πῶς δὲ τῷ στόματι προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσοῦτο διὰ τῶν τοῦ θυμοῦ λόγων ἐκχέαντι παράνομον αἷμα; ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν καὶ δέχου τὸν δεσμόν, ᾧ ὁ θεὸς ὁ τῶν ὅλων δεσπότης ἄνωθεν γίγνεται σύμψηφος· ἰατρικὸς δὲ οὗτος καὶ πρόξενος ὑγείας." Τούτοις εἴξας ὁ βασιλεὺς τοῖς λόγοις (τοῖς γὰρ θείοις λογίοις ἐντεθραμμένος ᾔδει σαφῶς τίνα μὲν τῶν ἱερέων, τίνα δὲ τῶν βασι λέων ἴδια), στένων καὶ δακρύων ἐπανῆλθεν εἰς τὰ βασίλεια. χρόνου δὲ συχνοῦ διελθόντος (ὀκτὼ γὰρ ἀναλώθησαν μῆνες), κατέλαβεν ἡ τοῦ σωτῆρος ἡμῶν γενέθλιος ἑορτή· ὁ δὲ βασιλεὺς ἐν τοῖς βασιλείοις ὀλοφυρόμενος καθῆστο, τὴν τῶν δακρύων ἀναλίσκων λιβάδα. τοῦτο θεασάμενος Ῥουφῖνος (μάγιστρος δὲ τηνικαῦτα ἦν καὶ πολλῆς μετεῖχε παρρησίας ἅτε δὴ συνηθέστερος ὤν), προσελθὼν ἤρετο τῶν δακρύων τὸ αἴτιον. ὁ δὲ πικρὸν ἀνοιμώξας καὶ σφοδρότερον προχέας τὸ δάκρυον· "σὺ μέν", ἔφη, "ὦ Ῥουφῖνε, παίζεις· τῶν γὰρ ἐμῶν οὐκ ἐπαισθάνῃ κακῶν. ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι τὴν ἐμαυτοῦ συμ φοράν, λογιζόμενος ὡς τοῖς μὲν οἰκέταις καὶ τοῖς προσαίταις ἄνετος ὁ θεῖος νεὼς καὶ εἰσίασιν ἀδεῶς καὶ τὸν οἰκεῖον ἀντιβολοῦσι δεσπό την, ἐμοὶ δὲ καὶ οὗτος ἄβατος καὶ πρὸς τούτῳ μοι ὁ οὐρανὸς ἀπο κέκλεισται. μέμνημαι γὰρ τῆς δεσποτικῆς φωνῆς ἣ διαρρήδην φησίν· " ὃν ἂν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένος ἐν τοῖς οὐρανοῖς ". ὁ δέ· "δραμοῦμαι", ἔφη, "εἴ σοι δοκεῖ, καὶ τὸν ἀρχιερέα πείσω λιπαρήσας λῦσαί σοι τὰ δεσμά". "οὐ πείσεται", ἔφη ὁ βασιλεύς.
How will you bring the precious blood to your mouth, when through the words of your wrath you have poured out so much lawless blood? Depart, therefore, and do not attempt to increase your former transgression with a second, and accept the bond to which God, the Master of all, from on high gives his assent; for this is medicinal and a bestower of health." The emperor yielded to these words (for, having been nurtured in the divine oracles, he knew clearly what belongs to priests and what belongs to emperors), and groaning and weeping he returned to the palace. After a considerable time had passed (for eight months were consumed), the birthday feast of our Savior arrived; and the emperor sat in the palace lamenting, spending a stream of tears. Rufinus, seeing this (for he was at that time a magister and enjoyed great freedom of speech, being rather intimate with him), approached and asked the cause of his tears. And he, groaning bitterly and pouring out his tear more violently, said: "You, Rufinus, are jesting; for you do not perceive my evils. But I groan and lament my own misfortune, reckoning that for slaves and beggars the divine temple is open and they enter without fear and implore their own master, but for me even this is inaccessible, and in addition to this heaven has been closed to me. For I remember the master's voice which plainly says: 'Whomever you bind on earth shall be bound in heaven.'" And he said: "I will run, if it seems good to you, and I will persuade the high priest, entreating him to loose your bonds for you." "He will not be persuaded," said the emperor.
"οἶδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον, οὐδὲ αἰδεσθεὶς τῆς βασι λείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεται νόμον". Ἐπειδὴ δὲ πλείοσι χρησάμενος ὁ Ῥουφῖνος λόγοις πείθειν ὑπέ σχετο τὸν Ἀμβρόσιον, ἀπελθεῖν αὐτὸν ὁ βασιλεὺς κατὰ
τάχος ἐκέλευσεν· καὶ αὐτὸς δὲ ὑπὸ τῆς ἐλπίδος βουκοληθεὶς ἠκολούθησε μετὰ βραχύ, ταῖς ὑποσχέσεσι τοῦ Ῥουφίνου πιστεύσας. αὐτίκα δὲ τὸν Ῥουφῖνον ἰδὼν ὁ θεῖος Ἀμβρόσιος· "τὴν τῶν κυνῶν", ἔφη, "ἀναίδειαν, ὦ Ῥουφῖνε, ζηλοῖς. τοσαύτης γὰρ μιαιφονίας γενόμενος σύμ βουλος τὴν αἰδῶ τῶν μετώπων ἀπέξυσας, καὶ οὔτε ἐρυθριᾷς οὔτε δέδιας, τοσοῦτον κατὰ τῆς θείας λυττήσας εἰκόνος". ἐπειδὴ δὲ ὁ Ῥουφῖνος ἠντιβόλει καὶ τὸν βασιλέα ἔλεγεν ἥξειν, ὑπὸ τοῦ θείου ζήλου πυρποληθεὶς Ἀμβρόσιος ὁ θεσπέσιος· "ἐγώ", ἔφη, "ὦ Ῥουφῖνε, προλέγω ὡς κωλύσω τῶν ἱερῶν αὐτὸν ἐπιβῆναι προθύρων· εἰ δὲ εἰς τυραννίδα τὴν βασιλείαν μεθίστησι, δέξομαι κἀγὼ μεθ' ἡδονῆς τὴν σφαγήν". τούτων ὁ Ῥουφῖνος ἀκούσας ἐμήνυσε διά τινος τῷ βασιλεῖ τὸν τοῦ ἀρχιερέως σκοπὸν καὶ μένειν εἴσω τῶν βασιλείων παρῄνεσεν. Ὁ δὲ βασιλεὺς κατὰ μέσην τὴν ἀγορὰν ταῦτα μαθών· "ἄπειμι". ἔφη, "καὶ τὰς δικαίας δέξομαι παροινίας". ἐπειδὴ δὲ τοὺς ἱεροὺς περιβόλους κατέλαβεν, εἰς μὲν τὸν θεῖον οὐκ εἰσελήλυθε νεών, πρὸς δὲ τὸν ἀρχιερέα παραγενόμενος (ἐν δὲ τῷ ἀσπαστικῷ οἴκῳ οὗτος καθῆστο) ἐλιπάρει λυθῆναί οἱ τὸν δεσμόν. ὁ δὲ τυραννικὴν ἐκάλει τὴν παρου σίαν, καὶ κατὰ θεοῦ μεμηνέναι τὸν Θεοδόσιον ἔλεγε καὶ τοὺς ἐκείνου νόμους πατεῖν. ὁ δὲ βασιλεύς·
For I know the justice of Ambrose's vote, and he will not, out of reverence for the power of the empire, transgress the divine law. But when Rufinus, having used many words, promised to persuade Ambrose, the emperor ordered him to depart with all speed; and he himself, beguiled by hope, followed shortly after, trusting in the promises of Rufinus. And straightway the divine Ambrose, seeing Rufinus, said: "You emulate the shamelessness of dogs, Rufinus. For having become an adviser of such bloodshed, you have scraped away the modesty from your brows, and you neither blush nor fear, having raged so greatly against the divine image." But when Rufinus kept entreating and said that the emperor would come, the wondrous Ambrose, set ablaze by divine zeal, said: "I, Rufinus, forewarn you that I will prevent him from setting foot on the sacred threshold; and if he turns the empire into a tyranny, I too will gladly accept slaughter." When Rufinus heard these things, he reported the high priest's intention to the emperor through someone, and advised him to remain within the palace. But the emperor, learning these things in the middle of the marketplace, said: "I am coming, and I will receive the just insults." And when he reached the sacred precincts, he did not enter the divine temple, but coming to the high priest (for he was sitting in the house of salutation), he begged that the bond be loosed for him. But he called the visit tyrannical, and said that Theodosius was raging against God and trampling on his laws. And the emperor:
"οὐ θρασύνομαι", ἔφη, "κατὰ τῶν κειμένων νόμων οὐδὲ παρανόμως ἐπιβῆναι τῶν ἱερῶν προθύρων ἐφίεμαι, ἀλλὰ σὲ λῦσαί με τῶν δεσμῶν ἀξιῶ καὶ τὴν τοῦ κοινοῦ δεσπότου φιλανθρωπίαν λογίσασθαι καὶ μὴ κλεῖσαί μοι θύραν ἣν πᾶσι τοῖς μεταμελείᾳ χρωμένοις ὁ δεσπότης ἀνέῳξεν". ὁ δὲ ἀρχιερεύς· "ποίαν οὖν", ἔφη, "μεταμέλειαν ἔδειξας μετὰ τοσαύτην παρα νομίαν; ποίοις δὲ φαρμάκοις τὰ δυσίατα ἐθεράπευσας τραύματα;" ὁ δὲ βασιλεύς· "σὸν ἔργον", ἔφη, "τὸ καὶ δεῖξαι καὶ κεράσαι τὰ φάρμακα, ἐμὸν δὲ τὸ δέξασθαι προσφερόμενα". τότε ὁ θεῖος Ἀμβρόσιος· "ἐπειδὴ τῷ θυμῷ", ἔφη, "τὸ δικάζειν ἐπιτρέπεις καὶ οὐχ ὁ λογισμὸς τὴν γνῶσιν ἀλλ' ὁ θυμὸς ἐκφέρει, γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς ποιοῦντα καὶ περιττάς. καὶ τριάκοντα ἡμέρας αἱ φονικαὶ καὶ δημευτικαὶ μενέτωσαν γνώσεις ἐν γράμμασιν, τὴν τοῦ λογισμοῦ προσδεχόμεναι κρίσιν. διελθουσῶν δὲ τῶνδε τῶν ἡμερῶν, οἱ τὰ ἐγνωσμένα γεγραφότες τὰ προστεταγμένα δεικνύτωσαν. καὶ τηνικαῦτα τοῦ θυμοῦ πεπαυμένου, καθ' ἑαυτὸν δικάζων ὁ λογισμὸς ἐξετάσει τὰ ἐγνωσμένα καὶ ὄψεται εἴτε ἄδικα εἴτε δίκαια εἴη. καὶ εἰ μὲν εὕροι ἄδικα, δῆλον ὅτι διαρρήξει τὰ γεγραμμένα· εἰ δέ γε δίκαια, βεβαιώσει, καὶ ὁ τῶν ἡμερῶν ἀριθμὸς οὐ λυμανεῖται τοῖς ὀρθῶς ἐγνωσμένοις". ταύτην ὁ βασιλεὺς δεξάμενος τὴν εἰσήγησιν καὶ ἄριστα ἔχειν ὑπολαβών, εὐθὺς γραφῆναί τε τὸν νόμον ἐκέλευσε καὶ τοῖς τῆς οἰκείας χειρὸς ἐβεβαίωσε γράμμασι· τούτου δὲ γενομένου, διέλυσε τὸν δεσμὸν ὁ θεῖος Ἀμβρόσιος.
I am not acting rashly," he said, "against the established laws, nor do I desire to set foot unlawfully on the sacred threshold, but I ask you to release me from these bonds and to take into account the clemency of our common Master, and not to close against me a door which the Master has opened to all who practice repentance." And the high priest said: "What repentance, then, have you shown after such great lawlessness? And with what remedies have you healed these hard-to-cure wounds?" And the emperor said: "It is your task both to prescribe and to mix the remedies, and mine to receive them when offered." Then the divine Ambrose said: "Since you entrust judgment to anger, and it is not reason but anger that brings forth the verdict, write a law that makes the votes of anger idle and superfluous. And for thirty days let the capital and confiscatory sentences remain in writing, awaiting the judgment of reason. And when these days have passed, let those who wrote the decisions show what has been ordered. And then, when anger has ceased, reason, judging by itself, will examine the decisions and will see whether they are unjust or just. And if it finds them unjust, clearly it will tear up what has been written; but if they are just, it will confirm them, and the number of days will not harm what has been rightly decided." The emperor, having accepted this proposal and considering it excellent, immediately ordered the law to be written and confirmed it with the letters of his own hand; and when this was done, the divine Ambrose released him from the bond.
Οὕτως ὁ πιστότατος βασιλεὺς εἴσω γενέσθαι θαρρήσας τοῦ θείου νεώ, οὐχ ἑστὼς τὸν δεσπότην ἱκέτευεν οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ τοῦ δαπέδου κείμενος τὴν Δαυϊτικὴν ἀφῆκε φωνήν· "ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου", καὶ ταῖς χερσὶν ἀποτίλλων τὰς τρίχας καὶ τὸ μέτωπον τύπτων καὶ ταῖς τῶν δακρύων σταγόσι τοὔδαφος καταρραίνων συγγνώμης ἠντιβόλει τυχεῖν. ἐπειδὴ δὲ ὁ καιρὸς ἐκάλει τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων δακρύων τῶν ἀνακτόρων ἐπέβη· προσενεγκὼν δὲ ὥσπερ εἰώθει, ἔνδον παρὰ τὰς κιγκλίδας μεμένηκεν. ἀλλὰ πάλιν ὁ μέγας Ἀμβρόσιος οὐκ ἐσίγησεν, ἀλλ' ἐξεπαίδευσε τὴν τῶν τόπων διαφοράν. καὶ πρῶτον μὲν ἤρετο εἴ τινος δέοιτο· τοῦ δὲ βασιλέως εἰρηκότος ὡς προσμένει τὴν τῶν θείων μυστηρίων μετάληψιν, ἐδήλωσεν ὑπουργῷ τῷ τῶν διακόνων ἡγου μένῳ χρησάμενος ὅτι· "τὰ ἔνδον, ὦ βασιλεῦ, μόνοις ἐστὶν ἱερεῦσι βατά, τοῖς δὲ ἄλλοις ἅπασιν ἄδυτά τε καὶ ἄψαυστα. ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως· ἁλουργὶς γὰρ βασιλέας, οὐχ ἱερέας ποιεῖ". καὶ ταύτην δὲ ὁ πιστότατος βασιλεὺς ἀσμένως δεξάμενος τὴν εἰσή γησιν, ἀντεδήλωσεν ὡς οὐ θρασύτητι χρώμενος ἔνδον τῶν κιγκλίδων μεμένηκεν, ἀλλ' ἐν Κωνσταντινουπόλει τοῦτο εἶναι
Thus the most faithful emperor, having dared to enter the divine temple, did not supplicate the Master standing nor bending his knees, but lying prone on the floor he uttered the Davidic cry: "My soul cleaves to the dust; give me life according to your word," and tearing out his hair with his hands and striking his forehead and sprinkling the floor with drops of tears, he begged to obtain forgiveness. But when the time called for offering the gifts at the sacred table, he rose and with equal tears stepped up to the sanctuary; and having offered as was his custom, he remained inside by the rails. But again the great Ambrose did not keep silent, but instructed him about the difference of the places. And first he asked if he needed anything; and when the emperor said that he was waiting for participation in the divine mysteries, he made it clear, using the leader of the deacons as his assistant, that: "The inner parts, O emperor, are accessible only to priests, but to all others they are inviolable and untouchable. Come out, therefore, and share the standing with the others; for the purple makes emperors, not priests." And the most faithful emperor, having gladly received this admonition, replied that he had not remained inside the rails out of audacity, but that in Constantinople this was
ἔθος μαθών· "χάριν δὲ ὀφείλω", ἔφη, "καὶ τῆσδε τῆς ἰατρείας". τοσαύτῃ καὶ τηλικαύτῃ καὶ ὁ ἀρχιερεὺς καὶ ὁ βασιλεὺς διέλαμπον ἀρετῇ· ἀμφοτέρων γὰρ ἔγωγε ἄγαμαι, τοῦ μὲν τὴν παρρησίαν, τοῦ δὲ τὴν εὐπείθειαν, καὶ τοῦ μὲν τὴν τοῦ ζήλου θερμότητα, τοῦ δὲ τὴν τῆς πίστεως καθαρότητα. Τοὺς δὲ δὴ τῆς εὐσεβείας ὅρους, οὓς παρὰ τοῦ μεγάλου ἀρχιερέως μεμάθηκε, καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανελθὼν διετήρησεν. ἑορτῆς γὰρ αὐτὸν πάλιν θείας εἰς τὸν θεῖον ἀγαγούσης νεών, τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν εὐθὺς ἐξελήλυθε· τοῦ δὲ τῆς ἐκ κλησίας προέδρου (Νεκτάριος δὲ τηνικαῦτα ἦν) δεδηλωκότος· "τί δή ποτε μὴ μεμένηκας ἔνδον;" δυσχεράνας· "μόγις", ἔφη, "βασιλέως καὶ ἱερέως ἐδιδάχθην διαφοράν, μόγις γὰρ εὗρον ἀληθείας διδάσκαλον. Ἀμβρόσιον γὰρ οἶδα μόνον ἐπίσκοπον ἀξίως καλούμενον". τοσοῦτον ὀνίνησιν ἔλεγχος παρὰ ἀνδρὸς ἀρετῇ λάμποντος προσφερόμενος. Εἶχε δὲ καὶ ἄλλην ἀφορμὴν ὠφελείας ὁ βασιλεύς. ἡ γὰρ τοῦ γάμου τὸν ζυγὸν σὺν αὐτῷ δεξαμένη τῶν θείων αὐτὸν συνεχῶς ἀνεμίμνησκε νόμων, ἑαυτὴν τούτους πρῶτον ἀκριβῶς ἐκπαιδεύσασα. οὐ γὰρ ἐπῆρεν αὐτὴν τῆς βασιλείας ἡ δυναστεία, ἀλλὰ τὸν θεῖον πλέον ἐπύρσευσε πόθον· τῆς γὰρ εὐεργεσίας τὸ μέγεθος μεῖζον τὸ περὶ τὸν εὐεργέτην εἰργάζετο φίλτρον. αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων καὶ ἅπαντα τὰ μέλη λελωβημένων παντοδαπὴν ἐποιεῖτο φροντίδα, οὐκ οἰκέταις οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ' αὐτουργὸς γιγνομένη καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνουμένη καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα.
Having learned the custom, he said, "I owe thanks also for this healing." With such and so great virtue did both the high priest and the emperor shine; for I myself admire both — the one for his boldness of speech, the other for his obedience, the one for the fervor of his zeal, the other for the purity of his faith. And the boundaries of piety, which he had learned from the great high priest, he preserved also when he returned to Constantinople. For when a divine festival again led him into the divine temple, having offered the gifts at the sacred table he immediately went out. And when the president of the church (Nectarius was then the incumbent) indicated, "Why ever have you not remained inside?" he said with displeasure, "Scarcely have I been taught the difference between a king and a priest, for scarcely have I found a teacher of the truth. For I know only Ambrose to be worthily called a bishop." So much does reproof offered by a man shining in virtue profit. The emperor had also another occasion for benefit. For she who had received the yoke of marriage together with him constantly reminded him of the divine laws, having first accurately instructed herself in them. For the power of the empire did not puff her up, but rather kindled her divine longing; for the greatness of the benefaction produced a greater affection toward the benefactor. At any rate, she immediately took every kind of care for those maimed in body and mutilated in all their limbs, not employing servants or guards as attendants, but becoming her own handmaid and arriving at their dwellings and providing each one's need.
