De divisione psalterii apud Hebraeos
Εἰς πέντε βιβλία διαιροῦσιν Ἑβραῖοι τὴν τῶν ψαλμῶν βίβλον· ὧν τὸ μὲν πρῶτον ἀπὸ τοῦ μακάριος ἀνὴρ ἕως τῶν τελευταίων τοῦ τεσσαρακοστοῦ, τὸ δὲ δεύτερον ἀπὸ τοῦ ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἕως τοῦ ἑβδομηκοστοῦ πρώτου, τὸ δὲ τρίτον ἀπὸ τοῦ ὡς ἀγαθὸς ὁ θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ ἕως τοῦ ὀγδοηκοστοῦ ὀγδόου, τὸ δὲ τέταρτον ἀπὸ τοῦ κύριε, καταφυγὴ ἐγενήθης ἕως τοῦ ἑκατοστοῦ πέμπτου, τὸ δὲ πέμπτον ἀπὸ τοῦ ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστὸς ἕως τῶν ἐσχάτων.
De divisione psalmorum
Τῆς βίβλου τῶν ψαλμῶν ἥδε ἂν εἴη ἡ διαίρεσις, ὡς τὰ ἀκριβῆ τῶν ἀντιγράφων αὐτό τε τὸ ἑβραϊκὸν περιέχει· εἰσὶ τοίνυν οἱ μὲν πάντες ἕκατον πεντήκοντα καὶ εἷς. ἡ δὲ διαίρεσις αὐτῶν ἡ μὲν κατ’ αὐτὸ τὸ ἑβραϊκόν, ἵνα πρότερον δηλώσωμεν, ἔστιν ἥδε·
ἀνεπίγραφοι ιη, ἐπιγεγραμμένοι ρλβ.
Τῶν δὲ ἐπιγεγραμμενῶν διαίρεσις ἥδε·
τοῦ μὲν Δαυὶδ ογ.
τῶν δὲ υἱῶν Κορὲ ια.
τοῦ Ἀσὰφ ιβ.
Αἰθὰμ τοῦ Ἰσραηλίτου α.
On the Division of the Psalter among the Hebrews
The Hebrews divide the book of Psalms into five books: the first from "Blessed is the man" to the end of the fortieth, the second from "As the hart longs" to the seventy-first, the third from "How good is God to Israel, to those upright in heart" to the eighty-eighth, the fourth from "Lord, you have been a refuge" to the one hundred and fifth, the fifth from "Confess to the Lord, for he is good" to the end.
On the Division of the Psalms
The division of the book of Psalms would be as follows, as the accurate copies and the Hebrew itself contain. There are in all one hundred and fifty-one psalms. Their division according to the Hebrew itself, to state first, is this:
Without superscriptions: 18; with superscriptions: 132.
And of those with superscriptions, the division is this:
Of David: 73. Of the sons of Korah: 11. Of Asaph: 12. Of Ethan the Israelite: 1.
Σολομῶνος β.
Μωσέως α.
ὧν τὸ Ἀλληλούϊα ιε.
οἳ ἐπιγραφὰς μὲν ἔχουσιν, οὐ δηλοῦσι δέ, τίνος εἰσίν, ιζ.
Ἡ δὲ κατὰ τὴν παραδοθεῖσαν ἔκδοσιν ἐκ τῶν ἑρμηνευσάντων τὴν ἐν ταῖς ἐκκλησίαις τῶν ψαλμῶν διαίρεσίς ἐστιν ἥδε·
ἀνεπίγραφοι β,
αὐτῷ τῷ Δαυὶδ οθ,
τοῦ δὲ Δαυὶδ ζ,
τοῖς υἱοῖς Κορὲ ια,
τῷ Ἀσὰφ ιβ,
τῷ Μωϋσεῖ α,
εἰς Σολομῶν α,
τῷ πτωχῷ α,
τῷ Ἰσραηλίτῃ α,
Ἀλληλούϊα ιϛ,
Ἀγγαίου καὶ Ζαχαρίου δ,
τῶν ἀναβαθμῶν χωρὶς τῶν αὐτῷ ιβ,
ἀναστάσεως α,
εἰς τὴν ἡμέραν τοῦ Σαββάτου α,
εἰς ἐξομολόγησιν α,
εἰς τὸ τέλος ἐν ὕμνοις ἰδίως α.
