν οἶδα εἰληφὼς, οὐ δεδωκώς· ἀλλὰ θάῤῥει καὶ γεναίως φέρε, ὡς εἰδὼς ὅτι ἀποδώσει σοι ὁ θεὸς εἰς τὸν λιμένα τῆς ἀναπαύσεως καταντήσαντι τὸ μέγιστον τῶν ἀγαθῶν, ἀναφαίρετον μισθὸν, καθότι ὑπὲρ τῆς τῶν πάντων σωτηρίας τὸν μείζονα ἀνεδέξω κάματον. ὥστε ἐάν σε πολλοὶ τῶν ἀδελφῶν διὰ τὴν ἐπ’ ἄκρον δικαιοσύνην μισήσωσι, τὸ αὐτῶν μὲν μῖσος οὐδέν σε βλάψει, ἡ δὲ τοῦ δικαίου θεοῦ φιλία πολύ σε ὀνήσει. ὥστε πειρῶ τὸν ἐξ ἀδικίας γινόμενον ἔπαινον ἀποσείεσθαι, διὰ δὲ δικαίαν διοίκησιν τὸν ἐκ θεοῦ ἐπωφελῆ θηρεύειν ἔπαινον. Ταῦτα εἰπὼν καὶ τὰ τούτων πλείονα πάλιν τῷ πλήθει προσβλέψας εἶπεν·
Carefully guard scales, measures, weights, and the just ordinances of places; be fair-minded in regard to deposits entrusted to you. Moreover, endure in doing these things and those like them until the end, if you keep in your hearts an inseparable remembrance of the judgment that comes from God. For who would sin, being fully assured that by the just God—who alone is now long-suffering and good—a judgment has been appointed to take place at the consummation of life, so that the good may thereafter enjoy the hidden good things eternally, while sinners, found to be evil, may obtain hidden and eternal punishment? And these things are so. Therefore, O Clement, set yourself before each one as a helper according to your ability, having taken up the cares of all as a burden. Hence I know that you have received the grace of administering this, not given it; but take courage and bear it nobly, knowing that God will repay you, when you arrive at the harbor of rest, with the greatest of good things, an unalienable reward, inasmuch as you have undertaken the greater labor for the salvation of all. So then, if many of the brethren hate you because of your righteousness to the utmost, their hatred will harm you not at all, but the friendship of the righteous God will greatly benefit you. Therefore strive to shake off the praise that comes from injustice, and through righteous administration to hunt for the beneficial praise that comes from God. Having said these things and more than these, he again looked at the multitude and said:
καὶ ὑμεῖς δὲ, ἀγαπητοί μου ἀδελφοὶ καὶ σύνδουλοι, τῷ προκαθεζομένῳ τῆς ἀληθείας κατὰ πάντα ὑπείξατε τοῦτο εἰδότες, ὅτι ὁ τοῦτον λυπήσας Χριστὸν, οὗ τὴν καθέδραν πεπίστευται, οὐκ ἐδέξατο, καὶ ὁ Χριστὸν μὴ δεξάμενος ὡς ἀθετήσας τὸν πατέρα λογισθήσεται· διὸ τῆς ἀγαθῆς βασιλείας ἀποβληθήσεται. οὗ εἵνεκεν πειρᾶσθε ἐν πάσαις συνόδοις συνέρχεσθαι, ἵνα μὴ ὡς λειποτάκται ὑπὸ τῆς τοῦ ταξιάρχου ἀθυμίας ἁμαρτίας ἔγκλημα λάβητε. διὸ πρὸ πάντων οἱ πάντες τὰ ὑπὲρ αὐτοῦ φρονεῖτε τοῦτο ειδότες, ὅτι δι’ ἕκαστον ὑμῶν ὁ πονηρὸς αὐτῷ μόνῳ τὸ πλεῖον ἐχθραίνων προσπολεμεῖ. ὑμεῖς οὖν πειρᾶσθε τῇ πρὸς αὐτὸν στοργῇ καὶ τῇ πρὸς ἀλλήλους εὐνοίᾳ διατελεῖν καὶ αὐτῷ ἐπακούειν, ἵνα καὶ αὐτὸς κουφίζηται καὶ ὑμεῖς σωθῆναι δυνηθῆτε. Ἔνια δὲ καὶ ἀφ’ ἑαυτῶν νοεῖν ὀφείλετε, διὰ τὸ αὐτὸν μὴ δύνασθαι ἐν φανερῷ λέγειν διὰ τὰς ἐπιβουλάς· οἷον ἐὰν ἐχθραίνῃ τινὶ, μὴ ἀναμένετε αὐτὸν εἰπεῖν, τῷ δὲ μὴ προσαμίλλασθε, ἀλλὰ φρονίμως ἕπεσθε αὐτοῦ τῷ βουλήματι, ἐχθροὶ γινόμενοι οἷς ἐχθραίνει, καὶ μὴ ὀμιλοῦντες οἷς μὴ ὁμιλεῖ, ἵνα ἕκαστος ἐπιδικαζόμενος τῷ πάντας φίλους ἔχειν αὐτὸν διαλλάττων σώζηται τῆς αὐτοῦ ἐπακούων ὁμιλίας. εἰ δέ τις φίλος μὲν ᾖ οἷς αὐτὸς ἐχθραίνει, καὶ λαλεῖ οἷς αὐτὸς οὐχ ὁμιλεῖ, εἷς ἐστιν καὶ αὐτὸς τῶν ὀλοθρεύειν θελόντων τὴν ἐκκλησίαν· ὁ γὰρ τῷ σώματι συνὼν ὑμῖν καὶ τῇ γνώμῃ μὴ ὢν μεθ’ ὑμῶν, καθ’ ὑμῶν ἐστιν, πολλῶ χείρων τῶν ἔξωθεν φαινομένων ἐχθρῶν, μετὰ δοκούσης φιλίας σκορπίζων τοὺς ἔσω. Καὶ ταῦτα εἰπὼν ἐν μέσῳ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὑτοῦ καθέδραν καθεσθῆναί με ἐδυσώπησεν.
And you also, my beloved brothers and fellow servants, submit in all things to him who presides over the truth, knowing this: that whoever grieves him has not received Christ, whose seat he has been entrusted with; and whoever has not received Christ will be reckoned as one who has set aside the Father; therefore he will be cast out of the good kingdom. For this reason, try to assemble in all your gatherings, so that you may not, as deserters, incur the charge of sin through the discouragement of the commander. Therefore, before all things, let all of you have in mind what concerns him, knowing this: that on account of each one of you the evil one makes war against him, being hostile to him alone the more. Do you therefore strive to persevere in affection toward him and in goodwill toward one another, and to listen to him, so that he may be lightened and you may be able to be saved. But you ought also to understand some things on your own, because he cannot speak openly on account of the plots against him; for example, if he is hostile to someone, do not wait for him to say it, but do not associate with that person, but wisely follow his will, becoming enemies of those to whom he is hostile, and not conversing with those with whom he does not converse, so that each one, striving to have him as a friend to all, may be saved by reconciling him and listening to his discourse. But if anyone is a friend to those to whom he is hostile, and speaks with those with whom he does not speak, he too is one of those who wish to destroy the church; for he who is with you in body but not with you in mind is against you, far worse than enemies who appear from outside, scattering those within under the guise of friendship. And having said this, he laid his hands on me in the midst of all and entreated me to sit in his own seat.
καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη· ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὅπως ὁπόταν τοῦ ἐνταῦθα, ὡς ἐμοὶ ὀφείλεται, ἀπαλλάξω βίου, σὲ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου διαπέμψαι ἐν ἐπιτομῇ ἀναγραψάμενον μέχρι καὶ τῶν ἐκ παιδός σου λογισμῶν, καὶ ὡς ἀπ’ ἀρχῆς μέχρι τοῦ νῦν συνώδευσάς μοι, ἐπακούων τῶν κατὰ πόλιν ὑπ’ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ ὀκνήσῃς. οὐ γὰρ αὐτὸν λυπήσει τοῦτο εἰδότα, ὅτι ὃ πάντως ἔδει με παθεῖν εὐσεβῶς ἀπεδόμην· μεγίστης δὲ παραμυθίας τεύξεται μαθὼν, ὅτι μετ’ ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς λόγους ἀγνοῶν καὶ ἐκκλησίας κανόνα οὐκ εἰδὼς τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. πλάνος γὰρ ὁμιλία τῶν ἀκουόντων ὄχλων ἀναιρεῖ τὰς ψυχάς. Ὅθεν ἐγὼ, κύριέ μου Ἰάκωβε, αὐτοῦ ταῦτα εἰπόντος ὑποσχόμενος οὐκ ὤκνησα, ὡς ἐκελεύθην, τὸ πολὺ τῶν κατὰ πόλιν λόγων τῶν ἥδη σοι προγραφέντων καὶ ὑπ’ αὐτοῦ διαπεμφθέντων ἐν βίβλοις ἐπὶ κεφαλαίων ποιῆσαι, ὥσπερ σημείου χάριν, καὶ οὕτως διαπέμψαι σοι ἐπιγράψας Κλήμεντος τῶν Πέτρου ἐπιδημιῶν κηρυγμάτων ἐπιτομή. Ἀλλ’ αὕτη μὲν ἡ πλήρης οὐρανίου καὶ πνευματικῆς σοφίας διήγησις τῶν τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου ἐπιδημιῶν, διδαγμάτων ἐπιτομὴν περιέχουσα, τοῦ παναοιδίμου τὸν βίον Κλήμεντος ὡς ἐν πίνακι διαζωγραφοῦσα τῷ λόγῳ πᾶσιν προτίθησιν, τό τε ἄπλαστον ἦθος αὐτοῦ καὶ τὸ τὴς γνώμης ἀκέραιον καὶ τὸν πρὸς πάντας συμπαθῆ τρόπον τοῦ ἀληθῶς ἀγαθοῦ ποιμένος ἐπισημαίνεται.
When I had sat down, he said to me immediately: I ask you before all my brothers who are present with me, that when I depart from this life here, as is owed to me, you send to James, the brother of the Lord, a written summary, including even the thoughts from your childhood, and how from the beginning until now you have accompanied me, hearing the words and deeds that were proclaimed by me in each city; then, at the end, do not hesitate to make clear also the occasion of my death, as I said before. For he will not be grieved to know this, that what I had in every way to suffer I have paid back piously; and he will receive the greatest consolation on learning that after me a man not unlearned nor ignorant of life-giving words nor unacquainted with the canon of the church has been entrusted with the chair of the teacher. For the deceptive speech of the listening crowds destroys souls. Therefore I, my lord James, when he had said these things, promised and did not hesitate, as I was commanded, to make an epitome in chapters of the many words in each city that had already been written down for you and sent by him in books, as if for a token, and thus to send it to you, inscribed: Epitome of Clement of the Proclamations of Peter's Visits. But this full narrative, heavenly and spiritual wisdom, of the visits of Peter, the chief of the apostles, containing an epitome of his teachings, painting as it were on a tablet the life of the all-glorious Clement, sets it before all by its account, and marks his guileless character and the sincerity of his mind and the compassionate manner toward all of the truly good shepherd.
δείκνυσιν δὲ τὸν διάπυρον πρὸς θεὸν ἔρωτα καὶ τὸν ζῆλον τῆς εὐσεβείας τὸ διὰ μαρτυρίου τέλος. Τρίτος γὰρ ἀπὸ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων τῆς Ῥωμαίων ἐκκλησίας ἀριθμούμενος πρόεδρος, τὴν τοῦ διδασκάλου ἐπιστήμην ἀκριβωσάμενος, καὶ τοῖς αὐτοῦ ἴχνεσιν ἀπαρατρέπτως ἑπόμενος, πεπληρωμένος τε θείας σοφίας καὶ χάριτος οὕτω τοῖς τρόποις ἐκεκόσμητο καὶ διέλαμπεν, ὥστε πᾶσι πάντα γενόμενος τοῦ σώζεσθαι πάντας ἕνεκα, Ἰουδαίοις τε καὶ Ἕλλησι, καὶ τοῖς Χριστιανῶν λαοῖς πᾶσιν εὐαρεστεῖν, ὑπὸ πάντων τε ἀγαπώμενος πάντας τῇ εἰς Χριστὸν ἀγάπῃ συνδεῖν ἐποιεῖτο σπουδὴν. ἠγάπων μὲν γὰρ αὐτὸν οἱ Ἕλληνες, ἐπειδὴ οὐδὲ λυττόμενος, ἀλλ’ ἀπολογούμενος ἐκ τῶν παρ’ αὐτοῖς βίβλων τε καὶ τελετῶν ἀπεδείκνυεν, ποῦ τε γεγένηνται καὶ πόθεν ὥρμηντο οἱ παρ’ αὐτοῖς νομιζόμενοι καὶ λατρευόμενοι θεοί, ἅ τε πεπράχασιν, πῶς τε αὖθις κατέληξαν, φανωτάταις ἀποδείξεσιν παρίστη· αὐτούς τε τοὺς Ἕλληνας ἐδίδασκεν συγχωρήσεως παρὰ τοῦ θεοῦ τυχεῖν, εἴπερ τῆς ἐκείνων λατρείας ἀπόσχοιντο. Παρὰ δὲ Ἰουδαίοις τοιούτῳ τρόπῳ χάριν ἐπορίζετο, ἐπειδὴ τοὺς πατέρας αὐτῶν φίλους τοῦ θεοῦ ἀπεδείκνυεν, τόν τε νόμον ἅγιον καὶ ἱερώτατον ἀπέφαινεν, καὶ πρῶτον τὸν τόπον τούτους παρὰ τῷ θεῷ κληροῦσθαι, εἴπερ τοῦ ἰδίου νόμου τὰ μυστήρια τηρήσαιεν τῷ τε τὴν ἐπαγγελίαν πρὸς Ἀβραὰμ μὴ ἀρνεῖσθαι εἰς τὸν Χριστὸν πεπληρῶσθαι· διότι ἐν τῷ σπέρματι Ἀβραὰμ κληροδοτεῖν ὁ θεὸς καθυπέσχετο πάντα τὰ ἔθνη, καὶ ὅπερ εἶπεν πρὸς Δαβὶδ· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου·
The end that came through martyrdom shows his fervent love for God and his zeal for piety. For, counted as the third president of the church of the Romans after Peter, the foremost of the apostles, having mastered his teacher's knowledge and following his footsteps without deviation, and being filled with divine wisdom and grace, he was so adorned and radiant in his manner of life that, becoming all things to all people so that he might save all for that end—both Jews and Greeks and all the peoples of the Christians—he made it his earnest endeavor to please everyone and, being loved by all, to bind all together in love for Christ. For the Greeks loved him, since, not raving but making his defense, he demonstrated from their own books and rites where the gods they believed in and worshipped had come into being and from what source they had arisen, what they had done, and how they had in turn come to their end, presenting these things with the clearest proofs; and he taught the Greeks themselves that they could obtain forgiveness from God, if only they would abstain from the worship of those gods. Among the Jews, in this way he secured favor, since he showed that their fathers were friends of God, declared the Law to be holy and most sacred, and that they were the first to receive their allotted place with God, if only they would keep the mysteries of their own Law and not deny that the promise to Abraham had been fulfilled in Christ; because God promised to give all the nations as an inheritance in the seed of Abraham, and what he said to David: From the fruit of your womb I will set upon your throne.
