Ὠριγένους καθολικὰ εἰς τοὺς ψαλμούς
Ἐπειδὴ πλεῖστοι τῶν ἐξ ἐθνῶν εἰς Χριστὸν πεπιστευκότων οἴονται τὴν βίβλον ταύτην τοῦ Δαυὶδ ὑπάρχειν ἐπιγράφουσί τε αὐτὴν ψαλμοὶ τοῦ Δαυίδ, λεκτέον τὰ εἰς ἡμᾶς ἐληλυθότα περὶ αὐτῆς. Ἑβραῖοι ἐπέγραψαν τὴν βίβλον σέφρα θελλείμ, ἐν δὲ ταῖς Πράξεσι τῶν ἀποστόλων Βίβλος ψαλμῶν εἶναι λέγεται· ἔχει δὲ ἡ λέξις οὕτως· ὡς γέγραπται ἐν Βίβλῳ ψαλμῶν. ὄνομα δὲ ἐν τῇ ἐπιγραφῇ τοῦ βιβλίου οὐ κεῖται ἐνταῦθα. ἡ δὲ αἰτία τὸ μὴ ἑνὸς λόγους ἀναγεγράφθαι ἐπὶ τοῦτο, ἀλλὰ πλειόνων συνειλέχθαι τοῦ Ἔσδρα, ὡς αἱ παραδόσεις φασίν, μετὰ τὴν αἰχμαλωσίαν συναγαγόντος ψαλμοὺς πλειόνων εἰς ἓν ἢ καὶ λόγους οὐ πάντως ὄντας ψαλμούς. προτέτακται γοῦν ἐπὶ μέν τινων τοῦ Δαυὶδ ὄνομα καὶ ἐπὶ ἑτέρων τοῦ Σολομῶν καὶ ἐπὶ ἄλλων τοῦ Ἀσάφ. εἰσὶ δὲ καὶ τοῦ Ἰδιθούμ τινες καὶ παρὰ τούτους ἄλλοι τῶν υἱῶν Κορὲ ὡς καὶ Μωσέως. τῶν οὖν τοσούτων ἐπὶ τὸ αὐτὸ συναχθέντες οἱ λόγοι οὐκ ἂν ὑπ’ εἰδότος λέγοιντο μόνου τοῦ Δαυίδ.
Origen’s Catholic Commentary on the Psalms
Since most of those from the nations who have believed in Christ think that this book belongs to David and inscribe it as “Psalms of David,” we must state what has come down to us concerning it. The Hebrews entitled the book “Sepher Thelleim,” but in the Acts of the Apostles it is called the “Book of Psalms”; the passage reads thus: “as it is written in the Book of Psalms.” No name is placed in the title of the book there. The reason is that not the words of a single person have been recorded for this, but rather those of several were collected by Ezra, as the traditions say, who after the captivity gathered together psalms of several into one, or even words that are not entirely psalms. At any rate, the name of David is prefixed to some, and of Solomon to others, and of Asaph to others. There are also some of Idithum, and besides these others of the sons of Kore, as well as of Moses. Since the words of so many have been collected together, they could not be said by a knowledgeable person to belong to David alone.