Τῶν δὲ καθ’ ἕκαστον ψαλμῶν ἡ κατὰ μέρος ἐκλογή ἐστιν ἥδε·
Ἀνεπίγραφοι μὲν ὁ α καὶ ὁ β.
Αὐτῷ δὲ τῷ Δαυίδ·
Αὐτοῦ δὲ τοῦ Δαυὶδ οἵδε·
προσευχῆς ὁ ιϛ.
αὐτοῦ ἰδίως μόνον ὁ κε, κζ, λϛ.
πρὸ τοῦ χρισθῆναι ὁ κϛ.
ὑπὲρ τῶν υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων ὁ ο.
μονομαχήσαντι, ἰδιόγραφος ὁ ρνα.
Τοῖς δὲ υἱοῖς Κορὲ οἵδε·
εἰς σύνεσιν ὁ μα, μγ.
ὑπὲρ ἀλλοιωθησομένων, τοῦ ἀγαπητοῦ, εἰς σύνεσιν ὁ μδ.
Solomon 2.
Moses 1.
Those with Hallelujah 15.
Those which have superscriptions but do not indicate whose they are 17.
The division of the psalms according to the edition handed down from those who translated them in the churches is this:
Without superscription 2,
To David himself 79,
Of David 7,
To the sons of Korah 11,
To Asaph 12,
To Moses 1,
To Solomon 1,
To the poor man 1,
To the Israelite 1,
Hallelujah 16,
Of Haggai and Zechariah 4,
Of the steps apart from those to him 12,
Of the resurrection 1,
For the day of the Sabbath 1,
For confession 1,
For the end in hymns privately 1.
The selection of each individual psalm is this:
Without superscription are the first and the second.
To David himself:
Of David himself are these:
Of prayer the 16th.
Of him privately only the 25th, 27th, 36th.
Before being anointed the 27th.
For the sons of Jonadab and the first captives the 70th.
Having fought in single combat, autograph the 151st.
To the sons of Korah are these:
For understanding the 41st, 43rd.
For those who will be changed, of the beloved, for understanding the 44th.
ὑπὲρ τῶν κρυφίων ὁ με, μϛ.
Σαββάτου δευτέρας ὁ μζ.
εἰς τὸ τέλος ὁ μη, πδ.
ὑπὲρ τῶν ληνῶν ὁ πγ.
ψαλμὸς ᾠδῆς ὁ πϛ.
ὑπέρ Μαελέθ, συνέσεως, Αἰμὰν τῷ Ἰσραηλίτῃ ὁ πζ.
Τῷ δὲ Ἀσὰφ οἵδε·
ψαλμοὶ αὐτῷ ἰδίως μόνον ὁ μθ, οϛ, οη, πα.
ἐκλειπόντων ὕμνων Δαυὶδ υἱοῦ Ἰεσσαὶ ὁ οβ.
συνέσεως ὁ ογ, οζ.
μὴ διαφθείρῃς, ᾠδὴ ὁ οδ.
πρὸς τὸν Ἀσσύριον ὁ οε.
ὑπὲρ τοῦ Ἀσσυρίου ὁ οθ.
ὑπὲρ τῶν ληνῶν ὁ π.
ᾠδὴ ψαλμοῦ ὁ πβ.
Τῷ Μωϋσεῖ προσευχὴ ἀνθρώπῳ τοῦ θεοῦ ὁ πθ.
Εἰς Σολομῶν ὁ οα.
Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐκχέῃ τὴν δέησιν ὁ ρα.
Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ ὁ πη.
Ἀγγαίου καὶ Ζαχαρίου ὁ ρμε, ρμϛ, ρμζ, ρμη.
Ἀναβαθμῶν δὲ χωρὶς τῶν αὐτῷ αὐτῶν οἵδε·
Ἀναστάσεως ὁ ξε.
Εἰς τὴν ἡμέραν τοῦ Σαββάτου ὁ ϙα.
