Ὑπόμνημα εἰς τοὺς ψαλμούς
Ἑρμηνεία ὑπὲρ τῶν ληνῶν
Οἱ ἐπιγεγραμμένοι ψαλμοὶ ὑπὲρ τῶν ληνῶν τρεῖς ὄντες, ὅ τε ὄγδοος καὶ ὁ ὀγδοηκοστὸς καὶ ὁ ὀγδοηκοστὸς τρίτος, δοκοῦσί μοι τὸ ἄθροισμα τῆς ἐκκλησίας καὶ τὸ πλῆθος τῶν ἐπὶ ταὐτὸ συνόδων δηλοῦν· καὶ γὰρ ἐκ πολλῶν μίαν εὐχὴν καὶ ὑμνολογίαν ἀναπέμπεσθαι τῷ θεῷ ἐν ταῖς ἐκκλησίαις συμβαίνει, ὥσπερ ἐν ταῖς ληνοῖς ἐκ πολλῶν καὶ διαφόρων ἀμπέλων μία κρᾶσις ἀποτελεῖται οἴνου. πάλαι μὲν οὖν ἐν ἑνὶ τόπῳ τῆς Ἱερουσαλὴμ μία τις ἦν ληνὸς ἔνθα συνιόντες τὰς αὐτῶν εὐχὰς ἀνέπεμπον, ἧς μέμνηται καὶ Ἡσαΐας λέγων· καὶ ᾠκοδόμησα πύργον καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. δηλοῖ δὲ πύργον μὲν τὸν ναόν, προλήνιον δὲ τὸ θυσιαστήριον. ἀλλ’ ἐπεὶ καθελεῖν ἠπείλησε καὶ καθεῖλεν ἐκεῖνα, πλείους ἀντὶ μιᾶς συνεστήσατο ληνοὺς τὰς καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίας.
Διὸ εἴρηται ἐν τῷ ὀγδόῳ ψαλμῷ οὕτως· κύριε, ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· σαφῶς γὰρ παρέστησε τὰς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ληνοὺς τοῦ θεοῦ.
Hypomnema on the Psalms
Interpretation concerning the Winepresses
The psalms inscribed "concerning the winepresses," being three in number—the eighth, the eightieth, and the eighty-third—seem to me to signify the assembly of the church and the multitude of congregations gathered together. For it happens that in the churches a single prayer and hymnody is sent up to God from many, just as in the winepresses a single mixture of wine is produced from many and diverse vines. In former times, then, in one place in Jerusalem there was a single winepress where those coming together sent up their prayers, which Isaiah also mentions, saying: "And I built a tower and dug a fore-winepress in it." Now "tower" signifies the temple, and "fore-winepress" the altar. But since he threatened to destroy and did destroy those things, he established more winepresses instead of one—the churches throughout the whole world.
Therefore it is said in the eighth psalm thus: "Lord, our Lord, how wondrous is your name in all the earth." For it clearly presents the winepresses of God throughout the whole world.
Καὶ ὁ ὀγδοηκοστὸς δὲ καὶ αὐτὸς ἐπιλήνιος ὢν τοῖς ἔθνεσι πᾶσι παρακελεύεται τῷ θεῷ τῶν προφητῶν ἀποδιδόναι τὸν ὕμνον· λέγει δ’ οὖν· ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ θεῷ Ἰακώβ. εἶτα ἑξῆς ὑποκαταβὰς τὴν ἀποβολὴν τοῦ προτέρου λαοῦ σημαίνει λέγων· καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι· καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν.
Καὶ ὁ ὀγδοηκοστὸς τρίτος τὴν αὐτὴν ἔχων προγραφὴν οὐκέτι ἓν σκήνωμα οὐδὲ ἓν θυσιαστήριον, τὸ ἐν Ἱεροσολύμοις, ἀλλὰ πολλὰ σκηνώματα καὶ πολλὰ θυσιαστήρια παρίστησιν· διὸ καὶ ὡς πολλῶν οὐσῶν ληνῶν τούτων αὐτῶν τῶν σκηνωμάτων καὶ τῶν θυσιαστηρίων ὑπὲρ τῶν ληνῶν προγέγραπται. λέγει δ’ οὖν· ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων. ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου. καὶ ἐπιφέρει· τὰ θυσιαστήριά σου, κύριε τῶν δυνάμεων. καὶ πάλιν πληθυντικῶς ἐπιλέγει· ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου, ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. ἔνθα τηρήσεις, ὡς καὶ ὀνομαστὶ Χριστοῦ μέμνηται.
And the eightieth as well, being itself a winepress psalm, commands all the nations to render the hymn to the God of the prophets; for it says: "Rejoice in God, our helper, shout aloud to the God of Jacob." Then, descending further, it signifies the rejection of the former people, saying: "And my people did not hear my voice, and Israel did not heed me; and I sent them out according to the practices of their hearts."
And the eighty-third, having the same superscription, no longer presents one tent nor one altar, that in Jerusalem, but many tents and many altars; therefore, since these very tents and altars are many winepresses, it is inscribed "concerning the winepresses." For it says: "How beloved are your tents, Lord of the hosts. My soul yearns and faints for the courts of the Lord." And it adds: "Your altars, Lord of the hosts." And again in the plural it continues: "Our protector, behold God, and look upon the face of your Christ, for one day in your courts is better than thousands." Here you will observe that it also mentions Christ by name.
Ὑπὲρ τῆς ογδόης ἑρμηνεία
Τοὺς ἐπιγεγραμμένους ὑπὲρ τῆς ὀγδόης δύο ψαλμοὺς ἡγοῦμαι τὴν σωτήριον τῆς ἀναστάσεως ἡμέραν τοῦ κυρίου αἰνίττεσθαι. τὴν πρὸς θάνατον γοῦν ἐργασάμενος ἁμαρτίαν ὁ Δαυὶδ ἱκετεύει κατὰ τὸν ἕκτον μὴ τοῦ θυμοῦ μηδὲ τῆς ὀργῆς τοῦ θεοῦ πειρασθῆναι, ἐλέους δὲ καὶ ἰάσεως αὐτοῦ τυχεῖν τὴν ψυχήν. τοῦτο δὲ ἔσεσθαι θεσπίζει λέγων· ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου· ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ Ἅιδῃ τίς ἐξομολογήσεταί σοι; μονονουχὶ τὸν κύριον αὐτὸν ἐκ θανάτου ῥύσασθαι αὐτοῦ τὴν ψυχὴν ἱκετεύων· προϊὼν δὲ τῶν εὐχῶν τετυχηκέναι δηλοῖ, δι’ ὧν φησιν· εἰσήκουσε κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· εἰσήκουσε κύριος τῆς δεήσεώς μου· κύριος τὴν προσευχήν μου προσεδέξατο. τὴν γὰρ ἀναβίωσιν αὐτοῦ τὴν ἐκ τοῦ θανάτου μετὰ τῆς τοῦ Χριστοῦ ἀναστάσεως γενομένην διὰ τούτων ᾐνίξατο.
Ὡσαύτως δὲ καὶ ὁ ἑνδέκατος περὶ τῆς ὀγδόης ἐπιγέγραπται τοῦ Δαυὶδ τὴν ὁμοίαν ἱκεσίαν περιέχων φάσκοντος· σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. εἶτα ἑξῆς οὐκ ἐπικεκαλυμμένως, ἀλλὰ τηλαυγῶς ἐπιφέρει λέγων· νῦν ἀναστήσομαι, λέγει κύριος, θήσομαι ἐν σωτηρίῳ. δι’ ἣν ἀνάστασιν κυρίου τῇ μετὰ τὸ σάββατον ἡμέρᾳ, ἥτις ἦν ὀγδόη, γενομένην εἰς τύπον καινῆς ζωῆς τοιαύτης οἶμαι προγραφῆς τὸν ψαλμὸν ἠξιῶσθαι.
