' : Τοῦ τοίνυν ̓Αρείου καὶ τῶν ἀμφ' αὐτὸν κύκλῳ διά τε Παλαιστίνης ἰόντων καὶ Φοινίκης καὶ τῆς αλλης Συρίας καὶ Κιλικίας καὶ τῶν ἐφεξῆς ἐθνῶν ὁπόσα προποδὼν ην σφίσιν ἐπὶ τὴν Βιθυνίαν καὶ τὸν βασιλέα πορευομένοις (τοῦτον γὰρ εσπευδον ἀφικόμενοι διδάξαι τε περὶ τῶν γενομένων, τὰς παρὰ τῶν ἐπισκόπων ψήφους τε καὶ μαρτυρίας ἐπενεγκάμενοι), τούτους ουν αὐτῶν πάντας ἐπιπαριέναι κύκλῳ προαιρουμένων καὶ διατριβῆς οὐκ ὀλίγης ἐκ τούτου περὶ τὴν πορείαν αὐτοῖς γινομένης, ὁ ̓Αλέξανδρος αρας ἀπὸ τῆς ̓Αλεξανδρείας επλει τὴν ταχίστην ἐπὶ τὴν Προποντίδα καὶ τὴν Νικομήδους· ενθα παραγενόμενος καὶ τοῖς περὶ τὸν Οσιον Κουδρούβης εἰς λόγους καταστάς, πείθει τῆς αὐτοῦ συνεπίστασθαι γνώμης καὶ κυρῶσαι τὸ ὁμοούσιον, λόγοις δικαιοτάτοις αὐτοὺς ὑπαγόμενος. ̓Ανεδίδασκεν δὲ καὶ τὴν ̓Αρείου βλασφημίαν τε καὶ κακόνοιαν, τοιαῦτα λέγων πρὸς απαντας· «δεινόν, ω φίλοι, δεινὸν καὶ μεγάλης φυλακῆς αξιον τὴν γνώμην ἁπλῶς απασαν ἀνεῖσθαι τοῖς πέλας, καν αλλως τινὲς τῶν ἐπιτηδειοτάτων ειναι δοκῶσιν. αἱ γάρ τοι παρὰ τὴν ἀξίαν τιμαὶ τοὺς πολλοὺς οὐκ εἰς ευνοιαν αρα τῶν τιμώντων ἐπάγονται μᾶλλον η πρὸς τὸ κατ' αὐτῶν ἐγείρουσι θράσος. καὶ ταῦτα μὲν ετι, καίπερ οντα τοιαῦτα καὶ οια μὴ φέρειν, φέρειν ομως ἐγίγνωσκον. τὸ γὰρ ακρως οντα πονηρὸν Αρειον ετι δοκεῖν ὑπολείπειν ἑαυτῷ τινα χώραν τῆς ἐπὶ τὸ πρόσω κακίας, οἰστὸν ἡγεῖσθαι παρεσκεύαζεν, ὡς αν μήπω γε αὐτῷ πρὸς απαν τὸ οἰκεῖον ακρον τῆς πονηρίας ἀφικομένης.
Since Arius and those around him were traveling in a circle through Palestine and Phoenicia and the rest of Syria and Cilicia and the nations in succession, as many as lay before them on their journey to Bithynia and the emperor (for they were eager to arrive and teach him about what had happened, bringing the votes and testimonies of the bishops), when they chose to go around all these places in a circle and no little delay arose for them on the journey from this, Alexander set out from Alexandria and sailed as quickly as possible to the Propontis and Nicomedia. Arriving there and entering into conversation with those around Hosius of Corduba, he persuaded them to share his opinion and to ratify the homoousion, winning them over with most just arguments. He also taught them the blasphemy and ill will of Arius, saying such things to all: "It is a terrible thing, my friends, terrible and worthy of great guard, to entrust one's whole opinion simply to others, even if some of the most suitable men seem to be otherwise. For honors beyond one's worth do not lead the many to goodwill toward those who honor them so much as they rouse them to boldness against them. And these things, although they are such and of a kind not to be borne, I nevertheless resolved to bear. For since Arius was thoroughly wicked, it still seemed to leave him some room for wickedness going forward; this disposed me to consider it tolerable, on the ground that the full extreme of his wickedness had not yet come upon him.