Ζητητέον δὲ περὶ τῶν ἀνεπιγράφων, τίνος αὐτοὺς χρὴ ὑπονοεῖν. διὰ τί γὰρ κἂν ἡ ἁπλουστάτη ἐπιγραφὴ οὐ πρόκειται αὐτῶν, ἥτις οὕτως ἔχει· τοῦ Δαυὶδ ψαλμός, ἢ εἰ μὴ εἶεν ψαλμοὶ ἡ ἔτι ἁπλουστέρα λέγουσα τοῦ Δαυίδ χωρὶς πάσης προσθήκης; ὑπενοήσαμεν δέ, ὅπου αὕτη μόνη ἐπιγραφή ἐστιν, ὅτι οὔτε ψαλμός ἐστι τὸ λεγόμενον οὔτε ᾠδή, ἀλλὰ λόγος τις ἐξ ἁγίου πνεύματος ὠφελείας ἕνεκεν τῆς τοῦ δυναμένου συνιέναι ἀναγεγραμμένος. ἦλθε δὲ εἰς ἐμὲ Ἑβραίου τινὸς παράδοσις περὶ τῶν τελευταίων· ἐπεὶ γὰρ πολλοὶ ἦσαν ἀνεπίγραφοι, εἷς δὲ ὁ πρὸ τούτων τῶν ἀνεπιγράφων ἐπιγραφὴν ἔχει τοῦ Δαυίδ, ἔλεγε κἀκείνους ἀπὸ κοινοῦ λαμβανομένους τοῦ Δαυὶδ αὐτοὺς δεῖν νομίζεσθαι. καὶ εἰ τοῦθ’ οὕτως, ἀκόλουθόν ἐστι τοὺς ἀνεπιγράφους ἐκείνων εἶναι, ὧν οἱ πρὸ αὐτῶν κατὰ τὴν ἐπιγραφὴν καλῶς εἰσι νενομισμένοι.
Διὰ τί δέ εἰσιν ἑκατὸν πεντήκοντα ἐξετάσωμεν. ὁ πεντήκοντα ἀριθμὸς ὅτι ἐστὶν ἱερὸς ἐν μὲν ἡμέραις, δῆλον ἐκ τῆς πολυθρυλλήτου πεντηκοστῆς λύσιν πόνων καὶ εὐφροσύνην σημαινούσης. διόπερ οὐδὲ νηστεύειν τούτων τῶν ἡμερῶν κέκριται οὐδὲ κλίνειν γόνατα· σύμβολα γὰρ ταῦτα μεγάλης πανηγύρεως ἀποκειμένης ἐν τοῖς μέλλουσιν, ὧν σκιὰ κατὰ τὸν Ἰσραὴλ ἦν ἐπὶ γῆς.
We must inquire about the anonymous ones, whose we should suppose them to be. For why is it that even the simplest inscription is not set before them, which runs thus: "Psalm of David," or, if they are not psalms, the even simpler one saying "Of David" without any addition? And we have supposed that, where this alone is the inscription, what is said is neither a psalm nor a song, but some discourse from the Holy Spirit written for the benefit of one capable of understanding. But a tradition of a certain Hebrew came to me concerning the last ones: since many were anonymous, and the one before these anonymous ones has the inscription "Of David," he said that those too, being taken in common from David, must be considered his. And if this is so, it follows that the anonymous ones belong to those to whom those before them, according to the inscription, are rightly considered.
Let us examine why there are one hundred and fifty. That the number fifty is sacred in days is clear from the much-talked-about Pentecost, signifying release from toils and joy. For this reason it has been decided not to fast on these days nor to bend the knee; for these are symbols of a great festival reserved for the future, of which the shadow was in Israel on earth.
Ἐν δὲ ἐνιαυτοῖς ὁ καλούμενος ἰωβὴλ παρ’ Ἑβραίοις πεντηκοστὸς ἐνιαυτὸς τυγχάνει πολλῷ μείζων τῆς ἐν τοῖς ἑβδοματικοῖς δούλων ἐλευθερίας καὶ χρεῶν ἀποκοπῆς καὶ ἀπὸ γεωργίας καὶ πάσης γεωπονίας ἀνέσεως ἐν τῷ ἐν ἰωβηλαίῳ καὶ ἀγροὺς καὶ οἰκίας ἐκ πατέρων κατά τινας βιωτικὰς χρείας ἀλλοτριούσας ἀποκαθίστασθαι τῷ γένει.
