ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ.
ΚΕΦ. Αʹ.
Στίχ. λαʹ. Ὡσεὶ τροφοφορήσαι ἄνθρωπος. Ἀκύλας. Ὡσεὶ ἄραι τροφὸς τὸν υἱὸν ἐβάστασεν, ἡρμήνευσεν. Ὠριγένης δὲ ἐν ταῖς εἰς τὸν Ἱερεμίαν ὁμιλίαις φησί· «Συμπεριηνέχθη καὶ συγκατέβη ὑμῖν, τὴν ἡμετέραν ἀσθένειαν οἰκειούμενος· ὡς διδάσκαλος συμψελλίζων παιδίοις, ὡς πατὴρ ἰδίους τιθηνούμενος παῖδας, καὶ τοὺς τρόπους αὐτῶν ὑπο δυόμενος, καὶ κατὰ μικρὸν ἄγων αὐτοὺς ἐπὶ τὰ τελειότερα καὶ ὑψηλότερα.» ΚΕΦ. Γʹ. Στίχ. ιηʹ. Καὶ ἐνετειλάμην ὑμῖν. Ταῦτα λέγει τῇ φυλῇ Ῥουβεὶμ, καὶ τῇ φυλῇ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. Στίχ. κζʹ, κηʹ. Πλέον τῷ Μωϋσεῖ παρὰ τῷ Ἀαρὼν δίδωσι, τὸ θεάσασθαι τὴν γῆν ἐξ αὐτόπτου. Τὴν δὲ εἴσοδον οὐ δίδωσι, τῇ τῆς πίστεως ἐνδείᾳ ταύ την δίκην ἐπιθεὶς, καθ' ἣν ἀμφοτέρους ἐκτὸς τῆς γῆς τῆς ἐπηγγελμένης μεθίστησιν ἀπὸ τοῦ βίου, καὶ δυναμένους ἀφικέσθαι, τοῦ τέλους ἅτε διὰ πίστεως διδομένου. Ὃ δὴ καὶ σύμβολον εἰς τὸν νόμον, οὐ δυνάμενον τελειῶσαι οὐδὲ τὴν ἐπαγγε λίαν ἀποκαταστῆσαι, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσε ται. Τιμὴ δὲ αὕτη, τὸ γνῶναι κρίσιν Θεοῦ, καὶ προ γνῶναι τὴν οἰκείαν τελευτήν. Τοῦ αὐτοῦ. Προάγει τὸν Ἰησοῦν, καὶ ἤδη μὲν ἡγιασμένον ἐκ τῆς ἀκολουθήσεως, καὶ παρὰ μο νῆς Μωϋσέως, τὸ δὲ ἀρχικὸν πνεῦμα διὰ Μωϋσέως μέλλοντα κομίζεσθαι πρὸς τὸ καὶ οἰκείους ἀντ' αὑτοῦ καταστῆσαι. Ὥσπερ καὶ Ἑλισσαῖος ἐν πνεύματι Ἠλίου παρῆν τὸ Ἠλίου πράξων ἔργον· ἐν γὰρ τῷ αὐτῷ πνεύματι τὰ αὐτὰ κατεργάζεσθαι δεῖ.
Selections of Origen on Deuteronomy.
Chapter 1.
Verse 31. "As a man should carry him as a nurse." Aquila rendered it: "As a nurse carried her son, he bore him." But Origen, in his homilies on Jeremiah, says: "He was carried along with you and condescended to you, making our weakness his own; as a teacher lisping along with little children, as a father nursing his own children, and entering into their ways, and leading them little by little to what is more perfect and higher." Chapter 3.
Verse 18. "And I commanded you." He says these things to the tribe of Reuben, and to the tribe of Gad, and to the half-tribe of Manasseh. Verses 27, 28. He grants more to Moses than to Aaron, namely, to see the land with his own eyes. But the entrance he does not grant, imposing this penalty for the lack of faith, by which he removes both of them from life outside the promised land, even though they were able to arrive, since the end is given through faith. This is also a symbol pointing to the law, which cannot perfect nor restore the promise, because "the righteous shall live by faith." And this is an honor, to know the judgment of God, and to foreknow one's own end. By the same author. He brings Jesus forward, already sanctified from his following, and from Moses' own abode, and the princely spirit that was to be received through Moses, so that he might establish his own in place of himself. Just as Elisha too was present in the spirit of Elijah to do the work of Elijah; for in the same spirit one must accomplish the same things.
