ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Other ·

khazarzar-origenes-homiliae-in-job

· khazarzar

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 28 passages · 8,502 words

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

0 commentary units 8 derived notes 0 open questions 28 narrative
What the kinds mean

Pipeline notes

  • coverageNo English translation was located by an automated check of the source corpus and one library catalogue. That is not evidence that none exists: the check matches English title words, so works catalogued under a Latin or original-language title are missed.
  • limitThe English is a machine draft produced passage by passage from the transcribed Greek; no human has verified it. The commentary is model-written and cites only keys the pipeline could resolve.
  • registerRegister: Christian literature in ancient Greek; the English keeps the liturgical formulae and the vocatives rather than normalising them.
  • structurePassages: 28 narrative.
  • caution6 passage(s) are fragmentary in the source; the English bridges each break and says so in the note.
  • scripture2 scriptural phrase match(es) noted: John 8:12; Psalm 118:22; Matthew 21:42.
  • sourceSource edition: khazarzar.
  • sourceLicence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer

Term index

CopticRenderingCountFirst
no glossary terms recorded
khazarzar-origenes-homiliae-in-job:1 · narrative
Source
361 Κεφ. Αʹ, βʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀλη θινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Οἱ γὰρ φαῦλοι ἄνθρωποι ψευδεῖς, ὥσπερ οἱ ζωγραφούμενοι τὸν Θεόν. Τὸν Θεὸν φοβοῦ, τὰς ἐντολὰς φύλαττε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. Ἄμεμπτος, ἐπειδὴ δίκαιος. Θεοσεβὴς, βίος γὰρ καλὸς τὸν Θεὸν ἐπιγνῶναι ποιεῖ, καὶ ἡ τοῦ Θεοῦ γνῶσις τοῦ βίου γίνεται φυλακή. ι ʹ, ιζʹ Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα... Καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτάς... Τὰς μὲν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς· τὰς ὀνάδας καὶ τοὺς βόας, τοὺς ἀροτριῶντας καὶ τὴν γῆν ἐργαζομένους, πε ποίηκε γενέσθαι ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσησεν, διὰ τοῦτο πῦρ κατήγαγεν ἐξ οὐρανοῦ ἐπὶ τὰ πρόβατα... Κεφ. Βʹ, θʹ. Χρόνου δὲ πολλοῦ προβεβη κότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ. Ὅρα τὸ κακοῦργον, ὅτε πολὺς διῆλθε χρό νος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τε τῷ Ἰὼβ τὰ τῆς ἀσθενείας ἦν· αὐτός τε γὰρ ἀσθενέστερος γέγονε τῷ μήκει τοῦ χρόνου, καὶ ἡ ἐλπὶς μᾶλλον ἀπέγνωστο. Κεφ. Ζʹ, αʹ. Πότερον οὐχὶ πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; Δίκην μισθωτοῦ, ἅπαντες περὶ τὴν ἑαυ τῶν πονοῦνται ζωήν· ἄλλως γὰρ γεωργὸς συλλέγει τροφὴν, καὶ ἄλλως ὁ τὴν βάναυσον μετιὼν τέχνην, καὶ οἱ ἐν ἀξιώματι ἑτέρως. Ἔστι δὲ ὅλως οὐδεὶς, ὃς οὐ τῶν ἀναγκαίων φροντίζει. Κεφ. Ιʹ, ηʹ. Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με.
English
Chapter 1, 2. And that man was true, blameless, just, God-fearing, abstaining from every evil thing. For base men are false, like those who paint God. Fear God, keep the commandments, for this is every man. Blameless, because just. God-fearing, for a good life makes one know God, and the knowledge of God becomes the guard of one's life. 10, 17. Fire fell from heaven and burned up the sheep... And they surrounded the camels and took them captive... He made the camels to be under the horsemen; the asses and the oxen, those that plow and work the earth, he made to be under those who take captive; but the sheep he hated, therefore he brought fire down from heaven upon the sheep... Chapter 2, 9. But when much time had passed, his wife said to him. Observe the villainy: when much time had passed, then she attacks; for then especially are the things of hope tested, then especially do the things of strength grow weak. And the things of Job's weakness were doubled: for he himself had become weaker through the length of time, and his hope had rather been given up. Chapter 7, 1. Is not the life of man upon the earth a trial, and his life as that of a day-laborer hired for the day? Like a hired laborer, all men toil for their own life; for the farmer gathers food in one way, and he who pursues a manual craft in another, and those in office in another. And there is absolutely no one who does not take thought for the necessities. Chapter 10, 8. Your hands fashioned me and made me.
khazarzar-origenes-homiliae-in-job:2 · narrative
Source
Πέπλασται μὲν τὸ σῶμα ἐξ ὑποκειμένου τῆς γῆς, ἤτοι τῆς γυναικός· πεποίηται δὲ ἡ ψυχὴ, μὴ προϋποκειμένου τινὸς, ὡς γὰρ ἀσώματος καὶ ἀμέριστος. Ἱκετεύω δὴ μνη σθῆναι καὶ τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου. Κεφ. ΙΒʹ, εʹ. Εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων. Ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντες, φασὶν ὅτι ἰδοὺ ἡ γραφὴ λέγει ὅτι εἵμαρτο αὐτῷ παθεῖν. Ἀλλ' οὐ τοῦτο ἡ γραφὴ λέγει, μὴ γένοιτο! οὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέ τερα· ἀλλ' ὅτι πάντα ἐν μέτρῳ διοικεῖ τὰ καθ' ἡμᾶς ὁ Θεὸς τοῖς τῆς αὐτοῦ προνοίας λόγοις, οἶδε καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον ἐπάγει τοὺς πειρασμούς. Τοῦτο δὲ εἶπεν ὁ Ἰὼβ, ἵνα τὸ κρίμα τῷ Θεῷ παράσχῃ, μονονουχὶ λέγων· Μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες· ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ' ὅσον ὁ Θεὸς βούλεται. Κεφ. ΙΓʹ, αʹ. Ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς, καὶ ἀκήκοέν μου τὸ οὖς, καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. Καὶ εἰ τῇ ἡλικίᾳ ἐλάττων ὑμῶν εἶναι δο κῶ, ἀλλὰ κατ' οὐδὲν εἰς σύνεσιν λείπομαι, καὶ οὐχ ἥκιστα εἰς τὴν τῶν θείων εἴδησιν, καὶ οὐδὲν ὑμῶν εἰμι καταδεέστερος. κηʹ. Ὃ παλαιοῦται ἴσα ἀσκῷ, ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. Οὐ κατὰ βούλησιν τὴν ἑαυτοῦ ταῦτα λέγει, ἀλλὰ πρὸς τὸ ὑποτιθέμενον, ὅτι πᾶς θλιβόμενος ἁμαρτὼν ταῦτα ὑφίσταται. Κεφ. ΙΔʹ, αʹ. Ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν· ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ. Καὶ σκιᾶς δίκην, παρελθὼν τὸν βίον, οὐδὲ μνημόσυνόν τι τοῖς ζῶσιν ἀφίησιν. Τὴν τῶν ἀνθρώπων πρόνοιαν ἐνταῦθα σαφηνίζει·
English
The body was molded from the underlying earth, that is, from the woman; but the soul was made, with nothing underlying it beforehand, for it is incorporeal and indivisible. I beseech you, then, to remember also the cheapness and brevity of nature. Chapter 12, verse 5. For at an appointed time he was prepared to fall by others. Here those who hold the doctrine of fate say that behold, the Scripture says that it was fated for him to suffer. But the Scripture does not say this—may it not be! For our affairs are not under necessity; rather, because God administers all things among us by measure, by the principles of his own providence, he knows also to what extent it is beneficial for us to suffer, and he brings on temptations according to measure. Job said this so as to ascribe the judgment to God, all but saying: Let not the righteous be mocked when they suffer; for they suffer only to the extent that God wills. Chapter 13, verse 1. Behold, my eye has seen these things, and my ear has heard, and I know as much as you also understand, and I am not more unintelligent than you. And even if I seem to be less than you in age, yet I fall short in nothing as to understanding, and not least in the knowledge of divine things, and I am in no way inferior to you. Verse 28. Which grows old like a wineskin, or like a garment eaten by moths. He does not say this according to his own will, but with regard to the assumption that everyone who is afflicted suffers these things because he has sinned. Chapter 14, verse 1. Or like a flower that bloomed and fell; and he fled away like a shadow, and shall not stand. And like a shadow, having passed through life, he leaves no memorial among the living. Here he makes clear the providence of men.
khazarzar-origenes-homiliae-in-job:3 · narrative
Source
οὐχ ὡς εἰκαίως καὶ ἔτυχεν ἐν τῷ βίῳ παραμένον τα, ἀλλ' ἐκ ῥήσεως Θεοῦ, οὐχ ὑπερβαίνοντος τὸν παρ' αὐτοῦ τεταγμένον βίον. Ταῦτα δὲ οὐχ ὡς εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ' ὡς τοῦ θελήματος τοῦ Θεοῦ ὅροις καὶ μέ τροις ἕκαστα διαταξαμένου. Κεφ. ΙΕʹ, ζʹ, ηʹ. Τί γάρ; μὴ πρῶτος ἀν θρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης; ἢ σύνταγμα Κυρίου ἀκήκοας; Ἀντὶ τοῦ· μὴ πρὸ πάντων ἀνθρώπων ὑπέστης, καὶ ἄχρι τοῦ νῦν διατείνας τὸν βίον, πλειόνων πραγμάτων πεῖραν ἔσχηκας παρὰ τοὺς ὁμοφυεῖς. –Θεοδωτίων· Ἵνα ἐστὶν ὁ ὑψηλὸς τόπος καὶ δύσβατος, ἤτοι ψαμμώδης. –Ὁ Ἑβραῖος· Συνελήφθης. –Θῖνας ἐκεῖ λέγει τοὺς βουνοὺς, ἵνα εἴπῃ, μὴ τὰ πρὸ τῆς κτίσεως ἐπίστασαι. Κεφ. Ι ʹ, ιηʹ, ιθʹ. Γῆς, μὴ ἐπικαλύψῃς ἐφ' αἵ ματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου· καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρ τυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥή ματα, ἃ καὶ εὐκτικῶς εἴρηται. Λέγει δέ· Μὴ σιωπήσῃς, ὦ γῆ, τὰ κατ' ἐμὲ, μηδὲ συγ κρύψῃς τὸ ἀδίκως ἐκχεόμενον αἷμα ἐκ τῆς σαρκός μου διὰ τῶν ἰχώρων· μηδὲ στῇ ἐν τόπῳ καὶ ἀποκρυβῇ, μηδὲ εἰς λήθην ἔλθῃ τὰ κατὰ τοὺς ἐμοὺς ὀδυρμούς· πολλοὶ δὲ, φησὶν, οἰκοδομήθωσαν διὰ τῶν ἐμῶν πειρασ μῶν. Ἢ μὴ γῆ κρύψῃ μου τὸ αἷμα, ἀλλ' ἐκ καλέσηται τὸν Θεὸν εἰς ἐκδικίαν, αὐτοὺς τοῦ σώματος τοὺς ἰχῶρας ἔχουσα μάρτυρας.
