Οτι καὶ μετὰ τὴν ἐνανθρώπησιν εἷς Υἱὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.
Οἱ τὰς καθ' ἡμῶν συκοφαντίας συντεθεικότες εἰς δύο μερίζειν ἡμᾶς φασιν υἱοὺς τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τοῦ ταῦτα φρονεῖν, ὅτι καὶ τοὺς ταῦτα λέγειν τολ μῶντας δυσσεβείας γραφόμεθα. Ἕνα γὰρ Υἱὸν παρὰ τῆς θείας Γραφῆς προσκυνεῖν ἐδιδάχθημεν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον· τὸν γὰρ αὐτὸν ὁμολογοῦμεν, καὶ Θεὸν προαιώνιον, καὶ ἄνθρωπον διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐπ' ἐσχάτων τῶν ἡμερῶν γενόμενον· γενόμενον δὲ ἄνθρωπον οὐ τῇ τροπῇ τῆς θεότητος, ἀλλὰ τῇ προσ λήψει τῆς ἀνθρωπότητος. Ἄτρεπτον γὰρ ἔχει τὴν τῆς θεότητος φύσιν καὶ ἀναλλοίωτον, καθάπερ ὁ πρὸ τῶν αἰώνων γεννήσας αὐτὸν Πατὴρ, καὶ ὅπερ ἄν τις ἐπὶ τῆς τοῦ Πατρὸς οὐσίας νοήσειε, καὶ ἐπὶ τῆς τοῦ Μονογενοῦς τοῦτο πάντως εὑρήσει. Ἐξ ἐκείνης γὰρ τῆς οὐσίας γεγέννηται. Καὶ τοῦτο διδάσκων ὁ Κύριος ἔφη τῷ Φιλίππῳ· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." Καὶ πάλιν ἑτέρωθι· "Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι." Καὶ ἀλλαχοῦ· "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν τὸ ταυτὸν τῆς οὐσίας σημαίνοντα Θεὸς μὲν οὖν οὐκ ἐγένετο, ἀλλ' ἦν· "Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος." Ἄνθρωπος δὲ οὐκ ἦν, ἀλλ' ἐγένετο, ἐγένετο δὲ προσλαβὼν τὸ ἡμέτερον· τοῦτο γὰρ ὁ μακάριος ἔφη Παῦλος· "Ὃς ἐν μορφῆ Θεοῦ ὑπάρ χων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών." Καὶ πάλιν·
That even after the incarnation our Lord Jesus Christ is one Son.
Those who have composed slanders against us say that we divide our one Lord Jesus Christ into two sons. But we are so far from holding these views that we also record as impiety those who dare to say such things. For we have been taught by the divine Scripture to worship one Son, our Lord Jesus Christ, the only-begotten Son of God, the God Word who became man; for we confess the same one to be both God before the ages and man, who in the last days became man for the salvation of men; and he became man not by a change of his divinity but by the assumption of humanity. For he has the nature of his divinity unchangeable and immutable, just as the Father who begot him before the ages, and whatever one might conceive concerning the essence of the Father, one will find this altogether also concerning that of the Only-begotten. For he has been begotten from that essence. And teaching this, the Lord said to Philip: "He who has seen me has seen the Father." And again elsewhere: "All things that the Father has are mine." And in another place: "I and the Father are one." And one can find countless other passages signifying the sameness of essence. So then, he did not become God, but was; for "In the beginning was the Word, and the Word was with God, and the Word was God." But he was not man, but became man, and he became man by assuming what is ours; for this the blessed Paul said: "Who, being in the form of God, did not consider it robbery to be equal with God, but emptied himself, taking the form of a servant." And again:
"Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρ ματος Ἀβραὰμ ἐπιλαμβάνεται." Καὶ αὖθις· "Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν." Οὕτω καὶ παθητὸς ἦν καὶ ἀπαθὴς, καὶ θνητὸς καὶ ἀθάνα τος· παθητὸς μὲν καὶ θνητὸς ὡς ἄνθρωπος, ἀπαθὴς δὲ καὶ ἀθάνατος ὡς Θεός. Ὡς γὰρ Θεὸς τὴν σάρκα τὴν οἰκείαν τεθνηκυῖαν ἀνέστησεν· αὐτοῦ γάρ ἐστι φωνή· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέ ραις ἐγερῶ αὐτόν·" καὶ ὡς ἄνθρωπος δὲ μέχρι τοῦ πάθους ἦν παθητὸς καὶ θνητός· μετὰ γὰρ τὴν ἀνά στασιν, καὶ ὡς ἄνθρωπος ἔχει τὴν ἀπάθειαν καὶ τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν· καὶ τὰς θεοπρεπεῖς ἀφίησιν ἀστραπάς· οὐκ εἰς θεότητος φύσιν κατὰ τὴν σάρκα μεταβληθεὶς, ἀλλὰ τῆς ἀνθρωπότητος φυλάτ των τοὺς χαρακτῆρας, οὐδὲ ἀπερίγραφον ἔχων τὸ σῶμα (τοῦτο γὰρ μόνης τῆς θείας φύσεως ἴδιον), ἀλλ' ἐν τῇ προτέρᾳ μένων περιγραφῇ. Τοῦτο γὰρ διδάσκων καὶ μετὰ τὴν ἀνάστασιν ἔφη τοῖς μαθη ταῖς· "Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεω ρεῖτε ἔχοντα." Οὕτως ὁρώμενος εἰς οὐρανοὺς ἀνελή λυθεν· οὕτως ἥξειν αὖθις ὑπέσχετο· οὕτως αὐτὸν ὄψονται καὶ οἱ πιστεύσαντες καὶ οἱ σταυρώσαντες· "Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν." Ἕνα τοιγαροῦν προσκυνοῦμεν Υἱὸν, ἑκατέραν δὲ φύσιν τελείαν ἐν αὐτῷ θεωροῦμεν, καὶ τὴν λαβοῦσαν, καὶ τὴν ληφθεῖσαν· καὶ τὴν ἐκ τοῦ Θεοῦ, καὶ τὴν ἐκ Δαβίδ.
For surely he does not take hold of angels, but he takes hold of the seed of Abraham. And again: Since therefore the children have shared in flesh and blood, he also himself in like manner partook of the same. Thus he was both passible and impassible, and mortal and immortal: passible and mortal as man, but impassible and immortal as God. For as God he raised up his own flesh that had died; for it is his own voice: Destroy this temple, and in three days I will raise it up. And as man he was passible and mortal until the passion; for after the resurrection, even as man he has impassibility and immortality and incorruption, and he sends forth flashes of lightning befitting God—not having been changed into the nature of divinity according to the flesh, but preserving the marks of humanity, nor having a body that is uncircumscribed (for this is proper to the divine nature alone), but remaining in the former circumscription. Teaching this, even after the resurrection he said to the disciples: Behold my hands and my feet, that it is I myself; handle me and see, that a spirit does not have flesh and bones, as you see me having. Thus being seen, he was taken up into the heavens; thus he promised to come again; thus both those who believed and those who crucified him will see him; for, he says, they will look on him whom they pierced. Therefore we worship one Son, and we behold in him both natures perfect, both the one that took and the one that was taken, both the one from God and the one from David.
Τούτου γὰρ χάριν καὶ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος καὶ υἱὸς τοῦ Δαβὶδ ὀνομάζεται, ἑκατέρας φύσεως τὴν ἁρμόττουσαν ἑλκούσης προσ ηγορίαν· διά τοι τοῦτο καὶ Θεὸν αὐτὸν καὶ ἄνθρωπον ἡ θεία ὀνομάζει Γραφὴ, καὶ ὁ μακάριος Παῦλος βοᾷ· "Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων."
Ἀλλ' ἐνταῦθα αὐτὸν ἄνθρωπον ὀνομάσας, ἑτέρωθι προσαγορεύει Θεόν. "Προσδεχόμε νοι γὰρ, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφά νειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ." Ἀλλαχοῦ δὲ ἀμφότερα κατὰ ταυτὸν τίθησιν· "Ἐξ ὧν γὰρ, φησὶν, ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας. Ἀμήν." Καὶ τὸν αὐτὸν καὶ ἐξ Ἰουδαίων κέκληκε, κατὰ σάρκα, καὶ ἐπὶ πάντων Θεὸν, ὡς Θεόν. Οὕτως ὁ προφήτης Ἡσαΐας εἰρηκώς· "Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· οὗτος τὰς ἀνο μίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται·" ἐπήγαγε μετ' ὀλίγα· "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;" Τοῦτο δὲ οὐκ ἀνθρώπινον, ἀλλὰ θεῖον. Οὕτω διὰ τοῦ Μιχαίου φησὶν ὁ Θεός· "Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος." Καὶ τῷ μὲν εἰπεῖν, "Ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος," τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ὑπέδειξε· τῷ δὲ προσθεῖναι, "Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος," παρεδήλωσε πρὸ τῶν αἰώνων τὴν ἐκ τοῦ Πατρὸς γεννη θεῖσαν θεότητα.