Εἰς ἐξομολόγησιν ψαλμοῦ ὁ ϙθ.
Εἰς τὸ τέλος, ἐν ὕμνοις, ψαλμοῦ ὁ ξϛ.
Ὁμοῦ πάντες οἱ ψαλμοὶ ρνα.
De psalmis Moysis
Ἐγὼ μὲν ᾤμην ἕνα εἶναι ἐν τῇ Βίβλῳ τῶν ψαλμῶν Μωϋσέως, ὃς ἐπεγέγραπτο· προσευχὴ τοῦ Μωϋσῆ, ἀνθρώπου τοῦ θεοῦ. ὕστερον δὲ ἀνακοινούμενος περί τινων λογίων θεοῦ Ἰούλλῳ τῷ πατριάρχῃ καί τινι τῶν χρηματιζόντων παρὰ Ἰουδαίοις σοφῶν ἀκήκοα, ὅτι δι’ ὅλης τῆς Βίβλου τῶν ψαλμῶν μετὰ τὸν πρῶτον καὶ δεύτερον οἱ παρ’ Ἑβραίοις ἀνεπίγραφοι ἢ ἐπιγραφὴν μὲν ἔχοντες, οὐχὶ δὲ καὶ ὄνομα τοῦ γράψαντος, ἐκείνου εἰσίν, οὗ τὸ ὄνομα φέρεται ἐν τῷ πρὸ τούτων ἐπιγραφὴν ἔχοντι ψαλμῷ.
For the hidden ones: Psalm 45.
For the second Sabbath: Psalm 47.
For the end: Psalms 48, 84.
For the winepresses: Psalm 83.
A psalm of song: Psalm 85.
For Mahalath, of understanding, to Heman the Israelite: Psalm 87.
And to Asaph these:
Psalms belonging to him alone: 49, 76, 78, 81.
Of missing hymns of David son of Jesse: Psalm 72.
Of understanding: Psalms 73, 77.
Do not destroy, a song: Psalm 74.
To the Assyrian: Psalm 75.
For the Assyrian: Psalm 79.
For the winepresses: Psalm 80.
A song of a psalm: Psalm 82.
To Moses, a prayer of a man of God: Psalm 89.
To Solomon: Psalm 71.
A prayer for the poor man, when he is distressed and pours out his supplication: Psalm 101.
Of understanding, to Ethan the Israelite: Psalm 88.
Of Haggai and Zechariah: Psalms 145, 146, 147, 148.
And of the steps, apart from those belonging to him, these:
Of the resurrection: Psalm 65.
For the day of the Sabbath: Psalm 91.
For confession of a psalm: Psalm 99.
For the end, in hymns, of a psalm: Psalm 67.
All together, the psalms: 151.
Concerning the psalms of Moses
I myself thought there was one in the book of Psalms of Moses, which was inscribed: prayer of Moses, man of God. But later, when communicating about certain oracles of God with Iullus the patriarch and with one of those considered wise among the Jews, I heard that throughout the entire book of Psalms, after the first and second, those among the Hebrews that are without superscriptions, or that have a superscription but not also the name of the writer, belong to that one whose name is borne in the preceding psalm that has a superscription.
Καὶ περὶ τούτων λέγων πρότερον μὲν ἔφασκεν, ὅτι τρισκαίδεκά εἰσιν οἱ τοῦ Μωϋσέως. ὡς δὲ ἐξ ὧν ἀκήκοα καὶ αὐτὸς ἐφίστην, ἀνέφερον ἐπ’ αὐτόν, ὡς εἶεν ἕνδεκα. εἶτα πυθόμενος τοῦ παρόντος δοκοῦντος σοφοῦ ἐμάνθανεν, ὅτι εἶεν ἕνδεκα· πρῶτον τὸν ὀγδοηκοστὸν ἔνατον, οὗ ἡ ἀρχή· κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ, καὶ τὸν ἑξῆς παρ’ ἡμῖν ὡς ἐνενηκοστὸν φερόμενον, οὗ ἡ ἀρχή· ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως. ἀλλὰ καὶ τὸν ἔχοντα μὲν ἐπιγραφήν, οὐ μετ’ ὀνόματος δὲ τοῦ γράψαντος αὐτόν – λέγω δὲ τὸν ἐνενηκοστὸν πρῶτον οὕτως ἐπιγεγραμμένον· ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου – ἔλεγεν εἶναι Μωϋσέως, οὗ ἡ ἀρχή· ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε. ἀνεπίγραφος δὲ ἦν καὶ ὁ ὡς ἐνενηκοστὸς δεύτερος φερόμενος, οὗ ἡ ἀρχή· ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως, ὁμοίως δὲ καὶ τὸν ἐνενηκοστὸν τρίτον, οὗ ἡ ἀρχή· θεὸς ἐκδικήσεων κύριος, καὶ τὸν ἐνενηκοστὸν τέταρτον, οὗ ἡ ἀρχή· δεῦτε, ἀγαλλιασώμεθα τῷ κυρίῳ, καὶ τὸν ἐνενηκοστὸν πέμπτον, οὗ ἡ ἀρχή· ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ, καὶ τὸν ἐνενηκοστὸν ἕκτον, οὗ ἡ ἀρχή· ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ, καὶ τὸν ἐνενηκοστὸν ἕβδομον, ὃς ἐπεγέγραπτο μόνον ψαλμός· τὸ γὰρ τῷ Δαυίδ, ὡς ἔχει ἔν τισιν ἀντιγράφοις, οὔτε ἐν τῷ ἑβραϊκῷ ἦν οὔτε ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν. ἡ δὲ ἀρχὴ αὐτοῦ ἦν· ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν. καὶ τὸν ἐνενηκοστὸν ὄγδοον ἔλεγεν τοῦ αὐτοῦ εἶναι, οὗ ἡ ἀρχή·
And speaking about these, he first claimed that there are thirteen of Moses. But from what I heard and I myself inquired, I referred to him that there are eleven. Then, learning from the wise man present, he understood that there are eleven: first, the eighty-ninth, whose beginning is: "Lord, you became a refuge for us in generation after generation," and the one following it, which we have as the ninetieth, whose beginning is: "He who dwells in the help of the Most High," which he also said was of Moses. But also the one having a title, yet without the name of its writer—I mean the ninety-first, thus inscribed: "A psalm of a song for the Sabbath day"—he said was of Moses, whose beginning is: "It is good to confess to the Lord and to sing to your name, O Most High." And the one we have as the ninety-second was without title, whose beginning is: "The Lord reigned, he put on comeliness," which he also said was of Moses, and likewise the ninety-third, whose beginning is: "God of vengeances is the Lord," and the ninety-fourth, whose beginning is: "Come, let us rejoice in the Lord," and the ninety-fifth, whose beginning is: "Sing to the Lord a new song, sing to the Lord, all the earth," and the ninety-sixth, whose beginning is: "The Lord reigned, the earth will rejoice," and the ninety-seventh, which was inscribed only as "psalm"; for the "to David," as it is in some copies, was neither in the Hebrew nor in the other editions. Its beginning was: "Sing to the Lord a new song, for he has done wondrous things." And he said the ninety-eighth was of the same, whose beginning is:
ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί, καὶ τὸν ἐνενηκοστὸν ἔνατον, ὃς ἐπεγέγραπτο· ψαλμὸς εἰς ἐξομολόγησιν, οὗ ἡ ἀρχή· ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ. μετὰ δὲ τούτους τοὺς ἕνδεκα ἐπεγέγραπτο καὶ ἐν τῷ ἑβραϊκῷ καὶ παρὰ πᾶσιν τῷ Δαυὶδ ψαλμὸς καὶ ἦν ὁ ἑκατοστὸς οὐκέτι Μωϋσέως.