καὶ αὖθις διὰ Ἡσαΐου τοῦ προφήτου, ὅτι ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Παρὰ δὲ Χριστιανοῖς διὰ τοῦτο καὶ μᾶλλον ἠγαπᾶτο, ἐπειδὴ τοὺς καθ’ ἕκαστον ῥεγεῶνα πένητας κατ’ ὄνομα εἶχεν γεγραμμένους, καὶ οὓς τῷ τοῦ βαπτίσματος ἁγιασμῷ ἐφώτιζεν, οὐ συνεχώρει δημοσίαν ἀπαίτησιν ὑπελθεῖν. τῷ δὲ καθ’ ἡμέραν κηρύγματι τούς τε μετρίους καὶ πλουσίους ἐνουτέθει τοῦ μὴ ἀνέχεσθαι τοὺς πεφωτισμένους πένητας παρὰ Ἰουδαίων ἢ Ἑλλήνων δημοσίᾳ ὄψα λαμβάνειν καὶ βίον τῇ τοῦ βαπτίσματος καθιερώσει κεκαθαρμένον χαρίσμασιν Ἑλλήνων χραίνεσθαι. Τούτοις καὶ τούτων πλείοσιν ἀνδραγαθίας ἄνθεσιν τῷ τε θεῷ καὶ πᾶσιν ἀνθρώποις ἐχέφροσιν εὐηρέστει· τοῖς γὰρ ἀλογίστοις ἀρέσκειν ἀδύνατον, ὅπερ τῷ θεῶ εὐάρεστον ἀποδείκνυται. τούτου οὖν ἕνεκεν οὐκ ἐφόβησαν τὰς ὕβρεις τῶν ἀλογίστων ἀνθρώπων ἐκεῖνοι, οἷς ἡ γνώμη ἐτύγχανεν τοὺς ἀπαρεσκομένους πλείστους ὄντας μὴ δειλιᾶν. ὅτου χάριν περιῆν τῷ μακαριωτάτῳ Κλήμεντι τῷ τοῦ θρόνου Ῥωμαίων ἐπισκόπῳ Σισίννιον τὸν φίλον τοῦ βασιλέως Νέρουα μὴ φοβεῖσθαι. Ἐπειδὴ τοίνυν τῇ αὐτοῦ διδασκαλίᾳ ἡ γυνὴ Σισιννίου Θεοδῶρα πιστεύσασα πρὸς θεὸν σπουδαίαν ἐτέλει τὴν λειτουργίαν, ταύτην ὁ ἀνὴρ ζηλοτυπήσας παγιδεῦσαι κατηγωνίζετο πρὸς τὴν ἐκκλησίαν ἀπιοῦσαν. καὶ δὴ εἰσελθούσης ἐκεῖνος δι’ ἑτέρας εἰσόδου καταφθάσας ἤρξατο πολυπραγμονεῖν· ἡνίκα δὲ παρὰ τοῦ ἁγίου Κλήμεντος εὐχὴ γέγονεν, τοῦ λαοῦ εἰρηκότος τὸ ἀμὴν, ὁ Σισίννιος τυφλός τε καὶ κωφὸς ἀπετελέσθη τοῦ μήτε ὁρᾶν, μήτε ἀκούειν δύνασθαι. τότε λέγει τοῖς δούλοις αὐτοῦ·
And again through Isaiah the prophet, that the virgin shall conceive in the womb and bear a son, and his name shall be called Emmanuel. But among the Christians he was loved for this reason even more, because he had the poor of each district written down by name, and those whom he enlightened by the sanctification of baptism he did not allow to undergo a public demand. And by his daily preaching he urged the moderate and the wealthy not to endure that the enlightened poor should receive public delicacies from Jews or Greeks, and that a life purified by the consecration of baptism should be defiled by the gifts of the Greeks. By these things and by more than these, by the flowers of his virtue, he pleased God and all sensible men; for it is impossible to please the irrational, which is shown to be pleasing to God. For this reason, then, those men did not fear the insults of irrational men, whose judgment it was not to dread those who were displeased, being very many. For which cause it was granted to the most blessed Clement, bishop of the throne of the Romans, not to fear Sisinius, the friend of the emperor Nerva. Since, therefore, by his teaching the wife of Sisinius, Theodora, having believed, was performing her service earnestly toward God, her husband, being jealous, strove to ensnare her as she went to the church. And indeed when she had entered, he, arriving through another entrance, began to busy himself; but when the prayer had been made by the holy Clement, and the people had said the amen, Sisinius was made blind and deaf, so as to be able neither to see nor to hear. Then he says to his servants:
λάβετέ με καὶ ἐξαγάγετε ἔξω, ὅτι οἱ ὀφθαλμοί μου τυφλοὶ γεγόνασιν καὶ αἱ ἀκοαί μου εἰς τοσοῦτον ἐκωφώθησαν, ὅτι οὐδὲ τὸ σύνολον ἀκούειν δύναμαι. Τότε οἱ παῖδες αὐτοῦ λαβόντες αὐτὸν περιῆγον δι’ ὅλης τῇς ἐκκλησίας ἐν μέσῳ τοῦ εὐχομένου λαοῦ ἀνδρῶν τε καὶ γυναικῶν, καὶ τὰς θύρας, ὅθεν εἰσῆλθον, εὑρεῖν οὐκ ἠδύνατο. ὅθεν ἐν τῷ περιέρχεσθαι αὐτοὺς πλανωμένους καὶ κυκλεύειν πρὸς Θεοδώραν τὴν κυρίαν αὐτῶν, ἔνθα τῷ θεῷ προσηύχετο, σὺν τῷ δεσπότῃ αὐτῶν παρεγένοντο. ἥτις ἑωρακυῖα τοὺς παῖδας μετὰ τοῦ κυρίου αὐτῶν τυφλωθέντα αὐτὸν περιάγοντας πρῶτον μὲν ἐξέκλινεν τὴν θέαν αὐτοῦ νομίζουσα, ὅτι περ ἠνεῳγμένοις ὄμμασιν θεάσηται αὐτὴν. καὶ μεταπεμψαμένη ἕνα τῶν παίδων αὐτῆς πρὸς τὸ γνῶναι, τί ἅρα θέλοιεν μετὰ τοῦ κυρίου αὐτῶν περιερχόμενοι, εἶπεν· ὁ κύριος ἡμῶν θέλων ὁρᾶν, ἅπερ αὐτῷ οὐκ ἔξεστιν, καὶ ἀκούειν ἀλλοτρίου μυστηρίου, ἀποτετύφλωται καὶ κωφὸς ἀπειργάσθη. ἡμῖν τε ἐκέλευσεν, ἵνα τοῦτον ἐντεῦθεν ἐξαγάγωμεν. καὶ οὐ συγκεχώρηται ἡμῖν αὐτὸν ἐντεῦθεν ὅπως οὖν ἐκβαλεῖν. Ἡνίκα δὲ τοῦτο ἡ Θεοδῶρα ἤκουσεν παρὰ τοῦ παιδὸς, ἕστησεν ἑαυτὴν εἰς εὐχὴν καὶ μετὰ δακρύων ἐδέετο τοῦ θεοῦ, ἵνα ὁ ἀνὴρ αὐτῆς ἐκεῖθεν ἐξελθεῖν δυνηθῇ. καὶ στραφεῖσα πρὸς τοὺς παῖδας τοὺς συνόντας αὐτῷ εἶπεν· ἀπέλθετε καὶ χειραγωγήσαντες τὸν κύριον ὑμῶν ἀπαγάγετε εἰς τὸν οἶκον· ἐγὼ γὰρ τὴν εὐχὴν, ἣν ἠρξάμην, οὐ μὴ καταλείπω, ἀλλὰ προσφέρω τὴν θυσίαν μου τῷ κυρίῳ καὶ πληρωθέντων τῶν μυστηρίων καταφθάνω ὑμᾶς.
Take me and lead me outside, for my eyes have become blind and my ears have grown so deaf that I cannot hear at all. Then his servants took him and led him around through the whole church in the midst of the people praying, both men and women, and he could not find the doors by which he had entered. Hence, as they wandered about and circled around, they came with their master to Theodora their mistress, where she was praying to God. When she saw the servants leading their blind master around, she first turned away from the sight of him, thinking that he was looking at her with open eyes. And summoning one of her servants to find out what they wanted, going about with their master, she said, Our master, wishing to see what is not permitted to him and to hear another's mystery, has been blinded and made deaf. And he commanded us to lead him out from here, and it has not been granted to us to cast him out from here in any way. When Theodora heard this from the servant, she set herself to prayer and with tears begged God that her husband might be able to go out from there. And turning to the servants who were with him, she said, Go and, taking your master by the hand, lead him away to the house; for I will not abandon the prayer that I have begun, but I offer my sacrifice to the Lord, and when the mysteries are completed I will come to you.