Interpretation concerning the Eighth
I consider that the two psalms inscribed "concerning the eighth" allude to the saving day of the Lord's resurrection. For David, having wrought sin unto death, entreats in the sixth psalm that he not experience the wrath or anger of God, but that his soul obtain mercy and healing. And he prophesies that this will happen, saying: "Turn, Lord, deliver my soul; save me for the sake of your mercy; for there is no one in death who remembers you, and in Hades who will confess to you?"—almost entreating the Lord himself to rescue his soul from death. And proceeding, he indicates that his prayers have been fulfilled, through what he says: "The Lord heard the voice of my weeping; the Lord heard my supplication; the Lord accepted my prayer." For through these words he alluded to his own revival from death, which occurred together with the resurrection of Christ.
Likewise also the eleventh psalm, inscribed "concerning the eighth," contains a similar supplication of David, who says: "Save me, Lord, for the holy one has failed." Then, subsequently, not obscurely but clearly, he adds, saying: "Now I shall arise, says the Lord, I shall place in safety." On account of which resurrection of the Lord, occurring on the day after the Sabbath, which was the eighth, I think the psalm was deemed worthy of such a superscription as a type of new life.
Ὑπὲρ τῶν ἀλλοιωθησομένων
Εἰσὶ μὲν πάντες οἱ ἐπιγεγραμμένοι ὑπὲρ τῶν ἀλλοιωθησομένων τὸν ἀριθμὸν τέσσαρες.
Τούτων ὁ μὲν πεντηκοστὸς ἔνατος δοκεῖ μοι τὴν τῶν ἐθνῶν ἀλλοίωσιν, ἣν πεπόνθασι μεταβάντες ἐκ τῆς δεισιδαίμονος πλάνης ἐπὶ τὴν εὐσέβειαν τοῦ τῶν ὅλων θεοῦ, σημαίνειν. λέγει δ’ οὖν· ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. ἐμός ἐστι Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆς, καὶ Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλλοι ὺπετάγησαν. μετὰ γοῦν τῶν Ἰσραηλιτικῶν φυλῶν καὶ τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ τοὺς ἀλλοφύλους περιείληφεν.
Ὁ δὲ ἑξηκοστὸς ὄγδοος ὁμοίως ἐπιγεγραμμένος μεταβολὴν ἔχει καὶ ἀλλοίωσιν τοῦ δι’ ἡμᾶς εἰς τὰ βάθη τῆς νοουμένης θαλάσσης κατεληλυθότος καὶ τὰ περὶ τοῦ πάθους αὐτοῦ, ἃ καὶ δηλοῖ διὰ τοῦ· ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, καὶ τὴν τῶν ἐπιβουλευσάντων αὐτῷ ἐπὶ τὰ χείρω τροπήν, ἃ καὶ αὐτὸς παρίστησι λέγων· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον, καὶ τὰ ἑξῆς.
Concerning Those Who Will Be Changed
All the psalms inscribed "concerning those who will be changed" are four in number.
Of these, the fifty-ninth seems to me to signify the change of the nations, which they underwent when they passed from superstitious error to the piety of the God of all. It says, then: "God spoke in his holy one: I will rejoice and divide Sikima, and I will measure out the valley of the tents. Galaad is mine, and Manasses is mine, and Ephraim is the strength of my head, Judas is my king, Moab is the cauldron of my hope. Against Idoumaia I will stretch out my sandal, the alien peoples have been subjected to me." So, along with the Israelite tribes, it has included Moab, Idoumaia, and the alien peoples.
The sixty-eighth, similarly inscribed, contains a change and alteration of the one who descended for our sake into the depths of the intelligible sea, and the things concerning his passion, which it also makes clear through: "They put gall into my food, and for my thirst they gave me vinegar to drink," and the turning for the worse of those who plotted against him, which he himself also sets forth, saying: "Let their eyes be darkened so that they cannot see, and bend their back forever," and so forth.
Καὶ ὁ τεσσαρακοστὸς τέταρτος τῶν υἱῶν Κορὲ τυγχάνων καὶ ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγεγραμμένος ὑπέρ τε τοῦ ἀγαπητοῦ ὁμοίως καὶ αὐτὸς τὴν περὶ τὸν ἀγαπητὸν τοῦ θεοῦ ἀλλοίωσιν περιέχει ἐν ταὐτῷ καὶ τὴν θεολογίαν αὐτοῦ περιλαβὼν καὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας τὴν πρὸς αὐτὸν ἐπιστροφὴν δηλῶν διὰ τό· ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ τὰ ἑξῆς.
Ὁ δὲ ἑβδομηκοστὸς ἔνατός ἐστι μὲν τοῦ Ἀσάφ, ὁμοίως δὲ καὶ ἐπιγεγραμμένος τοῦ προτέρου πάλιν λαοῦ τὴν ἐπὶ τὰ χείρω τροπὴν περιέχει λέγων· ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, καὶ τὰ ἑξῆς. καὶ ἔοικεν, ἐπειδὴ τῶν ἀπὸ γῆς ἀνθέων καὶ κρίνων τὸ ὡραῖον καὶ εὐῶδες θᾶττον ἀλλοιοῦται καὶ εἰς φθορὰν μεταβάλλει, τούτου χάριν τὸ Ἑβραϊκὸν περὶ τῶν κρίνων ἢ περὶ τῶν ἀνθέων περιέχειν. διόπερ ἀντὶ τοῦ ὑπὲρ τῶν ἀλλοιωθησομένων ὁ μὲν Ἀκύλας ἐπὶ τοῖς κρίνοις, ὁ δὲ Σύμμαχος περὶ τῶν ἀνθέων ἡρμήνευσαν.
Ὑπὲρ τῶν κρυφίων
Οἱ ἐπιγεγραμμένοι ὑπὲρ τῶν κρυφίων κρύφιόν τινα καὶ λανθάνοντα πόλεμον καὶ τὴν κατὰ τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν νίκην τοῦ σωτῆρος ἡμῶν περιέχουσιν.
And the forty-fourth, being of the sons of Core and inscribed "concerning those who will be changed" and also "concerning the beloved," itself likewise contains the change concerning the beloved of God, and at the same time embraces his theology and indicates the turning of the church from the nations toward him through the phrase: "Hear, daughter, and see, and incline your ear," and so forth.
The seventy-ninth is of Asaph, and likewise inscribed, it contains the turning of the former people for the worse, saying: "You removed a vine from Egypt," and so forth. And it seems, since the beauty and fragrance of flowers and lilies from the earth are quickly altered and change into decay, for this reason the Hebrew text contains "concerning the lilies" or "concerning the flowers." Therefore, instead of "concerning those who will be changed," Aquila translated "on the lilies," and Symmachus "concerning the flowers."
Concerning the Hidden Things
Those inscribed "concerning the hidden things" contain some hidden and secret war and the victory of our savior against invisible and intellectual enemies.
Ὁ γοῦν ἔνατός φησιν· ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, καὶ τὰ ἑξῆς. οἷς ἐπιφέρει σημαίνων τὴν τῶν ἐθνῶν κλῆσιν· ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. καὶ ὅτι ταῦτα λεληθότως κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτῷ συνετελέσθη, τὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ δηλοῖ· ἐπιγέγραπται γὰρ ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ πεποίηκεν, ὁ δὲ Ἀκύλας ὑπὲρ τῆς νεανιότητος. οἷς συμφωνεῖ καὶ τὰ περὶ τῆς ἐκ τοῦ θανάτου ἀναβιώσεως αὐτοῦ διὰ τοῦ ψαλμοῦ σημαινόμενα κατὰ τό· ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.