Τούτων εἰρημένων εἰς τοὺς ψαλμούς, οἳ ὑπὸ Ἑβραίων ἀναφέρονται εἰς Μωϋσέα, ἀνθυποφορὰν ὑπειδόμενος ὁ Ἰουδαῖος ἔθηκεν αὐτὴν καὶ τὴν φαινομένην αὐτῷ λύσιν αὐτῆς. ἑώρα γάρ, ὅτι ἀντεῖπεν ἄν τις περὶ τοῦ μὴ εἶναι τὸν ἕνα τῶν ἕνδεκα ψαλμῶν, τὸν ἐνενηκοστὸν ὄγδοον, Μωϋσέως ἐκ τοῦ· ὑψοῦτε κύριον, τὸν θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν. ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. καὶ ὁ ἀντιλέγων εἶπεν ἄν· πῶς τὸ ὄνομα τοῦ Σαμουὴλ γενομένου πλείοσιν ὕστερον γενεαῖς Μωϋσῆς ἔθηκεν ἐν τῷ ἑαυτοῦ ψαλμῷ; ἔλεγεν οὖν πρὸς τοῦτο, ὅτι οὐδὲν θαυμαστὸν προπεφητεῦσθαι ὑπὸ Μωϋσέως τὸ ὄνομα Σαμουήλ, ἀνδρὸς ἱεροῦ καὶ συναριθμηθέντος ὑπὸ Ἱερεμίου τῷ Μωϋσῇ ἐν τῷ· οὐδ’ ἂν στῇ Μωϋσῆς καὶ Σαμουήλ, ὁπότε καὶ ἐν ταῖς Βασιλείαις Ἰωσίας προεφητεύθη ἐσόμενος ὑπὸ τοῦ εἰπόντος προφήτου· θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ Δαυίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ τὰ ἑξῆς.
The Lord has reigned; let the peoples be angry. And the ninety-ninth, which was inscribed: "A psalm for confession," whose beginning is: "Shout aloud to the Lord, all the earth." After these eleven, it was inscribed both in the Hebrew and among all as a psalm of David, and it was the hundredth, no longer of Moses.
With these things said about the psalms which are attributed by the Hebrews to Moses, the Jew, suspecting an objection, set it forth and the solution to it as it appeared to him. For he saw that someone might object concerning the one of the eleven psalms, the ninety-eighth, that it is not of Moses, from the verse: "Exalt the Lord, our God, and worship at the footstool of his feet, for he is holy. Moses and Aaron among his priests, and Samuel among those who call upon his name, called upon the Lord, and he heard them. In a pillar of cloud he spoke to them." And the objector would have said: "How did Moses, who lived many generations earlier, place the name of Samuel in his own psalm?" He then said in response to this that it was nothing remarkable for the name of Samuel, a holy man and numbered by Jeremiah with Moses in the verse: "Not even if Moses and Samuel stand," to have been prophesied beforehand by Moses, just as in the books of Kings, Josiah was prophesied to come by the prophet who said: "Altar, altar, thus says the Lord: Behold, a son is born to David, Josiah is his name," and so forth.
Γνῶσις τοῦ διαψάλματος
Πολλάκις ζητήσας τὴν αἰτίαν τοῦ ἐπιγράφεσθαι μεταξύ τινων ψαλμῶν διάψαλμα, ὕστερον παρατηρήσας ἐν τῷ ἑβραϊκῷ καὶ συνεξετάσας αὐτῷ τὸ ἑλληνικὸν εὗρον, ὅτι ὅπου τὸ ἑβραϊστὶ σέλ, ἑλληνιστὶ δὲ ἀεὶ ἤ τι τούτῳ ἰσοδυναμοῦν, ἐκεῖ οἱ Ἑβδομήκοντα καὶ Θεοδοτίων καὶ Σύμμαχος ἔταξαν τὸ διάψαλμα.