τότε τοίνυν ἀπῆλθον οἱ παῖδες χειραγωγοῦντες αὐτὸν εἰς τὸν οἶκον, καὶ ὑποστρέψαντες πρὸς τὴν κυρίαν αὐτῶν ἀπήγγειλαν, τυφλὸν καὶ κωφὸν αὐτὸν εἰστέτι διαμένειν. ἡ δὲ Θεοδῶρα ἐπὶ πλεῖον τῷ θεῷ δεήσεις καὶ δάκρυα ἐξέχεεν, ὅπως τὸν ἄνδρα αὐτῆς τὸ ἔλεος αὐτοῦ ἀντιλήψηται. καὶ δὴ τῆς ἀπολύσεως γενομένης προσέπεσεν τῷ μακαρίῳ Κλήμεντι Θεοδῶρα λέγουσα πάντα τὰ συμβάντα τῷ ἀνδρὶ αὐτῆς, καὶ ὅτι τυφλός ἐστιν τοῖς ὀφθαλμοῖς καὶ κωφὸς τοῖς ὠσίν. Ταῦτα ἀκούσας ὁ μακάριος Κλήμης, δάκρυα προχέας προετρέψατο τοὺς συμπαρόντας, ἵνα ὁμοθυμαδὸν παρὰ κυρίου αἰτήσωνται, τῷ ἀνδρὶ αὐτῆς τήν τε ἀκοὴν καὶ τὴν ὅρασιν χαρισθῆναι. θαρσαλέως τοίνυν ὁ μακάριος Κλήμης μετὰ τὴν εὐχὴν συνεπορεύθη τῇ γυναικὶ πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ εὗρεν αὐτὸν ἀνεωγμένων αὐτῷ τῶν ὀφθαλμῶν μηδένα ὁρῶντα, οὔτε μὴν λόγου τὸ παράπαν, οὔτε τινὸς ἤχου ἀκούοντα· ἔνθα καὶ συμμιγῆ ὀλοφυρμὸν ἅπαντες περιήχουν, οὐ τινος ὁ Σισίννιος παντάπασιν οὐκ ἠκροᾶτο. Τότε οὖν ὁ μακάριος Κλήμης τὰ γόνατα πρὸς τὸν θεὸν κλίνας ἔφη· κύριε Ἰησοῦ Χριστὲ, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν δεδωκὼς τῷ ἀποστόλῳ σου Πέτρῳ, διδασκάλῳ δὲ ἐμῷ, καὶ εἰπών· ἅπερ ἂν ἀνοίξῃς ἠνέῳκται, καὶ ἅπερ κλείσῃς κέκλεισται, σὺ κέλευσον, ἵνα διανοιχθῶσιν τοῦ ἀνθρώπου τούτου αἱ ἀκοαὶ καὶ οἱ ὀφθαλμοὶ, ὅτι σὺ εἶπας· ἅπερ ἄν αἰτήσητε πιστεύοντες λήψεσθε, καὶ αὕτη σου ἡ ἐπαγγελία διαμένει εἰς αἰῶνα αἰῶνος.
Then the servants went away, leading him by the hand into the house, and returning to their mistress they reported that he still remained blind and deaf. But Theodora poured out prayers and tears to God all the more, that his mercy might take hold of her husband. And when the dismissal had taken place, Theodora fell at the feet of the blessed Clement, telling him all that had happened to her husband, and that he was blind in his eyes and deaf in his ears. When the blessed Clement heard these things, he shed tears and urged those present that with one accord they should ask from the Lord that hearing and sight be granted to her husband. Boldly, then, after the prayer, the blessed Clement went along with the woman to her husband, and found him with his eyes open but seeing no one, nor indeed hearing a word at all, nor any sound; and there all were uttering a mingled lamentation, of which Sisinius heard absolutely nothing. Then the blessed Clement, bending his knees toward God, said: Lord Jesus Christ, who gave the keys of the kingdom of heaven to your apostle Peter, my teacher, and said: whatever you open has been opened, and whatever you shut has been shut, command that the ears and eyes of this man be opened, for you said: whatever you ask believing, you will receive, and this promise of yours remains forever and ever.
καὶ ἡνίκα πάντες εἶπον τὸ ἀμὴν, διηνοίχθησαν εὐθέως οἱ ὀφθαλμοὶ Σισιννίου καὶ αἱ ἀκοαί ἰδὼν δὲ τὸν ἅγιον Κλήμεντα ὁ Σισίννιος ἱστάμενον σὺν τῇ ἑαυτοῦ γυναικὶ ἐξέστη τῇ διανοίᾳ λογιζόμενος, τί ἄρα εἴη τοῦτο, καὶ ὑπονοῶν ὅτι γοητικαῖς τέχναις ἐμπέπαικται, ἤρξατο κελεύειν τοῖς δούλοις αὐτοῦ καὶ λέγειν· κρατήσατε Κλήμεντα τὸν ἐπίσκοπον, διὰ γὰρ τοῦ εἰσελθεῖν πρὸς τὴν γυναῖκά μου τῇ μαγικῇ αὐτοῦ τέχνῃ τὴν πήρωσίν μοι ἐπήγαγεν. Ἐκεῖνοι δὲ οἱ κελευθέντες τὸν Κλήμεντα κατασχεῖν τε καὶ σύρειν τοὺς κειμένους στύλους δεσμοῦντες εἷλκον, ποτὲ μὲν ἔνδοθεν εἰς τὰ ἔξω, ποτὲ δὲ ἐκ τῶν ἔξω εἰς τὰ ἔσω· τοῦτο δὲ καὶ αὐτῷ τῷ Σισιννίῳ ἐδόκει, ὅτι περ τὸν ἅγιον Κλήμεντα δεδεμένον κατέχουσιν καὶ ἕλκουσιν. πρὸς ὃν ὁ ἅγιος Κλήμης ἰδὼν ἔφη· ἡ σκληρότης τῆς καρδίας σου εἰς λίθους ἐτράπη· ἐπειδὴ γὰρ τοὺς λίθους δοξάζεις εἶναι θεοὺς, λίθους σύρειν κεκλήρωσαι. Ἐκεῖνος δὲ ὡς δῆθεν δεδεμένου τοῦ ἁγίου καυχώμενος ἔλεγεν· ἐγώ σε ποιῶ εἰς ὑπόδειγμα πάντων τῶν γοητῶν ἀναιρεθῆναι. τηνικαῦτα οὖν ὁ ἅγιος Κλήμης δεδωκὼς εὐχὴν καὶ εὐλογήσας τὴν ἐκείνου σύμβιον ἀπῴχετο τοῦτο ἐντειλάμενος αὐτῇ, μὴ παύσασθαι τὸ παράπαν τῆς προσευχῆς, μέχρις ἂν τὴν παρ’ αὐτοῦ ἐπίσκεψιν ὁ Κύριος εἰς τὸν ἄνδρα αὐτῆς καταξιώσῃ ἀναδεῖξαι. κλαιούσῃ τοίνυν καὶ εὐχομένῃ τῇ Θεοδώρᾳ πρὸς ἑσπέραν ἐφάνη τις ἀνὴρ τῇ πολιᾷ αἰδέσιμος καὶ εἶπεν· διά σε ὑγιὴς ἔσται ὁ Σισίννιος, ὅπως πληρωθῇ ὅπερ ἔφη ὁ ἀδελφός μου Παῦλος ὁ ἀπόστολος· ἁγιασθήσεται ὁ ἀνὴρ ὁ ἄπιστος διὰ τὴν γυναῖκα τὴν πιστήν. καὶ ταῦτα εἰπὼν ἐξ ὄψεως αὐτῆς ἀνεχώρησεν.
And when everyone had said "Amen," the eyes and ears of Sisinnius were opened at once. And when Sisinnius saw Saint Clement standing with his own wife, he was astonished in his mind, reasoning what this might be, and suspecting that he had been deceived by magical arts, he began to order his slaves and say: "Seize Clement the bishop, for by entering in to my wife with his magical art he has brought this blindness upon me." But those who had been ordered to seize and drag Clement, binding the pillars that lay there, dragged them, sometimes from within to the outside, and sometimes from the outside to the inside; and this also seemed to Sisinnius himself, that they were holding and dragging Saint Clement bound. Seeing him, Saint Clement said: "The hardness of your heart has been turned into stones; for since you think stones are gods, you have been allotted to drag stones." But he, as though the saint were bound, boasted and said: "I will make you an example, to be destroyed before all the sorcerers." At that time, then, Saint Clement, having offered prayer and blessed his wife, departed, giving her this charge: not to cease from prayer at all, until the Lord should deem worthy to show his visitation upon her husband. So as Theodora was weeping and praying, toward evening a man appeared, venerable with gray hair, and said: "For your sake Sisinnius will be healed, so that what my brother Paul the apostle said may be fulfilled: the unbelieving husband will be sanctified through the believing wife." And having said these things, he departed from her sight.
ὅθεν ἀναμφίβολον ὑπάρχει καὶ κατάδηλον, τὸν μακάριον ἐκεῖσε Πέτρον τὸν ἀπόστολον φανῆναι. Καὶ δὴ ἐξαυτῆς ἐκάλεσεν ὁ Σισίννιος τὴν Θεοδώραν καὶ λέγει αὐτῇ· δέομαί σου, ἵνα ἱκετεύσῃς τὸν θεόν σου τοῦ μὴ ὀργισθῆναί μοι. σὲ γὰρ ζηλοτυπήσας παρεγενόμην καὶ εἰσῆλθον κατόπιν εἰς τὴν ἐκκλησίαν, καὶ διὰ τὸ θέλειν με ὁρᾶν τὰ τελούμενα μυστήρια καὶ ἀκροατὴν εἶναι τῶν λεγομένων, τήν τε ὅρασιν καὶ ἀκοὴν ἀπώλεσα. νυνὶ δὲ ἐπειδὴ ταῦτά με ἀνακτήσασθαι ἡ τοῦ Κλήμεντος ἀπεργάσατο παρουσία, δεήθητι αὐτοῦ, ὅπως ἔλθῃ πρός με καὶ ποιήσῃ με τὴν ἀλήθειαν ἐπιγνῶναι. ἐπεὶ καὶ ἐμοὶ καὶ τοῖς παισίν μου ἀσφαλῶς ἐνομίζετο, τὸν Κλήμεντα δεσμεύειν σὺν τοῖς αὐτοῦ κληρικοῖς καὶ τοῦτον περισύρειν· ἀλλ’ οὗτοι λίθους τε καὶ στύλους δεσμοῦντες ἕλκειν τε καὶ ἀνθέλκειν κατεφαίνοντο. Τηνικαῦτα οὖν ἡ Θεοδώρα πορευθεῖσα διηγήσατο πάντα, ἅπερ εἶδε καὶ ἅπερ ἐδηλώθη ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς τῷ ἁγίῳ Κλήμεντι. παραγενόμενος οὖν ὁ ἅγιος πρὸς τὸν Σισίννιον μετὰ πολλῆς τιμῆς ὑπεδέχθη. παρ’ οὗ ἀκηκοὼς ὅσαπερ πρὸς οἰκοδομὴν ψυχῆς αὐτοῦ συνέτεινεν, ἐπίστευσεν τῷ θεῷ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἤρξατο τοῖς ποσὶν τοῦ ἁγίου Κλήμεντος προκυλινδεῖσθαι καὶ βοᾶν· Εὐχαριστῶ τῷ θεῷ ἀληθινῷ καὶ παντοκράτορι, ὃς διὰ τοῦτό με τετύφλωκεν, ἵνα ὄψωμαι αὐτὸν, καὶ διὰ τοῦτο τὴν ἀκοὴν ἀφείλετό μου, ἵνα ἐν ᾧ τὴν ἀλήθειάν ποτε δι’ ἄγνοιαν κατεγέλων, ἐν αὐτῇ ἀκούσας δέξωμαι· καὶ τοῦτο μὲν ἐνόμιζον ψευδὲς ὑπάρχειν, ὅπερ ἦν ἀληθές. ἐδόκουν δὲ τὸ ἔμπαλιν ἀληθὲς, ὃ ψευδὲς ἐτύγχανεν· τὸ σκότος ἐνόμιζον φῶς, καὶ τὸ φῶς σκότος ὑπελάμβανον.
Hence it is beyond doubt and manifest that the blessed apostle Peter appeared there. And immediately Sisinnius called Theodora and said to her: I beg you, entreat your God not to be angry with me. For it was out of jealousy of you that I came and entered the church afterward, and because I wanted to see the mysteries being performed and to be a hearer of what was said, I lost both sight and hearing. But now, since the presence of Clement has brought about my recovery of these, entreat him to come to me and make me know the truth. For both to me and to my servants it seemed certain that we were binding Clement together with his clergy and dragging him along; but these men appeared to be binding and dragging and pulling back stones and pillars. At that time, then, Theodora went and related everything that she had seen and everything that had been made known by her husband to the holy Clement. So when the holy man came to Sisinnius, he was received with great honor. Having heard from him all the things that contributed to the edification of his soul, he believed in God with his whole soul and began to roll at the feet of the holy Clement and cry out: I thank the true and almighty God, who for this reason blinded me, that I might see him, and for this reason took away my hearing, that in the very truth which I once mocked through ignorance, I might hear and receive it; and I thought that to be false which was true. But I supposed the opposite to be true, which happened to be false; I thought darkness to be light, and I took light to be darkness.