Λάβε πρὸς ἑαυτὸν, ὥς φησιν ἐν τοῖς Ἀριθμοῖς, τὸν Ἰησοῦν υἱὸν Ναυῆ, ἄνθρωπον ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὑτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ' αὐτῷ. Οὕτω καὶ οἱ ἀπόστολοι Πνεῦμα ζωοποιὸν ἔχοντες ἀπὸ τῆς ἐμφυσήσεως τοῦ Κυρίου, πνεῦμα κομίζονται τὸ ἀρχικὸν ἐξ οὐρανοῦ καταπεμπόμενον· οὐ πνεῦμα ἐν πνεύματι, ἕτερον ἐφ' ἑτέρου· ἀλλ' ἐνέργειαν ἐν τῷ αὐτῷ πνεύματι, καθάπερ ὁ Παῦλος διδάσκει. ΚΕΦ. Δʹ. Στίχ. ιβʹ. Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων, ἣν ὑμεῖς ἠκούσατε. Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. Ἄλλος φησί· Δῆλον γὰρ ὅτι τοῖς τῆς διανοίας ὀφθαλμοῖς θεωρεῖ τις καὶ ἀκούει τὰ νοήματα. Φωνὴν ῥημάτων. Ἐνταῦθα τὰ κατὰ φύσιν εἴρηκεν, ὅτι ἀκοὴ δέ χεται τὴν φωνήν. Ὅσον γὰρ ἀπὸ τῆς ἀκριβείας τοῦ γράμματος, μόνη ἡ Δεκάλογος ἦν ἐν ταῖς πλαξὶ γεγραμμένη, τὰ δὲ λοιπὰ διὰ προστάγματος Θεοῦ ὁ Μωϋσῆς ἐδίδαξε ΚΕΦ. ΙΔʹ. Στίχ. ιθʹ. Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ἔσται. Τῶν πετεινῶν, οἶμαι, ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις, καθαρὰ εἶ ναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα. Ἀποφάσκει τοίνυν ὁ νόμος τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἁλίαιετον, καὶ μέντοι καὶ τὸν γύπα. Διίπταται γὰρ ὑψοῦ τὰ τοιάδε, καὶ τοῖς ἀνωτάτω λίαν ἐναμβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· Νεοσσοὶ γὰρ, φησὶ, γυπὸς τὰ ὑψηλὰ πέτανται. Τοιουτωσὶ δέ πως ὁ ἐξοφρυσσάμενον ἄγαν, καὶ ἐπῃρμένον ἔχων ἐν ἑαυτῷ τὸν νοῦν, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν ἠθισμένος, ἥκιστα δὲ ἀγαπῶν τὸ τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγκατα ψέγει δὲ τούτοις καὶ τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ·
Take to yourself, as it says in Numbers, Joshua the son of Nun, a man who has the Spirit of God in himself, and you shall lay your hands upon him. Thus also the apostles, having the life-giving Spirit from the breathing of the Lord, receive the Spirit that is sent down from heaven as a governing principle—not a Spirit within a Spirit, one upon another, but an operation in the same Spirit, just as Paul teaches. Chapter 4. Verse 12. And the Lord spoke to you from the midst of the fire a voice of words, which you heard. By the same author, on the same passage. Another says: For it is clear that with the eyes of the mind one both sees and hears the meanings. A voice of words. Here he has spoken of things according to nature, that hearing receives the voice. For as far as the precision of the letter goes, only the Decalogue was written on the tablets, but the rest Moses taught by the command of God. Chapter 14. Verse 19. All creeping things of the birds shall be unclean. Of the birds, I think, those that have claws below the knees, above the feet, he wishes to be clean; but those that do not, unclean. The law therefore rejects the eagle, and the griffin, and the haliaeetus, and indeed also the vulture. For such creatures fly on high, and are wont to be very much engrossed in the highest things, and they hate the things below; for, it says, the young of the vulture fly to the heights. And in some such way is the man who has his mind exceedingly puffed up and exalted within himself, and is accustomed to look down upon the modest and moderate disposition, and least of all loves to be brought low together with the humble. Along with these he also condemns the kite, and those like it.