English
not remaining in life casually and by chance, but by the word of God, who does not overstep the life appointed by him. But these things must not be said as though fate prevailed, but as the will of God having ordered each thing by boundaries and measures. Chapter 15, 7, 8. For what? Were you not born the first of men? Or were you brought forth before the hills? Or have you heard the ordinance of the Lord? Instead of: Were you not established before all men, and stretching out your life until now, have you had experience of more things than those of the same nature? —Theodotion: That is, the high and difficult place, that is, sandy. —The Hebrew: You were conceived. —He calls the hills "hills" there, so as to say, you do not know the things before creation. Chapter 10, 18, 19. Earth, do not cover the blood of my flesh, nor let there be a place for my cry; and now behold, my witness is in the heavens, and my confidant is in the highest places. Being at a loss, he speaks to the earth, and calling it to sympathy he speaks words which are also spoken in the manner of a wish. And he says: Do not be silent, O earth, about the things concerning me, nor hide the blood unjustly poured out from my flesh through the humors; nor let it stand in a place and be hidden, nor let the things concerning my lamentations come into forgetfulness; and many, he says, let them be edified through my trials. Or: let not the earth hide my blood, but let it call upon God for vengeance, having the very humors of the body as witnesses.
khazarzar-origenes-homiliae-in-job:4 · narrative
Source
Καὶ ὁ ἀὴρ μὴ ἐπισχοίη μου τὴν κραυγὴν, ἀλλ' εἰς οὐρανοὺς φθάσοι τῆς φωνῆς ὁ τόνος, ἵνα ὁ Θεὸς τῶν γινομένων κακῶν ἔκδικος κατα στὰς, καὶ τοὺς αἰτίους ἀμυνόμενος, οὕτω γοῦν ἅπασι δείξῃ τῶν ἐμοὶ βεβιωμένων τὸ ἄμεμπτον. Τὸ δέ· Ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, καθαρωτάτης ἐστὶ συνειδήσεως. Κεφ. ΙΘʹ, γʹ. Γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησε με οὕτως. Εἰς φόβον αὐτοὺς καταφέρει, οἱονεὶ λέγων· Μὴ οὕτως ἐπεμβαίνετέ μοι κάμνοντι, μηδὲ ὑμεῖς τοῖς αὐτοῖς περιπέσητε, τὴν αὐτὴν ἔχοντες φύσιν. δʹ, εʹ. Ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην· παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος, λαλῆσαι ῥήματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλα νᾶται, καὶ οὐκ ἐπὶ καιροῦ. –Ἔα δὲ ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνεί δει. Δεδόσθω, φησὶν, καθ' ὑπόθεσιν ὅτι πεπλάνημαι. Παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος· πλάνος ὁ διάβολός ἐστιν. Τίς ὑμῖν, φησὶν, ἐκ τούτου βλάβη, ποία δὲ ἀνάγκη κρίνειν ὡς ἀσεβῆ, καὶ ἐπεμβαίνειν πάσχοντι; δέον συγγινώσκειν ὑπὸ ἀλγηδόνων φθεγγομένῳ. –Εἰ καὶ τοιαῦτα ἐπεποιήκειν οἷα οὐκ ἔδει, ἆρ' οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; – Καὶ δέον με, φησὶ, πάλαι εὐσεβείας ἐπιμε λούμενον, νῦν τὴν ἐκ τῶν ἔργων ἔχειν παῤ ῥησίαν. Τοῦτο μὲν οὐ πεποίηκα, κρίνομαι δὲ ὡς πλάνος. Ἐπιβάλλει καὶ ὧδε· ʹ, ζʹ. Γνῶτε οὖν ὅτι ὁ Κύριός ἐστιν ὁ ταράξας· ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν. Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω. Κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. Διαλογίζεσθε, φησίν· οὐκ ἀπὸ σκοποῦ ἀλγύνομαι, καθάπερ τειχίῳ τινὶ τοῖς δεινοῖς κυκλούμενος. Λέγω, φησὶν, μετὰ ἀληθείας, ὡς ἔχει τὰ κατ' ἐμὲ, καὶ οὐ παραδέχεσθε τοὺς λόγους.
English
And let the air not check my cry, but let the pitch of my voice reach the heavens, so that God, having stood as avenger of the evils that have been done, and defending me against those responsible, may thus at least show to all the blamelessness of my life. And the phrase "Behold, my witness is in the heavens" belongs to a most pure conscience. Chapter 19, verse 3. "Know only that the Lord has made me thus." He brings them to fear, as if saying: Do not so trample upon me in my suffering, nor fall into the same things yourselves, having the same nature. Verses 4–5. "Yes indeed, in truth I have gone astray; but a deceiver lodges beside me, to speak words that ought not to be spoken, and my words wander, and not in due season." — "But alas, that you magnify yourselves against me, and reproach me." Let it be granted, he says, by supposition that I have gone astray. "But a deceiver lodges beside me" — the deceiver is the devil. What harm, he says, comes to you from this, and what necessity is there to judge me as impious, and to trample upon one who suffers? When you ought to pardon one who speaks out of his pains. — Even if I had done such things as ought not to be done, ought you then to reproach me thus? — And when I ought, he says, long ago to have taken care for piety, and now to have boldness from my works. This I have not done, yet I am judged as a deceiver. He adds here also: Chapter 19, verse 7. "Know then that it is the Lord who has troubled me; and his stronghold he has raised up against me. Behold, I laugh at reproach, I will not speak. I will cry out, and there is no judgment anywhere." Consider, he says: it is not without cause that I am grieved, being encircled by terrors as by a wall. I speak, he says, with truth, as my circumstances are, and you do not accept my words.
khazarzar-origenes-homiliae-in-job:5 · narrative
Source
Τὸ γὰρ ἐν ὀνείδει, ἵνα εἴπῃ τὰ πράγματα. Τὸ δὲ οὐ λαλήσω, ἀντὶ τοῦ· διὰ τὸ ἀντιλέγειν μοι ὑμᾶς δοκῶ μηδὲν εἰρη κέναι. –Εἰ δὲ καὶ πρὸς τὸν Θεὸν βοήσω, εἰς φανερὸν ἅπασιν ἐνέγκαι τὰ κατ' ἐμὲ, οὐ τυγχάνω τῆς ἱκεσίας. Οὐδεὶς ἀκούει, οὐ δεὶς δικάζει, οὐδένα βλέπω, οὐκ ἔχω ποῖ ἀπελθεῖν. Ταῦτα ἐλεῆσαι οὐ χρῆ; –Τοι γαροῦν ἀφήσητε, οὕτως ἀκρίτως μου κατηγοροῦντες, μήποτε Θεὸς εἰς κρίσιν κασταστή σῃ, εἰς πράξεσθαι ὑμῖν δίκην ἀλόγου θρασύτητος. –Οὐ γὰρ ἀνεύθυνα, φησὶ, τὰ τοιαῦτα καταλιμπάνει Θεός. Ἔσεσθαι γάρ φησιν, εἴτε κινηθείη καθ' ὑμῶν, ὡς ἀνονήτως ὑμῖν ἐμφαίνεται ἡ ἐπὶ γνώσει τοῦ καλοῦ οἴησις, καὶ ἡ ἐπὶ τοῖς προσοῦσιν ἄδεια. – Α. Σ. Τί φατε [ὅτι] ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς τὰ αὐτὰ φοβεῖσθαι ὀφεί λετε. –Ἐσπεύσατε ἂν, φησὶ, τότε καίτοι πραγμάτων μαρτυρούντων ἐν λόγοις· ἐν λό γοις οὖν λάβεσθε ὡς ἂν μηδὲ ὑπὸ τῆς ἀλη θείας ψηφίσασθαι ἀνεύθυνον. –Ὁ γοῦν ἑβραῖος καὶ ἁμάρτημα λόγου ἔχει. Κεφ. Κʹ, ιʹ. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. Καὶ οἱ πρότερον, φησὶν, ὑποδεέστεροι, τῶν τοῦ παρανόμου παίδων καθέξουσι. ιεʹ. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. Πάντα μὲν ὁ ἀσεβὴς πράττει ὥστε τὰ ἀλλότρια λαβεῖν, καὶ πρὸς τοῦτον βλέπει τὸν σκοπὸν τὰ γενόμενα· ἐπειδὰν δὲ ἐγκράτης τῶν ὅλων δόξῃ, τότ' αὑτὸν εἰς ἑτέρους μεταφερόμενον ὄψεται. ιηʹ. Ὥσπερ στρείφνος ἀμάσητος, ἀκατάποτος. Οἱ λόγοι καὶ τὰ δόγματα [ἀσεβοῦς] στρίφινα καὶ νόσκυα, οὐδὲν γὰρ ἔχει γλυκὺ ἐκεῖ να, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα. κβʹ.
English
For being in reproach means, so to speak, the facts themselves. And "I will not speak" is instead of: because you contradict me, I seem to have said nothing. But if I also cry out to God, bringing what concerns me into the open before all, I do not obtain my supplication. No one hears, no one judges, I see no one, I have nowhere to go. Was it not necessary to have pity on these things? — Therefore you should have let it be, accusing me so without judgment, lest God bring you into judgment, to exact from you the penalty for unreasonable rashness. — For God does not, he says, leave such things unpunished. For he says it will be, if he should be moved against you, that your conceit based on knowledge of the good, and your security in your present circumstances, appear to you profitlessly. — A. S. What do you say, that I suffer these things while in wickedness, and you ought to fear the same things? — You would have hastened, he says, then, although the facts bear witness in words; in words, then, take hold, as though not even by the truth would you judge anyone unpunished. — At any rate the Hebrew has also a sin of speech. Chapter 20, verse 10. Let those inferior destroy his sons, and let his hands kindle pains. And those who were previously, he says, inferior will possess the children of the lawless one. Verse 15. Wealth unjustly gathered will be vomited out, an angel will drag him out of his house. The impious man does everything so as to take what belongs to others, and what has come about looks to this goal; but when he seems to be master of all things, then he will see himself transferred to others. Verse 18. Like a twisted cord unchewed, unswallowed. The words and doctrines of the impious are twisted and sluggish, for there is nothing sweet in them, the things done against God. Verse 22.
khazarzar-origenes-homiliae-in-job:6 · narrative
Source
Ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλι βήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπε λεύσεται. Ταῦτά φησιν· Ἕνεκα τῆς αἰτίας, ἀπόλλυνται τὰ κτηθέντα, καὶ εἰς προγόνους οὐ παραπέμπεται. κγʹ. Ἐπαποστείλαι ἐπ' αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ' αὐτὸν ὀδύνας. Ἀντὶ τοῦ, ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται δεινά· ταῦτα δὲ ἔφη, ἐπειδὴ ὁ Ἰὼβ φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατα σκευάζει οὖν ὅτι πάντα δι' ἁμαρτίας ἐπ' αὐ τὸν ἐπηνέχθη. κεʹ. Ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν.... Ἐν ἀγνοίᾳ γάρ εἰσιν· ἐξέβαλον γὰρ τὸ φῶς ἀφ' ἑαυτῶν οἷς ἔλεγεν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. κ ʹ. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Κατὰ δὲ τὸ κρυπτόμενον, ἄκαυστον πῦρ ἐστιν, ἤτοι τὸ κατὰ συνείδησιν, ἢ καὶ τὸ ἀποκείμενον ἐν τοῖς μέλλουσιν δικαιωτηρίοις. Καὶ ὡς ὑπὸ πυρὸς, φησὶν, ἀναλωθήσεται, ἵνα εἴπῃ· Οὐδὲ ταφῆς ἀξιοῦται. κθʹ. Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. Καθ' ἣν ἡ θεία κατ' αὐτοῦ κινεῖται δίκη· εἴτε τοῦ ἐκ περιτομῆς διὰ Χριστὸν εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ παραδόξου, εἴθ' ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλουμένη. –Μάνθανε τίς ἐπίσκοπος ἐνθάδε ὠνο μάσθη· ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φο ρεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν, τιμᾶται ἐπὶ τῷ καλῶς αὐτὴν μιμήσασθαι· τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι·
English
But when it already seems to have been fulfilled, he will be oppressed, and every necessity will come upon him. He says these things: because of the cause, the possessions are destroyed, and it is not passed on to ancestors. 23. To send upon him the fury of anger, to wash pains upon him. Instead of: from God and from heaven dreadful things will be brought upon him; and he said these things because Job, having said that he was struck by God, also mentioned that he had been wronged by men; he establishes therefore that all things were brought upon him because of sin. 25. And let the stars walk in his dwellings.... For they are in ignorance; for they cast out the light from themselves, to whom he said: I am the light of the world. 20. Unburning fire will devour him. But according to what is hidden, there is an unburning fire, either the one according to conscience, or also the one stored up in the future places of judgment. And, he says, he will be consumed as by fire, so as to say: He is not even deemed worthy of burial. 29. This is the portion of an impious man from the Lord, and a possession of the things that belong to him from the bishop. According to which the divine judgment is moved against him; whether of the one from circumcision who through Christ became impious toward God, or of the extraordinary one, or however at some time impious, the portion made clear is his. – Learn who the bishop is here named; that God has been called bishop, and the bishops eagerly strive in every way to bear the image of that one, the noble and good. And just as the one who imitates a royal image is honored for imitating it well; and he is honored also for having adorned it;
khazarzar-origenes-homiliae-in-job:7 · narrative
Source
οὕτως μακάριος ἐπίσκοπος ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεὸς, ἢ ὁ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κεφ. ΚΑʹ, ιαʹ, ιβʹ. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι, ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν, καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. Ἰδοὺ καὶ τὰ μωρὰ παιδία αὐτῶν ἑαυτοῖς προσπαίζονται. Λέγουσι γὰρ αὐτοὶ ψαλμοὺς Οὐαλεντινοῦ καὶ ᾠδὰς Βασιλείδου, καὶ τοι αῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ. Κεφ. ΚΒʹ, βʹ. Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Ἴδωμεν τί φησιν ὁ Ἐλιφὰζ πρὸς τὸν δίκαιον· Πότερον κτλ... Τοῦτο τοῦ Ἰὼβ εἰ ρηκότος, συντρέχει τῷ λόγῳ καὶ ὁ Ἐλιφὰζ, καί φησιν· Οἶδα κἀγὼ ὅτι τοὺς λόγους, δι' ὧν ὁ μέν τις ὢν ἀσεβὴς εὐθυνεῖται, ὁ δὲ κολάζεται, ὁ μόνος σοφὸς οἶδε Θεός· οἶδα δὲ καὶ τοῦτο ὅτι Θεὸς μὲν, ὡς καὶ αὐτὸς ἔφης, τῶν ἀγαθῶν ἐστι δοτήρ· ἡ δὲ κακία τὰς κολάσεις δίδωσιν. –Ὑγιὲς τὸ δόγμα... – ̓Επιστήμη, ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεωρία, σύνεσις δὲ ἡ διάκρισις. εʹ. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλὴ, ἀναρίθμητοι δέ σου εἰσιν αἱ ἁμαρτίαι; Εἰκότως οὖν φημὶ οὐχ ἁπλῶς γεγονέναι σε ἄδικον, ἐπεὶ πάσχεις τοιαῦτα, οἷα οὐδεὶς τῶν κακῶν, ἀλλ' ἐν τούτοις γεγεννῆσθαι, δη λονότι πλείονα κακίαν [τῶν κακῶν] ὑπὲρ τοὺς ἄλλους ἐσχηκέναι. Κακία ἐστὶν ἐν τῇ ψυχῇ κακὴ ἕξις, οἷον λύπης, ὀργῆς, καὶ ἐπι θυμία ἀπρεπής· ἀμαρτία δὲ ἡ ἐνέργεια· διὸ πρῶτον εἶπεν τὴν κακίαν, εἶτα τὴν ἁμαρ τίαν, τὴν μὲν πολλὴν, τὰς δὲ ἀναριθμήτους.
