khazarzar-severianus-de-caeco-nato:1 · narrative
Source
Περὶ ζήλου καὶ εὐσεβείας, καὶ εἰς τὸν ἐκ γενετῆς τυφλόν. αʹ. Πηγὴ φωτὸς ὁ τοῦ Θεοῦ λόγος· φωτὸς γὰρ γέμων, καὶ φωτὸς ἐκλάμπων, φωτίζει καὶ περιαστράπτει τὰς τῶν πιστῶν διανοίας. Αὐτὸς γὰρ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ λάμπει, καὶ τοὺς ἀπολαύοντας αὐτοῦ καταυγάζει· καὶ οὐ μόνον φωτίζει τῶν πιστῶν τὴν διάνοιαν, ἀλλὰ καὶ ὄνομα φωτὸς χαρίζεται. Ἡ γὰρ θεία Γραφὴ τοὺς τῇ ἀγνοίᾳ συντρόφους ὄντας, καὶ τῇ ἀπιστίᾳ συζῶντας, δικαίως ὀνομάζει σκότος, μὴ δεχομένους τὴν λαμπάδα τῆς ἀληθείας, ἵνα ὦσιν υἱοὶ φωτός. Διὰ τοῦτό φησι καὶ ὁ θεῖος ἀπόστολος Παῦλος· Οὐκ ἐσμὲν υἱοὶ νυκτὸς, οὐδὲ σκότους, ἀλλ' υἱοὶ φωτὸς καὶ ἡμέρας. Καὶ ὡς ἀληθῶς υἱοὶ φωτός ἐσμεν οἱ τοῦ εὐαγγελικοῦ λόγου τοῦ λαληθέντος διὰ στόματος Θεοῦ· Ἐγὼ γάρ εἰμι, φησὶν ὁ Χριστὸς, τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ἐκεῖνος γὰρ λόγος ἐστὶ φωτὸς, ὃς ἐὰν πιστευθῇ παρ' ἡμῶν, υἱὸς φωτὸς παρασκευάζει γενέσθαι. Ὅθεν φησὶ καὶ ὁ Σωτήρ· Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ὡς γὰρ ἐπὶ τῶν σωμάτων τὸ αἰσθητὸν τὸ τοῦτο φῶς, οὕτως ἐπὶ τῶν ψυχῶν ὁ νοερὸς τοῦ Θεοῦ λόγος· καὶ ὅπερ ἐστὶν ἐν τῇ νυκτὶ τὸ σκότος, τοῦτο ἐν ταῖς πεπλανημέναις ψυχαῖς ἡ ἄγνοια. Διὰ τοῦτο καὶ ὁ μακάριος Δαυῒδ περὶ τῶν τοιούτων γράφει, λέγων· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται. Οὕτως οὖν καὶ τὴν συναγωγὴν ὁ Θεὸς τὴν ἀγνοίᾳ βεβαπτισμένην, καὶ μὴ βουλομένην ἀνανεῦσαι πρὸς τὴν γνῶσιν τῆς πνευματικῆς διδασκαλίας, νύκτα καλεῖ, διὰ τὴν συζῶσαν αὐτῇ ἄγνοιαν.
English
Concerning zeal and piety, and on the man blind from birth. 1. The Word of God is a fountain of light; for being full of light and shining with light, he illumines and flashes brightly upon the minds of the faithful. For he shines of himself and in himself, and illuminates those who partake of him; and he not only illumines the mind of the faithful, but also bestows the name of light. For the divine Scripture rightly calls those who are companions of ignorance and who live together with unbelief darkness, since they do not receive the lamp of truth, so that they might be sons of light. For this reason the divine apostle Paul also says: We are not sons of night, nor of darkness, but sons of light and day. And truly we are sons of light, we who belong to the evangelical word spoken through the mouth of God; for I am, says Christ, the light of the world; he who follows me shall certainly not walk in darkness, but will have the light of life. For that word is a word of light, which, if it is believed by us, prepares one to become a son of light. Hence the Savior also says: While you have the light, believe in the light, so that you may become sons of light. For as in the case of bodies this perceptible light is, so in the case of souls is the intelligible Word of God; and what darkness is in the night, that ignorance is in erring souls. For this reason the blessed David also writes concerning such people, saying: They did not know, nor did they understand; they walk about in darkness. Thus, then, God also calls the synagogue, which is steeped in ignorance and does not wish to look up toward the knowledge of spiritual teaching, night, because of the ignorance that lives together with it.
khazarzar-severianus-de-caeco-nato:2 · narrative
Source
Ὅτε γὰρ τοῖς Ἰουδαίοις ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· Νυκτὶ ὡμοίωσα τὴν μητέρα ὑμῶν· καὶ ἑρμηνεύων ὁποίαν λέγει νύκτα ὁμοίαν σκότους, ἐπήγαγεν· Ὡμοιώθη ὁ λαός μου λαῷ μὴ ἔχοντι γνῶσιν. Διὰ τοῦτο Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν νυκτὶ διαπορεύονται. Ἀλλ' ἐκεῖνοι μὲν οὕτως· οἱ δὲ τῆς τοῦ Χριστοῦ διδασκαλίας δεξάμενοι τὸ φῶς, οἱ τοιοῦτοι φῶς ἀποτελοῦνται. Ἔστι γὰρ ὁ Θεὸς ἡμῶν φῶς· καὶ ὁ Λόγος αὐτοῦ ὁ ἐξ αὐτοῦ πρὸ αἰώνων ἀπαθῶς γεννηθεὶς, φῶς λέγεται· καὶ τὸ ἅγιον καὶ ὁμοούσιον καὶ ζωαρχικὸν Πνεῦμα, φῶς. Φῶς, καὶ φῶς, καὶ φῶς· ἀλλ' ἓν φῶς· καὶ ἡ ψυχὴ ἡ δεξαμένη τὸν λόγον, φῶς ὀνομάζεται. Ἀλλ' ὁ μὲν Θεὸς φύσει τρισυπόστατον φῶς, ἡμεῖς δὲ κατὰ μετουσίαν ἐκείνου· καὶ πάλιν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς φῶς, περὶ οὗ ὁ εὐαγγελιστὴς Ἰωάννης φησίν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἀλλὰ φῶς ὑπάρχων ἐκ φωτὸς ἀῤῥήτου, καὶ τὸν νόμον διαπέμπεται φωτὸς γέμοντα, κατὰ τὸν προφήτην τὸν λέγοντα· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Δεξαμένη τοίνυν ἡ ψυχὴ τῆς ἀληθείας τὸν φωτεινὸν λόγον, καὶ αὐτὴ φῶς ἀποτελεῖται, καὶ ἀκούει παρὰ τοῦ Παύλου· Ἦτε γάρ ποτε σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ. Ὅταν δὲ δέξηται ἡ διάνοια τὸ φῶς τὸ εὐαγγελικὸν, καὶ κατὰ τὴν πίστιν φῶς ὀνομάζεται· ὡσαύτως δὲ καὶ κατὰ τὰ ἔργα. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς. Ἀνάγκη γὰρ τὸν δεξάμενον φῶς πίστεως ἐλθεῖν καὶ εἰς ἔργα φωτός.
English
For when God said to the Jews through the prophet: "I have likened your mother to night"; and explaining what kind of night he means, a night like darkness, he added: "My people is become like a people that has no knowledge." Therefore "They have not known, neither have they understood; they walk in night." But those men are so; whereas those who have received the light of Christ's teaching, such persons become light. For our God is light; and his Word, begotten of him before the ages without passion, is called light; and the holy and consubstantial and life-originating Spirit is light. Light, and light, and light; but one light. And the soul that has received the Word is called light. But God is by nature light in three persons, while we are light by participation in him. And again, our Lord Jesus Christ himself is light, of whom the evangelist John says: "He was the true light, which enlightens every man coming into the world." But being light from unutterable light, he also sends forth the law full of light, according to the prophet who says: "Your law is a lamp to my feet, and a light to my paths." The soul, then, having received the luminous Word of truth, itself also becomes light, and hears from Paul: "For you were once darkness, but now are light in the Lord." And when the mind receives the light of the gospel, it is called light according to faith; and likewise also according to works. For, he says, "Let your light shine before men, that they may see your good works, and glorify your Father who is in heaven." For it is necessary that the one who has received the light of faith come also to works of light.
khazarzar-severianus-de-caeco-nato:3 · narrative
Source
Οὐ μόνον δὲ εἶναι δεῖ τοῦ πιστοῦ τὴν ψυχὴν φῶς, ἀλλὰ καὶ κατὰ τὰ ἔργα λάμπειν ἔμπροσθεν τῶν ἀνθρώπων· διὰ τοῦτο καὶ ὁ Σωτήρ φησι· Λαμψάτω φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ ὅρα τὸ θαυμαστόν· τὸ μὲν γὰρ ὑπὸ τοῦ Θεοῦ φῶς ἁπλοῦν ἐστιν, ἀκτῖνας δὲ διαφόρους ἔχει οὐ τῇ φύσει, ἀλλὰ ταῖς ἐνεργείαις· καὶ πέμπεται μὲν ἡ λάμπουσα τοῦ Θεοῦ διδασκαλία ἐπὶ πᾶσαν πιστὴν ψυχὴν, κατὰ τὸ εἰρημένον· Καὶ ἔστω ἡ
λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, ἵνα παρ' αὐτῷ κατευθύνηται τὰ ἔργα ἡμῶν. Μία ἐστὶν ἡ λαμπρότης, ἀλλ' ἐρχομένη πρὸς ἡμᾶς πολλὰς λαμπρότητας ἀποτελεῖ, λαμπρότητα ἐλεημοσύνης, λαμπρότητα σωφροσύνης, λαμπρότητα φιλοξενίας, λαμπρότητα φιλοστοργίας. Παρὰ μὲν τῷ Θεῷ μία λαμπρότης· αὕτη δὲ εἰς ἡμᾶς πεμπομένη, ταῖς ἐνεργείαις διαφόρους ἀποτελεῖ τὰς μαρμαρυγάς· τῷ μὲν χαριζομένη λαμπρότητα προφητείας, ἄλλῳ λαμπρότητα ἀποστολῆς, ἄλλῳ λαμπρότητα μαρτυρίου. Ἐκεῖ μὲν μία λαμπρότης· εἰς ἡμᾶς δὲ πολλαὶ, κατὰ τὸ εἰρημένον· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. Διὰ τί οὖν Παῦλος ἀπαριθμεῖται, καὶ λέγει· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; Οὐχ ἁπλῶς οὕτω διαιρεῖ ὁ Παῦλος, ἀλλ' ὡς εὑρίσκει ψυχὰς ἐπιτηδείας, οὐ κατὰ τὴν αὐθεντίαν μερίζει, ἀλλὰ κατὰ τὴν ὁμολογίαν τῆς πίστεως· οὐχ ὅτι παρὰ τὸ βούλημα αὐτοῦ δίδωσιν, οὐδὲ παρὰ τὸ θέλημα, ἀλλ' ὅτι τὸ θέλημα αὐτοῦ οὐκ ἔστιν ἄκριτον, ἀλλὰ κατὰ τὰ χαρίσματα τῶν δωρεῶν.
English
It is not only necessary that the soul of the faithful be light, but also that it shine before men by its works. This is why the Savior also says: "Let your light shine before men, so that they may see your good works and glorify your Father who is in the heavens." And observe the wonder: the light that comes from God is simple, yet it has different rays—not in its nature, but in its energies. The shining teaching of God is sent to every faithful soul, according to what is said: "And let the brightness of the Lord our God be upon us, that our works may be directed by him." The brightness is one, but coming to us it produces many brightnesses: a brightness of almsgiving, a brightness of chastity, a brightness of hospitality, a brightness of affection. With God there is one brightness; but this same brightness, sent to us, produces different gleams through its energies—granting to one the brightness of prophecy, to another the brightness of apostleship, to another the brightness of martyrdom. There it is one brightness; but toward us it is many, according to what is said: "With you is dominion in the day of your power, in the brightnesses of your holy ones." Why then does Paul enumerate and say: "Are all apostles? Are all prophets? Are all teachers?" Paul does not make this division arbitrarily, but as he finds souls fit; he does not distribute according to authority, but according to the confession of faith—not because he gives contrary to his will, nor contrary to his wish, but because his will is not undiscriminating, but is according to the graces of the gifts.
khazarzar-severianus-de-caeco-nato:4 · narrative
Source
Ὥσπερ γὰρ τὰ ἀνθηρὰ καὶ εὐβαφῆ τῆς βασιλικῆς ἐσθῆτος δέχεται μὲν ἀκτῖνα ἡλιακὴν, διαφόρους δὲ τὰς μαρμαρυγὰς ἀνατέλλει, καὶ οἷον ἂν εἴη τῆς βαφῆς τὸ κάλλος, τοιαύτην τὴν εὔχροιαν ἀπεργάζεται, καὶ ὥσπερ ὑπὸ τῆς προκειμένης βαφῆς μεταβάπτεται καὶ τοῦ ἀέρος τὸ κάλλος εἰς χρυσὸν, ἢ εἰς πορφύραν, ἢ εἰς πράσινον, ἢ εἰς ἄλλο τι τῶν χρωμάτων, οὐ τῆς ἀκτῖνος μεριζομένης, ἀλλὸ τῆς ἐσθῆτος τὴν οἰκονομίαν τῆς ἀκτῖνος σχηματιζομένης τῷ φωτί· τοιούτοις ἀεὶ ἄνθεσι λάμπει τῆς Ἐκκλησίας τὸ κάλλος, βασιλικὴν ἔχουσα τὴν ἐσθῆτα, καὶ ἐστολισμένη οὐράνιον καὶ ποικίλην στολήν· ὡς καὶ ὁ ψαλμῳδὸς λέγει· Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· πάρεστι ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Πῶς πεποίκιλται; Ταῖς τοῦ ἁγίου Πνεύματος δωρεαῖς, κατὰ τὴν Παύλου φωνὴν, Ἐνεργοῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς. Ἀλλὰ τί ὀνομάσω τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν; Νύμφην ἐστολισμένην, βασιλίδα κεκαλλωπισμένην, παράδεισον κομῶντα, λειμῶνα βρύοντα τὴν εὐκαρπίαν, καὶ εἴ τι ἕτερον ἂν εἴπω, τῆς ἀξίας ἔλαττον φθέγγομαι. Διὰ τοῦτο ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τῆς Ἐκκλησίας ἀναλαβὼν αὐτῆς τὴν φωνὴν, ἔλεγεν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου. Καὶ ἐπειδὴ ἐν ὑποδείγματι ἦν, καὶ ὅλον τὸ κάλλος τῆς Ἐκκλησίας οὐκ ἠδύνατο φράσαι, διαφορὰν αὐτῷ περιτίθησι, λέγων· Ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς γῆν αὔξουσαν τὰ γεννήματα αὐτῆς, καὶ ὡς κῆπον λαχάνων τὰ σπέρματα αὐτοῦ.