ἀλλ’ ἐκαθαρίσθη ὁ νοῦς μου ἐκ τοῦ μολυσμοῦ τῆς εἰδωλομανίας. ἀληθῶς γὰρ ἐπέγνων τοὺς δαίμονας ἐξαπατῶντας τοὺς ἀνθρώπους, ὅπως τῶν μὴ πιστευόντων τὸν Χριστὸν εἶναι θεὸν κυριεύσωσιν πέτραι καὶ λίθοι κωφοὶ καὶ ἄλαλοι, ὥσπερ κἀμοῦ ἐπεκράτησαν μέχρι τῆς δεῦρο. ταῦτα καὶ τὰ παραπλήσια τούτοις τοῦ Σισιννίου εἰπόντος χαρὰ μεγάλη γέγονεν ἐπίστευσεν γὰρ σὺν πάσῃ τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἐπιδεδωκὼς τὸ οἰκεῖον ὄνομα προσεγγίσαντος τοῦ πάσχα ἐβαπτίσθη αὐτὸς καὶ πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. ἠριθμήθησαν δὲ οἱ βαπτισθέντες ἄνδρες τε καὶ γυναῖκες σὺν τοῖς νηπίοις τετρακόσιοι εἴκοσι τρεῖς· διὰ τοῦτον δὲ τὸν Σισίννιον πολλοὶ τῶν περιφανῶν καὶ φίλων Νέρουα τοῦ βασιλέως ἐπίστευσαν καὶ πρὸς τὸν θεὸν ἐπεστράφησαν. Κατ’ ἐκείνου δὲ καιροῦ ὁ κόμης τῶν ὀφφικίων Πούβλιος Τορκουτιανὸς ἑωρακὼς ἀναρίθμητον πληθὺν τῷ Χριστῷ πιστεύσασαν προσεκαλέσατο τοὺς προστάτας τῶν ῥεγεώνων, καὶ δεδωκῶς αὐτοῖς χρήματα ἔπεισεν αὐτοὺς, ἵνα τάραχον κινήσωσιν τῷ χριστιανικῷ ὀνόματι. Διοικοῦντος τοίνυν Μαμερτίνου τοῦ ἐπάρχου τὸν πολιτικὸν θρόνον στάσις γέγονεν τοῦ Ῥωμαίων δήμου ἐπ’ ὀνόματι τοῦ Κλήμεντος. καὶ πρὸς ἀλλήλους συγχυθέντες ἄλλος ἄλλο κατ’ αὐτοῦ ἔλεγον, τινὲς δὲ ἀντέλεγον· τί γὰρ κακὸν ἔπραξεν, ἢ τί τῶν καλῶν οὐ κατώρθωσεν; ὅστις γὰρ ἄῤῥωστος παρ’ αὐτοῦ ἐπεσκέφθη, ἰάσεως ἔτυχεν· ὅστις πρὸς αὐτὸν λυπούμενος ἀπῆλθεν, χαίρων ἀνεχώρησεν· οὐδένα ποτὲ ἔβλαψεν, πάντας δὲ ὠφέλησεν. ἄλλοι δὲ πνεύματι διαβολικῷ ἐκκαυθέντες ἔκραζον· γοητικαῖς τέχναις ταῦτα ποιῶν τῶν θεῶν ἡμῶν τὴν λατρείαν ἀνατρέπει·
But my mind was cleansed from the defilement of idolatry. For truly I came to recognize that the demons deceive men, so that they might gain dominion over those who do not believe that Christ is God, through deaf and speechless rocks and stones, just as they also prevailed over me until now. When Sisinnius had said these things and others like them, there was great joy, for he believed with his whole household, and having given his own name, when the Passover drew near, he was baptized, he and all who were in his house. And those who were baptized were numbered, men and women together with the infants, four hundred twenty-three. And because of this Sisinnius many of the distinguished men and friends of the emperor Nerva believed and turned to God. But at that time the count of the offices, Publius Torquatianus, having seen a countless multitude believing in Christ, summoned the leaders of the regions, and having given them money, he persuaded them to stir up trouble against the Christian name. Therefore, while Mamertinus the prefect was governing the civil throne, a sedition of the Roman people arose in the name of Clement. And having become confused with one another, some said one thing and others another against him, but some spoke in opposition: For what evil has he done, or what good thing has he not accomplished? For whoever was sick was visited by him and obtained healing; whoever went away from him grieving returned rejoicing; he never harmed anyone, but benefited all. But others, inflamed by a diabolical spirit, cried out: By magical arts he does these things and overturns the worship of our gods.
τὸν Δία λέγει μὴ εἶναι θεὸν, Ἡρακλέα δὲ τὸν ἡμέτερον φύλακα, ἀκάθαρτον εἶναι λέγει πνεῦμα· Ἀφροδίτην τὴν ὁσίαν, πόρνην γεγονέναι ὑποτίθεται· Ἑστίαν δὲ τὴν μεγάλην θεὰν πυρὶ καταναλῶσθαι βλασφημεῖ. ὡσαύτως δὲ καὶ τὴν εὐαγεστάτην Ἀθηνᾶν, Ἄρτεμίν τε καὶ Ἑρμῆν, ἅμα τε τὸν Κρόνον, καὶ τὸν Ἄρεα διαβάλλει. πάντα τε τὰ ὀνόματα τῶν ἡμετέρων θεῶν καὶ τοὺς ναοὺς καθυβρίζει. ἢ θύσει τοῖς θεοῖς ἡμῶν, ἢ αὐτὸς ἐξαλειφθείη. Τότε Μαμερτῖνος ὁ τῆς πόλεως ἔπαρχος μὴ φέρων τὴν στάσιν τοῦ δήμου ἐκέλευσεν πρὸς ἑαυτὸν ἀχθῆναι τὸν μακαριώτατον Κλήμεντα, ὅνπερ θεασάμενος ἤρξατο λέγειν· ἐξ εὐγενοῦς μὲν ῥίζης προελήλυθας, ὅπερ ἡμῖν ἡ τῶν Ῥωμαίων πληθὺς μαρτυρεῖ· ἀλλὰ πλάνην ὑπέστης, καὶ διὰ τοῦτο οὐ φέρουσιν σιωπᾶν, ἐπειδὴ οὐκ οἶδα τίνα Χριστὸν σέβῃ καὶ ἐναντία τῶν θεῶν ἀποδέχῃ. διὸ ἀποθέσθαι σε δεῖ πάσαν τὴν περιττὴν δεισιδαιμονίαν, καὶ τοῖς ἐξ ἔθους ἡμῖν θεοῖς λατρεύειν. τότε ὁ μακάριος Κλήμης ἔφη· ηὐχόμην τὴν τῆς σῆς ὑπεροχῆς φρόνησιν προσανέχειν μου τῇ ἀπολογίᾳ καὶ μὴ διὰ τὴν στάσιν τῶν ἀπαιδεύτων, ἀλλὰ διὰ τὸν ἐμὸν λόγον γράψασθαί με. ἐπεὶ ἐὰν κύνες ἡμᾶς πολλοὶ περιυλάξωσιν, μὴ δύνανται ἀφελέσθαι καὶ τὸ εἶναι ἡμᾶς μὲν λογικοὺς ἀνθρώπους, ἐκείνους δὲ κύνας καθυλακτοῦντας· καὶ γὰρ ἡ στάσις ἀεὶ παρὰ ἀπαιδεύτων προερχομένη διαδείκνυται, ὥστε μηδὲν ἀσφαλὲς ἔχειν, μήτε μὴν ἀληθές. ὅθεν σιγῆς ζητείσθω πρόφασις, ἐν ᾗ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας ὁ λογικὸς ἄνθρωπος καὶ καθ’ ἑαυτὸν βουλεύεσθαι καὶ διαλέγεσθαι ἀπάρξηται, ἵνα τὸν ἀληθῆ θεὸν εὕροι, ᾧ τὴν ἑαυτοῦ πίστιν σεμνοπρεπῶς παράθοι.
He says that Zeus is not a god, and he says that Heracles, our guardian, is an unclean spirit; he suggests that Aphrodite the holy has been a prostitute; and he blasphemes that Hestia, the great goddess, has been consumed by fire. Likewise he also slanders the most revered Athena, Artemis and Hermes, together with Cronus, and Ares. And he insults all the names of our gods and their temples. Either let him sacrifice to our gods, or let him himself be wiped out. Then Mamertinus, the prefect of the city, unable to bear the uproar of the people, ordered the most blessed Clement to be brought before him; and when he saw him he began to say: You have come from a noble root, as the multitude of the Romans testifies to us; but you have undergone error, and for this reason they do not bear to keep silent, since I do not know what Christ you worship and you accept things contrary to the gods. Therefore you must put aside all your excessive superstition and serve the gods who are customary for us. Then the blessed Clement said: I was praying that the understanding of your excellency would attend to my defense and that I be accused not because of the uproar of the uneducated, but because of my own argument. For even if many dogs bark around us, they cannot take away both that we are rational human beings and that they are dogs barking against us; for uproar, always proceeding from the uneducated, is shown to be such that it has nothing safe, nor indeed anything true. Therefore let a pretext for silence be sought, in which the rational man, for the sake of his own salvation, may begin both to deliberate and to converse by himself, so that he may find the true God, to whom he may reverently entrust his own faith.