ἀλλ' ουτι καταπροΐξεται, ιστω τοῦτό γε σαφῶς, οὐδὲ χαιρήσει ταῦτα κατ' ἐμοῦ θρασυνόμενος Αρειος. εισεται γὰρ οτι καὶ γέροντες εχουσι νεῦρον εἰς εκπραξιν δίκης. τοιγαροῦν ἐκκεκηρύχθω πᾶσιν ἡμῖν καὶ κοινὸν ἀνάθεμα κείσθω καὶ ἀποτρόπαιον αὐτός τε Αρειος καὶ πάντες καὶ οσους ὁ κοινὸς δαίμων συναπέστησεν τῆσδε τῆς ἱερᾶς ἐκκλησίας ἐξελασάμενος.» Τῶν ουν ἐπισκόπων τότε πρὸς πολλὰς διαμεριζομένων δόξας, εδοξεν τῷ Κωνσταντίνῳ βασιλεῖ σύνοδον ἐν Νικαίᾳ πάντων τῶν ἐπισκόπων ποιῆσαι καὶ τὸν πρὸς ἀλλήλους διαπληκτισμὸν καταπαῦσαι. καταπαῦσαι : ̓Επεὶ δὲ ἡ κυρία τε ηκεν ἡμέρα καὶ αὐτοὶ συνῆλθον τὴν ἑαυτῶν εκαστος ἀποφαινόμενοι γνώμην, βασιλεὺς μὲν ἐν μέσοις ην, περιμένων δὲ ομως ο τι τὸ κοινὸν ἐπικρίνειεν. οἱ δὲ περὶ τὸν Οσιον Κουδρούβης καὶ ̓Αλέξανδρον παρεσκεύασαν ετοιμον ειναι τὸ βιβλίον ο πάντας ἐχρῆν ὑπογράφειν. Εστιν δὲ αὐτοῦ ἡ σύνταξις ἐπ' αὐτῶν λέξων ηδε· « ̓Εν Νικαίᾳ μητροπόλει Βιθυνίας εδοξε τῷ καλλινίκῳ Κωνσταντίνῳ τῷ Αὐγούστῳ σύνοδον ποιήσασθαι τῶν ἁγίων ἐπισκόπων τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Πιστεύομεν εἰς ενα θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων» καὶ τὰ ἑξῆς. «τοὺς δὲ λέγοντας·
But he will not get off scot-free—let him know this clearly—nor will Arius rejoice for having thus emboldened himself against me. For he shall learn that even old men have sinew for the exacting of justice. Therefore let him be proclaimed aloud to us all, and let him lie under a common anathema and be accursed, both Arius himself and all whom the common demon has stirred up with him and driven out from this holy church. When, then, the bishops were at that time divided among many opinions, it seemed good to the emperor Constantine to convene a synod of all the bishops at Nicaea and to put an end to their quarreling with one another. And when the appointed day had come and they had assembled, each declaring his own opinion, the emperor was in their midst, waiting nonetheless to see what the common body would decide. But those around Hosius of Corduba and Alexander had prepared the document that all were required to sign. Its composition is in these very words: "At Nicaea, metropolis of Bithynia, it seemed good to Constantine the triumphant Augustus to convene a synod of the holy bishops of the holy catholic and apostolic church. We believe in one God, Father almighty, maker of heaven and earth, of all things visible and invisible," and so on. "But those who say—