English
For just as the flowered and richly dyed fabric of a royal garment receives the sun's ray and sends forth varied gleams, and whatever the beauty of the dye may be, it produces a correspondingly fair hue; and just as by the dye set before it the very beauty of the air is recolored into gold, or purple, or green, or some other of the colors—the ray not being divided, but the disposition of the garment shaping the ray by its light—with such flowers always does the beauty of the Church shine, having a royal garment and adorned with a heavenly and variegated robe; as the psalmist also says: Daughters of kings are in your honor; the queen stands at your right hand, clothed in a garment woven with gold, arrayed in varied colors. How is she arrayed in varied colors? By the gifts of the Holy Spirit, according to Paul's voice: God working with signs and wonders and various powers, and distributions of the Holy Spirit. But what shall I name the Church of Christ? A bride adorned, a queen beautified, a flourishing paradise, a meadow bursting with fruitfulness—and if I say anything else, I speak less than her worth. Therefore the prophet Isaiah, taking up her voice in the person of the Church, said: Let my soul rejoice in the Lord; for he has clothed me with a garment of salvation. And since he was speaking in a figure, and could not express the whole beauty of the Church, he invests it with distinction, saying: As a bride he adorned me with ornament, and as a bridegroom he set a mitre upon me, and as a land increasing its produce, and as a garden its seeds of vegetables.
khazarzar-severianus-de-caeco-nato:5 · narrative
Source
Κῆπος γὰρ ὡς ἀληθῶς κεκλεισμένος καὶ παράδεισος ἡ Ἐκκλησία τοῦ Θεοῦ τοῦ ζῶντος· παράδεισον δὲ λέγω οὐ κατὰ τὸν ἀρχαῖον ἐκεῖνον, ἀλλὰ πολὺ ἐκείνου ἀνώτερον. Ἐκεῖ μὲν γὰρ ἐβασίλευσεν ὄφις, ἐνταῦθα δὲ βασιλεύει ὁ Χριστός. βʹ. Μὴ τῇ ἀξιοπιστίᾳ πρόσεχε τοῦ ὀνόματος, ἀλλὰ τῇ δυνάμει τοῦ πράγματος. Οὔτε γὰρ παράδεισός ἐστι θαυμαστὸς, ἐὰν μὴ ἔχῃ Θεοῦ ἐντολὴν τηρουμένην· οὔτε τὰ εὐτελῆ τῶν τόπων ὑβρίζεται, ἐὰν ἔχῃ Θεοῦ βασιλεύοντος τὸν νόμον. Τί βέλτιον; τί κρεῖττον; παράδεισος, ἢ κοπρία; Ἀλλ' ὅμως τὸν Ἀδὰμ διὰ τὴν παράβασιν παράδεισος οὐκ ὠφέλησεν· τὸν Ἰὼβ δὲ διὰ τὴν ὑπομονὴν κοπρία οὐκ ἔβλαψεν· ὁ Ἀδὰμ ἐν παραδείσῳ καταισχύνεται διὰ τὴν παρακοὴν, Ἰὼβ δὲ ἐπὶ τῆς κοπρίας στεφανοῦται διὰ τὴν ὑπομονήν. Οὐδαμοῦ γὰρ ἀξιοπιστία τῶν τόπων συμβάλλεται, μὴ συντρεχούσης τῆς ἀγαθῆς γνώμης· καὶ παραδείσου ὑψηλότερος ὁ οὐρανὸς, ἀλλὰ πίπτει ἐκεῖθεν ὁ διάβολος. Ἡ γῆ βαθεῖα, καὶ ὁ οὐρανὸς μετεωρίζεται· πίπτει ἐξ οὐρανοῦ ὁ διάβολος παραβὰς, κατὰ τὸ, Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα· ὑψοῦνται δὲ ἀπὸ γῆς πτωχοὶ, κατὰ τὸ, Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. Ὁρᾷς ὡς οὐχ ἡ τῶν τόπων διαφορὰ χαρίζεται ἡμῖν τὰ πλεονεκτήματα, ἀλλὰ πανταχοῦ πίστις, καὶ ὑπομονὴ, καὶ ἐλπὶς τοὺς στεφάνους πλέκει τοῖς ἀξίοις; Οὐδὲν κοιτῶνος
English
For the Church of the living God is truly a garden enclosed and a paradise; but I mean a paradise not like that ancient one, but far superior to it. For there the serpent reigned, but here Christ reigns. Do not attend to the credibility of the name, but to the power of the reality. For neither is a paradise admirable if it does not keep the commandment of God, nor are the lowly places insulted if they have the law of God reigning. What is better? What is superior? Paradise, or a dung heap? Yet paradise did not profit Adam because of his transgression; and the dung heap did not harm Job because of his endurance. Adam in paradise is put to shame because of his disobedience, but Job on the dung heap is crowned because of his endurance. For nowhere does the credibility of places contribute, unless good intent concurs; and heaven is higher than paradise, but the devil falls from there. The earth is deep, and heaven is lifted on high; the devil falls from heaven for transgressing, according to the saying, I saw Satan fall as lightning from heaven; but the poor are exalted from the earth, according to the saying, He who raises the poor from the earth, and lifts up the needy from the dung heap. Do you see that it is not the difference of places that grants us the advantages, but everywhere faith, and endurance, and hope weave the crowns for the worthy? Nothing of a bedchamber
khazarzar-severianus-de-caeco-nato:6 · narrative
Source
σεμνότερον, οὐδὲν θεάτρου γυμνότερον· τί ὠφέλησε τὴν ἀκόλαστον Αἰγυπτίαν ἡ ἐν κοιτῶνι μοιχεία; τί ἔβλαψε τὴν πρωτομάρτυρα Θέκλαν τὸ ἐν θεάτρῳ γυμνὴν παλαίειν; Οὐχ ἡμάρτηκε γυμνουμένη, οὐχ ὑβρίζεται ἡ ἁγία, ἀλλὰ στεφανοῦται. Καὶ ἡ μὲν ἐν τῷ θεάτρῳ στεφανοῦται, ἡ δὲ ἐν τῷ νυμφῶνι στηλιτεύεται. Τί ὠφέλησε τὰ εἴδωλα, καὶ ἡ τῶν μὴ ὄντων προσκύνησις; τὰ τῶν ναῶν μεγέθη λέγω· τί δὲ ἔβλαψε τοὺς μάρτυρας ἡ τῶν τάφων εὐτέλεια; οὐ κατῃσχύνθη ἡ πλάνη ἐν μεγέθει, καὶ ὑψώθη τὰ τῶν μαρτύρων ἐν ταπεινώσει; Οὕτως ἡ Ἐκκλησίᾳ Θεοῦ τοῦ ζῶντος παράδεισός ἐστι τρυφῆς. Ἐν τῷ παραδείσῳ ἐκείνῳ ὁ ὄφις ἐχόρευσε, καὶ ἠπάτα· ἐν τῷ παραδείσῳ τούτῳ λέγει ὁ Σωτήρ· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει. Ἐν τῷ παραδείσῳ ἐκλείσθη ἡ ὁδὸς τῆς ζωῆς τῷ Ἀδὰμ διὰ τὴν παράβασιν· καὶ ἵνα δείξῃ ὁ Θεὸς, ὅτι οὐκ ἐμποδίζεται ἡ ἐνάρετος ψυχὴ, ἔξω τοῦ παραδείσου τὰ μείζονα λαμβάνει τῶν ἐν τῷ παραδείσῳ. Τῷ Ἀδὰμ ἀποκλείεται ὁ παράδεισος, καὶ Πέτρος πιστεύεται τὰς κλεῖς τοῦ οὐρανοῦ· Ἀδὰμ ἐκβάλλεται τοῦ παραδείσου, καὶ Παῦλος ἁρπάζεται ἕως τρίτου οὐρανοῦ· τῷ Ἀδὰμ ἀποτειχίζεται τὸ ξύλον τῆς ζωῆς· εἶπε γὰρ ὁ Θεὸς, φησὶ, Μήποτε ἅψηται Ἀδὰμ τοῦ ξύλου τῆς ζωῆς. Ἐκεῖ ἡ ζωὴ κεκώλυται, καὶ τὸ ξύλον τῆς ζωῆς ἐκωλύθη παρὰ τοῦ παραβάντος· ὧδε ἐπάγη τὸ ξύλον τοῦ σταυροῦ, καὶ πάντες οἱ βουλόμενοι τρυγῶσι ζωὴν αἰώνιον. Ἐν τῷ παραδείσῳ μετὰ τὴν παράβασιν κρύπτεται ὁ Ἀδὰμ τὸν Θεὸν, ὑπὸ τοῦ συνειδότος πληττόμενος·
English
Nothing is more august than a church, nothing more naked than a theater. What did the adultery in the bedchamber profit the licentious Egyptian woman? What harm did it do the protomartyr Thecla to wrestle naked in the theater? She did not sin by being stripped; the holy one is not shamed, but crowned. And she is crowned in the theater, while the other is pilloried in the bridal chamber. What did the idols profit, and the worship of things that are not? I mean the vastness of the temples. And what harm did the cheapness of their tombs do the martyrs? Was error not put to shame in greatness, and were the martyrs not exalted in lowliness? Thus the Church of the living God is a paradise of delight. In that paradise the serpent danced and deceived; in this paradise the Savior says: Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy, and nothing shall by any means hurt you. In the paradise the way of life was closed to Adam because of transgression; and to show that the virtuous soul is not hindered, outside the paradise it receives greater things than those in the paradise. To Adam the paradise is shut, and to Peter are entrusted the keys of heaven; Adam is cast out of the paradise, and Paul is caught up to the third heaven; from Adam the tree of life is walled off; for God said, it says, Lest Adam touch the tree of life. There life was prevented, and the tree of life was withheld from the transgressor; here the wood of the cross was fixed, and all who wish gather eternal life. In the paradise after the transgression Adam hides from God, stricken by conscience.
khazarzar-severianus-de-caeco-nato:7 · narrative
Source
ἀνακαλεῖται αὐτὸν ὁ τὰ πάντα ζητῶν, καί φησιν· Ἀδὰμ, ποῦ εἶ; Οὐκ ᾔδεις γὰρ ποῦ ἐστιν; Ἀδὰμ, ποῦ εἶ; Ἐλέγχων αὐτοῦ τὴν παρανομίαν λέγει, Ποῦ εἶ; ἀντὶ τοῦ, Ἐν τίσιν εἶ; Μὴ ἰσοθεΐαν σοι ἤνεγκεν ἡ ἀπάτη τοῦ ὄφεως; εἶδες πῶς γεγύμνωσαι; Ποῦ εἶ; Τῆς φωνῆς σου ἤκουσα, καὶ ἐκρύβην. Ἐκεῖνος κρύπτεται ἐν παραδείσῳ· οἱ ἀπόστολοι λέγουσιν, Ἡμεῖς πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, ἀπὸ δόξης εἰς δόξαν. Εἶδες παῤῥησίαν ἔξω τοῦ παραδείσου; εἶδες αἰσχύνην ἔσω τοῦ παραδείσου; Ἐν τῷ παραδείσῳ μετὰ τὴν παράβασιν ἐνέδυσεν ὁ Θεὸς τὸν Ἀδὰμ χιτῶνας δερματίνους. Ἴδωμεν τί ἐνδέδυται. Ἐκεῖνος ἐκεῖ χιτῶνα ἐνεδύσατο· ὧδε, Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο. Ἐκεῖ ἀποκλεισθέντος τοῦ παραδείσου, τὰ Χερουβὶμ, καὶ ἡ στρεφομένη ῥομφαία κωλύουσα τὴν ὁδὸν τοῦ παραδείσου· καὶ ἦν ὥσπερ τεῖχος καὶ ἀποτείχισμα τῷ Ἀδὰμ, μὴ συγχωροῦν εἰσελθεῖν διὰ τὴν παρακοὴν τὴν ἐν παραδείσῳ μετὰ τὴν παράβασιν. Οὐκ εἰς κατηγορίαν λέγω τοῦ παραδείσου, ἀλλ' ὅτι ἐκεῖνο τὸ θεοπρεπὲς χωρίον οὐδὲν ὠφέλησε τὸν μὴ μετὰ γνώμης ἀγαθῆς ἀναστρέφεσθαι βουληθέντα. Καὶ ἦν πυρὸς τεῖχος κυκλοῦν τὸν παράδεισον, καὶ μὴ συγχωροῦν τῷ παραβάντι εἰσελθεῖν· ἵνα δείξῃ ὁ Θεὸς, ὅτι οὐ τὸ πῦρ πολέμιον ἦν αὐτῷ, ἀλλ' ἡ παράβασις τὸν Ἀδὰμ ἐκώλυσε τοῦ πυρὸς τὸ τεῖχος εἰσελθεῖν· καὶ Ἠλίαν ἅρμα πυρὸς ἥρπασεν εἰς τὸν οὐρανόν. Οὐ ψεύδεται ἡ Ἐκκλησία τοῦ Θεοῦ λέγουσα· Ἐνέδυσέ με ὁ Θεὸς ἱμάτιον σωτηρίου, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, ὡς γῆν αὔξουσαν τὰ γεννήματα αὐτῆς, καὶ ὡς μέγας τῆς ἀληθείας κῆπος. Οὗτος ὁ μέγας.