οὕτω καὶ τῶν ἐκκλησιῶν τοὺς ξενῶνας περινοστοῦσα τοὺς κλινοπετεῖς δι' ἑαυτῆς ἐνοσήλευεν, αὐτὴ καὶ χύτρας ἁπτομένη καὶ ζωμοῦ γευομένη καὶ τρύβλιον προσφέ ρουσα καὶ ἄρτον κλῶσα καὶ ψωμοὺς ὀρέγουσα καὶ κύλικα ἀποκλύζουσα καὶ τὰ ἄλλα πάντα ἐργαζομένη ὅσα οἰκετῶν καὶ θεραπαινίδων ἔργα νενόμισται. καὶ τοῖς τὴν αὐτουργίαν ἐπέχειν πειρωμένοις ἐπέ λεγεν ὡς· "τὸ μὲν χρυσίον διανέμειν τῇ βασιλείᾳ προσήκει, ἐγὼ δὲ ὑπὲρ αὐτῆς γε τῆς βασιλείας τὴν αὐτουργίαν τῷ δεδωκότι προσφέρω". καὶ τῷ δὲ ὁμόζυγι συνεχῶς εἰώθει λέγειν· "ἀεί σε, ὦ ἄνερ, προσήκει λογίζεσθαι τί μὲν ἦσθα πάλαι, τί δὲ γέγονας νῦν· ταῦτα γὰρ διηνεκῶς ἐνθυμούμενος οὐκ ἔσῃ περὶ τὸν εὐεργέτην ἀχάριστος, ἀλλ' ἣν ἐδέξω βασιλείαν κυβερνήσεις ἐννόμως, καὶ ταύτῃ θεραπεύσεις τὸν δεδωκότα". τοιούτοις ἀεὶ κεχρημένη λόγοις οἷόν τινα καλλίστην ἀρδείαν καὶ πρόσ φορον τοῖς τῆς ἀρετῆς τοῦ ἀνδρὸς προσέφερε σπέρμασι. Προτέρα μέντοι τοῦ ὁμόζυγος ἐτελεύτησε· καὶ συνέβη μετὰ χρόνον τινὰ τῆς τελευτῆς τοιόνδε τι γενέσθαι, ὃ τὴν τοῦ βασιλέως περὶ αὐτὴν φιλοστοργίαν ἐγύμνωσεν. Ὑπὸ τῶν συχνῶν πολέμων ἀναγκαζόμενος ὁ βασιλεὺς εἰσφοράν τινα ξένην ταῖς πόλεσιν ἐπιτέθεικεν. ἡ δὲ Ἀντιόχου πόλις τὸ καινὸν τέλος οὐκ ἤνεγκεν, ἀλλ' ὁρῶν ὁ δῆμος τοὺς εἰσπραττομένους κρεμαννυμένους, ἄλλα τε ἔδρασεν ἃ ποιεῖν φιλεῖ ὄχλος πρόφασιν εἰς ἀταξίαν λαμβάνων, καὶ τὴν χαλκῆν εἰκόνα τῆς πανευφήμου Πλακίλλης (τοῦτο γὰρ ἦν ὄνομα τῇ βασιλίδι) κατήνεγκέ τε καὶ ἐπὶ πολὺ τῆς πόλεως κατέσυρε μέρος.
Thus she also went around the guest-chambers of the churches and nursed the bedridden by her own hand, herself touching the pots and tasting the broth and offering the bowl and breaking the bread and handing out morsels and rinsing the cup and doing all the other things that are reckoned the work of servants and maids. And to those who tried to prevent her from doing the manual work she said, "Distributing gold belongs to the imperial office, but I offer the manual work to the Giver on behalf of the empire itself." And to her husband she was continually accustomed to say, "You ought always, O man, to consider what you were formerly and what you have now become; for by pondering these things continually you will not be ungrateful toward your Benefactor, but you will steer the kingdom you received lawfully, and by it you will serve the Giver." Always employing such words, she brought, as it were, a most beautiful irrigation and one suited to the seeds of her husband's virtue. She, however, died before her husband; and it happened after some time from her death that such a thing occurred as laid bare the emperor's affection for her. Being compelled by frequent wars, the emperor imposed a certain strange tax upon the cities. But the city of Antioch did not bear the new tax, but the people, seeing those who were collecting it hanging, did other things too that a mob is wont to do when it takes a pretext for disorder, and they brought down the bronze statue of the all-praised Placilla (for this was the name of the empress) and dragged it over a great part of the city.
ταῦτα πυθόμενος ὁ βασιλεὺς καὶ χαλεπήνας, ὥσπερ εἰκὸς ἦν, τά τε τῆς πόλεως ἀφείλετο προνόμια καὶ τῇ γειτονευούσῃ πόλει τὴν ἡγεμονίαν δέδωκε, ταύτῃ μάλιστα νομίζων ἀνιάσειν· ἐζηλοτύπει γὰρ ἡ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν. μετὰ δὲ ταῦτα καὶ ἐμπρήσειν ἠπείλει καὶ καταλύσειν καὶ εἰς κώμην τὸ ἄστυ μετασκευάσειν. οἱ δέ γε ἄρχοντες καὶ ἀνεῖλόν τινας παρ' αὐτὸ συλλαβόντες τὸ τόλμημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν. ταῦτα δὲ πάντα ὁ βασιλεὺς προσέταττε μέν, οὐκ ἐγίνετο δέ, τοῦ νόμου κωλύοντος ὃν Ἀμβρόσιος ὁ μέγας τεθῆναι παρῄνεσεν. ἐπειδὴ δὲ ἀφίκοντο οἱ τὰς ἀπειλὰς ἐκείνας κομίζοντες, Ἐλλέβηχός τε στρατηγὸς τηνικαῦτα ὢν καὶ Καισάριος τῶν βασιλείων ἡγούμενος (μάγιστρον δὲ οἱ Ῥωμαῖοι καλοῦσι τὸν ταύτην ἔχοντα τὴν ἀρχήν), ἐν δέει μὲν ἦσαν ἅπαντες τὰς ἀπειλὰς πεφρικότες. Οἱ δὲ τὴν ὑπώρειαν οἰκοῦντες τῆς ἀρετῆς ἀθληταὶ (πολλοὶ δὲ ἦσαν τηνικαῦτα καὶ ἄριστοι) πολλὰς καὶ παραινέσεις καὶ
παρακλή σεις τοῖς ἀνδράσιν ἐκείνοις προσήνεγκαν. Μακεδόνιος δὲ ὁ θειότατος, οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος καὶ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὤν, ἐν δὲ ταῖς τῶν ὀρέων κορυφαῖς διαιτώμενος καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τῷ σωτῆρι τῶν ὅλων καθαρὰς προσ φέρων εὐχάς, οὐ τοῦ βασιλέως καταπλαγεὶς τὴν ὀργὴν οὔτε μὴν τῶν ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβών, ἐν μέσῳ τῷ ἄστει τῆς χλανίδος θατέρου λαβόμενος ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει. οἱ δὲ μικρὸν γερόντιον εὐτελῆ ῥάκια περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν ἐχαλέπηναν·
When the emperor learned these things and became angry, as was natural, he took away the city's privileges and gave the primacy to the neighboring city, thinking that this especially would grieve them; for Laodicea had long envied Antioch. After this he also threatened to burn it down and destroy it and to transform the city into a village. But the magistrates, arresting some at the very act of daring, put them to death before the emperor learned of the tragedy. The emperor ordered all these things, but they did not happen, because the law which Ambrose the Great had advised to be enacted prevented it. When those who carried those threats arrived—Hellebichos, who was then a general, and Caesarius, who was in charge of the imperial palaces (the Romans call the one holding this office magister)—everyone was in fear, terrified by the threats. But the athletes of virtue who dwelt at the foot of the mountain (and there were many excellent ones at that time) brought many exhortations and encouragements to those men. But Macedonius, the most divine, knowing nothing of worldly affairs and being utterly unacquainted with the divine oracles, dwelling on the mountain peaks and offering pure prayers to the Savior of all both by night and by day, was not terrified by the emperor's anger, nor did he take into account the authority of those who had been sent, but in the middle of the city, seizing the cloak of one of the two, he ordered both to dismount from their horses. And they, seeing a little old man clothed in cheap rags, at first became angry.
ἐπειδὴ δέ τινες τῶν ἡγουμένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετήν, κατεπήδησάν τε ἀπὸ τῶν ἵππων καὶ τῶν ἐκείνου γονάτων ἐπιλαβόμενοι συγγνώμην ἐζήτουν. Ὁ δὲ τῆς θείας σοφίας ἐμφορηθεὶς τοιοῖσδε πρὸς αὐτοὺς ἐχρή σατο λόγοις· "εἴπατε, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ· οὐ βασιλεὺς εἶ μόνον, ἀλλὰ καὶ ἄνθρωπος. μὴ τοίνυν μόνην ὅρα τὴν βασιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίζου· ἄνθρωπος γὰρ ὢν ὁμοφυῶν βασιλεύεις· κατ' εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις. μὴ τοίνυν ὠμῶς οὕτω καὶ ἀπηνῶς τοῦ θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς· παροξύνεις γὰρ τὸν δημιουργὸν τὴν ἐκείνου κολάζων εἰκόνα. σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς· ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογική, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι. πρὸς δὲ τούτοις λογισάσθω κἀκεῖνο, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκό νος πολλὰς δημιουργῆσαι χαλκᾶς, αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα." Ταῦτα ἀκούσαντες οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι διεπόρθμευσαν τὰ εἰρημένα τῷ βασιλεῖ καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα. καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε καὶ τῆς ὀργῆς τὴν αἰτίαν ἐδήλωσεν. "οὐκ ἔδει γάρ", ἔφη, "ἐμοῦ πλημμελήσαντος, γυναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν, κατ' ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλί σαι". προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶται, τινὰς ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών.
But when certain of the leading men made known the man's virtue, they leaped down from their horses and, laying hold of his knees, sought forgiveness. And he, filled with divine wisdom, used these words to them: "Tell the emperor, O friends: you are not only a king, but also a man. Do not, therefore, look only at the kingship, but consider also the nature; for being a man, you rule over those of the same race as yourself; and the nature of men has been fashioned according to the divine image and likeness. Do not, then, order the image of God to be slaughtered so cruelly and harshly; for you provoke the Creator when you punish His image. Consider that you too do these things because you are vexed on account of a bronze image; and how much the ensouled, living, and rational image differs from the lifeless one is clear to all who have understanding. In addition to these things, let him also consider this: that for us it is easy to fashion many bronze images in place of the one, but for Him it is altogether impossible to fashion even a single hair of those who have been slain." When those admirable men heard these things, they ferried the words across to the emperor and quenched the flame of his anger. And instead of those threats he wrote an apology and made known the cause of his anger. "For it was not right," he said, "that when I had done wrong, a woman most worthy of all praise should receive such outrage after her death, but those who were indignant ought to have armed their anger against me." He added that he was distressed and grieved when he learned that certain persons had been put to death by the magistrates.
ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παρρησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ καὶ τὸν νόμον ἐκεῖνον δεικνὺς ὀνησιφόρον, ὃν ὁ μέγας Ἀμβρόσιος γραφῆναι παρῄνεσεν. Ὁ δὲ πιστότατος βασιλεὺς κατὰ τῆς Ἑλληνικῆς πλάνης μετέθηκε τὴν σπουδὴν καὶ νόμους ἔγραψε τὰ τῶν εἰδώλων τεμένη καταλυθῆναι κελεύων. Κωνσταντῖνος μὲν γὰρ ὁ μέγας, ὁ πάσης ἀξιώτατος εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας καὶ τὴν οἰκου μένην ἔτι μεμηνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευσε, τοὺς δὲ τούτων ναοὺς οὐ κατέλυσεν ἀλλ' ἀβάτους εἶναι προσέταξε. καὶ μέντοι καὶ οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκολούθησαν ἴχνεσιν. Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσέβειαν καὶ τῆς παλαιᾶς ἐξαπάτης ἐξῆψε τὴν φλόγα. Ἰοβιανὸς δὲ τὴν βασιλείαν πα ραλαβὼν πάλιν τὴν τῶν εἰδώλων ἐκώλυσε θεραπείαν. καὶ Βαλεν τινιανὸς δὲ ὁ μέγας τοιοῖσδε κεχρημένος νόμοις ἴθυνε τὴν Εὐρώπην. ὁ δὲ Βάλης πᾶσι μὲν τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλονται καὶ τὰ θρησκευόμενα θεραπεύειν, μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων. πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον καὶ τὸ ἐπιβώμιον ἥπτετο πῦρ, καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὴν ἀγορὰν ἐπετέλουν· καὶ οἱ τοῦ Διονύσου τὰ ὄργια τετελεσμένοι μετὰ τῶν αἰγίδων ἔτρεχον, τοὺς κύνας διασπῶντες καὶ μεμηνότες καὶ βακχεύοντες καὶ τὰ ἄλλα δρῶντες ἃ τὴν τοῦ διδασκάλου πονηρίαν δηλοῖ. ταῦτα πάντα Θεοδόσιος εὑρὼν ὁ πιστότατος βασιλεὺς πρόρριζά τε ἀνέσπασε καὶ λήθῃ παρέδωκε.
I have related these things, and I did not consider it right to consign to oblivion the boldness of that all-praised monk, and I am showing that law to be beneficial which the great Ambrose urged to be written. But the most faithful emperor turned his zeal against the Greek error and wrote laws commanding the shrines of the idols to be destroyed. For Constantine the Great, the most worthy of all praise, who first adorned the empire with piety and saw the inhabited world still raging, utterly forbade sacrificing to the demons, but he did not destroy their temples; rather, he ordered them to be inaccessible. And indeed his sons followed their father's footsteps. But Julian renewed the impiety and kindled the flame of the ancient deceit. And Jovian, having received the empire, again prohibited the worship of the idols. And Valentinian the Great, employing such laws, guided Europe. But Valens permitted all others to worship as they wished and to serve the objects of their worship, but he continued to wage war only against those who championed the apostolic doctrines. At any rate, throughout the whole time of his reign both the fire on the altar was kindled, and they offered libations and sacrifices to the idols, and they performed public banquets in the marketplace; and those initiated into the orgies of Dionysus ran about with goatskins, tearing dogs apart and raging and celebrating Bacchic frenzy and doing the other things that reveal the wickedness of their teacher. All these things the most faithful emperor Theodosius found and tore up root and branch and consigned to oblivion.
Πρῶτος μέντοι τῶν ἄλλων ἀρχιερέων Μάρκελλος ὁ πάντα ἄριστος, ὅπλῳ τῷ νόμῳ χρησάμενος, τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη κατέλυσε, τῇ πρὸς τὸν θεὸν παρρησίᾳ μᾶλλον ἢ τῇ πολυχειρίᾳ χρησάμενος. ἐγὼ δὲ καὶ τοῦτο διηγήσομαι μνήμης ὂν ἀξιώ τατον. ἐτετελευτήκει μὲν Ἰωάννης ὁ τῆς Ἀπαμέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην,
ἐκεχειροτόνητο δὲ ἀντ' ἐκείνου Μάρκελλος ὁ θεῖος, ζέων τῷ πνεύματι κατὰ τὴν τοῦ ἀποστόλου νομοθεσίαν. ἀφίκετο δὲ εἰς τὴν Ἀπάμειαν τῆς Ἑῴας ὁ ὕπαρχος, δύο χιλιάρχους σὺν τοῖς ὑπηκόοις λαβών. καὶ τὸ μὲν πλῆθος διὰ τὸ τῶν στρατιω τῶν ἡσύχασε δέος. τὸ δὲ τοῦ Διὸς τέμενος, μέγιστόν τε ὂν καὶ πολλῷ κόσμῳ πεποικιλμένον, καταλῦσαι μὲν ἐπειράθη, στεγανὴν δὲ ἄγαν καὶ στερεμνίαν τὴν οἰκοδομίαν ἰδών, ἀδύνατον ἀνθρώποις ὑπέλαβε διαλῦσαι τῶν λίθων τὴν ἁρμονίαν· μέγιστοί τε γὰρ ἦσαν καὶ ἀλλήλοις ἄγαν συνηρμοσμένοι καὶ μέντοι καὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοι. ταύτην τοῦ ὑπάρχου τὴν δειλίαν ὁ θεῖος Μάρκελλος ἰδών, ἐκεῖνον μὲν εἰς τὰς ἄλλας προὔπεμψε πόλεις, αὐτὸς δὲ τὸν θεὸν ἠντιβόλει πόρον δοῦναι τῇ λύσει. Ἧκεν οὖν τις αὐτόματος ἕωθεν, οὔτε οἰκοδόμος, οὔτε λιθοτόμος, οὔτ' ἄλλην τινὰ ἐπιστάμενος τέχνην, ἀλλὰ λίθους φέρειν ἐπὶ τῶν ὤμων καὶ ξύλα εἰθισμένος. οὗτος προσελθὼν ὑπέσχετο ῥᾷστα τὸν νεὼν καταλύσειν, δυοῖν δὲ τεχνίταιν ἀπῄτει μισθόν. ἐπειδὴ δὲ τοῦτον ὑπέσχετο δώσειν ὁ θεῖος ἀρχιερεύς, τοιόνδε τι ὁ ἀνὴρ ἐκεῖνος ἐμηχανήσατο. στοὰν ἐκ τῶν τεττάρων πλευρῶν ὁ νεὼς εἶχεν ἐφ' ὕψους κείμενος αὐτῷ συνηρμοσμένην·
But Marcellus, the best of all, was the first of the other high priests to use the law as a weapon and to destroy the shrines of the city entrusted to him, relying more on his boldness toward God than on a multitude of hands. And I will relate this too, since it is most worthy of remembrance. John, the bishop of the Apameans, of whom I made mention earlier, had died, and in his place the divine Marcellus had been appointed, boiling in spirit according to the apostle's ordinance. The prefect of the East arrived at Apamea, taking with him two tribunes along with their subordinates. And the multitude kept quiet because of fear of the soldiers. But the shrine of Zeus, which was very great and adorned with much ornamentation, he attempted to destroy, but seeing the building to be very substantial and solid, he supposed it impossible for men to break apart the joining of the stones; for they were very large and exceedingly well fitted to one another, and moreover fastened with iron and lead. When the divine Marcellus saw this cowardice of the prefect, he sent him on ahead to the other cities, while he himself implored God to grant a means for the destruction. So someone came of his own accord at dawn, neither a builder nor a stonecutter, nor knowing any other craft, but accustomed to carrying stones on his shoulders and wood. This man came forward and promised to destroy the temple very easily, but he demanded the wages of two craftsmen. When the divine high priest promised to give him this, that man devised something like this. The temple had a colonnade on its four sides, fitted to it and situated at a height.
οἱ δὲ κίονες μέγιστοί τε ἦσαν καὶ ἰσόμετροι τῷ νεῷ, ἑκάστου δὲ ὁ κύκλος ἑξκαίδεκα πήχεων ἦν. ἡ δὲ τοῦ λίθου φύσις στερροτάτη τις ἦν καὶ οὐ ῥᾳδίως τοῖς τῶν λιθο τόμων ὀργάνοις ὑπείκουσα. τούτων ἕκαστον ἐν κύκλῳ διορύττων ἐκεῖνος καὶ ξύλοις ἐλαΐνοις ὑπερείδων τὰ ὑπερκείμενα, ἐφ' ἕτερον αὖθις μετέβαινεν. οὕτω δὲ τρεῖς τῶν κιόνων ὀρύξας τὴν φλόγα τοῖς ξύλοις προσήνεγκεν. ἀλλ' οὐκ εἴα κατὰ φύσιν ὑπὸ τοῦ πυρὸς τὰ ξύλα δαπανᾶσθαι δαίμων τις μέλας φαινόμενος καὶ κωλύων τῆς φλογὸς τὴν ἐνέργειαν. ἐπειδὴ δὲ πολλάκις τοῦτο δράσαντες ἀνόνητον ἑώρων τὴν μηχανήν, ἐμήνυσαν τοῦτο τῷ ποιμένι μετὰ τὴν μεσημβρίαν καθεύδοντι. Ὁ δὲ παραυτίκα εἰς τὸν θεῖον δραμὼν νεὼν καὶ εἰς ἄγγος ὕδωρ κομισθῆναι προστάξας, ἔθηκε μὲν τὸ ὕδωρ ὑπὸ τὸ θεῖον θυσιαστή ριον, αὐτὸς δὲ εἰς τὸ ἔδαφος τὸ μέτωπον θεὶς τὸν φιλάνθρωπον ἠντιβόλει δεσπότην μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ τυραννίδι τοῦ δαί μονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης. ταῦτα εἰπὼν καὶ ὅσα τούτοις παρόμοια καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκοίτιόν τινα διακονίας ἠξιω μένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε καὶ διὰ τάχους δραμεῖν καὶ μετὰ πίστεως διαρρᾶναι καὶ τὴν φλόγα προσενεγκεῖν. οὕτω τούτου γενομένου, ἀπέδρα μὲν ὁ δαίμων οὐκ ἐνεγκὼν τὴν τοῦ ὕδατος προσβολήν, τὸ δὲ πῦρ, ὡς ἐλαίῳ τῷ ἀντιπάλῳ χρησάμενον ὕδατι, ἐπελάβετό τε τῶν ξύλων καὶ ταῦτα ἐν ἀκαρεῖ κατανάλωσεν.