ην ποτε οτε οὐκ ην, καὶ πρὶν γεννηθῆναι οὐκ ην, καὶ οτι ἐξ οὐκ οντων ἐγένετο, η ἐξ ἑτέρας ὑποστάσεως η οὐσίας φάσκοντας ειναι, η κτιστὸν η τρεπτὸν η ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.» Τοῦτο τοίνυν τὸ βιβλίον ἐκείνων εἰς τὸ κοινὸν ἐνηνοχότων καὶ πάντας ἀξιούντων ἐπιψηφίζειν τῇ γνώμῃ, καὶ κυροῦν εκαστον δι' ὑπογραφῆς οἰκείας ἐβεβαιώσαντο. οἱ δὲ περὶ τὸν Αρειον παρῆσαν μὲν αὐτόθι καὶ αὐτοὶ ξύμπαντες. οὐ μὴν δὲ τὴν εὐσεβῆ προσεδέξαντο πίστιν. οθεν ὁ βασιλεὺς ἐξέφερε γνώμην εὐσεβεστάτην τοιάνδε· ὡς απαντας ὁπόσοι μὴ συναινέσειαν τῇ κοινῇ τῶν ἐπισκόπων ψήφῳ, ειτε πρεσβύτεροί τινες ειεν, ειτε διάκονοι, ειτε καὶ ει τινες αλλοι τοῦ κλήρου, τούτους φυγῇ ζημιοῦσθαι. Φιλούμενος δὲ ην ὁ ταῦτα πρὸς εργον ἀγαγεῖν πιστευθείς, τιμὴν ἐκ βασιλέως εχων ην καλεῖν εἰώθασι ̔Ρωμαῖοι μάγιστρον. ουτος ουν τῷ ̓Αρείῳ καὶ τοῖς σὺν αὐτῷ τὸ βιβλίον προσενεγκών, ἐκέλευσεν αἱρεῖσθαι ὁπότερα βούλονται, ειτε
There was once when he was not, and before he was begotten he was not, and he came to be out of nothing,” or those who say that he is from another hypostasis or substance, or that the Son of God is created or changeable or alterable—the catholic and apostolic church anathematizes. When they had therefore brought this document into the assembly and were requiring everyone to vote for its opinion, each confirmed it by his own signature. But the party of Arius were themselves all present there; yet they did not accept the pious faith. Hence the emperor issued a most pious decision of this kind: that all, as many as did not agree with the common vote of the bishops—whether they were certain presbyters, or deacons, or certain others of the clergy—these should be punished with exile. And it was Philumenus who was entrusted to bring this to effect, holding from the emperor the honor which the Romans are accustomed to call magister. He therefore, having brought the document to Arius and those with him, ordered them to choose whichever they wished, whether
ὑπογράψαντες αδειαν εχειν, ειτε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ωσπερ ην αὐτοῖς αξιον, καταδύεσθαι. 12 13 ' : Εὐσέβιος δὲ ὁ τῆς Νικομηδείας ἐπίσκοπος, τῇ τῶν ἑτεροουσιαστῶν αἱρέσει πάνυ κατισχυμένος, εἰς Χαλκηδόνα παραγενόμενος μετὰ καὶ Θεόγνιδος κοινῇ συνῆλθον περὶ τῶν πρακτέων βουλεύσασθαι· οι καὶ συγγίνονται τῷ Μάριδι. καὶ οἱ τρεῖς ηδη σὺν ἀλλήλοις εν τινι τῆς ἐκκλησίας παστάδι συγκαθεζόμενοι λόγους ἐποιοῦντο περὶ τῶν προκειμένων, καὶ τὰ περὶ τῆς αὐτῶν κατεφληνάφουν αἱρέσεως. τῆς ουν γνώμης αὐτῶν μεριζομένης, ἐξαπιναίως σεισμός τε γίνεται μέγας περὶ αὐτοὺς καὶ μόνον· καὶ ζόφος ἐπέσχε βαθὺς περὶ τρίτην που τῆς ἡμέρας ωραν· καὶ εκπληξις ἀμήχανος ην. ̓Αλλ' οὐδὲ ουτως συναίσθησιν οἱ τρισαλιτήριοι λαβεῖν ἠθέλησαν, οὐδὲ διανέστησαν, ὡς αρα τὸ θεῖον, ἐφ' οις κακῶς καὶ ἀθέως μετεβουλεύοντο χαλεπαῖνον καὶ ἀπαρεσκόμενον, τὴν αψυχον ἐμάστιζε γῆν, τῇ περὶ ταύτην πληγῇ τὴν ἐκείνων, εἰ καὶ μηδὲ ουτως ᾑρετίσαντο σωφρονεῖν, διελέγχων καὶ καταστρέφων τόλμαν τε καὶ ἀπόνοιαν. τὸ γὰρ περὶ μηδένα μὲν τῶν αλλων τὸ πάθος γενέσθαι, αὐτοὺς δὲ μόνους ους ειχεν ἡ τῆς δυσφημίας μελέτη περιλαβεῖν, πῶς οὐ φανερὸν τὸν ελεγχον οὐ παρέχεται τῆς κατ' αὐτῶν ἀνακινηθείσης θείας ὀργῆς; βαβαὶ τῆς τοῦ Σατανᾶ πωρώσεως ῃ συνεσχέθη τὸ τῶν αἱρετικῶν απαν αθροισμα.