English
He who seeks all things calls him and says: Adam, where are you? Did he not know where he was? Adam, where are you? Convicting him of his transgression, he says, Where are you? — instead of, In what state are you? Did the serpent's deceit bring you equality with God? Did you see how you have been stripped naked? Where are you? I heard your voice, and I hid myself. He hides in paradise; the apostles say, We all, with unveiled face, beholding the glory of the Lord as in a mirror, from glory to glory. Did you see the boldness outside paradise? Did you see the shame inside paradise? In paradise after the transgression God clothed Adam in tunics of skin. Let us see what he is clothed in. There he was clothed in a tunic; here, As many as were baptized into Christ have put on Christ. There, when paradise was shut, the Cherubim and the turning sword blocked the way to paradise; and it was like a wall and a barrier for Adam, not permitting him to enter because of the disobedience in paradise after the transgression. I do not say this to accuse paradise, but because that place befitting God profited nothing the one who did not wish to conduct himself with a good disposition. And there was a wall of fire encircling paradise, not permitting the transgressor to enter; so that God might show that the fire was not hostile to him, but the transgression prevented Adam from entering the wall of fire; and a chariot of fire snatched Elijah up into heaven. The Church of God does not lie when she says: God clothed me with a garment of salvation, and adorned me like a bride with ornament, like the earth increasing its produce, and like a great garden of truth. This is the great one.
khazarzar-severianus-de-caeco-nato:8 · narrative
Source
παράδεισος, ἡ Ἐκκλησία ἡ οἰκουμενική. Χριστὸς βασιλεύει, καὶ νομοθετῶν πιστεύεται, εἰ μήπου τις εὑρεθῇ ἐν τῇ Ἐκκλησίᾳ αἱρετικὴν πλάνην νοσῶν, ὑπὸ τῆς τῶν ὄφεων διδασκαλίας, λέγω δὴ τῆς αἱρετικῆς πλάνης, καὶ ἐκβαλλόμενος ἐντεῦθεν, ὡς τοῦ παραδείσου Ἀδάμ. Ὥσπερ γὰρ ἐκεῖ ὁ πεισθεὶς τῇ τοῦ ὄφεως διδασκαλίᾳ ἐξωρίσθη τοῦ παραδείσου· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οἱ Παύλῳ μὴ πειθόμενοι, ὑπὸ Πέτρου μὴ διδασκόμενοι, ἀλλὰ ταῖς τῶν ὄφεων πειθόμενοι διδασκαλίαις, ἐκβάλλονται τούτου τοῦ παραδείσου. Πόθεν τοῦτο δῆλον; Λέγει ὁ Παῦλος· Ζηλῶ γὰρ ὑμᾶς ζῆλον Θεοῦ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Ἀλλ' οὐκ ἔχει χώραν ἐνταῦθα ὄφεως διδασκαλία, τοῦ μεγάλου ποιμένος τῇ βακτηρίᾳ τῆς πίστεως
συντρίβοντος τὴν κεφαλὴν τῶν ὄφεων. Καὶ γὰρ ὡς ποιμὴν ὁ θαυμάσιος ἡμῶν πατὴρ συντρίβει τὰς κεφαλὰς τῶν δρακόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς Χριστὸν ἐλπίδι· καὶ ὡς ἄριστος φυτοκόμος καὶ κηπουρὸς, τρέφει μὲν τὰ φυτὰ τῆς Ἐκκλησίας, ἐκριζοῖ δὲ, εἴ τι νόθον σπέρμα καὶ βλάστημα· τὴν νόσον τῆς δυσσεβείας, τὴν πλάνην τὴν Ἑλληνικὴν ὡς ἀκάνθας πυρὶ παραδίδωσι· τὴν δὲ αἱρετικὴν πλάνην ὡς ἄγρωστιν ἐκτίλας ἐκβάλλει, ζήλῳ ἐνδεδυμένος Θεοῦ, ὃν οἱ πολλοὶ ἀγνοοῦσιν. Εἰώθασι γάρ τινες κατασοφιστεύειν τῆς Ἐκκλησίας καὶ τῶν ἁγίων ποιμένων, ὥσπερ οὖν καὶ τούτου τοῦ θαυμασίου πατρός· καὶ πολλοὶ ἐν ἐπιεικείας σχήματι ἀργίαν εἰσάγουσι, καὶ ζῆλον ὑβρίζουσι, καὶ Θεοῦ ἀκμάζοντα λόγον πειρῶνται ἀμβλύνειν.
English
Paradise, the universal Church. Christ reigns, and he is believed when he gives the law, unless perhaps someone is found in the Church sick with heretical error, under the teaching of serpents — I mean, of course, heretical error — and is cast out from here, as Adam was from paradise. For just as there the one who was persuaded by the teaching of the serpent was exiled from paradise, so also in the Church those who do not obey Paul, who are not taught by Peter, but obey the teachings of serpents, are cast out of this paradise. How is this clear? Paul says: I am jealous for you with a godly jealousy; for I betrothed you to one husband, to present you as a pure virgin to Christ. But I fear lest, as the serpent deceived Eve, so your minds should be corrupted. But the teaching of the serpent has no place here, since the great shepherd with the staff of faith crushes the head of the serpents. For indeed, like a shepherd, our wonderful father crushes the heads of the dragons by the gospel faith and the hope in Christ; and like the best gardener and keeper of a garden, he nourishes the plants of the Church, but uproots any bastard seed and shoot; the disease of impiety, the Greek error, he hands over to fire like thorns; and the heretical error, having plucked it out like couch grass, he casts out, clothed in zeal for God, which many do not know. For some are accustomed to make clever sophistries against the Church and the holy shepherds, just as also against this wonderful father; and many, under the guise of gentleness, introduce laziness, and insult zeal, and attempt to blunt the flourishing word of God.
khazarzar-severianus-de-caeco-nato:9 · narrative
Source
Ἔστι γὰρ εὑρεῖν τινα ἐν σχήματι ἐπιεικείας λέγοντα· Τί γὰρ κοινὸν ἔχομεν πρὸς τοὺς Ἕλληνας; θέλει σωθῆναι; σωθήτω. Ὁ ταῦτα λέγων οὐδέπω ἐτρώθη ζήλῳ εὐσεβείας· ὁ βλέπων ἀπολλύμενον, καὶ μὴ πενθῶν τὴν ἐκείνου ἀπώλειαν, καὶ ἰδίαν ζημίαν τιθέμενος, οὐκ οἶδε ζῆλον εὐσεβείας, οὐκ ἐτρώθη βέλεσιν ἀληθείας. γʹ. Ὁ βλέπων οὖν ἀπολλύμενον, καὶ μὴ ζηλῶν ὥς πού φησι Παῦλος, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; οὐκ ἔστιν οὗτος μαθητὴς Παύλου. Ἀντιπαραβαλλέτω τοῦ Πατρὸς τὰ κατορθώματα, καὶ εὑρήσει αὐτὸν συνᾴδοντα ταῖς ἀποστολικαῖς φωναῖς· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Οἱ οὕτω φρονοῦντες, ἀδελφοί εἰσι τῶν ἀποστόλων. Δίκαιος γὰρ οὐκ ἐν οἷς ἁμαρτάνει μόνον ἀθυμεῖ, ἀλλὰ καὶ ἐν οἷς βλέπει ἄλλους ἁμαρτάνοντας, ὥς φησιν ὁ Δαυΐδ· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Εἴ τις ἐπὶ ταῖς ἄλλων ἁμαρτίαις ἀθυμεῖ, ζῆλον ἔχει εὐσεβείας. Ὁ γὰρ δίκαιος, ὅταν τὸν ἑαυτοῦ βίον διορθῶται, δακρύει καὶ πενθεῖ τοῦ τὴν ἁμαρτίαν ἐξαλεῖψαι τὴν ἑαυτοῦ· καὶ τότε τῆς ἁμαρτίας τῆς ἰδίας παυσάμενος, τὰς ἄλλων λοιπὸν πενθεῖ ἁμαρτίας, καθὼς καὶ Παῦλος· Μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. Παῦλος πενθεῖ τοὺς ἁμαρτήσαντας, καὶ μὴ μετανοήσαντας· Σαμουὴλ πενθεῖ τὸν Σαοὺλ, ὡς εἰπεῖν τὸν Θεόν· Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ; Βλέπεις ψυχὴν ἀπολλυμένην, καὶ οὐ πενθεῖς; Νεκρὸν ἐάν τις ἴδῃ προκομιζόμενον, καὶ μὴ δακρύσῃ, ὡς ἀπηνὴς καὶ σκληρὸς καὶ θηριώδης ἐλέγχεται·
English
For it is possible to find someone in the guise of mildness saying: "What do we have in common with the Greeks? If he wishes to be saved, let him be saved." The one who says these things has not yet been wounded by zeal for piety; the one who sees a man perishing and does not mourn that man's destruction, and counts it his own loss, does not know zeal for piety, has not been wounded by the arrows of truth. 3. The one, then, who sees a man perishing and is not zealous, as Paul somewhere says—"Who is weak, and I am not weak?"—this man is not a disciple of Paul. Let him compare the Father's achievements and he will find him in harmony with the apostolic voices: "Who is weak, and I am not weak? Who is scandalized, and I am not set on fire?" Those who think in this way are brothers of the apostles. For the righteous man is disheartened not only over his own sins but also over those he sees others committing, as David says: "Dejection seized me because of the sinners who abandon your law." If anyone is disheartened over the sins of others, he has zeal for piety. For the righteous man, when he sets his own life aright, weeps and mourns that his own sin be blotted out; and then, having ceased from his own sin, he thereafter mourns the sins of others, just as Paul too: "Lest, when I come, I should mourn many of those who have sinned beforehand and have not repented." Paul mourns those who have sinned and have not repented; Samuel mourns Saul, so that God says: "How long will you mourn over Saul?" Do you see a soul perishing, and do you not mourn? If someone sees a dead man being carried out and does not weep, he is convicted as unfeeling and hard and brutish.
khazarzar-severianus-de-caeco-nato:10 · narrative
Source
ψυχὴν ἐὰν ἴδῃς ἐν ἀσεβείᾳ βαπτιζομένην, καὶ αἰωνίῳ θανάτῳ καταδικαζομένην, καὶ τῇ ἀπιστίᾳ διαμένουσαν, οὐ δακρύεις, εἰπέ μοι, καὶ πενθεῖς; καὶ τοῦτο εὐλαβοῦς ψυχῆς; Πάντα μὲν οὖν τὰ ἄλλα ἁμαρτήματα δεῖ πενθεῖν τὸν εὖ φρονοῦντα, ἐξαιρέτως δὲ, ὅταν ἴδῃ ψυχὴν ἐν ἀσεβείᾳ βεβαπτισμένην Ἑλληνισμοῦ. Ἐπὶ τῇ τοιαύτῃ ψυχῇ οὐ δεῖ μόνον πενθεῖν, ἀλλὰ καὶ πυροῦσθαι καὶ ἐμπιπρᾶσθαι τῷ ζήλῳ· ἵνα γένηται Παύλου μαθητής. Διατρίβοντος γὰρ, φησὶ, Παύλου ἐν ταῖς Ἀθήναις, ἐνεπίπρατο αὐτοῦ τὸ πνεῦμα, θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. Διὰ τί δὲ ταῦτα οἱ ἅγιοι φρονοῦσιν, ὥς που καὶ ὁ θαυμάσιος οὗτος πατὴρ ἔκδικος τῆς εὐσεβείας ἦν; Καθάπερ γάρ ἐστι βασιλεὺς ὁ ἐπὶ γῆς κατέχων τῆς ὑπ' αὐτὸν οἰκουμένος, ἔχει δὲ ἐν ἑκάστῳ δικαστηρίῳ τοῦ παλατίου συνηγοροῦντας· οὕτως ἔχει ὁ Θεὸς τοὺς πιστοὺς ποιμένας ἐκδίκους τῆς εὐσεβείας. Πολλοὶ γὰρ πολλάκις διασύροντες τῶν Ἑλλήνων λέγουσιν, ὅταν ἀκούσωσι Χριστιανῶν λεγόντων αὐτοῖς, Διὰ τί βλασφημεῖτε; διὰ τί ἀσεβεῖτε; εὐθέως διασύρουσιν· Ἴδε οἱ ἔκδικοι τοῦ Θεοῦ· οὐ δύναται ἑαυτὸν ἐκδικῆσαι ὁ Θεός; Ἀλλ' ἑαυτὸν οὐκ ἐκδικεῖ (οὐ γὰρ ὑβρίζει τὴν θεότητα), ἀλλὰ διὰ πιστῶν οἰκετῶν τοὺς ἀγνώμονας δούλους μαστίζει. Χρείαν ἔχει ἐκδίκων ὁ Θεός; Ναί· οὐκ ἐπειδὴ αὐτὸς ἀσθενεῖ, ἀλλ' ἵνα σοὶ θύραν ζήλου ἀνοίξῃ. Εἰ γὰρ πάντα δι' ἑαυτοῦ ἐποίει, ἀπεκλείετο ἡ ὁδὸς τῆς ζωῆς τῷ ζηλωτῇ. Οὐκ ἐθεομάχει ποτὲ Φαραὼ, καὶ ἦν ἐν ἀσεβείᾳ βεβυθισμένος· καὶ οὐδαμοῦ μάστιξ προσηνέχθη, ἕως ἂν ἔκυψε Μωϋσῆς ὁ πιστός;
English
If you see a soul being immersed in impiety and condemned to eternal death, and persisting in unbelief, do you not weep, tell me, and mourn? And is this the mark of a devout soul? Indeed, the right-minded person must mourn for all other sins, but especially when he sees a soul baptized in the impiety of Hellenism. For such a soul one must not only mourn but also be set on fire and inflamed with zeal, so as to become a disciple of Paul. For, it says, while Paul was staying in Athens, his spirit was provoked within him, as he observed that the city was full of idols. And why do the saints think these things, as indeed this wonderful father also was a defender of piety? For just as a king on earth who holds the inhabited world under him has advocates in each court of the palace, so God has the faithful shepherds as defenders of piety. For many of the Greeks often mock, saying, when they hear Christians saying to them, "Why do you blaspheme? Why are you impious?"—they immediately mock: "Look, the defenders of God! Can God not defend himself?" But he does not defend himself (for he does not insult the divinity), but through faithful servants he scourges the ungrateful slaves. Does God need defenders? Yes—not because he himself is weak, but so that he may open for you a door of zeal. For if he did everything through himself, the way of life would be closed to the zealous man. Did Pharaoh not once fight against God, and was he not sunk in impiety? And nowhere was a scourge applied until Moses the faithful bowed down.
