Εἰ δὲ μὴ βούλει ἐξαποστεῖ-λαι αὐτόν· καὶ ἀλλαχοῦ· Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; τὸ γάρ· Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; δυσω-πητικῶς λέγεται πρὸς τὸν Φαραὼ, ὡς οὐκ ἐντρεπόμενον οὐ παρὰ τὸ μὴ δύνασθαι ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι. καὶ τὸ λεγόμενον δὲ ἀνωτέρω παρὰ Μωσέως πρὸς Φαραώ· Ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ· καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέποτε πεφόβησθε τὸν κύριον· δηλοῖ ὅτι φοβηθήσονται· ὅπερ ἁρμόζει πρὸς τοὺς ἑτεροδόξους περί τε ἀγαθότητος θεοῦ καὶ τοῦ μὴ εἶναι ἀπολλυμένην φύσιν. 27.ν καὶ πάλιν ἐκ τοῦ δευτέρου τόμου τῶν εἰ τὸ ᾆ μα. Πρόσχες δὲ καὶ τούτοις εἰς τὸν τόπον, ὅτι ὁ ἥλιος λευκὸς καὶ λαμπρὸς ὢν δοκεῖ τὴν αἰτίαν ἔχειν τοῦ μελανοῦν, οὐ παρ' ἑαυτὸν, ἀλλὰ παρὰ τὸν ὡς ἀποδεδώκαμεν με-λανούμενον. οὕτω δὲ μήποτε καὶ σκληρύνει κύριος τὴν καρδίαν Φαραὼ, τῆς αἰτίας τούτου οὔσης περὶ αὐτὸν κατοδυνῶντα τὴν τῶν Ἑβραίων ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκλη-ροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ, καὶ πᾶσι τοῖς ἔργοις, οὐχὶ τοῖς ἐν ὄρεσι καὶ βουνοῖς, ἀλλὰ τοῖς ἐν τοῖς πεδίοις. ὑλικὸς γάρ τις ἀπὸ τῆς ἑαυτοῦ κακίας γεγενημένος, καὶ κατὰ σάρκα κατὰ πάντα ζῶν, πηλῷ φίλος τυγχάνων βούλεται καὶ τοὺς Ἑβραίους πηλοποιεῖν, τὸ ἡγεμονικὸν ἔχων οὐ καθαρὸν πηλοῦ· ὅπερ, ὡς πηλὸς ὑπὸ ἡλίου σκληρύνεται, οὕτως ὑπὸ τῶν αὐγῶν τοῦ θεοῦ ἐπισκοπουσῶν τὸν Ἰσραὴλ ἐσκληρύνθη.
But if you do not wish to send him away; and elsewhere: How long will you not be ashamed before me? For the phrase How long will you not be ashamed before me? is spoken reproachfully to Pharaoh, as one who does not feel shame not because of inability but because of unwillingness. And what was said above by Moses to Pharaoh: That you may know that the earth is the Lord's; and you and your servants I know that you have never feared the Lord; it shows that they will fear; which applies to the heterodox concerning both the goodness of God and the nonexistence of a nature that perishes. 27. And again from the second volume of the [commentary] on the If then you are. Attend also to these things regarding the passage, that the sun, being white and bright, seems to have the cause of making dark, not from itself, but from the one who is darkened, as we have explained. And so perhaps the Lord also hardens the heart of Pharaoh, the cause of this being in him who grieves the life of the Hebrews with hard works, with clay and brickmaking, and all the works, not those in the mountains and hills, but those in the plains. For someone who has become material from his own wickedness, and lives according to the flesh in all things, being a friend of clay, wishes to make even the Hebrews into clay, having his ruling faculty not pure of clay; which, as clay is hardened by the sun, so was hardened by the rays of God overseeing Israel.
ὅτι δὲ τοιαῦτά ἐστιν ἐν τοῖς κατὰ τὸν τόπον, καὶ οὐχ ἱστορίαν ψιλὴν πρόκειται ἀναγράφειν τῷ θεράποντι, δῆλον ἔσται τῷ συνορῶντι ὅτι, ἡνίκα κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, οὔτε ἀπὸ τῆς πλινθείας οὔτε ἀπὸ τοῦ πηλοῦ οὔτε ἀπὸ τῶν ἀχύρων κατεστέναξαν, ἀλλ' ἀπὸ τῶν ἔργων· καὶ ἀνέβη αὐτῶν ἡ βοὴ πρὸς θεὸν οὐκ ἀπὸ πηλοῦ, ἀλλὰ πάλιν ἀπὸ τῶν ἔργων. διὸ καὶ εἰσήκουσεν ὁ θεὸς τῶν στεναγμῶν αὐτῶν· οὐκ εἰσακούων στεναγμοῦ τῶν οὐκ ἀπὸ ἔργων βοώντων πρὸς αὐτὸν, ἀλλ' ἀπὸ πηλοῦ καὶ τῶν γηΐνων πράξεων.
That such things are in the passages relating to the place, and that it is not a bare history that the servant proposes to record, will be clear to one who observes that, when the sons of Israel groaned, they did not groan because of brickmaking nor because of clay nor because of straw, but because of the works; and their cry went up to God, not because of clay, but again because of the works. Therefore God also heard their groanings—not hearing the groaning of those who cry out to him not because of works, but because of clay and earthly deeds.