For this cause he is called both Son of the living God and son of David, each nature drawing to itself the fitting appellation. For this reason the divine Scripture names him both God and man, and the blessed Paul cries out: "One God, one also mediator of God and men, the man Christ Jesus, who gave himself as a ransom for all."
But here, having named him man, elsewhere he addresses him as God. "For," he says, "awaiting the blessed hope and appearing of the glory of the great God and Savior of us, Jesus Christ." And elsewhere he sets down both together: "For from them," he says, "is the Christ according to the flesh, who is over all, God forever. Amen." And the same one he has called both from the Jews, according to the flesh, and over all, as God. Thus the prophet Isaiah, having said: "A man in affliction, and knowing how to bear weakness; this one bears our iniquities and is pained for us," added after a little: "Who shall declare his generation?" But this is not human, but divine. Thus through Micah God says: "And you, Bethlehem, land of Judah, are by no means least among the rulers of Judah; for out of you shall come forth a ruler, who shall shepherd my people Israel. And his goings forth are from the beginning, from the days of eternity." And by saying, "For out of you shall come forth to me a ruler," he indicated the economy of the incarnation; but by adding, "His goings forth are from the beginning, from the days of eternity," he signified the divinity begotten of the Father before the ages.
Ταῦτα παρὰ τῆς θείας διδαχθέντες Γραφῆς, καὶ τοὺς ἐν διαφόροις διαλάμψαντας τῆς Ἐκκλησίας δι δασκάλους ταῦτα φρονοῦντας εὑρόντες, ἄσυλον φυ λάττειν, ὃν παρελάβομεν, σπουδάζομεν κλῆρον· καὶ ἕνα μὲν προσκυνοῦμεν Υἱὸν τοῦ Θεοῦ, ὡς ἕνα Θεὸν Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα· σαρκὸς μέντοι καὶ θεότητος τὸ διάφορον ἐπιστάμεθα. Καὶ ὥσπερ τοὺς εἰς δύο υἱοὺς μερίζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔξω βαίνειν φαμὲν τῆς ὑπὸ τῶν ἁγίων ἀποστόλων τετριμμένης ὁδοῦ, οὕτω καὶ τοὺς μίαν λέγοντας γεγενῆσθαι φύσιν τὴν θεότητα τοῦ Μονογενοῦς καὶ τὴν ἀνθρωπότητα, εἰς τὸν ἕτερον κρημνὸν ἀποκλίνειν φαμέν.
Ταῦτα φρονοῦμεν, ταῦτα κηρύττομεν ὑπὲρ τούτων ἀγωνιζόμεθα τῶν δογμάτων. Ὅτι δὲ συκοφαντοῦσιν οἱ δύο λέγοντες πρεσβεύειν ἡμᾶς υἱοὺς, βοᾷ τῶν πραγμάτων ἡ μαρτυρία· τοὺς γὰρ τῷ παναγίῳ προσιόντας βαπτίσματι τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διδάσκομεν· καὶ τὸ τῆς παλιγγενεσίας ἐπιτελοῦντες μυστήριον, βαπτίζομεν τοὺς πιστεύοντας εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἑνικῶς ἑκάστην προσηγο ρίαν προσφέροντες, καὶ μέντοι καὶ ταῖς ἐκκλησίαις διηνεκῶς λειτουργοῦντες, δοξάζειν εἰώθαμεν τὸν Πα τέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα· οὐχ υἱοὺς, ἀλλ' Υἱόν. Εἰ τοίνυν δύο φαμὲν υἱοὺς, τίς ὁ παρ' ἡμῶν δοξαζόμενος, καὶ τίς ὁ μένων ἀγέραστος; Οὐ γὰρ εἰς τοσοῦτον μανίας ἐληλάκαμεν, ὥστε δύο μὲν λέγειν υἱοὺς, μηδεμιᾶς δὲ τιμῆς τὸν ἕτερον ἀξιοῦν. Δήλη τοιγαροῦν κἀντεῦθεν ἡ συκοφαντία γεγένη ται· ἡμεῖς γὰρ ἕνα προσκυνοῦμεν Υἱὸν μονογενῆ τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον·
Taught these things by the divine Scripture, and having found that the teachers who shone forth in the Church at various times held these things, we strive to keep inviolate the inheritance we have received; and we worship one Son of God, as we worship one God the Father and one Holy Spirit; yet we know the difference between flesh and divinity. And just as we say that those who divide our one Lord Jesus Christ into two sons step outside the path trodden by the holy apostles, so too we say that those who assert that the divinity of the Only-Begotten and his humanity have become one nature incline toward the other precipice.