Having signed to have immunity, or else having refused and fled. But they chose to flee and to sink into the abyss of destruction, as was fitting for them. Eusebius, the bishop of Nicomedia, thoroughly strengthened in the heresy of the heteroousiasts, arrived at Chalcedon together with Theognis, and they came together to deliberate about what was to be done; and they also met with Maris. And the three, already sitting together with one another in some portico of the church, were holding discussions about the matters at hand, and were puffing up the affairs of their own heresy. Since their opinion was divided, suddenly a great earthquake occurred around them and them alone; and a deep darkness covered the area around about the third hour of the day; and there was bewildering astonishment. But not even so did the thrice-wretched ones wish to take notice, nor did they rise up, so as to recognize that the divine power, being angry and displeased at the things they were wickedly and impiously deliberating, was scourging the lifeless earth, by the blow upon it exposing and overthrowing their audacity and madness, even if not even so did they choose to be of sound mind. For the fact that the affliction occurred around no one of the others, but encompassed only those whom the practice of blasphemy had possessed—how does this not provide clear proof of the divine wrath stirred up against them? Alas for the hardening wrought by Satan, by which the whole assembly of the heretics was held fast.
̔Ο δὲ Αρειος ἐξεληλυθὼς τοῦ εὐσεβεστάτου συλλόγου καὶ πανταχόθεν παρὰ τῶν ὀρθοδόξων ἀποκλειόμενος καὶ οὐκ εχων οπως ετι τοῖς πλήθεσιν ὁμιλοίη καὶ διδάσκοι περὶ τῶν προκειμένων, ἐπὶ τὸ γράφειν ἐχώρει ψαλμούς τέ τινας οπως ἠδύνατο συντιθεὶς καὶ ᾳσματα ναυτικά τε καὶ ἐπιμύλια καὶ οιοις οἱ ἐν ταῖς ὁδοιπορίαις οἱ τοὺς ονους ἐλαύνοντες εἰώθασιν χρῆσθαι. ̓Αλλὰ χάριν μὲν ουτος τῶν βλασφημιῶν ἐν καιρῷ τῷ προσήκοντι τιμωρίαν τὴν πρέπουσαν ἐπισπάσεται· Κρίσπος δὲ † '; 6 : Κρίσπος δὲ ὁ πρεσβύτατος τῶν Κωνσταντίνου υἱῶν ἐκ τῆς Μαξεντίου γενόμενος αὐτῷ θυγατρός, ὑποβασιλεύων τε τῷ πατρὶ (τὴν γὰρ τοῦ Καίσαρος ειχε τιμὴν) καὶ λαμπρὰ κατὰ τοὺς πολεμίους εργα ἀποδεικνύμενος, ὑπ' αὐτῷ τῷ τῆς ωρας ανθει, τῷ ἑξῆς ἐνιαυτῷ μετὰ τὴν γενομένην ἐν τῇ Νικαίᾳ σύνοδον ἀθρόως εἰπεῖν ἐτελεύτησεν. οἱ δὲ τῆς αἱρέσεως καὶ δυσσεβείας ἀνάμεστοι παρὰ τοῦ πατρὸς αὐτὸν τὸ τοῦ βίου τέλος εὑρεῖν φασιν, ων καὶ τοὺς λόγους, ὡς λίαν οντας ψευδεῖς, δίκαιον ην τῷ οντι παραλιπεῖν· ἀλλ' ἐπεὶ πάσας τὰς τῶν πάλαι φημιζομένας δόξας ἀναγράφειν διὰ πάσης ἐθέμην σπουδῆς, καλὸν καὶ ταύτην τῷ μετὰ χεῖρας λόγῳ συνθεῖναι, οὐχὶ πρὸς πίστωσιν μᾶλλον οσον πρὸς ελεγχον τῶν τὰ ψευδῆ λέγειν προαιρουμένων. φασὶν γὰρ τῷ Κρίσπῳ τὴν μητρυιὰν Φαῦσταν τὴν αἰτίαν τοῦ φόνου διὰ μανίας ἐρωτικῆς παρασχεῖν. εἰς ερωτα γὰρ αυτη τοῦ νέου πεσοῦσα καὶ ηδη νικωμένη τῷ πάθει, πρῶτα μὲν ποικίλοις αὐτὸν ἐξεκώτιλλε λόγοις εἰς τὴν ὁμιλίαν ὑπαγομένη·
But Arius, having departed from the most pious assembly and being shut out on every side by the orthodox, and having no way to associate with the crowds and to teach concerning the matters set before them, turned to writing, composing certain psalms as best he could, and songs for sailors and for millers and such as those who drive donkeys on journeys are accustomed to use. But he will in due season draw upon himself the punishment fitting for his blasphemies. But Crispus, the eldest of the sons of Constantine, born to him from the daughter of Maxentius, being co-emperor with his father (for he held the honor of Caesar) and displaying brilliant deeds against the enemy, in the very flower of his youth, in the following year after the council that took place at Nicaea, suddenly, so to speak, died. But those full of heresy and impiety say that he met the end of his life at the hands of his father, whose accounts also, as being exceedingly false, it would be right in truth to pass over; but since I have set myself with all zeal to record all the opinions that have been reported of old, it is well to set this one too in the present account, not so much for the confirmation as for the refutation of those who choose to speak falsehoods. For they say that Crispus's stepmother Fausta provided the cause of the murder through a mad erotic passion. For she, having fallen in love with the young man and already being overcome by the passion, first of all cajoled him with various words, leading him on to intimacy.
