ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΡΟΥ ΦΙΛΟΘΕΟΣ ΙΣΤΟΡΙΑ Η ΑΣΚΗΤΙΚΗ ΠΟΛΙΤΕΙΑ ΠΡΟΛΟΓΟΣ Τῶν ἀρίστων ἀνδρῶν καὶ τῆς ἀρετῆς ἀθλητῶν καλὸν μὲν ἰδεῖν τοὺς ἀγῶνας καὶ τοῖς ὀφθαλμοῖς τὴν ὠφέλειαν ἀρύσασθαι. Ὁρώμενα γὰρ τὰ ἐπαινούμενα ἀξιόκτητά τε φαίνεται καὶ ἀξιέραστα γίνεται, καὶ πρὸς τὴν κτῆσιν ἐπείγει τοὺς θεατάς. Φέρει δὲ ὅμως ὄνησιν οὐ μετρίαν τῶν τοιούτων κατορθωμάτων καὶ τὰ διηγήματα, παρὰ τῶν εἰδότων ταῖς τῶν οὐκ εἰδότων ἀκοαῖς προσφερόμενα. Πιστοτέραν μὲν γὰρ τῆς ἀκοῆς εἶναι τὴν ὄψιν φασί τινες· πείθεται δὲ ὅμως καὶ ἀκοὴ τῇ τῶν λεγόντων ἀληθείᾳ κρίνουσα τὰ λεγόμενα. Καθάπερ γὰρ γλυκύτητι καὶ πικρότητι καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ποιότησι γλῶττά τε καὶ ὑπερῴα δικάζειν πεπίστευται καὶ κατὰ ταὐτὸν τὴν ψῆφον ἐκφέρουσιν, οὕτως ἀκοὴ τὴν τῶν λόγων ἐνεχειρίσθη διάγνωσιν, καὶ τοὺς ὄνησίν τινα φέροντας τῶν βλαβερῶν ἀποκρίνειν ἐπίσταται. Εἰ μὲν οὖν ἄσυλος ἔμενε τῶν ὀνησιφόρων διηγημάτων ἡ μνήμη, καὶ μὴ τῆς λήθης ἡ λώβη οἷόν τις ἀχλὺς ἐπιπαττομένη ἐξίτηλον αὐτὴν ἀπειργάζετο, περιττὸν ἦν δήπουθεν καὶ παρέλκον λογογραφεῖν τὰ τοιαῦτα, τῆς ἐντεῦθεν ὠφελείας καὶ εἰς τοὺς ὕστερον ἐσομένους εὐπετῶς μάλα διαβαινούσης. Ἐπειδὴ δὲ ὁ χρόνος λωβᾶται μὲν σώμασι γῆρας ἐπιφέρων καὶ θάνατον, λωβᾶται δὲ κατορθώμασι λήθην ἐμποιῶν καὶ τὴν μνήμην ἀμβλύνων, οὐκ ἄν τις ἡμῖν εἰκότως νεμεσήσειε τῶν φιλοθέων ἀνδρῶν τὴν πολιτείαν συγγράφειν ἐπιχει ροῦσιν.
THEODORETUS, BISHOP OF CYRRHUS, THE LOVER OF GOD: HISTORY, OR THE ASCETIC LIFE. PROLOGUE. It is a fine thing to behold the contests of the best of men and the athletes of virtue, and to draw profit through the eyes. For things that are praised, when seen, appear worth acquiring and become worthy of love, and they urge the spectators on to acquisition. Yet the narratives of such achievements also bring no small benefit, when offered by those who know them to the ears of those who do not. For some say that sight is more trustworthy than hearing; yet hearing too is persuaded by the truthfulness of those who speak, judging what is said. For just as the tongue and the palate have been entrusted to judge sweetness and bitterness and the other such qualities, and they deliver their vote accordingly, so hearing has been entrusted with the discernment of words, and it knows how to separate those that bring some benefit from those that are harmful. If, then, the memory of beneficial narratives remained unassailed, and the outrage of forgetfulness did not, like some mist settling upon it, render it faded away, it would surely be superfluous and irrelevant to write such things down, since the benefit derived from them would pass very easily even to those who come later. But since time outrages bodies by bringing old age and death, and outrages achievements by producing forgetfulness and blunting memory, no one could reasonably be indignant with us for undertaking to write down the way of life of these God-loving men.
Ὥσπερ γὰρ οἱ τὰ σώματα θεραπεύειν πεπιστευμένοι φάρμακα κατασκευάζουσι, τῇ νόσῳ πολεμοῦντες καὶ τοῖς κάμνουσιν ἐπαμύνοντες, οὕτως ἡ τῆς τοιᾶσδε συγγραφῆς φιλοπονία, οἷόν τι φάρμακον ἀλεξίκακον γίνεται, λήθης ἐπίβουλον καὶ μνήμης ἐπίκουρον. Πῶς γὰρ οὐκ ἄτοπον, ποιητὰς μὲν καὶ συγγραφέας τὰς ἐν πολέμοις ἀνδραγαθίας συγγράψαι, τραγῳδοποιοὺς δὲ τὰς καλῶς κεκρυμμένας συμφορὰς προφανῶς τραγῳδῆσαι καὶ τούτων ἀνάγραπτον τὴν μνήμην καταλιπεῖν, ἄλλους δέ τινας εἰς κωμῳδίαν καὶ γέλωτα καταναλῶσαι τοὺς λόγους, ἡμᾶς δὲ περιϊδεῖν λήθῃ παραδιδομένους ἄνδρας ἐν σώματι θνητῷ τε καὶ παθητῷ ἀπάθειαν ἐπιδεδειγμένους καὶ τὴν ἀσώματον φύσιν ἐζηλωκότας; Ποίαν δὲ οὐκ ἂν δικαίως τίσαιμεν δίκην τῶν ἀξιαγάστων τούτων ἀγώνων περιορῶντες ἀμαυρουμένην τὴν μνήμην; Εἰ γὰρ αὐτοὶ τῶν πάλαι γεγενημένων ἁγίων τὴν ἄκραν φιλοσοφίαν ζηλώσαντες, οὐ χαλκῷ καὶ γράμμασι τὴν ἐκείνων ἐνεκόλαψαν μνήμην, ἀλλὰ πᾶσαν αὐτῶν τὴν ἀρετὴν ἐκμαξάμενοι, οἷόν τινας εἰκόνας αὐτῶν ἐμψύχους καὶ στήλας σφᾶς αὐτοὺς πεποιήκασι, ποίας ἂν ἡμεῖς τύχοιμεν εἰκότως συγγνώμης, μηδὲ γράμμασι τὸν ἀοίδιμον τούτων γεραίροντες βίον; Καὶ ταῦτα τῶν ἐν Ὀλυμπιάσιν ἀγωνιζομένων ἀθλητῶν τε καὶ παγκρατιαστῶν εἰκόσι τιμωμένων καὶ μέντοι κἀν ταῖς ἱπποδρομίαις τῶν νικηφόρων ἀναφαινομένων ἡνιόχων τοῦτο αὐτὸ δεχομένων τὸ γέρας.
For just as those who have been entrusted with the care of bodies prepare medicines, warring against disease and defending the sick, so the labor of such a writing as this becomes a kind of remedy against evil, plotting against forgetfulness and aiding memory. For how is it not absurd that poets and historians have written up the deeds of valor in wars, and tragedians have openly dramatized misfortunes that were well hidden and left behind a written record of their memory, and others have spent their words on comedy and laughter, while we look on while men are handed over to forgetfulness—men who in a mortal and passible body have displayed impassibility and have emulated the incorporeal nature? And what penalty would we not justly pay for overlooking the memory of these admirable contests being obscured? For if they themselves, having emulated the supreme philosophy of the saints who lived long ago, did not engrave their memory in bronze and letters, but having molded all their virtue, made themselves, as it were, living images and pillars of them, what forgiveness would we reasonably obtain, if we do not honor their celebrated life even with letters? And this, when athletes and pancratiasts who compete in the Olympiads are honored with images, and indeed in horse races the victorious charioteers receive this very same prize.
Οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ γυναικώδεις ἄνδρας καὶ θηλυδρίας καὶ ἀμφιβόλους εἴτε ἄνδρες εἶεν εἴτε γυναῖκες, οἱ τῆς τούτων θεωρίας φιλοθεάμονες ταῖς σανίσιν ἐγγράφουσιν, ἐπὶ πλεῖστον αὐτῶν τὴν μνήμην διαρκέσαι φιλονεικοῦντες, καίτοι τῆς μνήμης λώβην ταῖς ψυχαῖς, οὐκ ὄνησιν ἐμποιούσης· ἀλλ' ὅμως οἱ μὲν τούτων ἐρῶντες τούτους, οἱ δὲ ἐκείνων ἐκείνους, καὶ ταῦτα λυμαίνοντας,
τῇ ζωγραφίᾳ γεραίρουσιν. Καὶ ἐπειδὴ θνητὴν οὖσαν ὁ θάνατος τὴν φύσιν ληΐζεται, χρώματα κεραννύντες καὶ τὰ ἐκείνων ταῖς σανίσιν ἐντιθέντες ἰνδάλματα, πολλῷ τῆς ζωῆς μακροτέραν γενέσθαι τὴν μνήμην σοφίζονται. Ἡμεῖς δὲ βίον μὲν συγγράφομεν φιλοσοφίας διδάσκαλον καὶ τὴν ἐν οὐρανοῖς πολιτείαν ἐζηλωκότα· ζωγραφοῦμεν δὲ οὐ τῶν σωμάτων τοὺς χαρακτῆρας, οὐδὲ τὰ τούτων ἐκτυπώματα τοῖς ἀγνοοῦσιν ἐπιδείκνυμεν, ἀλλὰ τῶν ἀοράτων ψυχῶν τὰς ἰδέας σκιογραφοῦμεν, καὶ πολέμους ἀθεάτους καὶ συμπλοκὰς ἀφανεῖς ἐπιδείκνυμεν. Τοιαύτην γὰρ αὐτοῖς καὶ τὴν παντευχίαν ὁ τῆς φάλαγγος αὐτῶν στρατηγὸς καὶ πρόμαχος περιτέθηκε Παῦλος· "Ἀναλάβετε γάρ, φησι, τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι". Καὶ πάλιν·
Not only these, but also womanish men and effeminates and those of doubtful sex, whether they be men or women, those who love spectacles inscribe on their tablets, striving eagerly that the memory of them may endure as long as possible, although the memory produces a blemish on their souls, not a benefit. Nevertheless, those who love these honor these, and those who love those honor those, and this even though they corrupt them, with their painting. And since death despoils a nature that is mortal, by mixing colors and placing their images on tablets, they contrive that the memory become far longer than the life. But we write the life of a teacher of philosophy, one who has emulated the citizenship in the heavens; and we paint not the features of bodies, nor do we display their impressions to the ignorant, but we sketch in shadow the forms of invisible souls, and we display unseen wars and invisible combats. For such a full armor did Paul, the general and champion of their phalanx, put upon them: "Take up," he says, "the full armor of God, so that you may be able to withstand in the evil day, and having accomplished all things, to stand." And again:
"Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλα βόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ." Ταύτην αὐτοὺς τὴν πανοπλίαν ἐνδύσας εἰς τοὺς ἀγῶνας εἰσήγαγεν. Τοιαύτη γὰρ καὶ τῶν πολεμίων ἡ φύσις, ἀσώματος, ἀόρατος, ἀφανῶς ἐπιοῦσα, κρύβδην ἐπιβουλεύουσα, λοχῶσα καὶ ἐξαπιναίως προσβάλλουσα. Καὶ τοῦτο διδάσκων αὐτὸς οὗτος ὁ στρατηγὸς ἔλεγεν· "Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμο κράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις." Ἀλλ' ὅμως καὶ τοιούτους ἔχουσα τοὺς ἀντιπάλους ἡ τῶν ἁγίων τούτων συμμορία, μᾶλλον δὲ τούτων ἕκαστος ὑπὸ τοσούτων καὶ τοιούτων πολεμίων κυκλούμενος–οὔτε γὰρ κοινῇ πᾶσιν ἐπῄεσαν, ἀλλὰ νῦν μὲν τούτῳ, νῦν δὲ ἐκείνῳ προσέβαλλον–οὕτω λαμπρὰν ἀνεδήσαντο νίκην ὡς τοὺς μὲν ἀντιπάλους δραπετεῦσαι, τούτους δὲ κατὰ κράτος διῶξαι, καὶ τρόπαιον ἐγεῖραι μηδενὸς ἐμποδὼν γενομένου. Παρεῖχε δὲ αὐτοῖς τὴν νίκην οὐχ ἡ φύσις–θνητὴ γὰρ αὕτη, καὶ παθῶν μυρίων ἀνάπλεως–, ἀλλ' ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη.
Stand therefore, having girded your waist in truth, and having put on the breastplate of righteousness, and having shod your feet with the readiness of the gospel of peace, and above all having taken up the shield of faith, with which you will be able to quench all the fiery darts of the evil one, and to receive the helmet of salvation, and the sword of the Spirit, which is the word of God. Having clothed them with this panoply, he led them into the contests. For such is also the nature of the enemies: incorporeal, invisible, attacking unseen, plotting in secret, lying in ambush and assailing suddenly. And teaching this, this same general himself said: For our wrestling is not against blood and flesh, but against the principalities, against the powers, against the world-rulers of this darkness of this age, against the spiritual forces of wickedness in the heavenly places. But nevertheless, even though this company of these saints had such adversaries—or rather, each one of them was surrounded by so many and such enemies—for they did not attack all in common, but now assailed this one, now that one—they wove for themselves so brilliant a victory that the adversaries fled, and these pursued them with might, and raised a trophy with no one standing in the way. And it was not nature that gave them the victory—for this is mortal, and filled with countless passions—but the will, drawing to itself the divine grace.
Ἐρασταὶ γὰρ θερμοὶ τοῦ θείου κάλλους γενόμενοι, καὶ ἀσπασίως ἅπαντα καὶ δρᾶσαι καὶ παθεῖν ὑπὲρ τοῦ ἐρωμένου ἑλόμενοι, ἤνεγκαν μὲν γενναίως τὴν τῶν παθῶν ἐπανάστασιν, ἀπεκρούσαντο δὲ καρτερῶς τῶν τοῦ διαβόλου βελῶν τὰς νιφάδας, καὶ ἀποστολικῶς εἰπεῖν, τὸ σῶμα πιέσαντες καὶ δουλαγωγήσαντες τὰς μὲν τοῦ θυμοῦ φλεγμονὰς κατεπράϋναν, τῶν ἐπιθυμιῶν δὲ τὸ λυσσῶδες ἡσυχίαν ἄγειν ἠνάγκασαν. Ἀπαστίᾳ δὲ καὶ χαμευνίᾳ οὕτω τὰ πάθη κοιμήσαντες καὶ τὰ τούτων σκιρτήματα καταπαύσαντες, σπείσασθαι τὸ σῶμα πρὸς τὴν ψυχὴν κατηνάγκασαν, καὶ τὸν ἔμφυτον τούτων κατέλυσαν πόλεμον. Οὕτω δὲ αὐτοῖς τὴν εἰρήνην βραβεύσαντες, ἅπαν τῶν ἐναντίων τὸ στῖφος ἐξήλασαν. Τοὺς γὰρ τὰ ἔνδον προϊεμένους λογισμοὺς οὐκ ἔχοντες καὶ τῆς τῶν ἀνθρωπίνων μελῶν συνεργίας ἐστερημένοι, πολεμεῖν οὐκ ἠδύναντο. Βέλεσι γὰρ καθ' ἡμῶν ὁ διάβολος τοῖς ἡμετέροις μέλεσι κέχρηται. Ὀφθαλμῶν γὰρ μὴ δελεαζομένων, μηδὲ ἀκοῶν καταθελγομένων, μηδὲ γαργαλιζομένης ἁφῆς, μηδὲ τοῦ νοῦ τὰ πονηρὰ δεχομένου βουλεύματα, μάταιος τοῖς ἐπι βουλεύουσιν ἡ σπουδή. Ὥσπερ γὰρ πόλιν ἐφ' ὕψους ᾠκοδομημένην καὶ περιβόλοις ὀχυροῖς περιτετειχισμένην καὶ φάραγξι βαθείαις πάντοθεν κυκλουμένην, οὐκ ἄν τις ἕλοι πολέμιος, μή τινος τῶν ἔνδον προϊεμένου καὶ πυλίδας τινὰς ὑπανοίγοντος, οὕτως ἀδύνατον τοῖς ἔξωθεν πολεμοῦσι δαίμοσι τῆς ὑπὸ τῆς θείας χάριτος κυκλουμένης περιγενέσθαι ψυχῆς, εἰ μή τινος λογισμοῦ ῥᾳστώνη πυλίδα τινὰ τῶν ἐν ἡμῖν αἰσθητηρίων ἀνοίξειε καὶ ταύτης εἴσω τὸν πολέμιον δέξαιτο. Ταῦτα σαφῶς ὑπὸ τῆς
For having become fervent lovers of the divine beauty, and having gladly chosen both to do and to suffer all things for the sake of the beloved, they bore nobly the uprising of the passions, and stoutly beat back the showers of the devil's arrows, and, to speak in the apostolic manner, having pressed down the body and brought it into subjection, they calmed the inflammations of anger, and compelled the madness of the desires to keep quiet. And by fasting and sleeping on the ground they so put the passions to sleep and stopped their leaping, that they compelled the body to make peace with the soul, and abolished the innate war between them. And having thus arbitrated peace for themselves, they drove out the whole troop of the adversaries. For since they did not have the thoughts that betray what is within, and were deprived of the cooperation of the human members, they could not wage war. For the devil uses our own members as arrows against us. For when the eyes are not enticed, nor the ears charmed, nor the touch titillated, nor the mind receiving evil counsels, the zeal of those who plot is vain. For just as no enemy could capture a city built on a height and walled around with strong ramparts and encircled on every side by deep ravines, unless someone within should betray it and open some little gates, so it is impossible for the demons who war from outside to prevail over a soul encircled by divine grace, unless some ease of thought should open a little gate of one of the senses within us and receive the enemy inside it. These things clearly by the
θείας πεπαιδευμένοι γραφῆς οἱ παρ' ἡμῶν εὐφημούμενοι καὶ ἀκούσαντες τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος ὡς "ἀνέβη θάνατος διὰ τῶν θυρίδων", οἷόν τισι μοχλοῖς καὶ κλείθροις, τοῖς θείοις νόμοις τὰ αἰσθητήρια κλείσαντες, τῷ νῷ τὰς τούτων ἐνεχείρισαν κλεῖς· καὶ οὔτε γλῶττα ἀνεῴγνυ τὰ χείλη, τοῦ νοῦ μὴ κελεύοντος, οὔτε κόρη μὴ ἐπιτρεπομένη προ κύπτειν τῶν βλεφάρων ἠνείχετο· ἀκοὴ δὲ βλεφάροις ἢ χείλεσιν ἀποτειχίσαι μὴ δυναμένη τὴν εἴσοδον, τοὺς ἀνονήτους ἀπεωθεῖτο τῶν λόγων, κἀκείνους μόνους ἐδέχετο, οἷς ὁ νοῦς ἐπετέρπετο. Οὕτω τὴν ὄσφρησιν ἐπαίδευσαν μὴ τὰ εὐώδη ποθεῖν, ἅτε δὴ χαυνοῦν καὶ χαλᾶν πεφυκότα. Οὕτω τῆς γαστρὸς τὸν κόρον ἐξήλασαν καὶ τοιαῦτα λαμβάνειν ἐδίδαξαν οἷα οὐχ ἡδονήν, ἀλλὰ χρείαν ἐπλήρου, καὶ ταῦτα τοσαῦτα ὅσα τὸν ἐκ λιμοῦ κωλύειν ἠδύνατο θάνατον. Οὕτω τὴν γλυκεῖαν τοῦ ὕπνου τυραννίδα κατέλυσαν καί, τὰ βλέφαρα τῆς τούτου δουλείας ἐλευθερώσαντες, κρατεῖν ἀντὶ τοῦ δουλεύειν ἐπαίδευσαν καὶ δέχεσθαι τὴν παρ' αὐτοῦ χρείαν, οὐχ ὅταν αὐτὸς ἐπίῃ, ἀλλ' ὅταν αὐτοὶ καλῶσιν εἰς βραχεῖαν ἐπικουρίαν τῆς φύσεως. Οὕτω τοιγαροῦν τῆς τῶν τειχῶν καὶ τῶν πυλῶν φρον τίσαντες φυλακῆς καὶ τοῖς ἔνδον λογισμοῖς τὴν ὁμόνοιαν πρυτανεύσαντες, τοὺς ἔξωθεν ἐπιόντας ἀντιπάλους ἐγέλων, ἐπεισιέναι μὲν βίᾳ διὰ τὴν τῆς θείας χάριτος οὐ δυναμένους ἀσφάλειαν, οὐδένα δὲ προδότην εὑρίσκοντας εἰσδέχεσθαι τοὺς δυσμενεῖς προαιρούμενον· καὶ τὴν φύσιν ἀόρατον ἔχοντες οἱ πολέμιοι, σώματος ὁρωμένου καὶ ταῖς τῆς φύσεως ἀνάγκαις ὑποκειμένου, κρατεῖν οὐκ ἠδύναντο.
Those of whom we sing the praises, having been educated in the divine Scripture and having heard God saying through the prophet, "Death has come up through the windows," closed the senses with the divine laws as with bars and bolts, and entrusted their keys to the mind. Neither did the tongue open the lips unless the mind commanded, nor did the pupil, when not permitted, venture to steal forth from beneath the eyelids. Hearing, unable to wall off its entrance with eyelids or lips, drove away useless words and received only those in which the mind took delight. Thus they trained the sense of smell not to long for fragrant things, inasmuch as it is naturally prone to slacken and relax. Thus they drove out the surfeit of the belly and taught it to take such things as fulfilled not pleasure but need, and only as much as could ward off death from hunger. Thus they overthrew the sweet tyranny of sleep and, freeing the eyelids from slavery to it, taught them to rule instead of to serve, and to accept the need that comes from it not whenever it comes of itself, but whenever they themselves call it for a brief relief of nature. Therefore, having thus taken thought for the guarding of the walls and gates and having established concord among the thoughts within, they laughed at the adversaries attacking from outside, who could not enter by force because of the security of divine grace, and found no traitor choosing to welcome the enemies in. And since the enemies had a nature invisible, while the body is visible and subject to the necessities of nature, they could not prevail.
Ὁ γὰρ ἡνίοχος τούτου, καὶ μουσικὸς, καὶ κυβερνήτης, ἄριστα μὲν κατέχων τὰς ἡνίας ἐν τάξει φέρεσθαι τοὺς ἵππους ἀνέπεισε· ἐν ῥυθμῷ δὲ τὰς τῶν αἰσθητηρίων πλήττων χορδὰς τὴν παναρμόνιον ἠχὴν ἀποτελεῖν παρεσκεύασεν· ἐπιστημόνως δὲ κινῶν τὰ πηδάλια, καὶ τῶν κυμάτων τὴν προσβολὴν καὶ τὴν τῶν πνευμάτων διέλυσεν ἐμβολήν. Τούτους τοίνυν τοὺς διὰ πόνων μυρίων τὸν βίον ὁδεύσαντας, ἱδρῶσι δὲ καὶ ταλαιπωρίαις τὸ σῶμα δαμάσαντας, καὶ γέλωτος μὲν τὸ πάθος ἀγνοήσαντας, ἐν κλαυθμῷ δὲ καὶ δάκρυσιν ἅπαντα τὸν βίον δαπανήσαντας, καὶ τροφὴν μὲν συβαριτικὴν τὴν ἀσιτίαν νομίσαντας, ὕπνον δὲ ἥδιστον τὴν ἐπίπονον ἀγρυπνίαν, στρωμνὴν δὲ μαλακὴν τὴν τοῦ ἐδάφους ἀντιτυπίαν, ἡδονὴν δὲ ἄμετρόν τε καὶ ἄπληστον, τὴν ἐν προσευχαῖς καὶ ψαλμῳδίαις διατριβήν, τούτους τοὺς πᾶν εἶδος ἀρετῆς συνειληχότας τίς οὐκ ἂν εἰκότως θαυμάσειεν; μᾶλλον δὲ τίς ἂν πρὸς ἀξίαν εὐφημήσειεν; Οἶδα μὲν οὖν κἀγὼ σαφῶς ὡς τῆς τούτων ἀρετῆς οὐδεὶς ἂν ἐφίκοιτο λόγος· ἐγχειρητέον δὲ ὅμως· οὐ γὰρ ἂν καλῶς ἔχοι, εἰ ὅτι τελέως ἄνδρες ἐγένοντο φιλοσοφίας τῆς ἀληθοῦς ἐρασταὶ διὰ τοῦτο μηδὲ μειόνων τύχοιεν ἐπαίνων. Γράψομεν δὲ τὴν εὐφημίαν οὐ κοινῇ πᾶσι μίαν· διάφορα γὰρ αὐτοῖς θεόθεν ἐδόθη χαρίσματα, καὶ τοῦτο διδάσκων ὁ μακάριος ἔλεγε Παῦλος· "Ὧι μὲν διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ γένη γλωττῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωττῶν". Καὶ δεικνὺς τὴν τούτων ἁπάντων πηγὴν ἐπήγαγεν·
For his charioteer, musician, and helmsman, by holding the reins excellently, persuaded the horses to move in order; and by striking the strings of the senses in rhythm, he prepared them to produce a harmonious sound; and by skillfully moving the rudders, he dissolved both the assault of the waves and the impact of the winds. These men, then, who journeyed through life by countless toils, who subdued the body by sweat and hardships, who were ignorant of passion through laughter, who spent their whole life in weeping and tears, who considered fasting a Sybaritic feast, painful wakefulness the sweetest sleep, the hardness of the ground a soft bed, and unmeasured and insatiable pleasure the spending of time in prayers and psalmody—these men who have obtained every form of virtue, who would not reasonably marvel at? Or rather, who could praise them worthily? I know clearly, then, that no speech could reach the height of their virtue; nevertheless, it must be attempted; for it would not be right if, because these men became perfect lovers of true philosophy, they should for that reason receive even lesser praises. We shall write their praise not as one common to all; for different gifts were given to them from God, and teaching this, the blessed Paul said: "To one is given through the Spirit a word of wisdom, to another a word of knowledge according to the same Spirit, to another gifts of healings in the same Spirit, to another workings of powers, to another prophecy, to another kinds of tongues, to another interpretation of tongues." And showing the source of all these, he added:
"Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται." Ἐπειδὴ τοίνυν διαφόρων τετυχήκασι δωρεῶν, εἰκότως ἰδίᾳ ἑκάστου ποιησόμεθα τὸ διήγημα, οὐχ ἅπαντα διεξιόντες τὰ πεπολιτευμένα–εἰς γὰρ τὴν τοιαύτην συγγραφὴν οὐδὲ ἅπας ἂν ὁ βίος ἀρκέσειεν–, ἀλλ' ὀλίγα τῶν ἑκάστῳ βεβιωμένων ἢ πεπραγμένων διηγησάμενοι, καὶ διὰ τῶν ὀλίγων τοῦ παντὸς βίου τὸν χαρακτῆρα παραδείξαντες, ἐφ' ἕτερον βαδιούμεθα. Οὐδὲ πάντων δὲ τῶν πανταχοῦ διαπρεψάντων ἁγίων τὴν πολιτείαν ἱστορίᾳ παραδοῦναι πειρασόμεθα· οὔτε γὰρ ἴσμεν τοὺς πανταχοῦ διαλάμψαντας, οὔτε δυνατὸν ἅπαντας ὑφ' ἑνὸς
συγγραφῆναι. Μόνων τοίνυν τῶν κατὰ τὴν ἕω φωστήρων δίκην ἀναφανέντων, καὶ ταῖς ἀκτῖσι τὰ τῆς οἰκουμένης τέρματα κατειληφότων, ἀναγράψω τὸν βίον. Ἀφηγηματικῶς δὲ ὁ λόγος προβήσεται, οὐ νόμοις ἐγκωμίων χρώμενος, ἀλλ' ὀλίγων τινῶν ἀτεχνῶς ποιούμενος τὴν διήγησιν. Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τῇδε τῇ φιλοθέῳ ἱστορίᾳ ἢ ἀσκητικῇ πολιτείᾳ–ὡς γὰρ βούλεταί τις καλείτω τὸ σύγγραμμα–μὴ ἀπιστεῖν τοῖς λεγομένοις, εἴ τι ὑπὲρ τὴν ἑαυτῶν ἀκούοιεν δύναμιν, μηδὲ σφίσιν αὐτοῖς τὴν ἐκείνων μετρεῖν ἀρετήν, ἀλλ' εἰδέναι σαφῶς ὡς ταῖς τῶν εὐσεβῶν γνώμαις μετρεῖν εἴωθεν ὁ θεὸς τοῦ παναγίου πνεύματος τὰ χαρίσματα, καὶ ταῖς τελειοτέραις τὰ μείζονα δίδωσιν. Ταῦτα δέ μοι πρὸς τοὺς οὐ λίαν ἀκριβῶς τὰ θεῖα μεμυημένους εἰρήσθω· οἱ γὰρ μύσται τῶν ἀδύτων τοῦ πνεύματος ἴσασι τὰς φιλοτιμίας τοῦ πνεύματος καὶ οἷα δι' ἀνθρώπων ἐν ἀνθρώποις θαυματουργεῖ, τῇ τῶν τεράτων μεγαλουργίᾳ τοὺς ἀπίστους εἰς θεογνωσίαν ἐφελκόμενον.
All these things the one and the same Spirit works, distributing to each individually as it wills. Since, then, they have obtained different gifts, it is fitting that we make the narrative of each individually, not going through all the deeds of their public life—for not even an entire lifetime would suffice for such a composition—but after recounting a few of the things each lived or did, and through these few displaying the character of the whole life, we shall proceed to another. Nor shall we attempt to hand down in history the manner of life of all the saints who shone everywhere; for neither do we know those who shone in every place, nor is it possible for all to be written up by one man. Therefore I shall record the life only of those who appeared like luminaries in the East, and with their rays reached the ends of the inhabited world. The account will proceed in narrative form, not using the rules of encomium, but making the narration of a few things quite simply. I ask those who will encounter this God-loving history or ascetic manner of life—for let each call the work as he wishes—not to disbelieve what is said, if they should hear anything beyond their own capacity, nor to measure the virtue of those men by themselves, but to know clearly that God is accustomed to measure the graces of the all-holy Spirit by the dispositions of the pious, and gives greater things to the more perfect. Let this be said by me to those not very accurately initiated in divine matters; for the initiates of the Spirit's inner sanctuaries know the Spirit's bounties and what wonders it works through men among men, drawing unbelievers to the knowledge of God by the grandeur of its miracles.
Ὁ δὲ τοῖς παρ' ἡμῶν ῥηθησομένοις ἀπιστήσων, εὔδηλον ὡς οὐδὲ τοῖς διὰ Μωϋσέως καὶ Ἰησοῦ καὶ Ἠλία καὶ Ἐλισσαίου γεγενημένοις ὡς ἀληθέσι πιστεύει, μῦθον δὲ ἡγεῖται καὶ τὰς διὰ τῶν ἱερῶν ἀποστόλων γεγενημένας θαυματουργίας. Εἰ δὲ ἐκείνοις ἀλήθεια μαρτυρεῖ, ψεύδους ἐλεύθερα εἶναι πιστευέτω καὶ ταῦτα· ἡ γὰρ ἐν ἐκείνοις ἐνεργήσασα χάρις, αὕτη καὶ διὰ τούτων πεποίηκεν ἃ πεποίηκεν. Ἀέναος δὲ ἡ χάρις, καὶ τοὺς ἀξίους ἐκλεγομένη, οἷον διά τινων κρουνῶν ἀναβλύζει διὰ τούτων τῆς εὐεργεσίας τὰ νάματα. Τῶν δὲ λεχθησομένων ἐνίων μὲν αὐτόπτης ἐγενόμην ἐγώ· ὅσα δὲ μὴ τεθέαμαι, παρὰ τῶν ἐκείνους τεθεαμένων ἀκήκοα, ἀνδρῶν ἀρετῆς ἐραστῶν καὶ τῆς ἐκείνων θέας καὶ διδασκαλίας ἠξιωμένων· ἀξιόχρεως δὲ καὶ τὴν εὐαγγελικὴν συγγράφων διδασκαλίαν οὐ μόνον Ματθαῖος καὶ Ἰωάννης, οἱ μεγάλοι καὶ πρῶτοι τῶν εὐαγγελιστῶν, οἱ τῶν δεσποτικῶν θαυμάτων αὐτόπται, ἀλλὰ καὶ Λουκᾶς καὶ Μάρκος, οὓς οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, οὐ μόνον ἃ πέπονθέ τε καὶ δέδρακεν ὁ δεσπότης, ἀλλὰ καὶ ἃ διδάσκων διετέλεσεν, ἀκριβῶς ἐξεπαίδευσαν. Ἀλλ' ὅμως καὶ μὴ γεγενημένος αὐτόπτης ὁ μακάριος Λουκᾶς, τῆς συγγραφῆς ἀρξάμενος, περὶ τῶν πεπληροφορημένων πραγμάτων ποιεῖ σθαί φησι τὴν διήγησιν. Καὶ ἡμεῖς δὲ ἀκούοντες ὅτι οὐκ αὐτόπτης ἐγένετο τούτων αὐτῶν τῶν διηγημάτων, ἀλλὰ παρ' ἄλλων ταύτην τὴν διδασκαλίαν παρέλαβεν, οὐδὲν ἧττον αὐτῷ καὶ Μάρκῳ προσέχομεν ἢ Ματθαίῳ καὶ Ἰωάννῃ· ἀξιόχρεως γὰρ ἑκάτερος διηγούμενος, ἅτε δὴ παρὰ τῶν τεθεαμένων δεδιδαγμένος.
But whoever refuses to believe what we are about to relate clearly does not believe as true even the things that came to pass through Moses and Joshua and Elijah and Elisha, and regards as myth even the miracles wrought through the holy apostles. But if truth bears witness to those, let him believe that these too are free from falsehood; for the grace that worked in those men has also wrought through these the things it has wrought. Grace is ever-flowing, and choosing those who are worthy, it gushes forth the streams of beneficence through them as through so many fountains. Of the things that will be related, some I myself was an eyewitness of; but whatever I have not seen, I have heard from those who saw them, men who were lovers of virtue and were deemed worthy of the sight and teaching of those men. And worthy of credence too is he who wrote down the evangelical teaching—not only Matthew and John, the great and first of the evangelists, who were eyewitnesses of the Lord's miracles, but also Luke and Mark, whom those who were eyewitnesses and servants of the word from the beginning accurately instructed not only in what the Lord suffered and did, but also in what he continued to teach. Nevertheless, the blessed Luke, though he had not been an eyewitness, when he began his writing, says that he makes his narrative concerning the things that have been fulfilled. And we too, hearing that he was not an eyewitness of these very narratives, but received this teaching from others, pay no less attention to him and Mark than to Matthew and John; for each is worthy of credence in his narrative, inasmuch as he was taught by those who had seen.
Τοιγάρτοι καὶ ἡμεῖς τὰ μὲν ἐροῦμεν ὡς αὐτόπται, τὰ δὲ τοῖς αὐτόπταις διηγησαμένοις πεπιστευκότες, ἀνδράσι τὸν ἐκείνων βίον ἐζηλωκόσιν. Πλείονας δὲ περὶ τούτου δεδαπάνηκα λόγους, πεῖσαι βου λόμενος ὡς ἀληθῆ διηγήσομαι. Ἄρξομαι δὲ τῆς διηγήσεως ἔνθεν ἑλών. 1. ΙΑΚΩΒΟΣ Μωϋσῆς, ὁ θεῖος νομοθέτης, ὁ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας καὶ τὴν ἄνικμον ἔρημον ὕδασι κατακλύσας καὶ τὰ ἄλλα πάντα θαυματουργήσας, τῶν πάλαι γεγενημένων ἁγίων τὴν πολιτείαν συνέγραψεν, οὐ τῇ σοφίᾳ χρησάμενος, ἣν παρὰ τῶν Αἰγυπτίων παρέλαβεν, ἀλλὰ τῆς ἄνωθεν χάριτος τὴν αἴγλην δεξάμενος. Πόθεν γὰρ ἂν ἔμαθεν ἄλλοθεν τοῦ Ἄβελ τὴν ἀρετήν, καὶ τοῦ Ἐνὼχ τὸ φιλόθεον, καὶ τοῦ Νῶε τὸ δίκαιον, καὶ τὴν εὐσεβῆ τοῦ Μελχισεδὲκ ἱερωσύνην, καὶ τοῦ Ἀβραὰμ τὴν κλῆσιν, τὴν πίστιν, τὴν καρτερίαν, τὴν ἐπιμελῆ φιλοξενίαν, τὴν πολυθρύλητον τοῦ παιδὸς ἱερουργίαν, καὶ τὸν τῶν ἄλλων κατορθωμάτων κατάλογον καί, συντόμως εἰπεῖν, τῶν θεσπεσίων ἐκείνων ἀνδρῶν τοὺς ἀγῶνας, τὰς νίκας, τὰς ἀναρρήσεις, εἰ μὴ τοῦ νοεροῦ καὶ θείου πνεύματος τὰς ἀκτῖνας ἐδέξατο; Ταύτης ἐπὶ τοῦ παρόντος κἀμοὶ δεῖ τῆς
Therefore we too shall relate some things as eyewitnesses, and some things believing those who have narrated them to eyewitnesses, men who have emulated the life of those men. I have spent rather many words on this matter, wishing to persuade that I shall narrate the truth. I shall begin the narrative from this point. 1. JACOB. Moses, the divine lawgiver, who laid bare the bottom of the sea and flooded the waterless desert with waters and worked all the other wonders, wrote down the way of life of the saints who had lived long ago, not using the wisdom he received from the Egyptians, but receiving the radiance of grace from above. For from where else could he have learned the virtue of Abel, and the love of God of Enoch, and the righteousness of Noah, and the pious priesthood of Melchizedek, and the calling of Abraham, his faith, his endurance, his diligent hospitality, the much-celebrated sacrifice of his son, and the catalogue of his other achievements, and, to speak briefly, the contests, the victories, the proclamations of those inspired men, unless he had received the rays of the intelligent and divine Spirit? Of this I too have need at present
συνεργίας, τῶν ὀλίγον πρὸ ἡμῶν καὶ ἐφ' ἡμῶν διαλαμψάντων ἁγίων τὸν βίον πειρωμένῳ συγγράψαι, καὶ οἷόν τινα νομοθεσίαν τοῖς ζηλοῦν ἐθέλουσι βουλομένῳ προθεῖναι· τὰς τούτων τοίνυν προσευχὰς ἐπικλητέον καὶ τῆς διηγήσεως ἀρκτέον. Νίσιβίς ἐστι πόλις ἐν μεθορίῳ τῆς Ῥωμαίων καὶ Περσῶν βασιλείας, ἣ πάλαι Ῥωμαίοις ἐδασμοφόρει καὶ ὑπὸ τὴν τούτων ἡγεμονίαν ἐτέλει· ἐκ ταύτης ὁρμώμενος ὁ μέγας Ἰάκωβος τὸν ἐρημικὸν καὶ ἡσύχιον ἠσπάσατο βίον καί, τὰς τῶν ὑψηλοτάτων ὀρῶν καταλαβὼν κορυφάς, ἐν ἐκείναις διῆγεν, ἐν ἔαρι μὲν καὶ θέρει καὶ μετοπώρῳ ταῖς λόχμαις χρώμενος καὶ ὄροφον ἔχων τὸν οὐρανόν· τὸν δὲ τοῦ χειμῶνος καιρὸν ἄντρον αὐτὸν ὑπεδέχετο, σκέπην βραχεῖαν παρέχον. Τροφὴν δὲ εἶχεν, οὐ τὴν μετὰ πόνου σπειρομένην καὶ φυομένην, ἀλλὰ τὴν αὐτομάτως βλαστάνουσαν· τῶν γὰρ ἀγρίων δένδρων τοὺς αὐτοφυεῖς συλλέγων καρποὺς καὶ τῶν βοτανῶν τὰς ἐδωδίμους καὶ λαχανώδεις, ἐκ τούτων ἐδίδου τῷ σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα, τὴν τοῦ πυρὸς παραιτούμενος χρείαν. Περιττὴ δὲ ἦν αὐτῷ καὶ τῶν ἐρίων ἡ χρῆσις· αἱ γὰρ τραχύταται τῶν αἰγῶν τρίχες τὰ ἐκείνων ἐπλήρουν· ἐκ τούτων αὐτῷ καὶ χιτὼν ἐγίνετο, καὶ τὸ ἁπλοῦν περιβόλαιον.
It is fitting to call upon their prayers and begin the narrative, since I am attempting to write the life of the saints who shone forth a little before our time and in our time, and wishing to set before those who desire to emulate them, as it were, a kind of legislation. Nisibis is a city on the border between the Roman and Persian kingdoms, which long ago paid tribute to the Romans and was subject to their rule. Setting out from this city, the great Jacob embraced the eremitic and quiet life, and having reached the peaks of the highest mountains, he lived in those places, in spring and summer and autumn making use of the thickets and having heaven as his roof; but the winter season a cave received him, providing him with scant shelter. His food was not that which is sown and grown with toil, but that which springs up of its own accord; for gathering the self-grown fruits of the wild trees and the edible and vegetable-like plants, from these he gave the body what was sufficient for living, forgoing the use of fire. The use of wool was also superfluous for him; for the roughest hairs of goats fulfilled that need; from these both a tunic and a simple cloak were made for him.
Οὕτω τὸ σῶμα κατατρύχων, τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε τῇ ψυχῇ καί, τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων καὶ κάτοπτρον διαφανὲς τοῦ θείου κατασκευάζων πνεύματος, "ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον ἀπόστολον, τὴν δόξαν κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος". Ἐντεῦθεν ἡ πρὸς τὸν θεὸν αὐτῷ παρρησία καθ' ἑκάστην ηὔξετο τὴν ἡμέραν καί, αἰτῶν ἃ τὸν θεὸν αἰτεῖν ἔδει, παραυτίκα ἐλάμβανεν. Ἐντεῦθεν καὶ τὰ ἐσόμενα προφητικῶς προεώρα, καὶ δύναμιν εἰς θαυματουργίαν ἐκ τῆς τοῦ παναγίου πνεύματος ἐδέξατο χάριτος. Τούτων ὀλίγα διηγήσομαι καὶ τῆς ἀποστολικῆς αὐτοῦ λαμπηδόνος τοῖς ἀγνοοῦσι τὴν ἀκτῖνα γυμνώσω. Ἤκμαζε κατ' ἐκεῖνον τὸν καιρὸν ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία καὶ τὰ μὲν ἄψυχα ξόανα τὸ θεῖον σέβας ἐσφετερίζετο, ἡ δὲ τοῦ θεοῦ θεραπεία ὑπὸ τῶν πλείστων κατημελεῖτο· εὐκαταφρόνητοι δὲ ἦσαν οἱ κοινωνεῖν μὲν ἐκείνοις οὐκ ἐθέλοντες τῆς μέθης, ἀκριβῆ δέ, ἅτε δὴ καθεστηκότες, τὴν τῶν ὄντων διάκρισιν ἔχοντες καὶ τὴν μὲν τῶν εἰδώλων γελῶντες ἀσθένειαν, τὸν τῶν ὅλων δὲ προσκυνοῦντες δημιουργόν. Κατ' ἐκεῖνον τὸν καιρὸν τὴν Περσίδα κατέλαβε, τὰ φυτὰ τῆς εὐσεβείας ὀψόμενος καὶ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσοίσων.
Thus afflicting his body, he continually offered spiritual nourishment to his soul, and cleansing the eye of his understanding and making it a transparent mirror of the divine Spirit, "with unveiled face, according to the divine apostle, beholding as in a mirror the glory of the Lord, he was transformed into the same image from glory to glory, even as from the Lord the Spirit." Hence his boldness before God increased each day, and asking what he ought to ask of God, he immediately received it. Hence he also foresaw future things prophetically, and received power for working wonders from the grace of the all-holy Spirit. Of these things I shall recount a few and expose the ray of his apostolic splendor to those who do not know it. At that time the madness of men concerning idols was at its height, and lifeless carved images were usurping divine worship, while the service of God was neglected by most. Those who were not willing to share in that drunkenness but, as befitted sober men, had an accurate discernment of realities, laughing at the weakness of idols and worshiping the Creator of all things, were easily despised. At that time he set out for Persia, to see the plants of piety and to bring them the care that was fitting.
Πηγὴν δὲ αὐτοῦ τινα διϊόντος, κόραι τινὲς πλυνοῖς ἐφεστῶσαι καὶ ἱμάτια τοῖς ποσὶν ἀπορρύπτουσαι, οὐδὲ τοῦ σχήματος τὸ καινοπρεπὲς κατῃδέσθησαν, ἀλλὰ τὴν αἰδὼ ῥίψασαι, ἀπηρυθριασμένῳ προσώπῳ καὶ ἀναιδέσιν ὀφθαλμοῖς τὸν θεῖον ἄνθρωπον ἐθεώρουν, οὔτε τὰς κεφαλὰς συγκαλύπτουσαι, οὔτε τὰ ἀνεζωσμένα χαλῶσαι ἱμάτια. Τοῦτο δυσχεράνας ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ δεῖξαι τοῦ θεοῦ τὴν δύναμιν εἰς καιρὸν ἐθελήσας, ἵνα τῇ θαυματουργίᾳ τῆς ἀσεβείας ἐλευθερώσῃ, ἐπηράσατο μὲν τῇ πηγῇ, καὶ φροῦδον παραυτίκα τὸ ῥεῖθρον ἐγένετο· ἐπηράσατο δὲ ταῖς μείραξι, καὶ τὴν ἀναίσχυντον αὐτῶν νεότητα προώρῳ ἐκόλασε πολιᾷ· καὶ εἵπετο τῷ λόγῳ τὸ ἔργον, καὶ τὸ μέλαν τῶν τριχῶν ἐνηλλάττετο καὶ ἐῴκεσαν νεοφύτοις δένδρεσιν ἐν ἔαρι μετοπωρινὰ φύλλα περικειμένοις. Οὕτως αἰσθόμεναι τῆς τιμωρίας–τῆς τε γὰρ πηγῆς ἀπέδρα τὰ νάματα, καὶ τὰς ἀλλήλων θεώμεναι κεφαλὰς ἑώρων τὴν ἀθρόαν ἐκείνην μεταβολήν–, ἔδραμον εἰς τὴν πόλιν τὸ συμβὰν ἀπαγγε λοῦσαι. Οἱ δὲ δραμόντες καὶ τὸν μέγαν καταλαβόντες Ἰάκωβον, ἱκέτευον χαλάσαι τὴν ὀργὴν καὶ λῦσαι τὴν τιμωρίαν. Ὁ δὲ μηδὲ βραχὺ μελλήσας, προσέφερε μὲν τῷ δεσπότῃ τὴν ἱκετείαν, ἐκέλευσε δὲ πάλιν ἀναβλύσαι τὰ νάματα· τὰ δὲ
As he was passing by a certain spring of his, some girls who were standing at the washing places and rinsing clothes with their feet did not even feel shame at the strangeness of his appearance, but throwing off modesty, with shameless face and impudent eyes they stared at the man of God, neither covering their heads nor loosening their girded garments. The man of God, vexed at this and wishing to show the power of God at the opportune moment, so that by the miracle he might free them from their impiety, cursed the spring, and the stream immediately vanished; and he cursed the girls, and punished their shameless youth with premature gray hair. The deed followed the word, and the black of their hair was changed, and they resembled young trees in spring clothed with autumn leaves. Thus perceiving the punishment—for the waters of the spring had fled, and looking at one another's heads they saw that sudden change—they ran to the city to report what had happened. Those who ran and found the great James implored him to relax his anger and release them from the punishment. He, without delaying even a little, offered the supplication to the Master, and commanded the waters to gush forth again; and they
παραυτίκα πάλιν ἐκ τῶν οἰκείων ἀνεφαίνετο ταμιείων, τοῖς τοῦ δικαίου μετοχετευόμενα νεύμασιν. Οἱ δὲ τούτου τετυχηκότες, καὶ τοῖς πλοκάμοις τῶν θυγατέρων τὴν προτέραν ἠντιβόλουν χρόαν ἀποδοθῆναι. Τὸν δὲ εἶξαι μὲν καὶ τοῦτό φασιν, ἐπιζητῆσαι δὲ τὰς κόρας, τὰς τὴν παιδείαν ἐκείνην δεξαμένας καί, ἐπειδὴ οὐκ ἀφίκοντο, ἐᾶσαι τὴν τιμωρίαν, δίδαγμα σωφροσύνης καὶ εὐκοσμίας ὑπόθεσιν καὶ τῆς θείας δυνάμεως ὑπόμνημα διηνεκές τε καὶ ἐναργές. Τοιοῦτον τοῦ νέου τούτου Μωϋσέως τὸ θαῦμα, οὐ πληγῇ ῥάβδου γενόμενον, ἀλλὰ τῷ τοῦ σταυροῦ σημείῳ δεξάμενον τὴν ἐνέργειαν. Ἐγὼ δὲ πρὸς τῇ θαυματουργίᾳ κομιδῇ θαυμάζω καὶ τὴν πρᾳότητα. Οὐδὲ γὰρ ὡς ὁ μέγας Ἐλισσαῖος ἄρκοις ὠμοβόροις τὰς ἀναιδεῖς ἐκείνας παρέδωκε κόρας, ἀλλ' ἀβλαβεῖ τινι παιδείᾳ καὶ σμικρὰν ἀκοσμίαν ἐχούσῃ χρησάμενος, εὐσέβειαν ὁμοῦ καὶ εὐκοσμίαν ἐδίδαξεν. Καὶ ταῦτα ἔφην, οὐκ ἀπήνειαν τοῦ προφήτου κατηγορῶν –μὴ οὕτω μανείην–, ἀλλὰ δεικνὺς ὡς ἐκείνην ἔχων τὴν δύναμιν, τῇ τοῦ Χριστοῦ πρᾳότητι καὶ τῇ καινῇ διαθήκῃ ἐπετέλει τὰ πρόσφορα. Οὗτος ἄλλοτέ ποτε δικαστὴν πέρσην ἀδίκῳ ψήφῳ χρησάμενον θεασάμενος, λίθῳ τινὶ μεγίστῳ παρακειμένῳ ἐπαρασάμενος, συντριβῆναι καὶ σκεδασθῆναι, καὶ τούτῳ διελέγξαι τὴν ἄδικον ἐκείνου παρηγγύησε ψῆφον. Παραυτίκα δὲ τοῦ λίθου εἰς μυρία μόρια μερισθέντος, ἐξεδειματώθησαν οἱ παρόντες· φρίκης δὲ ἀνάπλεως ὁ δικαστὴς γενόμενος, ἀνεκαλέσατο μὲν τὴν προτέραν, ἑτέραν δὲ δικαίαν ἐπήνεγκε ψῆφον.