These things we hold, these things we proclaim, for these doctrines we contend. But that those who say we champion two sons slander us, the testimony of the facts cries out; for those who come to the all-holy baptism we teach the faith set forth at Nicaea; and when we perform the mystery of regeneration, we baptize the believers in the name of the Father, and of the Son, and of the Holy Spirit, applying each designation in the singular, and indeed, continually ministering in the churches, we are accustomed to glorify the Father, and the Son, and the Holy Spirit—not sons, but Son. If, then, we say there are two sons, who is the one glorified by us, and who is the one left without honor? For we have not been driven to such a pitch of madness as to say there are two sons while deeming neither of them worthy of any honor. Hence the slander has become clear from this too; for we worship one Only-Begotten Son, the Word of God who became man.
τὴν ἁγίαν δὲ Παρθένον Θεοτόκον ἀποκαλοῦμεν, ἐπειδὴ τὸν Ἐμμανουὴλ γεγέννηκεν, ὃς ἑρμηνεύεται, Μεθ' ἡμῶν ὁ Θεός. Ὁ δὲ περὶ τοῦ Ἐμμανουὴλ προαγορεύσας προφήτης μετ' ὀλίγα πάλιν τοιαῦτα περὶ αὐτοῦ γέγραφεν, ὅτι "Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμ βουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος." Εἰ δὲ Θεὸς ἰσχυρὸς τὸ τεχθὲν ὑπὸ τῆς Παρθένου προσηγόρευται βρέ φος, εἰκότως ἄρα ἡ τεκοῦσα Θεοτόκος ὠνόμασται· μετέλαχε γὰρ ἡ τεκοῦσα τῆς τοῦ τεχθέντος τιμῆς, καὶ ἔστιν ἡ Παρθένος καὶ μήτηρ, ὡς ἀνθρώπου, τοῦ Δεσπότου Χριστοῦ, καὶ δούλη πάλιν, ὡς Δεσπότου καὶ Ποιητοῦ καὶ Θεοῦ. Διὰ ταύτην τῶν φωνῶν τὴν διαφορὰν καὶ ἀπάτωρ ὑπὸ τοῦ θεσπεσίου Παύλου καὶ ἀμήτωρ καλεῖται καὶ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέ λος ἔχων. Ἀπάτωρ μὲν γάρ ἐστι κατὰ τὸ ἀνθρώ πινον· ἐκ μόνης γὰρ, ὡς ἄνθρωπος, ἐτέχθη μητρός· ἀμήτωρ δέ ἐστιν, ὡς Θεός· ἐκ μόνου γὰρ ἐκ τῶν αἰώνων ἐγεννήθη Πατρός· καὶ ἀγενεαλόγητος πάλιν ὡς Θεὸς, ἀλλὰ καὶ γενεαλογεῖται ὡς ἄνθρωπος. "Βίβλος
But we call the holy Virgin Theotokos, because she gave birth to Emmanuel, which is interpreted, God with us. And the prophet who foretold concerning Emmanuel, after a little, again wrote such things concerning him: "A child was born to us, and a son was given to us, whose government is upon his shoulder, and his name is called Angel of great counsel, wonderful, counselor, mighty God, ruler, prince of peace, Father of the age to come." And if the babe born of the Virgin is addressed as mighty God, reasonably then she who gave birth is named Theotokos; for she who gave birth partook of the honor of the one born, and the Virgin is both mother, as of a man, of the Lord Christ, and again a servant, as of Lord and Maker and God. Because of this difference of terms, he is called by the divine Paul both fatherless and motherless and without genealogy, having neither beginning of days nor end of life. For he is fatherless according to the human; for from a mother alone, as a man, was he born; and he is motherless, as God; for from the Father alone, from the ages, was he begotten; and without genealogy again as God, but he is also given a genealogy as a man. "The book
γὰρ, φησὶ, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ." Γενεαλογεῖ δὲ αὐτὸν καὶ Λουκᾶς ὁ θεσπέσιος.