The columns were very large and equal in measure to the temple, and the circumference of each was sixteen cubits. The nature of the stone was exceedingly hard and did not readily yield to the stonecutters' tools. Digging around each of these in a circle and propping up the parts above with olive-wood beams, he would move on again to another. Having thus undermined three of the columns, he applied fire to the beams. But some dark demon, appearing and hindering the activity of the flame, did not allow the wood to be consumed by the fire according to nature. When they had done this many times and saw the device was useless, they reported it to the shepherd, who was sleeping after midday. He immediately ran to the divine temple and, having ordered water to be brought in a vessel, placed the water beneath the divine altar, and himself, putting his forehead to the ground, implored the loving-kindness of the Master not to yield any longer to the tyranny of the demon, but both to expose that one's weakness and to display his own power, so that from this no pretext for greater harm might arise for the unbelievers. Having said this and things similar to it, and having placed the sign of the cross on the water, he ordered a certain Ekoitios, who had been deemed worthy of the diaconate and was fenced about with faith and zeal, to take the water and run swiftly and sprinkle it with faith and apply it to the flame. When this had been done, the demon fled, unable to bear the assault of the water, and the fire, as though using the opposing water as oil, laid hold of the beams and consumed them in an instant.
οἱ δὲ κίονες, φρούδου τοῦ ἐρείδοντος γενομένου, αὐτοί τε κατέπεσον καὶ ἄλλους εἵλκυσαν δυοκαίδεκα. καὶ τοῦ νεὼ δὲ τὸ τοῖς κίοσι συνημμένον κατηνέχθη πλευρὸν ὑπὸ τῆς ἐκείνων βίας συνελκυσθέν. ὁ δὲ κτύπος εἰς ἅπαν τὸ ἄστυ διαδραμὼν (πολὺς γὰρ ἦν) πάντας εἰς θέαν συνήγειρεν. ἐπειδὴ δὲ καὶ τοῦ ἀντιπάλου δαίμονος ἔμαθον τὴν φυγήν, εἰς ὑμνῳδίαν τοῦ θεοῦ τῶν ὅλων τὴν γλῶτταν ἐκίνησαν. οὕτω καὶ τἄλλα τεμένη κατέλυσεν ὁ θεῖος ἐκεῖνος ἀρχιερεύς. Πολλὰ δὲ καὶ ἄλλα περὶ τοῦδε τοῦ ἀνδρὸς καὶ λίαν ἀξιάγαστα διηγήματα ἔχων (καὶ γὰρ τοῖς νικηφόροις ἐπέστελλε μάρτυσι καὶ ἀντιγράφων ἐτύγχανε καὶ τέλος καὶ αὐτὸς τὸν τῶν μαρτύρων ἀνε δήσατο στέφανον), ἀναδύομαι ταῦτα νῦν ἱστορεῖν, ἵνα μὴ λίαν μη κύνων ἀποκνήσω τοὺς ἐντευξομένους τῇ συγγραφῇ. ἐφ' ἑτέραν τοίνυν διήγησιν τρέψομαι. Ἀθανάσιον ἐκεῖνον τὸν πολυθρύλητον ὁ θαυμάσιος διεδέξατο Πέτρος, τὸν δὲ Πέτρον Τιμόθεος, Τιμόθεον δὲ Θεόφιλος, ἀνὴρ πυκνός τε τὰς φρένας καὶ ἀνδρεῖος τὸ φρόνημα. οὗτος τὴν Ἀλεξάνδρου πόλιν τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης. οὐ γὰρ μόνον ἐκ βάθρων ἀνέσπασε τὰ τῶν εἰδώλων τεμένη, ἀλλὰ καὶ τὰ τῶν ἐξαπατώντων ἱερέων τοῖς ἐξηπατημένοις ὑπέδειξε μηχανήματα. τά τε γὰρ ἐκ χαλ κοῦ καὶ τὰ ἐκ ξύλων κενὰ ἔνδοθεν κατασκευάζοντες
When the support gave way, the columns themselves fell and dragged down twelve others with them. The side of the temple that was joined to the columns was also brought down, pulled along by their force. The crash, spreading through the whole city (for it was great), roused everyone to come and see. And when they learned of the flight of the opposing demon as well, they set their tongues in motion to hymn the God of all. In this way that divine high priest also destroyed the other temples. Although I have many other accounts about this man, and exceedingly wonderful ones (for he corresponded with the victorious martyrs and received their replies, and in the end he himself also bound on the crown of the martyrs), I shrink from recording these things now, lest by being too long-winded I weary those who will encounter the work. I shall therefore turn to another narrative. That far-famed Athanasius was succeeded by the wonderful Peter, Peter by Timothy, and Timothy by Theophilus, a man sharp in mind and courageous in spirit. He freed the city of Alexander from the error of idolatry. For he not only tore up the temples of the idols from their foundations, but also exposed to the deceived the contrivances of the deceiving priests. For they fashioned the things made of bronze and of wood hollow within
ξόανα καὶ τοῖς τοίχοις τὰ τούτων προσαρμόζοντες νῶτα, πόρους τινὰς ἀφανεῖς ἐν τοῖς τοίχοις ἠφίεσαν. εἶτα διὰ τῶν ἀδύτων ἀνιόντες καὶ εἴσω τῶν ξοάνων γιγνόμενοι, ἅπερ ἐβούλοντο διὰ τούτων ἐκέλευον· φενακιζόμενοι δὲ οἱ ἐπαΐοντες ἔδρων τὸ κελευόμενον. ταῦτα ὁ σοφώτατος καταλύων ἀρχιερεὺς τοῖς ἐξαπατηθεῖσιν ὑπέδειξε δήμοις. Εἰς δὲ τὸν τοῦ Σαράπιδος νεὼν ἀναβάς (τῶν δὲ πανταχοῦ γῆς καθὰ φασί τινες μέγιστός τε οὗτος καὶ κάλλιστος), εἶδε τὸ ξόανον παμμέγεθες καὶ τῷ μεγέθει τοὺς θεατὰς δεδιττόμενον. πρὸς δὲ τῷ μεγέθει καὶ λόγος κατεῖχεν ἀπατηλός, ὡς εἴ τις τούτῳ πελάσοι, κλονηθήσεται μὲν ἡ γῆ, πανωλεθρία δὲ ἅπαντας καταλήψεται. ἀλλὰ τούτους μὲν τοὺς λόγους γραϊδίων μεθυόντων νομίσας εἶναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας, ἐκέλευσέ τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν. ἐκείνου δὲ παίσαντος, ἐβόησαν μὲν ἅπαντες τὸ θρυλούμενον δείσαντες· ὁ δὲ Σάραπις δεξάμενος τὴν πληγὴν οὔτε ἤλγησε (ξύλινος γὰρ ἦν), οὔτε φωνὴν ἀφῆκεν, ἄψυχος ὤν. ἐπειδὴ δὲ τὴν κεφαλὴν ἀφῃρέθη, μύες ἀγεληδὸν ἐξέδραμον ἔνδοθεν· μυῶν γὰρ οἰκητήριον ἦν ὁ Αἰγυπτίων θεός. εἰς μικρὰ δὲ αὐτὸν διελόντες τὰ μὲν παρέδοσαν τῷ πυρί, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεως ἔσυρον, τῶν προσκυνούντων ὁρώντων καὶ τοῦ παρ' αὐτῶν προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων. οὕτω δὴ τὰ πανταχοῦ γῆς καὶ θαλάττης τῶν δαιμόνων κατελύθη τεμένη. Ἐν Ἀντιοχείᾳ δὲ Μελετίου τοῦ μεγάλου τὴν προεδρίαν Φλαβιανὸς διεδέξατο, ὁ σὺν Διοδώρῳ τοὺς πολλοὺς ἐκείνους ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ὑπομείνας ἀγῶνας.
They fitted the backs of these wooden statues to the walls and left certain unseen passages in the walls. Then, going up through the inner sanctuaries and getting inside the statues, they commanded through them whatever they wished; and the listeners, being deceived, did what was commanded. The most wise high priest, destroying these things, exposed them to the peoples who had been deceived. And going up into the temple of Serapis (and this, as some say, was the greatest and most beautiful of all those throughout the world), he saw the wooden statue, enormous and terrifying its viewers by its size. And besides its size, a deceptive report prevailed, that if anyone should approach it, the earth would be shaken, and utter destruction would seize everyone. But considering these reports to be the drivel of drunken old women, and despising its size as lifeless, he ordered someone who had an axe to strike Sarapis eagerly. And when that man struck, all cried out the oft-repeated saying in fear; but Sarapis, receiving the blow, neither felt pain (for it was wooden), nor uttered a sound, being lifeless. And when its head was removed, mice ran out from within in droves; for the god of the Egyptians was a dwelling-place of mice. And cutting it into small pieces, they delivered some to the fire, and dragged the head through the whole city, while the worshippers looked on and mocked the weakness of the one worshipped by them. Thus indeed the shrines of the demons throughout the whole earth and sea were destroyed. And in Antioch, Flavian succeeded the great Meletius in the presidency, he who, together with Diodore, endured those many struggles for the salvation of the sheep.
ἐβουλήθη μὲν γὰρ ὁ Παυλῖνος τὴν τῆς ἐκκλησίας ἡγεμονίαν λαβεῖν, ὁ δὲ τῶν ἱερέων ἀντεῖπε χορός, οὐ χρῆναι λέγων τὸν Μελετίου τὰς συμβουλὰς μὴ δεξάμενον μετὰ τὴν ἐκείνου τελευτὴν τὸν ἐκείνου θρόνον λαβεῖν· "ἀλλὰ τὸν πολλοῖς λαμπρυνόμενον πόνοις καὶ ἐπὶ πλεῖστον ὑπὲρ τῶν προβάτων προκινδυνεύσαντα, προσήκει γενέσθαι ποιμένα". Τοῦτο καὶ Ῥωμαίοις καὶ Αἰγυπτίοις δυσμένειαν πρὸς τὴν Ἑῴαν μακροτάτην εἰργάσατο· οὐδὲ γὰρ τῷ Παυλίνου θανάτῳ συγκατελύθη τὸ ἔχθος, ἀλλὰ καὶ μετ' ἐκεῖνον Εὐαγρίου τὸν ἐκείνου παρειληφότος θρόνον διέμειναν τῷ μεγάλῳ Φλαβιανῷ χαλεπαίνοντες, καὶ ταῦτα τοῦ Εὐαγρίου παρὰ τὸν ἐκκλησιαστικὸν προβεβλημένου θεσμόν. μόνος γὰρ αὐτὸν ὁ Παυλῖνος προὐβάλετο, πολλοὺς κανόνας κατὰ ταὐτὸν παραβάς. οὔτε γὰρ ἀνθ' ἑαυτοῦ τῷ τελευτῶντι χειροτονεῖν ἐπι τρέπουσι, καὶ πάντας συγκαλεῖσθαι τῆς ἐπαρχίας τοὺς ἐπισκόπους κελεύουσι, καὶ αὖ πάλιν δίχα τριῶν ἐπισκόπων ἐπισκόπου χειροτονίαν ἀπαγορεύουσι γίγνεσθαι. ἀλλ' ὅμως τούτων οὐδὲν εἰδέναι θελήσαντες τὴν Εὐαγρίου μὲν κοινωνίαν ἠσπάζοντο, κατὰ Φλαβιανοῦ δὲ τὰς βασιλικὰς ἐκίνησαν ἀκοάς. Ἐνοχληθεὶς γὰρ πολλάκις ἤγαγέ τε αὐτὸν εἰς τὴν Κωνσταντινούπολιν καὶ καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσεν· ὁ δὲ Φλαβιανὸς χειμῶνά τε εἶναι φήσας καὶ ὑποσχόμενος τοῦ ἀέρος ὑπολάμποντος τὸ προστεταγμένον πληρώσειν ἐπανῆκεν εἰς τὴν πατρίδα.
Paulinus wished to receive the leadership of the church, but the chorus of priests opposed him, saying that he who had not accepted the counsels of Meletius ought not to receive that man's throne after his death; "rather, it is fitting that he who is adorned with many labors and has stood in danger on behalf of the sheep for the longest time should become shepherd." This created a very long-lasting ill will among the Romans and Egyptians toward the East; for the hatred was not dissolved even by the death of Paulinus, but even after him, when Evagrius had received that man's throne, they continued to be hostile to the great Flavian, and this even though Evagrius had been appointed contrary to the ecclesiastical ordinance. For Paulinus alone appointed him, transgressing many canons at the same time. For they do not permit one who is dying to ordain a successor in his own place, and they command all the bishops of the province to be summoned, and again they forbid a bishop's ordination to take place apart from three bishops. But nevertheless, wishing to know none of these things, they embraced communion with Evagrius, and against Flavian they stirred the ears of the emperor. For being troubled many times, he brought him to Constantinople and ordered him to proceed to Rome; but Flavian, saying that it was winter and promising to fulfill the command when the air was bright, returned to his homeland.
ἐπεὶ δὲ οἱ τῆς Ῥώμης ἐπίσκοποι (οὐ γὰρ μόνον ὁ θαυμάσιος Δάμασος ἀλλὰ καὶ ὁ μετ' ἐκεῖνον Σιρίκιος καὶ Ἀναστάσιος ὁ Σιρικίου διάδοχος) σφοδρότερον τοῦ εὐσεβοῦς βασιλέως καθήψαντο, τοὺς μὲν οἰκείους αὐτὸν φήσαντες καταλύειν τυράννους, τοὺς δὲ κατὰ τῶν Χριστοῦ νόμων θρασυνομένους ἐπὶ τῆς τυραννίδος ἐᾶν, πάλιν αὐτὸν μεταπεμψάμενος ἀπαίρειν εἰς τὴν Ῥώμην ἠνάγκαζε. τότε Φλαβιανὸς ὁ σοφώτατος τῇ ἀξιεπαίνῳ παρρησίᾳ χρησάμενος ἔφη· "εἰ μὲν τῆς πίστεως, ὦ βασιλεῦ, τῆς ἐμῆς ὡς οὐκ ὀρθῆς κατηγοροῦσί τινες ἢ τὸν βίον φασὶν ἱερωσύνης ἀνάξιον, καὶ αὐτοῖς χρήσομαι τοῖς κατηγόροις κριταῖς καὶ τὴν παρ' ἐκείνων ἐκφερομένην ἀγαπήσω ψῆφον· εἰ δὲ περὶ θρόνου καὶ προεδρίας ζυγομαχοῦσιν, οὔτε δικάσομαι οὔτε τοῖς λαβεῖν βουλομένοις ἀντιμαχέσομαι, ἀλλ' ἐκστήσομαι καὶ τῆς προεδρίας ἀφέξομαι. τοιγάρτοι δὸς ᾧ βούλει τὸν Ἀντιοχέων θρόνον, ὦ βασιλεῦ". ταύ την αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν σοφίαν θαυμάσας ὁ βασιλεὺς τὴν ἐνεγκοῦσαν καταλαβεῖν καὶ τὴν
But when the bishops of Rome—not only the admirable Damasus but also Siricius who came after him and Anastasius the successor of Siricius—had more vehemently attacked the pious emperor, saying that he was overthrowing his own tyrants while allowing those who raged against the laws of Christ to continue in their tyranny, he again summoned him and compelled him to depart for Rome. Then Flavian, the most wise, employing praiseworthy boldness, said: "If, O emperor, some accuse my faith as not orthodox, or say my life is unworthy of the priesthood, I will use those accusers themselves as judges and will welcome the vote they cast; but if they are fighting over a throne and precedence, I will neither go to law nor struggle against those who wish to take it, but I will step aside and withdraw from the precedence. Therefore give the throne of the Antiochenes to whomever you wish, O emperor." The emperor, marveling at his courage and wisdom,
ἐγχειρισθεῖσαν ποιμαίνειν ἐκκλησίαν ἐκέλευσε. Χρόνου δὲ συχνοῦ διελθόντος εἰς τὴν Ῥωμαίων ἀφικόμενος πόλιν ὁ βασιλεὺς τὰς αὐτὰς πάλιν ὑπὸ τῶν ἐπισκόπων κατηγορίας ὑπέμεινεν, ὡς τὴν Φλαβιανοῦ τυραννίδα μὴ καταλύων. ὁ δὲ λέγειν αὐτοὺς ἐκέλευσε τῆς τυραννίδος τὸ εἶδος, αὐτὸς εἶναι Φλαβιανὸς λέγων καὶ ἐκείνου σύνδικος προβεβλῆσθαι. ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάζεσθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς ἐκκλησίας συνάψαι καὶ διαλῦσαι τὴν ἔριν καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν· "Παυ λῖνός τε γὰρ ἐτελεύτησε πάλαι καὶ Εὐάγριος οὐκ ἐννόμως προβέβληται, καὶ τῆς Ἑῴας αἱ ἐκκλησίαι τῆς Φλαβιανοῦ προεδρίας ἀντέχονται. πρὸς δὲ τῇ Ἑῴᾳ καὶ τὴν Ἀσιανὴν ἅπασαν καὶ τὴν Ποντικὴν καὶ μέντοι καὶ τὴν Θρᾳκικὴν κοινωνούσας ἔχει καὶ συνημμένας· καὶ τὸ Ἰλλυρικὸν δὲ ἅπαν ἐκεῖνον οἶδε τῶν κατὰ τὴν Ἀνατολὴν ἐπισκόπων ἡγούμενον". ταύταις εἴξαντες ταῖς παραινέσεσιν οἱ τῆς Ἑσπέρας ἐπίσκοποι καταλύσειν ὑπέσχοντο τὴν δυσμένειαν καὶ τοὺς πεμφθησομένους δέξασθαι πρεσβευτάς. Τοῦτο μαθὼν ὁ θεῖος Φλαβιανὸς ἀπέστειλεν εἰς τὴν Ῥώμην καὶ τῶν ἀξιεπαίνων ἐπισκόπων τινὰς καὶ τῶν Ἀντιοχείας πρεσβυτέρων καὶ διακόνων· ἡγεῖτο δὲ πάντων Ἀκάκιος, ὁ Βεροίας μὲν τῆς ἐν Συρίᾳ πόλεως τὴν ἐκκλησίαν ποιμαίνειν λαχών, πανταχοῦ δὲ γῆς καὶ θαλάττης ᾀδόμενος. οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, τὴν μακρὰν καταλύσας δυσμένειαν δι' ἑπτακαίδεκα ἐτῶν, ταῖς ἐκκλη σίαις ἐπρυτάνευσε τὴν εἰρήνην. τοῦτο δὲ γνόντες οἱ Αἰγύπτιοι τὴν ἀπέχθειαν σβέσαντες ἠσπάσαντο τὴν ὁμόνοιαν.
