ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟΥΣ ΚΡΙΤΑΣ.
ΚΕΦ. ΙΕʹ. Στίχ. ιθʹ. Καὶ ἔῤῥηξεν ὁ Θεὸς τὸ τραῦμα τὸ ἐν σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ. Ἀντὶ τοῦ· Ἔῤῥηξε τῇ πληγῇ τῆς σιαγόνος τὴν γῆν, καὶ ἐξῆλθεν ὕδατα. ΚΕΦ. Κʹ. Στίχ. καʹ. Καὶ ἐξῆλθον υἱοὶ Βενιαμίν. Τίνος ἕνεκεν ἡττῶνται δικαίως ἐπεξελθόντες; Ἢ δηλονότι διὰ προλαβούσας αἰτίας. Καὶ ὁ ψαλμός φησιν· Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Εἶτα μετὰ τὸ ἡττηθῆναι καὶ μίαν καὶ δευτέραν, μετῆλθεν ἡ ὀργὴ ἐπὶ τοὺς ἠδικηκότας, νικῶσι δικαίαν δίκην. Θαυμάσαι δὲ ἄξιον τὸ πλῆθος τῶν Ἰσραηλιτῶν, ὅτι, δικαίως τοῖς Βενιαμίταις ἐπελθόντες, καὶ ἡττηθέντες, οὐκ ἐνενόησάν τι πονηρὸν κατὰ τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον οὐδὲ ἐπαύσαντο προκλαίοντες, ἕως ὅτε δίκην ἔλαβον κατὰ τῶν ἠδικηκότων. Οὐ καταμεμφόμενοι τοῦ Θεοῦ εἶπον· Ἀλλὰ ἀπόχρη τοῦτο. Τρόπον μαθεῖν ἱκέτευον. Τό· Βενιαμὶν λύκος ἅρπαξ· πρωῒ ἔδεται, καὶ τὸ ἑ. διαδώσει τροφὴν, ἐνταῦθα πληροῦται. Καὶ γὰρ πρότερον νικήσας, ἔσχατον βρῶμα τοῦ λαοῦ γέγονε. ΚΕΦ. ΚΑʹ. Στίχ. κʹ, καʹ. Τί δήποτε προσέταξαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς διακοτοῖς ἐκ τοῦ Βενιαμὶν ἐκ τῶν, ἐν Σηλὼμ χορευουσῶν παρθένων ἁρπάσαι τε καὶ γῆμαι; Αἱ τῆς φυλῆς αὐτῶν γυναῖκες ἅπασαι κατεσφάγησαν· αὐτοὶ δὲ ὀμωμόκεσαν, μὴ κατεγγυῆσαι αὐτοῖς τὰς ἑαυτῶν θυγατέρας. Ἵνα τοίνυν μὴ βιασθέντες ὑπὸ τῆς ἀνάγκης ἀλλοφύλους γυναῖκας ἀγάγωνται, πόρον εὗρον ἐν ἀπόροις, καὶ τὴν ἁρπαγὴν ἐπενόησαν.
Selections of Origen on Judges.
Chapter 15, Verse 19. And God split the wound that was in the jaw, and water came out of it. This means: He split the earth by the blow to the jaw, and waters came out. Chapter 20, Verse 21. And the sons of Benjamin came out. For what reason were those who rightly went out to attack defeated? Surely because of preceding causes. And the psalm says: When I receive the time, I will judge uprightness. Then after being defeated both the first and the second time, the wrath turned upon those who had done wrong, and they conquered by a just judgment. It is worthy of wonder, the multitude of the Israelites, that, having rightly attacked the Benjamites and been defeated, they did not conceive any evil thought against God, but rather did not even cease weeping beforehand, until they obtained justice against those who had done wrong. Not finding fault with God, they said: But this is sufficient. They kept begging to learn the manner. The saying: Benjamin is a ravenous wolf; in the morning he devours, and the one, he will distribute food, is fulfilled here. For having conquered first, he became the last food of the people. Chapter 21, Verses 20, 21. For what reason did the sons of Israel command those of Benjamin who were pursuing to seize and marry the dancing maidens in Shiloh? All the women of their tribe had been slaughtered, and they themselves had sworn not to betroth their own daughters to them. In order, therefore, that they not be compelled by necessity to take foreign women, they found a way in a hopeless situation, and devised the seizure.