English
Thus blessed is the bishop who has understood the true bishop, and imitates him, and becomes, as far as is possible among men, a god; or who has a bishop who truly makes him a bishop in Christ Jesus, to whom be the glory and the power unto the ages of ages. Amen. Chapter 21, verses 11 and 12. But their children play, taking up the psaltery and the lyre, and they rejoice at the sound of the psalm. Behold, even their foolish children play to themselves. For they themselves recite the psalms of Valentinus and the odes of Basilides, and they utter these very things, rejoicing at the sound of the psalm. Chapter 22, verse 2. Is it not the Lord who teaches understanding and knowledge? Let us see what Eliphaz says to the righteous man: Is it not...? Since Job has said this, Eliphaz also agrees with the statement, and says: I too know that the words by which one who is impious is corrected and another is punished, the only wise God knows; and I know this also, that God, as you yourself said, is the giver of good things, while wickedness gives the punishments. —The doctrine is sound... —Knowledge is the comprehension of things that are in the same state, contemplation; and understanding is the discernment. 5. Is not your wickedness great, and are not your sins innumerable? Reasonably, then, I say that you have not simply become unrighteous because you suffer such things as no one of the wicked suffers, but that you were born in these things, clearly having possessed more wickedness than others. Wickedness is a bad disposition in the soul, such as of grief, anger, and improper desire; and sin is the activity; therefore he first mentioned wickedness, then sin, the one as great, the other as innumerable.
khazarzar-origenes-homiliae-in-job:8 · narrative
Source
Πάνυ πολλοὺς ὁρῶ ἁμαρτωλοὺς, καὶ οὐδεὶς αὐτῶν τηλικούτοις περιπέπτωκεν οἷος σύ. Εἰκὸς γὰρ, διὰ τὸ ἀναρίθμητόν σου τῶν ἁμαρτημάτων καὶ τὸ πλῆθός σου τῶν πταισμάτων, ταῦτά σοι ἐπεληλυθέναι. ʹ. Ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακε νῆς· ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Πρόσχωμεν, οἱ τοκογλύφοι· μήποτε ἐνεχυράζωμεν διακενῆς. Ὠφέλιμα τὰ ῥήματα, κατὰ τοῦτό ἐστι τὸ λέγειν κατὰ λόγον ἁμαρ τήματα ἀληθῶς, ψεκτῶς γινομένων ἐν ἀν θρώποις. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλίφας περὶ τοῦ Ἰὼβ, ἐπειδὴ ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευσεν ἀπὸ τοιούτων τινῶν πόρων πλου τεῖν αὐτόν· διό φησιν· Ἠνεχύραζες διακενῆς, τουτέστιν μηδὲν ἐποφειλόμενος. –Εἰ δὲ ἐδάνεισα, καὶ μὴ πιστεύων τῷ δανεισαμένῳ, ἔλαβον ἐνήχυρον ἀξιόχρεων πρὸς ὃ ἔχρησα, ἔλαβον ἐνήχυρον, οὐ διακενῆς δέ. Εἰ μέντοι, συκοφαντῶν αὐτὸν, καὶ λέγων ὀφείλειν μοι μὴ δυνάμενον ἀποδοῦναι, ἀπαιτῶ καὶ λαμ βάνω, ἐνήχυρον [λαμβάνω] διακενῆς. Προσεπιτείνει δὲ πάλιν, ἄλλην αὐτοῦ ἁμαρτίαν οἰόμενος γεγονέναι. Ἔστι ποτὲ λα βεῖν ἀμφιάσματα, οὐ τοῦ γυμνοῦ, ἀλλὰ πλου σίου, ἔχοντος ἕτερα ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν, τρία δή· ὧν τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἄλλα γυμνοῦ, ἄλλα πλου σίου. Ἐὰν μέντοι γε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαι τεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν
English
I see very many sinners, and not one of them has fallen into such great troubles as you. For it is likely that, because of the countless number of your sins and the multitude of your offenses, these things have come upon you. 5. You took your brothers as pledges for nothing, and you stripped the clothing from the naked. Let us pay attention, we who are usurers, lest we take pledges for nothing. The words are profitable—this is what it means to speak according to reason—truly sins, when they are committed blameworthily among men. Eliphaz supposes this about Job, since he knew him to be rich, and suspected that he had grown rich from some such sources; therefore he says: You took pledges for nothing—that is, owing nothing. But if I lent, and, not trusting the borrower, I took a pledge sufficient for what I lent, I took a pledge, but not for nothing. If, however, slandering him and saying that he owes me what he cannot repay, I demand it and take it, I take a pledge for nothing. And again he presses on, thinking that another sin of his had occurred. Sometimes it is possible to take garments—not from the naked man, but from a rich man who has other garments laid up, many to take, indeed three; from those many I took clothing there; other garments belong to the naked man, others to the rich man. If, however, someone has one tunic, and I strip him of this tunic too, on the pretext of demanding what is mine, not having mercy on that naked man, clothing
khazarzar-origenes-homiliae-in-job:9 · narrative
Source
τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πέ νεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνελεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν· ἀπαιτοῦμεν πικρῶς, ἔσθ' ὅτε καὶ περισσὰ ἔχοντες παρ' ἑαυτοῖς. Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς ἀπαιτή σεσιν, ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἕνα, κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπ' αὐτοῦ, λέγοντες· ἀλλ' ὀφείλεις. Ταῦτα οὖν λέγει, ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν. ζʹ–θʹ. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· Ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφα νοὺς δὲ ἐκάκωσας. Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον· ἐπισημαίνει δὲ μέχρι τοσούτου εὐεργεσίας ἐκτείνειν ὀφεί λομεν, ὅποτε ὑπεύθυνον τὸ μὴ ποτίσαι διψῶντας. Ὥσπερ οὖν διὰ τὸ ποτήριον ψυχροῦ ὕδατος μισθὸν λαμβάνομεν, πολλὴν μέντοι ἀπηνίαν τοῦ Ἰὼβ καταψηφίζεται, ὡς μηδὲ ὕδωρ τὴν ἀδάπανον χάριν παρέχοντος, καὶ τὸ μεῖζον κακὸν, τῷ διψῶντι. Ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. Τί λέγω, φησὶν, ὅτι οὐ παρέσχες τῷ δεο μένῳ; ὅποτε καὶ τὴν μικρὰν παραμυθίαν τοῦ ἄρτου παρὰ τοῦ πεινῶντος ἀφείλου· ψωμὸν γὰρ λέγει τὸ τμῆμα τοῦ ἄρτου, ὥσπερ καὶ ἐν τῇ Ῥοὺθ κεῖται· Βάψαι τὸν ψωμόν σου ἐν τῷ ὄξει. Ἐθαύμασας δέ τινων πρόσωπον.
English
I took it from the naked. And many such things happen among us, whenever we lend, whenever we come to debtors; often our debtor is exceedingly poor, unable to repay; and we, shutting up our compassion, become unmerciful and cruel, not seeing that he supports a wife and children, and is barely fed from the few obols he earns; we demand harshly, sometimes even when we have abundance ourselves. Such things happen in harsh demands; sometimes a man has only his one morsel, and even if he does not have a whole loaf, we take it from him, saying: But you owe it. These things, then, he says, charging Job, that he took away the clothing of the naked. 7–9. You did not give water to the thirsty to drink, but you deprived the hungry of a morsel. And you admired the face of certain people, and you settled those upon the earth. And you sent widows away empty, and you afflicted orphans. Therefore not only to do injustice, but also not to do good, is liable to judgment; and he indicates that we ought to extend our beneficence to such a degree, since not giving drink to the thirsty is liable. Just as, then, because of a cup of cold water we receive a reward, nevertheless he condemns Job's great harshness, as not even providing water, that free gift, and the greater evil, to the thirsty man. But you deprived the hungry of a morsel. What am I saying, he says, that you did not provide for the one in need? When even the small consolation of bread you took away from the hungry man; for he calls a morsel the piece of bread, as it is also written in Ruth: Dip your morsel in the vinegar. And you admired the face of certain people.