He ordered him to shepherd the church that had been entrusted to him. But after a considerable time had passed, when the emperor arrived in the city of the Romans, he again endured the same accusations from the bishops, that he was not putting down the tyranny of Flavianus. And he ordered them to state the form of the tyranny, saying that he himself was Flavianus and had been appointed as that man's advocate. But when they said that they could not be judged by the emperor, he advised them thenceforth to join the churches in concord and to dissolve the strife and quench the unprofitable contentiousness: "For Paulinus died long ago, and Evagrius has not been lawfully appointed, and the churches of the East hold to the presidency of Flavianus. And besides the East, he also has all Asia and Pontus and indeed Thrace in communion and united with him; and all Illyricum knows him as leader of the bishops in the East." Yielding to these exhortations, the bishops of the West promised to put an end to their hostility and to receive the envoys who would be sent. Learning this, the divine Flavianus sent to Rome both some of the praiseworthy bishops and some of the presbyters and deacons of Antioch. Acacius led them all, who had obtained by lot the shepherding of the church of Beroea, a city in Syria, and was celebrated throughout all land and sea. Having arrived in Rome with the others, he put an end to the long hostility of seventeen years and presided over peace for the churches. And when the Egyptians learned this, they quenched their enmity and embraced concord.
ἡγεῖτο δὲ τηνικαῦτα τῆς μὲν Ῥωμαίων ἐκκλησίας Ἰννοκέντιος, διαδεξάμενος Ἀναστάσιον,ἀνὴρ ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενος· τῆς δὲ Ἀλεξανδρέων Θεόφιλος, οὗ καὶ πρόσθεν ἐμνήσθην. τὴν μὲν οὖν τῶν ἐκκλησιῶν εἰρήνην τοῦτον τὸν τρόπον ὁ πιστότατος ἐπρυτάνευσε βασιλεύς. Πρὸ δὲ τῆς γεγενημένης εἰρήνης, τήν τε Βαλεντινιανοῦ τελευ τὴν καὶ τὴν Εὐγενίου τυραννίδα μαθὼν εἰς τὴν Εὐρώπην ἐστρά τευσε. κατ' ἐκεῖνον δὲ τὸν χρόνον ἦν τις Ἰωάννης ἐν Αἰγύπτῳ τὴν ἀσκητικὴν ἀσπαζόμενος πολιτείαν. οὗτος πνευματικῆς μεταλαχὼν χάριτος πολλὰ τοῖς πυνθανομένοις προὔλεγε τῶν ἐσομένων. πρὸς τοῦτον ὁ φιλόχριστος ἀπέστειλεν βασιλεύς, εἰ πολεμητέον τοῖς τυράν νοις μαθεῖν ἐφιέμενος. καὶ ἐπὶ μὲν τοῦ προτέρου πολέμου τὴν ἀναι μωτὶ γενομένην προηγόρευσε νίκην, ἐπὶ δὲ τοῦ δευτέρου μετὰ πολὺν φόνον νικήσειν τὸν βασιλέα προείρηκε. Μετὰ τοιαύτης ἐλπίδος στρατεύσας ὁ βασιλεὺς πολλοὺς μὲν τῶν ἐναντίων παραταττόμενος κατηκόντισε, πολλοὺς δὲ τῶν ἐπικουρούντων αὐτῷ βαρβάρων ἀπέβαλε. τῶν δὲ στρατηγῶν ὀλίγους εἶναι τοὺς συμπαραταττομένους φησάντων καὶ ἀνακωχήν τινα δοῦναι τῷ πολέμῳ συμβουλευσάντων, ὥστε τοῦ ἦρος ἀρχομένου στρατιὰν συναγεῖραι καὶ τῷ πλήθει περιγενέσθαι τῶν δυσμενῶν, οὐκ ἐδέξατο τὴν εἰσήγησιν ὁ πιστότατος βασιλεύς. οὐ γὰρ ἔφη χρῆναι τοσαύτην μὲν ἀσθένειαν τοῦ σωτηρίου κατηγορῆσαι σταυροῦ, τοσαύτην δὲ προσμαρτυρῆσαι δύναμιν τῇ τοῦ Ἡρακλέους εἰκόνι· "ταύτης μὲν γὰρ ὁ σταυρὸς ἡγεῖται τῆς στρατιᾶς· τῆς δὲ τῶν ἀντιπάλων ἐκείνη".
At that time Innocent presided over the church of the Romans, having succeeded Anastasius, a man adorned with keenness of mind and understanding; and Theophilus over that of the Alexandrians, whom I mentioned also earlier. In this way, then, the most faithful emperor presided over the peace of the churches. But before the peace that came about, having learned of the death of Valentinian and the tyranny of Eugenius, he marched into Europe. At that time there was a certain John in Egypt who embraced the ascetic life. He, having partaken of spiritual grace, foretold many future things to those who inquired. To him the Christ-loving emperor sent, desiring to learn whether he should make war against the tyrants. And in the case of the former war he foretold the victory that would come about without bloodshed, and in the case of the second he predicted that the emperor would conquer after much slaughter. Having marched with such hope, the emperor, drawing up his line, struck down many of the enemy, but also lost many of the barbarians who were aiding him. And when his generals said that those arrayed alongside them were few and advised granting some respite to the war, so that at the beginning of spring they might gather an army and prevail over the enemy by numbers, the most faithful emperor did not accept the suggestion. For he said it was not right to accuse the saving cross of such weakness, and to attest such power to the image of Heracles; "for the cross leads this army, while that one leads the army of the adversaries.
τούτων οὕτω πιστῶς εἰρημένων καὶ τῆς ὑπολειφθείσης στρατιᾶς ὀλίγης τε οὔσης καὶ λίαν ἀθυμούσης, εὑρὼν οἰκίσκον εὐκτήριον ἐν τῇ τοῦ ὄρους ἀκρωνυχίᾳ ἐν ᾧ τὸ στρατόπεδον ἦν, πάννυχος διετέλεσε τὸν τῶν ὅλων δεσπότην ἀντιβολῶν. Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς ἐνίκησε μὲν ὁ ὕπνος τὴν γνώμην. ἐπὶ δὲ τοῦ δαπέδου χοῦ κείμενος ὁρᾶν ἐδόκει δύο τινὰς λευχειμονοῦντας ἄνδρας ἐφ' ἵππων ὀχουμένους λευκῶν, οἳ θαρρεῖν τε ἐκέλευον καὶ τὸ δέος ἐξελάσαι καὶ ὑπὸ τὴν ἕω καθοπλίσαι καὶ τάξαι τὴν στρατιὰν εἰς παράταξιν· ἐπίκουροι γὰρ ἔλεγον ἀπεστάλθαι καὶ πρόμαχοι. καὶ ὁ μὲν Ἰωάννην ἑαυτὸν ἔλεγεν εἶναι τὸν εὐαγγελιστήν, ὁ δὲ Φίλιππον τὸν ἀπόστολον. ταύτην ἰδὼν τὴν ὄψιν ὁ βασιλεὺς οὐκ ἔληξε τῆς ἱκετείας, ἀλλὰ μετὰ πλείονος ταύτην προθυμίας προσέφερε. τοῦτο καὶ στρατιώτης τις θεασάμενος δεδήλωκε τῷ λοχαγῷ, ἐκεῖνος δὲ τοῦτον πρὸς τὸν χιλίαρχον ἤγαγεν, ὁ δὲ χιλίαρχος ἀνήγαγεν τῷ στρατηγῷ, ὁ δὲ
στρατηγὸς καινόν τι μηνύειν ὑπολαβὼν ἀπήγγειλε ταῦτα τῷ βασιλεῖ. ὁ δέ· "οὐκ ἐμοῦ ἕνεκα", ἔφη, "ταῦτα οὗτος τε θέαται· ἐγὼ γὰρ τοῖς τὴν νίκην ὑπεσχημένοις πεπίστευκα. ἀλλ' ἵνα μή τις ὑπολάβῃ με ὡς τῆς παρατάξεως ὀριγνώμενον πλάσαι τὴν ὄψιν, καὶ τούτῳ ταῦτα μεμήνυκεν ὁ τῆς ἐμῆς βασιλείας ἐπίκουρος, ἵνα μάρτυς ἀξιόχρεως γένηται τῆς ἐμῆς διηγήσεως· πρώτῳ γὰρ ἐμοὶ ταύ την ὁ κοινὸς δεσπότης τὴν ὄψιν ὑπέδειξεν. ἀποσκευασάμενοι δὴ οὖν τὸ δέος τοῖς προμάχοις καὶ πολεμάρχοις ἑπώμεθα, καὶ μηδεὶς τῷ πλήθει τῶν πολεμούντων σταθμάσθω τὴν νίκην, ἀλλὰ τῶν ἡγου μένων λογιζέσθω ἕκαστος τὴν δύναμιν".
These things having been said with such faithfulness, and the remaining army being both small and greatly disheartened, he found a small house of prayer on the peak of the mountain where the camp was, and spent the whole night entreating the Master of all. But around the crowing of the cocks, sleep overcame his mind. And lying on the ground on a heap of earth, he seemed to see two men clothed in white, riding on white horses, who commanded him to take courage and drive out fear, and at dawn to arm the army and draw it up in battle order; for, they said, helpers and champions had been sent. And one said that he himself was John the Evangelist, and the other Philip the Apostle. The emperor, having seen this vision, did not cease from his supplication, but offered it with greater eagerness. A certain soldier also, having beheld this, made it known to the captain, and he led him to the tribune, and the tribune brought him up to the general, and the general, supposing that he was reporting something strange, announced these things to the emperor. And he said, "It is not for my sake that this man has seen these things; for I have believed those who promised the victory. But so that no one may suppose that I fabricated the vision out of a desire for battle, the helper of my kingdom has also disclosed these things to this man, so that he may become a trustworthy witness of my account; for the common Master showed this vision to me first. Having therefore put aside fear, let us follow the champions and commanders, and let no one measure the victory by the multitude of the enemy, but let each reckon the power of the leaders.
ταῦτα καὶ τοῖς στρατιώταις εἰπὼν καὶ ταύτῃ ἅπαντας προθυμίας ἐμπλήσας ἐκ τῆς τοῦ ὄρους κατήγαγε κορυφῆς. ὁ δὲ τύραννος, πόρρωθεν ἰδὼν τοὺς στρατιώτας πολεμησείοντας, καθώπλισε τὴν στρατιὰν καὶ εἰς παράταξιν ἔταξεν. αὐτὸς δὲ ἐπί τινος γηλόφου μείνας θανατᾶν τε ἔφη τὸν βασιλέα καὶ τῆς παρούσης ἀπαλλαξείοντα βιοτῆς παρατάττεσθαι· καὶ τοῖς στρατηγοῖς ἐκέλευσε ζῶντά οἱ τοῦτον καὶ πεπεδημένον προσαγαγεῖν. Ἐπειδὴ δὲ αἱ φάλαγγες ἔστησαν, πολλαπλάσιον μὲν ἦν τῶν πολε μίων τὸ πλῆθος, εὐαρίθμητον δὲ κομιδῇ τὸ τῷ βασιλεῖ συντεταγμένον. ἀρξαμένων δὲ καὶ τούτων κἀκείνων ἀφιέναι τὰ βέλη, ἔδειξαν ἀληθεῖς τὰς ὑποσχέσεις οἱ πρόμαχοι. πνεῦμα γὰρ βίαιον ἀντιπρόσωπον τῶν πολεμίων φερόμενον τοὺς μὲν ἐκείνων ὀϊστοὺς ἀπέστρεφε καὶ τὰ πελτὰ καὶ τὰ δόρατα καὶ πᾶν βέλος αὐτοῖς ἄχρηστον ἦν, καὶ οὔτε ὁπλίτης οὔτε τοξότης οὔτε πελταστὴς πημαίνειν τὴν τοῦ βασι λέως ἠδύνατο στρατιάν. καὶ μέντοι καὶ κόνις ὅτι μάλιστα πλείστη κατὰ τῶν προσώπων φερομένη μύειν τὰ βλέφαρα καὶ ταῖς κόραις ἐπαμύνειν πολεμουμέναις ἠνάγκαζεν. οἱ δὲ τοῦ βασιλέως στρατιῶται, λώβην οὐδεμίαν ἐκ τῆς καταιγίδος ἐκείνης δεξάμενοι, θαρραλέως τοὺς πολεμίους κατέκτεινον. οἱ δὲ ταῦτα ὁρῶντες καὶ τὴν θείαν ἐπιγνόντες ἐπικουρίαν, τὰ ὅπλα ῥίψαντες, φειδοῦς παρὰ τοῦ βασιλέως τυχεῖν ἠντιβόλουν. ὁ δὲ καὶ εἶξε καὶ οἴκτου μετέδωκεν, ἀγαγεῖν δὲ αὐτοὺς τὸν τύραννον κατὰ τάχος ἐκέλευσεν. οἱ δὲ θέοντες ἀνέβησαν εἰς τὸν λόφον οὗ καθήμενος ἐκεῖνος ἠγνόει τὰ δρώμενα.
Having said these things also to the soldiers and having filled them all with eagerness in this way, he led them down from the peak of the mountain. But the tyrant, seeing the soldiers from afar eager for battle, armed his army and drew it up in battle order. He himself, remaining on a certain hill, said that the king was doomed and that they were drawing up for battle to be delivered from the present life; and he ordered his generals to bring this man to him alive and in chains. When the battle lines stood, the multitude of the enemy was many times greater, but that arrayed with the king was very easily numbered. And when both these and those began to let fly their arrows, the front-rankers showed their promises true. For a violent wind, borne head-on against the enemy, turned back their arrows, and their shields and spears and every missile were useless to them, and neither heavy-armed soldier nor archer nor light-armed soldier was able to harm the king's army. And indeed also very abundant dust, borne against their faces, forced their eyelids to close and compelled them to defend their eyes as they were assailed. But the king's soldiers, having received no injury from that storm, boldly kept killing the enemy. And they, seeing these things and recognizing the divine assistance, threw down their weapons and begged to obtain mercy from the king. And he both yielded and granted compassion, and ordered them to bring the tyrant quickly. And they, running, went up to the hill where that man was sitting, ignorant of what was being done.
ὁ δὲ πνευστιῶντας ἰδὼν καὶ τῷ ἄσθματι μηνύοντας τὴν σπουδήν, νίκης ἀγγέλους ὑπέλαβε, καὶ ἤρετο εἰ καὶ Θεοδόσιον πεπεδημένον ὡς προσετάχθησαν ἤγαγον. οἱ δέ· "οὐκ ἐκεῖνον", ἔφησαν, "σοὶ προσάγομεν, ἀλλὰ σὲ πρὸς ἐκεῖνον ἀπάγομεν· τοῦτο γὰρ ὁ τοῦ παντὸς προσέταξε πρύτανις". ταῦτα λέγοντες ἐξανέστησάν τε ἐκ τοῦ δίφρου καὶ τὰ δεσμὰ ἐπιθέντες πεπεδημένον ἀπήγαγον καὶ προσήγαγον δορυάλωτον τὸν πρὸ βραχέως μεγαλαυχούμενον. ὁ δὲ βασιλεὺς τῶν τε εἰς Βαλεντινιανὸν πλημμεληθέντων ἀνέμνησε καὶ τῆς παρανόμου τυραννίδος καὶ τῶν κατὰ τῆς ἐννόμου βασιλείας πολέμων· ἐκωμῴδησε δὲ καὶ τὴν Ἡρακλέους εἰκόνα καὶ τὸ μάταιον δι' ἐκείνην γενόμενον θράσος. καὶ τότε δικαίαν καὶ ἔννομον ἐξήνεγκε τῆς κατ' αὐτοῦ τιμωρίας τὴν ψῆφον. τοιοῦτος ἦν ἐκεῖνος καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ, ἀεὶ μὲν τὴν θείαν ἐπικουρίαν αἰτῶν, ἀεὶ δὲ ταύτης μεταλαγχάνων. Μετὰ τήνδε τὴν νίκην ἀρρωστήσας τοῖς υἱέσι τὴν βασιλείαν διένειμε. καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ δὲ νεωτέρῳ τῆς Εὐρώπης τὰ σκῆπτρα· τὴν εὐσέβειαν δὲ τελείαν καὶ τοῦτον ἔχειν κἀκεῖνον παρῄνεσε. "διὰ ταύτης γάρ", ἔφη, "καὶ εἰρήνη φυλάττεται καὶ πόλεμος καταλύεται καὶ πολέμιοι τρέπονται καὶ ἀνίσταται τρόπαια καὶ νίκη βραβεύεται". ἐκεῖνος μὲν οὖν ταῦτα τοῖς παισὶ παραινέσας ἐτελεύτησεν, ἀείμνηστον κλέος καταλιπών· οἱ δὲ τῆς βασιλείας διάδοχοι καὶ τῆς εὐσεβείας ἐγένοντο κληρονόμοι. Ὀνώριος μὲν γὰρ ὁ τῆς Εὐρώπης τὴν βασιλείαν δεξάμενος τὰς ἐν Ῥώμῃ πάλαι γιγνομένας μονομαχίας κατέλυσεν, ἀφορμὴν τοιάνδε λαβών.
But he, seeing them panting and revealing their eagerness by their breathing, took them to be messengers of victory, and asked whether they had also brought Theodosius in chains as they had been ordered. But they said, "We do not bring that man to you, but we bring you to him; for this the president of the universe has commanded." Saying these things, they rose him from his chariot and, putting the bonds on him, led him away in chains and brought him as a captive taken by the spear, the man who shortly before had been so greatly boasting. And the king reminded him of the wrongs committed against Valentinian and of the lawless tyranny and of the wars against the lawful kingdom; he also mocked the image of Heracles and the vain boldness that had come about because of it. And then he brought forth a just and lawful vote of punishment against him. Such was that man both in peace and in war, always asking for divine assistance, and always partaking of it. After this victory, having fallen ill, he divided the kingdom among his sons. And to the elder he gave his own dominion, and to the younger the scepters of Europe; and he exhorted both this one and that one to hold perfect piety. "For through this," he said, "both peace is preserved and war is brought to an end, and enemies are turned back, and trophies are set up, and victory is awarded." He, then, having exhorted his children with these things, died, leaving behind a fame ever to be remembered; and they became successors of the kingdom and heirs of piety. For Honorius, having received the kingdom of Europe, abolished the gladiatorial combats that had long been taking place in Rome, having taken the following occasion.
Τηλεμάχιός τις ἦν τὸν ἀσκητικὸν ἀσπαζόμενος βίον. οὗτος ἀπὸ τῆς Ἑῴας ἀπάρας καὶ τούτου χάριν τὴν Ῥώμην καταλαβών, τῆς μυσαρᾶς ἐκείνης ἐπιτελουμένης θέας εἰσελήλυθε καὶ αὐτὸς εἰς τὸ στάδιον, καὶ καταβὰς παύειν ἐπειρᾶτο τοὺς κατ'
ἀλλήλων κεχρημένους τοῖς ὅπλοις. τῆς δὲ μιαιφονίας οἱ θεαταὶ χαλεπήναντες καὶ τοῦ τοῖς αἵμασιν ἐκείνοις ἐπιτερπομένου δαίμονος εἰσδεξάμενοι τὴν βακχείαν, κατέλευσαν τῆς εἰρήνης τὸν πρύτανιν. τοῦτο μαθὼν ὁ θαυμαστὸς βασιλεὺς τὸν μὲν τοῖς νικηφόροις συνηρίθμησε μάρτυσι, τὴν δὲ πονηρὰν ἐκείνην ἔπαυσε θεωρίαν. Ἐν δὲ Κωνσταντινουπόλει Νεκταρίου τελευτήσαντος ὃς τὴν ἐκ κλησίαν ἐκείνην ἐποίμαινεν, Ἀρκάδιος ὁ ταύτην ἰθύνειν τὴν βασιλείαν λαχών, μαθὼν Ἰωάννην τὸν μέγαν τῆς οἰκουμένης φωστῆρα ἐν Ἀντιοχείᾳ τῷ τῶν πρεσβυτέρων ἐγκατειλέχθαι χορῷ, ἤγαγέ τε καὶ τοῖς συνειλεγμένοις ἐπισκόποις αὐτὸν τῇ θείᾳ προσαγαγεῖν παρηγ γύησε χάριτι καὶ τῆς μεγίστης ἐκείνης πόλεως ἀποφῆναι ποιμένα. ἱκανὸν δὲ τοῦτο καὶ μόνον δηλῶσαι τοῦ βασιλέως τὴν περὶ τὰ θεῖα σπουδήν. Κατὰ τοῦτον τὸν χρόνον Ἀντιοχείας μὲν ὁ θεῖος ἡγεῖτο Φλαβιανός, Λαοδικείας δὲ Ἐλπίδιος, τοῦ μεγάλου Μελετίου γενόμενος σύσκηνος καὶ τὴν ἐκείνου πολιτείαν ἐκμαξάμενος μᾶλλον ἢ ὁ κηρὸς τῶν δακτυλίων τοὺς τύπους (οὗτος μὲν οὖν τὸν μέγαν Πελάγιον διεδέξατο, τὸν δὲ θεῖον Μάρκελλον Ἀγαπητὸς ὁ πανεύφημος, ὃν ἐν ταῖς ἀσκητικαῖς παλαίστραις διαπρέπειν ἔφην κατὰ τὸν τῆς αἱρετικῆς ζάλης καιρόν), Σελευκείας δὲ τῆς πρὸς τῷ Ταύρῳ Μάξιμος, Ἰωάννου τοῦ πάνυ συμφοιτητής, καὶ Θεόδωρος τῆς Μοψουεστίας.