Τὸ ἱερὸν δὲ εὐαγγέλιον οἶδεν ἄφεσιν πεντηκοντάδος καὶ τοῦ συγγενοῦς αὐτῷ καὶ παρακειμένου ἀριθμοῦ πεντακοσιοστοῦ· οὐ γὰρ μάτην πεντήκοντα δηναρίων καὶ πεντακοσίων ἄφεσις δίδοται. οὕτως οὖν καὶ τοὺς ὕμνους τοὺς εἰς θεὸν ἐπὶ καθαιρέσει ἐχθρῶν καὶ εὐχαριστίᾳ τῇ κατὰ τὰς τοῦ θεοῦ εὐεργεσίας ἐχρῆν περιέχειν οὐ μίαν πεντηκοντάδα, ἀλλὰ τρεῖς, εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
Περιέχει δὲ ἡ πεντηκοντὰς ἑπτὰ ἑβδομάδας σάββατα σαββάτων καὶ ἀρχὴν μετὰ τέλεια σάββατα ὑπὲρ τὰ σάββατα ἐν ὀγδοάδι ἀληθῶς καινῆς ἀναπαύσεως.
Καὶ τοῦτο ἐπὶ τῶν ψαλμῶν ὁ δυνάμενος τηρείτω μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ ἐπὶ πάντων τοὺς λόγους εὑρεῖν, ὡς παραθησόμεθα, οἷον ὅτι οὐ μάτην ὁ ὄγδοος περὶ τῶν ληνῶν ἐπιγέγραπται καρπῶν περιέχων ἐν ὀγδοάδι τὸν ἀπαρτισμόν· οὐδέπω γὰρ καιρὸς τῆς ἀπολαύσεως τῶν καρπῶν τῆς ἀληθινῆς ἀμπέλου ἐδύνατο εἶναι ἐν τοῖς πρὸ τοῦ ὀγδόου ἀριθμοῖς, καὶ ὅτι ὁ δεύτερος ὑπὲρ τῶν ληνῶν ὀγδοηκοστός ἐστιν ἄλλην ὀγδοάδα περιέχων τὴν ἐν δεκάσιν. ὁ δὲ ὀγδοηκοστὸς τρίτος ἐπιπλεκομένων δύο ἁγίων ἀριθμῶν τοῦ ὀγδόου ἐν δεκάσι καὶ τοῦ τρίτου ἐν μονάσιν […].
In the years, what is called the Jubilee among the Hebrews is the fiftieth year, which is much greater than the liberation of slaves in the hebdomatical periods, and the cancellation of debts, and the release from farming and all agriculture in the Jubilee, and fields and houses from fathers, alienated due to certain necessities of life, are restored to the family.
The holy Gospel knows a remission of the fiftieth and of the number akin and adjacent to it, the five-hundredth; for it is not in vain that remission of fifty denarii and of five hundred is given. Thus, then, the hymns to God for the overthrow of enemies and for thanksgiving according to the benefactions of God ought to contain not one fiftieth, but three, in the name of Father and Son and Holy Spirit.
Now the fiftieth contains seven weeks, Sabbaths of Sabbaths, and a beginning after perfect Sabbaths beyond the Sabbaths in an ogdoad of truly new rest.
And let him who is able observe this concerning the Psalms, a thing greater than human, to find the meanings in all, as we shall set forth, for example, that it is not in vain that the eighth is inscribed concerning the winepresses, containing the completion of fruits in an ogdoad; for the time of enjoyment of the fruits of the true vine could not yet be in the numbers before the eighth, and that the second concerning the winepresses is the eightieth, containing another ogdoad in tens. And the eighty-third is of two holy numbers interwoven, the eighth in tens and the third in units […].
Καὶ περὶ ἀφέσεως ἁμαρτημάτων ἀξιῶν καὶ ἐξομολόγησιν περιέχων ὁ πεντηκοστός ἐστιν. ὡς γὰρ ὁ πεντηκοστὸς κατὰ τὸ εὐαγγέλιον ἄφεσιν ἔσχεν μαρτυρῶν τῇ νοήσει τῇ περὶ τοῦ ἰωβηλαίου, οὕτως ἐλπίζει οὐκ ἐν ἄλλῳ ἢ ἐν τῷ πεντηκοστῷ ἀριθμῷ ἄφεσιν λήψεσθαι ὁ εὐχόμενος τάδε τινὰ τῆς ἐξομολογήσεως.