khazarzar-severianus-de-caeco-nato:11 · narrative
Source
Οὐκ ἐκόμα ἡ πολύθεος πλάνη σὺν τοῖς ψευδέσιν ἱερεῦσι καὶ τοῖς ψευδοπροφήταις, καὶ οὐδαμοῦ παρὰ Θεοῦ πληγὴ, ἕως ἀνέκυψεν Ἠλίας ὁ ζηλωτής; Ἔκδικοί εἰσιν ὁμολογουμένως τοῦ Θεοῦ οἱ ἅγιοι. Διὸ καὶ Παῦλος λέγει· Ἐν ἑτοίμῳ
ἔχομεν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἔτι δὲ ἡ θαυμασία Δεβόῤῥα ἐν γυναιξὶν, ἡ γυναικὸς ἀσθένειαν ἔχουσα, καὶ ἀνδρείαν ἀρετῆς προφητεύουσα, περὶ ἧς φησιν ἡ Γραφὴ, καὶ Ἀνέστη Δεβόῤῥα, μήτηρ ἐν τῷ Ἰσραὴλ, μήτηρ ἐγένετο τοῦ λαοῦ δι' εὐσέβειαν, καὶ τοσοῦτον ἤκμαζεν, ὥστε καὶ τοὺς στρατηγοὺς πολέμου γενομένου τοὺς περὶ τὸν Βαρὰκ λέγειν τῇ γυναικί· Ἐὰν μὴ σὺ ἔλθῃς εἰς πόλεμον μεθ' ἡμῶν, ἡμεῖς οὐκ ἐρχόμεθα. Οὐ τῇ τῆς γυναικὸς ἐθάῤῥουν ἀνδρείᾳ, ἀλλὰ τῇ τῆς προφητείας δυνάμει. Ἐξῆλθον πολλοὶ συνεργοὶ τῆς τοῦ Θεοῦ βουλῆς, καὶ ἐξέκοπτον τοὺς ἀλλοφύλους. Ἐκείνη οὖν ἡ μακαρία Δεβόῤῥα τὴν ἀλήθειαν φέρουσα λέγει· Κύριε, οἱ ἀγαπῶντές σε, ὡς ἀνατολὴ τοῦ ἡλίου· οἱ δὲ ἐχθροί σου, ὡς ἀπόσμηγμα λύχνου. Κύριε, οἱ ἀγαπῶντές σε, ὡς ἀνατολὴ τοῦ ἡλίου· ἐπειδὴ ὁ ἥλιος οὐδέποτε σβέννυται· οἱ δὲ ἐχθροί σου, ὡς ἀπόσμηγμα λύχνου· λύχνος γὰρ καὶ πρόσκαιρον ἔχει φῶς, καὶ πάλιν σβέννυται. Εἶτα ἐπαινεῖ τὸν στρατηγὸν ὑπουργήσαντα τῇ τοῦ Θεοῦ βουλῇ, καὶ μετὰ ταῦτα κελεύει καταρᾶσθαι τοὺς κατοικοῦντας Μαζὼρ, ὅτι οὐκ ἐξῆλθον εἰς βοήθειαν Κυρίου. Βοηθείας ἄρα ἔχρῃζεν ὁ Θεός; Ναί. Δεῖ φανῆναι τοὺς βοηθοῦντας τῇ εὐσεβείᾳ.
English
Did not the polytheistic error with its false priests and false prophets flaunt itself, and there was no plague from God anywhere, until Elijah the zealous arose? The saints are admittedly the avengers of God. Therefore Paul also says: We are ready to avenge every disobedience, when your obedience is fulfilled. And moreover the wonderful Deborah among women, possessing a woman's weakness, and prophesying a manly courage of virtue, concerning whom the Scripture says, And Deborah arose, a mother in Israel; she became a mother of the people through piety, and she flourished so greatly that even the generals, when war arose, those around Barak, said to the woman: If you do not come with us to war, we do not come. They did not trust in the manly courage of the woman, but in the power of prophecy. Many went out as co-workers of God's plan, and cut off the foreigners. That blessed Deborah, then, bearing the truth, says: Lord, those who love you are as the rising of the sun; but your enemies are as the snuff of a lamp. Lord, those who love you are as the rising of the sun; since the sun is never extinguished; but your enemies are as the snuff of a lamp; for a lamp has a light that is temporary, and is again extinguished. Then she praises the general who served God's plan, and after this she commands curses upon those who dwell in Meroz, because they did not go out to the help of the Lord. Did God, then, need help? Yes. Those who help piety must appear.
khazarzar-severianus-de-caeco-nato:12 · narrative
Source
Οὕτως οὖν καὶ ὁ θαυμάσιος οὗτος πατὴρ οὐ Θεῷ ὡς ἀτονοῦντι βοηθεῖ, ἀλλ' εἰς τοῦτο ταγεὶς ἐκδικεῖ τὴν εὐσέβειαν, τῷ σώματι μὲν ἐνδεικνύμενος πρὸς ἀπώλειαν, ἀλλὰ ψυχὰς ἐμβαλλόμενος πρὸς δυναστείαν. Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα. Καὶ μὴ θαυμάσῃς, εἰ οἱ ποιμένες Χριστοῦ καὶ διδάσκαλοι εὐσεβείας ἐκδικοῦσι τὴν ἀλήθειαν· ἀλλὰ κἂν μὴ ᾖ τις διδάσκαλος, μηδὲ διδασκαλικὸν θρόνον πεπιστευμένος, ἀλλὰ ἁπλῶς δεξάμενος Χριστοῦ λόγον, καὶ ἐν μαθητοῦ τάξει τυγχάνων, ὀφείλει ζῆλον ἔχειν Θεοῦ, καὶ ἀμοιβὰς ἀποδιδόναι τῷ εὐεργέτῃ ἐν τῷ ἐλευθεροστομεῖν, καὶ ὑπὲρ τῆς ἀληθείας φθέγγεσθαι, καὶ κατὰ ἀσεβείας ἀγωνίζεσθαι, ἵνα ἀκούσῃ παρὰ τῆς ἁγίας Γραφῆς· Τέκνον, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, Καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ. Οὐδὲν θαυμαστὸν, εἰ εὐσέβειαν ἐκδικοῦσιν ἅγιοι. Πολλάκις καλεῖ τι δι' ἐπιείκειαν, ὡς Θεὸς ἀγαθὸς, καὶ οἱ προφῆται οὐ συγχωροῦσι τρωθῆναι τὴν εὐσέβειαν ἐκ τῆς τοῦ Θεοῦ ἐπιεικείας. Λέγει ὁ Θεὸς διὰ Μωϋσέως· Εἰπὸν τῷ Φαραὼ, Ἐξαπόστειλον τὸν λαόν μου· εἰ δὲ οὐ βούλει, ἰδοὺ ἀποστελῶ τὰ σημεῖα, καὶ πατάξω σε. Ἐπλήγη Μωϋσῆς ἐπὶ τῷ ῥήματι, καὶ δίδοται ἔννοια τῷ εὐσεβεῖ, καί φησι· Μὴ νομίσῃς, ὅτι ἐξ ἰσοτιμίας ἔχει λαὸν αὐτὸς, καὶ λαὸν ὁ Θεός. Καὶ ἀγωνιάσας, μήποτε ἡ πολλὴ τοῦ Θεοῦ ἀγαθότης καὶ ἐπιείκεια βλάψῃ αὐτὸν, καὶ νομίσῃ ἀντιπολιτεύεσθαι Θεῷ, ἀκούσας, Ὁ λαός σου, καὶ, Ὁ λαός μου, ἀναφέρει τὸ κήρυγμα. Τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου· εἰ δὲ μὴ βούλει, ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὰ σημεῖα, καὶ πατάξω σε καὶ τοὺς θεράποντάς σου·
English
Thus also this wonderful father does not help God as though he were powerless, but, appointed to this end, he avenges true religion, displaying [his zeal] in the body unto destruction, but casting souls into [the realm of] dominion. For the arrows of the mighty one are sharpened. And do not marvel if the shepherds of Christ and teachers of true religion avenge the truth; but even if someone is not a teacher, nor entrusted with a teacher's throne, but has simply received the word of Christ and happens to be in the rank of a disciple, he ought to have zeal for God and to render recompense to his benefactor by speaking freely, and to speak on behalf of the truth, and to struggle against impiety, so that he may hear from the Holy Scripture: Child, strive for the truth, and the Lord God will fight for you. It is nothing wonderful if the saints avenge true religion. Often God calls something out of forbearance, as a good God, and the prophets do not allow true religion to be wounded by God's forbearance. God says through Moses: Say to Pharaoh, Send out my people; but if you do not wish, behold, I will send the signs, and I will strike you. Moses was struck at the word, and understanding is given to the pious man, and he says: Do not think that he has a people on equal terms, and God a people. And being in anguish lest the great goodness and forbearance of God harm him, and he think that he is opposing God, having heard, Your people, and, My people, he reports the proclamation: Thus says the Lord God of the Hebrews: Send out my people; but if you do not wish, behold, I will send the signs, and I will strike you and your servants.
khazarzar-severianus-de-caeco-nato:13 · narrative
Source
ἵνα μάθῃς, ὅτι Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἡ γῆ ἤκουσε λαὸν καὶ λαὸν, καὶ οὐκ ἠκολούθησε τῷ λόγῳ, ἀλλὰ λέγει, Πᾶσα ἡ γῆ τοῦ Κυρίου ἐστίν. Εἰ γὰρ καὶ ἐπιεικείᾳ ἐχρήσατο ὁ Θεὸς, ἀλλ' οὗτος οὐ προδίδωσι τὴν δεσποτικὴν αὐθεντίαν. Διὰ τοῦτο γὰρ καὶ ὁ Θεὸς οὕτως ἐλάλησεν, ἵνα γυμνωθῇ τοῦ εὐσεβοῦς ὁ ζῆλος. Ἀλλὰ καὶ φιλοῦσιν ἀεὶ πιστοὶ ὑπερβαίνειν τοῦ Θεοῦ τὰ ῥήματα· λέγει γὰρ ὁ Σωτὴρ τοῖς μαθηταῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Λέγει εἷς τῶν μαθητῶν αὐτοῦ· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁ ζῆλος τοῦ ἁγίου Πνεύματος καὶ ὑμᾶς διδασκέτω ζηλωτὰς εἶναι, καὶ ὑπὲρ εὐσεβείας πάσχειν, καὶ ἀγωνίζεσθαι ὑπὲρ δικαιοσύνης τὸν καλὸν ἀγῶνα. δʹ. Ἄξιον γάρ ἐστι τὸ μιμητὰς εἶναι διδασκάλου ἀγαθοὺς μαθητὰς, ὡς καὶ Παῦλος λέγει· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Θέλεις μαθεῖν, ὅτι καὶ ὁ ἁπλῶς μαθητὴς καὶ μαθητοῦ τάξιν ἔχων ὀφείλει ἔχειν ζῆλον εὐσεβείας; Ἄκουε πῶς ὁ Χριστὸς τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσε· μᾶλλον δὲ αὐτῆς ἐξ ἀρχῆς τῆς ἱστορίας ἀκούσωμεν. Μετὰ γὰρ πολλὰ τῷ εὐαγγελιστῇ εἰρημένα, οὕτως ἤρξατο λέγειν· Παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, καὶ τὰ ἑξῆς. Καὶ πτύσας,
English
So that you may learn that "The earth is the Lord's, and the fullness thereof." The earth heard, "a people and a people," and did not follow the word, but says, "All the earth is the Lord's." For even if God exercised forbearance, yet this one does not betray his lordly authority. For this reason God also spoke thus, so that the zeal of the pious man might be laid bare. But the faithful always love to go beyond God's words; for the Savior says to the disciples: "Whom do men say that the Son of Man is?" One of his disciples says: "You are the Christ, the Son of the living God." Let the zeal of the Holy Spirit teach you also to be zealous, and to suffer for true religion, and to strive the good struggle for righteousness. 4. For it is worthy that good disciples be imitators of their teacher, as Paul also says: "Be imitators of me, as I also am of Christ." Do you wish to learn that even the simple disciple, and the one who holds the rank of a disciple, ought to have zeal for true religion? Hear how Christ healed the man blind from birth; or rather, let us hear from the very beginning of the story. For after many things had been said by the evangelist, he began to speak thus: "As Jesus was passing by, he saw a man blind from birth." And his disciples asked him, saying, and the rest. And having spat,
khazarzar-severianus-de-caeco-nato:14 · narrative
Source
καὶ πηλὸν ποιήσας, Ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψεν. Οἱ Ἰουδαῖοι ἔγνωσαν αὐτὸν, καὶ λέγουσιν· Οὐχ οὗτός ἐστιν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος τυφλὸς ὤν; Ἄλλοι ἔλεγον, Ναί· ἄλλοι, Οὒκ, ἀλλ' ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν, ὅτι Ἐγώ εἰμι. Οἱ Φαρισαῖοι δὲ καὶ οἱ ἄρχοντες τῶν Ἰουδαίων ὁρῶντες, ὅτι τὸ θαῦμα πολλοὺς ἔχει ἑλκύσαι πρὸς τὸν Χριστὸν, δακνόμενοι ἐκ τοῦ ζήλου τῆς ἀσεβείας, καὶ πληττόμενοι τῷ κέντρῳ τῆς ἀληθείας, καλοῦσιν ἔσω τόν ποτε τυφλόν. Καὶ ἦν ἰδεῖν πονηρὸν θέατρον, εὐσεβείας ἐκδικουμένης, καὶ πονηρῶν δικαστῶν κρινόντων, καὶ μεγάλου συνηγόρου συναγωνιζομένου, καὶ Θεοῦ βραβεύοντος καὶ ἐφορῶντος. Καλοῦσι τόν ποτε τυφλὸν καὶ ἀναβλέψαντα Ἰουδαίων παῖδες, καὶ ἱστῶσιν ἐν μέσῳ τοῦ συνεδρίου, καὶ λέγουσιν αὐτῷ· Εἰπὲ πῶς ἀνέβλεψας, καὶ τίς σου διήνοιξε τοὺς ὀφθαλμοὺς, καὶ τί σοι ἐποίησεν; Ταῦτα ἔλεγον, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα τῷ σχήματι τῆς ἐρωτήσεως φόβον ἐνέγκωσιν. Πολλάκις γὰρ τὸ σχῆμα τῆς ἐρωτήσεως διδάσκαλος γίνεται τῷ ἐρωτωμένῳ ἀποκρίνασθαι, ἢ σιωπῆσαι· ὡς ἄν τις εἴποι τινὶ μέλλοντι μαρτυρεῖν εἰς πρᾶγμα· Οἶδας τὴν ὑπόθεσιν; παρῆς; πόθεν οἶδας τὸ πρᾶγμα; καὶ τὸ σχῆμα αὐτὸν διδάσκει ἀρνήσασθαι. Οὕτω κἀκεῖνοι· Πῶς ἀνέβλεψας; τίς ἠνέῳξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ ἧττον φροντίσας τῆς ἀπειλῆς, εἴχετο μᾶλλον τῆς ἀληθείας, καί φησιν· Ἄνθρωπός τις, λεγόμενος Ἰησοῦς, πηλὸν ποιήσας ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· Ὕπαγε, νίψαι εἰς τὸ Σιλωάμ. Καὶ ἀπελθὼν ἐνιψάμην, καὶ ἀνέβλεψα.