There was a certain Telemachus who embraced the ascetic life. He set out from the East and for this purpose reached Rome, and when that abominable spectacle was being performed, he too entered the stadium, and going down he tried to stop those who were using their weapons against one another. But the spectators, angered at the bloodshed and having received the frenzy of that demon who delighted in those bloods, stoned the champion of peace. When the wondrous emperor learned of this, he numbered him among the victorious martyrs and put an end to that wicked spectacle. In Constantinople, when Nectarius, who had shepherded that church, died, Arcadius, who had obtained the lot of directing that empire, learning that John, the great luminary of the world, had been enrolled in the company of the presbyters in Antioch, brought him and urged the assembled bishops to present him to the divine grace and to appoint him shepherd of that greatest city. This alone is sufficient to make clear the emperor's zeal for things divine. At this time, the divine Flavian presided over Antioch, and Elpidius over Laodicea, having been a companion of the great Meletius and having imitated that man's conduct more than wax takes the impressions of rings (he succeeded the great Pelagius, and the all-praised Agapetus succeeded the divine Marcellus, whom I said shone in the ascetic contests at the time of the heretical storm), and Maximus over Seleucia by the Taurus, a fellow-student of the great John, and Theodore over Mopsuestia.
ἄμφω δὲ καὶ διδασκάλω ἤστην λαμπρώ. διέλαμπε δὲ συνέσει τε καὶ βίῳ ὁ θεῖος Ἀκάκιος, ἰθύνων τὴν Βέροιαν· Λεόντιος δὲ τὸ Γαλατῶν ἐποίμαινεν ἔθνος, πολλοῖς εἴδεσιν ἀρετῆς λαμπρυνόμενος. Ὁ δὲ μέγας Ἰωάννης τοὺς τῆς ἐκκλησίας δεξάμενος οἴακας τάς τε παρά τινων γιγνομένας ἀδικίας σὺν παρρησίᾳ διήλεγχε, καὶ βασιλεῖ καὶ βασιλίδι παρῄνει τὰ πρόσφορα, καὶ τοὺς ἱερέας ἠξίου κατὰ τοὺς κειμένους πολιτεύεσθαι νόμους, τοὺς δὲ τούτους παραβαίνειν τολ μῶντας ἐπιβαίνειν τῶν ἀνακτόρων ἐκώλυεν, οὐ χρῆναι λέγων τῆς μὲν τῶν ἱερέων ἀπολαύειν τιμῆς, τὴν δὲ τῶν ἀληθινῶν ἱερέων μὴ ζηλοῦν βιοτήν. καὶ ταύτην ἐποιεῖτο τὴν προμήθειαν οὐ μόνον ἐκείνης τῆς πόλεως, ἀλλὰ καὶ τῆς Θρᾴκης ἁπάσης (εἰς ἓξ δὲ αὕτη ἡγεμονίας διῄρηται) καὶ τῆς Ἀσίας ὅλης (ὑπὸ ἕνδεκα δὲ καὶ αὕτη ἀρχόντων ἰθύνεται). καὶ μέντοι καὶ τὴν Ποντικὴν τούτοις κατεκόσμει τοῖς νόμοις· ἰσαρίθμους δὲ καὶ αὕτη ἔχει τῇ Ἀσίᾳ τοὺς ἡγουμένους. Μαθὼν δὲ τὴν Φοινίκην ἔτι περὶ τὰς τῶν δαιμόνων τελετὰς μεμηνέναι, ἀσκητὰς μὲν ζήλῳ θείῳ πυρπολουμένους συνέλεξε, νόμοις δὲ αὐτοὺς ὁπλίσας βασιλικοῖς κατὰ τῶν εἰδωλικῶν ἐξέπεμψε τεμενῶν. τὰ δὲ τοῖς καταλύουσι τεχνίταις καὶ τοῖς τούτων ὑπουργοῖς χορη γούμενα χρήματα οὐκ ἐκ ταμιείων βασιλικῶν λαμβάνων ἀνήλισκεν, ἀλλὰ τὰς πλούτῳ κομώσας καὶ πίστει λαμπρυνομένας γυναῖκας φιλοτίμως ταῦτα παρέχειν ἀνέπειθε, τὴν ἐκ τῆς χορηγίας φυομένην εὐ λογίαν ἐπιδεικνύς. τοὺς μὲν οὖν ὑπολειφθέντας τῶν δαιμόνων σηκοὺς τοῦτον τὸν τρόπον ἐκ βάθρων ἀνέσπασεν.
Both were also illustrious teachers. The divine Acacius shone with understanding and with his manner of life, guiding Beroea; and Leontius shepherded the Galatian people, distinguished by many forms of virtue. But the great John, having received the helm of the church, rebuked with boldness the injustices committed by certain persons, and advised both the emperor and the empress on what was fitting, and deemed it right that the priests should conduct themselves according to the established laws, and he prevented those who dared to transgress them from entering the palace, saying that it was not right to enjoy the honor of priests while not emulating the life of true priests. And he exercised this care not only for that city, but also for all of Thrace (which is divided into six provinces) and for all of Asia (which is governed by eleven rulers). Moreover, he adorned the Pontic region too with these laws; and it likewise has governors equal in number to those of Asia. And when he learned that Phoenicia was still raging in the rites of demons, he gathered ascetics inflamed with divine zeal, and arming them with imperial laws, sent them out against the idolatrous shrines. And the money that was supplied to the craftsmen who demolished them and to their assistants he did not take from the imperial treasuries and spend, but he persuaded women who were adorned with wealth and distinguished by faith to provide these things generously, pointing out the good repute that springs from such provision. In this way, then, he tore up from their foundations the shrines of the demons that remained.
Ὁρῶν δὲ καὶ τὸν Σκυθικὸν ὅμιλον ὑπὸ τῆς Ἀρειανικῆς θηρευ θέντα σαγήνης, ἀντεμηχανήσατο καὶ αὐτὸς καὶ πόρον ἄγρας ἐξηῦρεν. ὁμογλώττους γὰρ ἐκείνοις πρεσβυτέρους καὶ διακόνους καὶ τοὺς τὰ θεῖα ὑπαναγιγνώσκοντας λόγια προβαλλόμενος, μίαν τούτοις ἀπένειμεν ἐκκλησίαν, καὶ διὰ τούτων πολλοὺς τῶν πλανωμένων ἐθήρευσεν. αὐτός τε γὰρ θαμινὰ ἐκεῖσε φοιτῶν διελέγετο, ἑρμηνευτῇ χρώ μενος τὴν ἑκατέραν γλῶτταν ἐπισταμένῳ τινί· καὶ τοὺς λέγειν ἐπισταμένους τοῦτο παρεσκεύαζε δρᾶν. ταῦτα μὲν οὖν ἔνδον ἐν τῇ πόλει διετέλει ποιῶν καὶ πολλοὺς τῶν ἐξηπατημένων ἐζώγρει, τῶν ἀποστολικῶν κηρυγμάτων ἐπιδεικνὺς τὴν ἀλήθειαν. Μαθὼν δέ τινας τῶν νομάδων Σκυθῶν παρὰ τὸν Ἴστρον ἐσκηνημένους διψῆν μὲν τῆς σωτηρίας, ἐστερῆσθαι δὲ τοῦ τὸ νᾶμα προσφέροντος, ἐπεζήτησεν ἄνδρας τὴν ἀποστολικὴν φιλοσοφίαν ἐζηλωκότας, καὶ τούτους ἐκείνοις ἐπέστησεν. ἐγὼ δέ τοι καὶ γράμμασιν ἐντετύχηκα παρ' αὐτοῦ γραφεῖσι πρὸς Λεόντιον τὸν Ἀγκύρας ἐπίσκο πον, δι' ὧν καὶ τῶν Σκυθῶν ἐδήλωσε τὴν μεταβολὴν καὶ πεμφθῆναί οἱ ἄνδρας πρὸς τὴν τούτων ποδηγίαν ἐπιτηδείους ἠξίωσεν. ἐν τῇ χώρᾳ δὲ τῇ ἡμετέρᾳ
Seeing also that the Scythian multitude had been hunted by the Arian net, he too contrived a means and devised a way of catching them. For by putting forward presbyters and deacons of the same language as they, and those who read the divine oracles, he assigned them one church, and through these he hunted many of those who were led astray. For he himself frequently visited there and conversed, using an interpreter who knew both languages; and he prepared those who knew how to speak to do this. These things, then, he continued doing within the city and captured many of those who had been deceived, demonstrating the truth of the apostolic preachings. But learning that some of the nomadic Scythians encamped beside the Ister thirsted for salvation but were deprived of one to offer the stream, he sought out men who had emulated the apostolic philosophy, and set them over them. And I have also encountered letters written by him to Leontius, bishop of Ancyra, through which he both made known the conversion of the Scythians and requested that suitable men be sent to him for their guidance. But in our own country
τὴν Μαρκίωνος νόσον κώμαις τισὶν ἐπισκῆψαι μαθών, ἐπέστειλε τῷ τηνικαῦτα ποιμαίνοντι, καὶ προτρέπων ἐξελάσαι τὴν νόσον καὶ τὴν ἀπὸ τῶν βασιλικῶν νόμων ἐπικουρίαν ὀρέγων. ὅπως μὲν οὖν τὴν τῶν ἐκκλησιῶν μέριμναν ἐν τῇ ψυχῇ περιέφερε κατὰ τὸν θεῖον ἀπόστολον, ἱκανὰ καὶ ταῦτα διδάξαι. ἔστι δὲ καὶ ἑτέρωθεν αὐτοῦ τὴν παρρησίαν μαθεῖν. Γαϊνάς τις, Σκύθης μὲν τὸ γένος, βαρβαρικώτερος δὲ τὴν γνώμην, φρονήματι τυραννικῷ κεχρημένος ἐστρατήγει κατ' ἐκεῖνον τὸν χρόνον, πολλοὺς μὲν καὶ τῶν ὁμοφύλων ὑπηκόους ἔχων, ἄγων δὲ μετὰ τούτων καὶ τῶν Ῥωμαίων τήν τε ἱππικὴν καὶ τὴν πεζὴν στρατιάν. ἐπεφρίκεσαν δὲ αὐτὸν οὐ μόνον οἱ ἄλλοι πάντες, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς τὴν μελετωμένην ὑφορώμενος τυραννίδα. οὗτος καὶ τῆς Ἀρείου λώβης μεταλαχών, ἕνα οἱ ἠξίου δοῦναι τὸν βασιλέα τῶν θείων σηκῶν. ὁ δὲ σκοπήσειν ἔφη καὶ θεραπεύσειν αὐτὸν ἐπηγγείλατο. καὶ τὸν θεῖον μεταπεμψάμενος Ἰωάννην, καὶ τὴν αἴτησιν εἶπε καὶ τῆς δυναστείας ἀνέμνησε καὶ τὴν μελετωμένην ὑπῃνίξατο τυραννίδα καὶ παρεκάλει τῇ δόσει χαλινῶσαι τὸν τοῦ βαρβάρου θυμόν. ὁ δὲ γενναῖος ἐκεῖνος ἀνήρ· "μὴ τοιαῦτα", ἔφη, "ὦ βασιλεῦ, ὑπισχνοῦ μηδὲ διδόναι παρακελεύου τὰ ἅγια τοῖς κυσίν. οὐ γὰρ ἀνέξομαι τοὺς μὲν τὸν θεὸν λόγον θεολογοῦντάς τε καὶ ὑμνοῦντας ἐξαγαγεῖν, τοῖς δὲ τοῦτον βλασφημοῦσιν ἐκδοῦναι τὸν θεῖον νεών. καὶ μή τοι δείσῃς τὸν βάρβαρον ἐκεῖνον, ὦ βασιλεῦ, ἀλλ' ἄμφω καλέσας, ἐμέ τε κἀκεῖνον, σὺ μὲν ἡσυχῆ τῶν λεγομένων ἐπάκουε, ἐγὼ δὲ ἐκείνου χαλινώσω τὴν γλῶτταν καὶ πείσω ἥκιστα αἰτῆσαι ὃ μὴ δοῦναι συμφέρει".
Learning that the disease of Marcion had attacked certain villages, he wrote to the one then shepherding there, both urging him to drive out the disease and offering him the assistance of the imperial laws. That he carried the care of the churches in his soul, according to the divine apostle, these things too are sufficient to teach. But it is possible to learn his boldness from another source as well. A certain Gainas, a Scythian by race but rather barbarous in mind, employing a tyrannical spirit, was commanding in that time, having many of his own people as subjects, and leading with these both the Roman cavalry and infantry. Not only all the others but even the emperor himself dreaded him, suspecting the tyranny being plotted. This man also, having partaken of the defilement of Arius, thought it right that the emperor give him one of the divine precincts. And he said he would consider it and promised to gratify him. And having summoned the divine John, he both told him the request and reminded him of the man's power and hinted at the tyranny being plotted, and urged him to bridle the barbarian's anger by the grant. But that noble man said: "Do not promise such things, O emperor, nor urge me to give the holy things to the dogs. For I will not endure to expel those who theologize and hymn God the Word, and to hand over the divine temple to those who blaspheme him. And do not fear that barbarian, O emperor, but summon both, me and him; you quietly listen to what is said, and I will bridle his tongue and persuade him not to ask at all for what it is not expedient to give.
Τούτων ἀκούσας ὁ βασιλεὺς ἥσθη τε καὶ τῇ ὑστεραίᾳ ἀμφοτέ ρους ἐκάλεσε. καὶ ὁ μὲν Γαϊνὰς τὴν ἐπαγγελίαν ἐξῄτει, ὁ δὲ μέγας Ἰωάννης ἀντέλεγε φάσκων οὐκ ἐξεῖναι βασιλεῖ τῶν θείων κατατολμᾶν, εὐσεβεῖν γε προαιρουμένῳ. ἐκείνου δὲ λέγοντος ὡς χρὴ καὶ αὐτὸν εὐκτήριον ἔχειν οἶκον· "ἅπας σοι", ἔφη ὁ μέγας Ἰωάννης, "θεῖος οἶκος ἀνέῳκται καὶ οὐδείς σε εἴργει προσεύξασθαι προθυμούμενον". "ἀλλ' ἐγώ", ἔφη ὁ Γαϊνάς, "ἑτέρας ὑπάρχω συμμορίας καὶ σὺν ἐκείνοις ἕνα θεῖον ἔχειν οἶκον αἰτῶ· καὶ μάλα γε δικαίως αἰτῶ, πολλοὺς ὑπὲρ Ῥωμαίων πολεμικοὺς ὑπομένων ἀγῶνας." "ἀλλ' ἔχεις", ἔφη, "μείζους τῶν πόνων τὰς ἀντιδόσεις· στρατηγός τε γὰρ εἶ καὶ τῆς ὑπατικῆς ἠξιώθης στολῆς, καὶ χρή σε σκοπῆσαι τί μὲν ἦσθα πάλαι, τί δὲ γεγένησαι νῦν, καὶ τίς μὲν ἡ προτέρα πενία, τίς δὲ ἡ παροῦσα περιουσία, καὶ ὁποίοις μὲν ἐσθήμασιν ἐκέχρησο πρὶν διαβῆναι τὸν Ἴστρον, ὁποῖα δὲ νῦν περιβέβλησαι. σκόπησον τοίνυν ὡς ὀλίγοι οἱ πόνοι, μέγιστα δὲ τὰ γέρα, καὶ μὴ γίνου περὶ τοὺς τετιμηκότας ἀχάριστος". τοιοῖσδε χρώμενος λόγοις ὁ τῆς οἰκουμένης διδάσκαλος ἐπεστόμισε τὸν Γαϊνὰν καὶ σιγὴν ἄγειν ἠνάγκασε. Χρόνου δὲ διελθόντος τὴν πάλαι μελετηθεῖσαν ἐκεῖνος ἐγύμνωσε τυραννίδα, καὶ τὴν στρατιὰν ἐν τῇ Θρᾴκῃ συναγαγὼν ἐληΐζετό τε καὶ ἐδῄου τὰ πλεῖστα. ταῦτα μεμαθηκότες κατέπτηξαν ἅπαντες καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ οὔτε παρατάττεσθαί τις πρὸς ἐκεῖνον ἐβούλετο οὔτε πρεσβεύεσθαι ἀδεὲς ὑπελάμβανε· τὸ γὰρ τῆς γνώμης βάρβαρον ἕκαστος ὑφωρᾶτο.
When the emperor heard this, he was pleased, and on the following day he summoned both. Gaiinas demanded the promise, but the great John objected, saying that it was not permitted for the emperor to lay rash hands on divine things, if he intended to be pious. When the other said that he too ought to have a house of prayer, the great John said, "Every divine house is open to you, and no one prevents you from praying when you are so inclined." "But I," said Gaiinas, "belong to another confederation, and with them I ask to have one divine house; and I ask it most justly, since I endure many warlike contests on behalf of the Romans." "But you have," he said, "recompenses greater than your labors; for you are a general and have been deemed worthy of the consular robe, and you must consider what you were formerly and what you have now become, and what your former poverty was and what your present abundance is, and what kind of garments you used before crossing the Ister, and what kind you are now clothed in. Consider, then, that the labors are few but the rewards are very great, and do not be ungrateful toward those who have honored you." With such words the teacher of the world silenced Gaiinas and compelled him to keep quiet. After some time had passed, he laid bare the tyranny long since plotted, and gathering the army in Thrace he plundered and ravaged most of it. When they learned this, all were terrified, both rulers and ruled, and no one wished to draw up battle against him, nor did anyone consider it safe to send an embassy; for each suspected the barbarity of his purpose.