δι' ὧν εὖ μάλα σημαίνεται τό τε ἁρπάζειν εἰδὸς καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος. Καὶ τούτων μὲν πρωτότυπος ἰκτὶν, οὐ θατέρου γε μὴν ὁ μελανώτατος καὶ βαθύς. Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς οἱ δρομεῖς εἰς πονηρίαν καὶ ἀσυμφορεῖς τοῖς πολλοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς παρέχοντες μοχθηρίαν. Παραπέφυκέ πως ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι τὸ πλεονεκτεῖν ἐθέλειν· οὓς οὐ δύναται τὸ τυχὸν καὶ πολυ τρόποις κακουργίαις ἐκπλεονεκτεῖν εὑρήμασιν· καθαρπάζειν δὲ οὕτω καὶ τοῦτο ἀπλήστως. Ταύτῃ τοι
συνάπτει λέγων εὐθύς· Καὶ στρουθίον, καὶ λάρον. Ἄπληστα γὰρ οἶμαι ταυτὶ, τὸ παρεμ πῖπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν, καὶ προσφορίονα, καὶ πελεκᾶνα, καὶ κύκνον. Καταγράψει δ' ἂν ἐφ' ἑαυτοῖς καὶ τάδε, καὶ τοὺς ὠμοὺς καὶ ἀγρίως ἑτέρους ἐπιβουλεύοντας, καὶ ἀσχέτως ἐπιφυομένους οἷς ἂν δύναιντο τυχόν· ὡς καὶ αὐτὸν ὑποφέρει οὐ παραιτεῖσθαί τι τὸν ἐπὶ ζωῇ κίνδυνόν τε καὶ φόβον. Ὁ μὲν γὰρ ἱέραξ καταθρώσκει τε δεινῶς παντὸς ἀσθενεστέρου πετεινοῦ, καὶ κατὰ στρουθίων ἵεται, καὶ διόλλυσι λαβών. Καταράκτης γε μὴν καὶ ἴβις καὶ πορφυρίων, προσθείην δ' ἂν ὅτι καὶ πελεκᾶνον, ἐπιβαίνονται τοῖς ἰχθύσι, καὶ τρυφὴν ποιοῦνται τὸν ἐκείνων ὄλεθρον. Τοιοῦτοι δὲ πάντες, ὅσον ἧκ' ἐς τρόπους ἀγριότητα, οἱ παρ' οὐδὲν ἡγούμενοι τὸ διολλύναι τινὰς διά γε τῶν σφίσιν αὐτοῖς ἡδὺ, οἱ τὸν τῆς φιλαλληλίας παρωσάμενοι νόμον, καὶ τοῖς τῆς ἀγάπης προσκεκρουκότες θεσμοῖς. ΚΕΦ. Ι ʹ. Στίχ. ιθʹ. Καὶ ἐξαίρει λόγους δικαίων. Στίχ. κʹ.
Through these things is very clearly indicated both the rapacious kind and the kind of humans terrible for villainy. And the prototype of these is the kite, though not of the other sort—the one that is most black and deep. But somehow dark and not clear to all are those who run swiftly toward wickedness and are unprofitable to the many, providing mischief at least among themselves. There has somehow always grown alongside those who are sick with accursed boastfulness the wish to take advantage; whom any chance thing cannot outdo in taking advantage by manifold villainies and inventions—but so to snatch greedily even this insatiably. To this
he joins, saying immediately: And the sparrow, and the gull. For I think these are insatiable, always gathering what falls in their way. Then he says: the hawk and things like it, and the night-raven, and the cormorant, and the ibis, and the purple-coot, and the pelican, and the swan. He would inscribe upon them also these things: both those who are savage and those who plot cruelly against others, and who attack without restraint whomever they can chance upon; so that he does not even decline to endure for himself some danger and fear for his life. For the hawk swoops down terribly upon every weaker bird, and rushes at sparrows, and destroys them when it has caught them. But the cormorant and the ibis and the purple-coot—and I would add that also the pelican—set upon the fish and make a luxury of their destruction. And all such are, as far as concerns their ways, of savagery—those who reckon the destruction of some to be nothing because of what is pleasant to themselves, who have thrust aside the law of mutual love and have offended against the ordinances of love. CHAP. 10. Verse 19. And he takes away the words of the righteous. Verse 20.