Immediately they appeared again from their own storehouses, channeled by the nods of the righteous man. And those who had obtained this also begged that the former color be restored to their daughters' locks. They say that he yielded in this too, but sought out the girls who had received that chastisement, and when they did not come, he let the punishment go, a lesson of chastity and an occasion of good order and a perpetual and vivid reminder of the divine power. Such was the wonder of this new Moses, not brought about by a blow of a rod, but receiving its effect through the sign of the cross. And in addition to the miracle I marvel greatly at his gentleness. For he did not, like the great Elisha, hand those shameless girls over to flesh-eating bears, but using a harmless chastisement that involved only a slight disorder, he taught both piety and good order. And I said this, not accusing the prophet of harshness—may I never be so mad—but showing that, possessing that power, he accomplished what was fitting through the gentleness of Christ and the new covenant. This man once, having seen a Persian judge make an unjust verdict, prayed over a certain very large stone lying nearby that it be shattered and scattered, and by this he commanded him to expose that unjust verdict. And immediately, when the stone was divided into countless pieces, those present were terrified; and the judge, filled with shuddering, revoked his former verdict and brought in another, just one.
Κἀνταῦθα δὲ τὸν οἰκεῖον δεσπότην ἐζήλωσεν, ὃς δεῖξαι βουληθεὶς ὡς ἑκὼν ὑπομένει τὸ πάθος καὶ ῥᾳδίως ἂν ἐθελήσας τοὺς ἀλιτηρίους ἐκόλασεν, οὐκ αὐτοῖς ἐπήνεγκε τιμωρίαν, ἀλλὰ τὴν ἄψυχον συκῆν λόγῳ ξηράνας, τὴν οἰκείαν ἔδειξε δύναμιν. Ταύτην καὶ αὐτὸς τὴν φιλανθρωπίαν μιμούμενος, οὐ τὸν ἄδικον ἐκόλασε δικαστήν, ἀλλὰ τῇ τοῦ λίθου πληγῇ δικαιοσύνην ἐκεῖνον ἐδίδαξεν. Ἐν τούτοις διαπρέπων καὶ πᾶσιν ἐπέραστος ὤν, καὶ ἐν ταῖς ἁπάντων περιφερόμενος γλώτταις, εἰς τὴν τῆς ἀρχιερωσύνης ἕλκεται λειτουργίαν καὶ τῆς πατρίδος λαγχάνει τὴν προστασίαν. Ἐναλλάξας δὲ τὴν ὄρειον ἐκείνην διατριβὴν καὶ τὴν ἐν ἄστει διαγωγὴν οὐ κατὰ γνώμην ἑλόμενος, οὔτε τὴν τροφὴν οὔτε τὴν ἀμπεχόνην ἐνήλλαξεν· ἀλλὰ τὰ μὲν χωρία ἠμείβετο, ἡ δὲ πολιτεία μεταβολὴν οὐκ ἐδέχετο. Οἱ δὲ πόνοι προσθήκην ἐλάμβανον καὶ πολλαπλάσιοι τῶν προτέρων ἐγίνοντο· τῇ γὰρ ἀπαστίᾳ καὶ χαμευνίᾳ καὶ τῇ τοῦ σάκκου περιβολῇ ἐπεισῄεσαν αἱ δι' ὅλου τῶν δεομένων φροντίδες· χηρῶν, φημι, ἐπιμέλειαι καὶ ὀρφανῶν κηδεμονίαι καὶ τῶν τε ἀδικούντων οἱ ἔλεγχοι τῶν τε ἀδικουμένων ἡ δικαία ἐπικουρία. Καὶ τί δεῖ πρὸς εἰδότας ἅπαντα κατα λέγειν, ἃ τοὺς ταύτην ἀναδεδεγμένους περιστοιχίζει τὴν πρόνοιαν; Διαφερόντως δὲ ἐκεῖνος τοὺς τοιούτους πόνους ἠσπάζετο, ἅτε δὴ διαφερόντως καὶ ποθῶν καὶ δεδιὼς τῶν προβάτων τὸν κύριον.
Here too he emulated his own Master, who, wishing to show that he endured his passion willingly and could easily have punished his persecutors had he wished, did not bring punishment upon them but, by withering the lifeless fig tree with a word, demonstrated his own power. In imitation of this same loving-kindness, he did not punish the unjust judge but taught him righteousness through the blow of the stone. Shining in these things and beloved by all, and carried about on everyone's tongues, he is drawn to the ministry of the high priesthood and obtains the presidency of his homeland. But though he exchanged that mountain dwelling and chose the life in the city not according to his own will, he changed neither his food nor his clothing; rather, he exchanged the places, but his manner of life did not admit any change. His labors, however, received an increase and became many times greater than before; for in addition to his fasting, sleeping on the ground, and wearing of sackcloth, there came upon him cares for the needy in every respect—I mean, attentions to widows, guardianship of orphans, refutations of those who did wrong, and just assistance for those who were wronged. And why need one recount in detail to those who know all the things that surround those who have undertaken this kind of providence? But he welcomed such labors in an exceptional way, inasmuch as he both exceptionally longed for and feared the Lord of the sheep.
Ὅσῳ δὲ πλείονα τῆς ἀρετῆς τὸν πλοῦτον συνέλεγε, τοσούτῳ μείζονος καὶ τῆς τοῦ παναγίου πνεύματος ἀπέλαυε χάριτος. Καὶ δήποτε εἴς τινα κώμην αὐτῷ ἢ πόλιν ἀπαίροντι –οὐ γὰρ ἔχω λέγειν ἀκριβῶς τὸ χωρίον–προσίασί τινες πένητες, ἕνα τινὰ τῶν συνόντων ὡς τεθνεῶτα προτεθηκότες καί τινα πρὸς τὴν ἐκείνου ταφὴν ἐπιτήδεια λαβεῖν ἱκετεύοντες. Ὁ δὲ εἶξεν ἀντιβολοῦσιν· τῷ θεῷ δὲ ὡς ὑπὲρ τεθνεῶτος τὴν ἱκετείαν προσέφερεν, ἀφεῖναί οἱ παρακαλῶν τὰ κατὰ τὸν βίον πλημμεληθέντα καὶ τοῦ τῶν δικαίων ἀξιῶσαι χοροῦ. Τούτων δὲ λεγομένων, ἀφίπτατο τοῦ τέως σκηπτομένου τὸν θάνατον ἡ ψυχή. Ἐχορηγεῖτο δὲ τῷ σώματι τὰ καλύμματα· ὡς δὲ μικρὸν προῆλθεν ὁ θεσπέσιος ἄνθρωπος, ἀναστῆναι τὸν κείμενον ἐκέλευον οἱ τὸ δρᾶμα συντεθηκότες· ὡς δὲ ἑώρων οὐκ ἐπαΐοντα, ἀλλ' ἀλήθειαν τὸ σχῆμα γεγενη μένον καὶ εἰς πρόσωπον τὸ
προσωπεῖον μεταβληθέν, κατα λαμβάνουσι μὲν τὸν μέγαν Ἰάκωβον, ποτνιώμενοι δέ, καὶ τῶν ποδῶν προκαλινδούμενοι, καὶ τοῦ τολμηθέντος δράματος αἰτίαν εἶναι λέγοντες τὴν πενίαν, ἱκέτευον λῦσαι σφίσιν αὐτοῖς τὴν πλημμέλειαν καὶ ἀποδοῦναι τῷ κειμένῳ τὴν ἀφαιρεθεῖσαν ψυχήν. Τὴν δεσποτικὴν τοίνυν φιλανθρωπίαν μιμούμενος, καὶ τὴν ἱκετείαν ἐδέξατο, καὶ τὴν θαυματουργίαν ἐπεδείξατο, τὴν ὑπὸ τῆς εὐχῆς ἀφαιρεθεῖσαν ζωὴν διὰ τῆς εὐχῆς ἀποδοὺς τῷ κειμένῳ.
In proportion as he gathered a greater wealth of virtue, so much the more did he enjoy the greater grace of the all-holy Spirit. And once, as he was setting out for a certain village or city—for I cannot say precisely the place—some poor men came to him, having laid out one of their companions as though dead, and begging to receive what was fitting for his burial. He yielded to their entreaties; but to God he offered the petition as on behalf of one who had died, beseeching him to forgive the man the sins committed in his life and to deem him worthy of the choir of the righteous. While these words were being spoken, the soul departed from him who until then had been feigning death. The wrappings for the body were supplied; but when the inspired man had gone on a little way, those who had contrived the drama ordered the one lying there to rise; and when they saw that he did not heed, but that the pretense had become truth and the mask had been changed into a face, they laid hold of the great Jacob, and with lamentations, rolling at his feet and saying that poverty was the cause of the daring drama, they implored him to release them from their transgression and to restore to the one lying there the soul that had been taken away. So, imitating the Master's love for mankind, he both accepted the supplication and displayed the wonder, restoring by prayer to the one lying there the life that had been taken away by prayer.
Τοῦτο δὲ ἐμοίγε δοκεῖ τῇ τοῦ μεγάλου Πέτρου ἐοικέναι θαυματουργίᾳ, ὃς τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν κεκλοφότας καὶ ψευσαμένους θανάτῳ παρέπεμψεν. Καὶ γὰρ οὗτος ὡσαύτως τὸν τὴν ἀλήθειαν κεκλοφότα, καὶ τῷ ψεύδει χρησάμενον ἀφείλετο τὴν ζωήν. Ἀλλ' ὁ μὲν γνοὺς τὴν κλοπήν–ἀπεκάλυψε γὰρ ἡ τοῦ πνεύματος χάρις– τὴν δίκην ἐπήγαγεν· ὁ δὲ τοῦ δράματος ἀγνοῶν τὴν ὑπόθεσιν, προσήνεγκε μὲν τὴν εὐχήν, ἔστησε δὲ τῷ πλα σαμένῳ τοῦ βίου τὸν δρόμον. Καὶ ὁ μὲν θεῖος ἀπόστολος οὐκ ἔλυσε τοῖς τεθνηκόσι τὴν συμφοράν· δέους γὰρ ἔχρῃζε τοῦ σωτηρίου κηρύγματος τὰ προοίμια· ὁ δὲ τῆς ἀποστο λικῆς ὑπάρχων ἀνάπλεως χάριτος καὶ ἐκόλασεν εἰς καιρὸν καὶ ἔλυσε ταχέως τὴν κόλασιν· τούτῳ γὰρ ᾔδει κερδανοῦντας τοὺς πταίσαντας. Ἀλλὰ γὰρ καὶ ἐπὶ τὰ ἄλλα ἰτέον καὶ συντόμως κἀκεῖνα ἐξηγητέον. Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος βλασφημίας πατὴρ καὶ δημιουρ γός, κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκώς, ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεύς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ –κατ' ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐρριμμένους εἰς ὕψος ἀνήγειρεν–, ἐπειδὴ τοίνυν οὗτος πάντας τῶν ἐκκλησιῶν τοὺς προέδρους κατ' ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης τῆς φάλαγγος–τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις.
This seems to me to resemble the miracle-working of the great Peter, who sent Ananias and Sapphira to their death for having stolen and lied. For this man likewise took away the life of one who had stolen the truth and resorted to falsehood. But Peter, knowing the theft—for the grace of the Spirit revealed it—brought the penalty; whereas this man, ignorant of the plot of the drama, offered the prayer and halted the course of life for the one who had fabricated it. And the divine apostle did not release the dead from their calamity, for the beginnings of the saving proclamation needed fear; but this man, being filled with apostolic grace, both punished at the right time and quickly released from the punishment, for he knew that those who had stumbled would profit by it. But I must proceed to the other matters and briefly expound those as well. Since Arius, the father and creator of the blasphemy against the Only-Begotten and the all-holy Spirit, having moved his tongue against the One who made it, filled Egypt with uproar and confusion, and since Constantine the Great, the king, the Zerubbabel of our flock—for like him he led back the whole captivity of the pious from exile and raised up to height the divine temples that had been cast to the ground—since, then, this man gathered all the presidents of the churches at that time to Nicaea, there came with the others also the great Jacob, to champion the orthodox doctrines as a champion and front-fighter of the whole phalanx—for Nisibis was at that time under the Roman empire.
Ἐν τοίνυν τῇ μεγάλῃ συνόδῳ πολλῶν μὲν εὖ καὶ καλῶς, πολλῶν δὲ καὶ ἄλλως εἰρημένων–ἦσαν γὰρ ὀλίγοι τινὲς οἳ τἀναντία μὲν ἐφρόνουν, γυμνοῦν δὲ τὴν σφῶν οὐκ ἐθάρρουν ἀσέβειαν, ἀλλὰ δελεάσμασί τισι συνεκάλυπτον, οὐ πᾶσι μὲν γνωρίμοις, τοῖς δὲ ἀκριβέσι τῆς ἀληθείας μύσταις καὶ μάλα δήλοις–, ὑπαγορεύεται μὲν ἡ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐπὶ τοῦ πάροντος κρατοῦσά τε καὶ κηρυττομένη τῆς πίστεως ὁμολογία, ὑπεσημήναντο δὲ ἅπαντες, καὶ τῇ χειρὶ καὶ τῷ καλάμῳ οὕτω πιστεύειν καὶ φρονεῖν ὡμολόγησαν· ἀλλ' οἱ πλείους μὲν ἄσμενοι τοῦτο ἐποίουν, ἑπτὰ δέ τινες τῆς Ἀρείου βλασφημίας συνήγοροι τῇ μὲν γλώττῃ καὶ τῇ χειρὶ συνωμολόγησαν, ἀντιφθεγγομένην δὲ τῇ γλώττῃ τὴν γνώμην ἐπέκτηντο κατὰ τὴν προφητείαν τὴν λέγουσαν· "Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόρρω ἀπέχει ἀπ' ἐμοῦ" καὶ κατὰ τὴν Ἱερεμίου φωνὴν τὴν διαρρήδην βοῶσαν· "Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν". Σύμφωνα δὲ τούτοις περὶ τούτων καὶ ὁ μακάριος ἔφη Δαβίδ· "Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο." Καὶ πάλιν· "Ἠπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσι βολίδες." Οὗτοι τῆς Ἀλεξανδρέων ἐπίσκοπον τὸν μέγαν Ἀλέξανδρον παρεκάλουν οἰκτεῖραι τὸν Ἄρειον ὑπὸ πάσης ἐκείνης ἀποκηρυχθέντα τῆς φάλαγγος· τοῦ δὲ καὶ τὸ τούτων ὕπουλον εἰδότος καὶ τὴν ἐκείνου πονηρίαν ὑφορωμένου καὶ τούτου χάριν οὐ δεχομένου τὴν αἴτησιν, ἄλλοι τινὲς τῶν ἁπλότητι συνεζηκότων πολλὰς τῆς φιλανθρωπίας διεξῄεσαν εὐφημίας, ταύτῃ χαίρειν λέγοντες καὶ τὸν τῶν ὅλων θεόν.
At the great council, then, many things were said well and nobly, and many things otherwise—for there were a few who held contrary opinions but did not dare to lay bare their own impiety, but covered it over with certain allurements, not known to all, but very clear to the exact initiates of the truth—the confession of the faith that prevails and is proclaimed throughout the whole inhabited world under the present emperor was dictated, and all subscribed, and with hand and pen confessed that they thus believed and thought. But the majority did this gladly, while seven certain supporters of the blasphemy of Arius agreed with tongue and hand, yet held a mind that contradicted their tongue, in accordance with the prophecy that says: "This people honors me with their lips, but their heart is far from me," and in accordance with the voice of Jeremiah that cries out plainly: "You are near to their mouth, and far from their kidneys." In agreement with these things about them, the blessed David also said: "With their mouth they blessed, and with their heart they cursed." And again: "Their words were made smooth beyond oil, and they are arrows." These men kept urging the great Alexander, bishop of the Alexandrians, to take pity on Arius, who had been disowned by that entire company. But since he both knew their hidden malice and suspected that man's wickedness, and for this reason did not accept the request, certain others who had lived in simplicity kept reciting many praises of his benevolence, saying that the God of all rejoices in this.
Ἐπειδὴ δὲ ὁ μέγας Ἀλέξανδρος τὴν ἄδικον περὶ ἕνα φιλανθρωπίαν ἀπανθρωπίαν ὠνόμαζε, πολλῶν οὖσαν λυμαντικήν, καὶ λώβης
πρόφασιν ἔσεσθαι τοῖς ποιμνίοις ἅπασιν ἔλεγε, παρῄνει πᾶσιν ὁ θεῖος Ἰάκωβος τῇ μὲν τῆς νηστείας χρήσασθαι κακουχίᾳ, ἑπτὰ δὲ κατὰ ταὐτὸν ἡμέρας τὸν θεὸν ἱκετεῦσαι τὸ ταῖς ἐκκλησίαις συνοῖσον πρυτανεῦσαι. Δεξαμένων δὲ ἁπάντων τοῦ θεσπεσίου ἀνδρὸς τὴν εἰσήγησιν–ᾔδεσαν γὰρ αὐτὸν ἀποστολικοῖς χαρίσμασι λάμ ποντα–, ἐκεράννυτο μὲν ἡ νηστεία τῇ προσευχῇ· ἐψηφίζετο δὲ ταῖς ἐκκλησίαις ὁ τούτων κυβερνήτης τὸ συμφέρον. Καὶ ἐπειδὴ ἀπήντησεν ἡ κυρία, καθ' ἣν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρός, καὶ προσέμενον ἅπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ παράδοξον θαῦμα· ἐν βδελυκτοῖς γὰρ καὶ δυσώδεσι χωρίοις ὁ ἀλάστωρ ἐκεῖνος τῆς ἀπλήστου τροφῆς ἐκκρίνων τὰ περιττώματα, καὶ τὰ τούτων μετὰ τούτων ἐξέκρινε δοχεῖα. Οὕτω δὲ τῶν σπλάγχνων αὐτοῦ διαλυθέντων καὶ σὺν τῇ κόπρῳ κεχωρηκότων, ἐξέπνευσεν ὁ δείλαιος παραχρῆμα καὶ τὸν αἴσχιστον ἐκεῖνον ὑπέμεινε θάνατον, τῆς δυσώδους αὐτοῦ βλασφημίας ἐν δυσώδεσι χωρίοις εἰσπραχθεὶς τὰς εὐθύνας καὶ διὰ τῆς Ἰακώβου τοῦ μεγάλου γλώττης δεξάμενος τὴν σφαγήν. Θαυμάζει μὲν οὖν ἡ θεία γραφὴ Φινεὲς τὸν ἱερέα, καὶ εἰκότως θαυμάζει, ὅτι τὸν ὀλέθρου τῷ λαῷ γενόμενον πρόξενον κατέσφαξε τὸν Ζαμβρί. Διὸ καὶ ψάλλων ὁ μακάριος ἔλεγε Δαβίδ· "Ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ ἐκόπασεν ἡ θραῦσις·
But since the great Alexander called the unjust kindness toward one man an inhumanity, being destructive of many, and said that it would be a cause of outrage to all the flocks, the divine Jacob advised all to employ the hardship of fasting and to entreat God for seven days together to ordain what would benefit the churches. And when all had accepted the proposal of the inspired man—for they knew him to be shining with apostolic graces—the fast was mingled with prayer, and the helmsman of these things was voting for what was advantageous to the churches. And when the appointed day arrived, on which the majority hoped that the accursed one would be admitted, and the time of the divine liturgy had come, and all were waiting to see the adversary of God shown mercy, then a truly divine and paradoxical wonder occurred. For in loathsome and foul-smelling places that avenging spirit, excreting the remnants of his insatiable food, also discharged the receptacles of these things along with them. And when his bowels had thus dissolved and passed out with the dung, the wretched man breathed his last immediately and endured that most shameful death, exacting the penalty for his foul blasphemy in foul-smelling places and receiving the slaughter through the tongue of the great Jacob. Therefore the divine Scripture marvels at Phineas the priest, and rightly marvels, because he slew Zimri, who had become the cause of destruction for the people. Wherefore also the blessed David said in song: "Phineas stood and made atonement, and the plague ceased.
καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος." Ἀλλ' ὅμως ἐκεῖνος ὅπλῳ πολεμικῷ χρησάμενος, τὴν δικαίαν καὶ πολυθρύλητον ἐκείνην εἰργάσατο σφάγην· τούτῳ δὲ ἤρκεσεν ἀντὶ δόρατος καὶ ξίφους ἡ γλῶττα καὶ ἀνεῖλε τὸν ἀσεβῆ ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου. Ἀπόχρη δὲ τοῦτο καὶ μόνον τῶν τῆς Ἀρείου δυσσεβείας κληρονόμων διελέγξαι τὴν ἄνοιαν. Ὁ γὰρ τοσοῦτος ἀνὴρ τῶν μὲν ὑφ' ἡμῶν πρεσβευομένων δογμάτων κῆρυξ ἦν καὶ συνήγορος· οὕτω δὲ κομιδῇ τὴν τούτων ἀσέβειαν ἐβδελύττετο ὅτι καὶ τὸν ταύτης πατέρα κατηκόντισεν, ὅπλῳ τῇ γλώττῃ χρησάμενος. Ἐπειδὴ δὲ ὁ σύλλογος ἐκεῖνος ὁ ἱερὸς διελύθη καὶ τὴν οἰκίαν κατέλαβεν ἕκαστος, ἐπανῆκε καὶ οὗτος οἷά τις ἀριστεὺς νικη φόρος τοῖς τῆς εὐσεβείας τροπαίοις ἐπαγαλλόμενος.
Χρόνου δὲ διελθόντος ὁ μὲν μέγας ἐκεῖνος καὶ θαυμάσιος βασιλεὺς μετὰ τῶν τῆς εὐσεβείας στεφάνων ὑπεξῄει τὸν βίον· οἱ δὲ ἐκείνου παῖδες τὴν ἡγεμονίαν ἐκληρονόμουν. Τότε ὁ Περσῶν βασιλεύς–Σαβώρης δὲ τούτῳ ὄνομα ἦν–, καταφρονήσας τῶν παίδων ὡς οὐ τὰ αὐτὰ τῷ πατρὶ δυναμένων, ἐπεστράτευσε τῇ Νισίβει παμ πόλλῃ μὲν ἵππῳ, παμπόλλῃ δὲ πεζῇ στρατιᾷ. Ἦγε δὲ καὶ ἐλέφαντας ὅτι πλείστους. Καὶ διελὼν ὡς εἰς πολιορκίαν τὴν στρατιὰν περιεκάθισε κύκλῳ, καὶ μηχανήματα ἵστη, καὶ τύρσεις ἀνῳκοδόμει καί, σταυρώματα καταπηγνὺς καὶ τὰ μέσα τούτων φορμηδὸν περιφράττων τοῖς κλάδοις, ἐκέλευε προσχοῦν τοὺς στρατιώτας, καὶ πύργους ἀντεγείρειν τοῖς πύργοις.
And it was reckoned to him as righteousness, unto generation and generation forever. But nevertheless, that one, having used a weapon of war, carried out that just and much-heralded slaughter; but for this one, the tongue sufficed instead of spear and sword, and he slew the impious man so that he might not see the glory of the Lord. And this alone is sufficient to convict the folly of the heirs of the impiety of Arius. For so great a man was a herald and advocate of the doctrines we uphold; and he so utterly loathed their impiety that he even struck down its father, using his tongue as a weapon. And when that sacred assembly was dissolved and each departed to his own house, this man too returned, exulting in the trophies of piety like some victorious champion.
And when time had passed, that great and wonderful emperor departed this life with the crowns of piety; and his sons inherited the rule. Then the king of the Persians—Sapor was his name—despising the sons as unable to accomplish the same things as their father, marched against Nisibis with a very great cavalry and a very great infantry force. He also led very many elephants. And dividing his army as if for a siege, he surrounded the city in a circle, and set up siege engines, and built towers, and, driving in stakes and fencing the spaces between them in a lattice pattern with branches, he ordered the soldiers to heap up earth, and to raise towers against the towers.
Εἶτα ἐκεῖ τοὺς τοξότας ἀναβιβάζων καὶ ἀφιέναι κατὰ τῶν ἐπὶ τοῦ τείχους ἑστηκότων τὰ βέλη κελεύων, ἄλλους κάτωθεν ὑπορύττειν τὸ τεῖχος ἐκέλευεν. Ὡς δὲ ἄπρακτα ἅπαντα ἐγίνετο τῇ τοῦ θεσπεσίου ἀνδρὸς διαλυόμενα προσευχῇ, τέλος τοῦ παραρρέοντος ποταμοῦ τὸ ῥεῦμα τῇ πολυχειρίᾳ κωλύσας καὶ τῇ ἀποτειχίσει κεκωλυμένον τοῦ ποταμοῦ ὅτι πλεῖστον συναθροίσας, ἐπαφῆκεν ἀθρόον κατὰ τοῦ τείχους, οἷόν τινι μηχανήματι τούτῳ σφοδροτάτῳ χρησάμενος. Τὸ δὲ οὐκ ἤνεγκε τὴν τοῦ ὕδατος ἐμβολήν, ἀλλὰ τῇ ῥύμῃ κατασεισθὲν ἄρδην ἅπαν τὸ κατ' ἐκεῖνο τὸ μέρος κατέπεσεν. Οἱ δὲ μέγα ἐβόησαν, ὡς εὐαλώτου γενομένου τοῦ ἄστεως· τὸ γὰρ μέγα τεῖχος τῶν ἐνοικούντων ἠγνόουν. Ἀνεβάλλοντο δὲ ὅμως τὴν προσβολήν, ἄβατον ὁρῶντες ὑπὸ τῶν ὑδάτων γενομένην τὴν πόλιν. Πόρρω τοίνυν ὑποχωρήσαντες, ὡς τοῦ πόνου σφίσι λωφήσαντος, αὐτοί τε διανεπαύοντο, καὶ τοὺς ἵππους ἐθεράπευον. Οἱ δὲ τὴν πόλιν
οἰκοῦντες εἰς ἱκετείας σπουδαιοτέρας ἐτρέποντο, πρεσβευτὴν ἔχοντες τὸν μέγαν Ἰάκωβον· οἱ δὲ ἐν ἡλικίᾳ πάντες ἀνῳκοδόμουν σπουδῇ, οὔτε κάλλους, οὔτε ἁρμονίας ἐπιμελούμενοι, ἀλλὰ πρὸς τὸ τυχὸν ἅπαντα συντιθέντες, καὶ λίθους, καὶ πλίνθους, καὶ ὅ τι ἄν τις ἐκόμιζεν· καὶ ἐν μιᾷ νυκτὶ προὔβη τὸ ἔργον, καὶ τοσοῦτον ἔλαβεν ὕψος ὅσον ἀπόχρη διακωλῦσαι καὶ τῶν ἵππων τὸν δρόμον καὶ τῶν ἀνδρῶν τὴν ἄνευ κλιμάκων ἐπίβασιν. Τότε πάντες ἱκετεύουσι τὸν τοῦ θεοῦ ἄνθρωπον φανῆναί τε ἐπὶ τοῦ τείχους καὶ ἀραῖς κατατοξεῦσαι τοὺς πολεμίους.
Then he brought the archers up there and ordered them to shoot their arrows at those standing on the wall, while he commanded others to undermine the wall from below. But when everything turned out fruitless, being dissolved by the prayer of the wondrous man, in the end he blocked the stream of the river flowing past with a multitude of hands, and having gathered as much as possible of the river that had been checked by the damming, he released it suddenly against the wall, using this as a most violent kind of siege engine. But the wall could not withstand the impact of the water, but shaken by the rush it fell utterly, all of it in that part. And they shouted greatly, thinking the city had become easy to capture; for they did not know the great wall of the inhabitants. Nevertheless they postponed the assault, seeing the city made impassable by the waters. So withdrawing far off, as their toil abated, they themselves rested and tended their horses. But those who inhabited the city
turned to more earnest supplications, having as their ambassador the great Jacob. And all those of military age rebuilt with haste, caring neither for beauty nor for harmony, but putting together whatever came to hand—stones, bricks, and whatever anyone brought. And in a single night the work advanced and reached such a height as was sufficient to hinder both the charge of the horses and the ascent of the men without ladders. Then all implore the man of God to appear on the wall and to shoot curses at the enemy.
Ὁ δὲ ἐπείθετο καὶ ἀνῄει καί, τὰς πολλὰς αὐτῶν θεασάμενος μυριάδας, σκνιφῶν αὐτοῖς καὶ κωνώπων ἐπιπέμψαι νέφος ἱκέτευσε τὸν θεόν. Καὶ ὁ μὲν ἔλεγεν, ὁ δὲ ἔπεμπε, Μωϋσῇ παραπλησίως πειθόμενος. Καὶ οἵ τε ἄνδρες τοῖς θείοις κατετιτρώσκοντο βέλεσιν, οἵ τε ἵπποι καὶ οἱ ἐλέφαντες, τὰ δεσμὰ διαρρήξαντες, ἐδραπέτευον τῇδε κἀκεῖσε σκεδαννύμενοι καὶ φέρειν ἐκείνας οὐ δυνάμενοι τὰς ἀκίδας.
Θεασάμενος τοίνυν ὁ δυσσεβὴς βασιλεὺς καὶ τὰ μηχανήματα ἅπαντα ὄνησιν οὐδεμίαν παρεσχηκότα, καὶ τοῦ ποταμοῦ τὴν προσβολὴν ἀνόνητον γεγενημένην–τὸ γὰρ καταπεσὸν ἀνῳκοδόμητο τεῖχος–, καὶ τὴν στρατιὰν ἅπασαν καὶ τοῖς πόνοις ταλαιπωρουμένην καὶ ὑπαίθριον κακοπαθοῦσαν καὶ ὑπὸ τῆς θεηλάτου ἐλαυνομένην πληγῆς, ἰδὼν δὲ καὶ τὸν θεῖον ἄνθρωπον ἐπὶ τοῦ τείχους βαδίζοντα, καὶ τοπάσας αὐτὸν ἐφεστάναι τῷ ἔργῳ τὸν βασιλέα– ἁλουργίδα γὰρ καὶ διάδημα περικείμενος ἑωρᾶτο–, ἠγανάκτει μὲν κατὰ τῶν ἐξαπατησάντων καὶ στρατεῦσαι πεισάντων καὶ τὸν βασιλέα μὴ παρεῖναι φησάντων. Θανάτου δὲ ψῆφον κατὰ τούτων ἐξενεγκών, διέλυσε τὴν στρατιὰν καὶ τὰ οἰκεῖα βασίλεια κατέλαβεν ὅτι τάχιστα. Τοιαῦτα καὶ ἐπὶ τοῦδε τοῦ Ἐζεκίου τεθαυματούργηκεν ὁ θεός, οὐ μείονα ἐκείνων, ἀλλὰ καὶ μείζονα, ὡς ἐμοίγε δοκεῖ. Τὸ γὰρ καὶ τοῦ τείχους καταπεσόντος μὴ ἁλῶναι τὴν πόλιν, ποίαν θαύματος ὑπερβολὴν καταλείπει; Ἐγὼ δὲ πρὸς τούτῳ κἀκεῖνο ἄγαν θαυμάζω, ὅτι καὶ ἀραῖς χρησάμενος, οὐ σκηπτοὺς ᾔτησεν ἐνεχθῆναι καὶ κεραυνούς, ὅπερ Ἠλίας ὁ μέγας ἐκεῖνος ἐποίησεν, ἡνίκα πρὸς αὐτὸν πεντηκόνταρχος ἑκάτερος μετὰ τῆς πεντηκοστύος ἀφίκετο.
He obeyed and went up, and when he saw their many tens of thousands, he besought God to send against them a cloud of gnats and mosquitoes. And he prayed, and God sent them, obeying him just as he had obeyed Moses. And the men were wounded by the divine darts, and the horses and elephants, breaking their bonds, fled, scattering here and there, unable to bear those stings.
When therefore the impious king saw that all his engines had provided no advantage, and that the river's assault had proved useless—for the wall that had fallen had been rebuilt—and that the whole army was worn out by toils and suffering in the open air and driven by the God-sent blow, and when he saw the divine man walking on the wall, and conjectured that the king was standing over the work—for he was seen wearing a purple robe and a diadem—he was angry at those who had deceived him and persuaded him to march and had said that the king was not present. Having pronounced a sentence of death against them, he disbanded the army and reached his own palace as quickly as possible. Such wonders, and no less than those, but even greater, as it seems to me, did God work also in the case of this Hezekiah. For that the city was not captured even when the wall had fallen—what excess of wonder does this leave? And in addition to this I marvel exceedingly at that too, that though he used curses, he did not ask for thunderbolts and lightning to be brought down, which Elijah the great did when each of two captains with his fifty came to him.
Ἤκουσε γὰρ τοῦ κυρίου πρὸς Ἰάκωβον καὶ Ἰωάννηντοῦτ' αὐτὸ πειραθέντας ποιῆσαι διαρρήδην εἰπόντος· "Οὐκ οἴδατε ποίου πνεύματός ἐστε;" Διὰ τοῦτο οὐ χᾶναι αὐτοῖς τὴν γῆν ᾔτησεν, οὐδὲ πυρὶ δαπανηθῆναι τὴν φάλαγγα παρεκάλεσεν, ἀλλὰ τοῖς ζωϋφίοις ἐκείνοις κατα τρωθῆναι καί, τοῦ θεοῦ διαγνόντας τὴν δύναμιν, ὀψέ ποτε μεταμαθεῖν τὴν εὐσέβειαν. Τοσαύτην εἶχεν ὁ θεῖος οὗτος ἄνθρωπος πρὸς τὸν θεὸν παρρησίαν· τοσαύτης ἄνωθεν ἀπέλαυε χάριτος. Ἐν τούτοις διατελῶν καί, καθ' ἑκάστην ἐν τοῖς θείοις αὐξανόμενος ἡμέραν, μετὰ τῆς μεγίστης εὐκλείας τόνδε τὸν βίον ἀπέθετο καὶ τὴν ἐντεῦθεν ἀποδημίαν ἐστείλατο. Χρόνου δὲ διελθόντος καὶ τοῦδε τοῦ ἄστεως ὑπὸ τοῦ τηνικάδε κρατοῦντος τῇ περσικῇ βασιλείᾳ παραδοθέντος, ἐξῄεσαν μὲν ἅπαντες οἱ τὴν πόλιν οἰκοῦντες, ἔφερον δὲ τοῦ προμάχου τὸ σῶμα, ἀσχάλλοντες μὲν καὶ ὀλοφυρόμενοι τὴν μετοικίαν, ᾄδοντες δὲ τοῦ νικηφόρου ἀριστέως τὴν δύναμιν. Οὐ γὰρ ἂν ἐκείνου περιόντος ὑπὸ βαρβάροις ἐγένοντο. Ταῦτα περὶ τοῦδε τοῦ θείου διεξελθὼν εἰς ἑτέραν διήγησιν μεταβήσομαι, τῆς τούτου μεταλαχεῖν εὐλογίας ἀντιβολῶν. 2. ΙΟΥΛΙΑΝΟΣ Ἰουλιανὸς, ὃν Σάβαν ἐπίκλην οἱ ἐπιχώριοι τιμῶντες ὠνόμαζον–τὸν δὲ πρεσβύτην τῇ ἑλλάδι φωνῇ σημαίνει τὸ ὄνομα–, ἐν τῇ πάλαι μὲν Παρθυαίων, νῦν δὲ Ὀσροηνῶν ὀνομαζομένῃ, τὴν ἀσκητικὴν καλύβην ἐπήξατο· διατείνει δὲ αὕτη πρὸς μὲν
For he had heard the Lord's words plainly spoken to James and John when they attempted to do this very thing: "You do not know what spirit you are of." For this reason he did not ask that the earth open for them, nor did he entreat that the phalanx be consumed by fire, but that they be wounded by those living creatures and, recognizing the power of God, learn true religion at last. Such boldness before God did this divine man possess; such grace from on high did he enjoy. Continuing in these things and increasing daily in divine matters, he laid down this life with the greatest glory and set out on his journey from here. After some time had passed and this city too had been handed over to the Persian kingdom by the ruler of that time, all the inhabitants of the city came out, carrying the body of their champion, grieving and lamenting the migration, yet singing of the power of the victorious hero. For while he lived, they would not have come under barbarian rule. Having recounted these things concerning this divine man, I shall move on to another narrative, entreating to share in his blessing. 2. JULIAN. Julian, whom the locals in their honor called Saba as a surname—the name means "the elder" in the Greek tongue—established his ascetic hut in the region once called Parthia, now named Osroene. It extends toward
ἑσπέραν μέχρις αὐτῆς τοῦ ποταμοῦ τῆς ὄχθης–Εὐφράτης δὲ ὄνομα τούτῳ–, πρὸς ἥλιον δὲ ἀνίσχοντα τὸ τέρμα ἔχει τῆς Ῥωμαίων ἡγεμονίας· ἡ γὰρ Ἀσσυρία διαδέχεται, πέρας οὖσα ἑσπέριον τῆς Περσικῆς βασιλείας, ἣν Ἀδιαβηνὴν οἱ μετὰ ταῦτα ὠνόμασαν. Ἐν τούτῳ τῷ ἔθνει πολλαὶ μὲν πόλεις μεγάλαι καὶ πολυάνθρωποι, χώρα δὲ παμπόλλη μὲν οἰκουμένη, παμπόλλη δὲ ἀοίκητός τε καὶ ἔρημος. Ταύτης ἐσχατιὰν τῆς ἐρήμου καταλαβὼν ὁ θεῖος οὗτος ἀνὴρ καὶ ἄντρον εὑρὼν οὐ χειροποίητον, οὐδὲ εὖ καὶ καλῶς ὀρωρυγμένον, ἀλλὰ βραχεῖάν τινα σκέπην παρέχειν δυνάμενον τοῖς καταφεύγειν ἐθέλουσιν, ἀσπασίως ᾤκησε τὸ χωρίον, τῶν χρυσῷ καὶ ἀργύρῳ καταλαμπομένων βασιλείων νομίζων πολυτελέστερον. Ἐν τούτῳ διῆγεν, ἅπαξ τῆς ἑβδομάδος σιτίων μεταλαμβάνων. Σιτίον δὲ ἦν αὐτῷ ἄρτος ὁ καχρυδίας καὶ αὐτὸς πιτυρίας, ὄψον δὲ οἱ ἅλες, πόμα δὲ ἥδιστον τὸ αὐτοφυὲς τῶν ὑδάτων νᾶμα, καὶ τοῦτο δὲ οὐ τῷ κόρῳ μετρούμενον, ἀλλὰ τῇ χρείᾳ τῆς προκαταβληθείσης τροφῆς ὁριζόμενον. Τρυφὴ δὲ ἦν αὐτῷ καὶ χλιδὴ καὶ πανδαισία παντοδαπὴ ἡ τοῦ Δαβὶδ ὑμνῳδία καὶ ἡ διηνεκὴς πρὸς θεὸν ὁμιλία. Καὶ τούτων ἀπλήστως ἀπολαύων, κόρον λαβεῖν οὐκ ἐβούλετο, ἀλλ' ἀεὶ μὲν ἐνεπίμπλατο, ἀεὶ δὲ ἐβόα· "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου". Ἤκουσε γὰρ πάλιν τοῦ μακαρίου Δαβὶδ λέγοντος· "Τὰ κρίματα κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον". Ἤκουσεν αὐτοῦ πάλιν λέγοντος· "Κατατρύφησον τοῦ κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου". Καὶ αὖθις·
Its western boundary extends as far as the very bank of the river—its name is the Euphrates—while toward the rising sun it has as its limit the Roman empire; for Assyria succeeds it, being the western boundary of the Persian kingdom, which those who came later named Adiabene. In this nation there are many great and populous cities, and a very great extent of inhabited land, but also a very great extent that is uninhabited and desert. Having reached the farthest edge of this desert, this divine man, and having found a cave not made by hands, nor well and beautifully dug out, but one able to provide a small shelter for those who wished to take refuge in it, he gladly made his dwelling in that place, considering it more precious than palaces gleaming with gold and silver. In this place he spent his time, partaking of food once a week. His food was bread of coarse grain, and that too of bran, his relish was salt, and his sweetest drink was the self-grown stream of waters, and this too measured not by satiety but determined by the need of the food already taken. His luxury and dainty fare and every kind of banquet was the psalmody of David and his unceasing converse with God. And enjoying these things insatiably, he did not wish to take his fill, but was always being filled and always crying out: "How sweet to my throat are your words, beyond honey and the honeycomb to my mouth." For he heard the blessed David again saying: "The judgments of the Lord are true, justified together, desirable beyond gold and much precious stone, and sweeter beyond honey and the honeycomb." He heard him again saying: "Delight in the Lord, and he will give you the requests of your heart." And again:
"Εὐφρανθήτω καρδία ζητούντων τὸν κυρίον." Καί· "Εὔφρανον τὴν καρδίαν μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου." Καί· "Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος." Καί· "Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα." Καί· "Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου." Καὶ μετέθηκεν εἰς ἑαυτὸν τοῦ ταῦτα εἰρηκότος τὸν ἔρωτα. Τούτου γὰρ χάριν αὐτὰ καὶ Δαβὶδ ὁ μέγας ᾄδων ἐδίδασκεν ὡς ἂν πολλοὺς κοινωνοὺς καὶ συνεραστὰς τοῦ θεοῦ καταστήσειε· καὶ οὐ διήμαρτε τῆς ἐλπίδος, ἀλλὰ καὶ τοῦτον τὸν θεσπέσιον ἄνδρα καὶ μυρίους ἑτέρους τῷ θείῳ κατέτρωσεν ἔρωτι. Τοσοῦτον γὰρ οὗτος ἐδέξατο φίλτρου πυρσόν, ὡς μεθύειν τῷ πόθῳ καὶ μηδὲν μὲν ὁρᾶν τῶν γηΐνων, μόνον δὲ τὸν ἐρώμενον καὶ νύκτωρ ὀνειροπολεῖν καὶ μεθ' ἡμέραν φαντάζεσθαι. Ταύτην αὐτοῦ τὴν ἄκραν φιλοσοφίαν πολλοὶ μεμαθη κότες, οἱ μὲν ἐκ γειτόνων οἰκοῦντες, οἱ δὲ πόρρωθεν– ὑπόπτερος γὰρ ἡ φήμη διέθεε πάντοσε–, ἔδραμον ἱκετεύοντες τῆς παλαίστρας μεταλαχεῖν καὶ ὑπ' αὐτῷ οἷόν τινι γυμναστῇ καὶ παιδοτρίβῃ τὸ λοιπὸν βιοτεύειν. Θηρεύουσι γὰρ οὐ μόνον ὄρνιθες ὄρνιθας ᾄδοντες καὶ πρὸς ἑαυτοὺς τοὺς ὁμογενεῖς ἐκκαλούμενοι καὶ ταῖς περικειμέναις περιπείροντες πάγαις, ἀλλὰ καὶ ἄνθρωποι τοὺς ὁμοφυεῖς, οἱ μὲν εἰς λώβην, οἱ δὲ εἰς σωτηρίαν ἀγρεύουσιν. Οὕτω συναγειρόμενοι δέκα μὲν ταχέως ἐγένοντο, εἶτα διπλάσιοι καὶ τριπλάσιοι, ὕστερον δὲ τὸν ἑκατὸν ἐπλήρωσαν ἀριθμόν. Καὶ τοσούτους δὲ γενομένους ἐκεῖνο τὸ ἄντρον ἐδέχετο· ἔμαθον γὰρ παρὰ τοῦ Πρεσβύτου τῆς τοῦ σώματος κατολιγωρεῖν θεραπείας.
Let the heart of those who seek the Lord rejoice." And: "Gladden my heart, that I may fear your name." And: "Taste and see that the Lord is good." And: "My soul thirsted for God, the mighty, the living." And: "My soul clung close behind you." And he transferred to himself the love of him who had spoken these things. For it was for this reason that great David too, singing them, taught them, so that he might make many partakers and fellow-lovers of God; and he did not miss his hope, but wounded this marvelous man and countless others with the divine love. For so great a torch of affection did he receive that he was drunk with longing and saw none of earthly things, but dreamed of the beloved by night and pictured him by day. Many, having learned of this supreme philosophy of his—some dwelling nearby, others from far off, for rumor winged its way everywhere—ran to beg a share in the wrestling school and to live thenceforth under him as under a trainer and coach. For not only do birds hunt birds by singing and calling to themselves their own kind and impaling them in the snares set around, but humans too hunt those of their own nature, some for harm, others for salvation. Gathering together in this way, they quickly became ten, then double and triple that, and later filled the number of a hundred. And even though they were so many, that cave received them; for they had learned from the Elder to neglect the care of the body.
Ἐσιτοῦντο δὲ καὶ αὐτοὶ τῷ παιδοτρίβῃ παραπλησίως τὸν καχρυδίαν ἄρτον τοῖς ἁλσὶν ἡδυνόμενον. Χρόνῳ δὲ ὕστερον καὶ τῶν αὐτοφυῶν λαχάνων συλλέγοντες, εἶτα κεράμους ἐμφοροῦντες καὶ τῆς ἅλμης ὅσον ἀπόχρη μιγνύντες, εἶχον ὄψον οἱ θεραπείας δεόμενοι. Τούτῳ δὲ τῷ λαχάνῳ τὰ νενοτισμένα τῶν οἰκημάτων πολέμια· εὐρῶτα γὰρ αὐτῷ καὶ σηπεδόνα πέφυκεν ἐμποιεῖν· τούτου τοιγαροῦν τοῦ πάθους περὶ τόδε τὸ ὄψον γεγενημένου–πολλὴν γὰρ πανταχόθεν τὸ ἄντρον εἰσεδέχετο τὴν νοτίδα–, ἱκέτευον τὸν Πρεσβύτην οἱ θιασῶται
οἰκίσκον τινὰ βραχὺν σφίσιν ἐπιτρέψαι δείμασθαι τοῖς τοῦδε τοῦ ὄψου ἀποχρῶντα ἀγγείοις. Ὁ δὲ τὰ μὲν πρῶτα τὴν αἴτησιν οὐκ ἐδέχετο. Ὀψὲ δέ ποτε πεισθείς–ἐδιδάχθη γὰρ ὑπὸ τοῦ μεγάλου Παύλου μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τοῖς ταπεινοῖς συναπάγεσθαι–, ἐδίδου μὲν τοῦ οἰκίσκου τὰ μέτρα βραχέα τινὰ καὶ σμικρά, ἀπῄει δὲ πόρρω τοῦ ἄντρου τὰς συνήθεις τῷ θεῷ ἱκετείας προσοίσων. Εἰώθει γὰρ πεντήκοντα μὲν πολλάκις σταδίους, ἔστι δ' ὅτε καὶ δὶς τοσούτους, κατὰ τὴν ἔρημον βαδίζων καὶ πάσης ἑαυτὸν ἀνθρωπίνης συνουσίας χωρίζων καὶ εἰς ἑαυτὸν νεύων καθ' ἑαυτὸν ὁμιλεῖν τῷ θεῷ καὶ τὸ θεῖον ἐκεῖνο καὶ ἄρρητον κατοπτρίζεσθαι κάλλος. Ταύτης λαβόμενοι τῆς σχολῆς οἱ τῆς ἐκείνου κηδεμονίας ἠξιωμένοι τῇ μὲν χρείᾳ σύμμετρον, μείζονα δὲ ἢ ἐπετάχθησαν, τὸν οἰκίσκον ἐδείμαντο. Ἐπανελθὼν δὲ μετὰ δεκάτην ἡμέραν, οἷά τις Μωϋσῆς, ἀπὸ τοῦ ὄρους καὶ τῆς ἀφράστου θεωρίας, καὶ θεασάμενος μείζονα ἢ ἐβούλετο τὴν οἰκοδομὴν γεγενημένην· "Δέδοικα, ἔφη, ὦ ἄνδρες, μὴ τὰ ἐπὶ τῆς γῆς εὐρύνοντες καταγώγια σμικρύνωμεν τὰ οὐράνια.