τότε τοὺς ἄλλους ἅπαντας ὡς δεδιότας καταλιπόντες, τὸν μέγαν τοῦτον ἔπεισαν ἀριστέα τὴν πρεσβείαν ποιήσασθαι. ὁ δὲ οὔτε τὴν γεγενημένην ἀντίστασιν λογισάμενος οὔτε τὴν ἐξ ἐκείνης φυεῖσαν διαφοράν, προθύμως εἰς τὴν Θρᾴκην ἐξώρμησε. γνοὺς δὲ ἐκεῖνος τὸν πρεσβευτὴν καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας γεγενημένην ἐνθυμηθεὶς παρρησίαν, ὑπήντησέ τε πόρρωθεν καὶ τὴν ἐκείνου δεξιὰν τοῖς ὀφθαλμοῖς περιτέθεικε, καὶ μέντοι καὶ τοὺς παῖδας τοῖς ἱεροῖς αὐτοῦ προσεκόμισε γόνασιν. οὕτω πέφυκεν ἀρετὴ καται δεῖν τε καὶ καταπλήττειν καὶ τοὺς ἄγαν δυσμενεστάτους. Ἀλλ' οὐκ ἤνεγκεν ὁ φθόνος τὰς τῆς ἐκείνου φιλοσοφίας μαρμαρυγάς, ἀλλὰ ταῖς οἰκείαις χρησάμενος μηχαναῖς τὴν βασιλεύουσαν πόλιν, μᾶλλον δὲ τὴν οἰκουμένην ἅπασαν, τῆς ἐκείνου γλώττης ἐστέρησε καὶ φρενός. ἐγὼ δὲ ἐν τῷδε τῷ μέρει τῆς ἱστορίας γενό μενος οὐκ οἶδ' ὅ τι πάθω. διηγήσασθαι γὰρ τὴν κατὰ τούτου
τολμηθεῖσαν ἀδικίαν βουλόμενος τὴν ἄλλην ἀρετὴν τῶν ἠδικηκότων αἰσχύνομαι. οὗ δὴ χάριν αὐτῶν καὶ τὰς προσηγορίας κατακρύψαι πειράσομαι. οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυστήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν. ὁ δὲ βασιλεὺς ὡς ἱερεῦσι πιστεύσας πόρρω αὐτὸν τοῦ ἄστεως γενέσθαι προσέταξεν. ὁ δὲ μήτε τῆς κατηγορίας ἀκούσας μήτε τὴν ἀπολογίαν προσενεγκών, ὡς ἐληλεγμένος ἐφ' οἷς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη καὶ τὸ ἐν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν·
Then they left all the others behind as being afraid, and persuaded this great man to undertake the embassy. He, giving no thought to the opposition that had arisen nor to the difference that had grown from it, eagerly set out for Thrace. And when that man learned of the ambassador and recalled the boldness he had shown on behalf of piety, he met him from afar and placed that man's right hand to his eyes, and indeed also brought his children to his sacred knees. Such is the nature of virtue, to shame and astound even the most hostile. But envy could not bear the flashes of that man's philosophy, but using its own devices deprived the imperial city, or rather the whole world, of that man's tongue and mind. And I, having come to this part of the history, do not know what I suffer. For wishing to narrate the injustice dared against this man, I am ashamed of the rest of the virtue of those who did the wrong. Wherefore I shall try to conceal even their names. These men, having different pretexts for hostility, were unwilling to see the man's flashing virtue, and having found certain wretched accusers and seeing the obviousness of the slander, they seated the council far from the city and brought forth the vote. And the emperor, trusting them as priests, ordered him to be far from the city. And he, neither having heard the accusation nor having offered his defense, as though convicted of the charges, was compelled to leave the city and reached Hieron, which lies at the mouth of the Pontus.
οὕτω γὰρ ἐκεῖνο τὸ ἐπίνειον ὀνομάζουσι. σεισμοῦ δὲ μεγίστου νύκτωρ γεγενημένου καὶ δείματος τὴν βασιλίδα κατεσχηκότος, πρέσβεις ὑπὸ τὴν ἕω πρὸς τὸν ἐληλαμένον ἀπεστάλησαν, ἀντιβολοῦντες ὡς τάχιστα τὸ ἄστυ καταλαβεῖν καὶ στῆσαι τῇ πόλει τὸν κίνδυνον. καὶ ἕτεροι δὲ μετ' ἐκείνους ἐπέμφθησαν καὶ ἄλλοι μετὰ τούτους, καὶ πλήρης ὁ Βόσπορος τῶν πεμπομένων ἐγένετο. ἐπειδὴ δὲ τοῦτο ὁ πιστότατος ἔγνω λεώς, ἐκάλυψεν τοῖς πορθμείοις τῆς Προποντίδος τὸ στόμα· πάντες γὰρ ὑπήντησαν τὰς ἐκ κηροῦ λαμπάδας προσάπτοντες. Τότε μὲν οὖν τὸ τῶν δυσμενῶν διελύθη στῖφος. ὀλίγων δὲ διελθόντων μηνῶν συνηθροίσθησαν αὖθις καὶ δίκας εἰσέπραττον οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λει τουργίας. ὁ δὲ ἔλεγε μήτε δικάσασθαι μήτε τῶν γραφῶν ἐπακοῦσαι μήτε ἀπολογίαν ποιήσασθαι μήτε μὴν κατακριθῆναι παρών, ἀλλ' ὑπὸ βασιλέως ἐξελαθῆναί τε καὶ αὖ πάλιν ἀνακληθῆναι. καὶ συνόδου συγκροτηθείσης ἑτέρας, οὐκ ἐδεήθησαν δίκης οἱ δυσμενεῖς, ἀλλὰ τὸν βασιλέα πείσαντες ἔννομον καὶ δικαίαν εἶναι τὴν ψῆφον οὐ μόνον τῆς πόλεως ἐκείνης ἐξήλασαν, ἀλλὰ καὶ εἴς τινα πολίχνην σμικράν τε καὶ ἔρημον τῆς Ἀρμενίας ἐξέπεμψαν· Κουκουσὸς δὲ ὄνομα ταύτῃ. κἀκεῖθεν δὲ ἐξαγαγόντες εἰς Πιτυοῦντα μετῴκισαν· τέρμα δὲ τοῦτο καὶ τοῦ Πόντου καὶ τῆς Ῥωμαίων ἡγεμονίας, τοῖς ὠμοτάτοις γειτονεῦον βαρβάροις. ἀλλ' ὁ φιλάνθρωπος οὐκ εἴασε δεσπότης εἰς ἐκεῖνο τὸ νησύδριον ἀπαχθῆναι τὸν καλλίνικον ἀθλητήν· εἰς γὰρ τὰ Κόμανα παραγενόμενον εἰς τὸν ἀγήρω καὶ ἄλυπον μετέθηκε βίον.
For that is what they call that port. And when a very great earthquake had occurred by night and terror had seized the queen of cities, envoys were sent at dawn to the man who had been driven out, entreating him to reach the city as quickly as possible and to halt the danger threatening the city. And others after those were sent, and others after these, and the Bosporus became full of those being sent. But when the most faithful people learned of this, they blocked the mouth of the Propontis with ferryboats; for all came out to meet them, attaching wax torches. At that time, then, the band of the hostile was broken up. But after a few months had passed, they gathered again and began to exact penalties, not for those false writings, but for the liturgy after his deposition. But he said that he had neither stood trial nor listened to the writings nor made a defense nor indeed been condemned in person, but had been driven out by the emperor and again recalled. And when another synod had been convened, the hostile party did not need a trial, but having persuaded the emperor that the vote was lawful and just, they not only drove him out of that city, but also sent him away to a certain small and desolate town of Armenia; its name was Cucusus. And from there they brought him out and resettled him at Pityus; and this is the end both of Pontus and of the Roman dominion, neighboring the most savage barbarians. But the man-loving Master did not allow that victorious athlete to be led away to that little island; for when he arrived at Comana, he transferred him to the ageless and painless life.
τὸ δέ γε καλῶς ἀγωνισάμενον σῶμα παρὰ τὴν θήκην ἀπετέθη Βασιλίσκου τοῦ μάρτυρος, τοῦτο δι' ὀνείρατος προστεταχότος τοῦ μάρτυρος. Ὁπόσοι μὲν οὖν τῶν ἐπισκόπων δι' ἐκεῖνον τῶν ἐκκλησιῶν ἐξηλάθησαν καὶ αὐτὰς ᾤκησαν τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὁπόσοι δὲ καὶ τῶν τὴν ἀσκητικὴν φιλοσοφίαν ἠγαπηκότων τοῖς ἴσοις παθή μασι περιέπεσον, περιττὸν οἶμαι διηγεῖσθαι καὶ μηκύνειν τὴν συγ γραφήν, ἄλλως τε καὶ χρῆναι νομίζω συστέλλειν τὰ σκυθρωπὰ καὶ τῶν δεδρακότων ὁμοπίστων ὄντων συγκαλύπτειν τὰ πλημμελήματα. ἔδοσαν μέντοι καὶ δίκας τῶν ἠδικηκότων οἱ πλεῖστοι καὶ τοῖς ἄλλοις δι' ὧν ἔπαθον τὴν ὠφέλειαν προσήνεγκαν. Ταύτην ἐβδελύξαντο διαφερόντως τὴν ἀδικίαν οἱ τῆς Εὐρώπης ἐπίσκοποι· τῆς γὰρ τῶν δεδρακότων σφὰς αὐτοὺς ἀπέκριναν κοινωνίας. καὶ Ἰλλύριοι δὲ πάντες τῆς μερίδος ἐκείνης ἐγένοντο. τῶν δὲ πρὸς ἥλιον ἀνίσχοντα πόλεων οἱ πλεῖστοι ἔφυγον μὲν τῆς ἀδικίας τὴν κοινωνίαν, τὸ δὲ τῆς ἐκκλησίας οὐκ ἐμέρισαν σῶμα. καὶ τελευτήσαντος δὲ τοῦ μεγάλου διδασκάλου τῆς οἰκουμένης, οὐ πρότερον οἱ τῆς Ἑσπέρας ἐπίσκοποι τῶν ἐν Αἰγύπτῳ καὶ τῇ Ἑῴᾳ καὶ τῶν ἐν τῷ Βοσπόρῳ καὶ τῇ Θρᾴκῃ τὴν κοινωνίαν ἠσπάσαντο ἕως ἐκείνου τοῦ θεσπεσίου ἀνδρὸς τοὔνομα τοῖς τεθνεῶσιν ἐπισκόποις συνέταξαν. καὶ Ἀρσάκιον μέν, ὃς μετ' ἐκεῖνον ἐγένετο, προσρήσεως οὐκ ἠξίωσαν· Ἀττικὸν δὲ τὸν Ἀρσακίου διάδοχον, πολλάκις μὲν πρεσβευσάμενον, πολλάκις δὲ τῆς εἰρήνης τυχεῖν ἀξιώσαντα, χρόνῳ ὕστερον ἐδέξαντο τὴν προσηγορίαν ἐγγράψαντα.
But the body that had contended nobly was laid beside the tomb of the martyr Basiliscus, the martyr having so commanded in a dream. Now how many of the bishops were driven from their churches on his account and dwelt in the very ends of the inhabited world, and how many of those who had embraced the ascetic philosophy fell into equal sufferings, I think it superfluous to recount and to prolong the narrative, especially since I consider it necessary to draw a veil over gloomy matters and to conceal the offenses of those who did the deeds, since they are of the same faith. Yet most of those who had done wrong also paid the penalty and brought benefit to others through what they suffered. The bishops of Europe detested this injustice beyond measure; for they cut themselves off from communion with those who had done these things. And all the Illyrians also took that side. And of the cities toward the rising sun, most shunned communion with the injustice, but did not divide the body of the church. And when the great teacher of the inhabited world had died, the bishops of the West did not at first embrace communion with those in Egypt and the East and those in the Bosporus and Thrace until that inspired man's name had been joined to the departed bishops. And Arsacius, who came after him, they did not deem worthy of address; but Atticus, the successor of Arsacius, who had often sent embassies and often asked to obtain peace, they received after some time, when he had inscribed the name.
Κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀλεξανδρείας μὲν Κύριλλος ἐπίσκοπος ἦν, Θεοφίλου μὲν ἀδελφιδοῦς, τοῦ δὲ θείου τὴν προεδρίαν λαχών. τῆς δὲ Ἱεροσολύμων ἐκκλησίας Ἰωάννης εἶχε τὴν προεδρίαν, ἀνὴρ ἀξιάγαστος, Κύριλλον
διαδεξάμενος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν. τὴν δὲ Ἀντιοχέων Ἀλέξανδρος ἐποίμαινε, συμβαίνουσαν ἔχων τῇ ἀρχιερωσύνῃ τὴν πολιτείαν. ἐν ἀσκητικῇ γὰρ παλαίστρᾳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον καὶ γυμνασάμενος ἐπὶ πλεῖστον, ὤφθη γενναῖος ἀγωνιστὴς καὶ λόγῳ παιδεύων καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον. οὗτος Πορφύριον διεδέξατο, ὃς μετὰ Φλαβιανὸν τοὺς οἴακας ἐκείνους παραλαβὼν πολλὰ μνημεῖα φιλανθρωπίας κατέλιπεν. ἐκεῖνος μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν, ὁ δὲ θεῖος Ἀλέξανδρος ἀσκήσει καὶ φιλοσοφίᾳ καὶ ἀκτήμονι βίῳ καὶ τῷ ῥεύματι τῆς γλώττης καὶ μυρίοις ἑτέροις πλεονεκτήμασι χάριτος. Οὗτος καὶ τὴν Εὐσταθίου τοῦ μεγάλου συμμορίαν, ἣν πάλαι συναφθῆναι Παυλῖνος οὐκ εἴασε καὶ μετ' ἐκεῖνον Εὐάγριος, πειθοῖ καὶ παρακλήσει χρώμενος τῷ λοιπῷ συνήρμοσε σώματι, καὶ ἐσχεδίασεν ἑορτὴν ἧς παραπλησίαν οὐδεὶς ἐθεάσατο πώποτε. πάντας γὰρ τοὺς ὁμοπίστους παραλαβών, καὶ τοὺς ἱερωμένους καὶ τοὺς πολλούς, ἀφίκετο πρὸς τὴν ἐκείνων ὁμήγυριν. καὶ παραλαβὼν ψάλλοντας καὶ μίαν ὑμνῳδίας ἁρμονίαν ὑφήνας, ἀπὸ τῆς πρὸς ἑσπέραν τετραμμένης πυλίδος μέχρι τοῦ μεγίστου νεὼ πᾶσαν τὴν ἀγορὰν ἀνθρώπων ἐπλήρωσε καὶ ποταμὸν ἔδειξε λογικὸν τὸν παραρρέοντα μιμούμενον ποταμόν.
At this time Cyril was bishop of Alexandria, nephew of Theophilus and having received the presidency after his uncle. John held the presidency of the church of Jerusalem, a man worthy of admiration, who succeeded Cyril, of whom we made mention earlier. Alexander shepherded the church of Antioch, having a manner of life that matched his high priesthood. For having spent the time before his episcopate in the ascetic wrestling-school and having trained there for the longest time, he appeared a noble athlete, teaching by word and confirming the word by his life. He succeeded Porphyrius, who after Flavian had taken up those helms and left behind many memorials of loving-kindness. That man, then, was distinguished by the density of his thoughts, but the divine Alexander by asceticism and philosophy and a life without possessions and the flow of his tongue and countless other advantages of grace. This man also, by persuasion and entreaty, joined to the remaining body the company of the great Eustathius, which Paulinus had long ago not allowed to be united, and after him Evagrius, and he sketched out a festival the like of which no one had ever seen. For taking along all those of the same faith, both the ordained and the multitude, he arrived at their assembly. And taking them along singing and weaving a single harmony of hymnody, from the little gate facing west as far as the great temple he filled the whole marketplace with people and showed a rational river imitating the river that flowed beside it.
ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι καὶ τὸ βραχύτατον τῶν Ἑλλήνων λείψανον ἔστενον καὶ ὠδύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς ἐκκλησίας εἰσβάλλοντας θάλασσαν. Οὗτος τὴν Ἰωάννου τοῦ πάνυ προσηγορίαν πρῶτος τοῖς ἐκκλησιαστικοῖς διπτύχοις ἐνέταξε. Χρόνῳ μέντοι ὕστερον καὶ αὐτὰ τοῦ διδασκάλου τὰ λείψανα εἰς τὴν βασιλεύουσαν μετεκόμισαν πόλιν. καὶ πάλιν ὁ πιστὸς ὅμιλος, ὡς ἠπείρῳ τῷ πελάγει διὰ τῶν πορθμείων χρησάμενος, τοῦ Βοσπόρου τὸ πρὸς τῇ Προποντίδι στόμα ταῖς λαμπάσι κατέκρυψε. Τοῦτον δὲ ἐκείνῃ τῇ πόλει τὸν θησαυρὸν ὁ νῦν βασιλεύων προσή νεγκεν, ὁ τοῦ πάππου καὶ τὴν προσηγορίαν λαχὼν καὶ τὴν εὐσέβειαν φυλάξας ἀκήρατον. οὗτος ἐπιθεὶς τῇ λάρνακι καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον ἱκετείαν ὑπὲρ τῶν γεγεννηκότων προσήνεγκε, συγ γνῶναι τοῖς ἐξ ἀγνοίας ἠδικηκόσιν ἀντιβολήσας. Πάλαι μὲν γὰρ ἐτεθνήκεσαν οἱ τούτου γονεῖς, κομιδῇ νέον ἐν ὀρφανίᾳ καταλιπόντες. ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανίας οὐκ εἴασεν ὁ τῶν πατέρων καὶ προγόνων θεός· τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστα σίαστον καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας. τῶνδε τῶν εὐεργε σιῶν μεμνημένος ἀεὶ τὸν εὐεργέτην γεραίρει τοῖς ὕμνοις· ἔχει δὲ κοινωνοὺς τῆς ὑμνῳδίας τὰς ἀδελφὰς διὰ βίου τὴν παρθενίαν ἀσκούσας καὶ τρυφὴν ἡγουμένας μεγίστην τὴν τῶν θείων λογίων μελέτην καὶ θησαυρὸν ἄσυλον νομιζούσας τῶν δεομένων τὰς χρείας.
Seeing this, both the Jews and those who had accepted the blot of Arius and the smallest remnant of the Greeks groaned and lamented, and they watched the other rivers pouring into the sea of the church. This man first enrolled the title of John the Great in the ecclesiastical diptychs. Yet later in time they also transferred the very remains of the teacher to the imperial city. And again the faithful multitude, using the sea as though it were dry land by means of the ferryboats, covered the mouth of the Bosporus facing the Propontis with torches. This treasure the present emperor brought to that city, he who received both the name of his grandfather and preserved his piety undefiled. He, placing both his eyes and his forehead upon the coffin, offered supplication on behalf of his parents, beseeching forgiveness for those who had sinned in ignorance. For his parents had long since died, leaving him quite young in orphanhood. But the God of his fathers and forefathers did not allow him to experience orphanhood; for he prepared him to partake of pious nourishment and kept his kingdom free from sedition and curbed tyrannical designs. Always mindful of these benefactions, he honors the Benefactor with hymns; and he has as partners in his hymn-singing his sisters, who throughout their lives practice virginity and consider the study of the divine oracles the greatest luxury and deem the needs of the poor an inviolable treasure.