English
And making clay, he anointed his eyes and said to him, "Go, wash in the pool of Siloam." And having washed, he received his sight. The Jews recognized him and said, "Is not this the man who sat for alms, being blind?" Others said, "Yes"; others, "No, but he is like him." He kept saying, "I am he." But the Pharisees and the rulers of the Jews, seeing that the miracle had the power to draw many to the Christ, stung by the zeal of their impiety and struck by the goad of truth, call in the man who had once been blind. And it was a sight to see—a wicked theater, with piety on trial, wicked judges passing judgment, a great advocate contending alongside, and God presiding and watching over. The children of the Jews call the man who had once been blind and had received his sight, and they set him in the midst of the council and say to him, "Tell us how you received your sight, and who opened your eyes, and what did he do to you?" They said this not to learn, but to instill fear by the manner of their questioning. For often the manner of a question becomes a teacher to the one questioned—to answer, or to keep silent. As if someone should say to a man about to testify in a matter, "Do you know the case? Were you present? How do you know the matter?"—and the manner itself teaches him to deny it. So also those men: "How did you receive your sight? Who opened your eyes?" But he, caring less for the threat, held fast rather to the truth, and says, "A certain man called Jesus made clay, anointed my eyes, and said to me, 'Go, wash in Siloam.' And I went and washed, and I received my sight.
khazarzar-severianus-de-caeco-nato:15 · narrative
Source
Οὐκ ᾔδει τὴν ἀλήθειαν, ἀλλὰ τὴν εὐεργεσίαν ἐγνώρισε· τοῦ εὐεργέτου τὸ ἀξίωμα οὔπω ᾔδει. Ἄνθρωπός τις πηλὸν ποιήσας ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς, καὶ βλέπω. Οὐκ ἐπίστευσαν οἱ Ἰουδαῖοι, ὅτι τυφλὸς ἦν, καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος. Ἡ παραγραφὴ τῆς κακίας εἰς ἀμφιβολίαν ἤνεγκε τὴν ἀλήθειαν. Καλοῦσι τοὺς γονεῖς τοῦ τυφλοῦ· ἡ κακία καθ' ἑαυτῆς συνάγει τοὺς μάρτυρας. Ἐκλήθησαν οἱ γονεῖς τοῦ τυφλοῦ. Πάλιν τὸ αὐτὸ σχῆμα τῆς ἐρωτήσεως· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει; Ἐκεῖνοι τὸν τρόπον τῆς κακίας νοήσαντες, ὅτι ἀπειλὰς προσφέρουσιν, λέγουσιν αὐτοῖς· Ἴσμεν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν· καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν· πῶς δὲ νῦν βλέπει, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε· αὐτὸς τὰ περὶ ἑαυτοῦ λαλήσει. Καὶ ὅρα τοῦ Θεοῦ τὴν σοφίαν. Ἵνα μὴ παραγράφωνται αὐτοῦ τὴν φωνὴν τοῦ ἀναβλέψαντος, ἢ ὡς νέου ὄντος, ἢ ὡς οὐκ εἰδότος εἰπεῖν, ὡς ἐπὶ τῶν κοινῶν δικαστηρίων, ᾠκονόμησεν ὁ Θεὸς πρῶτον δειχθῆναι αὐτὸν τῆς ἐννόμου ἡλικίας. Ἡλικίαν ἔχει αὐτὸς, φησίν· αὐτὸν ἐρωτήσατε· ἐπειδὴ οἱ ἀφήλικες συνηγόρων χρῄζουσιν, οἱ δὲ τελείαν φέροντες τὴν ἡλικίαν, αὐτοὶ ἑαυτῶν συνήγοροι γίνονται. Ἀπεκρίθησαν οἱ γονεῖς αὐτοῦ, καὶ εἶπον, ὅτι Οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν. Ὡμολόγησαν οἱ γονεῖς, ἵνα μὴ ᾖ ἀμφιβολία, ὅτι οὐκ ἦν τυφλός. Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε· αὐτὸς τὰ περὶ αὐτοῦ λαλήσει. Καλοῦσι πάλιν, φησὶν, αὐτὸν ἐκ δευτέρου, καὶ λέγουσιν αὐτῷ·
English
He did not know the truth, but he recognized the benefit; he did not yet know the dignity of the benefactor. "A certain man made clay and anointed my eyes, and I see." The Jews did not believe that he had been blind and had received his sight, until they summoned the parents of the man who had received his sight. The evasion of malice brought the truth into doubt. They summon the parents of the blind man; malice gathers witnesses against itself. The parents of the blind man were called. Again the same form of question: "Is this your son, whom you say was born blind? How then does he now see?" They, perceiving the manner of malice, that they are offering threats, say to them: "We know that this is our son, and that he was born blind we know; but how he now sees, or who opened his eyes, we do not know; he has age, ask him; he will speak about himself." And see the wisdom of God. So that they might not evade the voice of the man who had received his sight, either as being young, or as not knowing how to speak, as in ordinary courts, God arranged beforehand that he be shown to be of legal age. "He has age," he says; "ask him"; since minors need advocates, but those bearing full age become their own advocates. His parents answered and said, "This is our son, and that he was born blind we know." The parents confessed, so that there might be no doubt that he was not blind. "He has age, ask him; he will speak about himself." They call him again, he says, a second time, and say to him:
khazarzar-severianus-de-caeco-nato:16 · narrative
Source
Τί ἐποίησέν σοι; πῶς ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; Ἐκεῖνος λοιπὸν ἐνδυσάμενος Θεοῦ ζῆλον, διαπτύει τὴν ἐρώτησιν, καὶ ὡς ἀναξίους ἀποκρίσεως, οὐκ ἀξιοῖ λόγου, ἀλλὰ τί λέγει αὐτοῖς; Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετέ μου ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Καὶ μιμεῖται τὴν Χριστοῦ διδασκαλίαν, ὁ μηδέπω ἀκούσας τὴν Χριστοῦ διδασκαλίαν. Οἱ γὰρ Ἰουδαῖοι ἐν τοῖς ἐγκαινίοις κυκλώσαντες τὸν Σωτῆρα ἐν τῇ στοᾷ Σολομῶντος, ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ. Λέγει αὐτοῖς· Εἶπον ὑμῖν, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Καὶ ὅρα συνηγόρου εὐσέβειαν. Ἐπειδὴ προσέσχεν τῇ κακίᾳ τῶν Ἰουδαίων, ὅτι πάντα ποιοῦσι, καὶ σχηματίζονται ἀπειλὴν, καὶ φόβον αὐτῷ ἐπισείειν ὑπὲρ τοῦ μὴ ὁμολογεῖν αὐτὸν διδάσκαλον, λέγει αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ
ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν· μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τῷ εἰπεῖν, Μὴ καὶ ὑμεῖς; ἔδειξεν, ὅτι τὸ Ἐγὼ ὁμολογεῖται. Ταύτην τὴν φωνὴν ἐχέτω πᾶς Χριστιανὸς ἀφ' Ἑλληνισμοῦ καταγόμενος. Ὅταν γάρ σοι συντύχοι Ἕλλην ἀρχαίαν ἔχων συνήθειαν πλάνης, καὶ εἴποι σοι, ὅτι Χριστιανὸς ἐγένου, εἰπὲ αὐτῷ, Ναί· μὴ καὶ σὺ θέλεις γενέσθαι; Ὁ σκοπὸς τοίνυν τοῦ ἀναβλέψαντος καὶ ψυχῇ καὶ σώματι, τοιοῦτος ἦν. Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετέ μου ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Ἀντὶ τοῦ, Τοσοῦτον ἀπέχετε τοῦ ἐμὲ μεταπεῖσαι, ὅτι καὶ ἐγὼ προσδοκῶ μᾶλλον ὑμᾶς μεταβληθέντας Χριστὸν αὐτὸν καθομολογῆσαι. Εἶτα τί πρὸς αὐτὸν οἱ Ἰουδαῖοι·
English
What did he do to you? How did he open your eyes? He, now clothed in zeal for God, spits out the question, and as though they were unworthy of an answer, he does not deem them worth a word, but what does he say to them? I told you already, and you did not listen; why do you want to hear again? Surely you do not also want to become his disciples? And he imitates the teaching of Christ, though he had not yet heard the teaching of Christ. For the Jews, at the Feast of Dedication, having surrounded the Savior in the portico of Solomon, were saying to him: How long will you keep our soul in suspense? If you are the Christ, tell us plainly. He says to them: I told you, and you did not listen; why do you want to hear again? And see the piety of an advocate. Since he perceived the malice of the Jews, that they do everything and put on a show of threatening and brandishing fear at him so that he would not confess him as teacher, he says to them: I told you already, and you did not listen; why do you want to hear again? Surely you do not also want to become his disciples? By saying, "Surely you do not also," he showed that "I" is confessed. Let every Christian who comes from Hellenism have this voice. For whenever a Greek meets you, having the ancient habit of error, and says to you, "You have become a Christian," say to him, "Yes; surely you do not also want to become one?" The purpose, then, of the one who regained his sight in both soul and body was of this kind. I told you already, and you did not listen; why do you want to hear again? Surely you do not also want to become his disciples? Instead of: You are so far from persuading me otherwise that I rather expect you to be changed and to confess him as the Christ. Then what did the Jews say to him?
khazarzar-severianus-de-caeco-nato:17 · narrative
Source
Ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῇ ἐλάλησεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἐννόησον τὸ πλῆθος τῶν ἀντιλεγόντων, καὶ τὴν δύναμιν ἑνὸς τοῦ ἀνθεστηκότος. Καὶ οὐκ ἐσιώπησε πάλιν ὁ συνήγορος τῆς ἀληθείας, ἀλλ' ἵστατο, Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστι, λέγων, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶν, καὶ ἠνέῳξέν μου τοὺς ὀφθαλμούς. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Εἰστήκει ἀγωνιζόμενος, καὶ ὁ Θεὸς ἐπόπτης καὶ βραβευτής· πολλοὶ δεινοὶ καθ' ἑνὸς ἰσχυροῦ, νέφος ἄπιστον πρὸς μίαν σταγόνα πίστεως. Ἀπὸ τοῦ αἰῶνος, φησὶν, οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ἐπειδὴ σεμνύνεσθε, φησὶ, τῇ Μωϋσέως διδασκαλίᾳ. Οὐ μνημονεύει μὲν Μωϋσέως τέως, ἵνα μὴ παροξύνῃ· λέγει δὲ, Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου, τουτέστιν, Τίς ἤνοιξεν ἄλλος προφήτης; οὐδὲ τὴν ὑπεροχὴν ὁρῶντες, οὐδὲ σύγκρισιν. Ὅσον δὲ οὗτος τῆς ἀληθείας ἀντείχετο, τοσοῦτον ἐκεῖνοι τῆς ἀναισχυντίας οὐκ ἐπαύοντο. Ἐπειδὴ ἀρνήσασθαι οὐκ ἐδύναντο, ἐσπούδασαν λοιπὸν καλύψαι, καί φασι· Δὸς δόξαν τῷ Θεῷ· οἴδαμεν ἡμεῖς, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Δόξα Υἱοῦ ἡ δόξα Πατρὸς, καὶ ἀμέριστος ἡ δόξα. Ἀγωνίζεται ἔχων τὸν καλὸν ἀγῶνα πρὸς Ἰουδαίους. Λέγουσιν αὐτῷ, Δὸς δόξαν τῷ Θεῷ. Ποίῳ; Τοῦ νόμου τοῦ ἡμετέρου; Καὶ δίκαιόν ἐστι ἄλλον εὐεργετῆσαι, καὶ ἄλλον δοξασθῆναι; Δὸς δόξαν τῷ Θεῷ. Ἄλλος εὐεργέτης, καὶ ἄλλῳ δῶ δόξαν;
English
They reviled him and said: You are a disciple of that man, but we are disciples of Moses. We know that God spoke to Moses; but this man, we do not know where he is from. Consider the multitude of those who contradict, and the strength of the one who stands against them. And the advocate of truth did not fall silent again, but stood his ground, saying: For in this is the wonder, that you do not know where he is from, and yet he opened my eyes. If this man were not from God, he could do nothing. He stood contending, with God as overseer and judge; many formidable men against one strong man, a cloud of unbelief against a single drop of faith. From the beginning of the age, he says, it has not been heard that anyone opened the eyes of a man born blind. If this man were not from God, he could do nothing. Since you pride yourselves, he says, on the teaching of Moses. For the present he does not mention Moses, so as not to provoke them; but he says: From the beginning of the age it has not been heard that anyone opened the eyes of a man born blind—that is, What other prophet opened them? They did not see the superiority, nor any comparison. But to the extent that he held fast to the truth, to that extent they did not cease from their shamelessness. Since they could not deny it, they then hastened to cover it over, and they say: Give glory to God; we know that this man is a sinner. The glory of the Son is the glory of the Father, and the glory is undivided. He contends, having the good contest against the Jews. They say to him: Give glory to God. To which God? To the God of our law? And is it just for one to bestow a benefit and another to receive the glory? Give glory to God. Is there another benefactor, and to another do I give glory?