Οὐ χεῖρον δὲ παραδείγμασι τὸ λεγόμενον βεβαιῶσαι· οἷον ἐν τῷ ἑβδομηκοστῷ τετάρτῳ ψαλμῷ, οὗ ἡ ἀρχή· ἐξομολογησόμεθά σοι, ὁ θεὸς, ἐξομολογησόμεθά σοι καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου, μετὰ τό· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, παρὰ τοῖς ἑβδομήκοντα καὶ Θεοδοτίωνι καὶ Συμμάχῳ ἐστὶ διάψαλμα, ἀντὶ δὲ τούτου παρὰ μὲν Ἀκύλᾳ· ἐγὼ ἐσταθμισάμην τοὺς στύλους αὐτῆς. ἀεί, ἐν δὲ τῇ πέμπτῃ· ἐγώ εἰμι ὃς ἡτοίμασα τοὺς στύλους αὐτῆς. ἀεί, ἐν δὲ τῇ ἕκτῃ· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διαπαντός. ἔκειτο δὲ ἐν τῷ ἑβραϊκῷ μετὰ τὸ ἀμουδᾶ, ὅ ἐστι στύλους αὐτῆς, τὸ σέλ.
Πάλιν τε αὖ ἐν τῷ ἑβδομηκοστῷ πέμπτῳ, οὗ ἡ ἀρχή· γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, εὕρομεν παρὰ τοῖς Ἑβδομήκοντα καὶ Θεοδοτίωνι μετὰ τό· ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον, διάψαλμα, παρὰ δὲ Συμμάχῳ μετὰ τό· ἀσπίδα καὶ μάχαιραν καὶ πόλεμον, ὁμοίως διάψαλμα, ἀντὶ δὲ τούτου παρὰ μὲν Ἀκύλᾳ μετὰ τό· θυρεὸν καὶ πόλεμον καὶ μάχαιραν, τὸ ἀεί, ἐν δὲ τῇ πέμπτῃ μετὰ τό· ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον, τὸ ἀεί, ἐν δὲ τῇ ἕκτῃ μετὰ τό· ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον, τὸ εἰς τέλος. ἦν δὲ πάλιν ἐν τῷ ἑβραϊκῷ μετὰ τὸ οὐμάλαμα, ὅ ἐστι καὶ πόλεμον, τὸ σέλ.
Knowledge of the diapsalma
Having often sought the reason why diapsalma is inscribed among certain psalms, and later observing it in the Hebrew and comparing the Greek with it, I found that wherever the Hebrew has sel, and the Greek always has either this or something equivalent to it, there the Seventy and Theodotion and Symmachus placed diapsalma.
It is not worse to confirm what is said with examples; for instance, in the seventy-fourth psalm, whose beginning is: We will confess to you, O God, we will confess to you and call upon your name, after the words: I strengthened its pillars, in the Seventy and Theodotion and Symmachus there is diapsalma, but instead of this in Aquila: I weighed its pillars. always, and in the fifth: I am he who prepared its pillars. always, and in the sixth: I strengthened its pillars. continually. And it stood in the Hebrew after amuda, which is its pillars, sel.
And again in the seventy-fifth, whose beginning is: God is known in Judaea, we found in the Seventy and Theodotion after the words: shield and sword and war, diapsalma, but in Symmachus after: shield and dagger and war, likewise diapsalma, but instead of this in Aquila after: buckler and war and dagger, the always, and in the fifth after: shield and sword and war, the always, and in the sixth after: shield and sword and war, the unto the end. And it was again in the Hebrew after umalama, which is and war, sel.
Καὶ ἔτι ἐν τῷ αὐτῷ ψαλμῷ μετὰ τό· τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, διάψαλμα, παρὰ δὲ Συμμάχῳ ὁμοίως διάψαλμα, παρὰ δὲ τῷ Ἀκύλᾳ μετὰ τό· σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, τὸ ἀεί, οὕτω δὲ καὶ ἐν τῇ πέμπτῃ μετὰ τό· τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, τὸ ἀεί, ἐν δὲ τῇ ἕκτῃ μετὰ τό· τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, τὸ εἰς τέλος, καὶ ἐν τῷ ἑβραϊκῷ ἦν μετὰ τὸ ἀνίη ἄρς, ὅ ἐστι πραεῖς τῆς γῆς, τὸ σέλ.
Καὶ οὕτως ἀδιάπτωτον εὑρόντες τὴν τοιαύτην παρατήρησιν ταῦτα ἐσημειωσάμεθα. πότερον δὲ μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ γινομένης ἐναλλαγῆς ἔγραψαν τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες ἢ ἄλλως κινηθέντες, καὶ σὺ ἐπιστήσεις.