ἐπεὶ δ' ἐκεῖνος ἀποστρόφως τε παντάπασιν ειχεν μηδὲ πρὸς μόνην καρτερῶν τὴν μνήμην, καὶ δῆλος ην οὐδαμῶς πεισθησόμενος, ἐνταῦθα ηδη πυρπολουμένη τοῖς πόθοις ἡ γυνὴ καὶ οὐκ εχουσα ητις γένηται, πρὸς ἐπιβουλὴν ἐχώρει τοῦ ποθουμένου, τρέψασα τὸ φίλτρον εἰς μῖσος. τῷ γὰρ ἀνεκπράκτῳ τῆς ἐπιθυμίας ὀργιζομένη, θεραπείαν ἐποιεῖτο τοῦ πάθους τὴν τοῦ μὴ ποθουμένου σφαγήν, φόνῳ προθυμουμένη κορέσαι τὸν πόθον. καὶ πείθει δὲ τὸν ἑαυτῆς ανδρα κτεῖναι τὸν ἑαυτοῦ παῖδα, τὴν ἑαυτῆς νόσον ἐκείνου ποιησαμένη, καὶ παντοδαποὺς αὐτοῦ καὶ ψευδεῖς καταφορήσασα λόγους. ὁ δ' ἐφ' οις ηκουσεν τῆς ἑαυτοῦ γυναικὸς φθασθεὶς τὸν λογισμὸν τῇ ὀργῇ καὶ μηδὲν εἰς ἐξέτασιν ἀναβαλέσθαι τοῦ πράγματος ἐθελήσας, Θησεὺς γίνεται τῷ παιδί, καὶ ονπερ ἐκεῖνος τρόπον τῇ διαβολῇ τῆς Φαίδρας ἀνεῖλε τὸν ̔Ιππόλυτον τὸν ἐξ ̔Ιππολύτης αὐτῷ τῆς ̓Αμαζόνος γενόμενον, τοῦτον καὶ ουτος τὸν τρόπον ἀπέσφαξεν τὸν Κρίσπον τῇ συκοφαντίᾳ τῆς ἑαυτοῦ
But when he remained utterly averse and could not even endure the mere mention of it, and it was clear that he would never be persuaded, then at last the woman, inflamed with desires and not knowing what to do, proceeded to plot against the object of her longing, turning her affection into hatred. For being angry at the unfulfillment of her desire, she sought a cure for her passion in the slaughter of the one she did not desire, eager to sate her longing with murder. And she persuades her own husband to kill his own son, making her own sickness his, and heaping all sorts of false accusations upon him. But he, overcome in his reasoning by anger at what he heard from his own wife, and unwilling to defer the matter to any examination, becomes a Theseus to his child; and in the very way that he killed Hippolytus, the son born to him from Hippolyta the Amazon, through the slander of Phaedra, in this same way did this man slay Crispus through the false accusation of his own
γυναικός, ἐπιταραχθεὶς τὸ δικαστικὸν τῆς ψυχῆς καὶ μηδὲ λόγου μηδενὸς αὐτῷ μεταδούς. ̓Αλλ' οὐκ ἐφύπνωσεν ἡ δίκη τῷ πάθει· περιῆλθεν γὰρ πρὸς τὴν μητρυιὰν τιμωρία προσήκουσα. ἡ μὲν γὰρ εἰς ἐπιθυμίαν αυθίς τινος τῶν τοῦ βασιλέως προδρόμων, ους κούρσωρας εἰώθασιν οἱ ̔Ρωμαῖοι καλεῖν, ἀφικομένη καὶ ἁλοῦσα τῇ πράξει, διαφθείρεται πρὸς τοῦ αὐτῆς ἀνδρός, ἐντειλαμένου τοῖς αὐτῆς εὐνούχοις ἐκ τἀφανοῦς, ἐπειδὰν εἰς βαλανεῖον ἀφίκηται, περὶ δὴ τὴν θεραπείαν αὐτῆς καὶ ἀναινομένης ενδον πλείω διελκύσαι χρόνον, κατὰ διαδοχὴν ἀλλήλους διαναπαύοντας, εστ' αν ὑπὸ τοῦ πνίγους λιποθυμήσειεν ἡ γυνή· καπειτ' ἐξαγαγεῖν αὐτὴν ηδη τὰς ἐσχάτας ελκουσαν ἀναπνοάς, κοπτομένους δῆθεν ὡς οὐ κατ' ἐπιβουλὴν μᾶλλον η κατὰ τὴν τοῦ λουτροῦ περιπέτειαν ἐκλίποι τὸ ζῆν· ινα τό τε εργον ἐκπραχθείη τῆς τιμωρίας καὶ τὴν ἐπὶ τῇ αἰτίᾳ δύσκλειαν ἀφανίσειεν ὁ τρόπος. ̔Η μὲν ουν τοῦτο τῆς περὶ τὸν νέον ἀδικίας ἐξήνεγκε τέλος· οὐκ οιδα δὲ εἰ ἀληθῆ ταῦτα ειρηκεν Φιλοστόργιος ὁ φιλοψευδέστατος κατὰ Κωνσταντίνου τοῦ καλλινίκου καὶ εὐσεβοῦς ουπερ οὐκ εστιν ῥᾳδίως εἰπεῖν ὁπόσαι τοῦ σώματός τε καὶ τῆς ψυχῆς διέλαμπον ἀρεταί· ὁ γὰρ ἀνὴρ οὐ μόνον τὴν ἐκ τῶν πολεμικῶν εργων δόξαν ειχεν, ἀλλὰ καὶ τῶν τῆς ψυχῆς ἐκοσμεῖτο καλῶν. ουτος ὁ Κ.