Δικαίως τὸ δίκαιον διώξῃ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Φώτιον καὶ Ἀνδρέαν πρεσ βυτέρους ἐπιστολῆς. Τουτέστιν, μετὰ τὸ γινώσκειν καὶ πεπαιδεῦσθαι τοὺς τῆς δικαιοσύνης λόγους, διώξεις καὶ ἐπιζητήσεις τὸ δίκαιον, καθαρεύων πάσης προσπαθείας· καὶ ταύτῃ τὸ δίκαιον δίκαιος ὢν ζητήσεις, καὶ πανταχόθεν περιπεφραγμένος, καὶ ἔσω τῶν ὅρων τῆς δικαιοσύ νης ἱστάμενος. Πολλοὶ γὰρ αὐτὸ τὸ ἐθέλειν δί καιοι εἶναι, μεθυσθέντες τὸν νοῦν διὰ τῆς δικαιο σύνης ἀκριβοῦς αὐτῶν, δικαιοσύνης τὴν δικαιοσύνην ἠδίκησαν. Ὅθεν καὶ ὁ συνετὸς Ἐκκλησιαστὴς, μᾶλλον δὲ ὁ τῆς συνέσεως παιδευτὴς (Χριστὸς γάρ ἐστιν ὁ ἀληθὴς Ἐκκλησιαστὴς, τῆς Ἐκκλησίας ἡ κεφαλὴ, καὶ τοῦ Θεοῦ Πατρὸς ἡμῶν ἡ ἀνωτάτω καὶ ἐνυπό στατος σοφία καὶ λόγος), ἄγχων τὸ πέρα μέτρου, κἂν ἐπὶ τὰ δεξιὰ φέρηται, παραινεῖ· Μὴ γίνου δί καιος πολὺ, καὶ μὴ σοφίζων περισσά. ΚΕΦ. ΙΘʹ. Στίχ. καʹ. Ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ. Ταῦτα μὲν ὁ νόμος ὡς ἀσθενεῖς τοὺς Ἰσραηλίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μα θηταῖς φησιν· Ἠκούσατε, ὅτι ἐῤῥήθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ τὰ ἑξῆς. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. (Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον· ἐπὶ δὲ τῶν ἡμαρ τημένων ἡμῖν οὐδενὸς δεῖται ὁ Θεός. Αὐτὸς γὰρ ἐπό πτης ἁπάντων καὶ κριτής.) Σημειωτέον, ὅτι καὶ τῶν βεβλημένων εἰς τὸν γάμον παραίτησις ἦν τό· Ἀγρὸν ἠγόρασα, καὶ γυναῖκας ἔγημα. ΚΕΦ. Κʹ. Στίχ. εʹ. Τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν, καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; Εἰς τὸ αὐτό.
Justly you shall pursue the just. From the same letter to Photius and Andreas the presbyters. That is, after knowing and being instructed in the principles of righteousness, you shall pursue and seek out the just, being pure from all attachment; and in this way, being just, you shall seek the just, fenced about on every side and standing within the boundaries of righteousness. For many, having their mind intoxicated by their own exact righteousness, have wronged righteousness by righteousness—that is, by their very desire to be just. Whence also the prudent Ecclesiastes, or rather the teacher of prudence (for Christ is the true Ecclesiastes, the head of the Church, and the highest and most substantial wisdom and word of God our Father), restraining what is beyond measure, even if one is carried to the right, advises: Do not become excessively just, and do not be overly wise. Chapter 19, verse 21. A soul for a soul, an eye for an eye. These things the law says, as to the weak Israelites; but the Lord, who legislated these things, says to his own disciples: You have heard that it was said, An eye for an eye, and the rest. But I say to you, do not resist the evil one. By the same author, on the same passage. (These things pertain to the sensible and to the things of the world; but in the case of sins committed against us, God needs nothing. For he himself is the overseer and judge of all.) It should be noted that even of those who had been invited to the marriage, the excuse was: I have bought a field, and I have married wives. Chapter 20, verse 5. Who is the man who has built a new house and has not dedicated it? On the same passage.