khazarzar-origenes-homiliae-in-job:10 · narrative
Source
Τουτέστι καὶ τὰς κρίσεις οὐ δικαίως, οὐδὲ ἀπαθῶς, ἀλλ' ἀνθρωποπαρέσκως ἐποίησας, προσωπολήπτης γὰρ γέγονας· καὶ δικάζων οὓς μὲν ἐξῇρες, οὓς δὲ ἐταπείνους, τοὺς μὲν ταπεινοὺς βιαζόμενος, τοὺς δὲ ἐν δυναστείαις θαυμάζων καὶ τιμῶν. Ὤικισας δὲ τοὺς ἐπὶ τῆς γῆς. Τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ ᾤκισας ἐκοίμησας ἔχει· ἵνα εἴπῃ καὶ αὐτὴν τῶν πτωχῶν τὴν στρωμνὴν ἀφείλου, ὡς ἐπὶ τοῦ ἐδάφους αὐτοὺς ἐξ ἀνάγκης κοιμᾶσθαι, μη δὲν ἔχοντας ὑπεστορεσμένον... Χήρας δὲ ἐξαπέστειλας. Ἢ τῶν προσόντων αὐτὰς ἐγύμνωσας, ἢ μᾶλλον προσελθούσαις καὶ ἐλεημοσύνην ζητούσαις οὐδὲν δέδωκας, ἀλλ' ἀπεπέμψω μη δὲν λαβούσας ἀπὸ σοῦ... Ὀρφανοὺς δὲ ἐκάκωσας. Τὸ δὲ τοὺς ὀρφανοὺς καὶ ἀβοηθήτους κα κοῦν, ἐσχάτης κακίας γνώρισμα. Οὐδένα μὲν γὰρ δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν· περὶ γὰρ τῶν ἀβοηθήτων ψυ χῶν πολεμεῖν ὁ Θεὸς ἐνετείλατο. Πλέον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφανοὶ δέονται βοηθείας. ιηʹ. Βουλὴ δὲ ἀσεβῶν πόῤῥω ἀπ' αὐτοῦ. Ἰδόντες δίκαιοι ἐγέλασαν. Ἃ οἱ ἀσεβεῖς βουλεύονται, πόῤῥω ἐστὶν ἀπὸ τοῦ Θεοῦ. Ἰδόντες [δίκαιοι] τὴν βουλὴν τῶν ἀσεβῶν, κατεγέλασαν αὐτούς. κβʹ. Ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξη γορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. Τὴν ἐξηγορίαν ἐζήτουν κατ' ἐμαυτὸν, τί σημαίνει; Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει, παρὰ τῷ Συμμάχῳ, ἀντ' αὐτῆς, τὴν ἐξομολόγη σιν. Παρὰ δὲ τῷ Ἀκύλᾳ· Νόμον. Φησὶν οὖν κατὰ μὲν τὸν ἕνα· Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου· τὸν δὲ τρόπον τῆς ἐξη γορίας παρὰ τοῦ Θεοῦ διδάχθητι. Κατὰ δὲ τὸν ἕτερον·
English
That is, you also made your judgments neither justly nor impartially, but in a manner pleasing to men; for you have become a respecter of persons: in judging, some you exalted and others you humbled, oppressing the humble and admiring and honoring those in positions of power. And you afflicted those upon the earth. But some of the copies have "you put to sleep" instead of "you afflicted," so that he means you took away even the poor man's bed, so that they are forced to sleep on the ground, having nothing spread beneath them... But you sent away widows. Either you stripped them of their possessions, or rather, when they came to you seeking alms, you gave them nothing, but sent them away having received nothing from you... But you harmed orphans. To harm orphans and the helpless is the mark of the utmost wickedness. For one ought to harm no one, but especially ought one to spare orphans; for God commanded us to fight on behalf of helpless souls. More than other people, the poor, widows, and orphans need help. 18. But the counsel of the ungodly is far from him. The righteous saw and laughed. What the ungodly counsel is far from God. The righteous, seeing the counsel of the ungodly, laughed them to scorn. 22. But cast out from his mouth his utterance, and take his words into your heart. I sought out for myself what "utterance" means. And I found in another edition, in Symmachus, instead of it, "confession." And in Aquila: "law." He says, then, according to the one: Confess concerning your sins; and learn the manner of utterance from God. According to the other:
khazarzar-origenes-homiliae-in-job:11 · narrative
Source
Δέξαι παρὰ Θεοῦ νόμον, καὶ τοὺς λόγους αὐτοῦ ἐγκαρδίους ποίησαι. Εἰ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ Θεοῦ, καὶ δέξαι θεῖα ῥήματα ἐξ σῇ καρδίᾳ, ὡς ὕστερον Ἱερεμίας ἤκουσεν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. Ἢ ἐξηγορίαν τὴν ἐξομολόγησίν φησιν, προτρέπων εἰς μετάνοιαν τὸν δίκαιον. Ἢ τοῦτο λέγει, ὅτι μετάβαλε τὸν τρόπον, καὶ ἀνάλαβε τοὺς θείους νόμους. Ἢ ὅτι ἐξαγόρευσον τὰ ἡμαρτημένα σοι, καὶ τοῦ λοιποῦ τοὺς λόγους τοῦ Θεοῦ φύλαττε. Τῆς διπλῆς δὲ ταύτης ἐννοίας ἐκεῖθεν ἔσχον τὰς ἀφορμὰς, τὴν ἐξηγορίαν. κδʹ. Θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάῤῥου Σωφείρ. Βαλεῖς εἰς γῆν, καὶ οἱονεὶ κακώσεις αὐτόν. Κεφ. ΚΓʹ, βʹ. Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. Τουτέστι τὸν κατήγορον μετ' ἐμαυτοῦ περιφέρω, τὸν ἔλεγχον, τὴν ἀπόδειξιν τῶν κακῶν οἴκοθεν ἔχω. –Οἶδα, φησὶν, ὅτι ἐκ τῶν ἐν χερσὶ, τουτέστιν ἐκ τῆς πληγῆς, καὶ οὐκ ἀφ' ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν· καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. –Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, αἱ κρίσεις αὐ τοῖς· πλὴν ὑπὲρ τὴν ἰσχύν μου ἐπετέθη μοι, ἤτοι ἔξω τῆς πράξεώς μου, ὁ ἔλεγχος. ʹ. Καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. Καὶ γὰρ εἰ ἐν πολλῇ ἰσχύϊ χρήσεται μοι καὶ ἀπειλῇ, ἀλλ' ὅμως οἶδα ὅτι ἀλήθεια παρ' αὐτῷ ἐστιν. ζʹ. Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. Τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν, ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς·
English
Receive the law from God, and make his words things of the heart. If you are just and worthy, be prompted by God, and receive divine words into your heart, as Jeremiah later heard: Behold, I have given my words into your mouth. Or he calls exegoria confession, urging the just man to repentance. Or he says this: change your manner, and take up the divine laws. Or: speak out the sins you have committed, and from now on keep the words of God. And I got the starting points for this twofold meaning from there—the exegoria. 24. You shall set him on the dust in a rock, and as a rock of a torrent of Sophir. You will cast him to the ground, and as it were afflict him. Chapter 23:2. And indeed I know that my reproof is from my hand, and his hand has become heavy upon my groaning. That is, I carry the accuser around with me; I have the reproof, the proof of evils, from home. —I know, he says, that from the things in hand, that is, from the blow, and not from what I have done, you think to bring the reproofs; for God has set upon me heavily, so that I groan. —I know, he says, that from the actions of men come their judgments; yet beyond my strength it was set upon me, that is, outside my action, the reproof. 5. And in much strength he will come upon me, and then he will not use me with threat. For even if he uses me with much strength and threat, nevertheless I know that truth is with him. 7. For truth and reproof are from him; may he bring my judgment to the end. This he prayed, this is what he says: that an end be put to my terrors.
khazarzar-origenes-homiliae-in-job:12 · narrative
Source
εἶτα, φησὶν, ὅτι ταῦτα ἤθελον γενέσθαι, ὥστε ἀπο θανεῖν, οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν. –Παρ' Ἑβραίοις, τὸ τέλος καὶ ἡ νίκη διὰ μιᾶς σημαίνεται λέξεως. ιʹ. Οἶδεν γὰρ ἤδη ὁδόν μου. Οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἐσπού δασα ἀεὶ ὑπακούειν αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ; ιεʹ. Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. Οὐχ ἥμαρτον, φησὶ, καὶ τί τοῦτο; οὐ γὰρ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τοῦτο χωρὶς ἁμαρτημάτων λέγω. ιζʹ. Οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκό τος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος. Οὐ κατ' ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν· στοχάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πλη γήν. Καὶ καλῶς εἶπε, πρὸ προσώπου μου· οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας. Κεφ. ΚΔʹ, ιγʹ. Αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐ τῶν, καὶ οὐκ ἐπέγνωσαν. Τουτέστιν πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν· οὐδεὶς αὐτοὺς ἀδικεῖ, οὐδὲ κα κῶς ποιεῖ· αὐτὸς δὲ οὔπω ἐπισκοπὴν πε ποίηται τούτων, ὥστε ποιήσει μετὰ ταῦτα, καὶ ἐξετάσει τὰ πεπλημμελημένα αὐτοῖς, καὶ οὐ παρόψεται· ἐπιθυμητικῶς κατέφαγον ὀρφανούς. ιδʹ. Γνοὺς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος. Τουτέστιν, μαθὼν τὰ ἔργα, ἢ ὅτι ἐξε τάσας καὶ βασανίσας, τουτέστι γνούς. Κεφ. ΚΖʹ, δʹ. Οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. Τουτέστιν ἐπὶ τῆς αὐτῆς στήσομαι ψήφου, οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς εἰσκροῦσαι, οὐδεὶς παραγαγεῖν τοῦ προκει μένου. εʹ.
English
Then, he says, that I wished these things to happen, so as to die, not as now when he is about to judge. —Among the Hebrews, the end and the victory are signified by a single word. 10. For he already knows my way. He knows, he says, my way, and that I always hastened to obey him; but who, when he judges, will contradict him? 15. On this account let me be made earnest from his presence; I will consider, and I will be terrified because of him. I have not sinned, he says, and what is this? For it is not only from the power over sins that God has the right to punish, but I say this also apart from sins. 17. For I did not know that darkness would come upon me, but gloom covered my face. This evil, he says, did not come about according to human sequence, unexpected; I conjecture that the blow is from the hand of God. And well did he say, before my face; for the darkness is not common, but of my own despondency. Chapter 24, 13. But why has he himself not made visitation of these? While they were on the earth, and they did not recognize. That is, they despised all things, they mocked all things; no one wrongs them, nor does anyone do evil to them; but he himself has not yet made visitation of these, so that he will do it after these things, and will examine the offenses committed by them, and will not overlook them; they devoured orphans with desire. 14. But having known their works, he delivered them into darkness. That is, having learned their works, or that having examined and tested them, that is, having known. Chapter 27, 4. Nor will my soul meditate unjust things. That is, I will stand by the same vote, no one will be able to turn me aside, no one to strike me out, no one to lead me away from what is set before me. 5.
khazarzar-origenes-homiliae-in-job:13 · narrative
Source
Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω ἀκακίαν μου. Τουτέστιν, οὐ κατηγορήσω ἐμαυτοῦ, οὐδὲ μεταθήσομαι, κἂν μυρία λέγητε· οὐ προήσομαι τῆς ψήφου, εἰ καὶ δοκεῖτε παῦσαι τὸν κατ' ἐμοῦ ἔλεγχον. Κἂν συγκαταθῶμαι εἰς ἃ λέγετε, ὅτε νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηναίην. Οὐκ ἀπώ σομαι τὴν ἀκακίαν μου, ἕτερα νοῶν περὶ ὑμῶν, καὶ ἕτερα λέγων. ιʹ. Ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης, μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι, φησὶν, ὁ ἀδικῶν οὐκ ἔχει παῤῥησίαν, οὐδὲ φθέγξασθαι, οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ' ἀφῄρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω. Οἱ δὲ ἄδικοι οὐχ οὕτως. Κεφ. ΚΗʹ, αʹ. Ἔστι γὰρ ἀργυρίῳ τόπος κτλ. Τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσιν τά ξιν ὁρίσας, πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρω πίνοις. βʹ, γʹ. Σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἶσα λίθῳ λατομεῖται. Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται. Ὅτι προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ, καὶ οὐδὲν ἁπλῶς, οὐδ' εἰκῆ παρέρχε ται. Ἢ μᾶλλον ἐκεῖνό φησιν, ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία τοῦ Θεοῦ ἀτέκμαρτος καὶ ἄγνωστος. Καὶ μετ' ὀλίγα· Καλῶς εἶπε· Τάξιν ἔθετο σκότει, δεικνὺς ὅτι οἶδε παραχωρεῖν καὶ ὑπερεξίστασθαι. Τίς ἀπελαύνει τὸ ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται, πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας. Κεφ. ΚΘʹ, γʹ. Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει.
English
May it not be for me to declare you righteous until I die, for I will not put away my innocence. That is, I will not accuse myself, nor will I change my position, even if you say countless things; I will not abandon my verdict, even if you seem to put an end to the cross-examination against me. And even if I agree to what you say, when you have understood why I have suffered these things, I would declare you righteous. I will not put away my innocence, thinking one thing about you and saying another. 10. Or when necessity comes upon him, does he have any boldness before him? What he says is of this sort: that, he says, the one who does wrong has no boldness, nor can he speak, nor say these things that I now say, but he has been deprived and his mouth stopped; but I have not suffered this, but I speak and I contradict. But the unjust are not so. Chapter 28, verse 1. For there is a place for silver, etc. He says this: that the one who has set bounds in things that happen by chance, much more in human affairs. Verses 2–3. For iron comes from the earth, and bronze is quarried like stone. He has set order for darkness, and he himself examines every limit exactly. Because he provides and cares for matters, and nothing passes by simply or in vain. Or rather he says this: that other things are clear, but the economy of God is undeterminable and unknown. And after a little: Well did he say, He has set order for darkness, showing that he knows how to yield and to stand aside. Who drives away that gloom? From where is such good order in such a matter? Then he recounts his power, then his wisdom, persuading that one should not wish to demand accounts from him. Chapter 29, verse 3. As when his lamp shone above my head, when by his light I walked in darkness.
khazarzar-origenes-homiliae-in-job:14 · narrative
Source
Ὅτι γὰρ διὰ τοῦτο ἐζήτει τὴν προτέραν εὐπραγίαν, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ πρόνοια, δῆλον ἐκ τοῦ λέγειν· Ὅτε ὁ Θεὸς ἐφύλαττέ με. δʹ. Ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου. Ὁ δὲ Σύμμαχος· Ὁπότε περιέφρασσεν ὁ Θεὸς τὴν σκηνήν μου. Ὁρᾷς ὅτι τοῦτο ἐπεθύμει, τὴν ἐπισκοπὴν καὶ τὴν πρόνοιαν δεῖ ξαι τοῦ Θεοῦ. Νέος διότε εἶχον ἐγὼ, δίκαιος ὢν, φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Οἷα γάρ τις ἄρχων καὶ διδάσκαλος ἀρε τῆς, οὐχ ὕπνῳ καὶ μέθαις ἐσχόλαζεν, ἀλλ' ἐξ ἀγάπης ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο, νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος. ιγʹ. Εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι. Σευήρου, ἐκ τῆς πρὸς Ἰουλιανὴν διάκονον ἐπιστολῆς. Ὁ Κύριος ἐν εὐαγγελίοις φησὶν, περὶ τῶν τῷ κόσμῳ νεκρούντων ἑαυτοὺς, ἢ πρὸς τὸ τοῦ μαρτυρίου στάδιον τὸ σῶμα ἐκδιδόντων, ἢ πρὸς τοὺς τῆς ἀσκήσεως πόνους, καὶ ταύτῃ δοκούντων ἑαυτοὺς ἀπολλύναι καὶ ἀποκτεῖναι τῷ στερίσκεσθαι τῆς βιωτικῆς ἀπολαύσεως· Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τοῦ οὖν οὕτως ἀπολλυμένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, καὶ εὑρίσκοντος τὴν ψυχὴν αὐτοῦ, ἡ εὐχὴ καὶ ἡ εὐλογία μεγάλη τίς ἐστιν, καὶ ταύτην εὔξαιτο ἄν τις τῶν εὐφρονούντων ἐπελθεῖν αὑτῷ, καὶ ἐμφρόνως ἐρεῖ τό· Εὐ λογία κτλ. ιεʹ· Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χω λῶν. Πρὸς δὲ νοῦν, τυφλὰς διανοίας διήνοιγε, καὶ ὠφείλει τοὺς πεπηρωμένους τὴν ψυχὴν καὶ αὐτὸς αὐτῶν ἐγίνετο ὀφθαλμός·
English
For it was for this reason that he sought his former prosperity, so that God's providence might be shown forth; this is clear from his saying, "When God watched over me" — 4. "When God made visitation of my house." But Symmachus has: "When God fenced my tent about." Do you see that this is what he desired — the visitation and providence of God? "In my youth, when I was," he says, being righteous, "I made virtue the useful material for me; for I used all things well." 7. "When I went forth early in the city, and my seat was set in the streets." For like some ruler and teacher of virtue, he did not devote himself to sleep and drunkenness, but out of love he sat early in the streets, becoming a law and a pattern to those in the city. 13. "Let the blessing of the perishing come upon me." From Severus, from the letter to Juliana the deaconess. The Lord says in the Gospels concerning those who put themselves to death for the world, either handing over the body to the contest of martyrdom, or to the labors of asceticism, and in this way seeming to destroy and kill themselves by being deprived of worldly enjoyment: "He who loses his own soul for my sake will find it." Of him, then, who is thus perishing, according to the voice of the Savior, and finding his soul, the prayer and the blessing is something great, and one of those who are of sound mind would pray that this might come upon him, and would wisely say, "The blessing," etc. 15. "I was an eye to the blind, and a foot to the lame." In the spiritual sense, he opened blind minds, and he himself became an eye to those maimed in soul.