But he, disturbed in the judicial faculty of his soul and not even granting him a word, did not let justice slumber over the passion; for the punishment that was fitting came round upon the stepmother. For she, having come to desire one of the king's forerunners, whom the Romans are accustomed to call couriers, and being caught in the act, was done away with by her own husband, who secretly instructed her eunuchs that when she came to the bath, while attending to her and while she kept refusing to remain inside any longer, they should relieve one another in turn until the woman fainted from the suffocation; and then, when she was already drawing her last breaths, to carry her out, lamenting as though she had lost her life not by design but by an accident of the bath, so that both the work of punishment might be accomplished and the manner of it might erase the ill repute attaching to the charge. So this was the end that the injustice against the young man brought forth; but I do not know whether Philostorgius, the most fond of falsehood, has spoken these things truly against Constantine the fair-victorious and pious, whose excellences of body and soul it is not easy to tell how many shone forth; for the man not only had the glory from his deeds of war, but was also adorned with the beauties of the soul. This Constantine.
† 33: Ουτος ὁ Κωνσταντῖνος ηδη πέμπτου καὶ εἰκοστοῦ τῆς αὐτοῦ βασιλείας ἐπιβὰς ετους, ὑπατευόντων ἐκεῖνον τὸν ἐνιαυτὸν Γαλλικανοῦ καὶ Συμμάχου, πόλιν ἠβουλήθη κτίσασθαι μεγάλην, μνημεῖον τῆς ἑαυτοῦ βασιλείας καὶ δόξης τοῖς ἐπιγινομένοις † : Τὴν τοίνυν Θρᾴκην Κωνσταντῖνος καταλαβὼν ἐς τὰ μάλιστα δὴ τότε εὐθηνουμένην, καὶ τὸ Βυζάντιον καταμαθὼν ὡς αριστα γῆς τε καὶ θαλάττης εχοι, ἱδρύθη δὴ ἐνταῦθα· καὶ τὸν αὐχένα τῆς χερρονήσου διαλαβών (χερρόνησος γάρ ἐστι τὸ χωρίον), ἐτείχιζεν ἐκ θαλάττης εἰς θάλατταν, ἐντὸς τά τε προάστεια καὶ τοὺς πλησίον λόφους ποιούμενος, ὡς τῆς κτιζομένης πόλεως διὰ πλάτους περιβολὴν μοῖραν ειναι μικρὰν τὴν ἀρχαίαν πόλιν. ενθα γὰρ νῦν ὁ πορφυροῦς καὶ μέγας ἐστὶ κίων ἑστὼς ὁ τὸν αὐτοῦ κολοττὸν φέρων, ἐντεῦθεν τὴν ἀρχὴν ποιησάμενος, τὸ λοιπὸν απαν ἐπί τε ἑκατέραν θάλατταν καὶ τὴν μεσόγειον ἁπλούμενον τῆς ἑαυτοῦ παλάμης καὶ δυνάμεως ἐξήνυσεν εργον. ̓Ακήκοα δὲ εγωγε καὶ τοῦτο τῶν πρεσβυτάτων καὶ ἀξιολόγων διηγουμένων ὡς ὁ Κωνσταντῖνος, ὁπηνίκα τὰς πύλας ὁριούμενος τοῦ τείχους ἡγεῖτο τῶν ἑπομένων ἀφ' ου μέτρου τὸν περίβολον εδει τὴν ἐργασίαν λαβεῖν, ῃει τὸ πρόσω βάδην τε χωρῶν καὶ τὸ δόρυ τῇ χειρὶ φέρων. ὡς δὲ πρῶτον ὑπερβὰς λόφον ἐπὶ δεύτερον ῃει, καὶ τοῦτον ὑπερελθὼν ετι τὸ πρόσω προυβαινε μείζον μῆκος διαμετρούμενος η τοῖς ἀκολουθοῦσιν ἐφαίνετο μετρίως εχειν, προσελθών τις ἀπὸ τῶν παρρησίαν πρὸς αὐτὸν ἀγόντων ηρετο· «εως ποῦ, δέσποτα;» ὁ δὲ διαρρήδην ἀποκρινάμενος·