Τύπος οὖν ἄρα τοῦ παροικίαν ἡ γεῖσθαι μὴ ἀνεχομένου τὴν παροῦσαν ζωὴν, ὁ οἰκίαν οἰκοδομῶν, καὶ ταῖς περὶ ταῦτα φιλεργασίαις σπουδαίως ἐγκείμενος· τοῦ δὲ φιλοκτήμονος καὶ φιλοκερ δοῦς, ὁ ἀμπελῶνα φυτεύων. Τὸν δὲ γυναικομανῆ καὶ τεθραυσμένον, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐπι δόντα τὸν νοῦν, κατασημαίνειεν ἂν γυναικὸς μνηστεῖαι. Προσιόντι γὰρ τῇ τοῦ στρατοκήρυκος φωνῇ, τῆς ἱερᾶς καὶ μαχιμωτάτης ἀποχωροῦσι πληθύος. Ἃ δὲ ἦν εἰκὸς τοὺς τοιούσδε συνειλημμένους ἐννοεῖν τε καὶ λέγειν, ταῦτα δὴ φθάσας ὁ κῆρυξ ἀναφωνεῖ. Ἢ οὐκ ἀληθὲς τούτοις τὰ τοιαῦτα νομίζειν; Εἰώθα σι φιλοῦντες ἐν διωγμοῖς τὸ ἀφερέπονον ἀγαπᾷν, καὶ ταῖς ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης κατακολουθεῖν σπου δαῖς, ἐννοοῦντες, ὅτι, εἴ τι γένοιτο παθεῖν ἀγωνι ζομένους, οἴκων τε καὶ κτήσεων, καὶ τῶν παρὰ σφίσιν τετιμημένων ἐκπίπτουσιν ἐπιθυμιῶν. Στίχ. ηʹ. Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; Τοῦ αὐτοῦ. Ὁ τοῖς γηΐνοις ἐγκείμενος, καὶ οἰ κίας οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς ἡττώμενος, ἔσται που πάντως δειλός τε καὶ ἄναλκις. Στίχ. ιʹ. Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτήν. Ὅμοιον τοῦ· Εἰς ἣν δὲ πόλιν εἰσέλθητε, ἐξετά ζετε, τίς ἐξ αὐτῶν ἄξιός ἐστιν. Τὸ δὲ, μετ' εἰρήνης, ὅμοιον τῷ ἀποστολικῷ· ὅτι Δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι. Στίχ. ιγʹ. Καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας. Τοῦ αὐτοῦ. Μάχαιρα δὲ τοῦ πνεύματος εἴη ἂν ὁ λόγος τοῦ Θεοῦ. Καὶ τὴν μάχαιραν δὲ τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα
The type, then, of the man who does not endure to sojourn in the present life is the one who builds a house and earnestly applies himself to labors-loving pursuits concerning these things; but of the man who loves possessions and loves gain, the one who plants a vineyard. And the woman-mad and the broken man, who has given over his mind to the desires of the flesh, the betrothals of a woman would signify. For when he approaches at the voice of the herald, they withdraw from the sacred and most warlike multitude. And the things which it was likely that such men, when taken together, would think and say, these indeed the herald, having anticipated, proclaims aloud. Or is it not true that such things are to be thought concerning these? Those who love have been accustomed in persecutions to love the bearing of burdens, and to follow eagerly the pursuits for the love of God, considering that, if anything should happen to be suffered by those who strive, they fall away from houses and possessions and from the desires of things honored among them. Verse 8. Who is the man who fears and is cowardly in heart? Of the same. He who is occupied with earthly things, and builds houses, and plants vineyards, being defeated by the pleasures of flesh-loving, will surely be in every way cowardly and without strength. Verse 10. But if you approach a city to wage war against it. Similar to that: Into whatever city you enter, examine who among them is worthy. And the phrase, with peace, is similar to the apostolic saying: that a servant of the Lord must not fight. Verse 13. And you shall strike every male of it with the slaughter of the sword. Of the same. And the sword of the spirit would be the word of God. And the sword of the spirit, which is the word