They themselves also ate, just like the boy-trainer, a cake of parched barley sweetened with salt. Later, gathering also the wild vegetables, then filling pots and mixing in as much brine as sufficed, those who needed care had a relish. This vegetable is hostile to dampened dwellings; for it naturally produces mold and rot in them. Since this affliction had therefore arisen concerning this relish—for the cave received much moisture from all sides—the devotees besought the Elder to permit them to build for themselves a small cell sufficient for the vessels of this relish. At first he did not accept the request. But at last, persuaded—for he had been taught by the great Paul not to seek his own things, but to associate with the lowly—he granted the dimensions of the cell, small and tiny, but he would go far from the cave to offer his customary supplications to God. For he was accustomed often to walk fifty stadia in the desert, and sometimes twice that, separating himself from all human company and turning inward to converse with God by himself and to mirror that divine and ineffable beauty. Seizing this opportunity, those deemed worthy of his care built the cell of a size suited to the need, but larger than they had been ordered. And when he returned after the tenth day, like a Moses from the mountain and from the ineffable vision, and saw that the building had become larger than he wished, he said: "I fear, men, that in enlarging our dwellings on earth we diminish those in heaven.
Καίτοι ταῦτα μέν ἐστι πρόσκαιρα καὶ ἐπ' ὀλίγον ἡμῖν ἐπιτήδεια, ἐκεῖνα δὲ αἰώνια καὶ πέρας λαβεῖν οὐ δυνάμενα". Καὶ ταῦτα μὲν ἔλεγε, τὰ τελεώτερα τὸν χορὸν ἐκπαιδεύων· ἠνείχετο δὲ ὅμως, τῆς ἀποστολικῆς ἐπακούσας φωνῆς· "Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν". Ἐξεπαίδευσε δὲ κἀκείνους ἔνδον μὲν κοινὴν τῷ θεῷ τὴν ὑμνῳδίαν προσφέρειν, μετὰ δὲ τὴν ἕω ἀνὰ δύο κατὰ τὴν ἔρημον ἐξιέναι, καὶ τὸν μὲν τὰ γόνατα κάμπτοντα τὴν ὀφειλομένην τῷ δεσπότῃ προσφέρειν προσκύνησιν, τὸν δὲ ᾄδειν ἑστῶτα ψάλμους δαυϊτικοὺς πεντεκαίδεκα, εἶτα ἐναλλάττειν τὸ ἔργον, καὶ τὸν μὲν ἀνιστάμενον ᾄδειν, τὸν δὲ εἰς γῆν κατακύπτοντα προσκυνεῖν· καὶ τοῦτο ἐξ ἑωθινοῦ μέχρι δείλης ὀψίας διετέλουν ποιοῦντες. Πρὸ δὲ ἡλίου δυσμῶν βραχύ τι διαναπαυόμενοι, εἰς τὸ ἄντρον οὗτοι μὲν ἔνθεν, ἐκεῖνοι δὲ ἐκεῖθεν, πάντες δὲ πανταχόθεν συνῄεσαν, καὶ τὴν ἑσπερινὴν ὑμνῳδίαν κατὰ ταὐτὸν τῷ δεσπότῃ προσέφερον. Εἰώθει δὲ καὶ αὐτὸς ὁ Πρεσβύτης ἕνα τινὰ τῶν ἐπισημοτέρων κοινωνὸν τῆς λειτουργίας λαμβάνειν. Εἵπετο δὲ αὐτῷ συχνότερον ἀνήρ τις, τὸ μὲν γένος Πέρσης, τὸ δὲ εἶδος μέγας καὶ ἀξιάγαστος, θαυμασιωτέραν τοῦ εἴδους τὴν ψυχὴν κεκτημένος– Ἰάκωβος ὄνομα αὐτῷ–, ὃς καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ἐν πάσῃ μὲν διέλαμψεν ἀρετῇ. Ἐπίσημος δὲ καὶ περίβλεπτος ἦν οὐ τοῖς αὐτόθι μόνοις, ἀλλὰ καὶ τοῖς ἐν τῇ Συρίᾳ τῆς φιλοσοφίας φροντιστηρίοις, ἐν οἷς καὶ ἐτελεύτα βιώσας, ὡς λέγεται, τέτταρα καὶ ἑκατὸν ἔτη. Οὗτος τῷ μεγάλῳ Πρεσβύτῃ τῆς ἐπὶ τὴν ἔρημον κοινωνήσας ὁδοῦ πόρρωθεν εἵπετο·
Yet these things are temporary and useful to us for a little while, but those are eternal and cannot be brought to an end." And these things he said, training the more perfect among the choir. Nevertheless he endured, having heeded the apostolic voice: "I do not seek my own advantage, but that of the many, that they may be saved." He also trained them to offer the hymnody in common to God indoors, and after dawn to go out into the desert two by two, one bending the knees and offering the worship due to the Master, the other standing and singing fifteen Davidic psalms, then to alternate the work, the one rising to sing and the other bowing to the ground in worship; and this they continued doing from early morning until late evening. A little before sunset they rested briefly, and then they gathered into the cave, these from one side and those from the other, all from every direction, and offered the evening hymnody together to the Master. The Elder himself was also accustomed to take one of the more distinguished men as a partner in the liturgy. There followed him rather frequently a certain man, a Persian by race, tall and admirable in appearance, but possessing a soul more wonderful than his appearance—his name was Jacob—who also after that man's death shone in every virtue. He was distinguished and notable not only to those there but also to the schools of philosophy in Syria, in which he also died, having lived, it is said, a hundred and forty years. This man, having shared with the great Elder the journey into the desert, followed him from afar.
οὐ γὰρ εἴα πελάζειν ὁ διδάσκαλος, ἵνα μὴ πρόφασις αὐτοῖς τοῦτο διαλέξεως γένηται, ἡ δὲ διάλεξις κλέψῃ τοῦ νοῦ τὴν περὶ τοῦ θεοῦ φαντασίαν. Ἑπόμενος δὲ ὁρᾷ κατὰ τὴν ὁδὸν δράκοντά τινα παμμεγέθη κείμενον· εἶτα θεασάμενος προβῆναι μὲν οὐκ ἐθάρρησεν, ἐκκλῖναι δὲ πολλάκις ὑπὸ τοῦ δέους ἐθελήσας, ἀνερρώσθη πάλιν τὸν λογισμόν· ἔπειτα κύψας, καὶ ψηφίδα λαβών, καὶ ταύτην ἀκοντίσας, ἑώρα τὸν δράκοντα ἐπὶ σχήματος μένοντα καὶ κινεῖσθαι παντελῶς οὐ δυνάμενον. Συνιεὶς δὲ ὡς νεκρὸς εἴη, ἔργον ὑπέλαβεν εἶναι τοῦ Πρεσβύτου τοῦ θηρίου τὸν θάνατον. Τὴν δὲ ὁδὸν ἐξανύσας, καὶ τῆς ὑμνῳδίας τὴν λειτουργίαν πεπληρωκώς, ὡς ὁ τῆς ἀναπαύλης ἧκε καιρός, καθίσας ὁ Πρεσβύτης καὶ αὐτῷ τὸ σῶμα διαναπαῦσαι μικρὸν παρηγγύησε, καὶ τὸ μὲν πρῶτον καθῆστο σιγῶν· ἐπειδὴ δὲ ὁ Πρεσβύτης τινὸς ἥψατο διαλέξεως, μετά τινος μειδιάματος ἱκέτευεν ὁ Ἰάκωβος δῆλον αὐτῷ ποιῆσαι τὸ ἀγνοούμενον. Τοῦδε ἔρεσθαι ἐπιτρέψαντος· "Εἶδον, ἔφη, κατὰ τὴν ὁδὸν δράκοντα μέγιστον ἐρριμμένον, καὶ τὸ μὲν πρῶτον ἐδεδίειν, ζῆν τοῦτον ὑπολαμβάνων· ἐπειδὴ δὲ τεθνεῶτα ἐθεασάμην, θαρρήσας τὴν πορείαν ἐποιησάμην. Εἰπέ μοι, ἔφη, ὦ πάτερ, τίς τοῦτον ἀπέκτεινεν; σὺ γὰρ ἡγοῦ τῆς
For the teacher did not allow them to draw near, so that this might not become a pretext for conversation, and conversation steal the mind's contemplation of God. And as he followed, he saw on the road a certain enormous dragon lying there. Then, having seen it, he did not dare to go forward, and though he often wished to turn aside out of fear, he was strengthened again in his reasoning. Then, stooping down and picking up a pebble, and hurling it, he saw the dragon remaining in its position and utterly unable to move. And understanding that it was dead, he supposed the creature's death to be the work of the Elder. And having completed the journey and fulfilled the service of the hymnody, when the time of rest came, the Elder sat down and instructed him to rest his body a little. And at first he sat in silence; but when the Elder touched on some conversation, Jacob with a certain smile begged him to make clear to him what he did not know. When he permitted him to ask, he said, "I saw on the road a very great dragon lying there, and at first I was afraid, supposing it to be alive; but when I saw that it was dead, I took courage and made the journey. Tell me, father, who killed it? For you were leading the
ὁδοῦ· ἕτερος δὲ οὐδεὶς ταύτην διελήλυθεν." Ὁ δὲ Πρεσβύτης· "Παῦσαι, ἔφη, πολυπραγμονῶν τὰ τοιαῦτα φέρειν ὄνησιν τοῖς χρωμένοις οὐδεμίαν δυνάμενα." Ἀλλ' οὐδὲν ἧττον ὁ θαυμάσιος Ἰάκωβος ἐπέκειτο, μαθεῖν τἀληθὲς ἐφιέμενος. Ὁ δὲ Πρεσβύτης, κρύπτειν μὲν ἐπὶ πολὺ πειρώμενος, ἀνιᾶν δὲ τὸν ἐραστὴν ἐπὶ πλεῖστον οὐκ ἀνεχό μενος· "Ἐγώ σοι, ἔφη, ἐρῶ μὲν ὃ μαθεῖν ἐφίεσαι, παρεγγυῶ δὲ μηδένα ἕτερον, ἐμοῦ ζῶντος, ποιήσασθαι τοῦ ῥηθησομένου συνίστορα· κρύπτειν γὰρ τὰ τοιάδε προσήκει εἰς ἀλαζονείαν καὶ τύφον πολλάκις ἐγείροντα. Ἢν δ' ἐγὼ ἐνθένδε ἀπέλθω καὶ τῶν τοιῶνδε παθῶν ἐλεύθερος γένωμαι, λέγειν οὐ κωλύω καὶ τῆς θείας χάριτος διηγεῖσθαι τὴν δύναμιν. Εὖ ἴσθι τοίνυν, ἔφη ὁ μέγας Ἰουλιανός, ὡς βαδίζοντί μοι κατὰ τὴν ὁδὸν ὁ θὴρ ἐκεῖνος ἐπῄει καὶ τὸ στόμα ἀνεῴγνυ καταφαγεῖν ἐφιέμενος. Ἐγὼ δὲ τῇ τοῦ κυρίου προσηγορίᾳ χρησάμενος καὶ τῷ δακτύλῳ τὸ τοῦ σταυροῦ τρόπαιον ὑποδείξας, ἅπαν μὲν δέος ἀπεσεισάμην, πεσὸν δὲ εἰς τὴν γῆν παραυτίκα τὸ θηρίον ἐθεασάμην καί, τὸν κοινὸν ἀνυμνήσας σωτῆρα, τὴν ἐπὶ τὸ πρόσω πορείαν ἐποιησάμην". Οὕτω τὸ διήγημα συμπεράνας, ἀναστὰς εἴχετο τῆς ἐπὶ τὸ ἄντρον ὁδοῦ. Ἄλλοτε δὲ μειράκιον, ἐξ εὐγενῶν μὲν βλαστῆσαν, τρυφηλῶς δὲ τεθραμμένον, προθυμίᾳ δὲ μείζονι τῆς δυνάμεως κεχρη μένον, ἱκέτευσε τὸν Πρεσβύτην τῆς ἐπὶ τὴν ἔρημον αὐτῷ κοινωνῆσαι πορείας, οὐ τῆς κοινῆς ταύτης τῆς ὑπὸ πάντων καθ' ἑκάστην ὁδευομένης ἡμέραν, ἀλλὰ τῆς μακροτάτης, καὶ πολλάκις μὲν ἡμέρας ἑπτά, πολλάκις δὲ καὶ δέκα κατεχούσης ἀποδημίας. Ἀστέριος δὲ ἦν οὗτος ὁ πολυθρύλητος.
of the road; no one else has traversed it." But the Elder said, "Cease prying into such matters, which are able to bring no benefit to those who employ them." Nevertheless the wondrous Jacob pressed on, eager to learn the truth. And the Elder, though he tried for a long time to conceal it, could not bear to grieve the lover of truth any longer. "I will tell you," he said, "what you desire to learn, but I enjoin you that no one else, while I am alive, be made privy to what will be said; for it is fitting to conceal such things, since they often stir up boastfulness and vanity. But if I depart from here and am freed from such passions, I do not forbid you to speak and to recount the power of divine grace. Know well, then," said the great Julian, "that as I was walking along the road, that beast came at me and opened its mouth, desiring to devour me. But I, using the name of the Lord and showing with my finger the trophy of the cross, shook off all fear, and I immediately saw the beast fall to the ground, and having praised the common Savior, I continued my journey forward." Having thus concluded his account, he rose and took the road to the cave. On another occasion a youth, sprung from noble stock but reared in luxury, and employing a zeal greater than his strength, begged the Elder to share with him the journey into the desert—not this common one that is traveled by everyone each day, but the longest one, which often occupies a journey of seven days, and often even ten. This was Asterius, the much-famed.
Τοῦ δὲ θεσπεσίου Πρεσβύτου τὸν νέον διακωλύοντος καὶ τῆς ἐρήμου τὸ ἄνυδρον λέγοντος, ἐπέκειτο λιπαρῶν ὁ νέος ταύτης ἀπολαῦσαι τῆς δωρεᾶς. Ἡττηθεὶς δὲ ταῖς ἱκετείαις ἐνέδωκεν ὁ Πρεσβύτης. Ὁ δὲ ἠκολούθει τὰ μὲν πρῶτα προθύμως· πρώτης δὲ καὶ δευτέρας καὶ τρίτης διελθούσης ἡμέρας, ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος φλεγόμενος – θέρος γὰρ ἦν, ἀκμάζοντος δὲ τοῦ θέρους, σφοδροτέραν δήπουθεν ἐπιφέρει τὴν φλόγα–, δίψει διετέλει τρυχόμενος. Καὶ τὸ μὲν πρῶτον ἀπαγγέλλειν τὸ πάθος ᾐσχύνετο, τῶν ὑπὸ τοῦ διδασκάλου προρρηθέντων εἰς μνήμην ἐρχόμενος· ἡττώμενος δὲ καὶ λειποθυμίᾳ κατεχόμενος οἰκτεῖραι αὐτὸν τὸν Πρεσβύτην ἱκέτευεν. Ὁ δέ, τῶν προρρήσεων ἀναμνήσας, ἀπιέναι πάλιν ἐκέλευεν. Τοῦ δὲ νέου μήτε τὴν ὁδὸν τὴν ἐπὶ τὸ ἄντρον φέρουσαν ἐπίστασθαι λέγοντος, μήτε, εἰ γινώσκοι, δύνασθαι ἂν βαδίσαι, τῆς ἰσχύος ὑπὸ τοῦ δίψους δαπανηθείσης, οἰκτείρας ὁ θεῖος ἄνθρωπος τοῦ νεανίου τὸ πάθος καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ συγγνώμην ἀπονείμας, κλίνας τὰ γόνατα τὸν δεσπότην ἱκέτευε, δάκρυσι δὲ θερμοῖς τὸ ἔδαφος ἔβρεχε καὶ πόρον σωτηρίας ἐπεζήτει τῷ νέῳ. Ὁ δὲ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, τὴν τῶν δακρύων λιβάδα τῆς κόνεως ἁψαμένην πηγὴν ὑδάτων ἀπέφηνε· καὶ οὕτω τοῦ νάματος ἐμφορηθέντα τὸν νέον εὐθὺς ἀπιέναι προσέταξεν. Ἡ δὲ πηγὴ διέμεινε μέχρι καὶ νῦν, τῇ Μωσαϊκῇ τοῦ θεσπεσίου γέροντος προσευχῇ μαρτυροῦσα.
But while the wondrous Elder was trying to prevent the young man and telling him of the waterlessness of the desert, the young man pressed on, entreating to enjoy this gift. And the Elder, defeated by his supplications, yielded. And he followed, at first eagerly; but when the first and second and third day had passed, being scorched by the sun's ray—for it was summer, and when summer is at its height it surely brings a fiercer flame—he was continually worn out by thirst. And at first he was ashamed to report his suffering, coming to remember what had been foretold by his teacher; but being defeated and seized by faintness, he begged the Elder to take pity on him. But he, reminding him of the predictions, ordered him to go back again. But when the young man said that he did not know the road leading to the cave, nor, if he did know it, would he be able to walk, since his strength had been consumed by thirst, the divine man, taking pity on the young man's suffering and granting pardon for the body's weakness, bent his knees and entreated the Master, and with hot tears he wet the ground and sought a means of salvation for the young man. And he who does the will of those who fear him and hears their supplication made the stream of tears that touched the dust a spring of waters; and so, when the young man had drunk his fill of the stream, he immediately ordered him to depart. And the spring has remained until even now, bearing witness to the wondrous Elder's Mosaic prayer.
Καθάπερ γὰρ ἐκεῖνος πάλαι ποτὲ τῇ ῥάβδῳ τὴν πέτραν ἐκείνην τὴν ἄγονον πλήξας κατέκλυσε ποταμιαίων ὑδάτων γοναῖς ὡς ἂν τὰς πολλὰς ἐκείνας χιλιάδας διψώσας κορέσειεν, οὕτως οὗτος ὁ θεῖος ἀνήρ, τὴν ξηροτάτην ἐκείνην ψάμμον καταρδεύσας τοῖς δάκρυσι, πηγαίων ναμάτων εἵλκυσε ῥεύματα, οὐχ ἵνα πολλῶν μυριάδων, ἀλλ' ἵνα ἑνὸς μειρακίου θεραπεύσῃ τὸ δίψος. Ὑπὸ θείας γὰρ χάριτος τὴν ψυχὴν φωτιζόμενος, τὴν ἐσομένην τῷ νέῳ τελειότητα προεώρα μαλὰ σαφῶς. Οὗτος γὰρ χρόνοις πολλοῖς ὕστερον, ὑπὸ τῆς θείας χάριτος προσκληθεὶς ὡς ἂν καὶ ἑτέρους πολλοὺς εἰς τὴν αὐτὴν παιδοτριβήσειεν ἀρετήν, ἐν τοῖς περὶ τὴν Γίνδαρον χωρίοις –κώμη δὲ αὕτη μεγίστη τελεῖν ὑπὸ τὴν Ἀντιόχειαν
τεταγμένη–τὴν ἀσκητικὴν παλαίστραν ἐπήξατο. Καὶ πολλοὺς μὲν καὶ ἄλλους φιλοσοφίας πρὸς ἑαυτὸν εἵλκυσεν ἀθλητάς, εἵλκυσε δὲ καὶ τὸν μέγαν Ἀκάκιον, τὸν πάνυ λέγω, τὸν πολυθρύλητον, ὃς διέπρεψε μὲν ἐν μοναχικῇ πολιτείᾳ, λαμπρὰς δὲ τῆς ἀρετῆς τὰς ἀκτῖνας ἐξέπεμψεν, ἀρχιερωσύνης ἀξιωθεὶς καὶ τὴν Βέροιαν ποιμαίνειν λαχών. Ὀκτὼ δὲ καὶ πεντήκοντα ἔτη τῆσδε τῆς ἀγέλης τὴν κηδεμονίαν ἐγχειρισθείς, οὐκ εἴασε μὲν τῆς ἀσκητικῆς πολιτείας τὸ εἶδος, ἀσκητικὴν δὲ καὶ πολιτικὴν ἐκέρασεν ἀρετήν· καὶ τῆς μὲν τὴν ἀκρίβειαν, τῆς δὲ τὴν οἰκονομίαν λαβὼν, εἰς ἓν τὰ διεστῶτα συνήγαγεν.
For just as that man of old once struck that barren rock with his staff and flooded it with streams of river water so as to satisfy those many thousands who were thirsty, so this divine man, watering that most dry sand with his tears, drew forth streams of spring water—not to quench the thirst of many tens of thousands, but of one young man. For being enlightened in soul by divine grace, he clearly foresaw the future perfection of the youth. For this man, many years later, being summoned by divine grace so as to train many others as well in the same virtue, established his ascetic wrestling-ground in the regions around Gindarus—a very great village, subject to Antioch. And he drew to himself many other athletes of philosophy, and he also drew the great Acacius, I mean the truly great, the much-celebrated one, who distinguished himself in the monastic life and sent forth bright rays of virtue, being deemed worthy of the high priesthood and allotted to shepherd Beroea. And having been entrusted with the care of this flock for fifty-eight years, he did not abandon the form of the ascetic life, but blended ascetic and civic virtue; and taking the strictness of the one and the stewardship of the other, he gathered the separated into one.
Ἀλλὰ ταύτης τῆς ἀρετῆς καὶ θηρευτὴς καὶ παιδοτρίβης Ἀστέριος ἐκεῖνος ἐγένετο, ὃς οὕτω θερμὸς τοῦ μεγάλου Πρεσβύτου διέμεινεν ἐραστὴς ὡς πολλάκις μὲν καὶ δὶς τοῦ ἔτους, πολλάκις δὲ καὶ τρὶς τὴν πρὸς αὐτὸν ἀποδημίαν ποιεῖσθαι. Ἀφικνούμενος δὲ ἰσχάδας εἰώθει τοῖς θιασώταις κομίζειν, τρισὶν ἢ τέτταρσι κτήνεσιν ἐπι τιθεὶς τὰ φορτία. Δύο δὲ μεδίμνους συλλέγων, ὡς διὰ παντὸς τοῦ ἔτους ἀποχρῶντας τῷ γέροντι, τοῖς οἰκείοις ὤμοις ἐπετίθει τὸ τοιοῦτον φορτίον, κτῆνος ἑαυτὸν τοῦ διδασκάλου καὶ καλῶν καὶ ποιούμενος. Καὶ τοῦτο φέρων τὸ φορτίον ἐβάδιζεν, οὐ δέκα σταδίους ἢ εἴκοσιν, ἀλλ' ἑπτὰ ἡμερῶν ἐξανύων πορείαν. Καί ποτε θεασάμενος ὁ Πρεσβύτης ἐπ' ὤμων αὐτὸν φέροντα τὸ τῶν ἰσχάδων φορτίον, δυσχεράνας ἔφη μὴ ποιήσασθαι ἂν ταῦτα τροφήν, οὐ γὰρ δίκαιον ἐκεῖνον μὲν τοσοῦτον ὑπομένειν κόπον, αὐτὸν δὲ τοῖς ἱδρῶσιν ἐντρυφᾶν τοῖς ἐκείνου. Τοῦ δὲ ἀπομοσαμένου ὡς οὐκ ἀπαλλάξει τοῦ φορτίου τοὺς ὤμους, εἰ μὴ συνομολογήσειεν ὁ Πρεσβύτης μεταλήψεσθαι τῆς κομισθείσης τροφῆς· "Ποιήσω, ἔλεγεν ὁ γέρων, τὸ κελευόμενον, μόνον ἀπόθου τὸν θύλακον ὅτι τάχιστα".
But of this virtue Asterius also became both a hunter and a trainer, who remained so fervent a lover of the great Elder that he often made the journey to him twice a year, and often even three times. And on arriving he was accustomed to bring dried figs to the members of the brotherhood, placing the loads on three or four beasts of burden. But collecting two medimnoi, sufficient for the old man throughout the whole year, he would place such a burden on his own shoulders, calling and making himself a beast of burden for his teacher. And carrying this burden he would walk, not ten or twenty stadia, but completing a journey of seven days. And once the Elder, seeing him carrying the load of figs on his shoulders, was displeased and said that he would not make these things his food, for it was not right that the one should endure so great a toil while he himself luxuriated in that man's sweat. But when the other swore that he would not remove the burden from his shoulders unless the Elder agreed to partake of the food that had been brought: "I will do what is commanded," said the old man, "only put down the sack as quickly as possible.
Ἐμιμεῖτο γὰρ κἀν τούτῳ τῶν ἀποστόλων τὸν πρῶτον ὅς, τοῦ κυρίου ἀπονίψαι αὐτοῦ τοὺς πόδας ἐθελή σαντος, πρότερον μὲν ἠρνήθη, ἀντισχυρισάμενος ὡς οὐ γενήσεται τοῦτο. Ἐπειδὴ δὲ ἤκουσεν ὡς τῆς δεσποτικῆς ἀπορραγήσεται κοινωνίας εἰ μὴ τοῦτο συγχωρήσειεν, ἱκέτευε καὶ τὼ χεῖρε πρὸς τοῖς ποσὶ καὶ τὴν κεφαλὴν ἀπονίψασθαι. Οὕτω καὶ Ἰωάννης ὁ πάνυ βαπτίσαι κελευσθεὶς τὸν σωτῆρα, πρότερον μὲν καὶ τὴν οἰκείαν ὡμολόγησε δουλείαν καὶ τὸν δεσπότην ὑπέδειξεν· ὕστερον δὲ τὸ κελευσθὲν ἐπετέλεσεν, οὐ θρασύτητι χρώμενος, ἀλλὰ δεσπότῃ πειθόμενος. Οὕτω δὲ καὶ ὁ θεῖος οὗτος ἀνὴρ ἐβαρύνετο μέν, ἑτέρου πονοῦντος, αὐτὸς ἀπολαύειν τροφῆς· ἐπειδὴ δὲ εἶδε θερμοτάτην τοῦ θεραπευτοῦ τὴν προθυμίαν, τῆς οἰκείας αἱρέσεως τὴν ἐκείνου θεραπείαν προείλετο.
Καὶ ἴσως τις τῶν φιλοψόγων καὶ σκώπτειν τὰ καλὰ μόνον δεδιδαγμένων φαίη ἂν μὴ ἀξιομνημόνευτον εἶναι τουτὶ τὸ διήγημα. Ἐγὼ δὲ πρὸς ταῖς ἄλλαις τοῦ ἀνδρὸς θαυματουργίαις καὶ τοῦτο προστέθηκα, οὐ μόνον τῶν μεγάλων ἀνδρῶν τὸ περὶ αὐτὸν σέβας ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τοῦ ἤθους αὐτοῦ τὸ γλυκὺ καὶ μέτριον δηλῶσαι κερδαλέον ἡγούμενος. Τοσοῦτος γὰρ ὢν καὶ τοιοῦτος τὴν ἀρετήν, οὐδὲ τῆς τυχούσης τιμῆς ἄξιον ἑαυτὸν ὑπελάμβανε καὶ ἀπωθεῖτο μὲν αὐτὴν, ὡς οὐδαμόθεν αὐτῷ προσήκουσαν, ἠνείχετο δὲ πάλιν, ὡς τοὺς δρῶντας εὐεργετοῦσαν.
For in this too he imitated the first of the apostles, who, when the Lord wished to wash his feet, at first refused, contending that this would not happen. But when he heard that he would be cut off from the Master's fellowship if he did not permit it, he begged that both his hands and his head be washed along with his feet. So too John the Great, when commanded to baptize the Savior, first acknowledged his own servitude and pointed out the Master; afterward he performed what was commanded, not acting with boldness, but obeying the Master. In this way also this divine man felt weighed down when, while another labored, he himself enjoyed food; but when he saw the most fervent eagerness of the one who tended to him, he preferred that man's service to his own preference.
And perhaps one of the fault-finders, who have been taught only to mock what is noble, might say that this account is not worthy of remembrance. But I have added this to the man's other wonders, wishing not only to display the reverence of great men toward him, but also judging it profitable to make clear the sweetness and moderation of his character. For being so great and such in virtue, he did not consider himself worthy even of ordinary honor, and he thrust it away, as in no way belonging to him, yet he endured it again, as benefiting those who bestowed it.
Ταύτην ἀποδιδράσκων–δῆλος γὰρ ἅπασι γεγονὼς εἷλκε πρὸς αὑτὸν διὰ τῆς φήμης τοὺς τῶν ἀγαθῶν ἐραστάς–, τὸ τέλος ἐπὶ τὸ Σίναιον ὄρος μετ' ὀλίγων τῶν συνηθεστέρων ἐξώρμησεν, οὐ πόλεως ἐπιβαίνων, οὐ κώμης, ἀλλὰ τὴν ἄβατον ἔρημον βατὴν ἐργαζόμενος. Ἔφερον δὲ ἐπὶ τῶν ὤμων καὶ τὴν ἀναγκαίαν τροφὴν–τὸν ἄρτον φημὶ καὶ τοὺς ἅλας–καὶ κώθωνα ἐκ ξύλου πεποιημένον καὶ σπογγιὰν σμηρίνθῳ προσδεδεμένην ὅπως, εἴ ποτε βαθύτερον εὕροιεν ὕδωρ, ἀνιμήσαιντο μὲν τῇ σπογγιᾷ,
ἀποθλίψαντες δὲ εἰς τὸν κώθωνα ἀποπίοιεν. Τοιγάρτοι πολλῶν ἡμερῶν ὁδὸν ἐξανύσαντες, καταλαμβάνουσι τὸ ποθούμενον ὄρος καί, τὸν οἰκεῖον προσκυνήσαντες δεσπότην, πολὺν ἐκεῖ διετέλεσαν χρόνον, τοῦ χωρίου τὴν ἐρημίαν καὶ τὴν τῆς ψυχῆς ἡσυχίαν τρυφὴν μεγίστην ἡγούμενοι. Ἐν ἐκείνῃ δὲ τῇ πέτρᾳ, ὑφ' ᾗ κρυπτόμενος Μωϋσῆς τῶν προφητῶν ὁ κορυφαῖος ἠξιώθη τὸν θεὸν ἰδεῖν, ὡς δυνατὸν ἦν ἰδεῖν, ἐκκλησίαν δειμάμενος καὶ θεῖον ἁγιάσας θυσιαστήριον ὃ καὶ εἰς δεῦρο διέμεινεν, εἰς τὴν οἰκείαν ἐπανῆκε παλαίστραν.
Fleeing this—for, having become conspicuous to all, he drew to himself through his fame those who loved the good—he set out at last for Mount Sinai with a few of his closest companions, entering no city, no village, but making the impassable desert passable. They carried on their shoulders the necessary food—I mean bread and salt—and a cup made of wood and a sponge tied with cord, so that, if ever they found deeper water, they might draw it up with the sponge, squeeze it out into the cup, and drink. And so, after completing a journey of many days, they reached the mountain they longed for, and having worshiped the Master who was their own, they spent a long time there, considering the desolation of the place and the stillness of the soul to be the greatest luxury. And on that rock beneath which Moses, the foremost of the prophets, was hidden and was deemed worthy to see God, as far as it was possible to see him, he built a church and consecrated a divine altar, which has remained until this day, and returned to his own training ground.
Μαθὼν δὲ τοῦ ὁμωνύμου μέν, δυσσεβοῦς δὲ βασιλέως τὰς ἀπειλάς– πανωλεθρίαν γὰρ τοῖς εὐσεβέσιν ἀπειλήσας τὴν ἐπὶ Πέρσας πορείαν ἐστείλατο, καὶ ἐκεχήνεσαν οἱ τὰ αὐτὰ φρονοῦντες τὴν ἀπευκτὴν ἐκείνην ἐπάνοδον–, τηνικαῦτα σπουδαίαν τῷ θεῷ προσενεγκὼν προσευχὴν καὶ ταύτην μέχρι δεκάτης ἐκτείνας ἡμέρας, ἤκουσε φωνῆς φθεγγομένης, ὡς ὁ μυσαρὸς καὶ δυσώδης ἀνῄρηται χοῖρος. Ἀλλ' οὐδὲ τῆς προσευχῆς τὸ πέρας δεξαμένης, εὐθὺς συνεπέρανε τὴν εὐχήν, ἀλλὰ τὴν αἴτησιν εἰς ὑμνῳδίαν μετέβαλεν, εὐχαρι στήριον ἀναπέμπων ὕμνον τῷ σωτῆρι τῶν οἰκείων καὶ τῶν ἀλλοτρίων ἀνεξικάκῳ τε καὶ δυνατῷ πολεμίῳ· ἐμακροθύμησε γὰρ ἐπὶ πλεῖστον τῷ δυσσεβεῖ· ἐπειδὴ δὲ ἡ μακροθυμία εἰς μείζονα λύτταν ἐπαιδοτρίβησε τὸν ἀλάστορα, εἰς καιρὸν τὴν τιμωρίαν ἐπήγαγεν. Πεπληρωκὼς δὲ τὴν προσευχὴν καὶ πρὸς τοὺς οἰκείους ἐπιστραφεὶς δῆλος ἦν εὔθυμον τὴν διάνοιαν ἔχων. Θυμηδίᾳ γὰρ γεγανωμένον ἐδείκνυ τὸ πρόσωπον. Θαυμασάντων δὲ τῶν συνόντων τὸ καινὸν τοῦ θεάματος–σκυθρωπὸς γὰρ ἀεὶ φαινόμενος, τηνικαῦτα μειδιῶν ἑωρᾶτο–καὶ τὴν αἰτίαν πυνθανομένων· "Τῆς εὐφροσύνης, ἔφη, ὦ ἄνδρες, καὶ θυμηδίας ὁ παρὼν καιρός· πέπαυται γὰρ ὁ ἀσεβής, κατὰ τὴν Ἡσαΐου φωνήν, καὶ ἔδωκε δίκας τῶν τολμημάτων ἀξίας, καί, κατὰ τοῦ πεποιηκότος καὶ σεσωκότος τυραννήσας θεοῦ, ὑπὸ δεξιᾶς ὑπηκόου δέδεκται τὴν δικαίαν σφαγήν. Διὰ τοῦτο γάννυμαι, τὰς ὑπ' ἐκείνου πολεμηθείσας ἐκκλησίας γαυριώσας θεώμενος καὶ βλέπων τὸν ἀλιτήριον ὑπὸ τῶν ὑπ' αὐτοῦ τιμωμένων δαιμόνων οὐδεμιᾶς ἐπικουρίας τετυχηκότα".
Learning of the threats of the king who shared his name but was impious—for after threatening utter destruction against the pious he set out on his campaign against the Persians, and those of like mind gaped in expectation of that dreaded return—at that time he offered earnest prayer to God and extended it until the tenth day, and he heard a voice declaring that the abominable and foul swine had been destroyed. But not even when the prayer had received its end did he immediately conclude the supplication, but he changed the petition into a hymn, sending up a hymn of thanksgiving to the Savior, who is forbearing and powerful against both his own enemies and those of others; for he had been long-suffering toward the impious one for a very long time; but when the long-suffering had trained the accursed one to greater frenzy, he brought the punishment at the right time. Having completed the prayer and turned back to his companions, he was clearly of a cheerful mind. For his face showed that it was gladdened with delight. When those present marveled at the strange sight—for though he always appeared sullen, at that time he was seen smiling—and asked the reason, he said: "The present moment, men, is one of gladness and delight; for the impious one has ceased, according to the voice of Isaiah, and has paid penalties worthy of his daring deeds, and, having tyrannized against the God who made and saved him, he has received the just slaughter by a subject right hand. For this reason I rejoice, beholding the churches that were warred against by him exulting, and seeing that the sinner has obtained no assistance from the demons honored by him.
Ἐπὶ μὲν οὖν τῆς τοῦ δυσσεβοῦς τούτου σφαγῆς, τοιαύτης ἀπέλαυσε τῆς προγνώσεως.
Ἐπειδὴ δὲ καὶ Οὐάλης, ὁ μετ' ἐκεῖνον τῆς ῥωμαϊκῆς ἡγεμονίας τὰς ἡνίας δεξάμενος, τῶν εὐαγγελικῶν δογμάτων προέμενος τὴν ἀλήθειαν, τῆς Ἀρείου πλάνης τὴν ἀπάτην ἐδέξατο, τηνικαῦτα μείζων ἡ ζάλη κατὰ τῆς ἐκκλησίας ἠγείρετο, τῶν μὲν κυβερνητῶν πανταχόθεν ἐλαυνομένων, καταποντιστῶν δέ τινων καὶ πολεμίων ἀντεισαγομένων. Καὶ ἵνα μὴ πᾶσαν ἐκείνην ἐπὶ τοῦ παρόντος διηγῶμαι τὴν τραγῳδίαν, τἄλλα νῦν καταλείψω, ἑνὸς δὲ μόνου μνησθήσομαι ὃ τὴν ἐπανθοῦσαν τῷδε τῷ Πρεσβύτῃ τοῦ θείου πνεύματος χάριν ἐναργῶς ἐπιδείξει. Ἐξελήλατο μὲν ἀπὸ τῆς Ἀντιοχέων ὁ μέγας Μελέτιος, ὁ ταύτην ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ποιμαίνειν πεπιστευ μένος· ἐξελήλαντο δὲ τῶν θείων νεῶν οἱ εἰς τὸν ἱερὸν κλῆρον τελοῦντες ἅπαντες σὺν τῷ ὁμογνώμονι λαῷ, οἱ τὴν μίαν τῆς τριάδος θείαν οὐσίαν πρεσβεύοντες. Καὶ νῦν μὲν τὴν ὑπώρειαν καταλαμβάνοντες, ἐκεῖ τὰς ἱερὰς ἐποίουντο συνόδους· νῦν δὲ τοῦ ποταμοῦ τὴν ὄχθην εὐκτήριον ἐποιοῦντο χωρίον· ἄλλοτε δὲ τὸ πολεμικὸν γυμνάσιον, τὸ πρὸ τῆς βορείου διακείμενον πύλης. Οὐ γὰρ εἴων οἱ πολεμοῦντες ἐφ' ἑνὸς ἱδρῦσθαι χωρίου τοὺς εὐσεβεῖς.
At the slaughter of this impious man, then, he enjoyed such foreknowledge as this.
But when Valens too, who after him received the reins of the Roman empire, betrayed the truth of the Gospel doctrines and accepted the deceit of the error of Arius, then a greater storm was stirred up against the church, the helmsmen being driven from every side, and certain wreckers and enemies being brought in instead. And that I may not now recount that whole tragedy, I will for the present pass over the rest, and will mention only one thing which will clearly display the grace of the divine Spirit that flourished upon this Elder. The great Meletius had been driven out from Antioch, he who had been entrusted by the God of all to shepherd it; and all who belonged to the sacred clergy had been driven from the divine temples together with the like-minded people, those who honored the one divine substance of the Trinity. And now they would occupy the foot of the mountain and there hold their sacred assemblies; now they would make the bank of the river their place of prayer; and at other times the military training ground, which lies before the northern gate. For those who made war did not allow the pious to be established in one place.
Ἐθρύλησαν δὲ τοῦ ψεύδους οἱ τρόφιμοι καὶ φήμην ἐν ἐκείνῃ τῇ πόλει κατέσπειραν ὡς τοῦ μεγάλου Ἰουλιανοῦ, τοῦδε τοῦ Πρεσβύτου φημί, τῶν ὑπ' αὐτῶν θρησκευομένων δογμάτων τὴν κοινωνίαν ἀσπαζομένου. Τοῦτο μάλιστα ἠνία τοὺς εὐσεβεῖς, μὴ τοὺς εὐηθεστέρους καὶ ἁπλοϊκωτέρους φενακίσασα ἡ φήμη τοῖς τῶν
αἱρετικῶν περιβάλοι δικτύοις. Ἀλλ' οἱ θεσπέσιοι καὶ μακάριοι ἄνδρες, Φλαβιανὸς καὶ Διόδωρος, ἱερουργίας ἠξιωμένοι καὶ τοῦ εὐσεβοῦς λαοῦ προστατεύοντες, καὶ Ἀφραάτης, οὗ τὸν βίον αὐτὸν καθ' ἑαυ τὸν ὑμῖν, σὺν θεῷ φάναι, προσθήσω, τὸν μέγαν ἐκεῖνον Ἀκάκιον πείθουσιν, οὗ ἤδη τὴν μνήμην ἐποιησάμεθα, λαβεῖν μὲν τῆς ὁδοῦ κοινωνὸν τὸν ἑαυτοῦ μὲν διδάσκαλον, τοῦδε δὲ τοῦ ἁγίου γέροντος φοιτητήν, Ἀστέριον ἐκεῖνον τὸν πάνυ, δραμεῖν δὲ πρὸς τὸ κοινὸν τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς εὐαγγελικῆς διδασκαλίας τὸ ἔρεισμα, καὶ πεῖσαι κατα λιπεῖν μὲν τὴν ἐν ἐρήμῳ διατριβήν, ἀφικέσθαι δὲ εἰς ἐπικουρίαν μυριάδων τοσούτων ὑπ' ἐξαπάτης ἀπολλυμένων καὶ τὴν Ἀρείου κατασβέσαι φλόγα τῇ τῆς ἀφίξεως δρόσῳ. Ἔδραμεν ὁ θεῖος Ἀκάκιος, καὶ τὸν μέγαν Ἀστέριον ὡς προσετάχθη λαβὼν ἀφίκετο πρὸς τὸν μέγιστον τῆς ἐκκλησίας φωστῆρα, καὶ ἀσπασάμενος· "Εἰπέ μοι, ἔφη, ὦ πάτερ, τίνος ἕνεκα τοῦτον ἅπαντα τὸν πόνον μεθ' ἡδονῆς ὑπομένεις;" Τοῦ δὲ ἀποκριναμένου ὡς·
The nurslings of falsehood spread this abroad and scattered a rumor in that city that the great Julian—I mean this Presbyter—embraced communion with the doctrines revered by them. This especially distressed the pious, lest the rumor, deceiving the more simple-minded and naive, wrap them in the nets of the heretics. But those inspired and blessed men, Flavian and Diodore, who had been deemed worthy of the priesthood and stood as protectors of the pious people, and Aphraates—whose life I shall myself add on its own, God willing—persuaded that great Acacius, whose memory we have already made mention of, to take as a companion of the journey his own teacher, and a disciple of this holy elder, that renowned Asterius, and to run to the common glory of piety, the support of the evangelical teaching, and to persuade him to leave his dwelling in the desert and come to the aid of so many thousands perishing through deceit, and to quench the flame of Arius with the dew of his arrival. The divine Acacius ran, and taking the great Asterius as he had been instructed, he came to the greatest luminary of the church, and having greeted him, he said: "Tell me, father, for what reason do you endure all this toil with pleasure?" And when he had answered that—
"Καὶ σώματος καὶ ψυχῆς καὶ ζωῆς καὶ τοῦ βίου παντὸς ἡ τοῦ θεοῦ μοι θεραπεία τιμιωτέρα, καὶ πειρῶμαι ὡς ἂν δύνωμαι καθαρὰν αὐτῷ ῥύπου τὴν λειτουργίαν προσφέρειν, καὶ διὰ πάντων ἀρέσκειν." – "Ὑποδείκνυμί σοι, ἔφη ὁ Ἀκάκιος, τρόπον δι' οὗ πλέον ἢ νῦν αὐτὸν θεραπεύσεις, καὶ τοῦτο ἐρῶ, οὐ λογισμῷ μόνῳ χρώμενος, ἀλλὰ παρὰ τῆς αὐτοῦ διδασκαλίας μεμαθηκώς. Ἐρόμενος γάρ ποτε τὸν Πέτρον εἰ πλεῖον αὐτὸν τῶν ἄλλων φιλεῖ, καὶ μαθὼν ὅπερ ἠπίστατο καὶ πρὸ τῆς Πέτρου φωνῆς· Σὺ γὰρ οἶδας, κύριε, ὅτι φιλῶ σε"3, ὑπέδειξεν αὐτῷ τί δράσας πλέον αὐτὸν θεραπεύσειε· Εἰ γὰρ φιλεῖς μέ, φησι, ποίμαινέ μου τὰ πρόβατα καὶ βόσκε μου τὰ ἀρνία"3. Τοῦτο καί σοι, ὦ πάτερ, ποιητέον ἐστί. Κινδυνεύει γὰρ ὑπὸ λύκων διαφθαρῆναι τὰ ποίμνια, φιλεῖ δὲ αὐτὰ λίαν ὁ ὑπὸ σοῦ φιλούμενος· ἴδιον δὲ τῶν ἐρώντων ἐκεῖνα ποιεῖν ἃ τοὺς ἐρωμένους ἐπιτέρπει γινόμενα. Ἄλλως τε δὲ καὶ κίνδυνος οὐ σμικρὸς καὶ τῶν πολλῶν καὶ μεγάλων ἐκείνων ἱδρώτων ζημία, εἰ ἀνάσχοιο σιγῇ προέσθαι τὴν μὲν ἀλήθειαν χαλεπῶς πολεμουμένην, τοὺς δὲ ταύτῃ προσ κειμένους ἀγρευομένους, δέλεαρ δὲ τῶν θηρευομένων τὴν σὴν γινομένην προσηγορίαν· κοινωνὸν γὰρ ἔχειν σε τῆς σφετέρας δυσσεβείας οἱ τῆς Ἀρείου βδελυρίας προστάται νεανιεύονται." Εὐθὺς ἀκούσας ὁ Πρεσβύτης, τῇ μὲν ἡσυχίᾳ χαίρειν εἰπὼν εἰς καιρόν, τῶν δὲ πολιτικῶν θορύβων οὐκ ἀγωνιάσας τὸ ἄηθες, ἐπὶ τὴν Ἀντιόχειαν ἔτρεχεν. Δύο δὲ καὶ τρεῖς ἐξανύσας διὰ τῆς ἐρήμου σταθμοὺς εἴς τι χωρίον, ἑσπέρας καταλαβούσης, ἀφίκετο.
The service of God is more precious to me than body and soul and life and my whole manner of living, and I try, as far as I am able, to offer him a ministry clean of stain, and to please him in all things. "I will show you," said Acacius, "a way by which you will serve him more than you do now, and I will say this, not using my own reasoning alone, but having learned it from his own teaching. For when he once asked Peter whether he loved him more than the others, and learned what he already knew even before Peter's voice—'You know, Lord, that I love you'—he showed him what he might do to serve him more: 'If you love me,' he says, 'tend my sheep and feed my lambs.' This, father, is what you too must do. For the flocks are in danger of being destroyed by wolves, and the one you love loves them greatly; and it is characteristic of lovers to do those things which, when done, delight the beloved. Besides, there is no small danger, and a loss of those many great labors of yours, if you should endure in silence to abandon the truth when it is fiercely warred against, and those who cleave to it when they are being hunted, while your own name becomes bait for the hunted; for the champions of the abominable heresy of Arius boast that they have you as a partner in their impiety." The Elder, immediately on hearing this, bade farewell to his quiet at the right time, and, undaunted by the unaccustomed uproar of public affairs, hastened to Antioch. After completing two or three stages through the desert, he arrived at a certain place as evening fell.