khazarzar-origenes-homiliae-in-job:15 · narrative
Source
πόδας δὲ ἐχαρίζετο τοῖς κεχωλευμένοις τὰς βάσεις τῆς ψυχῆς, καὶ τῷ λόγῳ ἐγίνετο αὐτῶν ποὺς, καὶ ἐχειραγώγει ἑκατέρους· εἴληπται δὲ ὁ μὲν ὀφθαλμὸς ἐπὶ τῆς νοητικῆς ὁδηγίας· ὁ δὲ ποὺς ἐπὶ τῆς ἐθικῆς. ι ʹ. Ἐγὼ ἤμην πάτερ ἀδυνάτων. Ἐν τούτοις φωναὶ δηλοῦνται τοῦ ὠφε λοῦντος τοὺς ἀδυνάτους, τοὺς ἀσθενεῖς. ι ʹ. Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. Ὁρᾶς τὴν προστασίαν· οὐ μέχρι χρημά των, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης. ιζʹ. Συνέτριψα δὲ μύλας ἀδίκων. Ὅρα τὴν δυσχολίαν τοῦ πράγματος· καθὰ πόθεν, φησὶν, ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα. Ἀληθῶς ὁ Χριστὸς ἐλθὼν, τὰς μύ λας τῶν ἀντικειμένων ἐνεργειῶν συνέθλασε· τὰς μύλας τῶν λεόντων συνέτριψεν ὁ Κύριος, καὶ ἐν τῷ προφήτῃ γέγραπται· Ἐκ μέ σου ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. ιηʹ. Εἶπα δέ· Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος. Ὅρα δὲ μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος, οὐδὲ μεγαλοφρονῶν, ἀλλ' ἀναγκαζόμενος εἰπεῖν τοῦ Θεοῦ τὴν πρό νοιαν, καὶ ἐπὶ τίσιν ἀπέλαυεν αὐτοῦ, καὶ ἐν τίσιν ἐστὶ νῦν. Κεφ. Λʹ, αʹ. Νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι· νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν. Οὐ χρώμενος τῇ ἐξουδενώσει, ἀλλὰ σαφῶς εἰδὼς αὐτοὺς, ὥσπερ ὁ προφήτης ἔλεγεν· Ἐξουδενοῦται ἐνώπιον αὐτοῦ πᾶς πονηρευόμενος· τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο. βʹ, γʹ. Καί γε ἰσχὺς χειρῶν αὐτῶν, ἱνατί μοι; ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια. Ἐν ἐν δείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν. Ὀλυμπιοδώρου, Ὠριγένους.
English
He gave feet to those who were lame in the steps of the soul, and by the Word he became their foot, and he led both by the hand. For the eye is taken for intellectual guidance, and the foot for ethical conduct. 10. "I was a father to the helpless." In these words are shown the utterances of one who benefits the helpless, the weak. 10. "But the cause that I did not know, I searched out." Do you see the protection? Not as far as money, nor as far as food and clothing, but even as far as dangers I stood as protector of another's battle. 17. "But I broke the molars of the unjust." Observe the difficulty of the matter: how, he says, have I already set right a matter that had been forestalled? Truly Christ, when he came, shattered the molars of the opposing powers; the Lord crushed the molars of the lions, and it is written in the prophet: "From their teeth I snatched away a prey." 18. "But I said: My age will grow old, like the stem of a palm." Observe after how much time he says these things, not boasting, nor thinking great things, but compelled to speak of God's providence, and for what reasons he enjoyed it, and in what circumstances he now is. Chapter 30, 1. "But now the least have laughed at me; now they admonish me in turn, whose fathers I despised." Not using contempt, but clearly knowing them, as the prophet said: "Every evildoer is despised before him"; for such men he considered as nothing. 2, 3. "And indeed, why is the strength of their hands to me? Upon them destruction perished. In want and famine barren, those who fled a waterless place yesterday, constraint and misery." Of Olympiodorus, of Origen.
khazarzar-origenes-homiliae-in-job:16 · narrative
Source
Ἀλλ' οὐδὲ ᾔτησά τινα ἐπικουρίαν, φησὶ, παρ' αὐτῶν, ἵνα διὰ τοῦτο τοιούτοις πρὸς ἐμὲ χρήσωνται ῥήμασιν· οἵ γε πάλαι δίκην ἐχρεώστουν, πο νηροὶ ὄντες, καὶ τρόπον τινὰ ἀπέπτη ἀπ' αὐ τῶν ἡ τιμωρία. Ἢ ὅτι θανάτου ἐπιθυμοῦντες διὰ τὴν ἄκραν πενίαν, οὐκ ἔτυχον, καὶ οὐδὲ ὑπὸ τῆς ἐνδείας ἐσωφρονίσθησαν γεννηταὶ γενέσθαι τοῦ καλοῦ, ἀλλ' ἔμειναν ἄγονοι, οἱ ἐχθές που καὶ πρὸ ὀλίγου, τῆς ἐρήμου καὶ τῶν συμφορῶν ἐκπεφευγότες· ἔοικεν δὲ ὡς ἀγεννεῖς αὐτοὺς διαβάλλειν, καὶ ἐξ ἀδόξων ὄντας χωρίων καὶ πατέρων πενήτων. Ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια. Ἀντὶ τοῦ, οὐδέποτέ τι χρηστὸν συνετέ λεσαν. δʹ. Οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα. Ἄλιμα βοτάνη τις ἐστὶν, ὥς φασι, ταχὺ πληροῦσα τὸν ἐσθίοντα. –Ἐπὶ ἠχοῦντι δὲ, τουτέστιν ἐπὶ φάραγξι καὶ πετρώδεσιν· εὔη χοι γὰρ οἱ τοιοῦτοι τόποι, καὶ ἀντηχοῦσι τοῖς φθεγγομένοις. Ἢ καὶ ἠχοῦντα λέγει τὸν ἀλσώδη τόπον ἐν ᾧπερ ἡ πνοὴ τῶν ἀνέμων, κινοῦσα τὴν ὕλην, ἦχον ἀποτελεῖ. Φησὶν οὖν ὅτι περιενόστουν οὗτοι τὰς ὕλας καὶ τὰς φάραγγας καὶ τοὺς τόπους παρ' οὓς ὕδατα ῥέοντα ἠχεῖ τε καὶ κελαρύζει, ὑπὸ τῆς ἄγαν ἐνδείας, τὰς βοτάνας ἀνερευνώμενοι, καὶ τὰς ῥίζας τῶν ξύλων περιξέοντες εἰς τροφὴν [λιμοῦ] παραμυθίαν. δʹ. Ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ. Ἑτέρα
English
But neither, he says, did I ask any assistance from them, so that on this account they should use such words toward me; they who long ago owed a debt, being wicked, and in a certain manner the punishment flew away from them. Or because, desiring death on account of extreme poverty, they did not obtain it, and were not even sobered by their want to become begetters of good, but remained childless—those who yesterday and a little before had escaped the desert and the calamities; and it seems he is reproaching them as base-born, and as being from inglorious places and poor fathers. Upon them destruction came to an end. In place of: never did they bring anything good to completion. 4. Those who encircle saltwort on the echoing place, whose food was saltwort. Saltwort is a certain herb, as they say, quickly filling the one who eats it. And "on the echoing" means on ravines and rocky places; for such places are well-suited and echo back to those who speak. Or he calls "echoing" the wooded place in which the breath of the winds, moving the wood, produces an echo. He says, then, that these wandered around the woods and the ravines and the places beside which waters flowing echo and murmur, on account of their excessive want, searching out the herbs and scraping off the roots of the trees for food as a consolation of hunger. 4. Dishonored and utterly despised, lacking every good. Another
khazarzar-origenes-homiliae-in-job:17 · narrative
Source
πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιού τους εἶναι. κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι. Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθένειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι. κηʹ. Ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. Διὰ τὴν ὑπερβολὴν τῶν δεινῶν, οὐδὲ πλῆθος συνόδου αἰσχυνόμενος. κθʹ. Ἀδελφὸς γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Εἰς τὴν ὀρνίθων θηριωδίαν ἐξέπεσα, φησίν· ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἀμείνων διάκειμαι. Κεφ. ΛΑʹ, ʹ, ζʹ. Ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου, εἰ ἐξέκλινεν ὁ ποῦς μου ἐκ τῆς ὁδοῦ... Βαβαὶ τῆς ἀκριβείας! οὐκ ἔχοι τις εἰ πεῖν, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥᾳθυμίαν καὶ διάχυσιν ἀπο χρησάμενος τοιαύτην τίνω δίκην, καὶ μεταβέβλημαι, τοῦ Θεοῦ κατάλληλόν μοι φάρμακον ἐπιθέντος. Τὸν μὲν γὰρ φιλόγελω καὶ φιλοπταίσμονα καὶ τρυφῇ προσεσχηκότα, εἰκότως ἀντιθεὶς, τὴν ἐναντίαν καταστή σειεν ἕξιν, γοερῷ τινι καὶ πολυθρηνώδει παραδοὺς αὐτὸν βίῳ· τὸν δὲ καὶ πρὸ τού των φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀν θρώπους παίζοντας καὶ γελωτοποιοῦντας, ποῖον ἂν ἔχοι λόγον ἐμπεσεῖν εἰς σκύθρωπον καὶ κατηφῆ βίον; ἐπειδὴ κατεσκληκὼς ἤμην καὶ κατεστυμμένος, οὐκ ἐπὶ τὰς διαφορούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσα. λαʹ. Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος; Ἀντὶ τῆς ζωῆς αὐτοῦ ἀπολαῦσαι, ὅτι ἤμην αὐταῖς γλυκύς. λβʹ. Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο.
English
wickedness, that they are such even in poverty. 24. For if only I could overpower myself. You see that the "if I could" he says not because of weakness, but because he was hindered. 28. But I stood in the assembly crying out. Because of the excess of his sufferings, not even ashamed before the multitude of the gathering. 29. I have become a brother of Sirens, and a companion of sparrows. I have fallen, he says, into the wildness of birds; I have forgotten my own nature, I am in no way better than those. Chapter 31, 5, 7. For I stand in a just balance, and the Lord knows my innocence, whether my foot has turned aside from the way... Oh, the exactness! One could not say that, having used wealth and former goods for ease and dissipation, I pay such a penalty, and I have been changed, God laying upon me a fitting remedy. For the one who loved laughter and loved to stumble and had attached himself to luxury, fittingly, setting in opposition, he would establish the opposite condition, handing him over to a certain mournful and much-lamented life; but the one who even before these things fled from revels, but pursued jesting and mocking men, what reason would he have to fall into a gloomy and downcast life? Since I had been hardened and drawn tight, I did not fall into the vices that differ from that life. 31. And if also my maidservants often said: Who would give us to be filled with his flesh, since I was exceedingly kind? To enjoy his life, because I was sweet to them. 32. And the stranger did not lodge outside, and my door was opened to everyone who came.