Definitiones
Διὰ τοὺς ἐπιγεγραμμένους ψαλμοὺς εἰς τὸ τέλος ἐπελεξάμεθα τοὺς ὅρους αὐτοῦ ἐκ μὲν τῶν τοῦ Ἀριστοτέλους οὕτως ἔχοντας· τέλος ἐστίν, οὗ ἕνεκεν τὰ ἄλλα, αὐτὸ δὲ μηδενὸς ἕνεκεν, ἢ οὕτως· οὗ ἕνεκεν τὰ ἄλλα, αὐτὸ δὲ αὑτοῦ ἕνεκα· ἢ οὕτως· δι’ ὃ τὰ ἄλλα τις πράττει, αὐτὸ δὲ διὰ μηδὲν ἄλλο.
And again in the same psalm after: "to save all the meek of the earth," a diapsalma, and in Symmachus likewise a diapsalma, but in Aquila after: "to save all the meek of the earth," the word "always," and thus also in the fifth after: "to save all the meek of the earth," the word "always," and in the sixth after: "to save all the meek of the earth," the word "to the end," and in the Hebrew after "anih ars," which is "meek of the earth," was the word "sel."
And having found such an observation to be without error, we noted these things. But whether the translators wrote the diapsalma because of a change of some musical melody or rhythm, or were moved otherwise, you also will consider.
Definitions
For the psalms inscribed "to the end" we have selected its definitions from those of Aristotle, which are as follows: "End" is that for the sake of which other things exist, but itself for the sake of nothing; or thus: that for the sake of which other things exist, but itself for its own sake; or thus: that for which one does other things, but itself for nothing else.
Ἐκ δὲ τῶν Ἡροφίλου Περὶ στωϊκῆς ὀνομάτων χρήσεως οὕτως· τέλος δ’ εἶναι λέγουσι κατηγόρημα, οὗ ἕνεκεν τὰ λοιπὰ πράττομεν, αὐτὸ δὲ οὐδενὸς ἕνεκα, τὸ δὲ συζυγοῦν τούτῳ καθάπερ ἡ εὐδαιμονία τῷ εὐδαιμονεῖν σκοπόν, ὃ δὴ ἔσχατόν ἐστι τῶν αἱρετῶν.
Εἰ δὲ καὶ οἱ περὶ θεοῦ ὅροι καὶ ὅσα σημαίνεται ἐκ τῆς θεὸς προσηγορίας χρήσιμόν τι ἡμῖν παρέξουσιν ἐκλεξαμένοις ἀπ’ αὐτῶν τοὺς διαφέροντας τῇ γραφῇ, καὶ αὐτὸς ἐπιστήσεις.
Φησὶν οὖν ὁ αὐτὸς Ἡρόφιλος· θεὸν γενικώτατα μὲν λέγουσι ζῷον ἀθάνατον, λογικόν, καθ’ ὃ πᾶσα λογικὴ ψυχὴ θεός ἐστιν, ἄλλως δὲ ζῷον ἀθάνατον, λογικόν, καθ’ αὑτὸ ὄν, ὡς τὰς ἐν ἡμῖν περιεχομένας ψυχὰς μὴ εἶναι θεούς, ἀπαλλαγείσας δὲ τῶν σωμάτων ἔσεσθαι.
Κατ’ ἄλλον δὲ τρόπον λέγεσθαι θεὸν ζῷον ἀθάνατον, λογικόν, σπουδαῖον, ὥστε πᾶσαν ἀστεῖαν ψυχὴν θεὸν ὑπάρχειν, κἂν ἐν ἀνθρώπῳ περιέχηται, ἄλλως δὲ λέγεσθαι θεὸν τὸ καθ’ αὑτὸ ὄν, ζῷον ἀθάνατον, σπουδαῖον, ὡς τὰς ἐν ἀνθρώποις σοφοῖς περιεχομένας ψυχὰς μὴ ὑπάρχειν θεούς.
From the work of Herophilus On the Use of Stoic Terms, as follows: they say that the end is a predicate, for the sake of which we do all other things, but which itself is for the sake of nothing, and that which is conjoined with this, like happiness with being happy, is a goal, which is indeed the ultimate among things chosen.