Γύναιον δέ τι τῶν εὐπόρων τὸν ἱερὸν ἐκεῖνον ἥκειν πυθομένη χορὸν ἔδραμε αὐτῶν τρυγῆσαι τὴν εὐλογίαν· καὶ πρὸ τῶν ποδῶν καλινδουμένη τὴν οἰκίαν αὐτῆς γενέσθαι καταγώγιον ἠντιβόλει. Εἶξεν ὁ Πρεσβύτης, καὶ ταῦτα πλείονα ἢ τεσσαράκοντα ἔτη τῆς τοιαύτης θέας κεχωρισμένος. Τῆς δὲ θαυμασίας ἐκείνης γυναικὸς περὶ τὴν τῶν ἱερῶν ἐκείνων ἀνδρῶν θεραπείαν διατριβούσης, ἑπτάετες παιδίον, οὗ μόνου μήτηρ οὖσα ἐτύγχανεν ἡ τῆς Σάρρας τὴν φιλοξενίαν ζηλώσασα, ἑσπέρας οὔσης καὶ σκότους, εἰς τὸ φρέαρ κατέπεσεν. Θορύβου δὲ περὶ τούτου, ὡς εἰκός, γενομένου, αἰσθομένη ἡ μήτηρ, ἡσυχίαν μὲν ἅπασιν ἄγειν παρακελεύεται, κάλυμμα δέ τι τῷ φρέατι ἐπιθεῖσα, τῆς διακονίας εἴχετο. Τῆς δὲ τραπέζης τοῖς θείοις ἀνδράσι παρατεθείσης, ὁ θεῖος Πρεσβύτης ἐκέλευσε τὸ τῆς γυναικὸς εἰσκληθῆναι παιδίον καὶ τῆς εὐλογίας μεταλαχεῖν. Τῆς δὲ θαυμασίας γυναικὸς ἀρρωστίᾳ κατέ χεσθαι λεγούσης, ἐπέμενεν ἀχθῆναι τοῦτο παρεγγυῶν. Ὡς δὲ τὸ πάθος ἡ μήτηρ ἐγνώρισε, καταλείπει μὲν τὴν τράπεζαν ὁ Πρεσβύτης, παρὰ δὲ τὸ φρέαρ δραμὼν καὶ τὸ μὲν κάλυμμα περιαιρεθῆναι, φῶτα δὲ κομισθῆναι κελεύσας, ὁρᾷ τὸ παιδίον τῇ ἐπιφανείᾳ τῶν ὑδάτων ἐπικαθήμενον καὶ τῇ χειρὶ παιδικῶς τὰ ὕδατα παίοντα καὶ τὸν νομισθέντα ὄλεθρον παιδιάν τινα καὶ
A certain wealthy woman, having learned that that sacred company had arrived, ran to gather their blessing. Rolling at their feet, she begged that her house become a lodging for them. The Elder yielded, though he had been separated from such a sight for more than forty years. While that wonderful woman was occupied with the care of those sacred men, a seven-year-old child—the only one whose mother she happened to be, she who had emulated the hospitality of Sarah—fell into the well, as it was evening and dark. When an uproar arose over this, as was likely, the mother, perceiving it, urged everyone to keep quiet, and having placed a covering over the well, she attended to her ministry. When the table had been set for the divine men, the divine Elder ordered the woman's child to be called in and to partake of the blessing. When the wonderful woman said that he was laid low with illness, he persisted, instructing that he be brought. But when the mother made the calamity known, the Elder left the table, and running to the well and ordering the covering to be removed and lights to be brought, he sees the child sitting upon the surface of the waters and with his hand, in childish fashion, striking the waters and making what was thought to be destruction a kind of play and
ἀθύρματα ἡγούμενον. Καὶ σχοίνοις τινὰ προσδήσαντες καὶ χαλάσαντες ἀνιμήσαντο τὸ παιδίον, ὃ καὶ παραυτίκα προσέδραμε τοῖς τοῦ Πρεσβύτου ποσίν, αὐτὸν τεθεᾶσθαι λέγον ἐν τοῖς ὕδασι φέροντα καὶ ὑποβρύχιον γενέσθαι κωλύοντα. Τοιοῦτον παρὰ τοῦ μακαρίου Πρεσβύτου τῆς φιλοξενίας ἡ θαυμασία γυνὴ τὸν μισθὸν ἐκομίσατο. Καὶ ἵνα τὰ ἄλλα τὰ κατὰ τὴν ὁδὸν γεγενημένα καταλίπω, ἧκον μὲν εἰς τὴν Ἀντιόχειαν· πάντες δὲ παν ταχόθεν συνέθεον, ἰδεῖν τε ποθοῦντες τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ ἰατρείαν τινὰ τοῦ πάθους λαβεῖν ἕκαστος ἐφιέμενοι. Κατήχθη δὲ ἐν τοῖς ἐν τῇ ὑπωρείᾳ σπηλαίοις· ἔνθα καὶ τὸν θεῖον ἀπόστολον, τὸν μακάριον Παῦλον, καταχθῆναί τε καὶ κρυφθῆναί φασιν. Ἀλλ' εὐθύς, ἵνα μάθωσιν ἅπαντες ὡς ἄνθρωπος εἴη, καταβολή τις αὐτῷ πυρετοῦ γίνεται σφοδροτάτη. Ἀκακίου δὲ τοῦ μεγάλου τὸ μὲν πλῆθος τῶν συνειλεγμένων ὁρῶντος καὶ τὴν συμβᾶσαν δυσχεραίνοντος ἀρρωστίαν– πληγήσεσθαι γὰρ τοὺς συνεληλυθότας ἐνόμισεν, εἰ τὸ νόσημα μάθοιεν ἄνδρες διὰ τῆς ἐκείνου χειρὸς θεραπείαν εὑρέσθαι προσδοκῶντες· "Μὴ ἀθύμει, ἔλεγεν ὁ Πρεσβύτης· εἰ γὰρ ἀναγκαῖον τῆς ὑγιείας τὸ χρῆμα, παραυτίκα καὶ τοῦτο δώσει θεός". Εὐθὺς τοίνυν μετὰ τούσδε τοὺς λόγους εἰς ἱκετείαν τραπόμενος καὶ συνήθως τὰ γόνατα καὶ τὸ μέτωπον τῷ ἐδάφει πελάσας, ἠντιβόλει τῆς ὑγιείας τυχεῖν, εἴπερ τις ὄνησις ἐντεῦθεν τοῖς συνεληλυθόσι γενήσεται. Οὔπω τὴν προσευχὴν συνεπέρανε, καὶ πολὺς ἱδρὼς ἐξαπιναίως γενόμενος τοῦ πυρετοῦ τὴν φλόγα κατέσβεσεν. Ἐκεῖθεν πολλοὺς παντοδαπῶν νοσημάτων ἐλευθερώ σας ἐπὶ τὸν σύλλογον ᾔει τῶν εὐσεβῶν.
He considered them playthings. And having tied some ropes around the child and let them down, they hauled the boy up, and he immediately ran to the Elder's feet, saying that he had seen him in the water, carrying him and preventing him from going under. Such was the reward of hospitality that the wonderful woman received from the blessed Elder. And leaving aside the other things that happened along the way, they came to Antioch. And everyone came running together from all sides, longing to see the man of God and each desiring to obtain some cure for his affliction. He was brought down into the caves at the foot of the mountain, where they say the divine apostle, the blessed Paul, was also brought down and hidden. But immediately, so that all might learn that he was a man, a very violent onset of fever came upon him. And while Acacius the Great saw the crowd of those gathered and was vexed at the illness that had befallen him—for he thought that those who had assembled would be struck down, if they learned of the sickness, men who expected to find healing through his hand—the Elder said, "Do not be discouraged; for if health is truly necessary, God will grant this also immediately." Straightway, then, after these words, turning to supplication and, as was his custom, bringing his knees and forehead near the ground, he begged to obtain health, if indeed any benefit would come to those gathered from it. He had not yet finished the prayer when a great sweat suddenly came and extinguished the flame of the fever. Having freed many there from all kinds of diseases, he went to the assembly of the pious.
Διϊόντος δὲ αὐτοῦ τῶν βασιλείων τὰς θύρας, προσαίτης τις ἀντὶ τῶν ποδῶν τοῖς γλουτοῖς κεχρημένος, καὶ ἐπὶ τοῦ ἐδάφους συρόμενος, ἐκτείνας τὴν χεῖρα, καὶ τῇ σισύρᾳ τοῦ Πρεσβύτου πελάσας, ἐξήλασε μὲν τῇ πίστει τὸ πάθος, ἀναπηδήσας δὲ τὸν πρὸ τῆς ἀρρωστίας ἐπεδείκνυτο δρόμον, τὰ αὐτὰ ποιῶν τῷ χωλῷ ὃν Πέτρος καὶ Ἰωάννης ἀνέστησαν. Τούτου γενο μένου, συρρεῖ ἅπαν τὸ τοῦ ἄστεως πλῆθος, καὶ τὸ πολεμικὸν γυμνάσιον πλῆρες τῶν συνθεόντων ἐγένετο. Ἐν αἰσχύνῃ δὲ ἦσαν οἱ συκοφάνται καὶ τοῦ ψεύδους τεχνῖται, ἐν εὐθυμίᾳ δὲ πάσῃ καὶ εὐφροσύνῃ τῆς εὐσεβείας οἱ τρόφιμοι.
Ἐκεῖθεν εἰς τὰς οἰκίας εἷλκον τὸν τῆς εὐσεβείας φωστῆρα οἱ θεραπείας δεόμενοι. Καί τις, ἀνὴρ μεγίστην ἀρχὴν ἐγκεχειρισμένος καὶ τῆς ἕω τὰ πηδάλια κατέχειν πεπιστευμένος, πέμψας ἱκέτευσεν αὐτὸν ἀφικέσθαι, καὶ τῆς ἐπικειμένης ἀρρωστίας ἐλευθερῶσαι. Ὁ δὲ οὐδὲν μελλήσας παρεγένετο καί, τὸν κοινὸν ἱκετεύσας δεσπότην, ἔλυσε λόγῳ τὸ πάθος, καὶ χάριν ὁμολογεῖν τῷ θεῷ παρηγγύα. Ταῦτα καὶ τὰ τοιαῦτα διαπραξάμενος ἐπὶ τὴν ἀσκητικὴν λοιπὸν ἐδοκίμασε καλύβην ἐπανελθεῖν. Διὰ δὲ τῆς Κύρρου τὴν πορείαν ποιούμενος–πόλις δὲ αὕτη δύο σταθμοὺς Ἀντιοχείας ἀπέχουσα–, κατήχθη μὲν εἰς τὸν τοῦ νικηφόρου μάρτυρος Διονυσίου σηκόν. Οἱ δὲ τῆς εὐσεβείας ἐκεῖ προστατεύοντες συνελθόντες ἱκέτευον ἐπαμῦναι σφίσι προὖπτον ὄλεθρον προσδοκῶσιν. Ἀστέριον γὰρ ἔφασκον ἐν σοφιστικῇ ψευδολογίᾳ τραφέντα, εἶτα ἑαυτὸν εἰς τὴν τῶν αἱρετικῶν ἐκκλησίαν εἰσφρήσαντα καὶ ἐπισκοπικῆς λειτουργίας ἀξιωθέντα, δεινῶς τῷ ψεύδει συνηγορεῖν καὶ κακοτεχνίᾳ κατὰ τῆς ἀληθείας κεχρῆσθαι·
As he was going through the doors of the palace, a beggar who used his buttocks in place of feet and dragged himself along the ground stretched out his hand, and having come near the Elder's goatskin cloak, by faith he drove out the affliction, and leaping up he displayed the running of which he had been capable before his illness, doing the same things as the lame man whom Peter and John raised up. When this happened, the whole multitude of the city flocked together, and the military exercise ground was filled with those running together. The informers and craftsmen of falsehood were put to shame, while the nurslings of piety were in all gladness and joy.
From there, those needing healing dragged the luminary of piety to their houses. And a certain man, who had been entrusted with the greatest office and was believed to hold the helm of the East, sent and implored him to come and free him from the illness that lay upon him. He, without any delay, arrived and, having entreated the common Master, by a word he loosed the affliction and urged him to give thanks to God. Having done these and similar things, he then resolved to return to his ascetic hut. Making his journey through Cyrrhus—this is a city two stages distant from Antioch—he was brought down to the shrine of the victorious martyr Dionysius. Those who presided over piety there came together and implored him to help them, who expected imminent destruction. For they said that Asterius, having been raised in sophistic falsehood, then having insinuated himself into the church of the heretics and been deemed worthy of the episcopal ministry, was terribly advocating falsehood and employing malicious craft against the truth.
"Καὶ δεδοίκαμεν, ἔλεγον, μὴ οἷόν τινι δελεάσματι τῇ εὐγλωττίᾳ τὸ ψεῦδος συγκαλύψας, καὶ τὰς τῶν συλλογισμῶν πλοκὰς οἷόν τινα δίκτυα πετάσας, πολλοὺς τῶν ἁπλότητι συνεζηκότων ἀγρεύσῃ. Τούτου γὰρ χάριν μετάπεμπτος ὑπὸ τῶν ἐναντίων γεγένηται". Ὁ δὲ Πρεσβύτης· "Θαρσεῖτε, ἔφη, καὶ μεθ' ἡμῶν τὸν θεὸν ἱκετεύετε, νηστείαν καὶ κακου χίαν τῇ προσευχῇ προστιθέντες." Οὕτω τούτων τὸν θεὸν ἀντιβολούντων, πρὸ μιᾶς τῆς πανηγύρεως ἡμέρας καθ' ἣν ἔμελλε τοὺς λόγους
ποιήσεσθαι ὁ τοῦ ψεύδους συνήγορος καὶ τῆς ἀληθείας πολέμιος, θεήλατον ἐδέξατο τὴν πληγὴν καί, μίαν μόνην ἀρρωστήσας ἡμέραν, ἔξω τοῦ καταλόγου τῶν ζώντων ἐγένετο, ἐκείνης ἀκούων, ὡς εἰκός, τῆς φωνῆς· "Ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας κακὰ δικτυά τε καὶ πάναγρα σοι ἔσται καὶ οὐχ ἑτέρῳ". Ταὐτὰ δὲ πέπονθε καὶ τῷ Βαλαὰμ ὃς μετεπέμφθη μὲν καὶ αὐτὸς κατὰ τοῦ θείου λαοῦ. Ἀνόσια δὲ κατ' αὐτοῦ τῷ Βαλὰκ συμβουλεύσας, αὐτοῦ δέδωκε δίκην ὑπὸ δεξιᾶς Ἰσραηλιτικῆς δεξάμενος τὴν σφαγήν. Καὶ οὗτος τοίνυν, ἐπειδὴ ἐπὶ τὸν λαὸν τοῦ θεοῦ κατεπανουργεύσατο γνώμην, διὰ τοῦ λαοῦ τοῦ θεοῦ τὴν ζωὴν ἀφῃρέθη. Ταύτης δὲ τῆς σωτηρίας διὰ τῆς τούτου προσευχῆς ἡ Κύρρος ἀπέλαυσεν. Ἐμοὶ δὲ τάδε τὰ διηγήματα ἡ θεία κεφαλὴ ὁ μέγας Ἀκάκιος παραδέδωκεν, ἀκριβῶς ἅπαντα τὰ κατ' αὐτὸν ἐπιστάμενος. Ἐνθένδε τοίνυν ἀποδημήσας καὶ τοὺς θιασώτας κατα λαβὼν καὶ χρόνον αὐτοῖς οὐκ ὀλίγον συνδιατρίψας, εἰς τὸν ἀγήρω καὶ ἄλυπον βίον προθύμως λίαν μετέστη, μελετήσας μὲν ἐν θνητῇ φύσει τὴν ἀπάθειαν, τὴν δὲ τοῦ σώματος ἀθανασίαν προσμένων.
And they said, "We are afraid that, having concealed the lie with his eloquence as with some bait, and having spread out the entanglements of his arguments like some nets, he may catch many of those who have lived in simplicity. For this reason he has been summoned by the opponents." But the Elder said, "Take courage, and join us in entreating God, adding fasting and hardship to your prayer." As they were thus pleading with God, one day before the festival on which the advocate of falsehood and enemy of truth was about to deliver his speeches, he received a heaven-sent blow, and after being ill for only one day, he was removed from the register of the living, hearing, as is likely, that voice: "Fool, this night they demand your soul from you; and the evil nets and snares you have prepared will be for you and not for another." The same thing happened also to Balaam, who was himself summoned against the divine people. Having counseled Balak to commit impious acts against them, he paid the penalty himself, receiving slaughter by an Israelite right hand. So this man too, since he had devised a scheme against the people of God, was deprived of his life through the people of God. And Cyros enjoyed this salvation through the Elder's prayer. These narratives were handed down to me by the great Acacius, that divine head, who knew accurately everything concerning him. Then, having departed from there and found his companions and spent no little time with them, he eagerly passed over to the ageless and painless life, having practiced impassibility in a mortal nature, and awaiting the immortality of the body.
Ἐγὼ δὲ ἐνταῦθα τὸν περὶ τοῦδε τοῦ διηγήματος στήσας λόγον, ἐφ' ἕτερον βαδιοῦμαι, τοὺς ἐμφερομένους τῷ διηγήματι ἁγίους ἀντιβολῶν προξενῆσαί μοι τὴν ἄνωθεν διὰ πρεσβείας εὐμένειαν.
3. ΜΑΡΚΙΑΝΟΣ Μαρκιανὸν δὲ τὸν πάνυ πῶς ἂν ἀξίως θαυμάσαιμεν ἢ δῆλον ὅτι Ἠλίᾳ καὶ Ἰωάννῃ καὶ τοῖς κατ' ἐκείνους συντάττοντες οἳ "περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος, ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς"; Οὗτος γὰρ πατρίδα πάλαι μὲν ἔσχε τὴν Κύρρον, ἧς καὶ πρόσθεν ἐμνήσθην, μετὰ δὲ ταῦτα τὴν ἔρημον· καὶ ταύτην δὲ κἀκείνην κατα λιπὼν νῦν ἔχει τὸν οὐρανόν. Καὶ ἡ μὲν αὐτὸν ἐγέννησεν, ἡ δὲ ἔθρεψε καὶ νικηφόρον ἀπέφηνεν, ὁ δὲ ὡς στεφανίτην ἐδέξατο. Τῆς γὰρ τοῦ γένους καταφρονήσας περιφανείας– ἐξ εὐπατριδῶν γὰρ κατήγετο–καὶ τῆς ἐν βασιλείοις λαμπρότητος–ἐν ἐκείνοις γὰρ ἤνθει, μέγεθος σώματος παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως καὶ κάλλος δεξάμενος καὶ ψυχὴν ἔχων ἀγχινοίᾳ κεκοσμημένην–, εἰς θεὸν καὶ τὰ θεοῦ τὸ φίλτρον ἅπαν μετέθηκε· καὶ πᾶσιν ἐρρῶσθαι φράσας, καταλαμβάνει τῆς ἐρήμου τὸν ὀμφαλὸν καὶ, σμικρὸν οἰκίσκον δειμάμενος οὐδὲ τῷ σώματι σύμμετρον, καὶ ἄλλῳ σμικρῷ τινὶ θριγκίῳ περιβαλὼν καθεῖρκτο διηνεκῶς, πάσης μὲν ἀνθρωπίνης συνουσίας κεχωρισμένος, τῷ δὲ τῶν ὅλων δεσπότῃ διαλεγόμενος καὶ τῆς γλυκείας ἐκείνης ἐπαΐων φωνῆς. Τοῖς μὲν γὰρ θείοις ἐντυγχάνων λογίοις τῆς θείας φωνῆς ἀπολαύειν ἡγεῖτο· προσευχόμενος δὲ καὶ τὰς ἱκετείας προσφέρων, αὐτὸς τὴν πρὸς τὸν δεσπότην ἐποιεῖτο διάλεξιν.
But I, having here brought my account of this narrative to a close, will proceed to another, beseeching the saints mentioned in the narrative to procure for me from above the favor that comes through their intercession.
3. MARCIANUS. And how could we worthily marvel at the great Marcianus, unless clearly by ranking him with Elijah and John and those of their company who "went about in sheepskins, in goatskins, being destitute, afflicted, tormented, of whom the world was not worthy, wandering in deserts and mountains and caves and the holes of the earth"? For he once had as his homeland Cyrrhus, which I mentioned earlier, and after that the desert; and having left both that and this, he now has heaven. And the one bore him, the other nurtured him and showed him forth a victor, and heaven received him as a crowned champion. For having despised the distinction of his family—for he was descended from noble ancestors—and the splendor of the imperial court—for he flourished in those circles, having received from the Creator of nature greatness of body and beauty, and possessing a soul adorned with keenness of understanding—he transferred all his affection to God and the things of God. And having bidden farewell to all, he reached the navel of the desert and, having built a small hut not even proportionate to his body, and having surrounded it with another small enclosure, he was confined continually, separated from all human intercourse, conversing with the Master of all things and listening to that sweet voice. For when he read the divine oracles, he considered that he was enjoying the divine voice; and when he prayed and offered his supplications, he himself held converse with the Master.
Καὶ τοσαύτης ἀεὶ τρυφῆς ἀπολαύων κόρον λαβεῖν οὐκ ἐβούλετο. Ἤκουσε γὰρ τοῦ θείου πνεύματος διὰ τοῦ μεγάλου Δαβὶδ ὑποψάλλοντος ὡς "ὁ μελετῶν ἐν νόμῳ κυρίου ἡμέρας καὶ νυκτὸς ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται". Τούτων τῶν καρπῶν ἐφιέμενος τὸν ἥδιστον τοῦτον ἠσπάζετο πόνον, καὶ τὴν μὲν προσευχὴν ἡ ψαλμῳδίᾳ, τὴν δὲ ψαλμῳδίαν ἡ προσευχὴ διεδέχετο, καὶ ἀμφότερα πάλιν ἡ τῶν θείων λογίων ἀνάγνωσις.
Σιτίον δὲ ἦν αὐτῷ μόνος ἄρτος, καὶ οὗτος σταθμῷ προσφερόμενος· τοσοῦτος δὲ ἦν ὁ σταθμὸς ὡς μηδὲ παιδίῳ ἄρτι θηλῆς ἀπαλλαγέντι τὴν χρείαν πληροῦν. Φασὶ γὰρ τοῦ ἄρτου τὴν λίτραν τέτραχα διαιρουμένην ἡμέραις τέτταρσι διανέμεσθαι, καὶ ἡμέρᾳ
ἑκάστῃ μίαν ἀπονέμεσθαι μοῖραν. Ἐκεκρίκει γὰρ ἑσπέρας καθ' ἑκάστην ἐσθίειν ἡμέραν, κόρον δὲ μὴ λαβεῖν μηδέποτε, ἀλλ' ἀεὶ μὲν πεινῆν, ἀεὶ δὲ διψῆν, προσφέρειν δὲ τῷ σώματι τὰ εἰς τὸ ζῆν ἀποχρῶντα. Ἔλεγε γὰρ ὡς ὁ διὰ πλειόνων ἡμερῶν σιτίων μεταλαγχάνων, ἀσθενέστερον μὲν ἐν ταῖς τῆς ἀπαστίας ἡμέραις τὰς δεσπο τικὰς λειτουργίας ἐπιτελεῖ· ἐν ᾗ δὲ πάλιν ἡμέρᾳ τῶν σιτίων μεταλαμβάνει, πλείονα, ὡς εἰκός, προσφερόμενος τὴν γαστέρα φορτίζει· βαρυνομένη δὲ αὕτη ὀκνηροτέραν περὶ τὴν ἀγρυπνίαν καθίστησι τὴν ψυχήν. Ἄμεινον τοίνυν ἔλεγεν εἶναι καθ' ἡμέραν μὲν μεταλαμβάνειν τροφῆς, κόρον δὲ περιμεῖναι μηδέποτε· ἀληθὴς γὰρ νηστεία ἡ διηνεκὴς ἔνδεια.
And enjoying such luxury always, he did not wish to take his fill. For he heard the divine Spirit through the great David singing, "He who meditates on the law of the Lord day and night shall be like a tree planted by the streams of water, which will give its fruit in its season, and its leaf will not fall." Desiring these fruits, he embraced this most pleasant toil, and prayer was succeeded by psalmody, and psalmody by prayer, and again both by the reading of the divine oracles.
His food was only bread, and this was offered by weight; and the weight was such as not even to satisfy the need of a child just weaned from the breast. For they say that a pound of bread, divided into four parts, was distributed over four days, and to each day
one portion was assigned. For he had decided to eat each day in the evening, and never to take his fill, but always to be hungry and always to be thirsty, and to offer the body only what suffices for living. For he said that the one who partakes of food after more days performs the Lord's services more weakly on the days of fasting; and on the day when he again partakes of food, offering more, as is likely, he burdens his stomach; and this, being weighed down, makes the soul more sluggish for vigil. Better, then, he said, is it to partake of food daily but never to wait for satiety; for true fasting is continual want.
Ταῦτα νομοθετῶν διετέλει ὁ θεῖος ἐκεῖνος ἀνὴρ καὶ σῶμα μέγιστον ἔχων καὶ τῶν ἐπ' αὐτοῦ πάντων ἀνθρώπων μέγιστός τε ὢν καὶ κάλλιστος μικρῷ τοῦτο σιτίῳ διέτρεφεν.
Χρόνου δέ τινος διελθόντος δύο συνοίκους ἐδέξατο, Εὐσέβιον ὃς τῆς ἱερᾶς ἐκείνης καλύβης κληρονόμος ἐγένετο, καὶ Ἀγαπητὸν ὃς τὴν ἀγγελικὴν ταύτην νομοθεσίαν εἰς τὴν Ἀπαμέων μετεφύτευσε· κώμη γάρ τίς ἐστι μεγίστη καὶ πολυάνθρωπος, Νικέρτη δὲ ὄνομα ταύτῃ· δύο τοίνυν φιλοσοφίας ἐν ταύτῃ φροντιστήρια κατεσκεύασε μέγιστα, τὸ μὲν τῆς αὐτοῦ προσηγορίας ἐπώνυμον, τὸ δὲ τοῦ θαυ μαστοῦ Συμεώνου, ὃς πεντήκοντα ἐτῶν ἀριθμὸν ἐν ταύτῃ τῇ φιλοσοφίᾳ διέλαμψεν. Ἐν τούτοις μέχρι καὶ τήμερον πλείους ἢ τετρακόσιοι διάγουσιν ἄνδρες, ἀρετῆς ἀθληταὶ καὶ εὐσεβείας ἐρασταὶ καὶ τὸν οὐρανὸν τοῖς πόνοις ὠνούμενοι. Θεσμοθέται δὲ ταύτης τῆς πολιτείας Ἀγαπητὸς καὶ Συμεώνης, παρὰ τοῦ μεγάλου Μαρκιανοῦ τοὺς νόμους δεξάμενοι. Ἐκ δὲ τούτων μυρία ἐφυτεύθη ἕτερα ἀσκητῶν καταγώγια, τουτοισὶ τοῖς νόμοις κοσμούμενα ἃ οὐ ῥᾴδιον ἀριθμεῖν. Ἀλλὰ φυτουργὸς τούτων ἁπάντων ὁ θεσπέσιος ἐκεῖνος ἀνήρ· ὁ γὰρ τὸ σπέρμα τὸ κάλλιστον παρασχών, οὗτος καὶ τῶν φύντων ἀγαθῶν αἴτιος ἂν εἰκότως κληθείη.
The divine man continued to lay down these laws, and though he had a very large body and was the tallest and most handsome of all men of his time, he sustained it with a small portion of food.
After some time had passed, he received two companions: Eusebius, who became the heir of that sacred hut, and Agapetus, who transplanted this angelic rule to the region of Apamea. For there is a certain very large and populous village, and its name is Nicerte. In it, then, he established two very great schools of philosophy, one named after himself, and the other after the wonderful Symeon, who shone in this philosophy for a span of fifty years. In these, even to this day, more than four hundred men live, athletes of virtue and lovers of piety, purchasing heaven with their labors. The lawgivers of this commonwealth are Agapetus and Symeon, who received the laws from the great Marcianus. From these, countless other dwelling places of ascetics were planted, adorned with these same laws, which it is not easy to number. But the planter of all these was that inspired man; for he who provided the finest seed would rightly be called the cause of the good things that grew.
Τὸ μὲν οὖν πρῶτον, ὡς ἔφην, μόνος τὴν ἐθελουσίαν ἐκείνην εἶχεν εἰρκτήν· ἔπειτα τοὺς δύο τούτους ὑποδεξάμενος, οὐ συνοίκους εἶχεν· οὐδὲ γὰρ αὐτῷ μόνῳ ὁ οἰκίσκος ἀπέχρη, σμικρὸς ὢν κομιδῆ, καὶ πολὺν αὐτῷ καὶ ἑστῶτι καὶ κατα κειμένῳ παρέχων πόνον. Οὔτε γὰρ ἑστὼς ἀνορθοῦσθαι οἷός τε ἦν, τῆς ὀροφῆς καὶ τὴν κεφαλὴν καὶ τὸν αὐχένα καμπτούσης, οὔτε κατακλινόμενος ἐκτείνειν τοὺς πόδας ἠδύνατο, ἰσόμετρον τῷ σώματι τοῦ οἴκου τὸ μῆκος οὐκ ἔχοντος. Ἕτερον οὖν αὐτοῖς ἐπιτρέψας κατασκευάσαι, ἐν ἐκείνῳ διάγειν ἐκέλευε καὶ καθ' ἑαυτούς τε ὑμνεῖν καὶ προσεύχεσθαι, καὶ τοῖς θείοις ἐντυγχάνειν λογίοις. Ἐπειδὴ δὲ ἔδει πλείονας τῆς ὠφελείας ταύτης μεταλαχεῖν, ἕτερον πόρρωθεν οἰκοδομηθῆναι καταγώγιον παρεγγυήσας, ἐν ἐκείνῳ διάγειν τοὺς βουλομένους ἐκέλευεν. Ἡγεμόνευε δὲ αὐτῶν ὁ Εὐσέβιος τὴν τοῦ μεγάλου Μαρκιανοῦ διδασκαλίαν διαπορθμεύων. Ὁ δὲ θεῖος ἐκεῖνος Ἀγαπητὸς παιδοτριβηθεὶς ὡς ἔδει, καὶ γυμνασάμενος καὶ τὴν ἀθλητικὴν ταύτην ἄριστα παιδευθεὶς ἐπανῆκεν, ὡς ἔφην, καὶ ἃ παρὰ τῆς θείας ἐκείνης ψυχῆς ἐδέξατο, κατέσπειρε σπέρματα. Οὕτω δὲ περιφανὴς ἐγένετο καὶ περίβλεπτος, ὡς καὶ τῆς ἀρχιερατικῆς προεδρίας ἀξιωθῆναι καὶ ποιμενικὴν ἐγχειρισθῆναι κηδεμονίαν, καὶ τῆς οἰκείας πατρίδος ἐμπιστευθῆναι τὴν ἐπιμέλειαν.
At first, then, as I said, he alone had that voluntary prison; but afterward, when he received these two, he did not have them as fellow inhabitants, for the little cell was not sufficient even for him alone, being exceedingly small and causing him much distress both when standing and when lying down. For standing he could not straighten up, since the roof bent down his head and neck, nor when lying down could he stretch out his feet, since the house did not have a length equal to his body. So, having permitted them to build another, he ordered them to live in that one and to sing hymns and pray by themselves and to read the divine oracles. But since it was necessary that more share in this benefit, he directed that another dwelling be built at a distance, and he ordered those who wished to live in that one. Eusebius led them, conveying the teaching of the great Marcianus. And that divine Agapetus, having been trained as was fitting and having exercised and been excellently educated in this athletic discipline, returned, as I said, and sowed the seeds that he had received from that divine soul. And he became so conspicuous and renowned that he was deemed worthy of the high-priestly presidency and was entrusted with pastoral care, and the oversight of his own native city was committed to him.
Εὐσέβιος δὲ ὁ θαυμάσιος, τῆς συναθροισθείσης προστα τεύων ἀγέλης, καὶ τοῦ διδασκάλου τὴν ἐπιμέλειαν ἀνεδέδεκτο, καὶ μόνος εἰς καιρὸν αὐτῷ φοιτᾶν καὶ πυνθάνεσθαι μή τι βούλοιτο ἠξιοῦτο. Ἐθελήσας δέ ποτε νύκτωρ ἰδεῖν ὅ τι πράττοι, ἐτόλμησε τῇ φωταγωγῷ–βραχεῖα δὲ ἦν αὕτη– πελάσαι· καὶ διακύψας ὁρᾷ φῶς οὐ λυχνιαῖον, οὐδὲ χειρο ποίητον, ἀλλὰ θεόσδοτον καὶ τῆς ἄνωθεν χάριτος, τῆς τοῦ
διδασκάλου κορυφῆς ἀπαστράπτον καὶ τῶν θείων λογίων ὑποδεικνῦον τὴν τῶν γραμμάτων συνθήκην· καὶ γὰρ βιβλίον κατέχων ἐτύγχανε καὶ τὸν ἄσυλον θησαυρὸν ἐπεζήτει τοῦ θείου θελήματος. Τοῦτο δὲ θεασάμενος Εὐσέβιος ὁ θαυμάσιος δέους τε ἐνεπίμπλατο καὶ φρίκης μεστὸς ἐγίνετο καὶ τὴν κατακεχυμένην τοῦ θείου θεράποντος ἐδιδάσκετο χάριν καὶ τοῦ θεοῦ τὴν περὶ τοὺς δούλους ἐμάνθανεν εὔνοιαν. Ἄλλοτε δὲ ἐν τῷ προαυλίῳ τοῦ μεγάλου προσευχομένου Μαρκιανοῦ, δράκων τις ἀνερπύσας εἰς τὸν πρὸς ἕω τετραμμένον τοῖχον, ἄνωθεν τοῦ τοίχου διέκυψε κεχηνώς τε ἅμα καὶ βλοσυρὸν βλέπων, καὶ τὴν ἐπιβουλὴν σημαίνων. Πόρρω δὲ ἑστὼς ὁ Εὐσέβιος, καὶ τὸ φρικῶδες ἐκεῖνο θέαμα δείσας, καὶ τὸν διδάσκαλον ἀγνοεῖν ὑποτοπήσας, ὑπεδείκνυ βοῶν καὶ φυγεῖν ἀντιβολῶν. Ὁ δὲ ἐπιτιμήσας καὶ τὴν δειλίαν ἐκβαλεῖν κελεύσας–πάθος γὰρ εἶναι καὶ ταύτην ὀλέθριον–, τῷ μὲν δακτύλῳ τὸν σταυρὸν προετύπωσεν, ἐνεφύσησε δὲ τῷ στόματι καὶ τὴν παλαιὰν παρεδήλωσεν ἔχθραν. Ὁ δὲ καθάπερ τινι πυρὶ τῷ τοῦ στόματος πνεύματι αὐανθεὶς καὶ οἱονεὶ ἐμπρησθεὶς, καλάμης δίκην καταφλεχθείσης εἰς πολλὰ διελύθη. Ὅρα μοι τοίνυν εἰ μὴ τὸν δεσπότην ὡς εὔνους οἰκέτης μεμίμηται.
But Eusebius the wonderful, presiding over the assembled flock, had also taken on the care of the teacher, and he alone was deemed worthy to visit him at the proper time and to inquire whether he wished for anything. Once, desiring to see at night what he was doing, he dared to approach the light-opening—for it was small—and peering in, he sees a light not of a lamp, nor handmade, but God-given and from the grace above, flashing from the teacher's head and revealing the composition of the letters of the divine oracles; for he happened to be holding a book and was seeking the inviolable treasure of the divine will. Seeing this, Eusebius the wonderful was filled with awe and became full of trembling, and he was taught the grace poured out upon the servant of God and learned God's goodwill toward his servants. On another occasion, while Marcian the Great was praying in the forecourt, a certain serpent, creeping up onto the wall facing east, peered over the top of the wall, gaping and glaring fiercely, and signaling its plot. But Eusebius, standing far off and fearing that dreadful sight, and suspecting that the teacher was unaware, pointed it out, shouting and begging him to flee. But he, rebuking him and ordering him to cast out his cowardice—for this too was a destructive passion—traced the cross with his finger, breathed with his mouth, and indicated the ancient enmity. And the serpent, as if dried up by the breath of his mouth as by fire and, so to speak, set ablaze, was dissolved into many pieces like straw consumed by flame. See, then, whether he has not imitated his master as a loyal servant.
Καὶ γὰρ ὁ δεσπότης, τῆς θαλάττης ἐπιμανείσης ποτὲ τῷ σκάφει τῶν μαθητῶν, ἀγωνιῶντας τούτους θεασά μενος, οὐ πρότερον τῆς θαλάττης τὴν ζάλην ἐστόρεσε πρὶν ἢ τῶν μαθητῶν ἐπιτιμήσει καταπαῦσαι τὴν ἀπιστίαν. Ἐντεῦθεν ὁ θαυμάσιος οὗτος ταῦτα πεπαιδευμένος, πρῶτον τοῦ φοιτητοῦ τὴν δειλίαν ἐξέβαλεν, εἶθ' οὕτω τὸ θηρίον τιμωρίᾳ παρέδωκεν.
Τοιαύτη τοῦ μεγάλου Μαρκιανοῦ καὶ ἡ σοφία καὶ ἡ θαυματουργία καὶ ἡ πρὸς τὸν θεὸν παρρησία· ἀλλ' ὅμως καὶ τοιαύτης χάριτος ἠξιωμένος καὶ θαυματουργεῖν μεγάλα δυνάμενος, κρύπτειν ἐσπούδαζε τὴν ἰσχὺν, τοῦ λωποδύτου τῆς ἀρετῆς τὰς μηχανὰς ὑφορώμενος· τὸ γὰρ τῆς ἀλαζονείας ὑποσπείρων πάθος, τοὺς πόνῳ συλλεγέντας καρποὺς λῃστεύειν ἐπιχειρεῖ. Καὶ κρύπτειν δὲ τὴν δεδομένην προθυμούμενος χάριν, ἄκων ἐθαυματούργει, τῆς τῶν κατορθωμάτων αἴγλης ἀπαστραπτούσης καὶ τὴν κεκρυμμένην δύναμιν παραγυμνούσης. Καὶ δήποτε τοιόνδε συνέβη γενέσθαι. Ἀνήρ τις τῶν εὐπατριδῶν καὶ ἀρχὰς στρατιωτικὰς πολλάκις ἐγχειρισθείς, ἀπὸ Βεροίας τῆς Συρίας ὁρμώμενος, τῆς θυγατρὸς ἐπὶ χρόνῳ πολλῷ κορυβαντιώσης καὶ ὑπὸ πονηροῦ δαίμονος ἐνοχλουμένης καὶ λυττώσης, καταλαμ βάνει τὴν ἔρημον, συνήθης μὲν ὢν τοῦ μεγάλου Μαρκιανοῦ, συντεύξεσθαι δὲ αὐτῷ καὶ ἀντιβολήσειν διὰ τὴν προτέραν συνήθειαν προσδοκῶν. Ψευσθεὶς δὲ τῆς ἐλπίδος καὶ τῆς θέας διαμαρτὼν τοῦ θείου θεράποντος, ἱκετεύει τινὰ πρεσβύτην ὃς κατ' ἐκεῖνο καιροῦ τὴν τοῦ θείου ἀνδρὸς διακονίαν ἐγκεχείριστο μικρὸν ληκύθιον ἐλαίου πλῆρες ὑποδέξασθαί τε καὶ παρ' αὐτὴν θεῖναι τοῦ οἰκιδίου τὴν θύραν.
For the Master too, when the sea once raged against the disciples' boat, seeing them in distress, did not calm the swell of the sea before he had stopped their unbelief by his rebuke. Having been taught this, this wonderful man first cast out the cowardice of his disciple, and then in this way handed the beast over to punishment.
Such were the wisdom, the wonder-working, and the boldness before God of the great Marcian. But although he had been deemed worthy of such grace and was able to work great wonders, he strove to conceal his power, keeping watch against the schemes of the thief of virtue; for sowing the passion of vainglory, that thief attempts to steal the fruits gathered by toil. And though he was eager to conceal the grace given to him, he worked wonders unwillingly, since the radiance of his good deeds shone forth and laid bare his hidden power. And at some time the following happened. A certain man of noble birth, who had often been entrusted with military commands, a native of Beroea in Syria, whose daughter had for a long time been afflicted with Corybantic frenzy and was troubled and driven mad by an evil demon, came to the desert. He was an acquaintance of the great Marcian, and expected to meet and encounter him because of their former acquaintance. But having been disappointed in his hope and having failed to see the divine servant, he implored a certain elder who at that time had been entrusted with the service of the divine man to receive a small flask full of oil and place it at the very door of the little dwelling.
Ὁ δὲ πρεσβύτης, πολλάκις μὲν τὴν ἐγχείρησιν ἀρνηθείς, πολλάκις δὲ πάλιν παρακληθείς, ἥττων τῆς ἱκετείας ἐγένετο. Τοῦ δὲ κτύπου αἰσθόμενος ὁ μέγας Μαρκιανὸς ἐπυνθάνετο τίς τε εἴη καὶ τί δεόμενος ἥκοι. Ὁ δὲ τὴν μὲν ἀληθῆ πρόφασιν ἔκρυπτεν, ἐσκήπτετο δὲ ἀφῖχθαι ὡς μαθησόμενος μή τι κελεύοι· καὶ τοῦτο λέγων ἀπεπέμπετο. Ὑπὸ δὲ τὴν ἕω πάλιν τῆς κόρης ὁ πατὴρ ἱκέτευεν ἀποδοθῆναι αὑτῷ τὸ ληκύθιον· ὁ δὲ δεδιὼς μέν, ἀπῄει δ' ὅμως ἡσυχῇ ᾗ ἠδύνατο, καὶ τὴν χεῖρα προτείνας καὶ τὸ ληκύθιον λαβὼν ἐπειρᾶτο λανθάνειν. Ὁ δὲ πάλιν ἐπύθετο τί βουλόμενος ἥκοι. Ὡς δὲ τὴν αὐτὴν ἔφη πρόφασιν ἣν καὶ ἑσπέρας ἐδήλωσε, δυσχεράνας ὁ θεῖος ἀνήρ, ἅτε δὴ παρὰ τὸ εἰωθὸς γεγενημένην τοῦ πρεσβύτου τὴν ἄφιξιν, τἀληθῆ ἀπαγγέλλειν ἐκέλευεν. Ὁ δὲ δειμαίνων καὶ τρέμων καὶ κρύπτειν τὸν τῆς θείας χάριτος ἀνάπλεων οὐ δυνάμενος, τίς τε ἥκοι ἔλεγε, καὶ τοῦ πάθους τὴν
τραγῳδίαν ἐδίδασκε, καὶ τὸ ληκύθιον ἐπεδείκνυ. Ὁ δὲ ἠγανάκτει μέν, ὡς εἰκὸς ἦν τὸν δεικνύναι τὴν ἀρετὴν οὐ βουλόμενον· ἀπειλήσας δὲ ὅμως, ὡς, εἰ αὖθις τοιαῦτα τολμήσειε, καὶ τῆς συνουσίας ἐκείνης στερη θήσεται, καὶ τὴν διακονίαν ἀφαιρεθήσεται– μεγίστη δὲ ἦν ἡ ζημία τοῖς τὸ κέρδος ἐπισταμένοις–, ἀπέπεμψεν ἀποδοῦναι τῷ δεδωκότι κελεύσας. Καὶ ὁ μὲν ταῦτα ἐκέλευε· τέτταρας δὲ σταθμοὺς ὁ δαίμων ἀφεστηκὼς τοῦ ἐξελαύνοντος ἐβόα τὴν δύναμιν· καὶ Μαρκιανὸς ἐν Βεροίᾳ τὰ δικαστῶν εἰργάζετο δημίοις τισὶ κατὰ τοῦ δαίμονος χρώμενος, καὶ τὸν ἀλιτήριον ἐξελαύνων, καὶ τὴν κόρην καθαρὰν τῆς ἐνεργείας ἀποφαίνων ἐκείνου. Καὶ τοῦτο μεμάθηκεν ἀκριβῶς ὁ τῆς κόρης πατήρ.
The old man, having often refused the undertaking, and having often been entreated again, yielded to the supplication. But the great Marcian, perceiving the noise, inquired who he was and what he had come seeking. He concealed the true reason, and pretended that he had come to learn whether he might give any command; and saying this, he was sent away. But at dawn the girl's father again entreated that the flask be returned to him; and he, though afraid, nevertheless went quietly as best he could, and stretching out his hand and taking the flask, he tried to escape notice. But the other again asked what he wanted in coming. And when he stated the same pretext that he had also declared in the evening, the divine man, displeased, inasmuch as the old man's visit had occurred contrary to custom, ordered him to report the truth. And he, fearing and trembling and unable to conceal the matter filled with divine grace, said who he was and what had come upon him, and explained the tragedy of his affliction, and showed the flask. And he was indignant, as was natural for one who did not wish to display his virtue; nevertheless he threatened that, if he should again dare such things, he would both be deprived of that association and stripped of his ministry—and this was the greatest loss for those who knew its profit—and he sent him away, commanding him to return it to the one who had given it. And he gave these commands; but the demon, standing four stations away from the one driving him out, cried out his power; and Marcian in Beroea was performing the works of judges, employing certain penalties against the demon, and driving out the accursed one, and showing the girl clean from that operation. And the girl's father learned this accurately.
Ἐπανιόντι γὰρ αὐτῷ καὶ ὀλίγους τοῦ ἄστεως σταδίους ἀπέχοντι οἰκέτης τις ἀπήντησεν, εἰς ἀγρὸν ὑπὸ τῆς δεσποίνης ἀποσταλείς. Οὗτος οὖν τὸν δεσπότην θεασάμενος προσέφερε τῆς γεγενημένης θαυματουργίας τὰ εὐαγγέλια, πρὸ τεττάρων ἡμερῶν λέγων γεγενῆσθαι τὸ θαῦμα. Ἀριθμήσας τοίνυν τὰς ἡμέρας καὶ τὸν καιρὸν ἀκριβῶς ἐξετάσας, ἐκεῖνον εἶναι μεμάθηκεν, ἐν ᾧ τὸ ληκύθιον ἐξεκόμισεν ὁ πρεσβύτης. Ἐγὼ δὲ εἰς ἔννοιαν λαμβάνω τί οὐκ ἂν ἔδρασεν ὁ μέγας οὗτος ἀνήρ, εἰ θαυματουργεῖν ἐβούλετο. Εἰ γὰρ καὶ κρύπτειν ἐσπουδακὼς ἣν ἐδέξατο χάριν, τοσαύτην αἴγλην ἠφίει, ποίαν οὐκ ἂν τερατουργίαν ἐθελήσας εἰργάσατο; Οὕτω δὲ καὶ τὴν πνευματικὴν αὐτοῦ σοφίαν οὐχ ἅπασιν ἐδήλου, καὶ ταῦτα τὸ τελευταῖον, μετὰ τὴν τοῦ σωτηρίου πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως ἑορτὴν εἰσιέναι τοὺς βουλομένους πρὸς αὐτὸν ἐπιτρέψας.
Ἀμέλει κατ' ἐκεῖνον ἅπαντες ὁρᾶν αὐτὸν ἐσπούδαζον τὸν καιρόν. Καὶ δή ποτε ἀφίκοντο πρὸς αὐτὸν συναχθέντες τῶν ἀρχιερέων οἱ πρῶτοι, Φλαβιανὸς ὁ μέγας τὴν Ἀντιοχέων ποιμαίνειν πεπιστευμένος, καὶ ὁ θεῖος Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐμνήσθην, Εὐσέβιός τε ὁ τῆς Χαλκιδέων, καὶ Ἰσίδωρος ὁ τότε τὴν Κύρρον κυβερνᾶν πεπιστευμένος, ἀρετῇ διαπρέποντες. Συνῆν δὲ αὐτοῖς καὶ Θεόδοτος τῆς Ἱεραπολιτῶν κατέχων τὰς ἡνίας, ἀσκήσει καὶ πρᾳότητι λάμπων. Παρῆσαν δέ τινες τῶν ἐν τέλει καὶ ἀξιώμασι, τῆς πίστεως τὸ ζώπυρον ἔχοντες. Πάντων τοίνυν σιγῇ καθημένων καὶ τὴν ἱερὰν ἐκείνου προσδεχομένων φωνήν, σιγῶν καὶ αὐτὸς ἐπὶ πολὺ καθῆστο, ἀργῶν μὲν τὴν γλῶτταν, ἐνεργὸν δὲ παρέχων τὴν ἀκοήν.
For as he was returning and was a few stades distant from the city, a certain household servant met him, sent out to the field by his mistress. So this man, seeing his master, brought him the good news of the miracle that had occurred, saying that the wonder had taken place four days earlier. Having then counted the days and examined the time carefully, he learned that it was the very one on which the old man had brought out the little flask. And I consider what this great man would not have done, if he had wished to work wonders. For if, though he was eager to conceal the grace he had received, he nevertheless emitted so great a radiance, what kind of marvel would he not have wrought if he had willed it? In this way he did not make his spiritual wisdom clear to all, and this especially at the last, after the feast of the saving passion and the master's resurrection, when he permitted those who wished to come in to him.
At any rate, at that time all were eager to see him. And indeed once there came to him, gathered together, the foremost of the high priests: the great Flavian, who had been entrusted to shepherd the Antiochenes, and the divine Acacius, whom I mentioned earlier, and Eusebius of the Chalcidians, and Isidore, who at that time had been entrusted to govern Cyrrhus, men distinguished in virtue. With them was also Theodotus, holding the reins of the Hierapolitans, shining in asceticism and gentleness. There were present also some of those in office and rank, having the spark of the faith. So when all were sitting in silence and awaiting that sacred voice of his, he himself also sat silent for a long time, keeping his tongue idle but offering his hearing active.