αὐτὸν μέντοι τὸν βασιλέα πολλὰ μὲν καὶ ἄλλα κοσμεῖ, οὐχ ἥκιστα δὲ φιλαν θρωπία καὶ πραότης καὶ γαλήνη ψυχῆς ζάλην οὐ δεχομένη, καὶ πίστις ἀκραιφνής τε καὶ δόκιμος· καὶ ταύτης σαφὲς ἐπιδείξω τεκμήριον. Ἀνήρ τις ἀσκητικὸν μὲν ἀσπαζόμενος βίον, θρασυτέρᾳ δὲ χρώ μενος γνώμῃ, προσελήλυθε τῷ βασιλεῖ περί τινος δεόμενος. ἐπειδὴ δὲ τοῦτο δράσας πολλάκις οὐκ ἔτυχε, τῆς ἐκκλησιαστικῆς αὐτὸν κοινωνίας ἐκώλυσε καὶ τὸν δεσμὸν ἐπιθεὶς ὑπεχώρησεν. ὁ δὲ πιστότατος βασιλεὺς παραγενόμενος εἰς τὰ βασίλεια, καὶ τοῦ καιροῦ κα λοῦντος εἰς εὐωχίαν καὶ τῶν συσσίτων παρόντων, οὐκ ἔφη πρὶν λυθῆναί οἱ τὸν δεσμὸν μετασχήσειν τροφῆς· καὶ τούτου δὴ εἵνεκα πρὸς τὸν ἀρχιερέα τινὰ τῶν οἰκειοτάτων ἔπεμψε, παρακαλῶν ἐπι τρέψαι τῷ δεδεκότι τὸν δεσμὸν διαλῦσαι. τοῦ δὲ ἐπισκόπου φήσαντος μὴ χρῆναι παρὰ παντὸς ὁτουοῦν δέχεσθαι τὸν δεσμὸν καὶ δεδηλω κότος ὡς λέλυται, οὐκ ἐδέξατο τὴν λύσιν ἕως ὁ δήσας σὺν πολλῷ πόνῳ ζητηθεὶς τὴν κοινωνίαν ἀπέδωκεν· οὕτω τοῖς θείοις πεπίστευκε νόμοις. Τούτου δὴ εἵνεκα καὶ αὐτὰ τῶν εἰδωλικῶν σηκῶν τὰ λειπόμενα ἐκ βάθρων ἀνασπασθῆναι προσέταξεν, ὥστε τοὺς μεθ' ἡμᾶς ἐσομένους μηδὲ ἴχνος τῆς προτέρας ἐξαπάτης θεάσασθαι· τήνδε γὰρ τὴν διάνοιαν τῷ
The emperor himself is adorned by many other qualities as well, not least of all by benevolence, gentleness, and a calmness of soul that admits no tempest, and by a faith both pure and proven; and of this I shall set forth a clear proof. A certain man who embraced the ascetic life but employed a rather bold disposition came to the emperor to make a request about some matter. When, having done this many times, he did not obtain it, he barred him from ecclesiastical communion and, having imposed the bond, withdrew. But the most faithful emperor, arriving at the palace, when the occasion called for a banquet and his table companions were present, said that he would not partake of food before the bond was loosed for him; and for this reason he sent one of his closest associates to the high priest, entreating him to permit the one who had bound him to dissolve the bond. But when the bishop said that the bond ought not to be received from just anyone and indicated that it had been loosed, he did not accept the loosing until the one who had bound him, sought out with much effort, had restored communion; so firmly had he trusted in the divine laws. For this reason he also ordered the remaining structures of the idolatrous temples to be torn up from their foundations, so that those who would come after us might not behold even a trace of the former deception; for this was the intent with which he
περὶ τούτων ἐντέθεικε νόμῳ. Τούτων δὲ τῶν ἀγαθῶν σπερμάτων διηνεκῶς δρέπεται τοὺς καρπούς· τὸν γὰρ τῶν ὅλων δεσπότην προμηθούμενον ἔχει. καὶ γὰρ ἡνίκα Ῥωΐλας, Σκυθῶν τῶν νομάδων ἡγούμενος, τόν τε Ἴστρον διέβη μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης καὶ τήν τε Θρᾴκην ἐδῄου καὶ ἐληΐζετο καὶ τὴν βασιλίδα πόλιν πολιορκήσειν τε καὶ αὐτοβοεὶ αἱρήσειν καὶ ἀνάστατον ἠπείλει ποιήσειν, σκηπτοῖς ἄνωθεν ὁ θεὸς καὶ πρηστῆρσι βαλὼν καὶ αὐτὸν κατέφλεξε καὶ τὴν στρατιὰν κατανάλωσεν ἅπασαν. Τοιουτότροπόν τι κἀν τῷ Περσικῷ πολέμῳ πεποίηκεν. ἐπειδὴ γὰρ ἐκεῖνοι τὴν Ῥωμαίων ἀσχολίαν μεμαθηκότες κατὰ τῶν ἀστυγειτόνων ἐστράτευσαν, τὰς περὶ τῆς εἰρήνης παραβεβηκότες σπονδάς, ἐπεκούρει δὲ τοῖς πολεμουμένοις οὐδείς (τῇ γὰρ εἰρήνῃ τεθαρρηκὼς ὁ βασιλεὺς εἰς ἑτέρους πολέμους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς στρα τιώτας ἐξέπεμψεν), ὑετῷ λαβροτάτῳ καὶ χαλάζῃ βαλὼν μεγίστῃ τὴν ἐπὶ τὰ πρόσω πορείαν ἐκώλυσε καὶ τὸν τῶν ἵππων ἐπέδησε δρόμον· καὶ ἐν εἴκοσι ἡμέραις ἰσαρίθμους ἐξανύσαι σταδίους οὐκ ἴσχυσαν, ἕως οἱ στρατηγοί τε ἀφίκοντο καὶ τοὺς στρατιώτας συνήθροισαν. Καὶ ἐν τῷ προτέρῳ δὲ πολέμῳ τούτους αὐτοὺς τὴν ἐπώνυμον τοῦ βασιλέως πολιορκοῦντας πόλιν καταγελάστους ἀπέφηνε. πλείους γὰρ ἢ τριάκοντα ἡμέρας πανσυδὶ Γοροράνου τὴν προειρημένην κυκλώσαντος πόλιν, καὶ πολλὰς μὲν ἑλεπόλεις προσενεγκόντος, μηχαναῖς δὲ χρησαμένου μυρίαις, καὶ πύργους ἔξωθεν ὑψηλοὺς ἀντεγείραντος, μόνος ἀντέσχεν ὁ θεῖος ἀρχιερεὺς (Εὐνόμιος δὲ τούτῳ ὄνομα ἦν) καὶ τῶν προσφερομένων μηχανῶν τὴν ῥύμην διέλυσε.
He has inserted provisions about these matters into the law. From these good seeds he continually reaps the fruits, for he has the Master of all things providing for him. For when Roilas, leader of the nomadic Scythians, crossed the Ister with an exceedingly great army and was ravaging and plundering Thrace, and was threatening to besiege the imperial city and take it at the first assault and reduce it to ruin, God struck him from above with thunderbolts and fiery blasts, and both consumed him and destroyed his entire army. Something of the same sort he also did in the Persian war. For when those men, having learned of the Romans' preoccupation, marched against their neighbors, transgressing the treaties concerning peace, and no one came to the aid of those under attack (for the emperor, trusting in the peace, had sent out both his generals and his soldiers to other wars), God struck them with a most violent rain and a mighty hailstorm, hindered their forward march, and checked the course of their horses; and in twenty days they could not accomplish an equal number of stades, until the generals arrived and gathered the soldiers together. And in the earlier war too he made these same men, while they were besieging the city named after the emperor, a laughingstock. For when Gororanes had encircled the aforementioned city with his entire force for more than thirty days, and had brought up many siege engines, and employed countless devices, and had raised high towers outside, the divine high priest alone withstood him (Eunomius was his name) and broke the force of the engines brought against them.
καὶ τῶν στρατηγῶν τῶν ἡμετέρων τὴν πρὸς τοὺς πολεμίους ἀπειρηκότων μάχην καὶ τοῖς πολιορκουμένοις ἐπαρκεῖν οὐ τολμώντων, οὗτος ἀντιπαραταττόμενος ἀπόρθητον τὴν πόλιν ἐφύλαξεν. ἑνὸς δὲ τῶν ὑπὸ τῶν βαρβάρων τελούντων βασιλέων τὴν συνήθη βλασφημίαν τετολμηκότος καὶ τὰ Ῥαψάκου καὶ Σενναχηρεὶμ φθεγξαμένου καὶ μανικῶς ἀπειλήσαντος τὸν θεῖον πυρπολήσειν νεών, οὐκ ἐνεγκὼν τὴν λύτταν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ λιθοβόλον ὄργανον παρὰ τὴν ἔπαλξιν τεθῆναι κελεύσας, ὃ τοῦ ἀποστόλου Θωμᾶ ἐπώνυμον ἦν, καὶ λίθον μέγαν ἐπιτεθῆναι παρεγγυήσας, ἐν τῷ ὀνόματι τοῦ βλασφημηθέντος ἀφεῖναι προσέταξεν. ὁ δὲ κατευθὺ τοῦ δυσσεβοῦς βασιλέως ἐκείνου κατενεχθεὶς καὶ τῷ στόματι πελάσας τῷ μυσαρῷ, τό τε πρόσωπον διέφθειρε καὶ τὴν κεφαλὴν συνέτριψεν ἅπασαν καὶ τὸν ἐγκέφαλον διέρανε τῇ γῇ. τοῦτο θεασάμενος ὁ τὴν στρατιὰν ἀγείρας καὶ τὴν πόλιν αἱρήσειν ἐλπίσας ᾤχετο, τὴν ἧτταν διὰ τῶν πραγμάτων ὁμο λογήσας, καὶ δείσας τὴν εἰρήνην ἐσπείσατο. οὕτως ὁ τῶν ὅλων παμβασιλεὺς τοῦ πιστοτάτου κήδεται βασιλέως. καὶ γὰρ δὴ καὶ οὗτος τὴν δουλείαν ὁμολογεῖ καὶ τὴν ἁρμόττουσαν τῷ δεσπότῃ θεραπείαν προσφέρει. Οὗτος τοῦ μεγάλου φωστῆρος τῆς οἰκουμένης τὰ λείψανα τῇ ποθούσῃ ἀποδέδωκε πόλει· ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο. Ἰννοκέντιον δὲ ἐκεῖνον τὸν ἄριστον τῆς Ῥώμης ἐπίσκοπον Βονιφάτιος διεδέξατο, Ζώσιμος δὲ Βονιφάτιον, τὸν δὲ Ζώσιμον Κελεστῖνος. ἐν Ἱεροσολύμοις δὲ μετὰ τὸν θαυμάσιον Ἰωάννην Πραΰλιος τὴν τῆς ἐκκλησίας ἐπιστεύθη κηδεμονίαν, ἀνὴρ τῷ ὄντι φερώνυμος.
And when our generals had renounced battle against the enemy and did not dare to bring aid to the besieged, he arrayed himself against them and kept the city uncaptured. But when one of the kings subject to the barbarians had dared the customary blasphemy and uttered the words of Rapsakes and Sennacherib and madly threatened to burn the divine temple, that divine man could not endure the frenzy; he ordered the stone-throwing engine to be placed beside the battlement, which bore the name of the apostle Thomas, and commanded a great stone to be put on it, and gave orders to loose it in the name of the one who had been blasphemed. And it was brought down straight upon that impious king and came near to his abominable mouth, and it destroyed his face and shattered his whole head and sprinkled his brain upon the ground. When he who had gathered the army and hoped to capture the city saw this, he departed, acknowledging the defeat by the facts, and in fear made peace. Thus the King of all cares for the most faithful emperor. For he too confesses his servitude and offers the service fitting to his Master. He restored the remains of the great luminary of the world to the city that longed for them; but these things happened later. And Boniface succeeded that excellent bishop of Rome, Innocent; and Zosimus succeeded Boniface; and Celestine succeeded Zosimus. And in Jerusalem, after the wonderful John, Praylius was entrusted with the care of the church, a man truly bearing a fitting name.
ἐν Ἀντιοχείᾳ δὲ μετὰ τὸν θεῖον Ἀλέξανδρον Θεόδοτος, τῆς σωφροσύνης ὁ μαργαρίτης, τὴν τῆς ἐκκλησίας προεδρίαν παρέλαβε, πραότητι μὲν διαπρέπων, ἀκριβείᾳ δὲ βίου κοσμούμενος. οὗτος τὴν Ἀπολιναρίου φατρίαν τοῖς ἄλλοις προβάτοις ἀνέμιξε, λιπαρηθεὶς αὐτοὺς ἑνῶσαι τῇ ποίμνῃ· πολλοὶ δὲ τούτων διέμειναν τὴν προτέραν λώβην ἐπίση μον ἔχοντες. Κατὰ τοῦτον τὸν χρόνον Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς τὸν κατὰ τῶν ἐκκλησιῶν ἐκίνησε πόλεμον, πρόφασιν ἐνθένδε λαβών. Ἄβδας τις ἐπίσκοπος ἦν, πολλοῖς κοσμούμενος εἴδεσιν ἀρετῆς· οὗτος οὐκ εἰς δέον τῷ ζήλῳ χρησάμενος πυρεῖον κατέλυσε. πυρεῖα δὲ κα λοῦσιν ἐκεῖνοι τοῦ πυρὸς τοὺς νεώς· θεὸν γὰρ τὸ πῦρ ὑπειλήφασι. τοῦτο μαθὼν παρὰ τῶν μάγων ὁ βασιλεὺς μετεστείλατο τὸν Ἄβδαν. καὶ πρῶτον μὲν ἠπίως τὸ πραχθὲν ᾐτιάσατο καὶ τὸ πυρεῖον οἰκοδο μῆσαι προσέταξεν·
ἐκείνου δὲ ἀντιλέγοντος καὶ τοῦτο δράσειν ἥκιστα φάσκοντος, πάσας καταλύσειν τὰς ἐκκλησίας ἠπείλησε, καὶ μέντοι καὶ τέλος ἐπέθηκεν οἷς ἠπείλησε. πρότερον γὰρ τὸν θεῖον ἄνδρα ἐκεῖνον ἀναιρεθῆναι κελεύσας, καταλυθῆναι τὰς ἐκκλησίας προσέταξεν. Ἐγὼ δὲ τὴν μὲν τοῦ πυρείου κατάλυσιν οὐκ εἰς καιρὸν γεγενῆσθαί φημι. οὐδὲ γὰρ ὁ θεῖος ἀπόστολος, εἰς τὰς Ἀθήνας ἀφικόμενος καὶ τὴν πόλιν κατείδωλον θεασάμενος, τῶν βωμῶν τινα τῶν ὑπ' ἐκείνων τιμωμένων κατέλυσεν, ἀλλὰ λόγῳ καὶ τὴν ἄγνοιαν ἤλεγξε καὶ τὴν ἀλήθειαν ἔδειξε. τὸ δὲ τὸν καταλυθέντα μὴ ἀνοικοδομῆσαι νεὼν ἀλλὰ τὴν σφαγὴν ἑλέσθαι μᾶλλον ἢ τοῦτο δρᾶσαι, κομιδῇ θαυμάζω καὶ στεφάνων τιμῶμαι· ἴσον γάρ μοι δοκεῖ τοῦ προσκυνῆσαι τὸ πῦρ τὸ τούτῳ τέμενος δείμασθαι.
At Antioch, after the divine Alexander, Theodotus, the pearl of temperance, received the presidency of the church, distinguished by gentleness and adorned with exactness of life. He mixed the faction of Apollinaris with the other sheep, having been entreated to unite them to the flock; but many of these remained with the former blemish still marked upon them. At this time Isdigerdes, the king of the Persians, stirred up war against the churches, taking his pretext from this. There was a certain bishop Abda, adorned with many forms of virtue; he, using his zeal inopportunely, destroyed a pyreion. For they call the temples of fire pyreia; for they have supposed fire to be a god. When the king learned this from the magi, he summoned Abda. And at first he gently blamed what had been done and ordered the pyreion to be rebuilt;
but when he refused and said he would by no means do this, he threatened to destroy all the churches, and indeed he also put an end to what he threatened. For first he ordered that divine man to be put to death, and then he ordered the churches to be destroyed. But I say that the destruction of the pyreion did not happen at the right time. For not even the divine apostle, when he arrived at Athens and saw the city full of idols, destroyed any of the altars honored by them, but by word he both refuted the ignorance and demonstrated the truth. But that he did not rebuild the temple that had been destroyed, but rather chose slaughter than to do this, I thoroughly admire and count him worthy of crowns; for it seems to me equal to worshipping the fire to build a shrine for it.
Ἐντεῦθεν ὁ κλύδων ἀρχὴν λαβὼν παγχάλεπά τε καὶ ἄγρια κατὰ τῶν τῆς εὐσεβείας τροφίμων ἐκίνησε κύματα. καὶ τριάκοντα διελη λυθότων ἐνιαυτῶν ἡ ζάλη μεμένηκεν, ὑπὸ τῶν μάγων καθάπερ ὑπό τινων καταιγίδων ῥιπιζομένη. (μάγους δὲ καλοῦσιν οἱ Πέρσαι τοὺς τὰ στοιχεῖα θεοποιοῦντας· τὴν δὲ τούτων μυθολογίαν ἐν ἑτέρῳ συγγράμματι δεδηλώκαμεν, ἐν ᾧ τὴν λύσιν ταῖς τούτων πεύσεσι προσηνέγκαμεν.) καὶ Γοροράνης δὲ ὁ Ἰσδιγέρδου μετὰ τὴν τοῦ πατρὸς τελευτὴν σὺν τῇ βασιλείᾳ καὶ τὸν κατὰ τῆς εὐσεβείας διεδέξατο πό λεμον, καὶ τελευτῶν ἄμφω ταῦτα συνεζευγμένα καταλέλοιπε τῷ παιδί. Τὰς δὲ τῶν τιμωριῶν ἰδέας καὶ τῶν κολαστηρίων τὰς ἐπινοίας ἃς τοῖς εὐσεβέσι προσήνεγκαν οὐ ῥᾴδιον φράσαι. τῶν μὲν γὰρ τὰς χεῖρας ἀπέδειραν, τῶν δὲ τὰ νῶτα· ἄλλων δὲ τὰς κεφαλὰς ἀπὸ τῶν μετώπων ἐναρξάμενοι μέχρι τοῦ ἰνίου γυμνὰς τῶν δερμάτων εἰργά σαντο. ἐνίους δὲ καλάμοις ἡμιτόμοις καλύψαντες καὶ τὰς τομὰς τῷ σώματι προσαρμόσαντες, εἶτα δεσμὰ στεγανὰ ἀπὸ τῆς κεφαλῆς μέχρι τῶν ποδῶν περιθέντες, βίᾳ ἕκαστον τῶν καλάμων ἐξεῖλκον, ἵνα τὸ πελάζον τοῦ δέρματος παρασύροντες πικρὰς τὰς ὀδύνας ἐργάσωνται. καὶ λάκκους δὲ ὀρύξαντες καὶ τούτους ἀκριβῶς καταχρίσαντες, μυῶν μεγάλων ἀγέλας ἐν τούτοις καθεῖρξαν καὶ τροφὴν αὐτοῖς τοὺς τῆς εὐσεβείας προσέφερον ἀθλητάς, καὶ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας δεσμοῦντες ὅπως ἀπὸ σφῶν αὐτῶν ἀπελαύνειν τὰ θηρία μὴ δύνωνται. οἱ δὲ μύες ὑπὸ τοῦ λιμοῦ πιεζόμενοι κατὰ βραχὺ τὰς τῶν ἁγίων κατανήλισκον σάρκας, μακρὰν αὐτοῖς καὶ ἀλγεινὴν τὴν τιμωρίαν προσφέροντες.
From this point the storm, having taken its beginning, stirred up waves most grievous and savage against the nurslings of piety. And when thirty years had passed, the tempest remained, fanned by the Magi as by so many squalls. (The Persians call Magi those who deify the elements; their mythology we have set forth in another treatise, in which we brought the solution to their inquiries.) And Gororanes, the son of Isdigerdes, after his father's death inherited together with the kingdom also the war against piety, and at his death he left both these things joined together to his son. But the forms of the punishments and the devices of the tortures which they brought upon the pious it is not easy to describe. For from some they stripped the hands, from others the backs; and from others they made the heads bare of skin, beginning from the foreheads as far as the back of the head. And some they covered with reeds split in half and fitted the cuts to the body, then fastened tight bonds from the head to the feet, and by force drew out each of the reeds, so that dragging along the adjacent skin they might produce bitter pains. And digging pits and smearing them thoroughly, they shut up herds of great mice in them and offered to them as food the athletes of piety, binding their hands and feet so that they could not drive the beasts away from themselves. And the mice, pressed by hunger, little by little consumed the flesh of the saints, bringing upon them a long and painful punishment.