Καὶ ὁ τεσσαρακοστὸς πέμπτος παραπλησίως περὶ τῶν κρυφίων εἰρημένος τὸν ἀόρατον καὶ νοητὸν πόλεμον παρίστησι λέγων· ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, καὶ τὰ ἑξῆς. εἶτα ὡς τοὺς πάλαι κατακρατοῦντας τῶν ἐθνῶν ἄρχοντας καθελὼν ὑφ’ ἑαυτόν τε πεποιημένος τὰ ἔθνη ἑξῆς ἐπιλέγει· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
The ninth, then, says: "When my enemy turned back," and so forth. To these it adds, indicating the calling of the nations: "Sing to the Lord dwelling in Zion, proclaim among the nations his deeds." And that these things were secretly accomplished for him at the time of his passion, the superscription of the psalm makes clear; for it is inscribed "concerning the hidden things of the son," whereas Symmachus has rendered it "concerning the death of the son," and Aquila "concerning the youth." With these also agree the things signified through the psalm concerning his revival from death, according to the phrase: "He who raises me from the gates of death."
And the forty-fifth, similarly spoken concerning hidden things, presents the invisible and intelligible war, saying: "Nations were disturbed, kingdoms gave way," and so forth. Then, as if having deposed the rulers who formerly held sway over the nations and having subjected the nations to himself, it adds in turn: "I shall be exalted among the nations, I shall be exalted in the land.
Στηλογραφία
Οἱ ἐπιγεγραμμένοι στηλογραφία λόγους περιέχουσι μετριότητος καὶ ταπεινοφροσύνης. διόπερ ὁ μὲν Ἀκύλας ἀντὶ τοῦ στηλογραφία, ταπεινοῦ τελείου ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος ταπεινόφρονος καὶ ἀμώμου· εἴτε γὰρ ὁ Δαυὶδ βασιλεὺς ὢν καὶ ἄρχων τοῦ παντὸς Ἰσραὴλ μέτρια καὶ ταπεινὰ φρονῶν τοιαύτας προήκατο φωνάς, εἴτε καὶ ὁ Χριστὸς τοῦ θεοῦ τοιαῦτα ἐθέσπιζε ταπεινοφρονῶν, ὡσπεροῦν διδάσκει διὰ τοῦ· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, στήλης ἄξιοι εἶεν ἂν οἱ λόγοι καὶ τῆς εἰς τὸν σύμπαντα αἰῶνα μνήμης, ὅπερ διὰ τῆς στηλογραφίας παρίσταται.
Νοήσεις δὲ τὸ εἰρημένον ἀπὸ τοῦ πεντηκοστοῦ πέμπτου, ὃς ἐπιγέγραπται στη λογραφία ἢ ταπεινοῦ τελείου ἢ ταπεινόφρονος καὶ ἀμώμου, ἐν ᾧ εἴρηται· ἐλέ ησόν με, ὁ θεός, ὅτι κατεπάτησέ με ἄνθρωπος ὅλην τὴν ἡμέραν, καὶ τὰ ἑξῆς.
Καὶ ὁ πεντηκοστὸς ἕκτος τὴν ἴσην ἔχων προγραφὴν πάλιν τῶν καταπατούντων αὐτὸν μέμνηται λέγων· ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με.
Stele-Writing
The psalms inscribed "stele-writing" contain words of moderation and humility. Therefore Aquila translated "stele-writing" as "of a humble perfect one," and Symmachus as "of a humble and blameless one." For whether David, being king and ruler of all Israel, thinking moderate and humble thoughts, uttered such words, or whether the Christ of God decreed such things while being humble, as if teaching through the saying: "Learn from me, that I am gentle and humble in heart," the words would be worthy of a stele and of memory for all eternity, which is represented by the term "stele-writing."
You will understand what has been said from the fifty-fifth psalm, which is inscribed "stele-writing" or "of a humble perfect one" or "of a humble and blameless one," in which it is said: "Have mercy on me, O God, because a man has trampled upon me all the day long," and so forth.
And the fifty-sixth psalm, having the same superscription, again mentions those trampling upon him, saying: "He gave as a reproach those who trample upon me.
Καὶ τοὺς λοιποὺς δὲ τῶν οὕτως ἐπιγεγραμμένων διελθὼν τῆς ἴσης ἐχομένους εὑρήσεις διανοίας.
Εἰς ἀνάμνησιν τοῦ Δαυίδ
Οἱ ἐπιγεγραμμένοι εἰς ἀνάμνησιν τοῦ Δαυὶδ ὑπομιμνῄσκειν αὐτὸν ἐοίκασιν τῆς ἐπὶ τοῦ Οὐρίου ἁμαρτίας.
Ὁ γοῦν τριακοστὸς ἕβδομος οὕτως ἐπιγεγραμμένος ἐπιλέγει· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου, καὶ τὰ ἑξῆς. καὶ δι’ ὅλου δὲ τοῦ ψαλμοῦ τὴν ἐπὶ τῇ πραχθείσῃ αὐτῷ ἁμαρτίᾳ κατάστασιν σημαίνει.
Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ἑξηκοστοῦ ἐνάτου εἰς ἀνάμνησιν ἐπιγεγραμμένου ἱκετεύει τοῦ θεοῦ τυχεῖν βοηθοῦ.
Προσευχή
Οἱ ἐπιγεγραμμένοι προσευχὴ μήποτε οὐκ εἰσὶ ψαλμοὶ οὐδὲ ᾠδαὶ οὐδὲ ὕμνοι, ἀλλ’ αὐτὸ τοῦτο ψιλαὶ προσευχαὶ τῇ τῶν εὐξαμένων ἁρμόττουσαι διαθέσει τῇ τε περὶ αὐτοὺς καταστάσει καὶ πᾶσι τοῖς ἐν ἴσῃ διαθέσει τοῖς εἰρημένοις τυγχάνουσιν.
Μὴ διαφθείρῃς, τοῦ Δαυίδ
Οἱ ἐπιγεγραμμένοι ψαλμοὶ μὴ διαφθείρῃς, τοῦ Δαυίδ, ἐφεξῆς εἰσι τρεῖς.
Ὧν ὁ πεντηκοστὸς ἕκτος εἴρηται· ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· καὶ μήποτε, ἐπειδήπερ ἐν τῷ σπηλαίῳ κρυπταζομένου τοῦ Δαυὶδ ἐπεισῆλθε Σαοὺλ ἀγνοῶν ἔνδον αὐτοῦ ὄντος καὶ τῶν ἑταίρων τοῦ Δαυὶδ βουλομένων ἀνελεῖν αὐτὸν εἶπεν ὁ Δαυὶδ πρὸς τὸν Ἀβισάθ· μὴ διαφθείρῃς αὐτόν, δῆλον δ’ ὅτι τὸν Σαούλ, τούτου χάριν ὡς ἀποδεξαμένου τοῦ θεοῦ τὴν φωνὴν ἀκρότητα ἀνεξικακίας περιέχουσαν ἐν μνήμῃ τῶν οὕτως ἐπιγεγραμμένων ψαλμῶν παρελήφθη.
And the rest of those inscribed in this way, when you go through them, you will find them holding to the same meaning.
For the remembrance of David
Those inscribed "for the remembrance of David" seem to remind him of his sin concerning Uriah.