Τότε τις τῶν καθημένων, συνήθης ὢν αὐτῷ διὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ ἄλλως δὲ ἀξιώματι λάμπων· "Ἅπαντες, ἔφη, ὦ πάτερ, καὶ οἱ θεῖοι πατέρες τῆς σῆς διψῶντες διδασκαλίας, τὰ ἥδιστά σου προσμένουσι νάματα. Μετάδος τοίνυν τοῖς παροῦσιν ἅπασι τῆς ὠφελείας, καὶ μὴ κωλύσῃς τοὺς τῆς εὐεργεσίας κρουνούς." Ὁ δὲ μέγα στενάξας· "Ὁ τῶν ὅλων, ἔφη, θεὸς καθ' ἑκάστην ἡμέραν, καὶ διὰ τῆς κτίσεως φθέγγεται, καὶ διὰ τῶν θείων γραφῶν διαλέγεται, καὶ παραινεῖ τὰ δέοντα, καὶ εἰσηγεῖται τὰ συμφέροντα, καὶ ἀπειλαῖς δεδίττεται, καὶ προτρέπει ταῖς ὑποσχέσεσι, καὶ ὄνησιν οὐδεμίαν καρπούμεθα. Πῶς ἂν τοίνυν Μαρκιανὸς φθεγγόμενος ὠφελήσειε, τοσαύτην ὠφέλειαν μετὰ τῶν ἄλλων ἀποπεμπόμενος καὶ ὄνησιν ἐκεῖθεν εὕρασθαι μὴ βουλόμενος;" Ἐντεῦθεν πολλοὶ μὲν παρὰ τῶν πατέρων ἐκινήθησαν λόγοι, οὓς ἐνθεῖναι τῷ διηγήματι παρέλκον ἐνόμισα. Ἀναστάντες δὲ καὶ προσευξάμενοι, καὶ τῆς ἱερωσύνης αὐτῷ τὴν χειρο τονίαν ἐπιθεῖναι θελήσαντες, ἔδεισαν πάλιν τὴν ἐπιχείρησιν. Καὶ οὗτος μὲν ἐκείνῳ, ἐκεῖνος δὲ τούτῳ παρεκελεύετο. Πάντες δὲ ὁμοίως παραιτησάμενοι τὴν ἐπάνοδον ἐποιήσαντο. Ἀλλὰ γὰρ βούλομαι καὶ ἄλλο τούτοις προσθεῖναι διήγημα, τῆς θείας ὕπαρχον αὐτοῦ συνέσεως γνώρισμα. Ἄβιτός τις εἰς τὴν ἑτέραν ἔρημον τὴν ἀσκητικὴν καλύβην πρῶτος ἐπήξατο· βορειοτέρα δὲ ταύτης ἐστὶ καὶ μικρὸν πρὸς ἕω κειμένη κατὰ τὸν ἀπαρκτίαν ἄνεμον τὸν τῷ ἀφηλιώτῃ πελάζοντα. Οὗτος τοῦ μεγάλου Μαρκιανοῦ
Then one of those sitting there, who was acquainted with him through his care for his soul and was moreover distinguished by rank, said: "All of us, father, and the divine fathers too, thirsting for your teaching, await your most pleasant streams. Impart therefore to all present the benefit, and do not block the fountains of beneficence." But he, groaning deeply, said: "The God of all, every day, both speaks through creation and converses through the divine Scriptures, and advises what is needful, and suggests what is profitable, and terrifies with threats, and urges with promises, yet we reap no benefit. How then would Marcian, by speaking, benefit anyone, when he dismisses so great a benefit along with the others and does not wish to find any profit from it?" From this, many words were stirred up by the fathers, which I considered superfluous to insert into the narrative. But rising and praying, and wishing to impose upon him the ordination of the priesthood, they feared the undertaking again. And this one exhorted that one, and that one this one. But all alike declined, and made their return. However, I wish to add to these another narrative as well, a token of his divine understanding. A certain Abitus was the first to pitch his ascetic hut in the other desert; it is more northerly than this one and lies a little toward the east, in the direction of the north wind that approaches the east wind. This man, [a disciple] of the great Marcian...
καὶ χρόνῳ καὶ πόνῳ πρεσβύτερος ἦν, φιλόσοφος δὲ ἀνὴρ καὶ τῷ σκληρῷ βίῳ συντεθραμμένος. Οὗτος πανταχόθεν περιθρυλλουμένην τὴν τοῦ ἀνδρὸς καταμαθὼν ἀρετὴν τῆς μακρᾶς ἡσυχίας κερδαλεωτέραν εἶναι τὴν τοιαύτην θέαν νενομικὼς ἔδραμε σπεύδων ἰδεῖν τὸ ποθούμενον. Μαθὼν δὲ αὐτοῦ τὴν ἄφιξιν ὁ μέγας Μαρκιανὸς καὶ τὴν θύραν ἀνοίξας πρὸς ἑαυτὸν εἰσεδέξατο. Εὐσεβίῳ δὲ τῷ θαυμασίῳ παρηγγύησε καὶ ὄσπριον ἐψῆσαι καὶ λάχανον εἴπερ ἔχοι. Ἐπειδὴ δὲ τῆς ἀλλήλων διαλέξεως ἐνεπλήσθησαν καὶ τὴν ἀλλήλων κατέμαθον ἀρετήν, κοινῇ τὴν τῆς ἐνάτης ἐπετέλεσαν λειτουργίαν· ἧκε δὲ ὁ Εὐσέβιος τράπεζαν φέρων καὶ ἄρτους προσφέρων. Ὁ δὲ μέγας Μαρκιανὸς τῷ θεσπεσίῳ Ἀβίτῳ· "Δεῦρο, ἔφη, πάντων μοι προσφιλέστατε, καὶ ταύτης κοινωνήσωμεν τῆς τραπέζης." Ὁ δὲ· "Οὐκ οἶδα, ἔφη, πώποτε πρὸ τῆς ἑσπέρας σιτίων μεταλαβών, πολλάκις δὲ καὶ δύο καὶ τρεῖς κατὰ ταὐτὸν ἄσιτος ἡμέρας διατελῶ." Ὁ δὲ μέγας Μαρκιανὸς· "Ἐμοῦ γοῦν εἵνεκα, ἔφη, τήμερον ἀμειβέσθω τὸ ἔθος. Ἀσθενῶς γὰρ τὸ σῶμα διακείμενος προσμένειν τὴν ἑσπέραν οὐ δύναμαι." Ὡς δὲ καὶ ταῦτα λέγων τὸν θαυμαστὸν Ἄβιτον οὐκ ἔπειθε, στενάξαι τε λέγεται καὶ φάναι· "Ἀλλ' ἔγωγε ἀθυμῶ λίαν καὶ δάκνομαι τὴν ψυχὴν ὅτι τοσοῦτον ὑπέμεινας πόνον, ἵνα τινα φιλόπονον καὶ φιλόσοφον ἴδῃς, καὶ τῆς ἐλπίδος ψευσθεὶς κάπηλόν τινα καὶ ἄσωτον ἀντὶ φιλοσόφου τεθέασαι." Ἀνιαθέντος δὲ πρὸς ταῦτα τοῦ θειοτάτου Ἀβίτου καὶ φήσαντος ὡς κρεῶν μεταλάβοι ἂν ἥδιον μᾶλλον ἢ τούτων ἀκούοι, ὁ μέγας ἔφη Μαρκιανός·
He was advanced in years and in toil, a philosopher and one who had been raised in the austere life. Having learned that the man's virtue was celebrated everywhere, and having judged that such a sight was more profitable than long silence, he ran eagerly to see the object of his longing. When the great Marcian learned of his arrival, he opened the door and received him into his presence. He instructed the wonderful Eusebius to boil some pulse and a vegetable, if he had any. When they had had their fill of conversation with one another and had come to know each other's virtue, they together performed the service of the ninth hour. Then Eusebius came bringing a table and offering bread. The great Marcian said to the inspired Abitus: "Come, most beloved of all to me, and let us share this table." But he said: "I do not know that I have ever partaken of food before evening, and often I spend two and even three days at a time without eating." The great Marcian said: "For my sake, at least, let the custom be changed today. For being weak in body, I cannot wait for evening." When even with these words he did not persuade the wonderful Abitus, he is said to have groaned and said: "But I am greatly disheartened and am bitten in soul that you endured so much toil in order to see some laborious and philosophic man, and having been cheated of your hope, you have seen a certain huckster and profligate instead of a philosopher." When the most divine Abitus was grieved at these words and said that he would rather partake of meat than hear these things, the great Marcian said:
"Καὶ ἡμεῖς, ὦ φιλότης, τὸν αὐτόν σοι μέτιμεν βίον καὶ τὴν αὐτὴν ἀσπαζόμεθα πολιτείαν καὶ τῆς ἀναπαύλης προτιμῶμεν τοὺς πόνους καὶ τὴν νηστείαν τῆς τροφῆς προαιρούμεθα καί, νυκτὸς ἐπιγενο μένης, τότε ταύτης μεταλαγχάνομεν. Ἀλλ' ἴσμεν ὅτι τῆς ἀγάπης τὸ χρῆμα τῆς νηστείας ἐστὶ τιμιώτερον. Τὸ μὲν γὰρ τῆς θείας ἔργον νομοθεσίας, τὸ δὲ τῆς ἡμῶν αὐτῶν ἐξουσίας. Προσήκει δὲ τοὺς θείους νόμους τῶν ἡμετέρων πολλῷ νομίζειν τιμιωτέρους." Τοιαῦτα πρὸς ἀλλήλους διαλεχθέντες, καὶ βραχείας μεταλαβόντες τροφῆς, καὶ τὸν θεὸν ὑμνήσαντες, καὶ τρεῖς ἀλλήλοις συνδιατρίψαντες ἡμέρας, ἐχωρίσθησαν, πάλιν ἀλλή λους ὁρῶντες τῷ πνεύματι. Τίς τοίνυν οὐκ ἂν θαυμάσειε τοῦδε τοῦ ἀνδρὸς τὴν σοφίαν, ὑφ' ἧς κυβερνώμενος ᾔδει μὲν νηστείας, ᾔδει δὲ φιλαδελφίας καιρόν, ᾔδει δὲ καὶ τῶν τῆς ἀρετῆς μορίων τὸ διάφορον, καὶ ποῖον ποίῳ προσήκει παραχωρεῖν, καὶ τίνι κατὰ καιρὸν διδόναι τὰ νικητήρια;
Ἔχω δὲ καὶ ἄλλο διήγημα τῆς ἐν τοῖς θείοις αὐτοῦ τελειότητος γνώρισμα. Ἀφίκετο γὰρ πρὸς αὐτὸν ἀπὸ τῆς πατρίδος ἡ ἀδελφὴ σὺν τῷ υἱεῖ, ἀνδρί τε ὄντι καὶ τῆς Κύρρου πρωτεύοντι, τὰς ἀναγκαίας αὐτῷ χρείας πλουσίως κομίζουσα. Ὁ δὲ τὴν μὲν ἀδελφὴν ἰδεῖν οὐκ ἠνέσχετο, τὸν δὲ ἀδελφιδοῦν εἰσεδέξατο· τῆς γὰρ ὡρισμένης συντυχίας ἦν ὁ καιρός. Ὡς δὲ ἱκέτευον ὑποδεχθῆναι τὰ κομισθέντα· "Διὰ πόσων, ἔφη, μοναστηρίων διήλθετε; Τίσιν ἐκείνων ἐκ τούτων αὐτῶν μετεδώκατε;" Τοῦ δὲ εἰρηκότος ὡς οὐδενὶ δεδωκότες εἶεν· "Ἄπιτε, ἔφη, μεθ' ὧν ἐκομίσατε. Ἡμεῖς γὰρ τούτων οὐδενὸς οὔτε δεόμεθα, οὔτε, εἰ δεοίμεθα, δεξοίμεθα.
And we, O friendship, pursue the same life as you and embrace the same manner of conduct, and we prefer toils to rest and choose fasting over food, and when night comes, then we partake of it. But we know that the matter of love is more honorable than fasting. For the one is the work of divine legislation, the other of our own authority. And it is fitting to consider the divine laws far more honorable than our own. Having conversed with one another on such matters, and having partaken of a little food, and having sung hymns to God, and having spent three days together with one another, they parted, again seeing one another in the spirit. Who then would not marvel at the wisdom of this man, by which he was guided and knew the time for fasting, knew the time for brotherly love, and knew also the difference among the parts of virtue, and which ought to yield to which, and to which one should give the prize in due season?
I have also another account as a token of his perfection in divine matters. For his sister came to him from his homeland with her son, who was a man and one of the foremost citizens of Cyrrhus, bringing abundantly the necessities he needed. But he did not endure to see his sister, though he received his nephew; for it was the time of the appointed meeting. And when they besought him to accept what had been brought: "Through how many monasteries did you pass?" he said. "To which of those did you give a share of these things?" And when he said that they had given to no one: "Go," he said, "with what you brought. For we have no need of any of these things, nor, if we had need, would we accept them.
Φυσικῆς γὰρ συγγενείας, ἀλλ' οὐ θείας θεραπείας πεφρον τικότες τούτοις ἡμᾶς φιλοφρονεῖσθε. Εἰ γὰρ μὴ μόνην τοῦ γένους ἐτιμᾶτε τὴν ἀγχιστείαν, οὐχ ἡμῖν μόνοις μετεδώκατε ἂν ὧν ἠνέγκατε". Ταῦτα λέγων τὸν ἀδελφιδοῦν μετὰ τῆς ἀδελφῆς ἀπεπέμψατο, οὐδὲ βραχύ τι τῶν παρ' αὐτῶν προσενεχθέντων ὑποδεχθῆναι κελεύσας.
Οὕτως ἔξω τῆς φύσεως ἦν, καὶ εἰς τὴν τῶν οὐρανῶν μετεβεβήκει πολιτείαν. Ποῖον γὰρ ἄν τις τούτου σαφέστερον παράσχοι παράδειγμα ὅτι τοῦ θεοῦ ἄξιος ἦν κατὰ τὴν αὐτοῦ τοῦ θεοῦ φωνήν· "Ὁ μὴ καταλιμπάνων γάρ, φησι, πατέρα καὶ μητέρα καὶ
ἀδελφοὺς καὶ ἀδελφὰς καὶ γυναῖκα καὶ τέκνα οὐκ ἔστι μου ἄξιος"; Εἰ δὲ ὁ μὴ καταλιμπάνων ἀνάξιος, ὁ καταλιμπάνων, καὶ τοσαύτῃ χρώμενος ἀκριβεῖ τελειότητι, δῆλον ὡς ἀξιώτατος ἦν.
Ἐγὼ δὲ πρὸς τούτοις θαυμάζω καὶ τὴν τῶν θείων αὐτοῦ δογμάτων ἀκρίβειαν. Ἐβδελύττετο μὲν γὰρ τὴν Ἀρείου μανίαν ὑπὸ τῆς βασιλικῆς δυναστείας κατ' ἐκεῖνο τοῦ καιροῦ ἐξαπτομένην· ἐμυσάττετο δὲ καὶ τὴν Ἀπολιναρίου φρενοβλάβειαν· διεμάχετο δὲ γενναίως καὶ τοῖς τὰ Σαβελλίου φρονοῦσι καὶ τὰς τρεῖς ὑποστάσεις εἰς μίαν συνάγουσιν· ἀπεστρέφετο δὲ κομιδῆ καὶ τοὺς ὀνομαζομένους Εὐχίτας ἐν μοναχικῷ προσχήματι τὰ Μανιχαίων νοσοῦντας.
For you show us this kindness out of natural kinship, not out of divine worship. For if you did not honor only the closeness of blood, you would not have shared with us alone what you have brought. Saying this, he sent away his nephew together with his sister, not ordering even a small portion of what they had brought to be accepted.
Thus was he outside nature, and had passed over to the citizenship of the heavens. For what clearer example could one provide of this, that he was worthy of God according to God's own voice: "He who does not leave father and mother and brothers and sisters and wife and children is not worthy of me"? And if the one who does not leave is unworthy, the one who leaves, and practices such exact perfection, was clearly most worthy.
And in addition to these things, I marvel at the precision of his divine doctrines. For he abhorred the madness of Arius, which was then kindled by the imperial power at that time; and he loathed the insanity of Apollinaris; and he fought nobly against those who hold the opinions of Sabellius and who gather the three hypostases into one; and he utterly turned away from those called Euchites, who under the guise of monasticism were sick with the doctrines of Mani.
Οὕτω δὲ θερμὸν εἶχε τὸν ὑπὲρ τῶν ἐκκλησιαστικῶν δογμάτων ζῆλον ὡς καὶ πρὸς ἄνδρα θαυμάσιόν τε καὶ θεῖον δικαίαν ἀνεδέξατο μάχην. Ἀβραάμης τις ἦν κατὰ τὴν ἔρημον ἐκείνην πρεσβύτης, ἀνὴρ πολιὰν μὲν ἔχων τὴν τρίχα, πολιώτερον δὲ τὸ φρόνημα, ἀρετῇ πάσῃ λάμπων καὶ ἀναβλύζων ἀεὶ τὸ τῆς κατανύξεως δάκρυον. Οὗτος κατ' ἀρχὰς ὑπό τινος ἁπλότητος ὑπαχθεὶς ὡς τὸ πρῶτον ἐπιτελεῖν ἠνείχετο πάσχα, ἀγνοῶν μέν, ὡς εἰκός, τὰ περὶ τούτου τοῖς πατράσιν ἐν Νικαίᾳ νενομοθετημένα, ἔθει δὲ ἀρχαίῳ δουλεύειν αἱρούμενος. Πολλοὶ δὲ καὶ ἄλλοι κατ' ἐκεῖνο τοῦ καιροῦ ταύτην ἐνόσουν τὴν ἄγνοιαν. Ἀλλ' ὁ μέγας Μαρκιανὸς πολλοῖς μὲν πολλάκις χρησάμενος λόγοις ἐπειράθη τὸν πρεσβύτην Ἀβραάμην–οὕτω γὰρ αὐτὸν οἱ ἐγχώριοι προσηγόρευον– εἰς τὴν τῆς ἐκκλησίας μεταγαγεῖν συμφω νίαν. Ἀπειθοῦντα δὲ θεασάμενος τῆς πρὸς αὐτὸν προφανῶς κοινωνίας ἀπέστη. Ἀλλὰ χρόνου διελθόντος, ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ ἀπορρίψας τὸν μῶμον καὶ τῆς θείας ἑορτῆς ἀγαπήσας τὴν συμφωνίαν, ἔψαλλεν ἀληθεύων· "Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου." Καὶ τοῦτο δὲ τῆς τοῦ μεγάλου Μαρκιανοῦ διδασκαλίας κατόρθωμα. Τούτῳ πολλοὶ μὲν πανταχοῦ σηκοὺς εὐκτηρίους ἐδείμαντο, ἐν Κύρρῳ μὲν ὁ ἀδελφιδοῦς Ἀλύπιος, Ζηνοβιανὴ δέ τις ἐν Χαλκίδι καὶ γένει λάμπουσα καὶ ἀρετῇ διαπρέπουσα καὶ πλούτου περιουσίᾳ κομῶσα. Καὶ ἕτεροι δὲ οὐκ ὀλίγοι αὐτὸ τοῦτο ἔδρων, τὸν νικηφόρον ἐκεῖνον ἀθλητὴν ἁρπάσαι φιλονεικοῦντες.
He had such a fervent zeal for the doctrines of the Church that he even undertook a righteous battle against a man who was admirable and divine. There was a certain Abraham, an elder in that desert, a man whose hair was gray but whose mind was grayer still, shining with every virtue and always welling up the tear of compunction. This man, in the beginning, was led astray by a certain simplicity, so that he consented to celebrate Easter according to the first custom, being ignorant, as was likely, of what had been legislated concerning this by the fathers at Nicaea, and choosing to serve an ancient custom. Many others also in that time were afflicted with this ignorance. But the great Marcian, having often employed many arguments, tried to bring the elder Abraham—for so the locals called him—into the concord of the Church. But when he saw that he was disobedient, he plainly withdrew from communion with him. Yet after time had passed, that inspired man cast off the blemish and, embracing the concord of the divine feast, sang truthfully: "Blessed are those whose way is blameless, who walk in the law of the Lord." And this too was an achievement of the great Marcian's teaching. To him many everywhere built houses of prayer, in Cyrrhus his nephew Alypius, and a certain Zenobiana in Chalcis, distinguished in lineage and outstanding in virtue and abounding in an abundance of wealth. And not a few others did this same thing, striving eagerly to seize that victorious athlete for themselves.
Τοῦτο γνούς, ὁ τοῦ θεοῦ ἄνθρωπος παρακαλεῖ τὸν θαυμάσιον ἐκεῖνον Εὐσέβιον, ὅρκους αὐτῷ προσενεγκὼν δείματος παντὸς γέμοντας, ἐν ἐκείνῳ τῷ χωρίῳ καταθεῖναι τὸ σῶμα καὶ μηδένα διαγνῶναι τὸν τάφον, πλὴν δύο τῶν συνηθεστέρων συνοίκων, μέχρις ἂν διέλθῃ πολὺς ἐτῶν ἀριθμός. Καὶ τοῦτον τὸν ὅρκον ὁ θαυμάσιος ἐκεῖνος πεπλήρωκεν ἄνθρωπος. Ἐπειδὴ γὰρ ἧκε τοῦ νικηφόρου τὸ τέλος καὶ χορὸς ἀγγέλων τὴν ἱερὰν ἐκείνην καὶ θείαν ψυχὴν εἰς τὰς ἐν οὐρανῷ μονὰς μετατέθηκεν, οὐ πρότερον αὐτοῦ τὴν τελευτὴν κατεμήνυσεν ἕως, μετὰ τῶν δύο τῶν γνωριμωτέρων τὸν τάφον ὀρύξας καὶ τὸ σῶμα καταθείς, τῆς γῆς τὴν ἐπιφάνειαν ἐξωμάλισε. Καὶ πεντήκοντα διελθόντων ἐνιαυτῶν καὶ πλειόνων, μυρίων συνδεδραμηκότων καὶ διηρευνηκότων τὸ σῶμα, ἄδηλος ὁ τάφος μεμένηκεν. Ἐπειδὴ δὲ ἕκαστος τῶν προειρημένων σηκῶν, ὁ μὲν ἀποστόλων, ὁ δὲ μαρτύρων ὑπεδέξατο λείψανα, θαρρήσαντες λοιπὸν οἱ τῆς ἐκείνου σκηνῆς καὶ διδαχῆς κληρονόμοι, πρὸ δύο τούτων ἐτῶν λάρνακα λιθίνην κατασκευάσαντες, ἐν ταύτῃ τὰ τοῦ τιμίου σώματος μετέθεσαν λείψανα, ἑνὸς τὸν τάφον ὑποδείξαντος· οὗτος γὰρ μόνος ἐκ τῶν τριῶν περιῆν.
When the man of God learned this, he entreated that admirable Eusebius, offering him oaths full of every terror, to deposit his body in that place and to let no one know the grave, except two of his more intimate companions, until a great number of years should pass. And that admirable man fulfilled this oath. For when the end of the victory-bearer came and a chorus of angels translated that sacred and divine soul to the mansions in heaven, he did not disclose his death until, having dug the grave with the two more intimate companions and deposited the body, he leveled the surface of the ground. And when fifty years and more had passed, though countless people had rushed together and searched for the body, the grave remained unknown. But when each of the aforementioned shrines, one receiving the relics of apostles and the other of martyrs, had welcomed them, the heirs of his tabernacle and teaching, now taking courage, two years ago constructed a stone coffin and transferred into it the relics of the precious body, one man having pointed out the grave; for he alone of the three survived.
Ζηλωτὴς δὲ γενόμενος τῆς ἐκείνου ἀρετῆς Εὐσέβιος ὁ θαυμάσιος πλείοσι διετέλεσε πόνοις κατατρύχων τὸ σῶμα. Εἴκοσι γὰρ καὶ ἑκατὸν σιδήρου περικείμενος λίτρας, ἐπέθηκε μὲν ἑαυτῷ καὶ τὰς τοῦ θειοτάτου Ἀγαπητοῦ ἄλλας πεντήκοντα, προσέθηκε δὲ καὶ τὰς τοῦ μεγάλου Μαρκιανοῦ ὀγδοήκοντα. Ἔσχε δὲ καὶ εὐκτήριον καὶ
οἰκητήριον λάκκον τινὰ ὑδάτων ἀπηλλαγμένον, καὶ τριῶν ἐτῶν ἀριθμὸν τοῦτον διάγων διετέλεσε τὸν τρόπον. Εἰς τούτους δὲ ἐξέβην τοὺς λόγους, δεῖξαι βουλόμενος ὅσοις καὶ ἄλλοις μεγάλων κατορθωμάτων ὁ μέγας Μαρκιανὸς ἐγένετο πρόξενος. Τῆς τούτου φιλοσοφίας ἀπώνατο καὶ Βασίλειος ὁ θαυμάσιος ὁ πολλοῖς ὕστερον χρόνοις παρὰ τὴν Σελευκόβηλον –πόλις δὲ αὕτη τῆς Συρίας–τὸ μοναχικὸν δειμάμενος καταγώγιον καὶ λάμψας μὲν ἐν πολλοῖς καὶ ἄλλοις εἴδεσιν ἀρετῆς, λάμψας δὲ διαφερόντως ἐν τῷ θεοφιλεῖ τῆς ἀγάπης κτήματι, καὶ τῷ θείῳ τῆς φιλοξενίας κατορθώματι. Ὅσους δὲ καὶ οὗτος παρέστησε τῷ θεῷ ἐργάτας, ἀποστολικῶς εἰπεῖν, ἀνεπαισχύντους, ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας, τίς ἂν ῥᾳδίως ἀριθμήσειεν; Ἵνα γὰρ τοὺς ἄλλους ἐπὶ τοῦ παρόντος παραλίπω, εὐφημίας μὲν ὄντας ἀξίους, μῆκος δὲ ἐμποιοῦντας τῷ διηγήματι, ἑνὸς τούτων καὶ μόνου μνησθήσομαι. Ἐγένετό τις τούτου φοιτητής, Σαβῖνον δὲ αὐτὸν προσηγόρευον, ὃς πόνοις μυρίοις τὸ σῶμα κατεδαπάνησεν. Οὔτε γὰρ ἄρτου, οὔτε ὄψου τινὸς μετελάμβανε. Τροφὴ δὲ ἦν αὐτῷ ἄλευρον ὕδατι δευόμενον. Μιγνύναι δὲ οὕτως εἰώθει πᾶσαν τοῦ μηνὸς τὴν τροφὴν ὡς εὐρωτιᾶν καὶ πολλὴν ἐκπέμπειν τὴν δυσωδίαν.
The admirable Eusebius, becoming a zealous imitator of that man's virtue, continued to wear down his body with even greater labors. For having put around himself one hundred and twenty pounds of iron, he added to himself another fifty belonging to the most divine Agapetus, and he also added the eighty of the great Marcian. He had as his oratory and dwelling a certain pit emptied of its waters, and he continued in this manner for a period of three years. I have gone into these accounts wishing to show how many others the great Marcian became the cause of great achievements. Of his philosophy the admirable Basil also partook, who many years later, near Seleucobelus—this is a city of Syria—built the monastic dwelling and shone in many other forms of virtue, and shone especially in the God-beloved possession of love, and in the divine achievement of hospitality. And how many workers this man also presented to God, to speak in the apostolic manner, unashamed, rightly dividing the word of truth, who could easily number? For to pass over the others for the present, who are worthy of praise but create length for the narrative, I shall mention one of these only. There was a certain disciple of his, and I called him Sabinus, who consumed his body with countless labors. For he partook neither of bread nor of any relish. His food was flour moistened with water. And he was accustomed to mix his food for the whole month in such a way that it grew moldy and gave off a great stench.
Ἐβούλετο δὲ αὐτῷ τῆς τοιᾶσδε τροφῆς τὸ εἶδος ἀμβλύνειν τοῦ σώματος τὰς ὀρέξεις, καὶ τῇ δυσωδίᾳ τῆς τροφῆς μαραίνειν τὴν ἡδονήν. Οὕτω δὲ καθ' ἑαυτὸν διάγων, εἴ ποτέ τις τῶν γνωρίμων ἀφίκοιτο, τῶν παρατιθεμένων ἁπάντων ἁπλοϊκῶς μετελάμβανεν. Τοσαύτην δὲ χάριν θεόθεν ἐδέξατο ὡς γυναῖκά τινα τῶν ἐπισήμων καὶ ἐπὶ γένει καὶ πλούτῳ σεμνυνομένων ἀπὸ τῆς Ἀντιοχέων αὐτόσε δραμεῖν καὶ ἱκετεῦσαι ἐπαμῦναι τῇ θυγατρὶ ὑπὸ δαίμονος πολεμουμένῃ. "Ὄναρ γάρ, φησιν, ἐθεασάμην τινὰ ἐνταῦθα δραμεῖν παρεγγυῶντα καὶ ταῖς εὐχαῖς τοῦ τῆς μονῆς ἡγεμονεύοντος τῇ θυγατρὶ πορίσαι τὴν σωτηρίαν." Ἔλεγε τοίνυν ὁ τὰς ἀποκρίσεις ποιούμενος ὡς οὐκ εἴη ἔθος τὸν προστατεύοντα γυναιξὶ διαλέγεσθαι. Ὡς δὲ ἐπέκειτο δακρύουσα ἡ γυνὴ καὶ ὀλοφυρομένη καὶ πικρῶς ποτνιωμένη, ἐξελήλυθε μὲν ὁ τῆς μονῆς ἡγούμενος. Ἔφασκε δὲ ἡ γυνὴ μὴ αὐτὸν εἶναι, ἕτερον δὲ αὐτῇ ὑπο δειχθῆναι ὑπέρυθρον, ἐξανθήματά τινα κατὰ τῶν παρειῶν ἔχοντα. Ὡς δὲ ἔγνωσαν τὸν ζητούμενον–τρίτος δὲ ἦν τῆς μονῆς, ἀλλ' οὐ πρῶτος–, πείσαντες αὐτὸν ἤγαγον πρὸς τὴν γυναῖκα καὶ παραυτίκα ἡ μὲν ἐπέγνω τὸ πρόσωπον· ὁ δὲ πονηρὸς δαίμων βοήσας τὴν κόρην κατέλιπεν. Τοιαῦτα τῶν τοῦ μεγάλου Μαρκιανοῦ φοιτητῶν οἱ φοιτηταὶ κατορθώκασιν· τοιαῦτα φυτὰ πανταχοῦ κατε φύτευσεν ὁ ἄριστος φυτουργός. Ἐγὼ δὲ πάλιν τούτῳ τέλος τῷ διηγήματι δεδωκὼς ἀντιβολῶ καὶ δέομαι διὰ τῆς τούτων ἁπάντων πρεσβείας τῆς θείας ἐπικουρίας τυχεῖν.
He wished to blunt the body's appetites by this kind of food, and to wither pleasure by the foul smell of the food. Living thus by himself, if ever one of his acquaintances came, he partook simply of everything set before him. He received such grace from God that a certain woman of distinction, honored for both birth and wealth, ran from Antioch to that place and implored him to help her daughter who was being warred upon by a demon. "For in a dream," she said, "I saw someone urging me to run here and to procure salvation for my daughter through the prayers of the one who governs the monastery." The one who gave the replies said that it was not the custom for the one who presides over women to converse with them. But when the woman pressed on, weeping and wailing and bitterly entreating, the leader of the monastery came out. The woman said that it was not he, but that another had been shown to her, ruddy, with certain eruptions on his cheeks. When they learned who the one sought was—he was third in the monastery, not first—they persuaded him and brought him to the woman, and immediately she recognized the face; and the wicked demon cried out and left the girl. Such things have the disciples of the disciples of the great Marcian accomplished; such plants has the best of gardeners planted everywhere. And I, having again given this ending to the narrative, entreat and beg to obtain divine assistance through the intercession of all these.
4. ΕΥΣΕΒΙΟΣ Ὁποίους μὲν ἡ ἄκαρπος ἔρημος καρποὺς τῷ θεῷ προσενήνοχεν, ὡρίμους καὶ πεπείρους καὶ πολυτίμους καὶ τῷ φυτουργῷ προσφιλεῖς καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώπων ἐρασμίους καὶ τριποθήτους, ἐν τοῖς ἤδη συγγρα φεῖσιν ὑπεδείξαμεν διηγήμασιν. Ὡς ἂν δὲ μή τις ὑπολάβῃ τόπῳ περιγεγράφθαι τὴν ἀρετὴν καὶ μόνην εἶναι τὴν ἔρημον εἰς τοιαύτης προσόδου φορὰν ἐπιτηδείαν, φέρε λοιπὸν εἰς τὴν οἰκουμένην μεταβῶμεν τῷ λόγῳ καὶ δείξωμεν τῇ τῆς φιλοσοφίας κτήσει ἥκιστα ταύτην ἐμποδὼν γιγνομένην.
Ὄρος ἐστὶν ὑψηλὸν, πρὸς ἕω μὲν τῆς Ἀντιόχου, Βεροίας δὲ πρὸς ἑσπέραν διακείμενον, τῶν παρακειμένων ὀρῶν ὑπερκείμενον, κατὰ τὴν ἀκροτάτην κορυφὴν κωνοειδὲς μιμούμενον σχῆμα, ἀπὸ τοῦ ὕψους τὴν προσηγορίαν δεξά μενον· Κορυφὴν
γὰρ αὐτὸ οἱ περίοικοι προσαγορεύειν εἰώθασιν. Τούτου πάλαι κατ' αὐτὴν τὴν ἀκρωνυχίαν τέμενος ἦν δαιμόνων ὑπὸ τῶν γειτονευόντων λίαν τιμώμενον. Πρὸς μεσημβρίαν δὲ πεδίον κολποειδὲς ὑπεστόρεσται, ἀγκῶσιν ἑκατέρωθεν οὐ λίαν ὑψηλοῖς περιειργόμενον. Διήκουσι δὲ οὗτοι μέχρι τῆς διϊππευομένης ὁδοῦ, τὰς ἑκατέρωθεν ἀπὸ μεσημβρίας ἐπὶ τὴν ἄρκτον ἀνατεμνομένας ὑποδεχόμενοι τρίβους. Ἐν τούτῳ χωρία καὶ σμικρὰ καὶ μεγάλα κατῴκισται τοῖς ἑκατέρωθεν ὄρεσι συνημμένα. Παρ' αὐτὰ δὲ τοῦ ὑψηλοῦ ὄρους τὰ κράσπεδα, κώμη τίς ἐστι μεγίστη καὶ πολυάνθρωπος, τῇ δὲ ἐγχωρίῳ φωνῇ Τελεδὰν αὐτὴν ὀνομάζουσιν. Ἄνω δὲ τῆς ὑπωρείας νάπη τίς ἐστιν οὐ λίαν προσάντης, ἀλλὰ μετρίως ἐπικλινὴς πρὸς τὸ πεδίον ἐκεῖνο καὶ νότον ἄνεμον ἀποβλέπουσα.
4. EUSEBIUS. What kind of fruits the barren desert has offered to God—ripe and mature and precious and dear to the Planter and lovely and thrice-desired to men of sound mind—we have shown in the narratives already composed. But so that no one may suppose that virtue is circumscribed by place and that the desert alone is suited to the production of such revenue, come then, let us transfer our account to the inhabited world and show that the possession of philosophy is in no way hindered by it.
There is a high mountain, situated to the east of Antioch and to the west of Beroea, towering over the mountains adjacent to it, at its very summit imitating a cone-shaped form, having received its name from its height; for the inhabitants round about are accustomed to call it Koryphe. On this, long ago, at its very peak, there was a sanctuary of demons, greatly honored by the neighboring people. To the south a crescent-shaped plain is spread out beneath, enclosed by arms on either side that are not very high. These extend as far as the road that is ridden across, receiving the paths that cut in on either side from south to north. In this plain both small and large settlements are situated, joined to the mountains on either side. Beside the very skirts of the high mountain there is a certain village, very large and populous, which in the local tongue they call Teleda. Above the foot of the mountain there is a certain glen, not very steep, but moderately sloping toward that plain and facing the south wind.
Ἐν ταύτῃ φιλοσοφίας φροντιστήριον Ἀμμιανός τις ἐδείματο, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις ἀρετῆς εἴδεσι λάμπων, φρονήματι δὲ ὅτι μάλιστα μετρίῳ τοὺς ἄλλους ἐπλεονέκτει. Τεκμήριον δέ· ἀποχρῶν γὰρ εἰς διδασκαλίαν οὐ τοῖς οἰκείοις μόνον θιασώταις, ἀλλὰ καὶ δὶς τοσούτοις, πολλάκις πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμε, συνεργὸν λαβεῖν ἱκετεύων καὶ τῆς ὑπ' αὐτοῦ παγείσης παλαίστρας παιδοτρίβην τε καὶ διδάσκαλον.
Ἀφειστήκει δὲ σταδίους πέντε καὶ εἴκοσιν ἐν οἰκήματί τινι σμικρῷ λίαν οὐδὲ φωταγωγοὺς ἔχοντι καθειργμένος. Ἐποδήγησε δὲ αὐτὸν πρὸς ταύτην τὴν ἀρετὴν Μαριανὸς ὁ τούτου μὲν θεῖος, τοῦ δὲ θεοῦ πιστὸς θεράπων. Ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν ἐπεὶ καὶ Μωϋσῆν τὸν μέγαν τῇ ἐπωνυμίᾳ ταύτῃ τετίμηκεν ὁ δεσπότης. Οὗτος ὁ Μαριανὸς, τοῦ θείου γευσάμενος ἔρωτος, οὐκ ἠθέλησε μόνος τοῖς ἀγαθοῖς ἐντρυφᾶν, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους συνεραστὰς ἐποιή σατο, ἐθήρευσε δὲ καὶ τὸν μέγαν Εὐσέβιον καὶ τὸν τούτου ἀδελφὸν καὶ κατὰ τὸν βίον ὄντα γε ἀδελφόν. Οὐκ εὔλογον γὰρ ᾠήθη τοὺς μὲν οὐδὲν αὐτῷ διαφέροντας ἀγρεῦσαι πρὸς ἀρετήν, τοὺς δὲ ἀδελφιδοῦς ἀναγρεύτους καταλιπεῖν. Τούτους ἀμφοτέρους ἐν οἰκίσκῳ καθείρξας βραχεῖ τὴν εὐαγγελικὴν πολιτείαν ἐπαίδευεν. Ἀλλὰ τῷ μὲν ἀδελφῷ νόσος προσ γενομένη τὸν δρόμον ἐκεῖνον διέκοψεν. Ἠκολούθησε δὲ τῇ νόσῳ καὶ θάνατος· ὀλίγας γὰρ μετὰ τὴν ἐκεῖθεν ἔξοδον διαβιώσας ἡμέρας, τοῦ βίου τὸ τέλος ἐδέξατο. Διέμεινε δὲ ὁ μέγας Εὐσέβιος παρὰ πάντα τοῦ θείου τὸν βίον οὔτε πρός τινα διαλεγόμενος οὔτε τὸ φῶς θεώμενος, ἀλλὰ διηνεκῶς καθειργμένος.
In this place a certain Ammianus established a school of philosophy, a man who shone with many other forms of virtue as well, but surpassed others especially in his moderate disposition. Here is the proof: though he was sufficient for the instruction not only of his own disciples but of twice as many, he often ran to the great Eusebius, begging him to take him as a fellow-worker and as a trainer and teacher of the wrestling-school established by him.
He had withdrawn twenty-five stadia away, confined in a certain very small dwelling that did not even have windows. Marianus, his uncle—and a faithful servant of God—led him to this virtue. For it suffices to say this much, since the Master has also honored the great Moses with this title. This Marianus, having tasted the divine love, did not wish to revel in good things alone, but made many others fellow-lovers as well, and he also hunted down the great Eusebius and his brother, who was a brother also in life. For he did not think it reasonable to hunt others who were nothing to him toward virtue, but to leave his own nephews uncaptured. Having confined both of them in a small cell, he trained them in the evangelical way of life. But a disease came upon the brother and cut short that course. Death followed the disease; for after living a few days following his departure from there, he received the end of his life. But the great Eusebius remained throughout his whole divine life neither conversing with anyone nor seeing the light, but continually confined.
Καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τοῦτον ἠσπάζετο τὸν βίον ἕως ὁ θαυμάσιος ἐκεῖνος Ἀμμιανὸς πολλαῖς αὐτὸν καταθέλξας ἱκεσίαις ἀνέπεισεν· "Εἰπὲ γάρ μοι, πρὸς αὐτὸν ἔφη, ὦ ἄριστε, τίνι νομίζων ἀρέσκειν τὸν ἐπίπονον τοῦτον καὶ αὐχμηρὸν μετελήλυθας βίον;" Τοῦ δὲ τὸν θεόν, ὡς εἰκὸς ἦν, δήπουθεν εἰρηκότος, τὸν τῆς ἀρετῆς νομοθέτην τε καὶ διδάσκαλον· "Οὐκοῦν ἐπειδὴ τούτου ἐρᾷς, ὁ Ἀμμιανὸς ἔφη, ἐγώ σοι τρόπον ἐπιδείξω δι' οὗ καὶ τὸν ἔρωτα πλέον ἐξάψεις καὶ τὸν ἐρώμενον θεραπεύσεις. Τὸ μὲν γὰρ πᾶσαν εἰς ἑαυτόν τινα περιστῆσαι τὴν ἐπιμέλειαν, οὐκ ἄν, ὡς οἶμαι, φιλαυτίας διαφύγοι γραφήν. Ὁ γὰρ θεῖος νόμος ἀγαπᾶν τὸν πέλας ὡς ἑαυτὸν διαγορεύει. Τὸ δὲ πολλοὺς εἰς κοινωνίαν τοῦ πλούτου λαβεῖν τοῦ τῆς ἀγάπης ἐστὶ κατορθώματος ἴδιον. Ταύτην δὲ ὁ θεσπέσιος Παῦλος νόμου πλήρωμα"3 προσηγόρευσε. Βοᾷ δὲ καὶ πάλιν· Ὅλος ὁ νόμος καὶ οἱ προφῆται ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦνται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν"3. Καὶ ὁ κύριος δὲ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τῷ Πέτρῳ πλέον τῶν ἄλλων φιλεῖν αὐτὸν ὡμολογηκότι ποιμαίνειν αὐτοῦ τὰ πρόβατα παρηγγύησε. Τοῖς δὲ τοῦτο μὴ πεποιηκόσιν ἐγκαλῶν διὰ τοῦ προφήτου βοᾷ· Ὦ οἱ ποιμένες, μὴ ἑαυτοὺς οἱ ποιμένες βόσκουσιν; οὐχὶ τὰ πρόβατα νέμουσι;"3 Τούτου χάριν καὶ τὸν μέγαν Ἠλίαν τοῦτον μετιόντα τὸν βίον ἐν μέσῳ στρέφεσθαι τῶν ἀσεβῶν ἐκέλευσεν. Καὶ τὸν δεύτερον Ἠλίαν,
And after that man's death he embraced this life until that wonderful Ammianus, having charmed him with many supplications, persuaded him. "Tell me, then," he said to him, "O best of men, in the belief that you are pleasing whom have you taken up this toilsome and squalid life?" And when he had said, as was likely, that it was God, the lawgiver and teacher of virtue, "Well then, since you love him," said Ammianus, "I will show you a way by which you will both kindle your love the more and serve the beloved. For for a man to turn all his care upon himself would not, I think, escape the charge of self-love. For the divine law ordains that one love one's neighbor as oneself. And to bring many into sharing one's wealth is peculiar to the achievement of love. This the inspired Paul called the fulfillment of the law. And again he cries out: The whole law and the prophets are summed up in this word, in this: You shall love your neighbor as yourself. And the Lord too in the holy Gospels, when Peter confessed that he loved him more than the others, commanded him to shepherd his sheep. And rebuking those who have not done this, he cries out through the prophet: O shepherds, do the shepherds feed themselves? Do they not pasture the sheep? For this reason he also commanded the great Elijah, who pursued this life, to move about in the midst of the impious. And the second Elijah,
Ἰωάννην τὸν πάνυ, τὴν ἔρημον ἀσπαζόμενον, ταῖς τοῦ Ἰορδάνου παρέπεμψεν ὄχθαις, ἐκεῖ βαπτίζειν καὶ κηρύττειν παρεγγυήσας. Ἐπειδὴ τοίνυν καὶ σὺ θερμὸς ἐραστὴς εἶ τοῦ πεποιηκότος καὶ σεσωκότος θεοῦ, πολλοὺς καὶ ἄλλους συγκατασκεύασον ἐραστάς. Τοῦτο γὰρ τῷ κοινῷ δεσπότῃ λίαν ἐστὶ προσφιλές. Διὰ τοῦτο καὶ τὸν Ἰεζεκιὴλ σκοπὸν προσηγόρευσε καὶ τοῖς ἁμαρτωλοῖς διαμαρτύρασθαι παρηγγύα· καὶ τὸν Ἰωνᾶν εἰς τὴν Νινευὴ τρέχειν ἐκέλευσε καὶ μὴ βουλόμενον δεσμώτην παρέπεμψεν." Ταῦτα καὶ τὰ τοιαῦτα λέγων τὸν θεῖον κατεκήλησεν ἄνδρα καί, τὴν ἐθελούσιον ἐκείνην διορύξας εἱρκτήν, ἐξῆγέ τε καὶ ἀπῆγε καὶ τῶν θιασωτῶν παρεδίδου τὴν ἐπιμέλειαν. Ἐγὼ δὲ οὐκ οἶδα πότερον πλέον θαυμάσω, τούτου τὴν μετριότητα ἢ ἐκείνου τὴν εὐπείθειαν. Καὶ γὰρ οὗτος τὴν ἡγεμονίαν ἐδραπέτευε καὶ τῶν ὑπηκόων εἷς εἶναι μᾶλλον ἐβούλετο, τῆς προστασίας τὸν κίνδυνον ὑφορώμενος. Καὶ ὁ μέγας Εὐσέβιος τὴν μετὰ πλειόνων διαγωγὴν ἀπεστρέφετο μέν, εἶξε δὲ ὅμως καί, τοῖς τῆς ἀγάπης δικτύοις ἁλούς, ἐδέχετο τῆς ποίμνης τὴν ἐπιμέλειαν καὶ ἦγε τὸν χορὸν οὐ πολλῶν λόγων εἰς διδασκαλίαν δεόμενος· ἤρκει γὰρ καὶ φαινόμενος ὀξὺν ἐργάσασθαι πρὸς τὸν τῆς ἀρετῆς δρόμον καὶ τὸν ἄγαν νωθέστατον. Φασὶ δὲ αὐτὸν οἱ τεθεαμένοι ἐμβριθὲς ἀεὶ τὸ πρόσωπον ἐσχηκέναι καὶ δέος ἱκανὸν ἐνθεῖναι τοῖς θεωμένοις. Τροφῆς δὲ αὐτὸς μὲν διὰ τριῶν καὶ τεττάρων ἀπέλαυεν ἡμερῶν, τοῖς δὲ συνοίκοις παρὰ μίαν μεταλαγχάνειν ἐκέλευε.
He sent John the Great, who embraced the desert, to the banks of the Jordan, charging him to baptize and preach there. Since, therefore, you also are a fervent lover of the God who made and saved you, build up many others as lovers as well. For this is exceedingly dear to the common Master. For this reason he also called Ezekiel a watchman and commanded him to testify to sinners; and he ordered Jonah to run to Nineveh and, when he was unwilling, sent him off as a prisoner. By saying these things and the like, he charmed that divine man, and having broken through that voluntary prison, he led him out and brought him away and handed over the care of the disciples to him. But I do not know whether to marvel more at this man's moderation or at that man's obedience. For the former fled from leadership and preferred to be one of the subjects, dreading the danger of preeminence. And the great Eusebius turned away from living with a larger number, yet he yielded nonetheless, and, caught in the nets of love, he accepted the care of the flock and led the choir, needing no many words for teaching; for even by his mere appearance he was sufficient to stir even the most sluggish to a swift race toward virtue. Those who saw him say that he always kept his countenance grave and instilled no small fear in those who beheld him. He himself partook of food every three or four days, but he ordered his companions to partake every other day.
Διηνεκῶς δὲ τῷ θεῷ προσομιλεῖν παρηγγύα καὶ μηδένα καιρὸν ταύτης ἄμοιρον τῆς ἐργασίας ἐᾶν, ἀλλὰ κοινῇ μὲν τὰς ὡρισμένας λειτουργίας ἐπιτελεῖν, τὰ δὲ ἐν μέσῳ τούτων τῆς ἡμέρας μόρια καθ' ἑαυτὸν ἕκαστον ἢ ὑπὸ σκιᾷ τινὶ δένδρου ἢ παρά τινα πέτραν ἢ ἔνθα ἄν τίς τινος ἡσυχίας ἀπολαύοι, ἢ ἑστῶτα ἢ κείμενον ἐπ' ἐδάφους, ἀντιβολεῖν τὸν δεσπότην καὶ τὴν σωτηρίαν αἰτεῖν. Οὕτω δὲ τῶν τοῦ σώματος μορίων ἕκαστον τὴν ἀρετὴν ἐξεπαίδευσεν ὡς ἐκεῖνα δρᾶν ἃ μόνος ὁ λογισμὸς ἐπιτρέπει. Ἵνα δὲ τοῦτο δῆλον ἅπασι καταστήσω, ἑνὸς τῶν κατ' αὐτὸν μνησθήσομαι διηγήματος. Ἐπί τινος καθῆστο πέτρας αὐτός τε καὶ Ἀμμιανὸς ὁ θαυμάσιος, καὶ τῶν θείων εὐαγγελίων τὴν ἱστορίαν ὁ μὲν ἀνεγίνωσκεν, ὁ δὲ τῶν ἀσαφεστέρων παρεγύμνου τὴν ἔννοιαν. Γηπόνων δέ τινων ἐν τῷ ὑποκειμένῳ πεδίῳ νεουργούντων τὴν γῆν, ἐπὶ ταύτην εἱλκύσθη τὴν θεωρίαν ὁ μέγας Εὐσέβιος. Ἀμμιανοῦ δὲ τοῦ θεσπεσίου ἀνεγνωκότος τὸ εὐαγγελικὸν χωρίον, τὴν δὲ ἑρμηνείαν μαστεύοντος, ἀνα λαβεῖν ἐκέλευσε τὴν ἀνάγνωσιν ὁ μέγας Εὐσέβιος. Τοῦ δὲ εἰρηκότος ὅτι "τοῖς ἀροῦσιν ἐπιτερπόμενος οὐκ ἐπήκουσας, ὡς εἰκός", νομοθετεῖ τοῖς ὀφθαλμοῖς μήτε τὸ πεδίον ἐκεῖνο θεωρῆσαί ποτε μήτε τῷ οὐρανίῳ κάλλει καὶ τῷ τῶν ἀστέρων ἑστιαθῆναι χορῷ, ἀλλ' ἀτραπῷ χρώμενος στενωτάτῃ, ἧς τὸ μέτρον σπιθαμῆς εἶναί φασιν, ἐπὶ τὸν εὐκτήριον οἶκον φερούσῃ, ἔξω ταύτης βαδίσαι λοιπὸν οὐκ ἠνέσχετο. Πλείονα δὲ ἢ τεσσαράκοντα ἔτη φασὶ μετὰ τοῦτον αὐτὸν διαβιῶναι τὸν νόμον.