But if also the definitions concerning God and all that is signified by the appellation "god" will provide us with something useful, when we have selected from them those that are relevant to scripture, you yourself will take note.
The same Herophilus says then: in the most general sense they call "god" an immortal, rational living being, according to which every rational soul is a god; but in another sense, an immortal, rational living being existing in itself, so that the souls contained within us are not gods, but when separated from bodies they will be.
In yet another way, "god" is said to be an immortal, rational, virtuous living being, so that every excellent soul is a god, even if it is contained within a human; but in another sense, "god" is said to be that which exists in itself, an immortal, rational, virtuous living being, so that the souls contained within wise humans are not gods.
Καὶ ἔτι ἄλλως λέγουσι θεὸν ζῷον ἀθάνατον, σπουδαῖον, ἔχον τινὰ ἐπιστασίαν ἐν τῷ κόσμῳ κατὰ τὴν διοίκησιν, ὃν τρόπον ὁ ἥλιος καὶ ἡ σελήνη, ἄλλως δὲ λέγουσι θεὸν τὸ πρῶτον διοικητικὸν τοῦ κόσμου.
Ἐπὶ πᾶσι δὲ θεὸν λέγουσι ζῷον ἄφθαρτον καὶ ἀγένητον καὶ πρῶτον βασιλέα, ἣν ἔχει χώραν ὁ σύμπας κόσμος.
Περὶ τῆς πέμπτης καὶ ἕκτης ἐκδόσεως
Πέμπτη ἔκδοσις, ἣν εὗρον ἐν Νικοπόλει τῇ πρὸς Ἀκτίοις. τὰ δὲ παρακείμενα αὐτῇ ἐστίν, ὅσα ἐναλλάσσει παρ’ αὐτήν.
Ἕκτη ἔκδοσις εὑρεθεῖσα μετὰ καὶ ἄλλων βιβλίων ἑβραϊκῶν καὶ ἑλληνικῶν ἔν τινι πίθῳ περὶ τὴν Ἱεριχὼ ἐν χρόνοις τῆς βασιλείας Ἀντωνίου τοῦ υἱοῦ Σευήρου.
Ὁ τὴν πέμπτην ἔκδοσιν ἑρμηνεύσας ἐπιγράψας τὸν δέκατον ἀπὸ τοῦ ἐνάτου, διελὼν αὐτὸν εἰς δύο πρόεισι κατὰ τὴν τοῦ ἑνὸς προσθήκην μέχρι τοῦ ἑξηκοστοῦ ἐνάτου. εἶτα συνάψας τῷ ἑξηκοστῷ ἐνάτῳ τὸν ἑβδομηκοστόν ὁμοίως τοῖς παρ’ ἡμῖν ἀντιγράφοις τοὺς ἀριθμοὺς τίθησι μέχρι τοῦ ἑκατοστοῦ τρίτου καὶ δεκάτου. ἔνθα πάλιν συνάψας τινὰς καὶ διελὼν αὖθις ἑτέρους τοὺς πάντας εἰς ἑκατὸν τεσσαράκοντα ὀκτὼ περιγράφει.
And yet in another way they say that God is an immortal living being, excellent, having some oversight in the cosmos according to its administration, in the manner of the sun and the moon; but in another way they say that God is the first administrative principle of the cosmos.
Above all, they say that God is an imperishable and ungenerated living being and the first king, which place the entire cosmos occupies.
Concerning the Fifth and Sixth Editions
The fifth edition, which I found in Nicopolis near Actium. And the materials accompanying it are those which differ from it.
The sixth edition, found together with other Hebrew and Greek books in a jar near Jericho in the time of the reign of Antoninus, son of Severus.
The one who translated the fifth edition, having inscribed the tenth from the ninth, dividing it into two, proceeds by the addition of one up to the sixty-ninth. Then, joining the seventieth to the sixty-ninth, similarly to our copies, he sets the numbers up to the one hundred and thirteenth. There, again joining some and dividing others, he circumscribes all into one hundred and forty-eight.