khazarzar-severianus-de-caeco-nato:18 · narrative
Source
Ὡμολόγησαν, ὅτι πηλὸν ἐποίησεν Ἰησοῦς, καὶ ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμούς· ὁ ἀνοίξας ὁμολογεῖται, καὶ ἄλλῳ ἀνενέγκω τὴν δόξαν; Διὰ τί δὲ δῶ δόξαν τῷ Θεῷ; Ὅτι τὸ ἔργον τοῦτο τοῦ Θεοῦ ἐστιν. Ἴδε οὖνἄκοντες ὁμολογεῖτε, ὅτι Θεὸς ὁ Χριστός. Δὸς δόξαν τῷ Θεῷ. Εἰ γὰρ τὸ ἔργον τοῦ Θεοῦ, καὶ ὀφείλεται αὐτῷ ἡ δόξα· ὁ ποιητὴς τοῦ ἔργου αὐτός ἐστι Θεός. Δὸς δόξαν τῷ Θεῷ. Ἡμεῖς οἴδαμεν, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη αὐτοῖς ὁ ποτὲ τυφλός· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. εʹ. Μέχρι τούτου ὡς ἐπαῤῥησιάσατο, ἐκέλευσαν αὐτὸν ἐκβληθῆναι ἔξω. Καὶ ἐξέβαλον αὐτὸν, φησὶν ὁ εὐαγγελιστὴς, ἔξω. Μακάριος ὁ ἀφορισθεὶς συναγωγῆς πονηρευομένων. Καὶ ὅρα τί γίνεται. Ἐπειδὴ ἠγωνίσατο τὸν καλὸν ἀγῶνα, καὶ συνηγόρησε Θεοῦ δόξῃ, καὶ τὸν Σωτῆρα ὡμολόγησεν ἐνδόξως μετὰ πολλῆς τῆς παῤῥησίας· καὶ ἦν αὐτοῦ τὸ θέατρον πεπληρωμένον τῶν παλαισμάτων, ἐξεβλήθη ἔξω ὁ παλαιστὴς, μὴ λαβὼν τὸν στέφανον, καὶ ἀπαντᾷ αὐτῷ ἔξω ὁ βραβευτής. Ἤκουσε γὰρ, φησὶν, ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν λέγει αὐτῷ. Ὢ τῆς ῥήσεως τοῦ εὑρόντος αὐτόν· ὃν ἀπόλλυσιν ἡ πλάνη, εὑρίσκει ἡ ἀλήθεια. Διὰ τί δὲ αὐτῷ ἀπήντησεν; Εἶδεν ὁ Σωτὴρ ψυχὴν εὐγνωμοσύνης γέμουσαν· εἶδε ψυχὴν μηδέπω γνωσθεῖσαν ὑπὲρ Θεοῦ λέγειν, ἀλλὰ νομίζουσαν ὑπὲρ προφήτου τινὸς πιστοῦ· ἐρωτᾶται γὰρ περὶ τοῦ Χριστοῦ. Καὶ τί λέγει περὶ αὐτοῦ; Ὅτι προφήτης ἐστίν. Ὁ δὲ Σωτὴρ τοῦτο εἶπεν· Εἰ προφήτην νομίζων, καὶ ἄνθρωπον ὑπονοῶν, οὕτως ἀγωνίζεται, τί οὐ ποιήσει, ἐὰν μάθῃ τὴν δόξαν τῆς θεότητος;
English
They confessed that Jesus made clay and anointed his eyes; the one who opened them is confessed—and shall I attribute the glory to another? And why should I give glory to God? Because this work is God's. See, then, you confess unwillingly that Christ is God. Give glory to God. For if the work is God's, the glory is owed to him; the maker of the work is himself God. Give glory to God. We know that this man is a sinner. The man who was once blind answered them: If he is a sinner, I do not know; one thing I know, that though I was blind, now I see. 5. Up to this point he spoke with such boldness, and they ordered him to be cast out. And they cast him out, says the evangelist, outside. Blessed is the one set apart from the assembly of those who do evil. And see what happens. Since he fought the good fight and spoke in defense of God's glory, and gloriously confessed the Savior with great boldness—and the theater of his struggles was filled—the wrestler was cast outside without receiving the crown, and the judge of the contest meets him outside. For Jesus heard, it says, that they had cast him out; and finding him, he says to him. O the utterance of the one who found him: whom error destroys, truth finds. And why did he meet him? The Savior saw a soul full of gratitude; he saw a soul not yet known to speak on God's behalf, but supposing it was on behalf of some faithful prophet—for he is questioned about the Christ. And what does he say about him? That he is a prophet. And the Savior said this: If, thinking him a prophet and suspecting him to be a man, he contends so vigorously, what will he not do if he learns the glory of his divinity?
khazarzar-severianus-de-caeco-nato:19 · narrative
Source
Εἰ ἄνθρωπον ὑπονοῶν, καὶ προφήτην ὀνομάζων τοσαύτην ἤνεγκεν ὑπὲρ ἀληθείας συνηγορίαν, καὶ ἀγῶνα τηλικοῦτον ἀνεδέξατο μηδέπω κατηχηθεὶς, ἀλλ' ἀπὸ μόνης τῆς εὐεργεσίας
φωτισθείς· ἐννόησον αὐτὸν, ὅτι εἰ ὑπὲρ ἀνθρώπου νομίζων συνηγορεῖν, οὐκ ἐξέστη τῆς ἀληθείας, ἐὰν μάθῃ εὐαγγελικῶς λέγειν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ ὁ Θεὸς ἦν ὁ Λόγος· τί ἔσται; Διὰ τοῦτο λοιπὸν αὐτὸν εἰς γνῶσιν διωρθώσατο, τὸν μὲν ἀγῶνα ὑποδεξάμενος, τὴν δὲ πίστιν αὐτῷ σφραγίσας. Ἀπαντᾷ αὐτῷ ὁ Σωτήρ· οὐκ ἐγνώριζε γὰρ τὸν χαρακτῆρα οὗτος. Ὅτε γὰρ ἀπέστειλεν αὐτὸν ἐν τῇ κολυμβήθρᾳ τοῦ Σιλωὰμ τοῦ νίψασθαι, τυφλὸν ἀπέστειλεν· ὡς δὲ ἐπανῆλθε βλέπων, τὸν μὲν Σωτῆρα οὐκ εἶδε τῷ πλήθει ὄντα ἀναμεμιγμένον, ἀλλὰ εὐθέως, πρὶν τοῦ Δεσπότην ἰδεῖν, εἰς τὸν ἀγῶνα κληθεὶς ἠγωνίσατο. Πηλὸν δὲ πρὸ τοῦ αὐτὸν νίψασθαι ἐποίησεν ὁ Δεσπότης, καὶ ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἵνα ἀναπληρώσῃ τὸ λεῖπον. Ὅτε οὖν ἐξέβαλον αὐτὸν ἔξω, εὑρὼν αὐτὸν ὁ Χριστὸς, εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Οὐ δεῖ γάρ σε ὡς προφήτῃ πιστεῦσαι ἀγωνιζομένῳ, ἀλλ' ὡς Υἱῷ τοῦ Θεοῦ. Ἐκεῖνος τὸ πρόσωπον μὴ γνωρίσας, τὴν φωνὴν ἀνεγνώρισε. Σὺ πιστεύεις, φησὶν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἐπέγνω τὴν φωνὴν, καὶ μετὰ περιχαρείας ἐβόησε, Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Διὰ τί πιστεύεις σοι λέγοντι τῷ πιστῷ· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Οἶδα ὅτι ὁ λόγος σου ἀληθής ἐστιν· ὅμως δὲ κἂν εἴπῃς μοι τὴν γνῶσιν, οὐκ ἀμφιβάλλω σοι πιστεῦσαι. Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Καὶ ὁ προγνώστης ἀντέφη·
English
If, suspecting him to be a man and calling him a prophet, he brought forward so great a defense on behalf of the truth and undertook so great a struggle, though not yet instructed, but enlightened by the benefit alone—consider him, that if, thinking he was defending a man, he did not depart from the truth, what will it be if he learns to say in the manner of the Gospel: In the beginning was the Word, and the Word was with God, and God was the Word? Therefore from that point on he corrected him into knowledge, receiving his struggle and sealing his faith. The Savior meets him—for this man did not recognize his appearance. For when he sent him to the pool of Siloam to wash, he sent him blind; but when he came back seeing, he did not see the Savior, who was mingled in the crowd, but immediately, before seeing the Master, having been called to the struggle, he fought. The Master made clay before he washed, and anointed his eyes, so that he might supply what was lacking. When therefore they cast him out, Christ found him and said to him: Do you believe in the Son of God? For it is not necessary for you to believe in him as a prophet struggling, but as the Son of God. He, not having recognized his face, recognized his voice. Do you believe, he says, in the Son of God? He recognized the voice, and with great joy cried out: And who is he, Lord, that I may believe in him? Why do you believe the one who says to you, the faithful one: Do you believe in the Son of God? I know that your word is true; nevertheless, even if you tell me the knowledge, I do not hesitate to believe you. And who is he, Lord, that I may believe in him? And the foreknower replied:
khazarzar-severianus-de-caeco-nato:20 · narrative
Source
Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ ἔσω συνηγορήσας, ἔξω διαλέγεται· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ὁ δὲ πεφωτισμένος καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἔφησε· Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ. Ταῦτά μοι εἴρηται, ἵνα μάθητε πάντες καλῷ διδασκάλῳ ἕπεσθαι, καὶ ποιμένα ἀγαθὸν μιμεῖσθαι, καὶ ὑπὲρ ἀληθείας ἀγωνίζεσθαι· ὁ γὰρ ὑμῶν ἀγὼν συνεργείᾳ γίνεται τοῦ μεγάλου ποιμένος. Ἐθαυμάσατε, ὅτι τυφλὸς ἐγένετο συνήγορος τῆς ἀληθείας εὐεργετηθείς· ἐθαυμάσατε τὸν λῃστὴν τὸν πρὸ τῆς εὐεργεσίας συνηγορήσαντα τῷ Χριστῷ. Ἀεὶ γὰρ θεία ψυχὴ ἀλήθειαν ζηλοῦσα, διὰ τὴν ἑαυτῆς ἀξιοπιστίαν ἀνοίγει πολλὰ στόματα συνηγοροῦντα τῇ ἀληθείᾳ. Ἐπὶ σταυροῦ ὁ Χριστὸς ἐκρέματο, καὶ δύο λῃσταὶ, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων, καὶ Ἰουδαῖοι φλυαροῦσιν, ἀρχιερεῖς βλασφημοῦσιν· Ἴδε ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ πάλιν, Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν αὐτῷ· καὶ πάλιν, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ὡσαύτως καὶ ὁ συσταυρωθεὶς λῃστὴς καὶ αὐτὸς ἐφλυάρει λέγων· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς. Ὁ δὲ ἕτερος λῃστὴς οὐκ ἐλάλει οὐδὲν, τῇ σιωπῇ κολάζων τοὺς καταδίκους. Ἐπεὶ οὖν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, οἱ νόμον εἰδότες, μᾶλλον δὲ ἀγνοοῦντες, οἱ ὀφείλοντες ἀπὸ τῶν προφητικῶν ἀναγνωσμάτων Χριστὸν ὁμολογῆσαι, οὐχ ὡμολόγησαν·
English
And you have seen him, and the one speaking with you is he. The one who advocated within speaks outside: Do you believe in the Son of God? And he who had been enlightened both in body and in mind said: And who is he, Lord, that I may believe in him? And he answered and said to him: And you have seen him, and the one speaking with you is he. And he said: I believe, Lord; and he worshiped him. These things have been said by me so that you all may learn to follow a good teacher, and to imitate a good shepherd, and to struggle on behalf of the truth; for your struggle comes about through the cooperation of the great shepherd. You marveled that a blind man became an advocate of the truth after being benefited; you marveled at the robber who advocated for Christ before the benefit. For always a divine soul that zealously seeks the truth, because of its own trustworthiness, opens many mouths to advocate for the truth. Christ was hanging on the cross, and two robbers, one on the right and one on the left, and the Jews were babbling, the chief priests were blaspheming: Behold the king of the Jews; and again, If he is the king of Israel, let him come down now from the cross, that we may see and believe him; and again, He saved others, he cannot save himself. Likewise also the robber who was crucified with him was himself babbling, saying: If you are the Son of God, save yourself and us. But the other robber was saying nothing, by his silence punishing the condemned. Since, therefore, the chief priests and the scribes, who knew the law—or rather did not know it—who ought to have confessed Christ from the prophetic readings, did not confess him—
khazarzar-severianus-de-caeco-nato:21 · narrative
Source
ἀνοίγει ὁ Θεὸς ἀπροσδόκητον στόμα ἐπὶ τοῦ σταυροῦ, συνηγοροῦν τῇ ἀληθείᾳ. Καὶ βλέπε τί ποιεῖ. Οὐδὲ πρῶτον ἀκούει φωνῆς Χριστοῦ, καὶ οὗτος συνηγορεῖ, καὶ τότε στεφανοῦται. Ἐσταυρώθησαν γὰρ, φησὶ, σὺν αὐτῷ δύο λῃσταὶ, εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων· καὶ ἦν ὁ Σωτὴρ μέσος ὥσπερ ζυγὸς ἀληθείας, κουφίζων μὲν τὸν ὁμολογοῦντα, καταδικάζων δὲ τὸν βλασφημοῦντα. Καὶ ὅρα τὸ θαυμαστόν. Τῶν γραμματέων καὶ τῶν ἀρχιερέων βλασφημούντων τὸν Χριστὸν, καὶ λεγόντων· Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν αὐτῷ· καὶ τοῦ ἄλλου λῃστοῦ· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς· οὐδὲν λέγει εἷς τῶν λῃστῶν ὁ εὐγνώμων. Οἱ γὰρ δύο λῃσταὶ εἰκόνες ἦσαν τοῦ λαοῦ τῶν Ἰουδαίων καὶ τοῦ ἡμετέρου. Ὁ μὲν γὰρ βλασφημεῖ, καὶ κατακρίνεται· ὁ δὲ πιστεύει, καὶ μετανοεῖ, καὶ σώζεται. Λέγει οὖν τῶν ἀγνωμόνων ὁ τῆς Ἰουδαϊκῆς λῃστείας ἀδελφὸς (λῃστικὸς γὰρ ἦσαν λαὸς οἱ ἀγνώμονες Ἰουδαῖοι, ὡς μαρτυρεῖ ὁ Σωτὴρ λέγων· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν· καὶ ἡ μὲν τοῦ πρώτου
English
God opens an unexpected mouth on the cross, advocating for the truth. And see what he does. He does not even first hear Christ's voice, and yet this man advocates for him, and then he is crowned. For, it says, two robbers were crucified with him, one on the right and one on the left; and the Savior was in the middle like a balance of truth, lightening the one who confesses and condemning the one who blasphemes. And observe the wonder. While the scribes and the chief priests were blaspheming Christ and saying, "If he is the King of Israel, let him now come down from the cross, that we may see and believe him," and the other robber was saying, "If you are the Son of God, save yourself and us," not one word does the grateful robber say. For the two robbers were images of the people of the Jews and of our people. For the one blasphemes and is condemned; the other believes and repents and is saved. So the brother of the Jewish robbery, one of the ungrateful, says (for the ungrateful Jews were a robber people, as the Savior testifies when he says, "My house shall be called a house of prayer, but you have made it a den of robbers"; and the first one's...