He enjoined them to converse with God continually and to let no season be without a share in this labor, but both to perform together the appointed services and, during the intervals of the day between these, each by himself—whether under the shade of some tree, or beside some rock, or wherever one might enjoy some quiet—whether standing or lying on the ground, to entreat the Master and ask for salvation. In this way he trained each part of the body in virtue, so that they did what only reason permits. And to make this clear to all, I shall recall one of the accounts concerning him. He was sitting on a certain rock, he and the wonderful Ammianus, and of the story of the divine Gospels the one was reading, while the other laid bare the meaning of the less clear passages. And when some farmers were working the land in the plain below, the great Eusebius was drawn to this sight. But when the inspired Ammianus had read the Gospel passage and was seeking its interpretation, the great Eusebius ordered him to take up the reading again. And when he said, "You were not listening, as is likely, being delighted with those who were plowing," he laid down a law for his eyes never again to look upon that plain, nor to feast on the beauty of the sky and the chorus of the stars, but using a very narrow path, whose measure they say is a span, which leads to the house of prayer, he no longer endured to walk outside it. And they say that he lived more than forty years after this under that law.
Ἵνα δὲ μετὰ τῆς γνώμης καὶ ἀνάγκη τις αὐτὸν ἐπὶ ταῦτα καθέλκῃ, ζώνῃ σιδηρᾷ τὴν ὀσφὺν καταδήσας καὶ βαρύτατον κλοιὸν περιθεὶς τῷ τραχήλῳ, ἄλλῳ τινὶ σιδήρῳ τὴν ζώνην συνήρμοσε τῷ τοῦ τραχήλου κλοιῷ ἵνα τούτῳ τῷ τρόπῳ κατακαμπτόμενος εἰς γῆν κατακύπτειν διηνεκῶς ἀναγκάζηται. Τοιαύτας αὐτὸς τῆς τῶν γηπόνων ἐκείνων θεωρίας εἰσεπράξατο δίκας.
Ταῦτα δέ με πολλοὶ μὲν καὶ ἄλλοι τῶν ἐκεῖνον ἱστορηκότων καὶ τὰ κατ' αὐτὸν ἀκριβῶς ἐπισταμένων ἐδίδαξαν· διηγήσατο δὲ τοῦτ' αὐτὸ τὸ διήγημα καὶ ὁ πρεσβύτης, ὁ μέγας Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐν τοῖς ἄλλοις διηγήμασιν ἀπεμνημονεύσαμεν. Ἔφη δὲ καὶ ἔρεσθαι αὐτόν ποτε συγκεκυφότα θεασάμενος ποίαν καρπούμενος ὄνησιν οὔτε εἰς οὐρανὸν βλέπειν ἀνέχεται, οὔτε τὸ πεδίον ἐκεῖνο τὸ ὑπο
κείμενον θεωρεῖν, οὔτε τῆς στενῆς ἐκείνης ἔξω βαδίζειν ὁδοῦ· τὸν δὲ φάναι ταῦτα τεχνάζειν πρὸς τὰ τοῦ πονηροῦ δαίμονος μηχανήματα. "Ἵνα γάρ, ἔφη, μὴ περὶ μεγάλων μοι πολεμῇ, σωφροσύνην κλέπτειν πειρώμενος καὶ δικαιο σύνην καὶ τὸν θυμὸν ὁπλίζων καὶ τὴν ἐπιθυμίαν ἐξάπτων καὶ φλεγμαίνειν τῷ τύφῳ καὶ ἐξογκοῦσθαι παρασκευάζων καὶ τὰ ἄλλα ὅσα τοιαῦτα κατὰ τῆς ἐμῆς τυρεύων ψυχῆς, εἰς τὰ σμικρὰ ταῦτα μεταφέρειν πειρῶμαι τὸν πόλεμον· ἔνθα καὶ νικήσας οὐ μεγάλα λωβᾶται, καὶ ἡττηθεὶς καταγελαστότερος γίνεται, ἅτε δὴ μηδὲ ἐν τοῖς μικροῖς περιγενέσθαι δυνάμενος. Ἐπειδὴ τοίνυν ἀκινδυνότερον τοῦτον οἶδα τὸν πόλεμον–οὐ μεγάλα γὰρ ὁ ἐν τούτοις βαλλόμενος ζημιοῦται· ποία γὰρ βλάβη τὸ πεδίον ἰδεῖν ἢ εἰς τὸν οὐρανὸν ἀνατεῖναι τὸ ὄμμα; –, εἰς τοῦτο αὐτὸν τῆς παρατάξεως τὸ εἶδος μεθίστημι.
But so that, along with his own will, some compulsion might also drag him down to these things, he bound his loins with an iron belt and put a very heavy collar around his neck, and he joined the belt to the collar of his neck with another piece of iron, so that in this way, being bent down, he might be compelled to stoop continually toward the ground. Such were the penalties he himself exacted for the contemplation of those tillers of the soil.
Many others besides, who had visited him and knew his affairs accurately, taught me these things; but the elder, the great Acacius, also recounted this very story, whom we have mentioned before in the other narratives. He said that he once asked him, when he saw him stooped over, what profit he enjoyed that he did not endure to look up to heaven, nor to contemplate that plain lying before him, nor to walk outside that narrow road; and he said that he contrived these things against the machinations of the wicked demon. "For," he said, "so that he may not wage war against me over great things, trying to steal chastity and righteousness and arming my temper and kindling my desire and preparing me to be inflamed with pride and puffed up, and all the other such things he devises against my soul, I try to transfer the war to these small matters; where, if I conquer, he does not greatly harm me, and if I am defeated, he becomes more ridiculous, inasmuch as he is unable to prevail even in small things. Since, therefore, I know this war to be less dangerous—for the one who is struck in these matters suffers no great loss; for what harm is it to see the plain or to lift the eye to heaven?—I shift him to this kind of battle array.
Τῇδε γὰρ οὔτε βαλεῖν οὔτε ἀνελεῖν δύναται· ταῦτα γὰρ οὐκ ἔστι θανατηφόρα τὰ βέλη, τῶν σιδηρῶν ἐκείνων ἀκίδων ἀπηλλαγμένα." Ταῦτα ἀκηκοέναι ὁ μέγας ἔφη Ἀκάκιος καὶ ἄγασθαι τῆς σοφίας καὶ τὴν πολεμικὴν θαυμάσαι ἀνδρείαν αὐτοῦ καὶ ἐμπειρίαν. Οὗ χάριν ὡς ἀξιάγαστόν τε καὶ ἀξιομνημόνευτον τοῖς τὰ τοιάδε μανθάνειν ἐφιεμένοις καὶ τόδε προσέφερε τὸ διήγημα.
Τοῦτο τὸ κλέος αὐτοῦ πάντοσε διαθέον εἵλκυσεν ἅπαντας πρὸς αὐτὸν τοὺς τῆς ἀρετῆς ἐραστάς. Ἀφίκοντο δὲ καὶ τοῦ θειοτάτου Ἰουλιανοῦ τοῦ Πρεσβύτου οὗ πρόσθεν τὸ διήγημα διεξήλθομεν τῆς ἀρίστης ποίμνης οἱ κτίλοι. Ἐπειδὴ γὰρ ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ τοῦ βίου τὸ τέρμα καταλαβὼν εἰς τὴν ἀμείνω μετέβη ζωήν, Ἰάκωβος ὁ Πέρσης καὶ Ἀγρίππας οἱ τῆς ἀγέλης ἐκείνης ἡγούμενοι πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμον τοῦ ἡγεμονεύειν τὸ καλῶς ἄγεσθαι ἄμεινον ἡγησάμενοι. Τοῦ δὲ Ἰακώβου, οὗ καὶ ἤδη πρόσθεν ἀπεμνημόνευσα, ἐν κεφαλαίῳ τούτου διδάξας τὴν ἀρετήν, καὶ νῦν δὲ τῆς ἄκρας αὐτοῦ φιλοσοφίας τεκμήριον ἐναργὲς ἀποδείξω. Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος, τὴν ἐντεῦθεν ἐκδημίαν ποιούμενος, αὐτὸν τοῦ ποιμνίου παρηγγύησε προστατεύειν, καὶ παραι τούμενος τὴν κηδεμονίαν τοὺς τῆς ἐπιμελείας ἐκείνης ἐφιεμένους οὐκ ἔπειθεν, εἰς ἑτέραν ᾤχετο ποίμνην, νέμεσθαι μᾶλλον ἢ νέμειν αἱρούμενος καὶ χρόνον πλεῖστον ἐπιζήσας, οὕτω τόνδε τὸν βίον κατέλυσεν.
For by this it can neither strike nor destroy; for these arrows are not deadly, since they are free of those iron barbs. The great Akakios said that he had heard these things and admired the wisdom and marveled at his warlike courage and experience. For this reason, as something worthy of admiration and worthy of remembrance for those who desire to learn such things, he also contributed this narrative.
This fame of his, spreading everywhere, drew to him all the lovers of virtue. And there also arrived the rams of the most excellent flock of the most divine Julian the Elder, whose narrative we set forth earlier. For when that inspired man had reached the end of his life and passed over to the better life, Jacob the Persian and Agrippas, the leaders of that flock, ran to the great Eusebios, considering being well led better than leading. And having already earlier related the virtue of Jacob in summary, I will now also demonstrate a clear proof of his supreme philosophy. For when the divine Eusebios, making his departure from here, enjoined him to preside over the flock, and though he kept begging off the care, he did not persuade those who desired that oversight, he departed to another flock, choosing rather to be pastured than to pasture; and having survived a very long time, he thus ended this life.
Διαδέχεται τοίνυν τὴν ἡγεμονίαν ἐκείνην Ἀγρίππας, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις κομῶν ἀγαθοῖς, διαφερόντως δὲ τῇ τῆς ψυχῆς καθαρότητι δι' ἣν καὶ τοῦ θείου κάλλους διηνεκῶς τὴν φαντασίαν δεχόμενος καὶ τῷ τοῦ ἔρωτος ἐκείνου πυρσῷ πυρπολούμενος δάκρυσι κατέβρεχε διηνεκέσι τὰς παρειάς. Καὶ τούτου δὲ ἐπὶ χρόνῳ πολλῷ τὴν ἔκκριτον ἐκείνην καὶ θείαν ποίμνην ἐννόμως ποιμάναντος, εἶτα τὸν βίον ὑπεξελθόντος, Δαυΐδης ὁ θεῖος, οὗ κἀγὼ τῆς θέας ἀπέλαυσα, τὴν ἡγεμονίαν παρέλαβεν, ἀνὴρ "νεκρώσας τῷ ὄντι, κατὰ τὸν θεῖον ἀπόστολον, τὰ μέλη τὰ ἐπὶ τῆς γῆς". Τοσοῦτον γὰρ ἀπώνατο τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας, ὡς πέντε μὲν καὶ τετταράκοντα ἔτη ἐν ἐκείνῳ τῷ φροντιστηρίῳ διάγειν, θυμοῦ δὲ χωρὶς καὶ ὀργῆς πάντα τοῦτον διαβιῶναι τὸν χρόνον. Οὐδὲ γὰρ μετὰ τὴν ἡγεμονίαν ἐθεάσατό τις αὐτὸν πώποτε τοῦδε τοῦ πάθους ἥττω γενόμενον, καὶ ταῦτα μυρίων, ὡς εἰκός, ἀναγκαζόντων. Ἄνδρες γὰρ πεντήκοντα καὶ ἑκατὸν ὑπὸ τῆς ἐκείνου δεξιᾶς ἐποιμαίνοντο, οἱ μὲν ἄκροι τὴν ἀρετὴν καὶ τὴν ἐν οὐρανῷ πολιτείαν μιμούμενοι, οἱ δὲ ἄρτι πτεροφυήσαντες, καὶ τὴν γῆν ὑπεράλλεσθαί τε καὶ ὑπερπέτεσθαι διδασκόμενοι. Ἀλλ' ὅμως καὶ τοσούτων ὄντων τῶν τὰ θεῖα παιδευομένων καί τι καὶ παραβαινόντων, ὡς εἰκός–οὐδὲ γὰρ τὸν ἄρτι φοιτῶντα κατορθοῦν ἅπαντα ῥᾴδιον–, ἔμενεν ἀκίνητος, οἷά τις ἀσώματος, ὁ θεῖος ἐκεῖνος ἀνήρ, οὐδεμιᾶς αὐτὸν προφάσεως εἰς θυμὸν ἐγειρούσης.
Agrippas succeeded to that leadership, a man adorned with many other good qualities, but especially distinguished by purity of soul, through which he continually received the impression of the divine beauty, and being set ablaze by the fire of that love, he drenched his cheeks with unceasing tears. And after he had for a long time lawfully shepherded that chosen and divine flock, and then departed from this life, the divine David, whose sight I too enjoyed, received the leadership, a man who "had truly put to death, according to the divine apostle, the members that are upon the earth." For so much did he profit from the teaching of the great Eusebios that he spent forty-five years in that school, and lived all that time without anger or wrath. Nor even after his leadership did anyone ever see him overcome by this passion, and that though countless things, as is likely, compelled him. For a hundred and fifty men were shepherded by his right hand, some of them supreme in virtue and imitating the citizenship in heaven, others just now growing wings and being taught to leap over and fly above the earth. But nevertheless, though so many were being instructed in divine things and some, as is likely, were transgressing—for it is not easy even for one who has just begun to attend to succeed in everything—that divine man remained unmoved, like one without a body, since no pretext stirred him to anger.
Τοῦτο δὲ οὐκ ἀκοῇ μόνον ἀλλὰ καὶ πείρᾳ παρέλαβον. Ἐπιθυμήσας γάρ ποτε
τὴν θείαν ἐκείνην ἀγέλην θεάσασθαι ἀφικόμην κοινωνοὺς ἔχων τῆς ἀποδημίας καὶ ἄλλους τὸν αὐτόν μοι βίον ἀσπαζομένους. Ἅπαντα τοίνυν τῆς ἑβδομάδος τὸν κύκλον παρὰ τῷδε τῷ θείῳ διαγαγόντες, ἐθεώμεθα πρόσωπον οὐδεμίαν μεταβολὴν δεχόμενον, οὐδὲ νῦν μὲν διαχεόμενον, νῦν δὲ σκυθρωπότητι συναγόμενον καὶ τὸ ὄμμα δέ γε ὡσαύτως οὐκ ἄλλοτε μὲν βλοσυρόν, χαροπὸν δὲ ἄλλοτε, ἀλλ' ἐπὶ τῆς αὐτῆς ἀεὶ τοὺς ὀφθαλμοὺς μένοντας εὐκοσμίας· ἱκανοὶ δὲ οὗτοι τεκμηριῶσαι τῆς ψυχῆς τὴν γαλήνην. Ἀλλ' εἰκός τινα νομίσαι τοιοῦτον αὐτὸν ἑωρᾶσθαι μηδεμιᾶς παρακινούσης αἰτίας. Οὗ εἵνεκα διηγήσασθαί τι τοιοῦτον συμβὰν ἐφ' ἡμῶν ἀναγκάζομαι. Καθῆστο παρ' ἡμᾶς ὁ θεῖος ἐκεῖνος ἀνὴρ τοὺς περὶ φιλοσοφίας λόγους ἀνακινῶν καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἄκρον ἐπιζητῶν. Τοιούτων δὲ μεταξὺ γινομένων λόγων Ὀλύμπιός τις τὸ μὲν γένος Ῥωμαῖος, τὸν δὲ τρόπον καὶ αὐτὸς ἀξιάγαστος, ἱερωσύνῃ τετιμημένος καὶ τῆς ἡγεμονίας ἐκείνης τὰ δεύτερα διέπων, ἧκε παρ' ἡμᾶς τοῦ θείου Δαυΐδου καταβοῶν καὶ λώβην κοινὴν τὴν ἐπιείκειαν ὀνομάζων ἐκείνην καὶ λυμαίνεσθαι πᾶσιν τὴν πρᾳότητα λέγων καὶ ἄνοιαν ἀλλ' οὐκ ἐπιείκειαν τὴν ἄκραν ἐκείνην φιλοσοφίαν καλῶν. Ὁ δὲ καθάπερ ἀδαμαντίνην ἔχων ψυχὴν ἐδέχετο μὲν τοὺς λόγους, οὐκ ἐκεντεῖτο δὲ ὑπὸ τῶν κεντεῖν πεφυκότων, οὐδὲ μετέβαλλε τὸ πρόσωπον, οὐδὲ τὴν προκειμένην ἠφίει διάλεξιν ἀλλά, μετὰ πρᾳείας φωνῆς καὶ λόγων τὴν ψυχικὴν μηνυόντων αἰθρίαν, τὸν πρεσβύτην ἐκεῖνον ἀπέπεμπε, παρακαλῶν αὐτὸν ἐπιμεληθῆναι ὧν βούλεται·
This I learned not by hearsay alone but by experience. For once, desiring to behold that divine flock, I arrived with others also as companions of my journey who embraced the same manner of life as I. Having therefore spent the entire cycle of the week with this divine man, we observed a face that admitted no change, neither now relaxed nor now contracted into a sullen look, and the eye likewise was not at one time fierce and at another cheerful, but the eyes always remained in the same composure; and these things are sufficient to demonstrate the calm of the soul. But it is likely that someone might think he was seen to be such when no cause was stirring him. For this reason I am compelled to relate something of this sort that happened in our time. That divine man was sitting beside us, stirring up discourses about philosophy and seeking the summit of the evangelical way of life. While such words were going on in between, a certain Olympius, a Roman by birth, and in character also himself admirable, honored with the priesthood and holding the second place in that governorship, came to us inveighing against the divine David and calling that gentleness of his a common disgrace, and saying that he was corrupting everyone's meekness, and calling that extreme philosophy folly and not gentleness. But he, as though having a soul of adamant, received the words, yet was not pierced by the things that are naturally apt to pierce, nor did he change his face, nor did he abandon the discourse that lay before him, but with gentle voice and words that revealed the serenity of his soul, he sent that elder away, urging him to take care of the things he wished.
"Ἐγὼ δέ, ἔφη, τοῖσδε τοῖς πρὸς ἡμᾶς ἀφιγμένοις, ὡς ὁρᾷς, διαλέγομαι, ἀναγκαίαν εἶναι νομίζων ταύτην τὴν θεραπείαν".
Πῶς ἄν τις ἄμεινον ἐπιδείξειε τῆς ψυχῆς τὴν πρᾳότητα; Τὸ γὰρ τὴν προστασίαν ἐκείνην πεπιστευμένον τοιαύτην ὑπὸ τοῦ τὰ δευτερεῖα ἔχοντος δέξασθαι παροινίαν, μάλιστα δὲ ξένων παρόντων καὶ τῆς λοιδορίας ἀκροωμένων, καὶ μηδεμίαν ἐκ τοῦ θυμοῦ ζάλην ὑπομεῖναι καὶ ταραχήν, ποίαν ἀν δρείας καὶ καρτερίας ὑπερβολὴν καταλείπει; Ὁ μὲν οὖν θεῖος ἀπόστολος ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν ἐπεσκεμμένος τῇ φύσει μετρεῖ τὴν νομοθεσίαν· "Ὀργίζεσθε γάρ, φησι, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρορ γισμῷ ὑμῶν." Τὰ μὲν γὰρ τοῦ θυμοῦ κινήματα τῆς φύσεως εἰδὼς ἀλλ' οὐ τῆς γνωμῆς, ἐπίπονα λίαν, τάχα δὲ καὶ ἀδύνατα νομοθετεῖν οὐκ ἀνέχεται· τῇ κινήσει δὲ τῆς φύσεως καὶ τῇ ζάλῃ τοῦ θυμοῦ μέτρον τὴν ἡμέραν ὁρίζει, ἄγχειν κελεύων τῷ λογισμῷ καὶ τῷ χαλινῷ πιέζειν καὶ περαιτέρω τῶν ὅρων προβαίνειν μὴ συγχωρῶν. Ὁ δὲ θεῖος οὗτος ἀνὴρ ὑπὲρ τοὺς κειμένους ἠγωνίζετο νόμους καὶ ὑπὲρ τὰ σκάμματα ἥλλετο, οὐ μέχρι τῆς ἑσπέρας κινεῖσθαι τῷ θυμῷ παραχωρῶν, ἀλλὰ μηδ' ὅλως ἐπιτρέπων κινεῖσθαι. Τοιαῦτα καὶ οὗτος τῆς Εὐσεβίου τοῦ μεγάλου συνουσίας ἀπώνατο.
I," he said, "am conversing with these who have come to us, as you see, considering this service to be necessary."
How could one better display the gentleness of the soul? For that he who had been entrusted with that leadership received such drunken insolence from one who held the second rank, especially when strangers were present and listening to the abuse, and yet endured no surge or disturbance from anger—what excess of courage and endurance does this leave? The divine apostle, then, having examined the weakness of human nature, measures his legislation to nature: "Be angry," he says, "and do not sin; let not the sun go down upon your wrath." For knowing that the movements of anger belong to nature but not to the will, he does not consent to legislate things that are exceedingly burdensome, and perhaps even impossible; but to the movement of nature and the surge of anger he defines the day as a limit, commanding us to restrain it by reason and to press it with the bridle and not permitting it to advance beyond its bounds. But this divine man contended beyond the established laws and leaped beyond the barriers, not conceding that anger should be stirred even until evening, but not permitting it to be stirred at all. Such things did this man also enjoy from the company of Eusebius the Great.
Πολλοὺς δὲ καὶ ἄλλους ἐραστὰς τῆς φιλοσοφίας ταύτης καὶ ζηλωτὰς ἐν ἐκείνῃ τῇ καλύβῃ γεγενημένους τεθέαμαι, τοὺς μὲν ἐν ἀκμῇ τοῦ σώματος, τοὺς δὲ καὶ ἐν γήρᾳ βαθεῖ· πλείονα γὰρ ἢ ἐνενήκοντα ἔτη διαβιώσαντες ἄνθρωποι τὸν ἐπίπονον βίον καταλιπεῖν οὐκ ἠθέλησαν, ἀλλὰ τοῖς τῆς νεότητος ἱδρῶσι διέπρεπον, παννύχιοι μὲν καὶ πανημέριοι τὸν θεὸν ἀντιβολοῦντες καὶ τὰς εὐαγεῖς ἐκείνας λειτουργίας ποιούμενοι, διὰ δύο δὲ ἡμερῶν τῶν εὐτελῶν ἐκείνων σιτίων μεταλαγχάνοντες. Καὶ ἵνα τοὺς ἄλλους καταλίπω οὐ σιγῆς ὄντας ἀξίους, εὐφημίας δὲ καὶ ἐπαίνων παντοίων, ἀλλ' ἵνα μὴ πέρα τοῦ μέτρου μακρὸν ἐργάσωμαι τὸ διήγημα, ἐγένετό τις ἐν ἐκείνῳ τῷ θείῳ χωρίῳ–Ἀββᾶν δὲ αὐτὸν ὀνομάζουσιν– ὃς ἐκ μὲν τῆς Ἰσμαηλίτιδος ἐβλάστησε ῥίζης, οὐκ ἀπῳκίσθη δὲ τῆς Ἀβραμιαίας κατὰ τὸν πρόγονον οἰκίας, ἀλλὰ τῆς πατρῴας κληρονομίας τῷ Ἰσαὰκ ἐκοινώνησε, μᾶλλον δὲ αὐτὴν ἥρπασε τῶν οὐρανῶν τὴν
βασιλείαν. Οὗτος εὐθὺς μὲν τῆς ἀσκητικῆς ταύτης ἥψατο πολιτείας, παρά τινι τηνικάδε τὴν ἔρημον οἰκοῦντι, γυμναστῇ τῶν τοιούτων ἀρίστῳ– Μαρωσᾶς δὲ ἦν ὄνομα τούτῳ. Μετὰ δὲ ταῦτα καὶ ἐκεῖνος τὸ ἑτέρων ἡγεμονεύειν καταλιπὼν εἰς ταύτην σὺν τῷ Ἀββᾷ τὴν ἀγέλην ἀφίκετο καὶ χρόνον μὲν οὐ σμικρὸν ἐπεβίω, λαμπρῶς δὲ ἀγωνισάμενος καὶ ἀοίδιμος γενόμενος ὑπεξῆλθε τὸν βίον. Ὁ δὲ ὀκτὼ μὲν ἤδη καὶ τριάκοντα ἐκεῖ διετέλεσεν ἔτη· ὡς ἔναγχος δὲ τοῦ πονεῖν ἀρξάμενος, οὕτως ἐφίεται τοῦ πονεῖν. Μέχρι γὰρ καὶ τήμερον ὑποδήμασι μὲν τοὺς πόδας οὐκ ἐκάλυψε πώποτε·
I have seen many others also who became lovers and zealous followers of this philosophy in that hut, some in the prime of body, some in deep old age; for men who had lived more than ninety years were unwilling to abandon the laborious life, but shone with the sweats of youth, entreating God all night and all day and performing those holy liturgies, and partaking of that cheap food every two days. And to pass over the others, who are not worthy of silence but of praise and every kind of commendation—but lest I make my narrative long beyond measure—there was a certain man in that divine place (they call him Abba), who sprang from the Ishmaelite root, yet was not estranged from the house of Abraham according to his forefather, but shared in the paternal inheritance with Isaac, or rather seized for himself the kingdom of heaven. This man immediately took up this ascetic way of life, under a certain man who at that time dwelt in the desert, the best trainer of such things—his name was Marosas. After these things, that man also left the leadership of others and came to this flock together with Abba, and lived on for no small time, and after contending splendidly and becoming renowned, he departed this life. But Abba continued there for thirty-eight years already; and as though he had only recently begun to toil, so does he desire to toil. For even to this day he has never covered his feet with shoes.
τῇ σκιᾷ δὲ προσεδρεύων ἐν τῷ κρυμῷ, τὸν ἥλιον ἐν τῷ φλογμῷ καταδέχεται, καὶ ὡς ζεφύριον αὖραν τὴν ἐκεῖθεν δέχεται φλόγα. Ἅπαντα δὲ τοῦτον τὸν χρόνον ὕδατος μεταλαχεῖν οὐκ ἠνέσχετο, οὐκ ἐκεῖνα ἐσθίων ἃ τοῖς τὸ μὴ πίνειν ἐπιτηδεύουσι προσφέρεσθαι σύνηθες–ὑγροτέρων γὰρ οὗτοι σιτίων ἀπολαύειν εἰώθασιν–, ἀλλὰ τῶν αὐτῶν τοῖς ἄλλοις ἀπολαύων σιτίων, ἐσθίων δὲ βραχέα, καὶ ὅσα βραχεῖαν ἐντίθησι δύναμιν, περιττὴν ἡγεῖται τὴν τοῦ ὕδατος χρείαν. Σιδήρῳ δὲ βαρεῖ τὴν ὀσφὺν ἐζωσμένος κάθηται μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ τῆς ἡμέρας τὸ πλέον ἢ ἑστηκὼς ἢ ἐπὶ τῶν γονάτων κείμενος τὴν τῆς εὐχῆς τῷ δεσπότῃ λειτουργίαν προσφέρει, τῆς δὲ κατακλίσεως παντελῶς τὴν χρείαν ἠρνήθη· οὐδεὶς γὰρ αὐτὸν κατακλιθέντα μέχρι καὶ τήμερον ἐθεάσατο πώποτε, ἀλλὰ καὶ τοῦ χοροῦ κορυφαῖος ἀποφανθεὶς καὶ προστατεύειν λαχὼν τοῦτον ἅπαντα φέρει προθύμως τὸν πόνον, ἀρχέτυπον ἑαυτὸν φιλοσοφίας τοῖς ὑπηκόοις ἅπασι προτιθείς.
Τοιούτους νικηφόρους ἀγωνιστὰς ὁ θεῖος Εὐσέβιος ὁ τῶνδε τῶν ἀγώνων παιδοτρίβης καὶ γυμναστὴς παρέστησε τῷ θεῷ· καὶ ἄλλους δὲ πλείστους ἀποφήνας τοιούτους ἑτέραις παλαίστραις διδασκάλους παρέπεμψεν οἳ τὸ ὄρος ἅπαν ἐκεῖνο τὸ ἱερὸν τῶν θείων τούτων καὶ εὐωδῶν λειμώνων ἐπλήρωσαν. Πρὸς ἕω γὰρ τῆς ἐξ ἀρχῆς παγείσης ἀσκητικῆς καλύβης καὶ πρὸς ἑσπέραν καὶ μεσημβρίαν ἐστὶν ἰδεῖν ταύτης τῆς φιλοσοφίας τὰ ἔκγονα οἷόν τινας ἀστέρας περὶ σελήνην χορεύοντας καὶ τοὺς μὲν τῇ ἑλλάδι, ἄλλους δὲ τῇ ἐγχωρίῳ φωνῇ τὸν ποιητὴν ἀνυμνοῦντας.
Sitting in the cold, attending to the shade, he receives the sun in the heat, and welcomes the flame from it as a west wind's breeze. Throughout all this time he did not consent to partake of water, not eating those things that are customary for those who practice not drinking—for such men are accustomed to enjoy more moist foods—but enjoying the same foods as the others, yet eating little, and only as much as imparts brief strength, he considers the need of water superfluous. Girded about the loins with heavy iron, he sits but rarely, and for the greater part of the night and day, either standing or lying on his knees, he offers the service of prayer to the Master, and he has utterly renounced the need of lying down; for no one has ever seen him lying down even to this day, but having been shown to be the leader of the choir and having obtained the lot of presiding over it, he bears all this toil eagerly, setting himself forth as an archetype of philosophy to all his subjects.
Such victorious athletes did the divine Eusebius, the trainer and coach of these contests, present to God; and having shown many others to be such, he sent them as teachers to other wrestling grounds, who filled that entire holy mountain with these divine and fragrant meadows. For toward the east of the ascetic hut originally built, and toward the west and the south, one may see the offspring of this philosophy, like stars dancing around the moon, some hymning the Maker in the Greek tongue, others in the local speech.
Ἀλλὰ γὰρ ἀδυνάτοις ἐπιχειρῶ τὰ ὑπὸ τῆς θείας ἐκείνης κατορθωθέντα ψυχῆς ἅπαντα διεξελθεῖν ἐφιέμενος· τοιγαροῦν τῷδε τῷ διηγήματι τὸ πέρας ἐπιθετέον, ἐφ' ἕτερον δὲ τρεπτέον καὶ τὴν ἐκεῖθεν πάλιν ὠφέλειαν προσθετέον, τῆς εὐλογίας τῶνδε τῶν μεγάλων ἀνδρῶν μεταλαχεῖν ἱκετεύσαντα.
5. ΠΟΥΠΛΙΟΣ Κατὰ τὸν αὐτὸν χρόνον ἐγένετό τις Πούπλιος καὶ τὸ εἶδος ἀξιοθέατος καὶ τὴν ψυχὴν τῷ εἴδει συμβαίνουσαν ἔχων, μᾶλλον δὲ πολλῷ τοῦ σώματος θαυμαστοτέραν ἐπιδεικνύς. Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων παρ' ἣν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων καὶ τὸν ποταμὸν Εὐφράτην διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναγείρας καὶ ταύτας ἀλλήλαις συζεύξας καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει, ἐντεῦθεν ὁρμώμενος καὶ ἀπὸ τοῦ τοιούτου γένους βεβλαστηκὼς ὑψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεως οὐ πλεῖον ἢ τριάκοντα σταδίους ἀφεστηκός. Ἐν τούτῳ βραχύν τινα οἰκίσκον δειμάμενος, ἀπέδοτο μὲν ἅπαντα ὅσα πατρόθεν ἐδέξατο, οἰκίαν φημὶ καὶ κτήματα καὶ βοσκήματα καὶ ἐσθήματα, σκεύη τε ἀργυρᾶ καὶ χαλκᾶ καὶ εἴ τι ἕτερον μετὰ τούτων ἐτύγχανεν. Διανείμας δὲ ταῦτα κατὰ τὸν θεῖον νόμον οἷς ἔδει καὶ πάσης ἑαυτὸν φροντίδος γηΐνης ἐλευθερώσας, μίαν ἀντὶ πάντων ἐκείνων ἐδέξατο φροντίδα, τὴν τοῦ
But I am attempting the impossible in my eagerness to recount all that was accomplished by that divine soul; therefore I must put an end to this narrative, and turn to another, and again add the benefit from that quarter, entreating to partake of the blessing of these great men.
5. PUBLIUS At the same time there was a certain Publius, both admirable in appearance and having a soul that matched his appearance, or rather displaying one far more wonderful than his body. He was of a senatorial family, and had as his city the one beside which that much-celebrated Xerxes, when marching against Greece and hastening to cross the river Euphrates with his army, gathered a multitude of ships and yoked them to one another, and in this way bridged the river, named the place Zeugma, and gave the city its name from the deed. Setting out from there and having sprung from such a lineage, he occupied a high place, no more than thirty stadia distant from the city. In this he built a small hut, and sold all that he had received from his father—I mean house and properties and herds and garments, and silver and bronze vessels, and whatever else there happened to be along with these. Having distributed these according to the divine law to those who had need, and freed himself from all earthly care, he received one care in place of all those things, that of
καλέσαντος θεραπείαν καὶ ταύτην ἀνελίττων ἐν τῇ ψυχῇ διετέλει νύκτωρ τε καὶ μεθ' ἡμέραν σκοπούμενος καὶ διερευνώμενος ὅπως ταύτην αὐξήσειε. Τούτου εἵνεκα ὁ πόνος αὐτῷ διηνεκῶς ηὔξετο καὶ ἐπίτασιν καθ' ἑκάστην ἡμέραν ἐδέχετο, καὶ γλυκὺς ἦν καὶ ἡδονῆς ἀνάπλεως καὶ πόρρω τὸν κόρον ἐλαύνων. Οὐ γάρ τις αὐτὸν ἐθεάσατο πώποτε βραχὺ γοῦν μορίον ἡμέρας ἀναπαύλης μεταλαχόντα, ἀλλὰ τὴν μὲν ψαλμῳδίαν εὐχή, τὴν δὲ εὐχὴν ψαλμῳδία, ἀμφότερα δὲ τῶν θείων λογίων ἀνάγνωσις διεδέχετο· εἶτα ἡ τῶν ἀφικνουμένων ἐπιμέλεια ξένων, ἔπειτα ἄλλο τι τῶν ἀναγ καίων ἔργων ἐγίνετο. Ἐν τούτοις τὸν βίον ὁδεύων καὶ ἀρχέτυπον ἀρετῆς τοῖς ζηλοῦν βουλομένοις προκείμενος, οἷά τις ὄρνις εὐκέλαδος πολλοὺς τῶν ὁμοφύλων εἰς τὰ σωτήρια ταῦτα συνήγειρε θήρατρα. Ἀλλὰ κατ' ἀρχὰς μὲν οὐδένα σύνοικον ἔχειν ἠνέσχετο· βραχεῖς δὲ οἰκίσκους ἀγχιθύρους οἰκοδομῶν, αὐτὸν καθ' αὑτὸν ἕκαστον τῶν συνιόντων διάγειν ἐκέλευε συχνῶς ἐπισκοπῶν καὶ τοὺς οἰκίσκους διερευνώμενος μή τι πέρα τῆς χρείας ἀποκείμενον ἔχοιεν. Φασὶ δὲ αὐτὸν καὶ ζυγὰ ἐπιφερόμενον τὸν τῶν ἄρτων σταθμὸν πολυπραγμονεῖν ἀκριβῶς καὶ εἴ ποτε εὕροι τοῦ ὡρισμένου πλείονα, δυσχεραίνειν καὶ γαστριμάργους τοὺς τοῦτο ποιοῦντας ἀποκαλεῖν. Ἐκέλευε γὰρ μήτε ἐσθίοντας μήτε πίνοντας ἀναμένειν τὸν κόρον, ἀλλὰ τοσούτων ἀπολαύειν ὁπόσα τῷ σώματι παρέχειν ἀπόχρη τὴν ζωήν. Εἰ δέ ποτε καὶ τῶν πιτύρων ἀποκεκριμένον τὸ ἄλευρον ἐθεάσατο ὡς συβαριτικῆς τροφῆς ἀπο λαύουσι τοῖς τοῦτο δεδρακόσιν ἐλοιδορεῖτο·
He was continually turning over in his soul the thought of this healing too, night and day considering and investigating how he might increase it. For this reason his toil grew unceasingly and received intensification each day, and it was sweet and full of pleasure and drove satiety far away. For no one ever saw him partaking of even a brief portion of a day's rest, but psalmody was succeeded by prayer, and prayer by psalmody, and both by the reading of the divine oracles; then came the care of the strangers who arrived, and after that some other of the necessary works was done. Journeying through life in these practices and set forth as a pattern of virtue for those who wished to emulate him, like some sweet-singing bird he gathered many of his own kind into these saving snares. But at first he did not tolerate having any companion; building small cells near the door, he ordered each of those who came to live by himself, frequently visiting and searching the cells to see whether they had anything stored up beyond what was needful. They say that he even carried scales and inquired precisely into the weight of the loaves, and if ever he found more than the appointed amount, he was displeased and called those who did this gluttons. For he commanded them neither in eating nor in drinking to wait for satiety, but to enjoy only as much as suffices to provide life for the body. And if ever he saw flour separated from the bran, he reviled those who had done this as enjoying Sybaritic fare.
καὶ νύκτωρ δὲ ἐξαπιναίως παρὰ τὴν ἑκάστου θύραν ἀφικνούμενος, εἰ μέν τινα εὗρεν ἐγρηγορότα καὶ τὸν θεὸν ὑμνοῦντα, σιγῇ πάλιν ἀπεχώρει· εἰ δέ τινα ὕπνῳ κατεχόμενον ᾔσθετο, τῇ χειρὶ μὲν τὴν θύραν ἐπάτασσε, τῇ γλώττῃ δὲ τὸν κατακείμενον ἔβαλλεν ὡς πλείονα ἢ ἔδει τῷ σώματι τὴν θεραπείαν προσφέροντα.
Τοῦτον αὐτοῦ τὸν πόνον τῶν ὁμογνωμόνων τινὲς θεασάμενοι ἓν πᾶσιν οἰκοδομῆσαι καταγώγιον εἰσηγήσαντο. Ἀκριβέστερον γὰρ ἔφασαν τοὺς νῦν διεσπαρμένους βιώσεσθαι καὶ αὐτὸν τῆς πλείονος φροντίδος ἀπαλλαγήσεσθαι. Ἐδέξατο τὴν παραίνεσιν ὁ σοφώτατος καὶ συναγείρας ἅπαντας καὶ τοὺς μικροὺς ἐκείνους καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνειλεγμένοις δειμάμενος κοινῇ τε πολιτεύεσθαι καὶ παραθήγειν ἀλλήλους ἐκέλευσε καὶ τοῦτον μὲν τὴν ἐκείνου μιμεῖσθαι πρᾳότητα, ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾷον καὶ ἄλλον ἀγρυπνίας μεταδιδόντα τοῦ τῆς νηστείας μεταλαμ βάνειν μαθήματος. "Οὕτω γὰρ παρ' ἀλλήλων, ἔφη, τὸ ἐνδέον λαμβάνοντες, τὴν τελεωτάτην κατορθώσομεν ἀρετήν. Καθά περ γὰρ ἐν ταῖς πολιτικαῖς ἀγοραῖς ὁ μὲν ἄρτων ἐστὶ πρατήρ, ὁ δὲ λαχάνων, ὁ δὲ ἱματίων ἔμπορος, ἄλλος δὲ ὑποδημάτων δημιουργός, παρ' ἀλλήλων δὲ τὴν χρείαν ἐρανιζόμενοι θυμηρέστερον βιοτεύουσιν, ὁ μὲν γὰρ ἱμάτιον διδοὺς ἀντιλαμβάνει ὑπόδημα, ὁ δὲ λάχανον ὠνούμενος ἀποδίδοται ἄρτον· οὕτως ἡμᾶς ἀλλήλοις ἀντιδιδόναι προσήκει τῆς ἀρετῆς τὰ πολυτίμητα μόρια." Οὕτω τῶν ὁμογλώττων γυμναζομένων τε καὶ ἀγωνιζομένων καὶ τῇ ἑλλάδι φωνῇ τὸν θεὸν ἀνυμνούντων, ἔλαβεν ἔρως ταυτησὶ τῆς πολιτείας καὶ τοὺς τῇ ἐγχωρίῳ κεχρημένους φωνῇ·
And at night he would suddenly arrive at each one's door, and if he found someone awake and singing hymns to God, he would withdraw again in silence; but if he perceived someone overcome by sleep, he would strike the door with his hand and lash the reclining man with his tongue, as one who was giving the body more care than was necessary.
Some of like mind, having observed this toil of his, suggested that they build one dwelling for them all. For they said that those now scattered would live more carefully and that he himself would be freed from the greater concern. The most wise man accepted the advice, and having gathered them all together and demolished those little cells, he built one for the assembled brethren and commanded them to live in common and to sharpen one another, and that this one should imitate that one's gentleness, and that one should temper his gentleness with this one's zeal, and another, imparting his vigils, should learn to partake of the lesson of fasting. "For in this way," he said, "receiving from one another what each lacks, we shall achieve the most perfect virtue. For just as in the civic marketplaces one is a seller of bread, another of vegetables, another a merchant of garments, another a maker of sandals, and borrowing from one another what they need they live more pleasantly—for the one who gives a garment receives a sandal in return, and the one who buys a vegetable sells a loaf of bread—so it is fitting for us to give one another in exchange the precious parts of virtue." While those of the same tongue were thus training and contending and hymning God in the Greek language, a desire for this way of life seized also those who used the local tongue.
καὶ συνδραμόντες τινὲς ἱκέτευον καὶ τῆς ἀγέλης γενέσθαι καὶ τῆς ἱερᾶς αὐτοῦ διδασκαλίας μεταλαχεῖν. Ἐδέξατο δὲ τὴν αἴτησιν, τῆς δεσποτικῆς μεμνημένος νομοθεσίας ἣν τοῖς ἱεροῖς προσενήνοχεν ἀποστό λοις· "Πορευθέντες, λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη". Καὶ παρ' ἐκεῖνο τὸ καταγώγιον ἕτερον οἰκοδομήσας ἐκεῖ τούτους διάγειν ἐκέλευσε, νεών τινα θεῖον κατασκευάσας εἰς ὃν καὶ τούτους κἀκείνους συνιέναι προσέταξεν ἀρχομένης τε καὶ ληγούσης ἡμέρας ἵνα καὶ τὴν ἑσπερινὴν καὶ τὴν ἑωθινὴν ὑμνῳδίαν κοινῇ προσφέρωσι τῷ θεῷ, διχῇ μὲν διῃρημένοι
καὶ τῇ οἰκείᾳ ἕκαστοι κεχρημένοι φωνῇ, ἐκ διαδοχῆς δὲ τὴν ᾠδὴν ἀναπέμποντες. Διέμεινε δὲ μέχρι καὶ τήμερον τόδε τῆς πολιτείας τὸ εἶδος· καὶ οὐδὲ ὁ χρόνος ὁ ταῦτα καὶ τὰ τοιαῦτα ἀμείβειν φιλονεικῶν, οὐχ οἱ τὴν ἐκείνου κηδεμονίαν διαδεξάμενοι ἀνατρέψαι τι τῶν ὑπ' ἐκείνου τεθέντων ἀνεπείσθησαν ὅρων, καὶ ταῦτα οὐ δύο καὶ τριῶν ἀλλὰ καὶ πλειόνων ταύτην τὴν ἡγεμονίαν λαχόντων. Εὐθὺς μὲν γὰρ ἐκείνου τὸν ἀγῶνα πεπληρωκότος καὶ τόνδε τὸν βίον ὑπεξελθόντος καὶ εἰς τὴν ἄλυπον ἐκείνην μεταβάντος ζωήν, Θεότεκνος μὲν τῆς ἑλλάδος φωνῆς, Ἀφθόνιος δὲ τῆς σύρας τὴν ἡγεμονίαν διεδέξαντο, ἀμφότεροι στῆλαί τινες ἔμψυχοι καὶ εἰκόνες τῆς ἀρετῆς τῆς ἐκείνου γενόμενοι. Οὐδεμίαν γὰρ οὔτε τοῖς συνοῦσιν οὔτε τοῖς ἔξωθεν ἀφικνουμένοις αἴσθησιν λαβεῖν τῆς ἐκείνου τελευτῆς συνεχώρησαν σφᾶς αὐτοὺς ἐκμαγεῖα τῆς ἐκείνου πολιτείας δεικνύντες. Ἀλλ' ὁ μὲν θεῖος Θεότεκνος οὐ πολὺν ἐπιβιώσας χρόνον Θεοδότῳ τὴν ἡγεμονίαν παρέ δωκεν.
And some people came running together and begged to become part of the flock and to share in his sacred teaching. And he accepted the request, mindful of the master's legislation which he brought to the holy apostles: "Go," he said, "and make disciples of all nations." And having built another dwelling beside that lodging, he ordered them to live there, and having constructed a certain divine temple into which he commanded both these and those to assemble at the beginning and the ending of the day, so that they might offer both the evening and the morning hymnody in common to God, divided in two groups and each using their own language, sending up the song in alternation. And this form of community life has remained until even today; and neither has time, which strives to change these things and the like, nor have those who succeeded to his care been persuaded to overturn any of the boundaries set by him, and this even though not two or three but even more received this leadership. For immediately after he had completed his contest and departed from this life and passed over to that painless life, Theoteknos received the leadership of the Greek tongue, and Aphthonios of the Syriac, both becoming certain living pillars and images of his virtue. For they allowed neither those with them nor those coming from outside to perceive any sense of his death, showing themselves to be impressions of his way of life. But the divine Theoteknos, having survived no long time, handed over the leadership to Theodotos.
Ὁ δὲ Ἀφθόνιος ἐπὶ πλεῖστον διέμεινε τῆς ἀγέλης ἐπιμελούμενος καὶ κατὰ τοὺς κειμένους νόμους ἰθύνων. Ὁ δὲ Θεόδοτος οὗτος, ἀπὸ τῆς Ἀρμενίας ὁρμώμενος, τὴν ἀσκητικὴν ἐκείνην συμμορίαν θεασάμενος, τὰ μὲν πρῶτα μετὰ τῶν ὑπηκόων ἐτέτακτο, τῷ μεγάλῳ Θεοτέκνῳ κυβερνῶντι πειθόμενος. Ἐπειδὴ δέ, ὡς ἔφην, ὁ μὲν ἐξεδήμησεν, αὐτὸς δὲ τὴν προστασίαν παρέλαβεν, τοσούτοις ἐκόμησεν ἀγαθοῖς ὡς ἀποκρύψαι μικροῦ δεῖν τοὺς προτέρους τῇ φήμῃ· οὕτω γὰρ αὐτὸν ὁ θεῖος κατειργάσατο πόθος καὶ τοσούτοις αὐτὸν καὶ τοιούτοις κατέτρωσε βέλεσιν ὡς νύκτωρ καὶ μεθ' ἡμέραν τῆς κατανύξεως προχέειν τὰ δάκρυα. Τοσαύτης δὲ πνευματικῆς χάριτος ἀνάπλεως ἦν ὡς προσευχομένου σιγᾶν μὲν ἅπαντας τοὺς παρόντας, ἐπαΐειν δὲ μόνον τῶν ἱερῶν ἐκείνων ῥημάτων, προσευχὴν σπουδαίαν τὴν ἀκρόασιν ἡγουμένους. Τίς γὰρ οὕτως ἀδαμάντινος ἦν ὡς ἐκείνων οὕτω γνησίως προσφερομένων τῶν λόγων μὴ καταθελχθῆναι τὴν ψυχὴν καὶ τὸ σκληρὸν ταύτης καὶ ἀπειθὲς καταμαλάξαι καὶ πρὸς τὴν θείαν θεραπείαν μεταγαγεῖν; Οὕτω καθ' ἑκάστην ἡμέραν τὸν πλοῦτον αὔξων καὶ τοὺς ἀσύλους θησαυροὺς πλήρεις τῶν τοιούτων ἀγαθῶν ἀποφαίνων, πέντε καὶ εἴκοσι ἔτη ποιμάνας τὸ ποίμνιον, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, κατὰ τὴν θείαν γραφήν, τραφεὶς ἐν γήρᾳ καλῷ, Θεοτέκνῳ δὲ ἀδελφιδῷ μὲν ὄντι τὸ γένος, ἀδελφῷ δὲ τὸν τρόπον τὰς ἡνίας παραδούς. Καὶ ὁ θεῖος δὲ ἐκεῖνος Ἀφθόνιος πλείονα ἢ τετταράκοντα ἔτη τοῦ χοροῦ προστατεύσας τῆς ἀρχιερωσύνης τὴν προεδρίαν ἐδέξατο οὔτε τὴν ἀσκητικὴν ἐναλλάξας σισύραν, οὔτε τὸν ἐξ αἰγείων τριχῶν κατεσκευασμένον χιτῶνα.