καὶ ἄλλας δὲ τούτων χαλεπωτέρας ἐπενόησαν τι μωρίας, τὸν τῆς φύσεως ἀλάστορα καὶ τῆς ἀληθείας πολέμιον διδά σκαλον ἔχοντες. ἀλλ' οὐκ ἤλεγξαν τῶν ἀθλητῶν τὴν ἀνδρείαν· αὐτόματοι γὰρ ἔτρεχον, τὸν τῆς ἀνωλέθρου ζωῆς πρόξενον λαβεῖν ὀριγνώμενοι θάνατον. δύο δὲ ἢ τριῶν μνησθήσομαι ἵνα διὰ τούτων ἐπιδείξω καὶ τὴν τῶν ἄλλων ἀνδρείαν. Ὁρμίσδης τις τῶν ἄγαν περιφανῶν παρὰ Πέρσαις ἐτύγχανεν ὤν, Ἀχαιμενίδης ἀνήρ, πατέρα ὕπαρχον ἐσχηκώς. τοῦτον Χριστιανὸν εἶναι μεμαθηκὼς ὁ βασιλεὺς ἤγαγέ τε καὶ προσέταξεν ἀρνηθῆναι τὸν σεσωκότα θεόν. ὁ δὲ ἔφη μήτε δίκαια μήτε συμφέροντα προστετα χέναι τὸν βασιλέα. "ὁ γάρ τοι παιδευόμενος ῥᾳδίως τοῦ θεοῦ τῶν ὅλων καταφρονεῖν καὶ τοῦτον ἀρνεῖσθαι, ῥᾷον ἂν καὶ βασιλέως καταφρονήσοι· ἄνθρωπος γὰρ δὴ οὗτος, θνητὴν φύσιν κεκληρωμένος. εἰ δὲ τιμωρίας ἐσχάτης ἄξιος ὁ τὰ σά, ὦ βασιλεῦ, ἀρνούμενος σκῆπτρα, πολλαπλασίων κολάσεων ἀξιώτερος ὁ τὸν τοῦ παντὸς ἀρνούμενος ποιητήν". ὁ δὲ βασιλεύς, τὴν τῶν εἰρημένων δέον θαυμάσαι σοφίαν, ἐγύμνωσε μὲν καὶ τοῦ πλούτου καὶ τῶν ἀξιωμάτων τὸν γενναιότατον ἀγωνιστήν, γυμνὸν δὲ ἕλκειν τῆς στρατιᾶς τὰς καμήλους ἐκέλευσε, διαζώματι χρώμενον μόνῳ. πολλῶν δὲ διελθουσῶν ἡμερῶν, διακύψας ἀπὸ τῆς καμάρας εἶδε τὸν ἄριστον ἄνδρα ἐκεῖνον ὑπὸ τῆς ἀκτίνος φλεγόμενον καὶ κόνεως ἀναπιμπλάμενον. καὶ τῆς πατρῴας περι φανείας ἀναμνησθεὶς ἤγαγέ τε καὶ ἐνδύσασθαι χιτωνίσκον ἐκ λίνου πεποιημένον ἐκέλευσεν. εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα·
And they devised other punishments more grievous than these, having as their teacher the avenger of nature and the enemy of truth. But they did not disprove the courage of the athletes; for they ran of their own accord, eager to receive death, the procurer of life that knows no end. I shall make mention of two or three, so that through these I may demonstrate the courage of the others as well. There was a certain Hormisdas, one of the most illustrious among the Persians, an Achaemenid man, whose father had been a prefect. When the king learned that this man was a Christian, he brought him and commanded him to deny the God who had saved him. But he said that the king had commanded neither just nor expedient things. "For indeed, the man who is easily taught to despise the God of all and to deny him would more easily despise the king as well; for this man is a human being, allotted a mortal nature. And if the one who denies your scepters, O king, is worthy of the utmost punishment, far more worthy of manifold chastisements is he who denies the Maker of the universe." But the king, when he ought to have marveled at the wisdom of what was said, stripped that most noble champion both of his wealth and of his dignities, and ordered him to be dragged naked along with the army's camels, wearing only a loincloth. And when many days had passed, peering out from his vaulted chamber, he saw that best of men burning under the sunbeam and covered with dust. And reminded of his ancestral splendor, he brought him and ordered him to put on a tunic made of linen. Then, thinking that his resolve had been softened both by the former toil and by the humanity that had been shown him—
"νῦν γοῦν", ἔφη, "τῆς ἔριδος ἐκείνης ἀπαλλαγεὶς ἀρνήθητι τοῦ τέκτονος τὸν υἱόν".
ὁ δὲ ζήλου θείου πλησθεὶς διέρρηξέ τε τὸν χιτωνίσκον καὶ προσέρριψεν εἰπών· "εἰ διὰ τοῦτό με οἴει τῆς εὐσεβείας ἐκστήσεσθαι, ἔχε τὸ δῶρον μετὰ τῆς δυσσεβείας". ταύτην αὐτοῦ τὴν ἀνδρείαν ὁ βασιλεὺς θεασάμενος γυμνὸν οὕτω τῆς βασιλείας ἐξήλασε. Καὶ Σαήνην δὲ χιλίων οἰκετῶν δεσπότην, ἀντειπόντα αὐτῷ καὶ ἀρνηθῆναι τὸν ποιητὴν οὐκ ἀνεχόμενον, ἐρόμενος ὅστις εἴη τῶν οἰκετῶν ὁ κάκιστος, ἐκείνῳ τῶν ἄλλων τὴν δεσποτείαν παρέδωκε καὶ τὸν δεσπότην ἐκείνῳ δουλεύειν προσέταξε. συνέζευξε δὲ αὐτῷ καὶ τὴν δέσποιναν τὴν τοῦ δεσπότου ὁμόζυγα, ταύτῃ μεταπείσειν ὑποτοπήσας τῆς ἀληθείας τὸν πρόμαχον. ἀλλ' ἐψεύσθη τῆς ἐλπίδος· ἐπὶ γὰρ τῆς πέτρας ᾠκοδομημένην εἶχε τὴν οἰκίαν. Βενιαμὶν δέ τινα διάκονον συλλαβὼν καθεῖρξε. δύο δὲ διελη λυθότων ἐτῶν, πρεσβευτὴς Ῥωμαίων ἀφίκετο περὶ ἑτέρων τινῶν πρεσβεύων πραγμάτων· εἶτα τοῦτο μαθὼν ᾔτησε τὸν βασιλέα τοῦ διακόνου τὴν ἄφεσιν. ὁ δὲ βασιλεὺς ὑποσχέσθαι προσέταξε τὸν Βενιαμὶν ὡς οὐδενὶ τῶν μάγων τὴν Χριστιανικὴν διδασκαλίαν προσ οίσει. καὶ ὁ μὲν πρεσβευτὴς φυλάξειν τὸν Βενιαμὶν τὰ προσταχθέντα ἐπηγγείλατο. ὁ δὲ Βενιαμὶν ἀκούσας τῶν τοῦ πρεσβευτοῦ παραινέσεων· "ἀδύνατον", ἔφη, "μὴ μεταδοῦναί με τοῦ φωτὸς οὗ μετέλαχον. ὁπόσης γὰρ ἄξιον τιμωρίας τὸ κατακρύψαι τὸ τάλαντον, ἡ τῶν ἱερῶν εὐαγγελίων ἱστορία διδάσκει". ἀλλὰ τούτων μὲν οὐδὲν τηνικαῦτα γνοὺς ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν τῶν δεσμῶν ἀφεθῆναι.
Now, at any rate," he said, "having been released from that strife, deny the son of the carpenter."
But he, filled with divine zeal, tore his tunic and threw it at him, saying: "If you think that for this reason I will fall away from piety, take the gift along with the impiety." The king, having witnessed this courage of his, drove him out of the kingdom naked just like that. And Saenes, a master of a thousand slaves, who contradicted him and could not endure to deny the Maker, when he asked which of his slaves was the worst, he handed over the mastery of the others to that one and ordered the master to serve that one as a slave. He also yoked to him the mistress, the master's wife, supposing that she would pervert the champion of the truth. But he was deceived in his hope; for he had his house built upon the rock. And he arrested a certain Benjamin, a deacon, and imprisoned him. And when two years had passed, an ambassador of the Romans arrived, negotiating certain other matters; then, having learned of this, he asked the king for the deacon's release. But the king ordered Benjamin to promise that he would not bring the Christian teaching before any of the magi. And the ambassador promised that Benjamin would observe what had been commanded. But Benjamin, having heard the ambassador's exhortations, said: "It is impossible for me not to share the light of which I have partaken. For the history of the holy Gospels teaches how great a punishment it is worth to hide the talent." But the king, having learned nothing of these things at that time, ordered him to be released from his bonds.
ἐκεῖνος δὲ τὰ συνήθη δρῶν διετέλει, καὶ ζωγρῶν τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους καὶ τῷ νοερῷ προσάγων φωτί. ἐνιαυτοῦ δὲ διελθόντος, ἐμηνύθη τῷ βασιλεῖ τὰ παρ' ἐκείνου γιγνόμενα, καὶ ἀγαγὼν αὐτὸν ἀρνηθῆναι προσέταξε τὸν ὑπ' αὐτοῦ προσκυνούμενον· ὁ δὲ ἤρετο τὸν βασιλέα τίνος τιμᾶται τὸν τὴν μὲν ἑαυτοῦ καταλιπόντα βασιλείαν, ἑτέραν δὲ προαιρούμενον. ἐκείνου δὲ εἰπόντος ὅτι θανάτου καὶ τιμωρίας ἐσχάτης, εἶπεν ὁ σοφώτατος ἀνήρ· "τί οὖν οὐκ ἂν πάθοι δικαίως ἄνθρωπος, τὸν μὲν ποιητὴν καὶ δημιουργὸν καὶ τροφέα καὶ σωτῆρα καταλιμπάνων, ἕνα δὲ τῶν ὁμοδούλων θεοποιῶν καὶ τὸ ὀφειλόμενον ἐκείνῳ σέβας τούτῳ προσφέρων;" χαλεπήνας δὴ οὖν πρὸς τοὺς τοιούτους λόγους ὁ βασιλεύς, εἴκοσι καλάμους ὀξύνας τοῖς τῶν χειρῶν καὶ τῶν ποδῶν ἐνέπειρεν ὄνυξιν. ἐπειδὴ δὲ ἑώρα παίγνιον τὴν τιμωρίαν ὑπολαμβάνοντα, ἕτερον αὖ πάλιν κάλαμον ὀξύνας ἐνέβαλε τῷ παιδογόνῳ μορίῳ καὶ τοῦτον συνεχῶς ἐξαίρων τε καὶ ἐνείρων ἀρρήτους τινὰς ἀλγηδόνας εἰργάζετο. μετὰ τήνδε τὴν τιμωρίαν ὁ δυσσεβὴς καὶ θηριώδης ῥάβδον παχεῖαν ὄζους πάντοθεν ἔχουσαν εἰσωθῆναι διὰ τῆς ἕδρας ἐκέλευσεν. οὕτω τὸ πνεῦμα παρέδωκεν ὁ γενναῖος ἀγωνιστής. καὶ ἄλλα δὲ μυρία τοιαῦτα παρ' ἐκείνων ἐτολμήθη τῶν δυσσεβῶν. Οὐ χρὴ δὲ θαυμάζειν ὅτι τῆς ἐκείνων θηριωδίας καὶ δυσσεβείας ἀνέχεται τῶν ὅλων ὁ πρύτανις. καὶ γὰρ πρὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου βασιλείας ὅσοι Ῥωμαίων ἐγένοντο βασιλεῖς κατὰ τῶν θιασωτῶν τῆς ἀληθείας ἐλύττησαν. Διοκλητιανὸς δὲ ἐν τῇ τοῦ σωτηρίου πάθους ἡμέρᾳ τὰς ἐν ἁπάσῃ τῇ Ῥωμαίων ἡγεμονίᾳ κατέλυσεν ἐκκλησίας·
But he continued doing his customary work, capturing those held by the darkness of ignorance and bringing them to the light of the mind. And when a year had passed, the emperor was informed of what was being done by him, and he brought him and ordered him to deny the one worshiped by him. But he asked the emperor whose honor he enjoyed—the one who had abandoned his own kingdom and chosen another. And when he said that it was one of death and utmost punishment, the most wise man said: "What then would a man not justly suffer, who abandons the maker and creator and nourisher and savior, and deifies one of his fellow slaves and offers to this one the reverence owed to that one?" The emperor, then, angered at such words, sharpened twenty reeds and thrust them into the nails of his hands and feet. And when he saw that he regarded the punishment as play, he again sharpened another reed and inserted it into his generative member, and by continually pulling it out and thrusting it in, he produced certain indescribable pains. After this punishment, the impious and beastly man ordered a thick rod, having knots on all sides, to be thrust in through his seat. Thus the noble contestant gave up his spirit. And countless other such things were dared by those impious men. But one should not wonder that the president of the universe tolerates their beastliness and impiety. For even before the reign of Constantine the Great, as many as became emperors of the Romans raged against the devotees of the truth. And Diocletian, on the day of the saving passion, abolished the churches throughout the entire Roman empire.
ἀλλ' ἐννέα διεληλυθότων ἐτῶν αὐταὶ μὲν ἤνθησαν καὶ πολλαπλάσιον ἐδέξαντο μέγεθός τε καὶ κάλλος, ἐκεῖνος δὲ μετὰ τῆς δυσσεβείας ἀπέσβη. καὶ τοὺς πολέμους δὲ τούτους προείρηκεν ὁ δεσπότης καὶ τὸ τῆς ἐκκλησίας ἀήττητον. καὶ αὐτὰ δὲ ἡμᾶς διδάσκει τὰ πράγματα ὡς πλείονα ἡμῖν τῆς εἰρήνης ὁ πόλεμος πορίζει τὴν ὠφέλειαν· ἡ μὲν γὰρ ἁβροὺς ἡμᾶς καὶ ἀνειμένους καὶ δειλοὺς ἀπεργάζεται, ὁ δὲ πόλεμος τά τε φρονήματα παραθήγει καὶ τῶν παρόντων ὡς ῥεόντων παρασκευάζει καταφρονεῖν. ἀλλὰ ταῦτα μὲν καὶ ἐν ἑτέραις πραγματείαις πολλάκις εἰρήκαμεν. Κατ' ἐκεῖνον δὲ τὸν χρόνον καθ' ὃν ὁ θεῖος Θεόδοτος τὴν Ἀντιοχέων ἴθυνεν ἐκκλησίαν, Θεόδωρος ὁ Μοψουεστίας μὲν ἐπίσκοπος, πάσης δὲ ἐκκλησίας διδάσκαλος κατὰ πάσης φάλαγγος αἱρετικῆς ἀριστεύσας, τοῦ βίου τὸ τέλος ἐδέξατο. οὗτος τῆς μὲν Διοδώρου τοῦ πάνυ διδασκαλίας ἀπήλαυσεν, Ἰωάννου δὲ τοῦ θειοτάτου γεγένηται κοινωνός τε καὶ συνεργός· κοινῇ γὰρ τῶν πνευματικῶν Διοδώρου ναμάτων ἀπήλαυον. ἓξ δὲ καὶ
But when nine years had passed, they themselves flourished and received a manifold increase in size and beauty, while he withered away along with his impiety. And the Master foretold these wars and the invincibility of the church. And the events themselves teach us that war brings us greater benefit than peace; for peace makes us soft, slack, and cowardly, while war sharpens our thoughts and prepares us to despise present things as fleeting. But these things we have often said also in other treatises. And at that time, when the divine Theodotos was guiding the church of the Antiochenes, Theodoros, bishop of Mopsuestia and teacher of the whole church, who had won the foremost prize against every phalanx of heretics, received the end of his life. He had enjoyed the teaching of the great Diodoros, and he became a companion and fellow-worker of the most divine Ioannes; for together they enjoyed the spiritual streams of Diodoros. And six
τριάκοντα ἐν τῇ προεδρίᾳ διετέλεσεν ἔτη, κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενος φάλαγγος καὶ τὸν λῃστρικὸν Ἀπολιναρίου καταγωνιζόμενος λόχον καὶ τὴν ἀρίστην πόαν τοῖς θείοις προβάτοις προσφέρων. καὶ ὁ τούτου δὲ ἀδελφὸς Πολυχρόνιος τὴν Ἀπαμέων ἐκκλησίαν ἐποίμαινεν ἄριστα, καὶ τῇ τοῦ λόγου χάριτι καὶ τῇ τοῦ βίου λαμπρότητι χρώμενος. Ἐγὼ δὲ τῆς συγγραφῆς ἐνταῦθα παυσάμενος, τοὺς ἐντευξομένους ἀντιβολῶ προσευχαῖς τὸν πόνον ἀμείψασθαι. πέντε μέντοι καὶ ἑκατὸν ἐτῶν ἥδε ἡ ἱστορία περιέχει χρόνον, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀρείου λύττης, δεξαμένη δὲ πέρας τῶν ἀξιεπαίνων ἀνδρῶν Θεοδώρου καὶ Θεοδότου τὴν τελευτήν. Καταλέξω δὲ κατὰ τάξιν καὶ τοὺς μετὰ τὸν διωγμὸν τῶν μεγάλων ἡγεμονεύσαντας πόλεων. Ῥώμης· Μιλτιάδης, Σίλβεστρος, Ἰούλιος, Λιβέριος, Δάμασος, Σιρίκιος, Ἀναστάσιος, Ἰννοκέντιος, Βονιφάτιος, Ζώσιμος, Κελεστῖνος. Ἀντιοχείας· Βιτάλιος, Φιλογόνιος, Εὐστάθιος· οὗτοι ὀρθόδοξοι. μετὰ τούτους αἱρετικοὶ δῆθεν κοινωνικοί· Εὐλάλιος, Εὐφρόνιος, Φλάκιτος, Στέφανος, Λεόντιος, Εὐδόξιος. εἶτα ὀρθόδοξοι· Μελέτιος, Φλαβιανός, Πορφύριος, Ἀλέξανδρος, Θεόδοτος· καὶ συνήφθησαν τούτοις Παυλῖνος, Εὐάγριος. Ἀλεξανδρείας· Ἀχιλλᾶς, Ἀλέξανδρος, Ἀθανάσιος, εἶτα Γρηγόριος αἱρετικός, εἶτα πάλιν Ἀθανάσιος, Γεώργιος αἱρετικός, εἶτα πάλιν Ἀθανάσιος, μετὰ τοῦτον Πέτρος, εἶτα Λούκιος αἱρετικός, εἶτα πάλιν ὁ αὐτὸς Πέτρος, Τιμόθεος, Θεόφιλος, Κύριλλος. Ἱεροσολύμων· Μακάριος, Μάξιμος, Κύριλλος, Ἰωάννης, Πραΰλιος, Ἰουβενάλιος. Κωνσταντινουπόλεως·
He completed thirty years in the presidency, arrayed against the phalanx of Arius and Eunomius and subduing the brigand band of Apollinaris and offering the finest grass to the divine sheep. And his brother Polychronius also shepherded the church of the Apameans excellently, employing both the grace of speech and the splendor of his life. And I, having stopped the writing here, entreat those who will encounter it to repay my labor with prayers. This history, however, encompasses a period of one hundred and five years, beginning from the madness of Arius and receiving its end in the death of the praiseworthy men Theodore and Theodotus. I shall also list in order those who presided over the great cities after the persecution. Of Rome: Miltiades, Silvester, Julius, Liberius, Damasus, Siricius, Anastasius, Innocentius, Bonifacius, Zosimus, Caelestinus. Of Antioch: Vitalius, Philogonius, Eustathius; these were orthodox. After these, heretics, so-called communicants: Eulalius, Euphronius, Flacitus, Stephanus, Leontius, Eudoxius. Then orthodox: Meletius, Flavianus, Porphyrius, Alexander, Theodotus; and to these were joined Paulinus and Evagrius. Of Alexandria: Achillas, Alexander, Athanasius, then Gregory the heretic, then again Athanasius, George the heretic, then again Athanasius, after him Peter, then Lucius the heretic, then again the same Peter, Timothy, Theophilus, Cyril. Of Jerusalem: Macarius, Maximus, Cyril, John, Praulius, Juvenalius. Of Constantinople:
Ἀλέξανδρος, εἶτα Εὐσέβιος ὁ ἐκ Νικομηδείας ἐκ μεταθέσεως, αἱρετικός, μετὰ τοῦτον Παῦλος ὀρθόδοξός τε καὶ μάρτυς, μετὰ τοῦτον Μακεδόνιος αἱρεσιάρχης πνευματομάχος· τοῦτον παρωσάμενος Εὐδόξιος ὁ δυσσεβὴς κατέσχε τὴν ἐκκλησίαν· μετὰ τοῦτον Δημόφιλος ὁ Βερόης τῆς Θρᾴκης ἑαυτὸν ἐκεῖ μετέθηκεν· εἶτα Γρηγόριος ὁ Ναζιανζοῦ γενόμενος ὕστερον, μετὰ τοῦτον Νεκτάριος, Ἰωάννης, Ἀρσάκιος, Ἀττικός, Σισίννιος.
Alexander, then Eusebius of Nicomedia by transfer, a heretic; after him Paul, orthodox and a martyr; after him Macedonius, heresiarch and opponent of the Spirit; having thrust him aside, the impious Eudoxius seized the church; after him Demophilus of Beroea in Thrace transferred himself there; then Gregory of Nazianzus, who came later; after him Nectarius, John, Arsacius, Atticus, Sisinnius.