The thirty-seventh, which is inscribed in this way, adds: "There is no peace in my bones from the face of my sins," and so forth. And throughout the whole psalm it indicates his state concerning the sin he committed.
Likewise also in the sixty-ninth, inscribed "for remembrance," he beseeches God to obtain a helper.
Prayer
Those inscribed "prayer" are never not psalms, nor odes, nor hymns, but are simply prayers themselves, suited to the disposition of those who prayed, to their condition, and to all who are in a similar disposition to those mentioned.
Do not destroy, of David
The psalms inscribed "do not destroy, of David" are three in succession.
Of these, the fifty-sixth is said to have been spoken when he was fleeing from the face of Saul into the cave; and never, since while David was hidden in the cave, Saul entered unknowing that he was inside, and when David's companions wanted to kill him, David said to Abishai: "Do not destroy him," clearly meaning Saul, for this reason, because God accepted the voice containing the height of forbearance, it was taken up in memory of the psalms inscribed in this way.
Ὁ δὲ ἑξῆς περιέχων τό· μὴ διαφθείρῃς· ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν, ἔοικε πρόσταγμα περιέχειν τοῦ θεοῦ τοῦ μὴ συγχωροῦντος τοῖς ἀπεσταλμένοις ὑπὸ τοῦ Σαοὺλ διαφθεῖραι τὸν Δαυίδ.
Τάχα δ’ ἂν τὴν αὐτὴν ἔχοι διάνοιαν καὶ ὁ ἑβδομηκοστὸς τέταρτος τὸν ὅμοιον τρόπον τῷ Ἀσὰφ ἐπιγεγραμμένος.
Τοῦ σαββάτου
Ὁ ἐπιγεγραμμένος τοῦ σαββάτου ἐνενηκοστὸς πρῶτος προτροπὴν ἔχει σπουδαίως ἀπαντᾷν εἰς τὰς συνάξεις τῆς μελέτης τῶν θείων μαθημάτων καὶ μετὰ ταῦτα δοξολογίαν. λέγει δ’ οὖν· τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. καὶ πάλιν· πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εἰς ἐξομολόγησιν
Ὁ ἐνενηκοστὸς ἔνατος ἐπιγεγραμμένος εἰς ἐξομολόγησιν διδάσκει φάσκων αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς τὴν δύναμιν τῆς ἐξομολογήσεως παριστάς, ὅτι μηδὲν ἡμεῖς ἀφ’ ἑαυτῶν κεκτήμεθα, ἀλλ’ ὅ τί ποτέ ἐστι περὶ ἡμᾶς ἀγαθόν, τοῦτο αὐτὸς ἐποίησεν.
The following passage, containing the phrase "do not destroy," when Saul sent and guarded his house to put him to death, seems to contain a command of God not allowing those sent by Saul to destroy David.
Perhaps the seventy-fourth psalm, inscribed in a similar manner to Asaph, would have the same meaning.
Of the Sabbath
The ninety-first, inscribed "of the Sabbath," contains an exhortation to attend diligently the assemblies for the study of divine lessons, and after that a doxology. It says, then: "to proclaim your mercy and your truth in the morning and by night." And again: "those planted in the house of the Lord in the courts of our God will blossom."
For Confession
The ninety-ninth, inscribed "for confession," teaches, saying, "he made us and not we ourselves," presenting the power of confession, that we possess nothing from ourselves, but whatever good there is about us, he made it.
Τῷ Δαυίδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ
Ὁ τριακοστὸς τρίτος ψαλμὸς ἐπιγεγραμμένος τῷ Δαυίδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ ἔοικε τὸν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν Ἀχιμέλεχ ὠνομασμένον Ἀβιμέλεχ ἀποκαλεῖν τῶν στοιχείων παρ’ Ἑβραίοις, λέγω δὲ τοῦ Χὰφ καὶ τοῦ Βήθ, πολλὴν ὁμοιότητα σῳζόντων, ὡς κατὰ μηδὲν ἀλλήλων διαλλάττειν ἢ βραχείᾳ κεραίᾳ μόνῃ.
Ἔχει δ’ οὖν ἡ ἱστορία οὕτως· καὶ ἔρχεται Δαυὶδ εἰς Νομβᾶν πρὸς Ἀχιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη Ἀχιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί ὅτι σὺ μόνος καὶ οὐδεὶς μετὰ σοῦ; καὶ εἶπε Δαυίδ· ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέ μοι· μὴ γνώτω μηδεὶς τὸ ῥῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ περὶ οὗ ἐγὼ ἐντέταλμαί σοι. καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ θεοῦ πίστις, Φελμωνὶ Ἀλμωνί. καὶ νῦν, εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖράς μου τὸ εὑρεθέν. καὶ ἀπεκρίθη ὁ ἀρχιερεὺς τῷ Δαυὶδ καὶ εἶπεν· οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου ἀλλ’ ἢ ἄρτοι ἅγιοι. εἰ εἰσὶν τὰ παιδάρια πεφυλαγμένα ἀπὸ γυναικός, καὶ φάγεται. καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἀρχιερεῖ καὶ εἶπεν αὐτῷ· ἀλλ’ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν. ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα παιδάρια ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη. καὶ ἔδωκεν αὐτῷ Ἀχιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος ὅτι ἀλλ’ ἢ οἱ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου κυρίου παρατεθῆναι ἄρτον θερμόν, ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.
To David, when he changed his appearance before Abimelech
The thirty-third psalm, inscribed to David, when he changed his appearance before Abimelech, seems to call the one named Achimelech in the first book of Kings "Abimelech," since the letters among the Hebrews—I mean Kaph and Beth—preserve great similarity, so that they differ from each other in nothing except a single small stroke.
Now the story proceeds as follows: And David comes to Nob to Achimelech the priest. And Achimelech was astonished at his arrival and said to him: "Why are you alone and no one with you?" And David said: "The king has commanded me a matter today and said to me, 'Let no one know the matter about which I am sending you and about which I have commanded you.' And I have charged the servants in the place called 'God's trust,' Phelmoni Almoni. And now, if there are five loaves under your hand, give into my hands what is found." And the high priest answered David and said: "There are no profane loaves under my hand, but only holy loaves. If the servants are kept from women, they shall eat." And David answered the high priest and said to him: "But we have abstained from women yesterday and the day before. When I set out on the journey, all the servants have been purified, and the journey itself is profane, because today it will be sanctified through the vessels." And Achimelech the priest gave him the loaves of presentation, because there was no bread there except the loaves of the face, which had been removed from before the Lord to set forth warm bread on the day he took them.