khazarzar-severianus-de-caeco-nato:22 · narrative
Source
προαίρεσις Ἰουδαϊκή· ἡ δὲ τοῦ δευτέρου Χριστιανικὴ, ἀπὸ κακῶν μὲν ὁρμωμένη, μετανοίᾳ δὲ τὴν σωτηρίαν ἁρπάζει)· λέγει οὖν ὁ ἀγνώμων λῃστὴς, καὶ Ἰουδαϊκὴν ἔχων προαίρεσιν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς, καταβὰς ἀπὸ τοῦ σταυροῦ· ὁ δὲ ἄλλος εὐγνώμων εὑρίσκεται, ὁ ἐν τῷ δικαστηρίῳ ὑπεύθυνος, ἐν τῷ σταυρῷ δικαστής· ἀλλὰ καὶ διδάσκων φόβον Θεοῦ. Ἡ γὰρ πρώτη φωνὴ τοῦ λῃστοῦ τῷ συλλῃστῇ λέγει· Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. Τί λέγεις; ὁ ἔξω κλέπτων, ὧδε καταδικάζεις; ὁ ἔξω φονεύων, ὧδε φόβον διδάσκεις; Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; Μάθε τοῦ Χριστοῦ τὸν σταυρὸν, ἵνα ἡ φωνὴ γένηταί σοι εὐσεβείας διδάσκαλος. Ὅρα γὰρ τὸ θαυμαστόν· ὁ λῃστὴς λέγει τῷ συλλῃστῇ· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; Θεὸν αὐτὸν κηρύττει τὸν ἑκουσίως συνεσταυρωμένον αὐτοῖς, καὶ μακροθύμως ὑπὲρ τῆς ἀνθρωπότητος πάσχοντα. Καὶ ὅτι περὶ αὐτοῦ τοῦ Σωτῆρος λέγει· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; ἐκ τῶν ἑξῆς μάνθανε· Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Ταῦτα λέγω, ἵνα μάθητε ὑπὲρ εὐσεβείας κάμνειν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ τὸν ζῆλον ἐνδείκνυσθαι, καὶ ὑπὲρ Χριστοῦ ἀγωνίζεσθαι, ἵνα καὶ παρ' αὐτοῦ τὸν τῆς δικαιοσύνης λάβητε στέφανον, ὡς ὁ εὐγνώμων οὗτος λῃστής. Ἄκουε γὰρ αὐτοῦ πρὸς τὸν βλάσφημον συλλῃστήν· Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν·
English
the Jewish disposition; but the other's is Christian, starting from evil deeds but snatching salvation through repentance. So the ungrateful robber, who also has a Jewish disposition, says: If you are the Son of God, save yourself and us, coming down from the cross. But the other is found grateful—the one who was liable in the courtroom becomes a judge on the cross; indeed, he even teaches the fear of God. For the robber's first utterance says to his fellow robber: Do you not even fear God, since you are in the same condemnation? And we indeed justly, for we receive what our deeds deserve; but this man has done nothing wrong. What are you saying? You who steal outside, do you condemn here? You who murder outside, do you teach fear here? Do you not even fear God? Learn the cross of Christ, so that his voice may become your teacher of piety. For see the wonder: the robber says to his fellow robber: Do you not even fear God? He proclaims as God the one who was willingly crucified with them and who patiently suffers for humanity. And that he says this about the Savior himself—Do you not even fear God?—learn from what follows: Do you not even fear God, since you are in the same condemnation? And we indeed justly, for we receive what our deeds deserve; but this man has done nothing wrong. I say these things so that you may learn to labor for piety, and to display zeal both in the house and in the marketplace, and to strive for Christ, so that you may also receive from him the crown of righteousness, like this grateful robber. For hear him speak to the blaspheming fellow robber: Do you not even fear God, since you are in the same condemnation? And we indeed justly, for we receive what our deeds deserve.
khazarzar-severianus-de-caeco-nato:23 · narrative
Source
οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Καὶ ἔλεγε τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Εἶδες συνηγορίαν ἀληθῆ; εἶδες πῶς αὐτὸν τὸν Χριστὸν Θεὸν ἀληθινὸν ὡμολόγησε; Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁμολογεῖ τὰ ἴδια κακὰ, καὶ συνηγορεῖ τῷ Δεσπότῃ. Τοσαῦτα ἐβασανίσθης, λῃστὰ, ἐπὶ τοῦ ἡγεμόνος, ἵνα ὁμολογήσῃς τὰς λῃστείας, καὶ τοὺς φόνους, καὶ τὰς κλοπὰς, ἃς ἐποίησας, εἰ καὶ οὐχ ὡμολόγησας· καὶ ὧδε λέγεις ἐκτὸς βασάνων, Ἄξια ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν; Διὰ μυρίων βασάνων μόλις ὡμολόγησας ἐπὶ τοῦ ἡγεμόνος· καὶ ὧδε μηδένα ἔχων τὸν ἀναγκάζοντα, εὐκόλως οὕτως ὁμολογεῖς; Ναὶ, φησίν· ἀλλ' ἐκεῖ τῇ ὁμολογίᾳ ἀκολουθεῖ θάνατος, ὧδε τῇ ὁμολογίᾳ ἕπεται μετάνοια καὶ ζωή. Ἄξια γὰρ ἡμεῖς ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Εἰ ἡμεῖς, φησὶ, δικαίως· οὗτος ἀδίκως. Ἡμεῖς γὰρ τοὺς ζῶντας ἐφονεύσαμεν, οὗτος τοὺς νεκροὺς ἤγειρεν· ἡμεῖς τὰ ἀλλότρια ἐσυλήσαμεν, οὗτος τὸν ἴδιον πλοῦτον τῇ οἰκουμένῃ δέδωκε. Μάχεται ὁ λῃστὴς τῷ συλλῃστῇ, καί φησι· Μέχρι τούτου τοῦ καιροῦ τοῦ κατὰ τὸν σταυρὸν ἀλλήλοις συνήλθομεν καὶ συνωδεύομεν, ἀλλὰ νῦν ἀπὸ τοῦ σταυροῦ σχίζεταί μοι ἡ ὁδός· ἐὰν θέλῃς συνοδεῦσαί μοι πρὸς τὴν ζωὴν, ἐλθέ· εἰ δὲ μὴ, τὴν οἰκείαν πορεύου. Ἔνθεν, ὅτε σὺν σοὶ συνώδευον, τὴν πρώτην μετὰ σοῦ ἤμην· ἀλλὰ νῦν ὁ σταυρὸς ἔσχισεν αὐτὴν τὴν ὁδὸν τὴν δευτέραν εἰς δύο. Μετανοίᾳ σχίζεται ἡ ὁδὸς τῶν λῃστῶν. Καὶ ἦν ὁ ψαλμὸς καὶ τὸ τέλος τοῦ ψαλμοῦ τότε πληρούμενον· Γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
English
But this man had done nothing wrong. And he said to Jesus, "Remember me, Lord, when you come in your kingdom." Did you see the true advocacy? Did you see how he confessed the very Christ to be true God? "Remember me, Lord, when you come in your kingdom." He confesses his own evils, and he advocates for the Master. You were tortured so much, robber, before the governor, so that you would confess the robberies, and the murders, and the thefts which you committed—even if you did not confess them; and here you say, without tortures, "We are receiving what we deserve for what we did"? Through countless tortures you scarcely confessed before the governor; and here, having no one to compel you, do you confess so easily? "Yes," he says; "but there death follows the confession, whereas here repentance and life follow the confession. For we are receiving what we deserve for what we did; but this man has done nothing wrong." "If we," he says, "justly; this man unjustly. For we murdered the living, but this man raised the dead; we plundered what belonged to others, but this man has given his own wealth to the world." The robber does battle with his fellow-robber, and says: "Until this moment at the cross we came together and traveled together, but now from the cross the road is split for me; if you wish to travel with me to life, come; but if not, go your own way. Hence, when I traveled with you, I was first with you; but now the cross has split that second road itself in two." By repentance the road of the robbers is split. And the psalm and the end of the psalm was then being fulfilled: "The Lord knows the way of the righteous, and the way of the ungodly shall perish.
khazarzar-severianus-de-caeco-nato:24 · narrative
Source
Ὅτε οὖν συνηγόρησεν ὁ λῃστὴς τῇ ἀληθείᾳ, στρέφεται πρὸς τὸν βασιλέα τῆς δόξης, καί φησι, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν βασιλείᾳ σου. ϛʹ. Αἰσχυνέσθωσαν λοιπὸν οἱ Ἀρειανοὶ, καὶ ἀκουέτωσαν τί ὁ λῃστὴς λέγει· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁ λῃστὴς βλέπει ἐσταυρωμένον, καὶ Κύριον ὁμολογεῖ· ὁ αἱρετικὸς ὁμολογεῖ σύνθρονον τοῦ Πατρὸς, καὶ ὡς κτίσμα βλασφημεῖ. Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἤθελόν τινα εἰπεῖν πρὸς τὸν λῃστήν· Μνησθείη σου ὁ Χριστὸς, τί ἄξιον ποιήσαντος; Ὅτι ἐφόνευσας; ὅτι ἐσύλησας; λέγεις γὰρ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἀλλὰ μή τις νομιζέτω, ὅτι κατὰ χάριν μόνον ἔσωσε τὸν λῃστὴν ὁ Χριστὸς, ἀλλὰ κατὰ ὀφειλὴν ἐχρεωστεῖτο αὐτῷ. Ποῖον χρέος; φησίν· ὅτι ἐδικαιοπράγησεν; ἐλεημοσύνας ἔδωκεν; τὰ ἴδια ἐμέρισεν, ἐνήστευσεν, ἠγρύπνησεν; ἐποίησε πρᾶγμα, ὃ
μηδεὶς ἄλλος; Ἀλλ' ὅτι ἐπίστευσε τῷ Θεῷ; Καὶ προφῆται ἐπίστευσαν τῷ Θεῷ, καὶ πατριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστολοι, κήρυκες, μάρτυρες· ἀλλ' οὗτοι πάντες ἐν δόξῃ θεασάμενοι τὸν Θεὸν, οὗτος δὲ ἐν ὕβρει. Ἀλλὰ στῆσον μυρίους οἰκέτας δουλεύοντας δεσπότῃ, ὅτε ὁ δεσπότης ἐστὶν ἐν εὐπραγίᾳ καὶ τιμῇ· καὶ ἕνα δοῦλον ἐν καιρῷ πειρασμοῦ καὶ θλίψεως καὶ φυγῆς, οὐκ ἀναχωροῦντα τοῦ ἰδίου δεσπότου· ἐκείνους δὲ τοὺς μυρίους δούλους ἐν τῷ τοῦ πειρασμοῦ καιρῷ καὶ τῆς φυγῆς καταλιπόντας τὸν δεσπότην καὶ ὑποχωρήσαντας·
English
When, therefore, the robber had spoken in defense of the truth, he turns to the King of glory and says, "Remember me, Lord, when you come in your kingdom." Let the Arians therefore be ashamed, and let them hear what the robber says: "Lord, remember me, when you come in your kingdom." The robber sees him crucified, and confesses him as Lord; the heretic confesses him to be enthroned with the Father, and blasphemes him as a creature. "Remember me, Lord, when you come in your kingdom." I would like someone to say to the robber: "May Christ remember you—for what worthy deed? Because you murdered? Because you plundered? For you say, 'Remember me, when you come in your kingdom.'" But let no one suppose that Christ saved the robber only by grace; rather, it was owed to him as a debt. What debt? someone says. Because he acted justly? Did he give alms? Did he distribute his own goods, fast, keep vigil? Did he do a thing that no one else did? But because he believed in God? Prophets also believed in God, and patriarchs believed, hymn-writers believed, apostles, preachers, martyrs; but all these saw God in glory, whereas this man saw him in insult. But set before yourself ten thousand servants serving a master, when the master is in prosperity and honor; and one servant in a time of trial and affliction and flight, not withdrawing from his own master; but those ten thousand servants in the time of trial and flight abandoning the master and withdrawing—
khazarzar-severianus-de-caeco-nato:25 · narrative
Source
ἆρά γε οὗτοι οἱ δοῦλοι οἱ ἐν εὐπραγίᾳ τὸν δεσπότην ἐν τῷ καιρῷ τοῦ πειρασμοῦ καταλιπόντες, ὅμοιοι εἶναι δύνανται τοῦ ἐν δυσπραγίᾳ τῷ δεσπότῃ ἀκολουθήσαντος; Οὐδαμῶς. Ἐπίστευσε Πέτρος, ἀλλ' ἰδὼν νεκροὺς ἐγείραντα, τὴν δόξαν αὐτοῦ θεασάμενος ἐπίστευσεν· ἐπίστευσε Παῦλος, ἀλλ' ἰδὼν φῶς οὐρανόθεν, καὶ τὰς μὲν σωματικὰς ὄψεις πηρώσαντα, τὰ δὲ ψυχικὰ ὄμματα φωτίσαντα· ἐπίστευσεν Ἀβραὰμ, ἀλλὰ θεασάμενος ὄψιν θεϊκήν· Ἡσαΐας ἐπίστευσεν, ἀλλ' ἰδὼν αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τὰ Χερουβὶμ κύκλῳ αὐτοῦ. Ὅλοι εἶδον, ἀλλ' ἐν δόξῃ· οὗτος δὲ ἐν ὕβρει· διὸ καὶ ἔκραζε, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἀπὸ τῶν κατ' ἐμὲ ὀφείλετέ μοι εἰπεῖν· διὰ τί λέγεις; Ὅτι ἁμαρτωλός εἰμι, καὶ φονεύς· λῃστὴς μέχρι τῆς ὥρας ταύτης· πολλά μου τὰ κακὰ, ὁμολογῶ, ἀλλ' ἔχω ἐν τῇ διανοίᾳ μου πίστιν κεκρυμμένην, ἣν οὐδεὶς οἶδεν, εἰ μὴ ὁ Δεσπότης μόνος ὁ σὺν ἐμοὶ πάσχων. Ἔξωθεν ἔχει ὁ Δεσπότης τὰ τοῦ πάθους φαινόμενα σύμβολα· καὶ ἐγὼ, φησὶν, οὐ προσέσχον τῇ φαινομένῃ ὕβρει, ἀλλὰ τὴν κεκρυμμένην βασιλείαν δοξάζω. Οὕτω καὶ σὺ λέγε· Κύριε, μὴ ἴδῃς μου τὰς ἀδικίας τὰς φαινομένας, ἀλλὰ τὴν πίστιν τὴν κρυπτομένην, καὶ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Διόλου μηδὲν μηδενὶ λαλήσας Χριστὸς, ἀλλὰ σιωπήσας, καὶ μήτε τῷ Πιλάτῳ ἀποκριθεὶς, μήτε τινὶ ἄλλῃ ἀγνώμονι ψυχῇ τῶν Ἰουδαίων, ἀποκρίνεται τότε· καὶ ἐπειδὴ πολὺ βαρὺ ἦν καὶ ἄτοπον τὸ σιωπᾷν, ἀποκρίνεται λοιπὸν, καὶ λέγει τῷ λῃστῇ· Ἀμὴν, ἀμὴν, λέγω σοι· σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὢ τοῦ εὐεργέτου χάρις!