Aphthonius remained for a very long time tending the flock and guiding it according to the established laws. This Theodotus, who came from Armenia, after seeing that ascetic company, was at first ranked among the subjects, obeying the great Theotecnus who was at the helm. But when, as I said, the latter departed this life and he himself received the leadership, he flourished with so many good qualities as to obscure almost his predecessors in reputation; for such was the divine longing that wrought upon him and so many and such arrows did it wound him with, that night and day he poured forth tears of compunction. And he was so filled with spiritual grace that when he prayed, all those present fell silent, and they listened only to those sacred words, considering the hearing a fervent prayer. For who was so adamantine as not to have his soul charmed when those words were offered so genuinely, and not to soften its hardness and disobedience and be brought over to the divine service? Thus increasing his wealth each day and showing his inviolate treasures full of such good things, after shepherding the flock for twenty-five years, he was gathered to his fathers, according to the divine Scripture, having been nourished in a good old age, and he handed over the reins to Theotecnus, who was his nephew by birth but a brother in character. And that divine Aphthonius, after presiding over the company for more than forty years, received the presidency of the high priesthood, without changing the ascetic sheepskin cloak or the tunic made of goats' hair.
Καὶ σιτίων δὲ ἀπέλαυεν οἵων πρὸ τῆς προεδρίας ἀπέλαυε. Καὶ ταύτην δὲ τὴν κηδεμονίαν ἀναδεξάμενος οὐδὲν ἧττον τῆς ἀγέλης ἐκείνης ἐπεμελεῖτο, ἐκεῖ τὰς πλείους διατρίβων ἡμέρας, καὶ νῦν μὲν τῶν ζυγομαχούντων τὰς ἔριδας διαλύων, νῦν δὲ ὑφ' ὁτουοῦν ἀδικουμένων ποιούμε νος πρόνοιαν, ἄλλοτε δὲ τοῖς θιασώταις τὴν θείαν προσφέρων παραίνεσιν. Καὶ τούτων ἕκαστον ἔδρα, τὰ τῶν ὁμοσκήνων μεταξὺ περιρράπτων ῥάκια ἢ τὸν φακὸν ἐκκαθαίρων ἢ τὸν σῖτον ἐκπλύνων ἢ ἄλλο τι τῶν τοιούτων μεταχειρίζων. Οὕτω καὶ τὴν προεδρίαν κοσμήσας καὶ τὴν ἀρετὴν ἐπαυξήσας μετὰ τῶν ταύτης φορτίων τὸν θεῖον λιμένα κατέλαβεν.
Καὶ τί δεῖ λέγειν περὶ Θεοτέκνου καὶ τοῦ μετ' ἐκεῖνον Γρηγορίου, τοῦ μὲν ἐν νεότητι πᾶν εἶδος φιλοσοφίας συνειληχότος καὶ μετὰ τῆς προγονικῆς εὐκλείας ἀποδεδημηκότος, τοῦ δὲ ἔτι καὶ τήμερον ἐν γήρᾳ βαθεῖ ὡς ἐν ἀκμάζοντι πονοῦντος τῷ σώματι. Διέμεινε γὰρ παντελῶς τῆς ἀμπέλου τὸν καρπὸν παραιτούμενος καὶ οὐδὲ ὄξους ἢ σταφίδων μεταλαμβάνων, οὐ γάλακτος οὐκ ἄρτι ληφθέντος, οὐ πεπη γότος. Οὕτω γὰρ βιοῦν ὁ μέγας ἐνομοθέτησε Πούπλιος. Ἐλαίου δὲ κατὰ τὸν τῆς πεντηκοστῆς καιρὸν τὴν
He partook of the same kinds of food as he had partaken of before his presidency. And having taken up this care, he none the less tended that flock, spending the greater part of his days there, now dissolving the quarrels of those at strife, now making provision for any who were wronged by anyone, and at other times offering divine exhortation to the members of his confraternity. And he did each of these things while stitching together the rags of his fellow-dwellers, or cleansing the lentils, or washing the grain, or handling some other such task. Thus, having adorned the presidency and increased in virtue, he reached the divine harbor with the cargo thereof.
And why need one speak of Theotecnus and of Gregory who came after him—the one having obtained in his youth every form of philosophy and having departed with his ancestral glory, while the other even today in deep old age labors as in the prime of body? For he has continued utterly abstaining from the fruit of the vine, and partakes not even of vinegar or raisins, nor of milk, whether freshly drawn or curdled. For thus the great Publius ordained that one should live. But of oil, at the season of Pentecost, the
χρείαν μεταλαμβάνοντες πάλιν παραιτοῦνται αὐτοῦ τὴν μετάληψιν. Τοιαῦτα καὶ περὶ τοῦ μεγάλου Πουπλίου μεμάθηκα, τὰ μὲν ἀκοῇ δεξάμενος, τὰ δὲ τοὺς ἐκείνου φοιτητὰς θεασάμενος καὶ ἐν τοῖς φοιτηταῖς διαγνοὺς τὸν διδάσκαλον, καὶ διὰ τῶν ἀθλητῶν τὸν παιδοτρίβην καταμαθών. Ἄδικον τοίνυν νομίσας καὶ βάσκανον τοσαύτην ὠφέλειαν παραδοῦναι σιγῇ τοῖς ἀγνοοῦσι προτέθηκα τὸ διήγημα καὶ αὐτοῖς τὴν ἐντεῦθεν ὠφέλειαν πραγματευόμενος καὶ ἐμαυτῷ τὸ ἀπὸ τῆς μνήμης περιποιούμενος κέρδος. Ἤκουσα γὰρ τοῦ δεσπότου λέγοντος· "Πᾶς ὅστις ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου, τοῦ ἐν οὐρανοῖς." Καὶ οἶδα σαφῶς ὡς τοῖς ἀνθρώποις τὴν τούτων μνήμην προσενεγκὼν τῆς ἐπὶ τοῦ θεοῦ τῶν ὅλων παρ' αὐτῶν ἀπολαύσομαι μνήμης. 6. ΣΥΜΕΩΝΗΣ Ο ΠΑΛΑΙΟΣ Συμεώνην δὲ τὸν πρεσβύτην εἴ τις ἑκὼν παραλίποι καὶ λήθῃ τῆς ἐκείνου φιλοσοφίας παραδοίη τὴν μνήμην, ἀδικίας ἂν εἰκότως καὶ βασκανίας οὐ φύγοι γραφὴν ὡς μήτε ἐπαινεῖν ἐθέλων τὰ ἀξιέπαινα μήτε τοῖς ὠφελεῖσθαι βουλομένοις εἰς μίμησιν τὰ ἀξιέραστα προτιθείς. Ἐγὼ δὲ οὐ φόβῳ τῆς κατηγορίας, ἀλλὰ πόθῳ τῆς εὐφημίας τῆς τοῦδε πολιτείας ποιήσομαι τὴν διήγησιν. Οὗτος γὰρ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον τὸν ἐρημικὸν ἀσπαζόμενος βίον καὶ ἔν τινι βραχεῖ διαιτώμενος ἄντρῳ· παραψυχῆς μὲν ἀνθρωπίνης οὐδεμιᾶς ἀπέλαυε –μόνος γὰρ βιοτεύειν προείλετο–, τῷ δὲ θεῷ τῶν ὅλων ἐνδελεχῶς προσδιελέγετο. Τὰς ἐδωδίμους δὲ τῶν βοτανῶν ἐποιεῖτο τροφήν.
They partake of what they need, and again they decline his sharing it. Such things I have also learned concerning the great Publius, receiving some by hearsay, and some by observing his disciples and discerning the teacher in the disciples, and through the athletes understanding the trainer. Therefore, considering it unjust and malicious to consign such great benefit to silence for those who do not know, I have set forth the narrative, both procuring the benefit from it for them and securing for myself the gain from the remembrance. For I heard the Master saying: "Everyone who confesses in me before men, I also will confess in him before my Father who is in heaven." And I know clearly that by bringing the remembrance of these things to men, I shall enjoy remembrance from them before the God of all. 6. Symeon the Elder. But if anyone willingly passed over Symeon the Elder and consigned the memory of his philosophy to forgetfulness, he would justly not escape the charge of injustice and malice, as neither willing to praise what is praiseworthy nor setting before those who wish to be benefited the things worthy of love for imitation. But I shall make the narrative not out of fear of accusation, but out of longing for the good repute of this man's way of life. For he continued for the longest possible time embracing the eremitic life and dwelling in a certain small cave; he enjoyed no human consolation — for he chose to live alone — but conversed continually with the God of all. And he made the edible plants his food.
Οὗτος ὁ πόνος αὐτῷ καὶ τὴν ἄνωθεν πλουσίαν ἐδωρή σατο χάριν ὡς καὶ τοῖς ἀλκιμωτάτοις καὶ θρασυτάτοις ἐπιτάττειν θηρίοις. Καὶ τοῦτο δῆλον οὐ τοῖς εὐσεβέσι μόνοις ἀλλὰ καὶ τοῖς ἀπίστοις Ἰουδαίοις ἐγένετο. Χρείας μὲν γάρ τινος ἕνεκα ἀπεδήμουν εἴς τι τῶν φρουρίων, τῶν ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης διακειμένων· ὑετοῦ δὲ λάβρου γενομέ νου καὶ λαίλαπος προσβαλούσης διαμαρτάνουσι μὲν τῆς ὁδοῦ, τὰ πρόσω βλέπειν οὐ δυνάμενοι. Ἀλῶνται δὲ κατὰ τὴν ἔρημον, οὔτε κώμην, οὔτε ἄντρον, οὔτε ὁδίτην εὑρίσ κοντες· ἐν ἠπείρῳ δὲ μέσῃ τοῖς ναυτιλλομένοις παραπλησίως κλυδωνιζόμενοι, καταλαμβάνουσιν οἷόν τινα λιμένα τοῦ θείου Συμεώνου τὸ σπήλαιον καὶ θεωροῦσιν ἄνθρωπον αὐχμῶντα καὶ ῥυπῶντα καὶ βραχύ τι ῥάκος σισύρας ἐπὶ τῶν ὤμων φέροντα. Ὁ δὲ εἶδέ τε ὁμοῦ καὶ ἠσπάσατο–καὶ γὰρ εὐπροσήγορος ἦν–καὶ τῆς ἀφίξεως ἤρετο τὴν αἰτίαν. Ὡς δὲ τὸ συμβὰν διηγήσαντο καὶ τὴν ἐπὶ τὸ φρούριον ἄγουσαν ὁδὸν μαθεῖν καθικέτευσαν· "Μείνατε, ἔφη, καὶ παραυτίκα ὑμῖν ἀγωγοὺς δώσω τὴν ποθουμένην ὁδὸν ἀποδείξοντας". Οἱ μὲν οὖν ἐπείθοντό τε καὶ διανεπαύοντο. Καθημένων δὲ αὐτῶν ἀφίκοντο δύο λέοντες οὐ βλοσυρὸν βλέποντες, ἀλλ' οἷόν τινα δεσπότην σαίνοντες καὶ τὴν δουλείαν ὑποσημαίνοντες. Τούτοις ἐκέλευσε διανεύων ξεναγῆσαι τοὺς ἄνδρας καὶ εἰς ἐκείνην ἀπαγαγεῖν τὴν ὁδὸν ἣν καταλιπόντες τὸν πλάνον ὑπέμειναν.
This labor of his also bestowed on him the rich grace from above, so that he even commanded the strongest and most savage beasts. And this became clear not only to the pious but also to the unbelieving Jews. For on account of some need they were away from home, going to one of the fortresses situated outside our inhabited world. But when a heavy rain fell and a storm assailed them, they missed the road, being unable to see ahead. And they wandered in the desert, finding neither village nor cave nor traveler; tossed about in the middle of the mainland like sailors, they came upon the cave of the divine Symeon as though it were a harbor, and they saw a man parched and filthy, carrying a small rag of a goat-hair cloak on his shoulders. And he both saw them and greeted them at once—for he was affable—and asked the reason for their arrival. And when they recounted what had happened and earnestly begged to learn the road leading to the fortress, "Stay," he said, "and I will immediately give you guides to show you the road you desire." So they obeyed and rested. While they were sitting there, two lions arrived, not with a fierce look, but fawning like dogs on a master and indicating their servitude. To these he gave orders with a nod to guide the men and lead them to that road which, having abandoned it, they had fallen into wandering.
Ἀλλὰ μηδεὶς μυθῶδες εἶναι τὸ διήγημα νομιζέτω τοὺς κοινοὺς τῆς ἀληθείας ἐχθροὺς μαρτυροῦντας ἔχων τῇ ἀληθείᾳ. Αὐτοὶ γὰρ οἱ τῆς εὐεργεσίας τετυχηκότες τοῦτο ᾄδοντες διετέλεσαν. Καὶ τοῦτό μοι οὗτος ὁ μέγας Ἰάκωβος διηγήσατο, παρεῖναι φήσας αὐτοῖς τῷ θεσπεσίῳ Μάρωνι διηγουμένοις τὸ θαῦμα. Ὁ τοίνυν Ἰουδαίοις τῇ τῶν χριστιανῶν μαρτυροῦσι θαυματουργίᾳ διαπιστῶν, πῶς οὐκ ἂν εἰκότως ἀπιστότερος Ἰουδαίων κληθείη, εἴπερ οἱ μὲν καὶ δυσμενεῖς ὄντες ἡττῶνται ὅμως καὶ ταῖς τῆς ἀληθείας ἀκτῖσι παραχωροῦσιν, οἱ δὲ εὖνοι νομιζόμενοι καὶ τῆς πίστεως κοινωνοὶ οὐδὲ
τοῖς ἐχθροῖς τῇ δυνάμει τῆς χάριτος μαρτυροῦσι πιστεύουσιν; Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεῖος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος–οἰκοῦσι δὲ τὴν ἔρημον ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον–, ἡσυχίας ἐρῶν, καταλιπεῖν ἠναγκάσθη τὸ σπήλαιον καὶ πολλὴν ἀνύσας ὁδὸν ὄρος καταλαμβάνει τὸ καλούμενον Ἀμανόν, καὶ τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας τοῖς πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε θαύμασι καὶ τὴν νῦν ἐν αὐτῷ πολιτευομένην εὐσέβειαν κατεφύτευσεν. Ἀλλὰ πάντα μὲν διηγεῖσθαι λίαν ἐπίπονον, ἐμοὶ δὲ τυχὸν καὶ ἀδύνατον. Ἑνὸς τοίνυν μνησθεὶς καὶ οἷόν τινα χαρακτῆρα τῆς ἀποστολικῆς αὐτοῦ καὶ προφητικῆς θαυμα τουργίας προθεὶς καταλείπω τοῖς ἐντυγχάνουσιν ἐννοεῖν ἐντεῦθεν ἧς ἔλαβε χάριτος τὴν ἰσχύν. Θέρος ἦν καὶ ἀμητὸς καὶ τὰ δράγματα εἰς τὰς ἅλως μετεκομίζετο.
But let no one suppose this account to be a myth, since I have the common enemies of the truth as witnesses to the truth. For those very men who received the benefit continued singing of it. And this the great James himself related to me, saying that he was present with them when they recounted the wonder to the inspired Maron. Therefore, the man who disbelieves the Jews when they testify to the wonder-working of the Christians, how could he not justly be called more unbelieving than the Jews, if indeed the former, though hostile, are nonetheless overcome and yield to the rays of the truth, while the latter, thought to be well-disposed and sharers of the faith, do not even believe the enemies when they testify to the power of grace? From such wonders that divine man became renowned and drew many of the neighboring barbarians—those who inhabit that desert boast Ishmael as their forefather—and, longing for quiet, he was compelled to leave the cave, and after completing a long journey he reached the mountain called Amanus, and this mountain, long filled with great and manifold polytheistic madness, he cultivated with many and varied wonders and planted in it the piety that now dwells there. But to recount everything is exceedingly laborious, and perhaps even impossible for me. So, having mentioned one instance and set it forth as a kind of sketch of his apostolic and prophetic wonder-working, I leave it to the readers to infer from this the strength of the grace he received. It was summer and harvest time, and the sheaves were being carried to the threshing floors.
Ἀνὴρ δέ τις τοῖς δικαίοις οὐκ ἀρκούμενος πόνοις, ἀλλὰ τῶν ἀλλοτρίων ἐφιέμενος, ὑφείλετο μὲν τῶν τοῦ πέλας δραγμάτων, αὔξειν δὲ τὸν οἰκεῖον διὰ τούτων ἐπειρᾶτο θημῶνα. Ἀλλ' εὐθὺς τὴν κατὰ τῆς κλοπῆς τὸ θεῖον ἐξεφέρετο ψῆφον καὶ πρηστὴρ ἐπεφέρετο καὶ ἡ ἅλως ἐνεπίμπρατο καὶ ὁ δείλαιος ἐκεῖνος τὸν τοῦ θεοῦ κατελάμβανεν ἄνθρωπον οὐ πόρρω τῆς κώμης ἐσκηνωμένον καὶ τὴν μὲν συμφορὰν διηγεῖτο, κρύπτειν δὲ τὴν κλοπὴν ἐπειρᾶτο. Ὡς δὲ τἀληθῆ λέγειν κελευσθεὶς ὡμολόγησε τὴν κλοπήν –τὸ γὰρ πάθος καὶ ἑαυτοῦ κατηγορεῖν κατηνάγκασε–, προσέταξεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῇ λύσει τῆς ἀδικίας λῦσαι τὴν τιμωρίαν· "Σοῦ γάρ, ἔφη, τὰ δράγματα ἐκεῖνα ἐκτιν νύντος, τὸ θεήλατον ἐκεῖνο σβεσθήσεται πῦρ". Ἦν τοίνυν ἰδεῖν τὸν μὲν θέοντα καὶ τῷ ἀδικηθέντι τοὺς κλαπέντας ἀστάχυας προσφέροντα, τὴν δὲ πυρὰν ἄνευ ὕδατος σβεννυμένην τῇ τοῦ θείου πρεσβύτου προσευχῇ καὶ πρεσβείᾳ. Τοῦτο οὐ μόνον τοὺς περιοίκους ἐνέπλησε δείματος, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν–τὴν Ἀντιόχου λέγω· ὑπὸ ταύτην γὰρ τὸ χωρίον ἐτέλει–θέειν ἐκεῖ κατηνάγκασε καὶ τὸν μὲν ἐπαγγέλλειν δαιμονικῆς λύττης ἀπαλλαγήν, τὸν δὲ πυρετοῦ παῦλαν, τὸν δὲ ἄλλου τινὸς τῶν ἐνοχλούντων ἰατρείαν. Ὁ δὲ ἀφθόνως τῆς ἐνοικούσης χάριτος ἐχορήγει τὰ νάματα.
But a certain man, not content with righteous toils, but coveting what belonged to others, stole his neighbor's sheaves and tried to increase his own heap with them. But immediately the divine power pronounced its verdict against the theft: a thunderbolt fell, and the threshing floor was set ablaze. That wretched man sought out the man of God, who was encamped not far from the village, and recounted the calamity, but tried to conceal the theft. When, commanded to speak the truth, he confessed the theft—for his suffering compelled him to accuse himself—that divine man ordered him to undo the punishment by undoing the injustice: "For when you, he said, bring back those sheaves, that fire sent from God will be quenched." So one could see the man running and bringing the stolen ears of grain to the one he had wronged, and the pyre extinguished without water by the prayer and intercession of the divine elder. This filled not only the neighbors with fear, but compelled the entire city—I mean that of Antioch, for the place was subject to it—to run there, one man announcing deliverance from demonic madness, another the cessation of fever, another healing from some other affliction. And he abundantly supplied the streams of the grace that dwelt within him.
Ἀλλὰ πάλιν τῆς ἡσυχίας ἐρῶν τὸ Σίναιον ὄρος κατα λαβεῖν ἐπεθύμησεν. Μαθόντες δὲ πολλοὶ τῶν ἀρίστων καὶ τὴν αὐτὴν μετιόντες φιλοσοφίαν, συνέδραμον κοινωνῆσαι αὐτῷ τῆς ἀποδημίας ποθοῦντες. Πολλῶν τοίνυν ἡμερῶν ὁδὸν ἐξανύσαντες, ἐπειδὴ κατὰ τὴν σοδομῖτιν ἐγένοντο ἔρημον, ὁρῶσι πόρρωθεν ἀπὸ βάθους χεῖρας ἀνδρὸς εἰς ὕψος ἐκτεινομένας, καὶ τὸ μὲν πρῶτον δαίμονος ἐξαπάτην ὑπέλαβον· προσευξάμενοι δὲ σπουδαιότερον καὶ ταὐτὸ θεασάμενοι ὥρμησαν ἐπ' ἐκεῖνο τὸ χωρίον καὶ βραχὺ μὲν ὄρυγμα θεωροῦσιν ὁποῖα ποιεῖν πεφύκασιν αἱ ἀλώπεκες καταδύσεις ἑαυταῖς μηχανώμεναι· οὐδένα δὲ εἶδον ἐκεῖ προφαινόμενον· τοῦ κτύπου γὰρ τῶν ποδῶν αἰσθόμενος ὁ τὰς χεῖρας ἐκτεταμένας ἔχων, εἴσω τῆς καταδύσεως κατε κρύβη. Διακύψας δὲ ὁ πρεσβύτης ἐλιπάρει μάλα πολλὰ ὀφθῆναι αὐτὸν εἰ ἀνθρωπείαν ἔχοι τὴν φύσιν καὶ μὴ δαίμων τις ἀπατεὼν εἴη τοιαῦτα σχηματιζόμενος· "Καὶ γὰρ ἡμεῖς, ἔφη, τὸν ἀσκητικὸν μετιόντες βίον καὶ τῆς ἡσυχίας ἐρῶντες, ἀλώμεθα κατὰ τήνδε τὴν ἔρημον, ἐν τῷ Σινᾷ ὄρει τὸν τῶν ἁπάντων ἐπιθυμοῦντες προσκυνῆσαι θεὸν ἐν ᾧ Μωϋσῇ τῷ θεράποντι τὴν οἰκείαν ἐπιφάνειαν ποιησάμενος ἔδωκε τῆς νομοθεσίας τὰς πλάκας, οὐχ ὅτι τὸ θεῖον τόπῳ περιγεγράφθαι νομίζομεν–ἀκούομεν γὰρ αὐτοῦ λέγοντος ὅτι· τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει ὁ κύριος"3 καὶ ὅτι κατέχει τὸν γῦρον τῆς γῆς καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας"3–, ἀλλ' ἐπειδὴ τοῖς θερμῶς ἐρῶσιν οὐ μόνον οἱ ἐρώμενοι τριπόθητοι, ἀλλὰ καὶ οἱ τόποι ἐράσμιοι οἱ τὴν
But again, longing for stillness, he desired to occupy Mount Sinai. And many of the best men, learning of this and pursuing the same philosophy, ran together, longing to share his journey. So after completing a journey of many days, when they came to the Sodomite desert, they see from afar, from a depth, a man's hands stretched out to the height, and at first they supposed it to be a demon's deception. But after praying more earnestly and seeing the same thing, they rushed to that place and observe a small pit, such as foxes are naturally accustomed to make when they contrive burrows for themselves. But they saw no one appearing there; for the one who had his hands stretched out, perceiving the sound of their feet, hid himself within the burrow. But the old man, peering in, begged him very earnestly to show himself, if he had human nature and were not some deceiving demon assuming such a form. "For we also," he said, "pursuing the ascetic life and longing for stillness, are wandering through this desert, desiring to worship on Mount Sinai the God of all, where he made his own manifestation to Moses his servant and gave him the tablets of the lawgiving—not that we think the divine is circumscribed by place (for we hear him saying, 'I fill heaven and earth, says the Lord,' and that he holds the circle of the earth and its inhabitants as grasshoppers)—but because for those who love fervently, not only are the beloved most longed for, but even the places are lovely which
τούτων παρουσίαν καὶ ὁμιλίαν δεξάμενοι." Ταῦτα καὶ τὰ τοιαῦτα λέγοντος τοῦ πρεσβύτου, ἀναδείκνυσιν ἑαυτὸν ἐκ τῆς καταδύσεως ὁ κεκρυμμένος ἄνθρωπος· καὶ ἦν ἄγριος μὲν ἰδεῖν, αὐχμηρὰν δὲ ἔχων τὴν κόμην, τὸ δὲ πρόσωπον ἐρρικνωμένον, κατεσκελετευμένα δὲ πάντα τὰ μέλη τοῦ σώματος, ῥάκιά τινα πιναρὰ περιβεβλη μένος φοινικίνοις βλαστοῖς συνερραμμένα. Ἀσπασάμενος δὲ καὶ τῆς εἰρήνης τὸ πρόσρημα δεδωκὼς ἐπυνθάνετο τίνες τε εἶεν καὶ πόθεν ἥκοιεν καὶ ὅποι ἀπίοιεν. Ὁ δὲ καὶ πρὸς τὴν ἐρώτησιν ἀπεκρίνατο καὶ ἀντεπύθετο πόθεν τε ἐληλυθὼς εἴη καὶ τί δήποτε ταύτην ἕλοιτο τὴν ζωήν. Ὁ δὲ· "Ταυτὴν ἔσχον κἀγὼ τὴν προθυμίαν, ἔφη, ἣν καὶ ὑμεῖς ἔχοντες ἄπιτε· κοινωνὸν δὲ τῆς ὁδοῦ ταύτης ἐπεποιήμην συνήθη τινὰ καὶ ὁμογνώμονα καὶ τὸν αὐτόν μοι κεκτημένον σκοπόν· ὅρκῳ δὲ ἀλλήλους ἐπεπείκειμεν μηδὲ τῷ θανάτῳ χωρίσαι τὴν συνουσίαν. Τοιγάρτοι κατὰ τὴν ἀποδημίαν ἐκεῖνον μὲν τῇδε συνέβη δέξασθαι τοῦ βίου τὸ τέλος. Ἐγὼ δὲ τῷ ὅρκῳ πεπεδημένος ὤρυξά τε ὡς ἐδυνάμην καὶ ταφῇ τὸ σῶμα παρέδωκα· παρὰ τοῦτο δὲ τὸ σῆμα τάφον ἕτερον ἐμαυτῷ κατορύξας, τῇδε περιμένω τοῦ βίου τὸ τέλος καὶ τῷ δεσπότῃ τὴν συνήθη λειτουργίαν προσφέρω. Τροφὴν δὲ ἔχω τοὺς φοίνικας οὓς ἀδελφός τίς μοι κομίζειν ὑπὸ τοῦ κηδεμόνος ἐτάχθη." Τούτων οὕτω λεγομένων, λέων πόρρωθεν ἀνεφάνη· ἀγωνίᾳ δὲ τῶν σὺν τῷ πρεσβύτῃ περιπεσόντων, αἰσθόμενος ὁ ἐπὶ τῆς καταδύσεως καθήμενος, ἀναστὰς τῷ λέοντι διένευσεν εἰς τὸ ἕτερον μεταβῆναι μέρος. Ὁ δὲ παραυτίκα ἐπείσθη τε καὶ ἧκε, φέρων τῶν φοινίκων τὸν βότρυν·
When the elder had said these things and more, the hidden man revealed himself from the pit. He was wild to look upon, with unkempt hair, a face shrunken with wrinkles, and all the members of his body reduced to skin and bone, clad in some filthy rags stitched together from palm shoots. After greeting them and giving the salutation of peace, he asked who they were, where they had come from, and where they were going. The elder both answered his question and in turn asked where he had come from and why he had chosen this life. He said: "I too had this same eagerness that you have as you journey; and I had made a certain acquaintance, like-minded and possessing the same goal as I, a partner in this road. By an oath we had persuaded each other not to separate our companionship even in death. And so it happened that during the journey he received here the end of his life. I, bound by the oath, dug as best I could and consigned his body to burial. Beside this tomb I dug another grave for myself, and here I await the end of my life and offer the customary service to the Master. My food is the palms which a certain brother was appointed by the guardian to bring me." While these things were being said, a lion appeared from far off. The companions of the elder fell into distress, but the one seated at the pit, perceiving it, rose and signaled to the lion to move to the other side. It was immediately persuaded and came, carrying a cluster of palms.
εἶτα πάλιν ἀπῆλθεν ἐπιτραπεὶς καὶ πόρρωθεν τῶν ἀνδρῶν κατα κλιθεὶς ἐκαθεύδησε. Διανείμας τοίνυν τοὺς φοίνικας ἅπασι, προσευχῆς τε αὐτοῖς καὶ ψαλμῳδίας κοινωνήσας καὶ μετὰ τὸ τέλος τῆς λειτουργίας ἕωθεν ἀσπασάμενος ἀπέπεμψε τὸ καινὸν θέαμα τεθηπότας. Εἰ δέ τις ἀπιστεῖ τοῖς εἰρημένοις, τῆς Ἠλιοῦ τοῦ πάνυ πολιτείας καὶ τῆς τῶν κοράκων διακονίας ἀναμνησθήτω οἳ πρωῒ μὲν ἄρτον, δείλης δὲ κρέας αὐτῷ κομίζοντες διετέλεσαν. Ῥᾴδιον δὲ τῷ ποιητῇ τῶν ὅλων παντοδαποὺς πόρους εἰς τὴν τῶν οἰκείων θεραπείαν εὑρίσκειν· οὕτω τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρία νυχθήμερα διεφύλαξε καὶ τοὺς λέοντας ἐν τῷ λάκκῳ τεθηπέναι τὸν Δανιὴλ παρεσκεύασε καὶ τὸ ἄψυχον πῦρ λογικῶς ἐνεργεῖν καὶ τοὺς μὲν ἔνδον φωτίζειν, τοὺς δὲ ἔξω κατακαίειν πεποίηκεν. Ἀλλὰ γὰρ περιττὸν ποιῶ περὶ τῆς θείας δυνάμεως ἀποδείξεις προσφέρων. Ἐπειδὴ τοίνυν τὸ ποθούμενον κατέλαβον ὄρος, φασὶν ἐκεῖνον τὸν θαυμάσιον γέροντα ἐν ἐκείνῳ τῷ χωρίῳ ἐν ᾧ τὸν θεὸν Μωϋσῆς ἰδεῖν ἠξιώθη, εἶδε δὲ ὡς δυνατὸν ἦν φύσει θνητῇ, κλῖναι τὰ γόνατα καὶ μὴ πρότερον ἀναστῆναι ἕως θείας ἐπήκουσε φωνῆς, τὴν δεσποτικὴν αὐτῷ μηνυούσης εὐμένειαν. Ἐπειδὴ δὲ καὶ ἅπαντα τῆς ἑβδομάδος τὸν κύκλον οὕτω συγκεκυφὼς διετέλεσε, τροφῆς οὐδὲ βραχείας μετα λαχών, ἐκέλευσεν ἡ γενομένη φωνὴ καὶ τὰ προτεθέντα αὐτῷ λαβεῖν καὶ προθύμως καταφαγεῖν· ἐκτείνας δὲ τὴν χεῖρα καὶ τρία μῆλα εὑρὼν καὶ τούτων ἐμφορηθεὶς ὡς ὁ δεδωκὼς παρηγγύησεν, ἰσχύος τε γέγονεν ἁπάσης ἀνάπλεως καὶ μετὰ θυμηδίας τοὺς συνόντας, ὡς εἰκὸς ἦν, ἠσπάσατο.
Then he departed again, having been permitted to do so, and lay down far from the men and slept. So he distributed the dates to them all, shared prayer and psalmody with them, and after the conclusion of the morning service, he greeted them and sent them away, astonished at the strange sight. If anyone disbelieves what has been said, let him recall the way of life of the great Elijah and the ministry of the ravens, which kept bringing him bread in the morning and meat in the evening. It is easy for the Maker of all things to find every kind of resource for the care of his own; thus he preserved Jonah in the belly of the sea monster for three days and nights, and he caused the lions in the den to stand in awe of Daniel, and he made lifeless fire act rationally, illuminating those within and burning those outside. But I am doing something superfluous in offering proofs concerning divine power. Since, then, I reached the mountain I longed for, they say that that wonderful elder, in that place where Moses was deemed worthy to see God—and he saw as far as was possible for a mortal nature—bent his knees and did not rise until he heard a divine voice, announcing to him the Master's favor. And since he continued bent over in this way for the entire cycle of the week, without partaking of even a little food, the voice that came commanded him both to take what had been set before him and to eat it eagerly. He stretched out his hand and found three apples, and having satisfied himself with them as the giver had enjoined, he became filled with all strength and, with gladness, greeted those with him, as was natural.
Γεγηθὼς τοίνυν καὶ γαννύμενος ἐπανῄει ἅτε δὴ καὶ θείας ἐπακούσας φωνῆς καὶ θεοσδότου πάλιν ἀπολαύσας τροφῆς. Ἐπανελθὼν δὲ δύο φιλοσοφίας ᾠκοδόμησε φροντιστήρια, ἓν μὲν εἰς τὴν ῥαχίαν τοῦ ὄρους περὶ οὗ προειρήκαμεν, θάτερον δὲ κάτω παρ' αὐτὰ τῆς ὑπωρείας τὰ κράσπεδα. Ἐν ἑκατέρῳ δὲ ἀθλητὰς ἀρετῆς συναθροίσας καὶ τούτων κἀκείνων γυμναστὴς καὶ παιδοτρίβης ἐγένετο, καὶ τοῦ ἀντιπάλου καὶ πολεμίου διδάσκων τὰς προσβολὰς καὶ τοῦ ἀγωνοθέτου τὴν εὔνοιαν ὑπισχνούμενος καὶ θαρρεῖν παρα καλῶν
καὶ φρονήματος ἐμφορῶν καὶ πρὸς μὲν τοὺς ὁμοφυεῖς μετριάζειν κελεύων, πρὸς δὲ τὸν πολέμιον μεγαλοφροσύνῃ κεχρῆσθαι παρεγγυῶν. Τοιαῦτα διδάσκων, οὕτω βιοτεύων, τηλικαῦτα θαυματουργῶν καὶ τὰς παντοδαπὰς μαρμαρυγὰς ἀφιεὶς τῆς ἐπιπόνου ζωῆς τὸ τέλος ἐδέξατο καὶ εἰς τὸν ἀγήρω καὶ ἄλυπον ἀπεδήμησε βίον, ἄσβεστον κλέος καταλιπὼν καὶ μνήμην εἰς ἀεὶ διαμένουσαν. Τῆς τούτου δὲ εὐλογίας ἀπέλαυσε μὲν περιόντος ἡ μακαρία καὶ τρισμακαρία μου μήτηρ, καὶ πολλὰ τῶν τούτου μοι διηγημάτων πολλάκις προσήνεγκεν. Ἐγὼ δὲ νῦν τῆς δυνατῆς αὐτοῦ τυχεῖν πρεσβείας ἀντιβολῶ καὶ οἶδα ὡς τεύξομαι· δώσει γὰρ πάντως τὴν αἴτησιν, τὴν τοῦ δεσπότου φιλανθρωπίαν μιμούμενος. 7. ΠΑΛΛΑΔΙΟΣ Παλλάδιος δὲ ὁ πολυθρύλητος ὁμόχρονος τούτου γεγένηται καὶ ὁμότροπος καὶ συνήθης καὶ γνώριμος. Παρ' ἀλλήλους γάρ, ὥς φασι, φοιτῶντες τῆς παρ' ἀλλήλων ὠφελείας ἀπήλαυον, παραθήγοντες ἀλλήλους καὶ εἰς ζῆλον τὸν θεῖον ἐγείροντες. Ἐν οἰκίσκῳ δέ τινι καθεῖρκτο, κώμῃ μεγίστῃ καὶ πολυανθρώπῳ πελάζοντι· Ἴμμη δὲ ὄνομα ταύτῃ.
Rejoicing therefore and exulting, he returned, inasmuch as he had both heard a divine voice and again enjoyed God-given nourishment. And having returned, he built two schools of philosophy, one on the ridge of the mountain about which we have previously spoken, and the other below, beside the very skirts of the foothills. And in each, having gathered athletes of virtue, he became both a trainer and a coach of these and those, teaching the assaults of the adversary and the enemy, and promising the goodwill of the judge of the contest, and exhorting them to be of good courage and filling them with confidence, and commanding them to be moderate toward those of the same nature, while urging them to employ magnanimity toward the enemy. Teaching such things, living thus, performing such great wonders and sending forth manifold flashes of light, he received the end of his laborious life and departed to the ageless and painless life, leaving behind undying fame and a memory that endures forever. And of his blessing my blessed and thrice-blessed mother partook while he was still alive, and she often brought many of his accounts to me. And I now entreat to obtain his intercession, as far as is possible, and I know that I shall obtain it; for he will certainly grant the request, imitating the loving-kindness of his Master. 7. PALLADIUS. And Palladius, the much-famed, was a contemporary of his, and of like manner, and an intimate and acquaintance. For, as they say, visiting one another, they enjoyed mutual benefit, sharpening one another and rousing each other to divine zeal. And he was confined in a certain little cell, near a very great and populous village; and its name was Imme.
Περὶ μὲν οὖν τῆς τοῦ ἀνδρὸς καρτερίας, ἀπαστίας τε καὶ ἀγρυπνίας καὶ τῆς διηνεκοῦς προσευχῆς περιττὸν ἡγοῦμαι διηγεῖσθαι· τὸν γὰρ αὐτὸν εἷλκεν ἐν τούτοις ἐκείνῳ τῷ θείῳ Συμεώνῃ ζυγόν.
Τὸ δὲ θαῦμα τὸ μέχρι καὶ τήμερον ᾀδόμενον τὸ ὑπὸ τῆς ἐκείνου καὶ φωνῆς γενόμενον καὶ χειρὸς προὔργου νενόμικα διηγήσασθαι. Πανήγυρις εἰς τὴν προειρημένην συναγείρεται κώμην τοὺς πάντοθεν ἐμπόρους ἐφελκομένη καὶ πλῆθος ἀριθμοῦ κρεῖττον ὑποδεχομένη. Ἐν ταύτῃ τις ἔμπορος, ἅπερ ἧκε φέρων ἀπεμπολήσας καὶ τὸ χρυσίον συναθροίσας, νύκτωρ ἀπαίρειν ἐβούλετο. Ἀνδροφόνος δέ τις τὸ συλλεγὲν ἐκεῖνο θεασάμενος χρυσίον, οἴστρου τινὸς καὶ μανίας ἐμφορηθεὶς τὸν μὲν ὕπνον τῶν βλεφάρων ἀπήλασε, τοῦ δὲ ἀνδρὸς ἐκείνου τὴν ἀποδημίαν ἐφύλαττεν. Μετὰ δὲ ἀλεκτρυόνων ᾠδὰς ὁ μὲν ἀπῆρε θαρρῶν· ὁ δὲ προλαβὼν καὶ τόπον τινὰ εἰς ἐνέδραν ἐπιτήδειον καταλαβὼν ἐξαπιναίως τε προσβαλὼν ἐπήνεγκε τὴν πληγὴν καὶ τὴν μιαιφονίαν ἐτόλμησεν. Προστίθησι δὲ καὶ ἕτερον τῷδε τῷ μύσει δυσσέβημα· τὸ γὰρ χρυσίον λαβὼν τὸ νεκρὸν ἐκεῖνο σῶμα παρὰ τὴν τοῦ μεγάλου Παλλαδίου προσέρριψε θύραν.
Concerning the man's endurance, therefore, his fasting, his vigils, and his continual prayer, I consider it superfluous to recount; for in these things he drew the same yoke as that divine Symeon.
But the wonder that is sung of even to this day, wrought by that man's voice and hand, I have deemed it profitable to recount. A festival assembles at the aforementioned village, drawing merchants from everywhere and receiving a multitude beyond number. At this festival a certain merchant, having sold the wares he had brought and gathered up the gold, wished to depart by night. But a certain murderer, having seen that gold which had been collected, filled with some frenzy and madness, drove sleep from his eyelids and watched for that man's departure. And after the crowing of the cocks, the one set out confidently; but the other, having gone ahead and occupied a certain place suitable for an ambush, suddenly attacked, dealt the blow, and dared the murder. And he adds yet another impiety to this pollution; for having taken the gold, he flung that dead body down beside the door of the great Palladius.
Ὡς δὲ ἡμέρα ἐγένετο καὶ ἡ φήμη διέδραμε καὶ ἡ πανήγυρις ἅπασα τὸ γεγενημένον ἐθρύλει, συνέθεον ἅπαντες καὶ τὴν θύραν διαρρήξαντες εὐθύνας εἰσέπραττον τῆς σφαγῆς τὸν θεῖον Παλλάδιον· εἷς δὲ τῶν τοῦτο δρώντων ἦν ὁ τὴν σφαγὴν αὐτουργήσας. Περιστοιχιζόμενος τοίνυν ὑπὸ τοσαύτης πληθύος ὁ θεσπέσιος ἄνθρωπος εἰς τὸν οὐρανὸν ἰδὼν καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβὰς ἱκέτευε τὸν δεσπότην τῆς συκοφαντίας διελέγξαι τὸ ψεῦδος καὶ δήλην ἀποφῆναι τὴν κεκρυμμένην ἀλήθειαν. Οὕτως εὐξάμενος καὶ τῆς τοῦ κειμένου λαβόμενος δεξιᾶς· "Εἰπέ, ἔφη, ὦ νεανία, τίς σοι ταύτην ἐπήνεγκε τὴν πληγήν; Δεῖξον τὸν τοῦ μύσους αὐθέντην καὶ τὸν ἀθῷον ἀπόφηνον τῆς πονηρᾶς ταύτης συκοφαντίας ἐλεύθερον." Ἠκολούθει δὲ τῷ μὲν λόγῳ ὁ λόγος, τῇ δεξιᾷ δὲ ὁ ἄνθρωπος καὶ καθήμενος περιεσκόπει μὲν τοὺς παρόντας, ὑπεδείκνυ δὲ τῷ δακτύλῳ τὸν ἀνδροφόνον. Βοὴ δὲ πάντων ἐγένετο καὶ τὸ θαῦμα ἐκπληττομένων καὶ τὴν γεγενημένην συκοφαντίαν ὀδυρομένων. Ἀποδύσαντες δὲ τὸν μιαιφόνον ἐκεῖνον καὶ τὴν μάχαιραν εὗρον ἔτι πεφοινιγμένην τῷ αἵματι, καὶ τὸ χρυσίον ἐκεῖνο τὸ τῆς σφαγῆς γεγενημένον πρόξενον. Ὁ δὲ θεῖος Παλλάδιος καὶ πάλαι ὢν ἀξιάγαστος, ἀξιαγαστότερος εἰκότως ἐντεῦθεν ἐγένετο· ἱκανὸν γὰρ ἦν τὸ θαῦμα
When day came and the report spread abroad and the whole assembly was buzzing about what had happened, they all rushed together, broke open the door, and demanded an accounting for the slaughter from the divine Palladius; and one of those doing this was the very man who had committed the slaughter with his own hand. So then, surrounded by so great a crowd, the wondrous man looked up to heaven and, in his mind passing beyond heaven, besought the Master to convict the falsehood of the slander and to make plain the hidden truth. Having prayed thus and taken the right hand of the man who lay there, he said: "Tell me, young man, who inflicted this blow on you? Point out the author of the outrage and free the innocent man from this wicked slander." The word was followed by the deed, and the deed by the man: seated, he looked around at those present and pointed with his finger at the murderer. There was a shout from all, both marveling at the wonder and lamenting the slander that had taken place. Stripping that bloodstained man, they found the dagger still stained with blood, and that gold which had been the broker of the slaughter. And the divine Palladius, though long worthy of admiration, reasonably became even more worthy of admiration from this; for the wonder was sufficient
δεῖξαι τὴν παρὰ τῷ θεῷ τοῦ ἀνδρὸς παρρησίαν. Καὶ Ἀβραάμης δὲ ὁ θαυμάσιος τῆς αὐτῆς ἦν συμμορίας, ὃς τὸν μὲν καλούμενον Παράτομον τόπον ᾤκησε, πάντοσε δὲ τῆς ἀρετῆς τὰς μαρμαρυγὰς ἐξέπεμψε. Μαρτυρεῖ δὲ τῇ λαμπρό τητι τῆς ζωῆς τὰ μετὰ τὴν τελευτὴν ἐνεργούμενα θαύματα. Ἀναβλύζει γὰρ ἡ ἐκείνου θήκη μέχρι καὶ τήμερον παντοδαπὰς θεραπείας καὶ μάρτυρες οἱ ταύτας ἐκεῖθεν ἀφθόνως διὰ τῆς πίστεως ἀρυόμενοι. Ἐμοὶ δὲ εἴη καὶ τῆς τούτων ἐπικουρίας μεταλαχεῖν, τῇ τούτων μνήμῃ τὴν γλῶτταν καθαγιάσαντι. 8. ΑΦΡΑΑΤΗΣ Ὅτι μία πάντων ἀνθρώπων ἡ φύσις καὶ ῥᾴδιόν ἐστι τοῖς βουλομένοις φιλοσοφεῖν εἴτε Ἕλληνες εἴτε βάρβαροι εἶεν, πολλαχόθεν μὲν καὶ ἄλλοθέν ἐστι καταμαθεῖν εὐπετές, ἀπόχρη δὲ καὶ μόνος Ἀφραάτης τοῦτο δηλῶσαι σαφῶς. Οὗτος γὰρ ἐν Πέρσαις τοῖς παρανομωτάτοις καὶ τεχθεὶς καὶ τραφεὶς καὶ ἐκ τοιούτων γονέων βλαστήσας καὶ τὰ ἐκείνων νόμιμα παιδευθεὶς εἰς τοσαύτην ἤλασεν ἀρετὴν ὡς ἀποκρύψαι καὶ τοὺς ἐξ εὐσεβῶν φύντας καὶ τροφὴν εὐσεβῆ δεξαμένους παιδόθεν. Πρῶτον μὲν γὰρ τοῦ γένους καταφρονήσας–ἐπίσημον δὲ τοῦτο ἦν καὶ λαμπρόν–, εἰς τὴν τοῦ δεσπότου προσκύνησιν ἔδραμε τοὺς προπάτορας μιμησάμενος μάγους·
to show the man's boldness before God. And the wonderful Abraham was of the same company, who dwelt in the place called Paratomon, and sent forth the flashes of his virtue in every direction. The wonders wrought after his death bear witness to the brightness of his life. For his tomb gushes forth all kinds of healings even to this day, and the witnesses are those who draw these from there abundantly through faith. May it be mine also to partake of their assistance, having sanctified my tongue by their memory. 8. APHRAATES. That the nature of all men is one, and that it is easy for those who wish to philosophize, whether they be Greeks or barbarians, to learn this from many other sources as well, is plain; but Aphraates alone is sufficient to make this clear. For he, born and raised among the most lawless Persians, sprung from such parents and educated in their customs, advanced to such a degree of virtue as to surpass even those born of pious parents and who received a pious upbringing from childhood. For first, despising his family—which was distinguished and illustrious—he ran to the worship of the Master, imitating the magi his forefathers.
εἶτα τῶν ὁμοφύλων τὴν ἀσέβειαν βδελυξάμενος τὴν ἀλλοδαπὴν τῆς οἰκείας προείλετο καὶ τὴν Ἔδεσσαν καταλαβών–πόλις δὲ αὕτη μεγίστη καὶ πολυάνθρωπος καὶ τῇ εὐσεβείᾳ διαφερόντως λαμπρυνομένη –, ἔξω τῶν περιβόλων οἰκίδιον εὑρὼν καὶ ἑαυτὸν καθείρξας τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς, οἷά τις ἄριστος γεωργὸς προρρίζους τῶν παθῶν τὰς ἀκάνθας ἐκτέμνων καὶ τὸ θεῖον λήϊον ἐκκαθαίρων καὶ τοὺς τῶν εὐαγγελικῶν σπερμάτων καρποὺς ὡρίμους τῷ δεσπότῃ προσφέρων. Ἐκεῖθεν δὲ καταλαμβάνει τὴν Ἀντιόχειαν ὑπὸ τῆς αἱρετικῆς ζάλης χαλεπῶς κυκωμένην καὶ πρὸ τοῦ ἄστεως ἔν τινι καταχθεὶς φροντιστηρίῳ φιλοσοφίας καὶ τῆς ἑλλάδος φωνῆς μαθὼν ὀλίγα ἄττα ῥημάτια εἷλκε μὲν ὅτι πλείστους εἰς τὴν τῶν θείων λογίων ἀκρόασιν· τῇ δὲ μιξοβαρβάρῳ κεχρημένος γλώττῃ τὰς τῆς διανοίας ὠδῖνας προέφερεν, ἐκ τῆς τοῦ θείου πνεύματος χάριτος τὰ τοιαῦτα δεχόμενος νάματα. Τίς γὰρ τῶν ἐπ' εὐγλωττίᾳ βρενθυομένων καὶ τὰς ὀφρῦς συναγόντων καὶ σοβαρῶς φθεγγομένων καὶ ἐπὶ ταῖς τῶν συλλογισμῶν πάγαις νεανιευομένων τῆς ἀπαιδεύτου καὶ βαρβάρου φωνῆς ἐκείνης περιεγένετο πώποτε; Λογισμοῖς μὲν γὰρ λογισμούς, θείοις δὲ λόγοις τοὺς τῶν φιλοσόφων κατηγωνίζετο λόγους, μετὰ τοῦ μεγάλου Παύλου βοῶν· "Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει". Καὶ τοῦτον ἀεὶ διετέλει τὸν τρόπον κατὰ τὴν ἀποστολικὴν φωνήν· "Λογισμοὺς καθαιρῶν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ".