Ταῦτα μὲν ἡ ἱστορία. ἀντὶ δὲ τοῦ· ἐν τῷ τόπῳ τῷ λεγομένῳ θεοῦ πίστις, Φελμωνὶ Ἀλμωνὶ Ἀκύλας φησι· πρὸς τὸν τόπον τόνδε τινὰ τοῦδέ τινος ἢ τόνδε τινὰ ἀδέσποτον, ὁ δὲ Σύμμαχος· εἰς τὸν δεῖνα τόπον. ἔοικεν οὖν ἡ τοῦ ψαλμοῦ προγραφὴ τὴν ἀλλοίωσιν τοῦ λόγου Δαυὶδ τὴν πρὸς τὸν ἱερέα σημαίνειν διὰ τοῦ φάναι· ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, ἢ τὴν ἀλλοίωσιν τοῦ τρόπου, διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ὁπότε μετεμόρφωσε τὸν τρόπον αὐτοῦ ἔμπροσθεν Ἀβιμέλεχ· ὁ δὲ Ἀκύλας· ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ ἐναντίον Ἀβιμέλεχ. καὶ ἔοικέ γε κατὰ τούτους σαφέστερον, ὡς διὰ τὴν ἱερὰν τροφὴν τῶν ἄρτων τῆς προθέσεως ἠλλοιωκέναι εἰρῆσθαι τὸ γεῦμα αὐτοῦ. διὸ καὶ προϊὼν ἐν τῷ ψαλμῷ τὴν ἱερὰν, ὡς ἔοικε, τροφὴν αἰνιττόμενός φησι· γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος. μήποτε οὖν αὐτοῦ γεύσασθαι τοῦ Χριστοῦ παραινῶν τὸ σῶμα αὐτοῦ διὰ τούτων ᾐνίττετο, ὡς καὶ τοῦ νόμου εἰς σύμβολον τοῦ τῆς εὐχαριστίας Χριστοῦ σώματος τοὺς τῆς προθέσεως ἄρτους παρειληφότος. ἔστι δὲ καὶ ἑτέρα ἀλλοίωσις τοῦ Δαυίδ, καθ’ ἣν ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ πρὸς Ἀγχοῦς βασιλέα Γὲθ τὸν ἀλλόφυλον μανίαν ὑποκρινάμενος. ἀλλ’ οὐκ ἔοικεν ὁ ψαλμὸς ταύτην ἐπὶ τοῦ παρόντος τὴν ἀλλοίωσιν σημαίνειν.
These things are from the history. But instead of "in the place called God's faith," Aquila says "Phelmoni Almoni": "to such-and-such a place of such-and-such a one, or such-and-such a one without an owner," and Symmachus says "to a certain place." It seems, then, that the superscription of the psalm signifies the alteration of David's speech before the priest by saying "when he changed his appearance before Abimelech," or the alteration of his manner, on account of which it is said according to Symmachus: "when he transformed his manner before Abimelech." And Aquila says: "when he changed his taste before Abimelech." And it seems clearer according to these, that on account of the sacred food of the loaves of proposition, his taste is said to have been changed. Therefore, proceeding in the psalm, he says, alluding, it seems, to the sacred food: "Taste and see that the Lord is good." Perhaps, then, exhorting them to taste Christ himself, he alluded through these things to his body, as also the law, as a symbol of the body of Christ of the Eucharist, adopted the loaves of proposition. There is also another alteration of David, according to which he changed his appearance before Achish, king of Gath the Philistine, feigning madness. But the psalm does not seem to signify this alteration on the present occasion.
Ἀνεπίγραφοι
Οἱ δὲ μηδέτερα ἐπιγεγραμμένοι τῶν ψαλμῶν, λέγω δὴ μήτε ᾠδὴ μήτε ὕμνος μήτε ψαλμὸς μήτε μελῴδημα μήτε αἴνεσις μήτε προσευχὴ μήτε τι τῶν τοιούτων, ὠφελίμους τινὰς ἐοίκασι διδασκαλίας περιέχειν καὶ λόγους παραινετικοὺς καὶ προτρεπτικοὺς εἰς εὐσεβείας ἀνάληψιν· οἷός ἐστιν ὁ δέκατος, ἐν ᾧ εἴρηται· ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου, καὶ τὰ ἑξῆς καὶ ὁ δέκατος τρίτος ὁμοίως λέγων· εἶπεν ἄφρων, καὶ τὰ ἑξῆς.
Καὶ οἱ λοιποὶ δὲ παραπλησίως λόγους τινὰς διδασκαλικοὺς καὶ πλήρεις ὠφελείας ἐπάγονται. οὐ μὴν ἐν ψαλμοῖς ἢ ἐν ὕμνοις ἢ ἐν ᾠδαῖς κατελέγησαν τῷ μὴ σῴζειν τὸν ὅμοιον τοῖς εἰρημένοις τρόπον, εἰ μὴ ἄρα ἐγράφησαν μὲν καὶ αὐτοί, ὥστε λεχθῆναι διὰ ψαλτηρίου ἢ δι’ ᾠδῆς ἢ ὥς τις τῶν εἰρημένων, οὐ συνέβη δὲ καὶ λεχθῆναι αὐτούς, ὥστε ἔχειν ὁμοίαν μὲν τοῖς ψαλμοῖς καὶ ταῖς ᾠδαῖς καὶ ταῖς προσευχαῖς δύναμιν, μὴ ἐπιγράφεσθαι δὲ διὰ τὸ μὴ λεχθῆναι αὐτούς· ἢ μήποτέ τινες μὲν διὰ τὴν προτέραν αἰτίαν, τινὲς δὲ τῆς δευτέρας ἕνεκεν οὐκ ἠξιώθησαν προγραφῆς.
Without titles
Those psalms that have neither title—I mean neither song nor hymn nor psalm nor melody nor praise nor prayer nor any such thing—seem to contain certain useful teachings and hortatory and protreptic discourses for the adoption of piety. Such is the tenth, in which it is said: "I have trusted in the Lord; how will you say to my soul," and so forth; and the thirteenth likewise, saying: "The fool said," and so forth.
And the rest similarly bring in certain didactic discourses full of benefit. They were not classified among psalms or hymns or songs because they do not preserve the same manner as those mentioned, unless perhaps they were written to be recited with the psaltery or with song or in some of the ways mentioned, but it did not happen that they were actually recited, so that they have a power similar to the psalms and songs and prayers, but are not titled because they were not recited; or perhaps some for the former reason, and some on account of the latter, were not deemed worthy of a title.
Ὁ μὲν γὰρ πεντηκοστὸς πρῶτος οὐδέτερα ὢν τῶν εἰρημένων τὰ περὶ τοῦ Δωὴκ ἐπαγγέλλει λέγων· τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, καὶ τὰ ἑξῆς, ἅπερ διὰ τὸ σκυθρωπὸν οὐκ ἂν λεχθείη τῷ τρόπῳ τῶν ψαλμῶν ἢ τῶν ᾠδῶν· ὡς οὐδὲ ὁ πεντηκοστὸς δεύτερος καὶ αὐτὸς λυπηρὰ περιέχων.
Ὁ δὲ πεντηκοστὸς τέταρτος, οὗ ἡ ἀρχή· ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου, τρόπον περιέχει προσευχῆς, καὶ ὁ εἰκοστὸς ἕκτος λέγων· κύριος φωτισ μός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι, καὶ ἑξῆς ἐπιλέγων· ᾄσω καὶ ψαλῷ τῷ κυρίῳ, οὐδὲν ψαλμοῦ διενήνοχεν ἢ ᾠδῆς. ὅμως δ’ οὖν οὐκ ἠξιώθησαν προγραφῆς διὰ τὴν δευτέραν, ὡς εἰκός, αἰτίαν.