English
Can these servants who, in prosperity, abandoned their master in the time of trial be like the one who followed his master in adversity? By no means. Peter believed, but he believed after seeing the dead raised and beholding his glory; Paul believed, but after seeing a light from heaven, which blinded his bodily eyes but enlightened the eyes of his soul; Abraham believed, but after beholding a divine vision; Isaiah believed, but after seeing him seated on a high throne, with the Cherubim around him. All saw, but in glory; this man saw in disgrace; therefore he also cried out, "Remember me, Lord, when you come in your kingdom." You ought to answer me from my own case: why do you say this? Because I am a sinner and a murderer, a robber until this hour; my evils are many, I confess, but I have in my mind a hidden faith, which no one knows except the Master alone, who suffers with me. Outwardly the Master has the visible tokens of his passion; and I, he says, did not attend to the visible disgrace, but I glorify the hidden kingdom. So you too say: "Lord, do not look upon my visible injustices, but upon my hidden faith," and, "Remember me, when you come in your kingdom." Though Christ had spoken nothing at all to anyone, but had kept silence, and answered neither Pilate nor any other senseless soul of the Jews, he answers then; and since it was very grievous and absurd to keep silence, he answers at last and says to the robber: "Amen, amen, I say to you: today you will be with me in paradise." O the grace of the benefactor!
khazarzar-severianus-de-caeco-nato:26 · narrative
Source
ἐπειδὴ βραδεῖαν ᾐτήσω τὴν χάριν, καὶ λέγεις, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Σὺ βραδεῖαν ᾔτησας, ἐγὼ ταχεῖαν δίδωμι τὴν χάριν· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἶδες Θεοῦ σωτηρίαν; εἶδες Δεσπότου εὐεργεσίαν; εἶδες τὸν μέγαν τῆς ἀληθείας δικαστήν; Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Πρὸ τούτου οὐδεὶς ἤκουσεν τῶν Ἰουδαίων ἢ τῶν πατριαρχῶν ἐπαγγελίαν παραδείσου, ἀφ' οὗ ὁ Ἀδὰμ παρέβη, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ· καίτοι μυρία ὁ Θεὸς ἐπηγγείλατο τοῖς ἀνθρώποις τοῖς πιστοῖς· καὶ οὐδενὶ ἐπηγγείλατο παράδεισον, ἢ τῷ λῃστῇ· οὐδαμοῦ φαίνεται τὸ στόμα τοῦ Θεοῦ ἐπαγγελλόμενον παράδεισον ἀνθρώπῳ μετὰ τὸ ἐκβληθῆναι τὸν Ἀδὰμ, ἢ τούτῳ πρῶτον τῷ λῃστῇ. Διὰ τί μηδενὶ τῶν πατριαρχῶν πρῶτον εἶπε περὶ παραδείσου, οὐδενὶ τῶν προφητῶν, οὐδενὶ τῶν ἀποστόλων; Ἀλλὰ τοῖς ἀρχαίοις ἐπηγγείλατο· Δώσω σοι γῆν ῥέουσαν γάλα καὶ μέλι· τοῖς ἀποστόλοις λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· παράδεισος οὐδαμοῦ· ἐν μέσῳ τηρεῖ τὸν παράδεισον εἰς ἐπαγγελίαν πρῶτον τῷ λῃστῇ. Ὅταν γὰρ εἴπῃ Παῦλος· Ἡρπάγην εἰς τὸν παράδεισον· ἀλλὰ μετὰ τὸν λῃστὴν τοῦτο ἐγένετο. Διὰ τί οὖν πρῶτος εἰσῆλθεν ὁ μίαν ὁμοῦ φθεγξάμενος φωνήν; τί γάρ; πολλάκις ἔψαλλε; πολλάκις ἠγωνίσατο; πολλάκις ἐθεολόγησεν; Ἅπαξ, φησί· δίκαιος ὁ Θεός μου, ὁ βραβευτὴς τῆς σωτηρίας· ἐπειδὴ τὸν πρῶτον ἄνθρωπον Ἀδὰμ οὐ διὰ πολλὰς ἁμαρτίας ἐξέβαλε τοῦ παραδείσου, ἀλλὰ διὰ μίαν παρακοήν·
English
Because you asked for a slow grace, and you say, "Remember me, Lord, when you come in your kingdom." You asked for a slow grace; I give a swift one: "Today you will be with me in paradise." Did you see the salvation of God? Did you see the beneficence of the Master? Did you see the great judge of truth? "Today you will be with me in paradise." Before this, no one of the Jews or of the patriarchs had heard a promise of paradise, from the time Adam transgressed and went out from it; and yet God promised countless things to faithful men, and to no one did he promise paradise except to the robber. Nowhere does the mouth of God appear promising paradise to a man after Adam was cast out, except to this robber first. Why did he speak of paradise first to none of the patriarchs, to none of the prophets, to none of the apostles? But to the ancients he promised: "I will give you a land flowing with milk and honey"; to the apostles he says: "Blessed are the poor in spirit, for theirs is the kingdom of heaven"—paradise nowhere. He keeps paradise in the midst, as a promise, first for the robber. For when Paul says, "I was caught up into paradise," that happened after the robber. Why, then, did the one who uttered a single cry enter first? What then? Did he often sing psalms? Did he often contend? Did he often speak of God? Once, he says: "My God is just, the arbiter of salvation"; since he cast out the first man Adam from paradise not because of many sins, but because of one disobedience.
khazarzar-severianus-de-caeco-nato:27 · narrative
Source
οὕτως ὁ τῆς δικαιοσύνης ζυγὸς πρῶτον εἰσελθεῖν ἐν παραδείσῳ τὸν λῃστὴν ἐπηγγείλατο, τὸν μὴ πολλά τινα ὁμολογήσαντα, ἀλλὰ μίαν ὁμολογίαν πίστεως προσενεγκόντα. Εἶπον τὸ ἁμάρτημα τοῦ Ἀδὰμ, ὅτι ἥψατο τοῦ ξύλου παρὰ τὴν ἐντολήν· τίς ἡ δικαιολογία τοῦ λῃστοῦ; Ὅτι ἥψατο τοῦ σταυροῦ μετὰ πίστεως, εἰσῆλθεν εἰς τὸν παράδεισον. Τί λοιπὸν γίνεται; Ἐπηγγείλατο μὲν τὴν σωτηρίαν ὁ Σωτήρ· καιρὸς δὲ οὐκ ἦν, οὐδὲ
ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι· ὁ Σωτὴρ γὰρ ἀπεφήνατο· Ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐχ ηὕρισκεν εὐκαιρίαν ἢ παῤῥησίαν ὁ λῃστὴς, οὐκ εἶχε καιρὸν βαπτισθῆναι· ἐν τῷ σταυρῷ γὰρ ἐκρέματο Εὑρίσκει τοιγαροῦν ὁ Σωτὴρ ἐν ἀπόροις πόρον. Ἐπειδὴ γὰρ ἐπίστευσε τῷ Σωτῆρι ὁ πεπαλαιωμένος ταῖς ἁμαρτίαις, καὶ ἔδει αὐτὸν καθαρισθῆναι, οἰκονομεῖ ὁ Χριστὸς μετὰ τὸ πάθος τὸν στρατιώτην νύξαι τῇ λόγχῃ τὴν πλευρὰν τοῦ Κυρίου, καὶ ἐκπηδᾷ αἷμα καὶ ὕδωρ· ἐκ γὰρ τῆς πλευρᾶς αὐτοῦ, φησὶν ὁ Εὐαγγελιστὴς, Ἐξῆλθεν αἷμα καὶ ὕδωρ, ἐν ἀληθείᾳ τοῦ πεσόντος, εἰς τύπον τῶν μυστηρίων. Καὶ οὐκ ἐξῆλθε δὲ τὸ αἷμα καὶ τὸ ὕδωρ οὕτως ἁπλῶς ῥέον, ἀλλὰ ῥοίζῳ, ἵνα ῥαντίσῃ τὸ σῶμα τοῦ λῃστοῦ· τὸ γὰρ μετὰ ῥοίζου πεμπόμενον ῥαντίζει, τὸ δὲ ῥέον ἠρέμα ῥέει, καθὼς ἔρχεται. Ἀλλὰ μετὰ ῥοίζου ἐξῆλθεν τὸ αἷμα καὶ τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, ἵνα ῥαντίσας τὸν λῃστὴν βαπτίσῃ, ὡς καὶ ὁ Ἀπόστολος λέγει· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Διὰ τί παρὰ τὸν Ἄβελ κρεῖττον λαλεῖ τὸ αἷμα τοῦ Χριστοῦ;
English
Thus the yoke of righteousness promised that the robber should enter paradise first, the one who confessed not many things but offered a single confession of faith. I have spoken of Adam's sin, that he touched the tree contrary to the commandment; what is the robber's defense? That he touched the cross with faith and entered paradise. What then happens? The Savior promised salvation, but there was no time, nor was it granted to the robber to believe and be enlightened; for the Savior had declared: Unless one is born of water and the Spirit, he shall not enter the kingdom of heaven. The robber found no opportunity or boldness, he had no time to be baptized, for he was hanging on the cross. Therefore the Savior finds a way in desperate straits. For since the man grown old in sins had believed in the Savior, and it was necessary that he be cleansed, Christ after the passion arranges that the soldier pierce the Lord's side with a spear, and blood and water leap forth; for from his side, says the Evangelist, came forth blood and water, in truth of what had fallen, as a type of the mysteries. And the blood and water did not come forth simply flowing, but with a gush, so as to sprinkle the robber's body; for what is sent with a gush sprinkles, while what flows gently flows as it comes. But with a gush the blood and water came forth from the side, so that sprinkling the robber it might baptize him, as also the Apostle says: We have come to Mount Zion and to the blood of sprinkling that speaks better than Abel. Why does the blood of Christ speak better than Abel?
khazarzar-severianus-de-caeco-nato:28 · narrative
Source
Ἐπειδὴ τὸ αἷμα τοῦ Ἄβελ ἐν τῇ κορυφῇ τοῦ φονέως· τὸ δὲ αἷμα τοῦ Χριστοῦ καθαρίζει καὶ τοὺς φονευτὰς μετανοοῦντας. Μάθε οὖν τὸν ζῆλον τῆς ἀληθείας, καὶ ἀγάπησον τὴν ὑπὲρ Χριστοῦ παῤῥησίαν· ἀκολούθησον ἀληθεῖ Διδασκάλῳ ὑπὲρ ἀληθείας ἀγωνιζομένῳ, ἵνα οὕτως ἀκούσας παρὰ τοῦ ἀποστόλου Παύλου, Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ, καταξιωθῇς καὶ αὐτὸς τῶν στεφάνων τῆς δικαιοσύνης, καὶ ὧν ἡτοίμασεν αἰωνίων ἀγαθῶν τοῖς ἠγαπηκόσιν αὐτὸν Χριστὸς ὁ Θεὸς ἡμῶν· ὧν γένοιτο καὶ ἡμᾶς πάντας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
Since the blood of Abel was on the head of the murderer, but the blood of Christ cleanses even murderers who repent. Learn, then, the zeal of truth, and love boldness of speech for Christ's sake; follow the true Teacher who contends for the truth, so that, having thus heard from the apostle Paul, "Be imitators of me, as I also am of Christ," you too may be deemed worthy of the crowns of righteousness, and of the eternal good things which Christ our God has prepared for those who have loved him; may it come to pass that we all obtain these, by the grace and love for humanity of our Lord Jesus Christ, to whom be the glory and the dominion, now and always, and unto the ages of ages. Amen.
Citation. Tergwame, “khazarzar-severianus-de-caeco-nato”, khazarzar-severianus-de-caeco-nato:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-severianus-de-caeco-nato#s1
Colophon. Source: khazarzar ·
licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0037 ·
generated 2026-11-15.