khazarzar-origenes-homiliae-in-job:18 · narrative
Source
Οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν. Κεφ. ΛΒʹ, αʹ. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμα σιν. Ἡσύχασεν μὲν ὁ Ἰὼβ, διδοὺς αὐτοῖς λόγον εἰπεῖν· ἐνεῖδε δὲ, καὶ τὸν Θεὸν ἐκάλεσε μάρτυρα, καὶ ἑαυτῷ ἐπηράσατο ὅτι ἐπεστομίσθησαν οἱ φίλοι. ιαʹ. Ἐρῶ γὰρ, ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. Ἢ τοῦτό φησιν, ὅτι οὐδὲ ὅτε ἠλέγχετε, ὡς ἔδει, ἠλέγξατε· ἢ ὅτι ὕστερον ἐσιωπήσατε. Οὕτω πρὸς τό· Ἐρῶ γὰρ, ὑμῶν ἀκου όντων. Κεφ. ΛΓʹ, ιβʹ. Πῶς γὰρ λέγεις· Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; Τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν· τοῦτο μὲν γὰρ ὑπελάμβανεν ὁ Ἐλιοὺς, ἀλλ' οὐχὶ τοιαύτῃ γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι οὗτος δικαιότερός ἐστι τοῦ Θεοῦ· ἀλλ' ὅτι ταῦτα μὲν αὐτῷ πέπρακται, οὐ μὴν ἀδικίαν ἐνεκάλει τῷ Θεῷ. Ὁ δὲ Ἐλιοὺς τοῦτο ὑπέλαβεν· ἐκείνοις δὲ δικαίως ἐνεκάλει, προσδεδωκόσι τοῦ Θεοῦ τὸ μέρος καὶ ἠρνημένοις. κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περιττότητα οἷον κενώσας καὶ ἀποβάλλων, καὶ λέγει· Λαλήσω ἵνα ἀναπαύσωμαι. Κεφ. ΛΔʹ, ιθʹ. Ὃς οὐκ ἐπαισχυνθῇ πρόσω πον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς. Εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ' ὀφείλεις πολλὰ παραχωρεῖν αὐτῷ, καὶ τῇ δόξῃ αὐτοῦ, ὥστε μὴ πάντα ζητεῖν μανθάνειν. κγʹ. Ὅτι οὐκ ἐπ' ἄνδρα θήσει ἔτι. Ἔοικε τοῦτο λέγειν, ὅτι νῦν μὲν ἐν ἡμῖν κεῖται τὸ καλὸν καὶ τὸ φαῦλον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι οὐκ ἔτι. λαʹ. Ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· Εἴληφα, οὐκ ἐνεχυράσω, ἄνευ ἐμαυτοῦ ὄψομαι· σὺ δεῖξόν μοι. Τινὲς οὕτως ἡρμήνευσαν·
English
For he did not merely receive them and care for them, but he also provided them with the means for the poverty that followed. Chapter 32, verse 1. And Job ceased speaking. Job fell silent, giving them leave to speak; but he looked, and he called God as witness, and he cursed himself because his friends had been silenced. Verse 11. For I will speak, while you listen, until you have tested my words, and until I understand among you. Either he says this: that not even when you were reproving did you reprove as you ought; or that afterward you fell silent. Thus it relates to "For I will speak, while you listen." Chapter 33, verse 12. For how do you say, "I am righteous, and he has not listened to me"? What then happened? Did he not think this? For Elihu supposed this, but Job did not say it with such a thought—that this man is more righteous than God—but rather that these things had been done to him, yet he was not charging God with injustice. But Elihu supposed this; and he was justly charging those who had betrayed God's side and denied him. Verse 20. I will speak, that I may be at rest, having opened my lips. He who obtains an understanding hearer, and is full of words, finds rest in speaking, as it were emptying out and casting off his excess, and he says, "I will speak, that I may be at rest." Chapter 34, verse 19. Who is not ashamed before an honorable person, nor knows how to assign honor to the great. For even if you do not know, you ought to yield much to him and to his glory, so as not to seek to learn everything. Verse 23. For he will no longer lay it upon a man. This seems to say that now the good and the base lie within us, but in the age to come, no longer. Verse 31. For the one who says to the strong, "I have received; I will not take a pledge; without myself I shall see; you show me." Some have interpreted it thus:
khazarzar-origenes-homiliae-in-job:19 · narrative
Source
ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυρωτέρῳ, ὅτι ἀδίκως εἴληφας τὰ ἐμὰ, οὐκ ἐνεχύρου χάριν, ὡς ὑποφειλόμενα, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον ὅτι εὐλόγως τοῦτο δέδρακας. Εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ, φησὶ, τοιαῦτα θρασύνῃ κατὰ Θεόν; Ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν, ὅτι πρὸς Θεὸν ῥῆσιν ἀνέλαβον, οὐχ ἕξω ἀκωλύτως, σὺ διασάφησόν μοι. Ὁ δὲ ἐνόησεν οὕτως, τουτέστιν· ἐπειδὴ τὴν ὑπὲρ Θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν Ἐλιοὺς, οὐκ ἐπέχω, ἀλλ' ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. Εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ, ἔλεγξον τὸν λόγον. –Οἶμαι δὲ μᾶλλον οὕτω νοεῖσθαι τὸ κείμενον, ὅτι οὐκ ἐπειδὴ τὸ ὑπὲρ Θεοῦ λέγειν εἱλόμην, παρὰ τοῦτο δεῖ σε καὶ συνομολογεῖν ἁπλῶς, οἷα δὴ χρέος ἀπαιτῶ· ἄνευ δὲ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, ἀντὶ τοῦ· χωρὶς τοῦ ἐμοῦ λόγου εἰδέναι θέλω, εἴ τι καὶ ἀντειπεῖν ἔχοις· ἵνα εἴπῃς ὅτι ἡσυχίαν παρέχομαι, καὶ ἐπιλαμβάνου τὸν λόγον, εἰ δύνασαι. Κεφ. ΛΕʹ, εʹ. Ἀνάβλεψον
English
For no one dares to say to the stronger, "You have taken what is mine unjustly, not by way of a pledge, as things owed, and you have taken them against my will; show that you have done this reasonably." But if no one dares to say these things to the powerful, how is it, he says, that you are so bold in such matters against God? But Symmachus rendered it thus: "Because I have taken up a speech toward God, I will not hold back without hindrance; you, make it clear to me." And he understood it thus: that is, since I have taken up the speech on behalf of God, says Elihu, I do not hold back, but I proceed with my argument without hindrance. But if I do not speak rightly, you make it clear—that is, refute the argument. But I think the passage is rather to be understood thus: that it is not because I have chosen to speak on behalf of God that you must for this reason also simply agree, as though I were demanding a debt; but without my help I shall see; you show me—that is, apart from my argument I wish to know whether you have anything to say in reply; so that you may say that I provide silence, and take up the argument, if you can. Chapter 35, verse 5. Look up
khazarzar-origenes-homiliae-in-job:20 · narrative
Source
εἰς τὸν οὐρανόν. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐ ρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν. ʹ. Εἰ ἥμαρτες, τί πράξεις; Τουτέστιν οὐδὲ αὐτὸν ἀδικήσεις, ἀλλ' οὐ δὲ ὠφελήσεις, δίκαιος ὤν· ἐπειδὴ γὰρ ἔλε γεν· Εἰ ἥμαρτον, τί δύναμαι πρᾶξαι; τί ποιήσω, φησίν; τοῦτο ἵνα εἴπῃ· Διὰ τί; μὴ γὰρ ἀδικούμενος φροντίζει σου ἁμαρτάνον τος; μὴ γὰρ ὡς βλάβην ὑπομένων; ιʹ. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· ὃ βλέπεις νῦν φῶς, δι' ἔσοπτρον βλέπεις. Καί· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· μέλλομεν ποτὲ βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών; ἐπεὶ νύξ ἐστι, πολέμιοι πολλοὶ, πολλὰ θηρία περιέρχονται. Ἐπεὶ οὖν νύξ ἐστὶ τὰ ἐν τῇ σκοτίᾳ τοῦ βίου πράγματα, χρεία ἐστι φυ λάκων τεταγμένων εἰς τὴν νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυκτὶ, καὶ ἔλθωσι καὶ φυλάξωσιν ἡμᾶς ἀπὸ τῶν λῃστῶν. Τίνες οὖν οἱ φύλα κες, οἱ τεταγμένοι παρὰ τοῦ Θεοῦ ἐν ταῖς φυλακαῖς ταῖς νυκτεριναῖς; Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς· οὗτοι οἱ ἄγγελοι οἳ ἐν νυκτὶ φρουροῦσιν ἡμᾶς. Κεφ. ΛΗʹ, εʹ. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐ τῆς; Ἠθέλησαν μὲν εἰπεῖν ἕλληνές τι περὶ τοῦ μέτρου τῆς γῆς· ἡ διάμετρος τῆς γῆς, φασὶν, εἰκόσι πέντε μυριάδων στάδια. Ἔοικε δ' ὁ λόγος δεικνύναι, ὅτι ἄληπτόν ἐστι τὸ μέτρον τῆς γῆς παντί·
English
Look up to heaven." No lover of the world looks up to heaven. Let us not love the world, nor the things in the world. If we love the things here below, we do not look up to heaven. 9. "If you have sinned, what will you do?" That is, you will not wrong him, but neither will you benefit him, being righteous; for since he said, "If I have sinned, what can I do?" what, he says, shall I do? This is so that he might say: Why? For does he who is not wronged take thought for you when you sin? Does he not rather endure it as an injury? 10. "Who appoints the night watches." Do you wish to see how God appoints the night watches? This whole age is night, it is darkness. The light is kept in store for you; the light you now see, you see through a mirror. And: "In your light we shall see light"; we shall one day see it. Is not, then, the whole age night? Since it is night, there are many enemies, many wild beasts prowling around. Since, then, the affairs in the darkness of this life are night, there is need of guards appointed for this night, so that the guards, those set over the nights, may keep watch over those in the night, and may come and guard us from the robbers. Who, then, are the guards appointed by God for the night watches? "The angel of the Lord will encamp round about those who fear him, and will deliver them"; these are the angels who in the night keep watch over us. Chapter 38:5. "Who set its measures, if you know? Or who stretched the line upon it?" The Greeks wished to say something about the measure of the earth; the diameter of the earth, they say, is two hundred and fifty thousand stades. But the passage seems to show that the measure of the earth is incomprehensible to everyone.
khazarzar-origenes-homiliae-in-job:21 · narrative
Source
μόνος δὲ ὁ Σωτὴρ οἶδεν αὐτὸ, ὁ καὶ δημιουργός. Μέτρα δὲ, καὶ οὐ μέτρον εἶπεν, ἵνα τὰς διαφορὰς τῆς γῆς παραστήσῃ. Μέτρον τί ἐστι τῆς τοιᾶσδε, φέρε εἰπεῖν, τῆς φερούσης τὰ ἀρώματα Ἀνατο λῆς; μέτρον τῆς φερούσης τὸ πέπερ ἢ τὰ ζῶα; οὐ γὰρ πάντα πανταχοῦ γίνεται· ταῦτα οὖν τὰ μέτρα παρὰ τῷ Λόγῳ τοῦ Θεοῦ εἰσιν. – Αρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴ περ ἀφῃρήθη, ὁμοίῳ τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι· καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον. ʹ. Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς, ὅτι οὕτως ἕστηκεν ἑδραία, ὡσ περεὶ ἐπῳκοδόμησεν ἐπ' ἀσφαλείᾳ βεβηκυίᾳ θεμελιώσεως; τῇ βουλήσει τοῦ Θεοῦ, ἐν τῇ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. –Λίθον γωνιαῖον· τοῦτο δύναται καὶ εἰς τὸν Μονογενῆ τοῦ Θεοῦ Υἱὸν, δι' ἡμᾶς σαρκω θέντα, νοεῖσθαι· κατὰ τὸ ἐν ψαλμοῖς· Λίθον, ὃν ἀπεδοκίμασαν, ἐγενήθη εἰς κεφαλὴν γω νίας. Εὐδοκίᾳ γὰρ τοῦ Πατρὸς ἐλθὼν ἐπὶ γῆς, συνῆψεν ἐν ἑαυτῷ τοὺς δύο λαοὺς, τῶν Ἰουδαίων τε καὶ ἐθνῶν, ὥσπερ ἀμέλει καὶ ὁ γωνιαῖος λίθος ἀμφοτέρους συνδεῖ τοὺς τεί χους. ιαʹ. Εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ὁ δὲ Σύμμαχος· Ἕως ὧδε τετάχθω τὸ ἔπαρμα τῶν κυμάτων σου. Οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις· οὕτω δὲ εὐκόλως, ὡσανεὶ ἐπὶ τάξει. Εἶπα γὰρ, φησὶ, καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅταν, μηδε μίας ἀνάγκης ὠθούσης, τοῦτο γίνηται· ἅμα καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥώμης αὐ τὴν μαστιζούσης·
English
But only the Savior knows it, he who is also its Creator. And he said "measures," not "a measure," in order to set forth the differences of the earth. What is the measure of this region, say, of the East, which bears spices? The measure of the region that bears pepper or wild animals? For not all things grow everywhere; these measures, then, are with the Word of God. Was the earth, then, made simply of such a size, and not as it happened? But to me it seems that even if some chance addition were made, it would be untimely, and if it were taken away, in like manner it would ruin the whole; and this is hinted at by the measures and the measuring line. 10. Who is it that cast the cornerstone upon it? Who is it that cast the cornerstone upon it, that it stands so firmly, as though he had built upon it with the security of a settled foundation? By the will of God, for in his hand are all the ends of the earth. "A cornerstone": this can also be understood of the Only-begotten Son of God, who became flesh for our sake, according to what is in the Psalms: "The stone which the builders rejected has become the head of the corner." For coming to earth by the good pleasure of the Father, he joined in himself the two peoples, of the Jews and of the Gentiles, just as indeed the cornerstone also binds together both walls. 11. And I said to it: "Thus far shall you come, and you shall not go beyond." But Symmachus: "Let the swelling of your waves be appointed up to this point." For thus he holds it securely as though with bars, and thus easily, as though by an ordinance. For "I said," he says, "and there is no contradicting," when this happens with no necessity driving it; and at the same time, though much violence and force lashes it—
khazarzar-origenes-homiliae-in-job:22 · narrative
Source
διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληνιαίαν, οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ Θεοῦ τὴν ἰσχὺν, τῆς φύσεως τῷ προστάγματι μαχομένης, καὶ τοῦ προσ τάγματος πανταχοῦ νικῶντος. Εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἂν ἐλογίσαντο πολλοί· νῦν δὲ ταραττομένη, μαστιγουμένη, ὠθουμένη ἔνδον, καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένη, διὰ τῆς ταραχῆς κηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν. μαʹ. Τίς δὲ ἡτοίμασε κόρακι βοράν; Λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα· ἀλλ' αὐτοὶ μὲν εἰκότως, ἅτε μεγάλοι ὄντες, πορίζουσι τροφήν. Τὰ δὲ ἔκγονα τίς ἐκτρέ φει; οὐχ ὁ τοῦ Θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν, οὐδὲ θέρουσι, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Κεφ. ΛΘ, κζʹ. Ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός; γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς, αὐλίζεται ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; Εἰ ἐν τοῖς σαρκοβόροις τινα λογικὴν σοφίαν, ἀπὸ τῆς κατὰ φύσιν ἐπιστήμης ἐνοῦ σαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πο λέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα. λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα, οὐθὲν ὤν; Τί ἔτι, φησὶν, ἐγὼ κρίνομαι, εἰς προοί μιον; καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρωτείων. Ἥττημαι, φησὶ, παρὰ σοὶ τὸ δικαίωμα· τί ποῤῥωτέρω τὴν δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι; πῶς δὲ χρὴ πρὸς τοιοῦτον ἀντοφθαλμεῖν δεσπότην; Ἐγὼ, φησὶ, διετέλουν, τὴν αἰτίαν τῆς γενομένης ἐπ' ἐμὲ πληγῆς ζητῶν· εἰς δὲ δημιουργίαν οὐ δὲν ἐνεκάλεσα, καὶ πρὸς τὰ λεχθέντα οὐδὲν ἔχω λέγειν.