Πάλιν τε αὖ εἰσί τινες τῶν ἀναβαθμῶν ᾠδαί, τὸν ἀριθμὸν πεντεκαίδεκα, ὅσοι καὶ οἱ ἀναβαθμοὶ τοῦ ναοῦ, τάχα δηλοῦσαι τὰς ἀναβάσεις περιέχεσθαι ἐν τῷ ἑβδόμῳ καὶ ὀγδόῳ ἀριθμῷ. ἡ δὲ ἀρχὴ τῶν ἀναβαθμῶν ἀπὸ ἑκατοστοῦ εἰκοστοῦ ἁπλούστερον λεγομένου ψαλμοῦ, ὡς τὰ ἀκριβῆ ἔχει τῶν ἀντιγράφων· οὗτος δέ ἐστιν ἀριθμὸς τελειότητος ζωῆς ἀνθρώπου.
Καὶ ὁ ἑκατοστός, οὗ ἡ ἀρχή· ἔλεος καὶ κρίσεις ᾄσομαί σοι, κύριε, περιέχει βίον ἁγίου κοινωνουμένου ὑπὸ θεοῦ. ὁ δὲ ἑκατοστὸς πεντηκοστὸς καταλήγει εἰς τὸ πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον.
Ἀλλ’ ἐπείπερ, ὡς προείπαμεν, ἐφ’ ἑνὸς ἑκάστου τοῦτο ποιῆσαι καὶ εὑρεῖν τὰς αἰτίας σφόδρα ἐστὶ χαλεπώτατον καὶ δυσέφικτον τῇ ἀνθρώπων φύσει, τούτοις ἀρκεσθησόμεθα ὑπογραφῆς χάριν μόνον προσθέντες, ὅτι οὐ κατὰ τὴν τάξιν τῆς γραφῆς τῆς ἱστορίας οἱ δοκοῦντες ἠρτῆσθαι τῆς ἱστορίας ψαλμοὶ ἐνεγράφησαν. καὶ αἰτίαν τούτων ἔχει οὐκ ἄλλην ἢ τοὺς ἀριθμούς, ἐν οἷς εἰσι τεταγμένοι οἱ ψαλμοί. οἷον ἡ ἱστορία τοῦ πεντηκοστοῦ πρώτου προτέρα ἐστὶ τῆς ἱστορίας τοῦ πεντηκοστοῦ. τὰ γὰρ περὶ Δωὴκ τὸν Ἰδουμαῖον διαβάλλοντα τὸν Δαυὶδ τῷ Σαοὺλ πᾶς ὁμολογεῖ πρότερα εἶναι τῆς πρὸς τὴν τοῦ Οὐρίου ἁμαρτίας.
And concerning the remission of sins, the fiftieth psalm is worthy and contains confession. For just as the fiftieth according to the Gospel had remission, bearing witness to the understanding concerning the Jubilee, so he who prays for certain things of confession hopes to receive remission in no other number than the fiftieth.
Again, there are some songs of the steps, fifteen in number, as many as the steps of the temple, perhaps indicating that the ascents are contained in the seventh and eighth number. The beginning of the steps is from the hundred and twentieth psalm, spoken more simply, as the accurate copies have it; and this is the number of the perfection of human life.
And the hundredth psalm, whose beginning is, "Mercy and judgments I will sing to you, Lord," contains the life of a saint communed by God. And the hundred and fiftieth ends with, "Let every breath praise the Lord."
But since, as we said before, to do this for each individual and to find the causes is exceedingly difficult and hard to attain for human nature, we will be content with these for the sake of outline only, adding that the psalms which seem to depend on the history were not inscribed according to the order of the writing of the history. And the cause of this is none other than the numbers in which the psalms are arranged. For example, the history of the fifty-first is earlier than the history of the fiftieth. For everyone agrees that the matters concerning Doeg the Edomite, who slandered David to Saul, are prior to the sin concerning Uriah.