Τότε Μαμερτῖνος ὁ ἔπαρχος ἀποστείλας ἀναφορὰν Τραϊανῷ τῷ αὐτοκράτορι ἀνήγαγεν περὶ τοῦ ὀνόματος τοῦ μακαρίου Κλήμεντος φάσκων· τοῦτον τὸν Κλήμεντα στασιώδεσι κραυγαῖς ζητῶν ὁ δῆμος οὐ παύεται, καὶ ἀξιόπιστος ἀπόδειξις εἰς τὰ κατ’ αὐτοῦ εὑρεθῆναι οὐ δύναται. τηνικαῦτα Τραϊανὸς ὁ αὐτοκράτωρ ἀντέγραψεν, δέον αὐτὸν ἢ συναινεῖν θύοντα, ἢ πέραν τῆς θαλάσσης καὶ τοῦ Πόντου ἐν ἐρήμῳ πόλει παρακειμένῃ τῇ Χερσῶνι ἐξορισθῆναι. Καὶ ὁπότε τὸ τοῦ Τραϊανοῦ κέλευσμα ἐπεκυρώθη, ἐσκέπτετο ὁ Μαμερτῖνος, ὅπως ὁ Κλήμης ἑκούσιον ὑπερορίαν μὴ αἰτήσηται, ἀλλὰ μᾶλλον τοῖς θεοῖς σπονδὰς προσάξῃ. ἀλλ’ ὁ μακάριος Κλήμης ἠγωνίζετο καὶ αὐτοῦ τοῦ δικαστοῦ τὸν λογισμὸν εἰς τὴν πίστιν τοῦ Χριστοῦ μεταγαγεῖν, καὶ ἑαυτὸν ἀποδεῖξαι προαιρεῖσθαι μᾶλλον τὴν ὑπερορίαν, ἢ δεδίττεσθαι. τοσαύτην τοίνυν ὁ κύριος χάριν τῷ Κλήμεντι παρέσχετο, ὥστε κατοδύρεσθαι Μαμερτῖνον τὸν ἔπαρχον καὶ λέγειν· ὁ θεὸς, ᾧ σὺ εἰλικρινῶς λατρεύεις, αὐτός σοι βοηθήσει ἐν ταύτῃ τῇ γραφῇ τῆς ὑπερορίας. καὶ ἀφώρισεν ναῦν, καὶ πάντα τὰ πρὸς τὴν χρείαν ἀναγκαῖα ἐπιβαλὼν ἀπέλυσεν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ λαοῦ εὐλαβεῖς ἄνδρες πολλοὶ ἠκολούθησαν αὐτῷ. Ἡνίκα δὲ κατέλαβεν τὸν τόπον τῆς ὑπερορίας, ἐν τῇ ἐργασίᾳ τῆς τῶν μαρμάρων λατομίας περαιτέρω δύο χιλιάδων χριστιανοὺς εὗρεν αὐτόθι μακροχρονίῳ γραφῇ καταδικασθέντας. οἵτινες ἑωρακότες τὸν ἅγιον καὶ ἀοίδιμον Κλήμεντα ἅπαντες ὁμοθυμαδὸν μετὰ στεναγμῶν καὶ ὀδυρμῶν προσελθόντες ἔλεγον· εὖξαι ὑπὲρ ἡμῶν, ὅσιε ἱεράρχα, ἵνα ἄξιοι ἀποδειχθῶμεν τῆς παρὰ τοῦ Χριστοῦ ἐπαγγελίας.
Then Mamertinus the prefect, sending a report to Trajan the emperor, brought charges concerning the name of the blessed Clement, saying: The people do not cease seeking this Clement with seditious cries, and no credible proof can be found against him. At that time Trajan the emperor wrote back that it was necessary either for him to consent by sacrificing, or to be exiled beyond the sea and Pontus to a deserted city lying near Cherson. And when Trajan's command was ratified, Mamertinus considered how Clement might not request voluntary banishment, but rather offer libations to the gods. But the blessed Clement strove also to convert the judge himself in his reasoning to faith in Christ, and to show that he preferred exile for himself rather than to be intimidated. The Lord therefore granted such grace to Clement that Mamertinus the prefect lamented and said: The God whom you serve sincerely, he himself will help you in this sentence of exile. And he assigned a ship, and having loaded all the necessities for the journey, he sent him away. Moreover, many devout men from the people also followed him. When he reached the place of exile, in the work of the marble quarry he found there more than two thousand Christians condemned by a long-standing sentence. When they saw the holy and celebrated Clement, they all with one accord came forward with groans and lamentations and said: Pray for us, holy hierarch, that we may be shown worthy of the promise from Christ.
οὓς ἐγνωκὼς ὁ ἅγιος Κλήμης διὰ τὸν θεὸν ὑπερορισθέντας ἔφη· οὐκ ἀπροσφόρως ὁ κύριός με ἐνταῦθα ἀπεκατέστησεν, ἀλλ’ ἵνα συμμέτοχος γενόμενος τῶν παθημάτων ὑμῶν ἔτι παρηγορίας ὑποτύπωσιν καὶ ὑπομονῆς ἐμπαρέξω. Ἔμαθεν δὲ παρ’ αὐτῶν, ὅτι ἀπὸ μιλίων ἕξ τὸ ὕδωρ ἐπὶ τῶν ἰδίων ὤμων ἐκόμιζον. αὐτίκα οὖν ὁ ἅγιος Κλήμης προετρέψατο αὐτοὺς λέγων· εὐξώμεθα πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἵνα τοῖς ὁμολογηταῖς τῆς πίστεως αὐτοῦ νομὴν ὕδατος διανοίξῃ· καὶ ὁ πατάξας τὴν πέτραν ἐν γῇ ἐρήμῳ τοῦ Σινᾶ, καὶ ἐῤῥύησαν ὕδατα εἰς πλησμονὴν, αὐτὸς ἡμῖν τὸ ἄφθονον νᾶμα παράσχοι, ὅπως τῇ αὐτοῦ χορηγίᾳ εὐφρανθῶμεν. καὶ δὴ τῆς ἱκεσίας πληρωθείσης ἔνθεν κἀκεῖθεν περιεβλέψατο καὶ εἶδεν ἀμνὸν ἑστῶτα, ὃς τὸν δεξιὸν πόδα ἐκούφισεν, οἷα τὸν τόπον τῷ ἁγίῳ Κλήμεντι ὑποδεικνύς. τότε ὁ ἅγιος Κλήμης ἐννοήσας τὸν κύριον εἶναι, ὃν μόνος αὐτὸς τεθέατο καὶ ἕτερος παντελῶς οὐδεὶς, ἐπορεύθη πρὸς τὸν τόπον καὶ εἶπεν· ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κρούσατε ἐν τῷ τόπῳ τούτῳ. καὶ ἐπειδὴ πάντες ἐν κύκλῳ τοῖς σκαπανίοις ἔσκαψαν καὶ οὐκ αὐτὸν τὸν τόπον, ἐν ᾧ ὁ ἀμνὸς ἔστη, λαβὼν μικρὸν σκαλίδιον ὁ ἅγιος ἐλαφρῷ κρούματι τὸν τόπον τὸν ὑπὸ τὸν πόδα τοῦ ἀμνοῦ ἔκρουσεν, ὅθεν παραχρῆμα πηγὴ ὑπερβλυζούσαις ταῖς φλεψὶν εὐπρεπεστάτη ἀνεφάνη, ἥ τις σὺν ὁρμῇ ἐκχυθεῖσα ποταμὸν ἀπετέλεσεν. τηνικαῦτα ὁ ἅγιος Κλήμης πάντων ἀγαλλιωμένων εἶπεν· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ.
Those whom holy Clement knew had been exiled for God's sake, and he said: Not without purpose did the Lord restore me here, but so that, having become a sharer in your sufferings, I might further provide you with an example of consolation and endurance. And he learned from them that they were carrying water six miles on their own shoulders. Immediately, therefore, holy Clement urged them, saying: Let us pray to our Lord Jesus Christ, that he may open a supply of water for the confessors of his faith; and may he who struck the rock in the wilderness of Sinai, and waters gushed forth in abundance, himself grant us the unfailing stream, so that by his provision we may be gladdened. And indeed, when the supplication was fulfilled, he looked around this way and that and saw a lamb standing, which lifted its right foot, as if pointing out the place to holy Clement. Then holy Clement, understanding that it was the Lord, whom he alone had seen and no one else at all, went to the place and said: In the name of the Father and of the Son and of the Holy Spirit, dig in this place. And when all had dug around in a circle with their mattocks, but not the very place where the lamb had stood, the saint took a small hoe and with a light blow struck the place beneath the lamb's foot, whereupon immediately a spring, with veins overflowing, appeared most beautiful, which, pouring forth with force, formed a river. At that time, while all were rejoicing, holy Clement said: The rushings of the river gladden the city of God.