English
For this reason he did not leave it to be calm and gentle, so that it might proclaim the power of God, nature fighting against the command, and the command conquering everywhere. For if the water had been gentle, many would have reckoned its good order to the nature of water; but now, being troubled, scourged, driven within, and unable to overstep its boundaries, through its turmoil it proclaims the power of God. 41. And who prepared food for the raven? For it is said that it does not rear its young; but they themselves, reasonably, being large, procure food. But who feeds the young? Is it not the word of God? As the Gospel also says: The birds of heaven do not sow, nor do they reap, and your heavenly Father feeds them. Chapter 39:27. And at your command does the eagle rise up? And the vulture, sitting upon its nest, lodges on the summit of a rock and in a hidden place? If in the flesh-eating creatures there is some rational wisdom, from the natural knowledge implanted in each, and for knowledge—for the one of war, for the others of the dead—you see also the vulture, one of those borne through the air. 34. Why am I still judged, being admonished and reproving the Lord, hearing such things, being nothing? Why, he says, am I still judged, as a preface? And from the beginning he yielded the first place. I am defeated, he says, in the judgment before you; why do you carry the case further? For what is it possible to answer? And how must one look in the face of such a master? I, he says, continued seeking the cause of the blow that came upon me; but against the creation I brought no accusation, and to the things said I have nothing to say.
khazarzar-origenes-homiliae-in-job:23 · narrative
Source
–Λείπει, ὡς οὐδ' ἐλέγχων Κύριον, νουθετούμενος ὁ ἄθλιος. Κεφ. Μʹ, βʹ. Ἀλλὰ ζῶσαι, ὥσπερ ἀνὴρ, τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Οἱ γὰρ περιουσίᾳ δικαιωμάτων θαῤῥοῦντες, οὐδὲ φεύγοντες τοὺς ἀντιδίκους, ἀφίασιν, ὥστε ἐκ περιουσίας, γενέσθαι τὴν νίκην. Εἶτα αὐτῷ καὶ ἀπολογεῖται, ὅτι μέλει μοι περὶ τῶν ἀνθρώπων· δῆλον ἐκεῖθεν, τίνος δὴ ἕνε κεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν. Δίδωμί σοι παῤῥησίαν, ἐγώ σε ἐρωτήσω, σὺ δέ μοι ἀπόκριναι. γʹ. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Τὸν παρόντα λέγει χρηματισμόν· οὐχ ἵνα δὲ κατακρίνω, λέγω ταῦτα, φησὶν, ἀλλ' ἵνα δείξω δίκαιον. Ἢ περὶ τοῦ πειρασμοῦ φησιν, χρηματισμὸν τὴν συγχώρησιν λέγων, του τέστι προτεταχέναι με δι' ἄλλο τι τοῦτο γενέσθαι· οὐκ εἶπεν, ἵνα γένῃ, ἀλλ' ἵνα φανῇς σὺ ὅπερ ἦς, ἵνα τοὺς ἄλλους παιδεύσῃς. Ὅρα δέ· οὐκ εἶπεν, ἵνα γένῃ δίκαιος (ἣν γὰρ ἀκριβῶς τὴν δικαιοσύνην ἤσκησας), ἀλλ' ἵνα φανῇς. Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περισ τάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκού ειν παρόντος καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα τοῖς ἀγνο οῦσιν δήλη ἡ σὴ δικαιοσύνη γίνηται; εʹ. Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τι μὴν, ἔνδυσον εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ' αἰσχύνης ἀπέστρεψας τὰς αὐτοῦ φάλαγγας. –Ἔλεγξον ἁμαρτωλοὺς, δεικνὺς αὐτοὺς ἁμαρτωλούς· πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί.
English
He is lacking, as though he were not even reproving the Lord, the wretched man being admonished. Chapter 40, verse 2. But gird up your loins like a man; I will question you, and you shall answer me. For those who are confident in the abundance of their righteous deeds do not even flee from their opponents, but let them go, so that the victory may come from their abundance. Then he also defends himself to him, saying, I care about human beings; it is clear from this for whose sake I brought this trial upon you. I give you boldness: I will question you, and you shall answer me. Verse 3. Do you think that I have spoken to you otherwise than that you might be shown to be righteous? He means the present oracle; not to condemn, he says, do I say these things, but to show you righteous. Or he speaks concerning the trial, calling the concession an oracle—that is, that I had arranged for this to happen for another reason; he did not say, that you might become, but that you might be shown to be what you were, that you might instruct others. And observe: he did not say, that you might become righteous (for you had practiced righteousness exactly), but that you might be shown. Let us not be shown to be unrighteous, nor impious. Let us remember these things in times of adversity, and let us seem to hear God present and saying to us: Do you think that I have spoken to you otherwise than that your righteousness might become evident to those who do not know it? Verse 5. Take up height and power, and clothe yourself with glory and honor. Be crowned, clothe yourself with glory, clothe yourself with honor, clothe yourself with comeliness. The insolent one has warred against you; but you have humbled the proud one, and you have turned back his ranks far away with shame. Reprove sinners, showing them to be sinners; fill their faces with dishonor, through the reproof that is in you.
khazarzar-origenes-homiliae-in-job:24 · narrative
Source
–Οὐκ ἄρα πρὸς ἐπίδειξιν ἢ πρὸς καὶ τὰ ἄλλα πάντα, ἢ καὶ πρὸς θεογνωσίαν. Ὅρα δὲ ὅσον τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν, καὶ οὐ λέγει ὅτι ταπεινὸς σὺ, ἀλλ' ὅτι μέγας ἐγὼ, καὶ οὐ δύναται ἅπερ ἐγώ. ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Ὡς ἀθλητὴς, μάνθανε τὰ περὶ τοῦ δρά κοντος τοῦ ἀνταγωνίστου. –Παρὰ σοὶ οὖν, φησὶ, καὶ παρὰ παντὶ τῷ ὑπομονητικῷ τὰ θηρία ταῦτα ἐξημεροῦται καὶ ὑποτέτακται· ἔστι μέντοι κτλ. κʹ. Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ; Δύνασαι οὖν, φησὶν, ὦ Ἰὼβ, ποιῆσαι ὅπερ ὁ Μονογενὴς ὕστερον εἰργάσατο; Ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλ λόμενος διὰ τῶν οἰκείων ἥλων, ὡς δι' ἀγκίστρων, ἰχθὺν ἤγρευσεν Λευιαθάν. Οὕτω γὰρ τὸ ἑβραϊκὸν ἔχει, καὶ σημαίνει τὸν δράκοντα. κζʹ. Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ [καὶ μηκέτι γινέσθω]; Πόλεμον ἐνταῦθα λέγει τὴν ταραχὴν, τὴν ἀγριότητα, τὸ χρίμψασθαι αὐτοῦ. Πῶς γίνεται, φησί; τοιοῦτόν ἐστι θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀπόπληκτον. Δύνασαι δὲ αὐτὸν, φησὶ, τῇ σῇ δυνάμει καταδῆσαι; ἢ ὅλως μνησθῆναι καὶ ἐννοῆσαι τὸν μέλλοντα γίνεσθαι ἐν τῷ σώματι αὐτοῦ πόλεμον; Σῶμα δὲ αὐτοῦ δαίμονας λέγει, ὡς αὐτοῦ κεφαλὴ ὄντος· τοῦτον δὲ τὸν πόλεμον ἐνίκησε διὰ τοῦ τροπαίου τοῦ σταυροῦ ὁ Κύριος. –Τὸ δέ· μηκέτι γινέσθω, ἐπειδήπερ ἅπαξ γέγονεν ὁ σταυρός· ὃς γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, φησὶν, ἀπέθανεν ἐφάπαξ. Κεφ. ΜΑʹ, δʹ. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; Τὸ πρόσωπον ὃ ἐνεδύσατο, τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ δεῖξαι ὅ τι ἔνδον δράκων ἐστί;
English
Not for display, nor for all the other things, nor even for the knowledge of God. But observe how great the lowliness of his nature convicts him, and he does not say, "You are lowly," but, "I am great, and he cannot do what I can." 10. But behold, the beasts are with you. As an athlete, learn the things concerning the dragon, the adversary. "With you, then," he says, "and with everyone who is patient, these beasts are tamed and subjected; yet there is, etc." 20. And will you bring a dragon with a hook, and will you put a bridle around his nose? You are able, then, he says, O Job, to do what the Only-Begotten later accomplished? For just as, casting forth his own flesh as a certain bait for him through his own nails, as through hooks, he caught Leviathan as a fish. For thus the Hebrew has it, and it signifies the dragon. 27. And will you lay your hand upon him, remembering the war that is waged in his body [and let it be no longer]? He calls the war here the confusion, the savagery, his gnashing. How does it happen, he says? Such is the wild and powerful and stupefying beast. Are you able, he says, to bind him by your own power? Or altogether to remember and to consider the war that is to take place in his body? He calls the demons his body, since he is their head; and this war the Lord conquered through the trophy of the cross. And the phrase "let it be no longer" is because the cross has once for all taken place; for he who died to sin, he says, died once for all. Chapter 41, verse 4. Who will reveal the face of his clothing? The face which he put on, who is able to convict? Who is able to reveal and to show that within there is a dragon?
khazarzar-origenes-homiliae-in-job:25 · narrative
Source
Καὶ μετ' ὀλίγα. Πρὸς τὴν μνήμην ἀνέ δραμον τῶν ἱερῶν γραμμάτων, τούτῳ θεοπνεύστῳ βιβλίῳ τοῦ Ἰὼβ ἐγκειμένων, καὶ ὡς ἐν σωματικῇ διαπλάσει τὸ λίαν ἀνειδὲς καὶ ποικίλον κεκρυμμένον τῶν ἐπινοιῶν καὶ τῆς τῶν ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπο γράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχεκάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύ ψει πρόσωπον ἐνδύσεως αὐτοῦ; –Καὶ ἐπεί περ ἔριζε τῆς ἔξωθεν φαινομένης ταύτης ποικιλίας, ὡς ἔκ τινος βάθους τῆς ἀφανοῦς κακίας ἀνίσχουσι, ἐπενήνεκται τοῖς εἰρη μένοις καὶ ταῦτα· Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, τουτέστι τίς ἱκανὸς εἰσελ θεῖν εἰς τὰ νοήματα τῆς καρδίας αὐτοῦ, διότι συνεπτυγμένα τυγχάνουσι; ιδʹ, ιεʹ, Οὐ σαλευθήσεται, ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκ μων ἀνήλατος. Ἀπελιθώθη, φησὶν, ἡ καρδία αὐτοῦ, καὶ οὐκ ἐλαθῆναι δύναται· ἀλλ' ὅλος ἐστὶν ἀπεσκληκὼς καὶ ἰταμός· οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οὐκ εἴκει· ὁ δὲ σκληρός ἐστιν, ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ τοῦ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τού του δράκοντος αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν ἀκολουθῶν τῷ λόγῳ, τῷ χρυσοχοϊκῷ οὗτος εἴκει ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας αἰώνων. Ἀμήν. Κεφ. ΜΒʹ, ιʹ. Ἔδωκεν δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν. ιβʹ. Ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα Ἰὼβ, ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνην αὐ τοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἐξακισχίλιαι, ζεύγη βοῶν χίλια. ιγʹ.