οὐκ ἀλόγως δὲ τὸ τῆς ἱστορίας δεύτερον πρότερόν ἐστι τοῦ τῇ ἱστορίᾳ προτέρου, ἐπεί, ὡς προειρήκαμεν, ὁ περὶ ἀφέσεως τόπος συγγενὴς τῷ πεντηκοστῷ ἐστιν ἀριθμῷ, ὁ δὲ οὐκ ἄξιος ἀφέσεως ὑπερέπεσε τὸν πεντηκοστὸν ἀριθμόν ὡς Δωὴκ ὁ Ἰδουμαῖος· πεντηκοστὸς γὰρ πρῶτός ἐστιν ὁ ἀπαγγέλλων τὰ περὶ αὐτοῦ. ἀλλὰ μὴν καὶ ὁ τρίτος, ἐπεὶ ὅτε ἔφευγε Δαυὶδ ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ εἴρηται, δῆλον τοῖς ἀνεγνωκόσι τὰς Βασιλείας, ὅτι μετὰ τὸν πεντηκοστὸν πρῶτόν ἐστι καὶ τὸν πεντηκοστόν.
Τὰ τοιαῦτα δ’ ἢν ἐπὶ πλεῖόν τις διατρίψας τηρήσῃ τῆς ἱστορίας καὶ τῶν ἐπιγραφῶν, ἀκριβέστερον εὑρήσει τὰς αἰτίας τῆς τάξεως τῶν ψαλμῶν.
Εἰκὸς δ’ ἔχειν ἀναλογίαν καὶ τὸ μόνον προφητῶν τὸν Δαυὶδ σὺν ὀργάνῳ πεπροφητευκέναι τῷ παρὰ μὲν Ἕλλησι καλουμένῳ ψαλτηρίῳ, παρὰ δὲ Ἑβραίοις νάβλα, ὅπερ μόνον ὀργάνων μουσικῶν ὀρθότατον εἶναι οὐδὲν ἔχον ἐπικαμπές. καὶ μὴν οὐδὲ συνεργεῖται εἰς ἦχον ἐκ τῶν κάτω μερῶν, ὡς συμβαίνει ἐπὶ κιθάρας καὶ ἄλλων τινῶν, ἀλλ’ ἄνωθεν.
it is not without reason that the second of the history is prior to the first of the history, since, as we have said before, the topic concerning remission is akin to the number fifty, and he who is not worthy of remission exceeded the number fifty, as Doeg the Edomite; for the fiftieth is the first that announces matters concerning him. And indeed also the third, since when David fled from the face of Absalom his son it is spoken, it is clear to those who have read the books of Kings, that it is after the first fiftieth and the fiftieth.
If one should spend more time on such matters and observe the history and the superscriptions, he will find more precisely the reasons for the order of the psalms.
It is also likely that there is an analogy in the fact that David alone among the prophets prophesied with an instrument, which among the Greeks is called the psalterion, and among the Hebrews the nabla, which alone of musical instruments is most upright, having no curvature. And indeed it is not assisted in sound from the lower parts, as happens with the kithara and certain others, but from above.
Ὄργανον δὲ πάλιν ἐκ τῶν ἄνω τὴν ἀφορμὴν τοῦ ἠχεῖν ἐν ῥυθμῷ λαμβάνον ποῖον ἂν εἴη ἢ τὸ σῶμα τοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ; ὄργανον τὴν εὐθύτητα μόνον τετηρηκός, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, ὄργανον σύμφωνον, ἐναρμόνιον, ἐμμελές, οὐδεμίαν ἀνθρωπίνην ἀσυμφωνίαν εἰληφὸς οὐδὲ παρὰ μέλος τι πεποιηκός, πάντη δὲ τὴν ἁρμονίαν τὴν πρὸς τὸν πατέρα τετηρηκός, ὡς γάρ φησιν αὐτός· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ, ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ὃ ἑώρακε καὶ ἤκουσε, μαρτυρεῖ.