This Constantine, having already reached the twenty-fifth year of his reign, when Gallicanus and Symmachus were consuls for that year, wished to found a great city, a monument of his own reign and glory for those who would come after. So Constantine, having come to Thrace, which was then flourishing exceedingly, and having learned that Byzantium was most excellently situated with respect to both land and sea, settled there; and taking hold of the neck of the peninsula (for the place is a peninsula), he walled it from sea to sea, enclosing within the suburbs and the neighboring hills, so that the old city was but a small part of the circuit of the city being founded across its breadth. For there, where now the great purple column stands bearing his own colossal statue, making that the beginning, he completed the rest of the work of his hand and power, extending it on both sides to each sea and to the interior. I have also heard this from the eldest and most worthy men recounting that Constantine, when he was marking out the gates of the wall and leading those who followed, from the measure by which he knew the circuit was to receive its construction, went forward on foot and carrying his spear in his hand. And when he first crossed over a hill and came to a second, and having passed this too went further forward, measuring out a greater length than seemed to those who followed to be reasonable, someone from among those who had boldness before him approached and asked: "How far, master?" And he, answering plainly:
«εως αν, εφη, ὁ εμπροσθέν μου στῇ», ὡς γενέσθαι σαφὲς οτι ἀγγέλων τις ἐῴκει προπορεύεσθαι τὰ μέτρα παραδώσαν, ὡς πάνυ γε δὴ θεῷ κεχαρισμένως τῆς πόλεως ταύτης οἰκιζομένης, οὐκ ελαττον η τὸ πάλαι τῆς ̔Ιερουσαλήμ· καὶ γὰρ καὶ ημελλε κἀνταῦθα κοινὸν συστήσασθαι πρυτανεῖον εὐσεβείας. εως γοῦν οποι τὸ φαινόμενον ειδος χωροῦν επειτα εστη καὶ διαλυθὲν ην ἀφανές, ἐκεῖ καὶ ὁ Κωνσταντῖνος παραγενόμενος τὸ δόρυ τε ἐπήξατο καὶ εφη διαρρήδην· «εως ἐνταῦθα», ενθα καὶ νῦν εἰσιν αἱ μεγάλαι πύλαι τῆς πόλεως. Τὴν δὲ πόλιν κτίσας ενδοξον αὐτὴν ἐκάλεσε ̔Ρώμην, ουτω κατὰ τὴν τῶν ̓Ιταλῶν γλῶτταν « Αλμα ̔Ρώμα» τὴν προσηγορίαν αὐτῇ θέμενος. καὶ βουλήν τε ἐν αὐτῇ σύγκλητον ἱδρύσατο καὶ σιτηρεσίου δαπάνην πολυτελεστάτην τοῖς οἰκήτορσι κατένειμε, καὶ τὸν αλλον ἐν αὐτῇ τῆς πολιτείας κατεστήσατο κόσμον, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾳ ̔Ρώμῃ. 7 10 : Τοῦ δὲ μεγάλου ̓Αθανασίου
χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ησθη τε καὶ γράφει τοῖς ̓Αλεξανδρεῦσι τὴν δύναμιν ταύτην·