Ἐξέλιπον οἱ ὕμνοι Δαυίδ, υἱοῦ Ἰεσσαί
Τοῦ πρώτου καὶ ἑβδομηκοστοῦ ψαλμοῦ ἐπὶ τέλει τῆς προφητείας περιέχοντος· ἐξέλιπον οἱ ὕμνοι Δαυίδ, υἱοῦ Ἰεσσαί, ἐπειδὴ δέ τινες ὑπέλαβον, τέλος τῶν τοῦ Δαυὶδ ὕμνων τὸ λόγιον σημαίνειν, σημειώσῃ, ὅτι μὴ τοῦτο δηλοῖ ἡ τοῦ Ἑβραϊκοῦ διάνοια. ὁ γοῦν Ἀκύλας ἀντὶ τοῦ ἐξέλιπον οἱ ὕμνοι Δαυίδ, ἐτε λέσ θησαν προσευχαὶ Δαυῒδ ἐκδέδωκεν, ὁ δὲ Σύμμαχος ἐπετελέσθησαν προσ ευχαὶ Δαυίδ, καὶ ἡ πέμπτη ἔκδοσις ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυίδ. δι’ ὧν παρίσταται τοῖς ἐν τῷ ψαλμῷ περὶ τοῦ Χριστοῦ προφητευομένοις συνῆφθαι τὰ εἰρημένα· ἐπιγέγραπται μὲν γὰρ ὁ ψαλμὸς εἰς Σαλομών, ἀναφέρεται δὲ τὰ ἐν αὐτῷ εἴς τε αὐτὸν τὸν Σολομῶνα καὶ τὸν ἐκ σπέρματος αὐτοῦ γενησόμενον υἱὸν αὐτοῦ. διὸ εἴρηται· ὁ θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιο σύνην σου τῷ υἱῷ τοῦ βασιλέως.
For the fifty-first psalm, being neither of the said types, announces the matters concerning Doeg, saying: "Why do you boast in evil, O mighty one?" and so forth, which, because of their gloomy character, would not be spoken in the manner of psalms or odes; just as the fifty-second psalm also contains sorrowful things.
The fifty-fourth psalm, whose beginning is "Hearken, O God, to my prayer," contains the form of a prayer, and the twenty-sixth, saying "The Lord is my light and my savior, whom shall I fear?" and then adding "I will sing and play a psalm to the Lord," differs in no way from a psalm or an ode. Nevertheless, they were not deemed worthy of a title, likely for the second reason.
The hymns of David, son of Jesse, came to an end.
Since the seventy-first psalm at the end of its prophecy contains "The hymns of David, son of Jesse, came to an end," and because some supposed that the saying signifies the end of the hymns of David, you should note that the meaning of the Hebrew does not indicate this. For Aquila, instead of "The hymns of David came to an end," rendered "The prayers of David were completed," and Symmachus rendered "The prayers of David were finished," and the fifth edition rendered "The prayers of David were summarized." Through these it is shown that the said words are connected with the things prophesied in the psalm concerning Christ; for the psalm is inscribed "For Solomon," but its contents refer both to Solomon himself and to his son who would be born from his seed. Therefore it is said: "O God, give your judgment to the king and your righteousness to the son of the king.
εἶτα ἑξῆς τούτοις ἐπιφέρονται λόγοι τινὲς προφητικοὶ περὶ τοῦ υἱοῦ τοῦ βασιλέως δηλαδὴ ἐκ σπέρματος Σαλομῶντος γενηθησομένου, οἵτινες οὐκ ἐφ’ ἕτερόν τινα ἁρμόζειν δύνανται ἢ ἐπὶ μόνον τὸν Χριστὸν τοῦ θεοῦ. τὸ γὰρ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης, καὶ τὰ τούτοις παραπλήσια οὔτ’ ἐπ’ αὐτὸν ἀνάγοιτο ἂν τὸν Σαλομῶντα οὐδ’ ἐπὶ τὸν διαδεξάμενον αὐτοῦ τὴν ἀρχὴν Ῥοβοὰμ οὐδ’ ἐφ’ ἕτερον τῶν αὐτοῦ διαδόχων, ἀλλ’ ἐπὶ μόνον τὸν ἡμέτερον σωτῆρα.
Ἐπεὶ τοίνυν καὶ τῷ Δαυὶδ δι’ εὐχῆς ἦν ἐπιτελεσθῆναι τὴν ἐκ σπέρματος αὐτοῦ γένεσιν τοῦ Χριστοῦ καὶ τὰ ἐπὶ ταύτῃ προφητευόμενα, ἐν οἷς ἦν τὰ ἐν τῷ προκειμένῳ ψαλμῷ, ὡς ἐπὶ τέλει λέλεκται· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάν τα τὰ ἔθνη, καὶ πάλιν· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, εἰκότως ἐπισυνῆπται τούτοις κατὰ μὲν τὸν Ἀκύλαν τὸ ἐτελέσθησαν προσευχαὶ Δαυίδ, κατὰ δὲ τὸν Σύμμαχον τὸ ἐπετελέσθησαν προσευχαὶ Δαυίδ, κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυίδ· αἱ γὰρ προσευχαὶ τοῦ Δαυὶδ ἐν τούτῳ ἀνεκεφαλαιώθησαν ἐν τῷ πάντα τὰ ἔθνη εὐλογηθῆναι διὰ τῆς τοῦ ἐκ σπέρματος αὐτοῦ γεγενημένης ἐπιφανείας τοῦ τῶν ἐθνῶν ἁπάντων σωτῆρος.
Then after these things certain prophetic words are brought forward concerning the son of the king, that is, who would be born from the seed of Solomon, which words can apply to no other than to the Christ of God alone. For the phrase "he will rule from sea to sea and from the river to the ends of the inhabited world," and things similar to these, could be referred neither to Solomon himself nor to his successor in the kingdom, Rehoboam, nor to any other of his successors, but only to our Savior.
Since, therefore, it was David's prayer that the birth of Christ from his seed be accomplished, and the prophecies concerning it, among which were those in the present psalm, as has been said at the end: "and all the nations will be blessed in him," and again: "and the whole earth will be filled with his glory," it is fitting that to these things is appended, according to Aquila, "the prayers of David were fulfilled," according to Symmachus, "the prayers of David were accomplished," according to the fifth edition, "the prayers of David were summarized." For the prayers of David were summarized in this: that all the nations were blessed through the epiphany of the one born from his seed, the savior of all the nations.
Διάψαλμα
Ἐν οἷς ψαλμοῖς τὰ διαψάλματα φέρεται, ἐν τούτοις ὁ Ἀκύλας ἀντὶ τοῦ διαψάλματος πεποίηκεν ᾆσμα, ἡ δὲ πέμπτη ἔκδοσις διὰ παντός. κατὰ δὲ τὰ παρ’ ἡμῖν ἀντίγραφα καὶ κατὰ Σύμμαχον ἔοικε μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ τροπῆς γενομένης ἡ τοῦ διαψάλματος παρακεῖσθαι παρασημείωσις· πολλάκις δὲ καὶ διανοίας ἐναλλαγὴ γίνεται ἐν τοῖς διαψάλμασιν, ἤδη δέ ποτε καὶ προσώπου μεταβολή.
Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυίδ
Οἰηθείη μὲν ἄν τις πάντας τοὺς ἐπιγεγραμμένους ψαλμοὺς διὰ κρούσεως ὀργάνου μουσικοῦ τοῦ καλουμένου ψαλτηρίου ἀποδεδόσθαι. ἀλλ’ ἐπεὶ κατὰ τὸν Ἀκύλαν διὰ πάσης τῆς βίβλου, ἐν ὅσοις ἐπιγέγραπται κατὰ τοὺς Ἑβδομήκοντα ψαλμóς, ἐν τούτοις μελῴδημα ἐκδέδοται, κατὰ δὲ τὸν Σύμμαχον ᾠδὴ ἢ ᾆσμα, τούτου χάριν ἀναγκαίως ἐσημειωσάμην, ὡς ἂν μή τις νομίσῃ, διὰ τοῦ μουσικοῦ ὀργάνου πάντας τοὺς παρ’ ἡμῖν ψαλμοὺς ἐπιγεγραμμένους εἰρῆσθαι.