Λοιπόν ἐστι διαλαβεῖν ὄντων ψαλμῶν οὐσῶν ᾠδῶν καὶ ψαλμῶν ᾠδῆς καὶ ᾠδῶν ψαλμοῦ περὶ τῆς τούτων διαφορᾶς. ἡγούμεθα τοίνυν ψαλμοὺς μὲν εἶναι τοὺς πρὸς τὸ ὄργανον μόνον φωνῆς οὐ συνεζευγμένης κρουομένους καὶ δι’ αὐτοῦ οἱονεὶ ἀπαγγελλομένους· ᾠδὰς δὲ τὰς τῇ φωνῇ ἐκδεχομένῃ εἰς τὸ στόμα ἐπαγγελίας μουσικῆς ἐναρμόνιον ἐκφωνεῖσθαι λεγομένας ὑπάρχειν· ᾠδὰς δὲ ψαλμῶν, ὅταν προτάσσηται μὲν τὸ ὄργανον, χώραν δὲ λαμβάνῃ δευτέραν ἡ φωνὴ ἑπομένη τῇ διὰ τῶν χορδῶν μουσικῇ· ψαλμοὺς δὲ ᾠδῶν, ὅτε προτέτακται μὲν ἡ φωνή, ταύτης δὲ ἤρτηται ὁ ἐκείνης συγγενὴς ἦχος ἀποδεδομένος εὐρύθμως διὰ τῶν ὀργάνων.
Again, an instrument that takes its starting point from above for sounding in rhythm—what would it be but the body of Christ and his saints? An instrument that has preserved only straightness, for it committed no sin nor was any guile found in its mouth; an instrument concordant, enharmonic, melodious, having received no human discord nor done anything out of tune, but having wholly preserved harmony with the Father. For as he himself says: the one who is from the earth is from the earth and speaks from the earth; the one who comes from heaven bears witness to what he has seen and heard.
It remains to discuss, given that there are psalms, odes, and psalms of an ode and odes of a psalm, the difference between these. We hold, then, that psalms are those struck only to the instrument, without voice joined, and through it, as it were, announced; odes are those said to be uttered with the voice receiving into the mouth a declaration of enharmonic music; odes of a psalm, when the instrument is placed first, and the voice takes second place, following the music through the strings; psalms of an ode, when the voice is placed first, and the kindred sound of that voice, delivered rhythmically through the instruments, depends on it.
Καὶ ταῦτα μὲν ὡς πρὸς τὸ ῥητὸν τῶν σημαινομένων. κατὰ δὲ τοὺς τῆς ἀναγωγῆς νόμους ψαλμὸς μὲν ἂν εἴη, ὅτε τὸ ὄργανον, τὸ σῶμα, κρούοντες διὰ τῶν καλῶν ἔργων πρᾶξιν ἀγαθὴν ἐπιτελοῦμεν, κἂν μὴ πάνυ ἐν τῇ θεωρίᾳ προκόπτοντες ὑπάρχωμεν· ᾠδὴ δέ, ὅτε χωρὶς τοῦ πρακτικοῦ θεωρήσαντες τὰ τῆς ἀληθείας μυστήρια, τούτοις συγκατατιθέμενοι φρονοῦμεν τὰ κάλλιστα περὶ θεοῦ καὶ τῶν λογίων αὐτοῦ, γνώσεως φωτιζούσης καὶ σοφίας ἐν ταῖς ψυχαῖς ἡμῶν τρανουμένης· ᾠδὴ δὲ ψαλμοῦ, ὅτε προαγούσης πράξεως ἀγαθῆς κατὰ τὸ εἰρημένον· ἐπεθύμησας σοφίαν, διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν, συνίεμεν κριθέντες ἄξιοι ὑπὸ θεοῦ τῆς ἀληθείας τὰ τέως ἡμῖν ἀποκεκρυμμένα· ψαλμὸς δὲ ᾠδῆς, ὅτε τεθεωρηκότες τῆς γνώσεως σαφηνιζούσης τινὰ τῶν κεκρυμμένων ἠθικῶν, πρότερον ἐπὶ τὸ πράττειν γινόμεθα συνιέντες καὶ ὃ πρακτέον καὶ ὅτε πρακτέον καὶ ὡς πρακτέον.