English
And after a little. I ran back in memory to the sacred writings, since this God-inspired book of Job contains them, and how in a bodily formation the exceedingly formless and varied hiddenness of the thoughts and of the... from the outside masks, writing of the devil and demons, the originator of evil and wicked. For it says: Who will uncover the face of his garment? And since he was striving with this outward-appearing variety, as from some depth of unseen wickedness they rise up, these things too have been added to what was said: Who will uncover the face of his garment? that is, who is able to enter into the thoughts of his heart, because they are folded together? xiv, xv. His heart shall not be moved, it is fixed as a stone, and it stands like an unhammered anvil. His heart, it says, has been petrified, and it cannot be escaped notice; but he is wholly hardened and reckless; not driven, not following reason, not yielding; but he is hard, unhammered, unyielding. And if anyone has drawn away power from the devil, he himself has the heart of this dragon unhammered and not driven. But if anyone is gold, following the word, he yields to the goldsmith's art until he becomes a golden leaf, and receives the impressions of the letters of God, in Christ Jesus, to whom be the glory to the ages of ages. Amen. Chapter 42, v. 10. And the Lord gave double as much as Job had before, for a doubling. v. 12. And the Lord blessed the latter things of Job, or the former; and his livestock was, sheep fourteen thousand, camels six thousand, yoke-pairs of oxen a thousand. v. 13.
khazarzar-origenes-homiliae-in-job:26 · narrative
Source
Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυ γατέρες τρεῖς. Εἰ πάντα τὰ ὅσα ἦν ἔμπροσθεν τῷ Ἰὼβ, διπλᾶ δέδωκεν ὁ Κύριος, μετὰ τὴν πληγὴν, καθὰ τὸ ἱερόν φησι γράμμα, ἔδει καὶ τοὺς παῖδας διπλῶς εἶναι. Σκόπει γὰρ ἐπὶ τῶν κτηνῶν· πρόβατα, φησὶν, ἦν αὐτῷ μύρια τετρακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν ἑπτακισχίλια· καμήλων ἑξακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν τρισχίλια· ζεῦγα βοῶν χίλια, πρῶτον γὰρ ἦσαν πεντακόσια. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν νομάδων ὄνων. Γεννῶνται δὲ αὐτῷ, φησὶν, υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς, ὅσοι ἦσαν καὶ πρότερον· ἔδει δὲ τοὺς μὲν δεκατέσσαρας εἶναι, τὰς δὲ ἓξ, ἵνα εἶεν διπλοῖ τῶν ἀπολωλότων παίδων. Λέ γομεν οὖν, ὅτι τὰ μὲν πρόβατα ἀπολώλονται, καὶ τὰ κτήνη· οἱ δὲ υἱοὶ καὶ αἱ θυγα τέρες τεθνήκασιν, οὐκ ἀπώλοντο. Ἔδωκεν οὖν αὐτῷ ὁ Θεὸς καὶ ἕτερα τοσοῦτα τέκνα, ὥστε ἐν τῇ ἀναστάσει διπλᾶ ἔχειν αὐτὰ, ὥστε καὶ πατέρα διπλασίων παίδων αὐτὸν πεποίηκεν ὁ Θεὸς, ὧν ἦν πρότερον πατήρ. Εἰ δὲ ἡ ψυχὴ ἐσβέννυτο μετὰ θάνατον, καὶ τὰ τῆς ἀναστάσεως οὐκ ἦν ἀληθῶς, ἔδει υἱοὺς δοθῆναι δεκατέσσαρας καὶ θυγατέρας ἕξ. Διὸ ἱερῶς ἡ γραφὴ τετήρηκε περὶ τοῦ ὅτι ἔλαβεν υἱοὺς ζʹ· εἰ δὲ ἐγεγόνεισαν αὐτῷ δέκα τέσσαρες υἱοὶ καὶ θυγατέρες ἓξ, σω ζομένου τοῦ περὶ τῆς ἀναστάσεως λόγου, οὐκ εἰσὶν αὐτῷ διπλᾶ δεδομένα τὰ τέκνα, ἀλλὰ τριπλᾶ, ἢ ἦσαν δὲ πρῶτον. ι ʹ. Ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησεν διακόσια τεσσαράκοντα. Πῶς νοεῖται ὁ Ἰὼβ ζήσας μετὰ τὴν πλη γὴν, ἔτη ροʹ, τῶν πάντων ὄντων τῆς ζωῆς αὐτοῦ ἐτῶν σμηʹ;
English
And there were born to him seven sons and three daughters. If the Lord gave double of all that Job had before, after the plague, as the sacred Scripture says, then it was necessary that his children also be double. For observe in the case of the cattle: sheep, it says, he had fourteen thousand, for in the beginning he had seven thousand; camels six thousand, for in the beginning he had three thousand; yoke of oxen a thousand, for at first there were five hundred. The same also in the case of the nomadic asses. And there were born to him, it says, seven sons and three daughters, as many as there were also before; but it was necessary that the sons be fourteen and the daughters six, so that they might be double those of the children who perished. We say, then, that the sheep and the cattle perished; but the sons and the daughters died, they did not perish. God therefore gave him also as many other children, so that in the resurrection he might have them double, so that God made him a father of double the children of whom he was formerly a father. But if the soul were extinguished after death, and the things of the resurrection were not truly so, it would have been necessary that fourteen sons and six daughters be given. Therefore the Scripture has piously preserved the fact that he received seven sons; but if fourteen sons and six daughters had been born to him, while the account of the resurrection is preserved, the children are not given to him double, but triple, or rather than they were at first. And Job lived after the plague a hundred and seventy years, and all the years he lived two hundred and forty. How is it understood that Job lived after the plague a hundred and seventy years, when all the years of his life were two hundred and forty?
khazarzar-origenes-homiliae-in-job:27 · narrative
Source
Φαμὲν τοίνυν λεπτολογοῦντες, ὅτι πάντα τὰ ἀγαθὰ διπλᾶ ἀπο λαβὼν, ἐὰν καὶ τὰ τῆς προτέρας εὐημερίας ἔτη διπλᾶ ἀπείληπται, οὕτως ἀριθμῆσαι προσήκει. Ἔζησεν ἐν τῇ προτέρᾳ εὐθηνίᾳ ἔτη οζʹ, καὶ ἀφ' οὗ τὴν πληγὴν ἐδέξατο, ἔμεινεν ἐν τῇ κακοπαθείᾳ ἔτη ιδʹ. Οὕτως νοητέον τὸ μετὰ τὴν πληγὴν, οὐκ ἀφ' οὗ ἡ πληγὴ ἐπαύσατο, ἀλλ' ἀφ' οὗ ἤρξατο· μετὰ δὲ τὰ τέσσαρα καὶ δέκα ἔτη, χρόνον τῆς νόσου, ἔζησεν ἕτερα ρν ʹ· τῶν γὰρ τῆς προτέρας εὐημερίας οηʹ ἐτῶν τυγχανόντων, ὁ διπλοῦς χρόνος τῆς ὕστερον εὐπραγίας ρν ʹ ἔτη συνάγει· προτιθεμένων δὲ καὶ τῶν ιδʹ ἐτῶν τῆς πληγῆς, συνάγονται ἔτη ροʹ, καὶ οὕτως εὑρίσκεται ζήσας, μετὰ τὴν πληγὴν, του τέστιν ἀφ' οὗ ἡ πληγὴ ἐνήνεκται, ἔτη ροʹ κατὰ τὴν γραφήν. Σώζεται δὲ οὕτω καὶ ἡ διπλασίων τῆς εὐθηνίας ἀνταπόδοσις. Συνελὼν τοίνυν, ἀριθμήσεις οὕτως· ἔζησεν ἐν πλούτῳ καὶ εὐπαιδίᾳ ἔτη οηʹ· ἐν τῇ πάν των ἀποβολῇ καὶ τῇ κακίᾳ τοῦ σώματος ἔτη ιδʹ· ἐν τῇ δευτέρᾳ εὐπραγίᾳ ἔτη ρνζʹ, ὡς εἶναι τὸν πάντα τῆς ζωῆς αὐτοῦ χρό νον, ἔτη σμηʹ, καθά φησιν ἡ κατ' αὐτὸν ἱερὰ βίβλος. ιζʹ. Καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πληρὴς ἡμερῶν. Γέγραπται δὲ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ'
English
We say, then, examining the matter in detail, that since he received double of all good things, if the years of his former prosperity are also doubled, it is proper to reckon as follows. He lived in his former prosperity seventy-seven years, and from the time he received the plague he remained in affliction fourteen years. Thus "after the plague" must be understood, not from when the plague ceased, but from when it began. And after the fourteen years, the time of his illness, he lived another one hundred and fifty years. For since the years of his former prosperity are seventy-eight, the doubled time of the later prosperity amounts to one hundred and fifty years. And when the fourteen years of the plague are also added, there are gathered one hundred and seventy years, and thus he is found to have lived, after the plague—that is, from when the plague was brought upon him—one hundred and seventy years, according to the Scripture. And in this way the double recompense of his prosperity is preserved. In summary, then, you will reckon thus: he lived in wealth and in goodly children seventy-eight years; in the loss of all things and in the affliction of his body, fourteen years; in his second prosperity, one hundred and fifty-seven years, so that the whole time of his life is two hundred and forty-eight years, as the sacred book concerning him says. 17. And Job died an old man and full of days. But it is written that he will rise again after
khazarzar-origenes-homiliae-in-job:28 · narrative
Source
ὧν ὁ Κύριος ἀνί στησιν. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἑβραϊκῷ ἀκο λουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον. Γέγραπται δὲ πάλιν ἀναστήσεσθαι αὐτὸν, μεθ' ὧν ὁ Κύριος ἀνίστησιν, τῶν δικαίων δηλονότι· οἱ γὰρ ἀσεβεῖς, φησὶν, οὐκ ἀναστήσονται ἐν κρίσει, οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. Καὶ ταῦτα δὲ ῥήματα δεχόμεθα, εἰ καὶ μὴ ὡς τοῦ παντὸς ὕφους ὄντα, ἀλλά γε ὥς τινος τῶν ἁγίων αὐτὰ συνυφήναντος τῇ βίβλῳ· πλὴν ὅμως πάντα δεχόμεθα, οὕτως ἐκ τῶν πατέρων τὸ βιβλίον παρειληφότες. ιηʹ. Οὗτος ἑρμηνεύεται ἐκ τῆς συριακῆς βίβλου. Συριακὴν νῦν τὴν Ἑβραίων διάλεκτον κα λεῖ, ἐπειδὴ καὶ Συρίαν τὴν Ἰουδαῖαν, καὶ Σύρους οἱ πολλοὶ τοὺς Παλαιστινοὺς ὀνομάζουσιν· καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος φησί· Περιτέμνονται δὲ Ἰνδοὶ, καὶ Αἰγύπτιοι, καὶ Ἄραβες, καὶ οἱ ἐν Παλαιστίνῃ Σύροι· τοὺς Ἰουδαίους οὕτω καλοῦσιν.
English
These things the Lord raises up. Aquila and Symmachus, coming, completed the book, as those following the Hebrew; but Theodotion completes it with the Seventy, having nothing lacking, neither time nor life. But it is written again that he will rise with those whom the Lord raises up, namely the righteous; for the ungodly, he says, shall not rise in judgment, nor sinners in the council of the righteous. And these words too we accept, even if they are not of the whole texture, yet as some one of the saints weaving them together with the book; nevertheless we accept them all, having thus received the book from the fathers. 18. This is translated from the Syriac book. He now calls the Hebrew dialect Syriac, since many also call Judea Syria, and the Palestinians Syrians; and Herodotus the historian says: For the Indians are circumcised, and the Egyptians, and the Arabians, and the Syrians in Palestine; for thus they call the Jews.
Citation. Tergwame, “khazarzar-origenes-homiliae-in-job”, khazarzar-origenes-homiliae-in-job:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-origenes-homiliae-in-job#s1
Colophon. Source: khazarzar · licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Baidu · cost: $0.0036 · generated 2026-11-15.