Until,” he said, “I stand before the one who goes before me,” so that it became clear that one of the angels seemed to go before him, handing over the measurements, so that this city was founded in a manner wholly pleasing to God, no less than Jerusalem of old; for he was also about to establish here a common council-hall of piety. At any rate, until the visible form that was advancing came to a stop and, dissolved, became invisible, there Constantine also arrived, fixed his spear, and said plainly: “Until here,” where even now are the great gates of the city. And having founded the city, he called it glorious Rome, giving it the name “Alma Roma” in the language of the Italians. And he established in it a senate council and distributed a most lavish allowance of grain to its inhabitants, and set in order the rest of the adornment of the state in it, so as to suffice for a glory rivaling the former Rome. 7 10: But when the great Athanasius had been ordained, the great Constantine the emperor, having received the decree of the city, was pleased and writes to the Alexandrians this power:
« ̓Εντυχὼν τῷ πεμφθέντι παρ' ὑμῶν ψηφίσματι περὶ τῆς τοῦ ἐπισκόπου προαγωγῆς, καὶ μαθὼν ὡς καθ' ἡδονὴν ὑμῖν απασιν τὸ πρᾶγμα κεχώρηκε καὶ ουτω πρὸς ἁπάντων ὑμῶν συμφώνως ὁ ἀνήρ ἐστιν ἀγαπώμενος, ηδομαί τε καὶ αὐτὸς (τί γὰρ οὐ μέλλω;) καὶ κρίνω ταῦτα κύρια καὶ βέβαια μένειν, απερ αὐτοὶ κοινῶς ειλεσθε ψηφισάμενοι.» ' : Πλείστης δὲ τὴν μητέρα ὁ Κωνσταντῖνος ἠξίου τιμῆς ὡς καὶ πόλιν αὐτῇ κτίσαι ἐπώνυμον, ητις ἐστὶν ἐν δεξιᾷ τοῦ τῆς Νικομηδείας κόλπου, αὐτῆς ἐκείνης τὸ χωρίον ἀσπασαμένης κατ' αλλο μὲν οὐδέν, διὰ δὲ Λουκιανὸν τὸν τοῦ Χριστοῦ μεγαλώνυμον μάρτυρα. 16 : ̔Ο δὲ Κωνσταντῖνος τῷ ὀγδόῳ καὶ εἰκοστῷ τῆς ἑαυτοῦ βασιλείας ετει τὸν νεώτατον τῶν αὐτοῦ υἱέων Κώνσταν Καίσαρα ἀποδείξας ἐν μέσῳ τοῖν δυοῖν ἀδελφοῖν τέθεικε τὰς ̓Ιταλίας αὐτῷ δούς. τὸν μὲν γὰρ πρεσβύτατον ἑαυτοῦ παῖδα Κωνσταντῖνον τῷ δωδεκάτῳ ετει τῆς αὐτοῦ βασιλείας τῷ τοῦ Καίσαρος σχήματι κοσμήσας, ἐπὶ τῶν ανω Γαλατιῶν εταξεν· τῷ δὲ Κωνσταντίῳ καὶ αὐτῷ κατὰ τὸ ἐννεακαιδέκατον ετος τῆς αὐτοῦ βασιλείας τὴν τοῦ Καίσαρος τιμὴν περιθείς, τῆς ̔Εῴας ἐπέτρεψεν τὴν ἀρχὴν εχειν.
Having encountered the decree sent by you concerning the advancement of the bishop, and having learned that the matter has proceeded according to the pleasure of you all and that the man is thus loved in agreement by all of you, I too rejoice (for why should I not?) and I judge that these things remain valid and firm, which you yourselves chose and decreed in common. Constantine deemed his mother worthy of the greatest honor, so as even to found a city named after her, which is on the right of the gulf of Nicomedia, since she herself embraced the place for no other reason than because of Lucian, the great-named martyr of Christ. In the twenty-eighth year of his reign, Constantine appointed his youngest son Constans as Caesar and placed him in the middle between his two brothers, giving him Italy. For his eldest son Constantine, having adorned with the rank of Caesar in the twelfth year of his reign, he stationed over the upper Gauls; and to Constantius, having also placed upon him the honor of Caesar in the nineteenth year of his reign, he entrusted the rule of the East.