Οὕτω πάλιν, ὡς Θεὸς, ἀρχὴν ἡμερῶν οὐκ ἔσχε, πρὸ γὰρ τῶν αἰώνων γεγέννηται· οὔτε μὴν ζωῆς τέλος ἔχει, ἀθάνατον γὰρ ἔχει καὶ ἀπαθῆ τὴν φύσιν. Ὡς δὲ ἄνθρωπος καὶ ἀρχὴν ἔσχεν ἡμερῶν· ἐπὶ γὰρ Αὐγούστου Καίσαρος ἐγεννήθη· καὶ ζωῆς τέλος ἔσχεν· ἐπὶ γὰρ Τιβερίου Καίσαρος ἐσταυρώθη. Ἀλλὰ νῦν, ὡς ἔφην, καὶ τὴν ἀνθρωπείαν φύσιν ἀθάνατον ἔχει, καὶ ὡς ἀνελήφθη πάλιν ἥξει κατὰ τὴν τῶν ἀγγέλων φωνήν. "Οὗτος γὰρ, ἔφησαν, ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πο ρευόμενον εἰς τὸν οὐρανόν." Ταύτην ἡμῖν τὴν διδασκαλίαν οἱ θεῖοι προφῆται προσήνεγκαν, ταύτην ὁ τῶν ἁγίων ἀποστόλων χορός· ταύτην οἱ κατὰ τὴν ἑῴαν καὶ τὴν Ἑσπέραν διαπρέψαντες ἅγιοι· Ἰγνάτιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ διὰ τῆς τοῦ μεγάλου Πέτρου δεξιᾶς τὴν ἀρχιερω σύνην δεξάμενος, καὶ ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολο γίας θηρῶν γενόμενος ἀγρίων βορά· Εὐστάθιος ὁ μέγας, ὁ τῆς συναθροισθείσης συνόδου πρωτεύσας καὶ διὰ τὸν θερμὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον τὴν ὑπερορίαν οἰκήσας. Ταύτην Μελέτιος ὁ πάνυ μετὰ τῶν ἴσων παθημάτων ἐκήρυξε· τρὶς γὰρ καὶ αὐτὸς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἐξηλάθη τῆς ποίμνης· ταύτην Φλαβιανὸς ὁ τὸν ἐκεῖ θρόνον διακοσμήσας· ταύτην Ἐφραῒμ ὁ θαυμάσιος τὸ τῆς θείας χάριτος ὄργανον, τῇ Σύρων γλώττῃ χρησάμενος, ἀνάγραπτον ἡμῖν τὴν ὠφέλειαν κατέλιπε.
For," he says, "the book of the generation of Jesus Christ, the son of David, the son of Abraham." And Luke, the divinely inspired, also gives his genealogy.
Thus again, as God, he had no beginning of days, for he was begotten before the ages; nor does he have an end of life, for he has an immortal and impassible nature. But as man he also had a beginning of days, for he was born in the time of Augustus Caesar; and he had an end of life, for he was crucified in the time of Tiberius Caesar. But now, as I said, he has even the human nature immortal, and as he was taken up, he will come again according to the voice of the angels. "For this Jesus," they said, "who was taken up from you into heaven, will so come in the same manner as you saw him going into heaven." This teaching the divine prophets brought to us, this the choir of the holy apostles, this the saints who shone forth in the East and the West; that famous Ignatius, who received the high priesthood through the right hand of the great Peter, and became food for wild beasts for his confession of Christ; the great Eustathius, who presided over the assembled council and, because of his fervent zeal for piety, dwelt in exile. This Meletius, that great man, proclaimed with equal sufferings, for he too was three times driven from the flock for the apostolic doctrines; this Flavian, who adorned the throne there; this the wonderful Ephraim, the instrument of divine grace, who, using the Syriac tongue, left us his benefit in writing.