Οὐδὲ γὰρ ἂν ἔχοι λόγον τὸν πεντηκοστόν, φέρε, ἐπιγεγραμμένον εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ, διὰ ψαλτηρίου εἰρῆσθαι· μουσικὰ γοῦν ἐν πένθει ἄκαιρος διήγησις. πῶς γὰρ οἷόν τε ἦν ἐλεγχθέντα ἐπὶ δεινῷ πλημμελήματι τὸν Δαυὶδ οὐ τῆς τυχούσης ἀγανακτήσεως τοῦ θεοῦ κατ’ αὐτοῦ γενομένης καὶ ἀπειλῆς διὰ τοῦ προφήτου ὡς ἐν εὐθυμίας καιρῷ ψαλτήριον ἀναλαβόντα τρυφῆς καὶ εὐφροσύνης σύμβολα ἐπιτελεῖν; τί δὲ ψαλτηρίου περιέχουσιν οἰκεῖον οἱ λόγοι, οὐχὶ δὲ ὀλοφυρμοῦ καὶ ἀποκλαύσεως, οὓς εἰκὸς μετά τινος πενθικοῦ μέλους, οὐ μὴν μετὰ τοῦ ὀργάνου εἰρῆσθαι;
Diapsalma
In those psalms in which the diapsalmata are found, in these Aquila has rendered instead of diapsalma a song, while the fifth edition has "throughout." But according to the copies among us and according to Symmachus, it seems that the diapsalma's notation is placed alongside when some change of musical melody or rhythm has occurred; and often there is also a change of thought in the diapsalmata, and already at times even a change of person.
For the end, a psalm of David
One might suppose that all the psalms that bear this inscription were delivered through the striking of a musical instrument called the psaltery. But since according to Aquila, throughout the whole book, in as many psalms as are inscribed "a psalm" according to the Seventy, in these a melody is given, while according to Symmachus it is an ode or a song, for this reason I have necessarily noted it, so that no one might think that all the psalms among us were spoken of as inscribed by reason of the musical instrument.
For neither would it make sense that the fiftieth, for instance, inscribed "For the end, a psalm of David," was spoken through a psaltery; at any rate, music in mourning is an untimely narration. For how could it be that David, convicted of a grievous transgression, when no ordinary indignation of God against him had occurred and a threat through the prophet, took up a psaltery as in a time of good cheer and performed the symbols of luxury and gladness? And what do the words contain that is proper to a psaltery, rather than of lamentation and weeping, which it is likely were spoken with some mournful melody, but certainly not with the instrument?
Ταὐτὸν δ’ ἂν εἴποις καὶ ἐπὶ τοῦ τρίτου, ὃς ἐπιγέγραπται ψαλμὸς τῷ Δαυίδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· ἐπιστήσεις γάρ, εἰ ἐν τοιαύτῃ τυγχάνων συμφορᾷ, καθ’ ἣν ἐκπεπτώκει μὲν τῆς βασιλείας, ἠλαύνετο δὲ πρὸς τοῦ υἱοῦ, μουσικοῖς ἐσχόλαζεν. λόγον δ’ ἂν ἔχοι, εἰ πρὸς τὸν θεὸν καὶ ταύτην ἀναπέμπων τὴν ἱκεσίαν μετά τινος μέλους αὐτὴν προηνέγκατο καταλλήλου τῷ καιρῷ. διὸ μελῴδημα καὶ ᾠδὴν οἱ λοιποὶ καὶ ἐν τῇ τούτων προγραφῇ πεποιήκασιν.
Τοὺς λοιποὺς δὲ τῶν ὁμοίως ἐπιγεγραμμένων παραπλησίως τοῖς εἰρημένοις κατὰ σεαυτὸν ἐπισκέψῃ.
Εἰς τὸ τέλος, ἐν ὕμνοις
Ὅσοι εἰσὶν ἐν ὕμνοις ἐπιγεγραμμένοι, ἐπὶ τούτων ἀντὶ τοῦ ἐν ὕμνοις ὁ μὲν Ἀκύλας ἐν ψαλμοῖς, ὁ δὲ Σύμμαχος διὰ ψαλτηρίου ἐκδέδωκεν, ὥστε κατὰ τὴν αὐτῶν ἑρμηνείαν μόνους εἶναι τούτους διὰ τοῦ μουσικοῦ ὀργάνου μελῳδηθέντας.
Καὶ ἔχει γε λόγον, τὸν τέταρτον ψαλμὸν ἐν ὕμνοις ἐπιγεγραμμένον δι’ ὀργάνου κεκροῦσθαι· ἐπειδὴ γὰρ ὁ τρίτος εἴρητο τῷ Δαυίδ, ἡνίκα ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, εἰκότως ὁ τέταρτος, τὰ νικητήρια περιέχων τοῦ πρὸς τὸν υἱὸν πολέμου, ὁμοῦ καὶ εἰς τὸ τέλος, ὁμοῦ καὶ ἐν ὕμ νοις ἐπιγέγραπται. διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ εἰς τὸ τέλος, ἐπινίκιον, ὁ δὲ Ἀκύλας τῷ νικοποιῷ ἐκδεδώκασιν.
You might say the same also concerning the third, which is inscribed “a psalm for David, when he fled from the face of his son Abessalom”; for you will consider whether, being in such a calamity, when he had been cast out of the kingdom and was being driven out by his son, he occupied himself with music. It would be reasonable if, sending up this supplication to God, he uttered it with some melody appropriate to the occasion. Hence the others have made it a melody and a song also in their superscription.
The rest of those similarly inscribed you will examine for yourself in like manner to what has been said.
“For the end, in hymns”
All those that are inscribed “in hymns,” on these Aquila has rendered “in psalms” instead of “in hymns,” and Symmachus has rendered “through a psaltery,” so that according to their interpretation these alone were sung through a musical instrument.
And it is reasonable that the fourth psalm, inscribed “in hymns,” was struck with an instrument; for since the third was said to be for David when he fled from the face of his son Abessalom, the fourth, containing the victory songs of the war against his son, is inscribed both “for the end” and “in hymns.” Hence Symmachus has rendered “victory song” instead of “for the end,” and Aquila has rendered “to the victory-maker.
Σῴζει δὲ τὴν ἀποδοθεῖσαν θεωρίαν τὰ ἐπιλεγόμενα, ἐν οἷς φησιν· ἐν τῷ ἐπι καλεῖσθαί με, εἰσήκουσέ μου, ὁ θεὸς τῆς δικαιοσύνης μου, καὶ τὰ ἑξῆς. ἥρμοζεν οὖν ταῦτα ὡς ἐν ἐπινικίοις καὶ διὰ μουσικῶν ὀργάνων ἀνακρουσθῆναι. ὁ δὲ τρίτος οὐκ ἐπεγέγραπτο εἰς τὸ τέλος· οὐ γὰρ ἦν πως ἐπινίκιος, ἀλλ’ οὐδὲ τοῦ πολέμου τέλος εἰληφότος εἴρητο.
Σκέψαι δὲ καὶ ἐπὶ τοῦ ἕκτου, μήποτε ἐπειδὴ μετὰ τὰ πρῶτα τοῦ ψαλμοῦ ἐν τοῖς τελευταίοις ἐπιφέρει λέγων· ἤκουσε κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου, εἰσήκουσε κύριος τῆς δεήσεώς μου, κύριος τὴν προσευχήν μου προσ εδέ ξατο, εἰκότως αὐτὸς ἐπινίκιος καὶ διὰ ψαλτηρίου, παρὰ δὲ τοῖς Ἑβδομήκοντα εἰς τὸ τέλος καὶ ἐν ὕμνοις ἐπιγέγραπται.