Καὶ τάχα διὰ τοῦτο αἱ πρῶται ἐπιγραφαὶ οὐδαμῶς περιέχουσι τὰς καθ’ αὑτὰς ᾠδάς, ἀλλὰ μόνον ψαλμὸν ἢ μόνους ψαλμούς· οὐ γὰρ ἀπὸ θεωρίας ἄρχεται ὁ ἅγιος, ἀλλ’ ἁπλούστερον πιστεύσας κατὰ ὀρθοδοξίαν ταῖς πραττομέναις πράξεσιν ἑαυτὸν ἐπιδίδωσιν. διὰ τοῦτο ἐπὶ τέλει πολλαὶ ᾠδαὶ καὶ ὅπου ἀναβαθμοί, οὐδαμοῦ ψαλμὸς οὔτε καθ’ αὑτὸν οὔτε μετά τινος ἐπιπλοκῆς, ἀλλὰ πάντα ᾠδαὶ καθ’ αὑτάς. ἐν γὰρ ταῖς ἀναβάσεσιν πρὸς οὐδενὶ οἱ ἅγιοι ἔσονται ἢ πρὸς μόνῳ τῷ θεωρεῖν. καὶ ταῦτα εἰρήσθω ἡμῖν καθολικὰ δουλεύουσι τοῖς σημαινομένοις τῆς ἑρμηνείας τῶν Ἑβδομήκοντα.
These things are said with respect to the literal sense of the meanings. But according to the laws of anagogy, there would be a psalm when we strike the instrument, the body, through good works and accomplish a good action, even if we are not making great progress in contemplation; and an ode when, without the practical, we have contemplated the mysteries of truth, and assenting to them, we think the most excellent things about God and his oracles, with knowledge illuminating and wisdom being made clear in our souls; and an ode of a psalm when, with good action preceding according to the saying, "You have desired wisdom, keep the commandments, and the Lord will provide it to you," we understand, having been judged worthy by God, the things hitherto hidden from us; and a psalm of an ode when, having contemplated some of the hidden ethical matters with knowledge clarifying them, we are first brought to act, understanding both what is to be done and when it is to be done and how it is to be done.
And perhaps for this reason the first inscriptions never contain odes by themselves, but only a psalm or only psalms; for the saint does not begin from contemplation, but having believed more simply according to orthodoxy, he gives himself over to the actions that are performed. For this reason, at the end there are many odes and, where there are steps, nowhere is there a psalm either by itself or with any combination, but everything is odes by themselves; for in the ascents the saints will be with nothing else but only with contemplating. And let these things be said by us, serving the catholic meanings of the interpretation of the Seventy.
Ἐπεὶ δὲ εὕρομεν παρὰ τοῖς Ἑβδομήκοντα καὶ Θεοδοτίωνι καὶ Συμμάχῳ ἐπί τινων κείμενον ἐν μέσῳ ψαλμῶν οὐκ ὀλίγων τὸ διάψαλμα, ἐστοχασάμεθα μήποτε ὑπεσήμαναν οἱ θέντες αὐτὸ ῥυθμοῦ τινος ἢ μέλους ἢ μέρους μεταβολὴν γεγονέναι κατὰ τοὺς τόπους. οὔτε δὲ παρὰ τῷ Ἀκύλᾳ κεῖται οὔτε ἐν τῷ ἑβραϊκῷ, ἀλλ’ ἀντὶ διαψάλματος ἀεί.
Since we have found in the Seventy and in Theodotion and in Symmachus that the diapsalma is placed in the middle of not a few psalms, we have conjectured whether those who inserted it may have indicated that a change of rhythm or melody or part occurred in those places. But it is neither found in Aquila nor in the Hebrew, but always instead of the diapsalma.