Ταῦτα Κυπριανὸς ὁ πανεύφημος ὁ τὴν Καρχηδόνα καὶ τὴν Λιβύην ἅπασαν κυβερνήσας, καὶ τὸν διὰ πυρὸς ὑπὲρ Χριστοῦ καταδεξάμενος θάνατον· καὶ Δάμασος ὁ τὴν μεγάλην Ῥώμην ἰθύνας, καὶ Ἀμβρόσιος ὁ Μεδιολάνου τὸν θρόνον κοσμήσας, τῇ Ῥωμαίων γλώττῃ καὶ κηρύτ τοντες καὶ συγγράφοντες διετέλεσαν. Ταῦτα τῆς Ἀλεξανδρέων οἱ μεγάλοι φωστῆρες, Ἀλέξανδρος καὶ Ἀθανάσιος, καὶ ὁμοφρονοῦντες, τοὺς παρὰ πάντων ᾀδομένους κινδύνους ὑπέμειναν. Ταύτην καὶ οἱ τῆς βασιλευούσης πόλεως μεγάλοι διδάσκαλοι τὴν πόαν τοῖς ποιμνίοις προσήνεγκαν, Γρηγόριος ὁ λαμπρὸς τῆς εὐσεβείας συνήγορος, Ἰωάννης ὁ τῆς οἰκουμένης διδάσκαλος, Ἀττικὸς ὁ τὴν ἐκείνων προεδρίαν καὶ διδασκαλίαν δεξάμενος. Τούτοις Βασίλειος ὁ φανότατος τῆς εὐσεβείας λαμπτὴρ, καὶ Γρηγόριος ὁ τοὺς αὐτοὺς ἐκείνῳ γεννήτορας αὐχήσας, καὶ Ἀμφιλόχιος ὁ δι' ἐκείνου τῆς ἀρχιερωσύνης τὸ δῶρον λαβὼν, οὐ μόνον τοῖς ἐπ' αὐτῶν ἀνθρώποις τὴν διδα σκαλίαν προσήνεγκαν, ἀλλὰ καὶ ἡμῖν διὰ τῶν συγ γραμμάτων τὴν ὠφέλειαν κατέλιπον. Ἀλλὰ γὰρ ἐπι λείψει με ἡ ἡμέρα Πολύκαρπον καὶ Εἰρηναῖον, καὶ Μεθόδιον, καὶ Ἱππόλυτον, καὶ τοὺς ἄλλους τῆς Ἐκκλησίας διδασκάλους ἀπαριθμούμενον. Συντόμως τοίνυν φαμὲν, ὡς ἡμεῖς τοῖς θείοις λογίοις ἀκολουθοῦμεν καὶ τούτοις ἅπασι τοῖς ἁγίοις. Διὰ γὰρ τῆς τοῦ Πνεύματος χάριτος εἰς τὸ τῆς θεοπνεύστου Γραφῆς καταδύντες βάθος, αὐτοὶ δὲ τὴν αὐτῆς διάνοιαν ἔγνωσαν, καὶ τοῖς μαθεῖν βουλομένοις δήλην ταύτην ἀπέφηναν. Οὐδὲ γὰρ ἡ διαφορὰ τῶν γλωττῶν διαφορὰν δογμάτων εἰργάσατο·
These things Cyprian, the all-praiseworthy, who governed Carthage and all Libya, and who accepted death by fire for Christ, and Damasus, who guided great Rome, and Ambrose, who adorned the throne of Milan, continued both to preach and to write in the Roman tongue. These things the great luminaries of Alexandria, Alexander and Athanasius, being of one mind, endured the dangers sung of by all. This same teaching the great teachers of the imperial city also brought to their flocks: Gregory, the brilliant champion of piety, John, the teacher of the world, Atticus, who received their presidency and teaching. To these, Basil, the most radiant lamp of piety, and Gregory, who boasts the same parents as he, and Amphilochius, who through him received the gift of the high priesthood, not only brought teaching to the men of their own time, but also left the benefit to us through their writings. But the day would fail me if I were to enumerate Polycarp and Irenaeus, and Methodius, and Hippolytus, and the other teachers of the Church. Briefly, then, we say that we follow the divine oracles and all these saints. For through the grace of the Spirit, having dived into the depth of the God-inspired Scripture, they themselves knew its meaning, and made it clear to those who wish to learn. For neither did the difference of tongues produce a difference of doctrines.
κρουνοὶ γὰρ ἦσαν τῆς τοῦ θείου Πνεύματος χάριτος, ἐκ μιᾶς πηγῆς τὸ νᾶμα δεχόμενοι.
For they were fountains of the grace of the divine Spirit, receiving the stream from one source.