Ἀλλὰ καὶ ὁ πεντηκοστὸς τρίτος πρὸ τῆς εἰς τὸν Οὐρίαν ἁμαρτίας εἰρημένος τῷ Δαυὶδ ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ’ ἡμῖν, ὡς ἂν τῶν διαβεβληκότων αὐτὸν τῷ Σαοὺλ μηδὲν ἰσχυκότων, ἐν ὕμνοις μὲν παρ’ ἡμῖν, παρὰ δὲ τοῖς λοιποῖς διὰ ψαλτηρίου καὶ ἐν ψαλμοῖς καὶ τῷ νικοποιῷ καὶ ἐπινίκιος ἐπιγέγραπται.
The appended words preserve the theory set forth, where it says: "When I called upon him, he heard me, the God of my righteousness," and so forth. These things, then, were fitting to be struck up as in victory odes and with musical instruments. The third, however, was not inscribed at the end; for it was not in any way a victory ode, nor was it spoken when the war had reached its conclusion.
Consider also concerning the sixth, whether, since after the first parts of the psalm it adds at the end, saying: "The Lord heard the voice of my weeping, the Lord heard my supplication, the Lord accepted my prayer," it is reasonably itself a victory ode and for the psaltery, while among the Seventy it is inscribed "at the end" and "in hymns."
But also the fifty-third, spoken by David before the sin concerning Uriah, when the Ziphites came and said to Saul, "Is not David hidden among us?"—as though those who had slandered him to Saul had accomplished nothing—is inscribed among us "in hymns," but among the others "for the psaltery" and "in psalms" and "the victory-bringing" and "victory ode.
Τὸν ὅμοιον δὲ τρόπον ἐπιστήσεις καὶ τοῖς λοιποῖς, ὅσοι τῆς ὁμοίας ἠξίωνται προγραφῆς.
Ὁμολογουμένως οἱ πλείους τῶν μετὰ τὸν πεντηκοστὸν ψαλμὸν μακρῷ πρόσθεν εἴρηνται τοῦ πεντηκοστοῦ. καὶ αὐτὸς δὲ ὁ πεντηκοστὸς εἴρηται πρὸ τοῦ χρόνου τοῦ κατὰ τὸν τρίτον, ὃς ἐλέχθη τῷ Δαυίδ, ἡνίκα ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. ἦν δ’ οὗτος χρόνος ὁ μετὰ τὴν τοῦ πεντηκοστοῦ ἐξομολόγησιν.
Τὶ οὖν ἆρα τοιαύτην περιέχει τάξιν;
Ὁ μέν τις εἴποι, ἔχειν τινὰ τῶν ἀριθμῶν ἕκαστον δύναμιν κατὰ λόγους ἀριθμητικοὺς θεωρουμένην, οἷον, ὡς ἐπὶ παραδείγματος, τετιμῆσθαι μὲν τὴν ἑβδομάδα ἐν τῇ θείᾳ γραφῇ διά τινας λόγους· ἐν γὰρ ἑπτὰ ἡμέραις τὸ Σάββατον ἠξίωται προνομίας καὶ ἐν ἑπτὰ ἑβδομάσιν ἡ πεντηκοστὴ ἔν τε μησὶν ὁ ἕβδομος μὴν ἔν τε ἐνιαυτοῖς τὸ ἕβδομον ἔτος καὶ ἐν πολυπλασιασμῷ τῆς ἐν τοῖς ἐνιαυτοῖς ἑβδομάδος ὁ Ἰωβηλαῖος ἐξ ἑπτὰ ἑβδομάδων ἐτῶν συμπληρούμενος. ἔμπαλιν δὲ τούτοις εἰς ἀκάθαρτον ἀριθμὸν ἡ δυὰς παρείληπται. εἴρηται γοῦν τῷ Νῶε· εἰσάξεις εἰς τὴν κιβωτὸν τῶν μὲν καθαρῶν ζῴων ἑπτὰ ἑπτὰ, τῶν δὲ ἀκαθάρτων δύο δύο. καὶ τὴν μονάδα δὲ πολὺ πρότερον τήν τε πρώτην αὐτὴν καὶ τὴν ἐν δεκάσιν καὶ τὴν ἐν ἑκατοντάσιν κατά τινας οὐ τοὺς τυχόντας λόγους, ὡς αὖ πάλιν τὴν τριάδα καὶ τὴν πεντάδα καὶ τὴν ἑβδομάδα καὶ τοὺς λοιποὺς τῶν ἀριθμῶν παραπλησίως.
In a similar manner you will attend also to the remaining ones, as many as have been deemed worthy of the same superscription.
It is agreed that most of the psalms after the fiftieth were spoken long before the fiftieth. And the fiftieth itself was spoken before the time of the third, which was uttered to David when he fled from the face of Absalom his son. And this time was after the confession of the fiftieth.
What order, then, does such a thing contain?
One might say that each of the numbers has some power, considered according to arithmetical principles, as for example: the hebdomad has been honored in divine scripture for certain reasons; for in seven days the Sabbath has been deemed worthy of privilege, and in seven weeks the Pentecost, and in months the seventh month, and in years the seventh year, and in the multiplication of the hebdomad in years the Jubilee, completed from seven weeks of years. Conversely to these, the dyad has been taken for an unclean number; for it was said to Noah: "You shall bring into the ark of the clean animals seven each, and of the unclean two each." And the monad, much earlier, both itself as first and in tens and in hundreds, according to certain not random principles, as again the triad, the pentad, the hebdomad, and the remaining numbers similarly.
κατὰ τοῦτον τοιγαροῦν τὸν λόγον ἑκάστῳ ἀριθμῷ οἰκείως ἐφηρμόσθαι τοὺς ψαλμούς, ὥστε τῷ πεντηκοστῷ ἀριθμῷ κατάλληλον γεγονέναι τὴν τοῦ Δαυὶδ ἐξομολόγησιν διὰ τὸν περὶ τῆς πεντηκονταετερίδος νόμον, ἐν ᾧ νενομοθέτηται χρεῶν ἀφέσεις ποιεῖσθαι, ὡς διὰ ταῦτα μὴ τοῖς χρόνοις ἐξηκολουθηκέναι τὴν τῶν ψαλμῶν τάξιν, ἀλλὰ τῇ τῶν ἀριθμῶν δυνάμει.
Ἕτερος δ’ ἂν εἴποι, μηδὲν μὲν τοιοῦτο περίεργον περιέχειν τὴν βίβλον, ἁπλῆν δὲ συναγωγὴν κατὰ τὸ αὐτὸ ᾠδῶν ὁμοῦ καὶ ψαλμῶν καὶ τῶν λοιπῶν σποράδην ἀναγεγραμμένων ἤτοι Ἔσδρα καὶ ταῦτα μετὰ τῶν ἄλλων γραφῶν ἀπομνημονεύσαντος ἢ καὶ τῶν παρ’ Ἑβραίοις παλαιῶν σοφῶν κατὰ τὸ προσπεσὸν ἑκάστου τῇ μνήμῃ συλλεξαμένων τοὺς ἐμφερομένους ὡς ἔτυχέν τε τὴν ἔκθεσιν αὐτῶν ἁπλουστέρᾳ διανοίᾳ πεποιημένων.
According to this reasoning, then, the psalms have been fittingly adapted to each number, so that David's confession corresponds to the fiftieth number because of the law concerning the fifty-year period, in which it is legislated that remissions of debts are to be made, so that for these reasons the order of the psalms does not follow the times but the power of the numbers.
Another might say that the book contains nothing so elaborate, but is a simple collection of songs and psalms and the rest, recorded sporadically, either by Ezra recalling these along with the other scriptures, or by the ancient sages among the Hebrews collecting what occurred to each one's memory, and making their exposition with a simpler intention, just as it happened.