Διὰ ταύτην οὖν τὴν φήμην προσέδραμεν πᾶσα ἡ ἐπαρχία, καὶ οἱ ἐληλυθότες ἅπαντες πρὸς τὴν διδαχὴν τοῦ ἁγίου Κλήμεντος ἐπέστρεφον πρὸς τὸν κύριον, ὥστε καθ’ ἡμέραν πεντακόσιοι καὶ περαιτέρω βαπτιζόμενοι ἀνεχώρουν. ἐντὸς δὲ ἑνὸς ἔτους γεγόνασιν· ἐκεῖσε παρὰ τῶν πιστῶν ἑβδομήκοντα πέντε ἐκκλησίαι, καὶ πάντα τὰ εἴδωλα κατεθρύβησαν, πάντες οἱ ναοὶ τῆς περιχώρου καθῃρέθησαν, πάντα τὰ ἄλση ἐπὶ τριακόσια μίλια δι’ ὅλου ἐν κύκλῳ κατεκόπησαν καὶ κατεστρώθησαν. Τηνικαῦτα οὖν ἐπίφθονον διήγημα διέδραμε πρὸς τὸν βασιλέα Τραϊανὸν, ὡς αὐτόθι πρὸς ἀναρίθμητον πλῆθος ὁ τῶν Χριστιανῶν ἐπηυξήθη λαός. καὶ ἀπεστάλη παρ’ αὐτοῦ Αὐφιδιανὸς ὁ ἡγεμὼν, ὅστις πλείστους τῶν Χριστιανῶν διαφόροις βασάνοις ἀνεῖλεν. ὁρῶν δὲ τοὺς πάντας τῷ μαρτυρίῳ μετὰ χαρᾶς προσερχομένους παρεχώρησεν τῷ πλήθει, μόνον δὲ τὸν ἅγιον Κλήμεντα ἐπιθύειν βιαζόμενος. καὶ ἰδὼν οὕτως ἱδρυμένον ἐν κυρίῳ καὶ καθόλου μετατεθῆναι μὴ βουλόμενον λέγει τοῖς δημίοις· λαβόντες ἀπαγάγετε αὐτὸν μέσον τῆς θαλάσσης καὶ δήσατε πρὸς τὸν αὐχένα αὐτοῦ ἄγκυραν σιδηρᾶν καὶ ῥίψατε αὐτὸν ἐν τῷ βυθῷ κάτω, ὅπως μὴ δυνηθεῖεν οἱ Χριστιανοὶ ἀνελέσθαι τὸ σῶμα αὐτοῦ καὶ ἀντὶ θεοῦ σέβεσθαι αὐτόν. Τούτου οὖν γενομένου ἅπαν τὸ πλῆθος τῶν Χριστιανῶν ἐν τῷ αἰγιαλῷ παρεστὸς ὠδύρετο. καὶ ἐπὶ τούτοις εἶπον Κορνήλιος καὶ Φοῖβος οἱ μαθηταὶ αὐτοῦ· πάντες ὁμοθυμαδὸν εὐξώμεθα, ἵνα δείξῃ ἡμῖν ὁ κύριος τοῦ μάρτυρος αὐτοῦ τὸ λείψανον. εὐχομένου τοίνυν τοῦ λαοῦ ἐπεχώρησεν ἡ θάλασσα εἰς τὸν ἴδιον κόλπον ἐπὶ τρία σχεδὸν μῖλια·
Because of this report, the whole province ran together, and all who had come turned to the Lord through the teaching of holy Clement, so that day by day five hundred and more were baptized and departed. And within one year there came to be there seventy-five churches from among the believers, and all the idols were shattered, all the temples of the surrounding region were demolished, and all the groves for three hundred miles all around were cut down and leveled. At that time, then, an invidious report spread to the emperor Trajan, that there the people of the Christians had increased to a countless multitude. And Auvidianus the governor was sent by him, who destroyed very many of the Christians with various tortures. But seeing that all were coming to martyrdom with joy, he yielded to the multitude, only forcing holy Clement to sacrifice. And seeing him thus established in the Lord and altogether unwilling to be transferred, he says to the jailers: Take him, lead him away to the middle of the sea, and tie an iron anchor to his neck and throw him down into the depths, so that the Christians might not be able to recover his body and worship him instead of God. When this had been done, then, the whole multitude of the Christians stood on the shore and lamented. And at this Cornelius and Phoebus, his disciples, said: Let us all pray with one accord, that the Lord may show us the remains of his martyr. So as the people prayed, the sea withdrew into its own gulf for almost three miles.
καὶ εἰσελθόντες διὰ ξηρᾶς οἱ λαοὶ εὗρον ἐν σχήματι ναοῦ μαρμαρίνου οἴκημα παρὰ θεοῦ ηὐτρεπισμένον, καὶ αὐτόθι κείμενον τὸ σῶμα τοῦ ἁγίου Κλήμεντος καὶ τὴν ἄγκυραν, μεθ’ ἧς ἐρρίφη, πλησίον αὐτοῦ κειμένην. Ἀπεκαλύφθη τοιγαροῦν τοῖς μαθηπταῖς αὐτοῦ τοῦ μὴ ἐκβαλεῖν τὸ λείψανον ἐκ τοῦ τόπου· οἷς καὶ τοῦτο ἐχρηματίσθη, ὡς ὅτι ἑκάστῳ χρόνῳ ἐν τῇ ἡμέρᾳ τῆς ἀθλήσεως αὐτοῦ ὑποχωρήσει ἡ θάλασσα ἐπὶ ἑπτὰ ἡμέρας τοῖς ἐρχομένοις ξηρὰν πορείαν παρασχομένη. ὅπερ εἰς ἔπαινον τοῦ ὀνόματος αὐτοῦ εὐδόκησεν ὁ κύριος γενέσθαι μέχρι τῆς σήμερον ἡμέρας. τούτου δὲ γεγονότος πάντα τὰ κυκλόθεν ἔθνη ἐπίστευσαν τῷ Χριστῷ. ἔνθα οὐδεὶς Ἕλλην, οὐδεὶς Ἑβραῖος, οὐδεὶς τὸ παράπαν εὑρίσκεται αἱρετικός. γίνονται γὰρ ἐκεῖσε πλεῖσται εὐεργεσίαι· τυφλοὶ φωτίζονται ἐν τῇ ἑορτῇ αὐτοῦ, δαίμονες ἀπελαύνοντα, ῥιγῶντες ὑγιαίνουσιν, οἱ τοῖς νεφροῖς ἐταζόμενοι καὶ λιθιῶντες μόνῃ τῇ τοῦ λειψάνου αὐτοῦ προσψαύσει καὶ ὕδατος ἁγιασθέντος ῥαντισμῷ καὶ πόσει τοῦ νοσήματος ἀπολύονται, ἀλγυνόμενοί τε νόσῳ οἱᾳδήποτε πρὸς τὴν τοῦ ἱερομάρτυρος καταφεύγοντες βοήθειαν ἰάσεως ἀπολαύουσιν. καὶ διαμένει ἡ δόξα αὐτοῦ καὶ ὁ ἔπαινος εἰς ἀεὶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
And the peoples, having entered through dry land, found a dwelling prepared by God in the form of a marble temple, and there lay the body of the holy Clement and the anchor with which he had been thrown, lying near him. It was therefore revealed to his disciples that they should not cast the remains out of the place; and this also was ordained to them, that at each year on the day of his contest the sea would recede for seven days, providing a dry path for those who came. And the Lord was pleased that this should come to pass for the praise of his name until this present day. And when this had happened, all the nations round about believed in Christ. There no Greek, no Hebrew, no heretic at all is found. For very many benefits take place there: the blind are enlightened at his festival, demons are driven out, those with chills are healed, those afflicted in the kidneys and suffering from stones are released from their illness by the mere touch of his remains and by the sprinkling and drinking of sanctified water, and those in pain from any disease whatsoever, fleeing to the help of the holy martyr, enjoy healing. And his glory and praise remain forever through our Lord Jesus Christ, through whom and with whom be glory to the Father with his all-holy and life-giving Spirit, now and always and unto the ages of ages. Amen.