Then, having loathed the impiety of his own people, he chose a foreign land over his own, and having reached Edessa—a city that is very great and populous and exceptionally renowned for its piety—he found a little dwelling outside the walls and, shutting himself in, tended to his own soul, like some excellent farmer cutting out the passions' thorns root and branch and cleansing the divine field and bringing to the Master the ripe fruits of the gospel seeds. From there he reached Antioch, which was grievously stirred by the heretical tempest, and having lodged before the city in a certain house of philosophy and learned a few small phrases of the Greek tongue, he drew very many to the hearing of the divine oracles; and using a half-barbarous tongue, he brought forth the birth-pangs of his thought, receiving such streams from the grace of the divine Spirit. For who of those who pride themselves on eloquence and knit their brows and speak pompously and exult in the snares of their syllogisms ever prevailed over that uneducated and barbarous speech? For with thoughts he fought down thoughts, and with divine words he conquered the words of the philosophers, crying out with the great Paul: "Even if I am untrained in speech, yet not in knowledge." And he continually maintained this manner, according to the apostolic voice: "Casting down reasonings and every high thing that exalts itself against the knowledge of God, and taking every thought captive to the obedience of Christ.
Καὶ ἦν ἰδεῖν συνθέοντας καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι καὶ τοὺς ἔν τινι στρατείᾳ τεταγμέ νους καὶ τοὺς ἀποχειροβιώτους καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ στρατιώτας, πεπαιδευμένους καὶ λόγων ἀμυήτους, πενίᾳ συζῶντας καὶ πλούτῳ κομῶντας, καὶ τοὺς μὲν σιγῇ δεχομένους τὰ προσφερομένα, τοὺς δὲ καὶ ἐρομένους καὶ πυνθανομένους καὶ ἀφορμὰς τῷ λόγῳ παρέχοντας.
Τοσοῦτον δὲ ἀναδεδεγμένος πόνον σύνοικον λαβεῖν οὐκ ἠνέσχετο πώποτε, ἀλλὰ τὴν αὐτουργίαν τῆς παρ' ἑτέρων αὐτῷ προσφερομένης θεραπείας προείλετο· καὶ παρὰ τὴν αὔλειον θύραν τὰς συνουσίας ποιούμενος, αὐτὸς ἀνεῴγνυ τοῖς εἰσιοῦσι καὶ ἀπιόντας προὔπεμπεν. Ἐδέξατο δὲ παρά τινος οὐδὲν πώποτε, οὐκ ἄρτον, οὐκ ὄψον, οὐχ ἱμάτιον, ἀλλ' εἷς αὐτῷ μόνος τῶν γνωρίμων ἐχορήγει τὸν ἄρτον. Εἰς δὲ γῆρας ἐλάσας
βαθὺ καὶ λαχάνου μετὰ ἡλίου δυσμὰς μετελάμβανεν. Φασὶ δὲ Ἀνθέμιον ὃς καὶ ὕπαρχος ἐς ὕστερον ἐγεγόνει καὶ ὕπατος, ἡνίκα πρεσβευτὴς χειροτονηθεὶς τὴν εἰς Πέρσας ἀποδημίαν ἐστείλατο, χιτῶνα αὐτῷ κομίσαι παρὰ Πέρσαις ὑφασμένον καὶ εἰπεῖν ὅτι· "Ὦ πάτερ, εἰδὼς ἑκάστῳ τῶν ἀνθρώπων τὴν οἰκείαν πατρίδα γλυκεῖαν καὶ τοὺς ἐκεῖ φυομένους ἡδίστους καρποὺς, ἐκ τῆς πατρίδος σοι τοῦτον κεκόμικα τὸν χιτῶνα, καὶ ἱκετεύω σε μὲν τοῦτον λαβεῖν, ἐμὲ δὲ τὴν σὴν εὐλογίαν ἀντιλαβεῖν". Ὁ δὲ πρῶτον μὲν τοῦτον ἐν τῷ βάθρῳ θεῖναι προσέταξεν· εἶτα λόγων ἑτέρων μεταξὺ γενομένων, ἀθυμεῖν ἔλεγε διχῇ μεριζομένου τοῦ λογισμοῦ. Ἐκείνου δὲ τὴν αἰτίαν πυθομένου· "Ἕνα, ἔφη, σύνοικον ἔχειν εἱλόμην ἀεὶ καὶ νόμον ἐμαυτῷ τέθηκα τῶν δύο πάμπαν ἀρνηθῆναι τὸ συνοικέσιον·
And one could see both those in office and rank and those enrolled in some military service and those who live by the work of their hands and, simply put, both private citizens and soldiers, both the educated and those uninitiated in letters, those living with poverty and those abounding in wealth, rushing together—some receiving what was offered in silence, others also asking and inquiring and providing starting points for his discourse.
And having undertaken so great a labor, he never endured to take a companion to live with him, but he preferred working with his own hands to the service offered him by others; and making his gatherings at the outer door, he himself opened to those entering and escorted those departing. And he never accepted anything from anyone—not bread, not relish, not a garment—but one alone of his acquaintances supplied him with bread. And having come to deep old age, he partook of a vegetable after sunset. They say that Anthemius, who later became both prefect and consul, when he had been appointed ambassador and set out on his journey to Persia, brought him a tunic woven among the Persians and said: "O father, knowing that each man's own fatherland is sweet and the fruits grown there are most pleasant, I have brought you this tunic from my fatherland, and I beseech you to receive it, and that I may receive your blessing in return." But he first ordered him to place it on the base; then, when other words had passed between them, he said he was disheartened, his reasoning being divided in two. And when that man asked the reason, he said: "I have always chosen to have one companion, and I have laid down a law for myself to utterly refuse the companionship of two.
ἑκκαίδεκα τοίνυν ἔτη μοί τινος συνοικήσαντος καὶ θυμήρους ὄντος ἀφίκετό τις φυλέτης ἐμοὶ συνοικεῖν ἐθέλων καὶ τούτου τυχεῖν ἀξιῶν. Τοῦτό μοι μερίζει τὸν νοῦν· δύο μὲν γὰρ ἔχειν κατὰ ταὐτὸν οὐκ ἀνέξομαι. Τὸν γὰρ φυλέτην ὡς φυλέτην ἀσπάζομαι· τὸν δὲ πρότερον ὡς καταθύμιόν μοι γεγενημένον ἐκβαλεῖν καὶ ἀνιαρὸν ἡγοῦμαι καὶ ἄδικον". Ὁ δὲ· "Εἰκότως, ἔφη, ὦ πάτερ, οὐδὲ γὰρ ὅσιον τὸν μὲν ἐπὶ πλεῖστον τεθεραπευκότα χρόνον ὡς οὐκ ἐπιτήδειον ἀποπέμψασθαι, τὸν δὲ οὐδέπω πεῖραν τῶν οἰκείων δεδωκότα τρόπων διὰ μόνην εἰσδέξασθαι τὴν πατρίδα." Πρὸς ταῦτα ὁ θεῖος Ἀφραάτης· "Οὐκοῦν, ἔφη, ὦ θαυμάσιε, τὸν χιτῶνα τοῦτον οὐ λήψομαι· δύο μὲν γὰρ ἔχειν οὐκ ἀνέξομαι. Ἡδίων δὲ κατὰ τὴν ἐμὴν καὶ κρείττων κατὰ τὴν σὴν ψῆφον ὁ τοσοῦτόν μοι διακονήσας χρόνον." Οὕτω κατασοφισάμενος τὸν Ἀνθέμιον καὶ θαῦμα τῆς ἀγχινοίας παρεσχηκὼς ἔπεισε μηδένα λοιπὸν αὑτῷ περὶ τοῦ χιτῶνος ἐκείνου λόγον προσενεγκεῖν. Ἐγὼ δὲ ταῦτα διεξῆλθον, δύο κατὰ ταὐτὸν ἐπιδεῖξαι βουλόμενος, καὶ ὅτι παρ' ἑνὸς ἐδέχετο μόνου τὴν ἀποχρῶσαν τῷ σώματι θεραπείαν καὶ ὅτι τοσαύτης ἦν σοφίας ἀνάπλεως ὡς παρασκευάσαι τὸν ἱκετεύοντα δέξασθαι ψηφίσασθαι τὸ μὴ δέξασθαι. Ἀλλὰ ταῦτα καὶ τὰ τοιαῦτα καταλιπὼν τὰ μείζονα διηγήσομαι. Ἰουλιανοῦ τοῦ θεομισοῦς δίκας τῆς ἀσεβείας ἐν τῇ βαρβάρῳ δεδωκότος, ὀλίγης μὲν γαλήνης ἀπέλαυσαν τῆς εὐσεβείας οἱ τρόφιμοι, Ἰοβιανοῦ τῆς Ῥωμαίων ἡγεμονίας δεξαμένου τοὺς οἴακας.
Now, after a certain man had lived with me for sixteen years and was agreeable to me, a fellow-tribesman of mine came, wishing to live with me and deeming himself worthy to obtain this. This divided my mind; for I will not endure to have two at the same time. For I welcome the fellow-tribesman as a fellow-tribesman; but to cast out the former, who has become dear to me, I consider both grievous and unjust. And he said: "Rightly so, father, for it is not even pious to send away one who has tended you for the longest time as unsuitable, and to receive one who has not yet given proof of his own ways merely because of his homeland." To this the divine Aphraates said: "Well then, admirable one, I will not take this tunic; for I will not endure to have two. For by my vote the one who has served me for so long is more pleasant, and by yours better." Having thus outwitted Anthemius and provided a wonder of shrewdness, he persuaded no one thereafter to bring any word to him concerning that tunic. I have recounted these things, wishing to show two things at the same time: both that he received from one man alone the care sufficient for his body, and that he was so full of wisdom as to make the suppliant who begged him to receive vote to not receive. But leaving these things and the like, I will narrate the greater matters. When Julian the god-hater had paid the penalties of his impiety in the barbarian land, the nurslings of piety enjoyed a little calm, when Jovian took up the helm of the Roman empire.
Ἐπειδὴ δὲ καὶ οὗτος βραχὺν κομιδῇ βασιλεύσας χρόνον τοῦ βίου τὸ πέρας ἐδέξατο, Οὐάλης δὲ τῆς ἕω τὴν ἡγεμονίαν διεδέξατο, καταιγῖδες πάλιν καὶ θύελλαι τὸ καθ' ἡμᾶς ἀνερρίπιζον πέλαγος καὶ κλύδων ἐγήγερτο χαλεπὸς καὶ τρικυμίαι πάντοθεν τῷ σκάφει προσέβαλλον· χαλεπώτερον δὲ τὸν χειμῶνα ἡ τῶν κυβερνητῶν ἐρημία ἐποίει· τούτους γὰρ ὁ κατὰ μόνης τῆς εὐσεβείας θρασὺς βασιλεὺς τὴν ὑπερορίαν οἰκεῖν κατηνάγκασεν. Καὶ τοσαύτῃ παρανομίᾳ χρησάμενος κόρον τῆς δυσσεβείας οὐκ ἔλαβεν· ἀλλὰ πάντα τῶν εὐσεβῶν ἐσκεδάννυ τὸν σύλλογον, θηρὸς δίκην ἀγρίου τὸ ποίμνιον διασπᾶσαι φιλονεικῶν. Τούτου εἵνεκα οὐ μόνον αὐτοὺς ἁπάσης ἐκκλησίας ἐξήλασεν, ἀλλὰ καὶ ἐκ τῆς ὑπωρείας καὶ ἐκ τῆς ὄχθης τοῦ ποταμοῦ καὶ ἐκ τοῦ πολεμικοῦ γυμνασίου. Ταῦτα γὰρ ἅπαντα ἀμείβοντες διετέλεσαν τὰ χωρία, τῆς ὁπλιτικῆς χειρὸς γενόμενοι πάρεργον. Καὶ Σκύθαι μὲν καὶ οἱ ἄλλοι βάρβαροι τὴν Θρᾴκην ἅπασαν ἀπὸ τοῦ Ἴστρου μέχρι τῆς Προποντίδος ἀδεῶς ἐληΐζοντο· ὁ δὲ τούτων μὲν οὐδὲ τὴν ἀκοὴν ἑστῶσι τοῖς ὠσί, τὸ δὴ λεγόμενον, ἠδύνατο δέχεσθαι, κατὰ δὲ τῶν ὁμοφύλων καὶ ὑπηκόων καὶ εὐσεβείᾳ λαμπρυνομένων τοῖς ὅπλοις ἐκέχρητο. Ὁ δὲ θεῖος λεὼς τὴν τῶν κακῶν ἐκείνων ἀωρίαν ὀλοφυρόμενος τὴν Δαυϊτικὴν ἐκείνην ἔψαλλεν ᾠδὴν· "Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών". Τὰ δὲ λοιπὰ τῆς ᾠδῆς οὐκέτι αὐτοῖς ἁρμόδια ἦν· οὐ γὰρ εἴασεν Ἀφραάτης καὶ Φλαβιανὸς καὶ Διόδωρος ἐπὶ ταῖς ἰτέαις
But when he too, after reigning only a very short time, received the end of his life, and Valens succeeded to the rule of the East, storms and tempests again stirred up our sea, and a grievous surge was raised, and waves from every side beat upon the ship; and the absence of pilots made the storm more grievous; for these the king, bold against piety alone, compelled to dwell beyond the borders. And having employed such lawlessness, he did not obtain his fill of impiety; but he scattered every assembly of the pious, striving like a wild beast to tear the flock apart. For this reason he drove them not only from every church, but also from the foot of the mountain and from the bank of the river and from the military training ground. For they continued passing through all these places, having become a by-work of the armed hand. And Scythians and the other barbarians were plundering all Thrace without fear from the Ister as far as the Propontis; but he was unable even to receive the report of these things with steady ears, as the saying goes, but against his own people and subjects and those distinguished by piety he used his weapons. And the divine people, lamenting the untimeliness of those evils, sang that Davidic ode: "By the rivers of Babylon, there we sat down and wept when we remembered Zion." But the rest of the ode was no longer fitting for them; for Aphraates and Flavianus and Diodorus did not allow them upon the willows
κρεμασθῆναι τῆς διδασκαλίας τὰ ὄργανα, οὐδὲ εἰπεῖν ἠνέσχοντο· "Πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;". Ἀλλὰ καὶ ἐν ὄρεσι καὶ ἐν πεδίοις καὶ ἐν ἄστει καὶ ἐν προαστείοις καὶ ἐν οἰκίαις καὶ ἐν ἀγοραῖς ᾖδον διηνεκῶς τὴν ᾠδὴν κυρίου. Ἔμαθον γὰρ παρὰ τοῦ Δαβὶδ ὅτι "τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοι κοῦντες ἐν αὐτῇ". Ἤκουσαν δὲ πάλιν τοῦ αὐτοῦ προφήτου λέγοντος· "Εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ." Ἤκουσαν δὲ καὶ τοῦ θεσπεσίου Παύλου παρεγγυῶντος "προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν". Καὶ αὐτὸς δὲ ὁ δεσπότης πρὸς τὴν Σαμαρεῖτιν διαλεγόμενος, σαφέστερον τοῦτο προείρηκεν· "Ἀμὴν γάρ, ἔφη, λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστὶν ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ οὔτε ἐν Ἱεροσολύμοις ἀλλ' ἐν παντὶ τόπῳ προσκυνήσουσι τῷ Πατρί." Ταῦτα πεπαιδευμένοι, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, καὶ ἀποστολικῶς εἰπεῖν, "δημοσίᾳ καὶ κατ' οἴκους", διαμαρτυρόμενοι διετέ λουν καὶ οἷόν τινες ἄριστοι στρατηγοὶ τοὺς μὲν οἰκείους ὁπλίζοντες, τοὺς δὲ ἐναντίους κατακεντοῦντες. Τὸ μὲν οὖν τὸν μέγαν Φλαβιανὸν καὶ τὸν θεῖον Διόδωρον ὑποποιμαίνοντας τηνικάδε καὶ τῆς δευτέρας καθέδρας ἠξιωμένους ταῦτα δρᾶν ἃ προείρηκα, θαυμαστὸν μὲν καὶ εὐφημίας ἄξιον· ἀλλ' ὅμως ταῦτα ἔπραττον στρατηγοὶ προβεβλημένοι καὶ τοῖς στρατηγικοῖς ὑποκείμενοι νόμοις. Ὁ δὲ σοφώτατος Ἀφραάτης ἐθελοντὴς ἐπὶ τούτους κατεπήδησε τοὺς ἀγῶνας.
to hang up the instruments of teaching, they could not even bear to say, "How shall we sing the song of the Lord in a foreign land?" But both in mountains and in plains and in the city and in the suburbs and in houses and in marketplaces they sang unceasingly the song of the Lord. For they had learned from David that "the earth is the Lord's and the fullness thereof, the world, and all who dwell in it." And they heard again the same prophet saying, "Bless the Lord, all his works, in every place of his dominion." And they heard also the divine Paul enjoining "men to pray in every place, lifting up holy hands without anger and disputing." And the Master himself, conversing with the Samaritan woman, had declared this more clearly: "For truly, he said, I say to you, woman, that the hour is coming and now is when neither in this place nor in Jerusalem, but in every place they will worship the Father." Having been taught these things, both in house and in marketplace, and, to speak in the apostolic manner, "publicly and from house to house," they continued to testify, and like some excellent generals, arming their own men and piercing through the opponents. That the great Flavian and the divine Diodore, then serving as under-shepherds and deemed worthy of the second seat, did these things which I have mentioned is indeed wonderful and worthy of praise; but nevertheless they did these things as generals put forward and subject to the laws of generals. But the most wise Aphraates voluntarily leaped down into these contests.
Ἡσυχίᾳ γὰρ συντεθραμμένος καὶ καθ' ἑαυτὸν ζῆν προῃρημένος καὶ ἔξω βελῶν, τὸ δὴ λεγόμενον, καθήμενος, τοῦ πολέμου τὸ σφοδρὸν θεασάμενος τὴν οἰκείαν ἀσφάλειαν οὐκ ἠγάπησεν, ἀλλ' εἰς καιρὸν τῇ ἡσυχίᾳ ἐρρῶσθαι φράσας πρόμαχος τῆς τῶν εὐσεβῶν ἐγένετο φάλαγγος, βάλλων μὲν καὶ βίῳ καὶ λόγῳ καὶ θαύμασι, βαλλόμενος δὲ οὐδέποτε.
Καὶ δήποτε θεασάμενος αὐτὸν ὁ πάντα ἀνόητος βασιλεὺς εἰς τὸ πολεμικὸν ἐξιόντα γυμνάσιον–ἐκεῖ γὰρ τότε συνέβη τοὺς τῆς τριάδος συναθροίζεσθαι θιασώτας· ὑπέδειξε δέ τις αὐτὸν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ βαδίζοντα ἐκ τῶν βασιλείων τῷ βασιλεῖ διακύπτοντι–ἤρετο ποῖ τὴν ὁρμὴν ἔχων ἐπείγοιτο. Τοῦ δὲ εἰρηκότος ὡς τὰς ὑπὲρ τῆς οἰκουμένης καὶ τῆς βασιλείας ἄπεισι προσευχὰς ποιησόμενος, πάλιν ὁ βασιλεὺς ἀπεκρίνατο· "Καὶ τί δήποτε τὸν μονήρη βίον ἐπαγγελλόμενος, ἀδεῶς κατὰ τὴν ἀγορὰν βαδίζεις τὴν ἡσυχίαν καταλιπών;" Ὁ δὲ–καὶ γὰρ εἰώθει τὸν δεσπότην μιμούμενος παραβολικῶς συλλογίζεσθαι· "Εἰπέ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ παρθένος ἐτύγχανον ἐν θαλάμῳ τινὶ κρυπτο μένη, ἐθεασάμην δέ τινα πῦρ ἐμβάλλοντα τῇ τοῦ πατρὸς οἰκίᾳ, τί ἄν μοι συνεβούλευσας δρᾶσαι, ἐξαπτομένην θεωμένῃ τὴν φλόγα καὶ τὴν οἰκίαν ἐμπιμπραμένην ὁρώσῃ; ἔνδον καθῆσθαι καὶ πυρπολουμένην τὴν οἰκίαν παρορᾶν; Ἀλλ' οὕτως ἂν ἐγενόμην καὶ ἐγὼ τῆς πυρκαιᾶς παρανάλωμα. Εἰ δὲ λέγεις ὅτι δραμεῖν ἔδει καὶ ὕδωρ φέρειν καὶ διαθέειν ἄνω καὶ κάτω καὶ τὴν φλόγα σβεννύναι, μὴ μέμφου μοι, βασιλεῦ, τοῦτο αὐτὸ ποιοῦντι. Ὃ γὰρ ἂν συνεβούλευσας θαλαμευομένῃ παρθένῳ, τοῦτο δρᾶν ἀναγκάζομαι τὸν μονήρη βίον ἐπαγγελλόμενος.
For having been raised in quiet, and having chosen to live by himself, and, as the saying goes, sitting outside the range of missiles, when he saw the violence of the war he did not embrace his own safety, but bidding his quiet farewell for the time being, he became a champion of the phalanx of the pious, striking both by life and by word and by wonders, and never being struck.
And once the utterly foolish emperor saw him going out to the military exercise ground—for there it happened at that time that the devotees of the Trinity were gathering; and someone pointed him out to the emperor, who was peering out from the palace, walking along the bank of the river—he asked where he was hurrying with such eagerness. And when he said that he was going to make the prayers on behalf of the world and the empire, the emperor replied again: "And why, when you profess the monastic life, do you walk fearlessly through the marketplace, having abandoned quiet?" And he—for he was accustomed, imitating the Master, to reason in parables—said: "Tell me, O emperor, if I happened to be a virgin hidden in some bridal chamber, and I saw someone throwing fire into my father's house, what would you advise me to do, as I watched the flame kindling and saw the house burning? To sit inside and overlook the house being burned? But in that way I too would become a victim of the conflagration. But if you say that I ought to run and bring water and rush up and down and put out the flame, do not blame me, O emperor, for doing this very thing. For what you would have advised a virgin kept in her chamber, this I am compelled to do, professing the monastic life.
Εἰ δὲ μέμφῃ μοι τὴν ἡσυχίαν καταλιπόντι, ἐπιμέμφου σαυτῷ ταύτην εἰς τὸν θεῖον οἶκον ἐμβαλόντι τὴν φλόγα καὶ μὴ ἐμοὶ σβεννύναι βιαζομένῳ. Ὅτι μὲν γὰρ δήπουθεν ἐπαμύνειν προσήκει οἴκῳ πατρῴῳ ἐμπιπραμένῳ καὶ αὐτὸς ὡμολόγησας· ὅτι δὲ τῶν ἐπὶ γῆς πατέρων γνησιώτερος ὁ θεὸς παντί που δῆλον καὶ τῷ παντελῶς ἀμυήτῳ τῶν θείων. Οὐδὲν τοίνυν ἀπὸ σκοποῦ, οὐδὲ τῆς ἐξ ἀρχῆς προαιρέσεως ἐναντίον πράττομεν, ὦ βασιλεῦ, τοὺς τῆς εὐσεβείας τροφίμους συναθροίζοντές τε καὶ νέμοντες καὶ τὴν θείαν αὐτοῖς προσφέροντες πόαν." Τούτων εἰρημένων, ὁ μὲν βασιλεὺς ἐπεψήφιζε τῇ σιγῇ τῷ τῆς ἀπολογίας δικαίῳ
συλλογισθείς.
Εἷς δέ τις τῶν οὔτε εἰς ἄνδρας, οὔτε εἰς γυναῖκας τελούντων, ἀλλ' ἀφῃρημένων τὸ τῷ χρόνῳ γενέσθαι πατέρες, καὶ τούτου εἵνεκα εὐνοεῖν βασιλεῖ νομιζομένων καὶ τὴν προσηγορίαν ἐντεῦθεν καρπουμένων, οὗτος ἄνωθεν τῷ θείῳ ἀνθρώπῳ λοιδορησάμενος καὶ θάνατον προσηπείλησεν, ἀλλ' οὐκ εἰς μακρὰν ἔτισε τῆς θρασύτητος δίκην. Τοῦ γὰρ βασιλέως βαλανείῳ τὸ σῶμα θεραπεῦσαι θελήσαντος, προεισῆλθε μὲν ὁ δείλαιος ὡς τὴν πύελον ὀψόμενος εἰ εὖ κεκραμένη εἴη. Πηρωθεὶς δὲ τὰς φρένας τῇ τὸ ἄκρατον δεχομένῃ θερμὸν ὕδωρ ἐπεπήδησεν ἀσαμίνθῳ καὶ οὐδενὸς ἐπαρήγοντος–μόνος γὰρ ὡς ὀψόμενος εἰ εὐτρεπὴς εἴη εἰσεληλύθει–διέμεινεν ἑψούμενος καὶ διαλυόμενος. Χρόνου δὲ μεταξὺ τριβομένου, εἰσπέμπει ἄλλον ὁ βασιλεὺς ἐκεῖνον καλέσοντα· οὐδένα δὲ οὗτος ἐν οὐδενὶ τῶν οἴκων εὑρών, ἀπαγγέλλει τῷ βασιλεῖ.
But if you blame me for having abandoned my quiet, blame yourself for having cast that flame into the divine house, and not me for being compelled to extinguish it. For that it is fitting to defend one's ancestral house when it is set on fire, you yourself have also admitted; and that God is more genuine than earthly fathers is clear to everyone, even to one wholly uninitiated in divine things. Therefore we do nothing wide of the mark, nor contrary to our original purpose, O king, when we gather together and distribute the nurslings of piety and offer them the divine herb. When these things had been said, the king silently cast his vote in favor of the justice of the defense, having been convinced.
But one of those who belong neither to the rank of men nor to that of women, but have been deprived of becoming fathers in time, and for this reason are thought to be well-disposed to the king and reap their title from that source—this man had from the start reviled the divine man and threatened him with death, but before long he paid the penalty for his audacity. For when the king wished to treat his body in a bath, the wretch went in ahead to inspect the basin and see whether it had been well mixed. But his mind was blinded, and he leaped into the tub that received the hot water unmixed, and with no one to help—for he had entered alone, as though to see whether it was ready—he remained there being boiled and dissolving. As time passed in the meantime, the king sent another to call him; but when this man found no one in any of the rooms, he reported to the king.
Ἐκ τούτου πλείους εἰσέθεον τὰς πυέλους ἁπάσας διερευνώμενοι καὶ τὸ τελευταῖον εἰς ἐκείνην ἀφικόμενοι ὁρῶσιν αὐτὸν ἐρριμμένον καὶ τῆς ζωῆς ἐστερη μένον. Θορύβου δὲ γενομένου καὶ πάντων ὀδυρομένων, οἱ μὲν τὸ θερμὸν ἐκεῖνο ἐξήντλησαν ὕδωρ, οἱ δὲ τὸ τρισάθλιον ἀνεκόμισαν σῶμα. Ἐντεῦθεν δέος ἐπιπίπτει τῷ βασιλεῖ καὶ πᾶσι τοῖς κατὰ τῆς εὐσεβείας ὁπλιζομένοις. Φήμη δὲ διὰ πάσης ἠχεῖτο τῆς πόλεως οἵας ἐκεῖνος ὁ ταλαίπωρος τῆς κατὰ Ἀφραάτου παροινίας ἔτισε δίκας καὶ πάντες τὸν Ἀφραάτου διετέλουν ὑμνοῦντες θεόν. Τοῦτο, τῶν ἐναντίων ἐπικειμένων, ἐξοστρακισθῆναι τὸν τοῦ θεοῦ ἄνθρωπον διεκώλυσεν. Ἐκδειματωθεὶς γὰρ ὁ βασιλεὺς τοὺς μὲν ταῦτα παραινοῦντας ἀπεστρέφετο, ἐν αἰδοῖ δὲ τὸν ἄνδρα εἶχεν.
Ἔμαθε δὲ αὐτοῦ τὴν ἀρετὴν καὶ ἑτέρωθεν. Ἵππος τις τῶν εὖ πεφυκότων καὶ φέρειν εὖ μάλα δεδιδαγμένος ἐπέραστος ἦν λίαν τῷ βασιλεῖ. Τούτῳ πάθος τι συμβὰν ἀνιαρῶς διετίθει τὸν βασιλέα. Ἐπείχετο δὲ αὐτοῦ τῶν ὑγρῶν περιττωμάτων ἡ ἔκκρισις. Πρὸς ταύτην ἐκαλοῦντο τὴν θεραπείαν οἱ ταύτην ἠσκημένοι τὴν τέχνην. Ἡττωμένης δὲ καὶ ταύτης, ἠνιᾶτο μὲν ὁ βασιλεὺς, ὠλοφύρετο δὲ ὁ τῶν ἵππων πεπιστευμένος τὴν ἐπιμέλειαν. Εὐσεβὴς δὲ ὢν καὶ κατὰ τὴν πίστιν ἐρρωμένος, μεσούσης ἡμέρας, καταλαμβάνει σὺν τῷ ἵππῳ τοῦ μεγάλου Ἀφραάτου τὸ καταγώγιον καὶ τὸ πάθος εἰπὼν καὶ τὴν πίστιν δηλώσας ἱκέτευε προσευχῇ λῦσαι τὴν νόσον. Ὁ δὲ οὐδὲν μελλήσας, ἀλλὰ παραυτίκα τὸν θεὸν ἱκετεύσας, ὕδωρ ἐκέλευσεν ἐκ τοῦ φρέατος ἀνιμήσασθαι, καὶ τούτῳ τοῦ σωτηρίου σταυροῦ τὸ σύμβολον ἐπιθεὶς προσφέρειν τῷ ἵππῳ προσέταξεν.
After this, more men rushed in, searching all the coffins, and at last, coming to that one, they saw him thrown down and deprived of life. And when an uproar arose and all were lamenting, some drew off that warm water, while others recovered the thrice-wretched body. From this, fear fell upon the emperor and upon all who were arming themselves against piety. And a report resounded through the whole city: what penalties that wretched man had paid for his drunken outrage against Aphraates, and all continued to hymn the God of Aphraates. This, when the adversaries were pressing their case, prevented the man of God from being ostracized. For the emperor, terrified, turned away from those who gave this advice, and held the man in reverence.
He learned of his virtue also from another source. A certain horse, well-bred and very well trained to carry, was exceedingly beloved by the emperor. A certain affliction befell it and distressed the emperor grievously. The discharge of its watery wastes was blocked. Those trained in this art were summoned for this treatment. But when this too was defeated, the emperor was distressed, and the one entrusted with the care of the horses was wailing. Being pious and strong in faith, at midday he came with the horse to the dwelling of the great Aphraates, and having told him the affliction and made known his faith, he implored him to loose the disease by prayer. And he, without any delay, but immediately entreating God, ordered water to be drawn up from the well, and having placed upon it the symbol of the saving cross, he commanded it to be offered to the horse.
Ὁ δὲ παρὰ τὸ εἰωθὸς ἔπιεν. Εἶτα ἔλαιον τῇ ἐπικλήσει τῆς θείας πληρώσας εὐλογίας, ἐπιχρίει τὴν τοῦ ἵππου γαστέρα καὶ τῇ ἁφῇ τῆς χειρὸς εὐθὺς ἐλύθη τὸ πάθος καὶ παραχρῆμα ἡ ἔκκρισις κατὰ φύσιν ἐγένετο. Γεγηθὼς τοίνυν ὁ ἄνθρωπος τὸν ἵππον λαβὼν ἐπὶ τὸν ἱππῶνα ἔτρεχεν.
Δείλης δὲ ὀψίας–κατὰ τοῦτον γὰρ ὁ βασιλεὺς τὸν καιρὸν εἰώθει παρὰ τὸν ἱππῶνα φοιτᾶν–, ἧκέ τε καὶ ἤρετο ὅπως ἔχοι ὁ ἵππος. Τοῦ δὲ τὴν ὑγιείαν σημάναντος καὶ τὸν ἵππον ἐξαγαγόντος ἐρρωμένον τε καὶ γαυριῶντα καὶ χρεμετίζοντα καὶ τὸν αὐχένα σοβαρῶς ἀνατείνοντα, τῆς ὑγιείας τὴν αἰτίαν ἐπυνθάνετο. Ὡς δὲ πολλάκις εἰπεῖν ἀναβαλλόμενος –ἐδεδίει γὰρ ὑποδεῖξαι τὸν ἰατρόν, δυσμενῆ τὸν ἐρόμενον ἐπιστάμενος–, ὀψέ ποτε τἀληθὲς εἰπεῖν ἐβιάσθη καὶ τῆς θεραπείας τὸν τρόπον ἐδίδαξεν. Ἐκπλήττεται μὲν ὁ βασιλεὺς καὶ ἀξιάγαστον εἶναι τὸν ἄνδρα καθομολογεῖ· οὐ μὴν τῆς προτέρας ἀπηλλάγη μανίας, ἀλλ' ἐπέμενε κατὰ τοῦ μονογε νοῦς λυττῶν ἕως ὅτου βαρβαρικοῦ πυρὸς ἐγένετο παρανάλωμα, οὐδὲ ταφῆς ἶσα τοῖς οἰκέταις ἢ προσαίταις ἀξιωθείς.
He drank it contrary to his custom. Then, having filled oil with the invocation of the divine blessing, he anointed the horse's belly, and at the touch of his hand the affliction was immediately loosed, and at once the excretion occurred according to nature. The man, therefore, rejoicing, took the horse and ran to the stable.
And late in the evening—for at this time the emperor was accustomed to visit the stable—he came and asked how the horse was. And when he reported its health and brought out the horse, strong and frisky and neighing and proudly arching its neck, he inquired the cause of the health. But as he put off speaking many times—for he feared to point out the physician, knowing the inquirer to be hostile—at last he was compelled to speak the truth and taught him the manner of the cure. The emperor was astonished and acknowledged that the man was worthy of admiration; yet he was not freed from his former madness, but persisted in raging against the only-begotten until he became the prey of barbarian fire, not even deemed worthy of burial equal to that of slaves or beggars.
Ὁ δὲ θεῖος Ἀφραάτης καὶ ἐν ἐκείνῃ τῇ ζάλῃ τὴν οἰκείαν ἔδειξεν ἀρετὴν καὶ γαλήνης γενομένης τὰ ἶσα δρῶν διετέλεσε· καὶ ἄλλα δὲ μυρία εἰργάσατο θαύματα ὧν ἑνὸς ἢ δύο μνησθήσομαι. Γυνή τις τῶν εὐπατριδῶν ἀκολάστῳ ἀνδρὶ συνέλκουσα τὸν τοῦ γάμου ζυγὸν ἀφίκετο πρὸς τὸν μακάριον ἐκεῖνον ἄνθρωπον τὴν οἰκείαν κωκύουσα συμφοράν. Ἔφασκε γὰρ τὸν ἄνδρα παλλακίδι προσκείμενον γοητικῇ τινι μαγγανείᾳ καταγεγοητεῦσθαι καὶ ἀπεχθάνεσθαι πρὸς αὐτὴν γάμου νόμῳ συνεζευγμένην. Ἔλεγε δὲ ταῦτα ἡ γυνὴ πρὸ τῆς αὐλείου θύρας ἑστῶσα· οὕτω γὰρ εἰώθει τὴν πρὸς τὸ θῆλυ ποιεῖσθαι διάλεξιν· εἴσω γὰρ τῆς θύρας οὐδεμίαν εἰσεδέξατο πώποτε. Τότε τοίνυν οἰκτείρας τὴν γυναῖκα ποτνιωμένην, εὐχῇ τῆς γοητείας ἀμαυροῖ τὴν ἐνέργειαν καὶ ἐλαίου ληκύθιον ὑπ' αὐτῆς προσενεχθὲν τῇ θείᾳ ἐπικλήσει καθαγιάσας χρίσασθαι τούτῳ προσέταξεν. Ταύτας ἡ γυνὴ πληρώσασα τὰς ὑποθήκας, μετέθηκεν εἰς ἑαυτὴν τὸν τοῦ ὁμοζύγου ἔρωτα καὶ πέπεικε προαιρεῖσθαι τῆς παρανόμου κοίτης τὴν ἔννομον. Φασὶ δέ ποτε καὶ ἀκρίδος ἐξαπιναίως προσβαλούσης τῇ γῇ καὶ πυρὶ παραπλησίως ἅπαντα προσδαπανώσης καὶ λήϊα καὶ φυτὰ καὶ ἕλη καὶ ἄλση καὶ λειμῶνας ἧκέ τις παρ' αὐτὸν εὐσεβὴς ἀνὴρ ἀντιβολῶν ἐπαμῦναι, ἕνα μὲν ἀγρὸν ἔχοντι, ἐκ τούτου δὲ καὶ ἑαυτὸν καὶ γυναῖκα καὶ παῖδας καὶ οἰκείους τρέφοντι καὶ πρὸς τούτοις τὴν βασιλικὴν εἰσφορὰν εἰσπραττομένῳ. Πάλιν τοίνυν ὁ τὴν δεσποτικὴν φιλανθρωπίαν μιμούμενος χόα ὕδατος αὐτῷ προσενεχθῆναι προσέταξεν.
The divine Aphraates also showed his own virtue in that storm, and when calm came he continued doing the same things; and he performed countless other wonders, of which I shall mention one or two. A certain woman of noble birth, yoked in marriage to a dissolute man, came to that blessed man lamenting her own misfortune. For she said that her husband, being attached to a concubine, had been bewitched by some sorcerous trickery and had become hateful toward her, though she was joined to him by the law of marriage. The woman said these things standing before the outer door; for thus he was accustomed to conduct conversation with women, since he had never admitted any woman inside the door. Then, therefore, pitying the woman as she lamented, by prayer he dimmed the effect of the sorcery, and having consecrated with the divine invocation a small flask of oil brought by her, he commanded her to anoint herself with it. Having fulfilled these instructions, the woman transferred her husband's love back to herself and persuaded him to prefer lawful marriage to unlawful bed. They say also that once, when a locust suddenly attacked the land and, like fire, consumed everything—crops and plants and marshes and groves and meadows—a certain pious man came to him, entreating him to help, since he had one field, and from it fed himself and his wife and children and household, and in addition had the imperial tax exacted from him. Again, therefore, he who imitated the Master's love for humanity ordered a measure of water to be brought to him.
Ὡς δὲ τὸν χόα προσήνεγκεν ὁ τὴν εὐχὴν ἐπαγγέλλων, ἐπετίθει μὲν τούτῳ τὴν χεῖρα, ἱκέτευε δὲ τὸν θεὸν δυνάμεως θείας ἐμφορῆσαι τὸ νᾶμα. Εἶτα τὴν εὐχὴν συμπεράνας παρηγγύησε τοῖς τοῦ χωρίου ὅροις ἐπιρρᾶναι τὸ ὕδωρ· πεποίηκε δὲ ὁ τοῦτο κομισάμενος ᾗ προσετάχθη καὶ ἀντὶ ἕρκους ἀμάχου τε καὶ ἀσύλου ταῖς ἀρούραις ἐκείναις ἐγένετο· μέχρι γὰρ τῶν ὅρων ἐκείνων ἕρπουσαί τε καὶ περιπετόμεναι στρατοπέδων δίκην αἱ ἀκρίδες, εἰς τοὐπίσω πάλιν ἐχώρουν τὴν ἐπιτεθεῖσαν εὐλογίαν δειμαίνουσαι καὶ ὥσπερ τινὶ χαλινῷ ἀγχόμεναι καὶ ἐπὶ τὸ πρόσω χωρεῖν κωλυόμεναι. Καὶ τί δεῖ πάντα καταλέγειν τὰ ὑπὸ τῆς μακαρίας ἐκείνης εἰργασμένα ψυχῆς; Ἱκανὰ γὰρ καὶ ταῦτα τῆς ἐνοικησάσης αὐτῷ χάριτος ἐπιδεῖξαι τὴν αἴγλην. Τούτου κἀγὼ θεατὴς ἐγενόμην καὶ τῆς ἁγίας ἐκείνης δεξιᾶς τὴν εὐλογίαν ἐτρύγησα, μειράκιον μὲν ὢν ἔτι, τῇ δὲ μητρὶ κοινωνήσας τῆς πρὸς τὸν ἄνδρα πορείας. Καὶ αὐτῇ μὲν κατὰ τὸ εἰωθὸς ὑπανοίξας τὴν θύραν διαλέξεώς τε καὶ εὐλογίας ἠξίωσεν· ἐμὲ δὲ εἰσδεξάμενος ἔνδον τοῦ τῆς προσευχῆς μοι μετέδωκε πλούτου. Ταύτης καὶ νῦν ἀπολαύσαιμι, ζῆν αὐτὸν πιστεύων καὶ τοῖς ἀγγέλοις συγχορεύειν καὶ πλείονι ἢ πάλαι πρὸς τὸν θεὸν παρρησίᾳ κεχρῆσθαι. Τότε μὲν γὰρ αὕτη τῷ θνητῷ τοῦ σώματος ἐμετρεῖτο ἵνα μὴ πρόφασις ἀπονοίας ἡ πλείων γένηται παρρησία· νῦν δὲ τῶν παθῶν ἀποθέμενος τὸ φορτίον ὡς νικηφόρος ἀθλητὴς πρὸς τὸν ἀγωνοθέτην παρρησιάζεται· οὗ χάριν καὶ τῆς παρ' αὐτοῦ πρεσβείας ἱκετεύω τυχεῖν. 9.
When the one who was offering the prayer brought the vessel, he placed his hand upon it and besought God to fill the stream with divine power. Then, having completed the prayer, he commanded that the water be sprinkled upon the boundaries of that place. And the one who received it did as he was commanded, and it became for those fields an invincible and inviolable fence; for up to those boundaries the locusts, crawling and flying about like armies, kept retreating backward again, dreading the blessing that had been placed upon it and being held back as if by some bridle and prevented from advancing. And why should one recount all the things wrought by that blessed soul? For these things are sufficient to display the splendor of the grace that dwelt in him. Of this I too became a spectator, and I plucked the blessing of that holy right hand, being still a youth, and having shared with my mother the journey to the man. And to her, as was his custom, he opened the door and deemed her worthy of conversation and blessing; but receiving me inside, he gave me a share in the wealth of his prayer. May I enjoy this even now, believing that he lives and dances with the angels and has obtained greater boldness before God than formerly. For then this was measured out by the mortal body, lest the greater boldness become an occasion for presumption; but now, having laid aside the burden of the passions, as a victorious athlete he speaks boldly before the judge of the contest; for which reason I entreat to obtain his intercession.
ΠΕΤΡΟΣ Γαλάτας ἀκούομεν μὲν τοὺς ἐν τῇ Εὐρώπῃ τοὺς ἑσπερίους, ἴσμεν δὲ τοὺς ἐν τῇ Ἀσίᾳ τοὺς ἐκείνων ἐγγόνους οἳ παρὰ τὸν Εὔξεινον κατῳκίσθησαν Πόντον. Ἐκ τούτων ὁ μακάριος καὶ τρὶς τοῦτο καὶ πολλάκις ἐβλάστησε Πέτρος. Ἑπτὰ δέ, ὥς φασιν, ἐξ ὠδίνων ἔτη παρὰ τοῖς γονεῦσι τραφεὶς τὸν λοιπὸν ἅπαντα βίον ἐν τοῖς τῆς φιλοσοφίας διετέλεσεν ἄθλοις· τελευτῆσαι δὲ λέγεται ἔτη βιώσας ἐννέα καὶ ἐνενήκοντα. Τὸν τοίνυν δύο καὶ ἐνενήκοντα ἀγωνισάμενον ἔτη καὶ διὰ πάσης ἡμέρας τε καὶ νυκτὸς νικηφόρον ὁδεύσαντα, τίς ἂν ἀξίως θαυμάσειεν; Ποία δ' ἂν ἀρκέσειεν εἰς διήγησιν γλῶττα τῶν ἐν παιδίῳ καὶ ἀντιπαιδὶ καὶ μειρακίῳ καὶ ἀνδρὶ τελείῳ καὶ
μεσοπολίῳ καὶ πρεσβύτῃ καὶ γέροντι πονηθέντων κατορθωμάτων; Τίς ἂν ἐκείνου τὸν ἱδρῶτα μετρήσειεν; Τίς δ' ἂν τὰς ἐν τοσούτῳ χρόνῳ γενομένας ἀριθμήσειε πάλας; Ποῖος δ' ἂν ἐφίκοιτο λόγος ἢ τῶν ὑπ' αὐτοῦ καταβληθέντων σπερμάτων ἢ τῶν συλλεγέντων δραγμάτων; Τίς οὕτως ὑψηλὸς τὴν διάνοιαν ὡς κατιδεῖν ἀκριβῶς τὴν ἐκ τῆς καλῆς ἐμπορίας συναθροισθεῖσαν περιουσίαν; Οἶδα τῶν ἐκείνου κατορθωμάτων τὸ πέλαγος καὶ διὰ τοῦτο πελάζειν τῇ τῆς διηγήσεως ἱστορίᾳ δειμαίνω ἵνα μὴ ὁ λόγος ὑποβρύχιος γένηται· οὗ εἵνεκεν παρὰ τὴν ἠϊόνα βαδιοῦμαι καὶ τὰ παρὰ τὴν ἤπειρον πρὸ τοῦ πελάγους θαυμάσομαί τε καὶ διηγήσομαι· τὸν δὲ βυθὸν καταλείψω τῷ κατὰ τὴν θείαν γραφὴν τὰ βαθέα ἐρευνῶντι καὶ τὰ ἀπόκρυφα γινώσκοντι. Οὗτος τοίνυν ἐν Γαλατίᾳ τὸν πρῶτον ἤθλησε χρόνον·
PETER. We hear of the Galatians who are in Europe, the western ones, and we know those in Asia, their descendants who were settled along the Euxine Pontus. From these the blessed Peter sprouted—thrice this, and many times over. Seven years, as they say, he was reared by his parents from birth, and for all the rest of his life he spent it in the contests of philosophy; and he is said to have died having lived ninety-nine years. Who then could worthily marvel at one who contended for ninety-two years and journeyed victorious through every day and night? What tongue could suffice to recount the achievements labored over in childhood and boyhood and youth and full manhood and
middle age and eldership and old age? Who could measure that man's sweat? Who could count the wrestlings that took place over so long a time? What account could reach either the seeds sown by him or the sheaves gathered? Who is so lofty in mind as to discern accurately the wealth amassed from that noble commerce? I know the sea of his achievements, and for this reason I fear to draw near to the narrative of the account, lest my speech be submerged; for which cause I will walk along the shore and marvel at and recount the things along the mainland before the sea; but the deep I will leave to the one who, according to the divine Scripture, searches the deep things and knows the hidden things. This man, then, contended first in Galatia;
ἐκεῖθεν ἱστορίας εἵνεκεν τὴν Παλαιστίνην κατέλαβεν ἵνα τοὺς τὰ σωτηρία παθήματα δεξαμένους θεασάμενος τόπους ἐν αὐτοῖς τὸν σεσωκότα προσκυνήσῃ θεόν, οὐχ ὡς τόπῳ περιγραφόμενον–ἠπίστατο γὰρ αὐτοῦ τὸ τῆς φύσεως ἀπερίγραφον–, ἀλλ' ἵνα καὶ τοὺς ὀφθαλμοὺς ἑστιάσῃ τῇ θεωρίᾳ τῶν ποθουμένων καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὀπτικόν, δίχα τῆς ὄψεως, τῆς πνευματικῆς διὰ τῆς πίστεως ἀπολαύῃ τρυφῆς. Πεφύκασι γάρ πως οἱ φιλοστόργως περί τινα διακείμενοι οὐκ ἀπὸ τῆς θέας αὐτοῦ μόνης θυμηδίαν καρποῦσθαι ἀλλὰ καὶ τὴν οἰκίαν καὶ ἐσθήματα καὶ ὑποδήματα μετὰ πάσης θεωρεῖν εὐφροσύνης· τοῦτον ἔχουσα τὸν ἔρωτα περὶ τὸν νυμφίον ἡ ἐν τοῖς ᾄσμασι τῶν ᾀσμάτων φερομένη νύμφη βοᾷ λέγουσα· "Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου". Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ θεῖος οὗτος πεποίηκεν ἄνθρωπος τὸν αὐτὸν μὲν περὶ τὸν νυμφίον δεξάμενος ἔρωτα, τοῖς δὲ τῆς νύμφης χρησάμενος ῥήμασι· "Τετρωμένος ἀγάπης ἐγώ". Ποθήσας δὲ καθάπερ τινὰ τοῦ νυμφίου θεωρῆσαι σκιὰν τοὺς ἅπασιν ἀνθρώποις τὰς σωτηρίους πηγὰς ἀναβλύσαντας ἀπῄει ὀψόμενος τόπους.
For the sake of history he went from there to Palestine, so that having beheld the places that received the saving sufferings, he might worship in them the God who saved him—not as though He were circumscribed by place, for he knew that His nature is uncircumscribed—but so that he might also feast his eyes on the sight of the things he longed for, and not only, apart from seeing, enjoy with the eye of the soul the spiritual delight through faith. For those who are affectionately disposed toward someone are by nature inclined somehow to reap gladness not from the sight of him alone, but also to gaze with all joy upon his house, his garments, and his sandals. Possessing this love for the bridegroom, the bride who appears in the Song of Songs cries out, saying: "As an apple among the trees of the wood, so is my beloved among the sons; in his shadow I desired and sat down, and his fruit was sweet in my throat." Nothing unlikely, then, has this divine man done, having received the same love for the bridegroom and having used the words of the bride: "I am wounded with love." And longing, as it were, to see some shadow of the bridegroom—the places that gushed forth the saving springs for all mankind—he went to see them.