Θεοῦ, ᾧτινι οἱ θεσπέσιοι μαθηταὶ ἀπέκτεινον ἅπαν ἀρσενικὸν τῆς ἀντικειμένης δυνάμεως, ὡς Σίμωνα καὶ Ἐλύμαν τοὺς μάγους, καὶ τὰ ἰσχυρὰ δὲ αὐτῶν κατέλυον δόγματα· περιεποιοῦντο δὲ τὰς γυναῖκας, καὶ δυναμένας εἰπεῖν ψυχάς· Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν ἕως ἐπὶ τῆς γῆς· καὶ τὰ νήπια δὲ ὡσαύτως, οἷς καὶ Παῦλος γράφει· Τεκνία, μὴ ταῖς φρεσὶν νήπιοι γίνεσθε, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Καὶ κτήνη δὲ, φησὶ, περιποιήσατε. Δίκαιος γὰρ οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ· τοὺς ἀλογωτέρους διὰ τῶν κτηνῶν αἰνιττόμενος. Κτῆνος ἦν καὶ ὁ Κορνήλιος, κατὰ τὴν ὀπτασίαν τὴν περὶ τῶν τετραπόδων φανεῖσαν τῷ Πέτρῳ. ΚΕΦ. ΚΒʹ. Στίχ. ʹ. Οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἐπειδὴ μὴ δύναται ἑαυτὰ τρέφειν, τῆς μητρὸς ληφθείσης. ΚΕΦ. ΚΓʹ. Στίχ. γʹ. Οὐκ εἰσελεύσεται Ἀμανίτης. Τί δήποτε τὴν πρὸς Μωαβίτας καὶ Ἀμανίτας ἐπιμιξίαν κωλύει οὐ κατὰ ῥητόν τινα χρόνον, ἀλλ' εἰς τὸν αἰῶνα; Πρῶτον διὰ τὴν παράνομον αὐτῶν ῥίζαν· ἐκ παρανόμου γὰρ γεγένηνται συνουσίας· ἔπειτα διὰ τὴν ἀσέβειαν, ἧς καὶ τοὺς Ἰσραηλίτας μεταλαχεῖν παρεσκεύασαν ὡραΐσαντες τὰς γυναῖκας, καὶ διὰ τούτων αὐτοὺς εἰς τὴν τῶν εἰδώλων λατρείαν ἀγρεύσαντες. Τὸν μέντοι Ἰδουμαῖον καὶ τὸν Αἰγύ πτιον μετὰ τρίτην κελεύει προσίεσθαι γενεὰν, τὸν μὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς εὐεργέτην ἐν καιρῷ γεγενημέ νον. Λιμοῦ γὰρ προσπεσόντος, εἰς Αἴγυπτον εἰσελθόντες οἱ πατέρες αὐτῶν διετράφησαν. Διδάσκει τοίνυν ὁ νόμος ἡμᾶς, μηδὲ παλαιᾶς εὐεργεσίας ἀμνημονεῖν. Στίχ. ιδʹ. Τί ἐστιν, Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου;
of God, to whom the inspired disciples kept putting to death every male of the opposing power, as Simon and Elymas the magicians, and they were destroying their strong doctrines; but they were gaining possession of the women, and of souls able to say: Because of your fear, Lord, we have conceived in the womb until the earth; and likewise the infants, to whom Paul also writes: Little children, do not become infants in your minds, but be infants in evil. And, he says, gain possession of cattle. For the righteous man has compassion on the souls of his cattle; hinting at the more irrational by means of the cattle. Cornelius too was a cattle, according to the vision concerning the four-footed animals that appeared to Peter. CHAPTER 22. Verse 6. You shall not take the mother with the children. Since it cannot feed itself, when the mother is taken. CHAPTER 23. Verse 3. An Ammonite shall not enter. Why ever does he forbid intercourse with the Moabites and Ammonites, not for some specified time, but forever? First, because of their lawless root; for they were born from a lawless union; then, because of the impiety which they also prepared the Israelites to share in, beautifying their women and by these ensnaring them into the worship of idols. However, he commands that the Edomite and the Egyptian be admitted after the third generation, the one as a brother, the other as one who became a benefactor in time of need. For when famine fell upon them, their fathers entered Egypt and were nourished. The law, then, teaches us not to be unmindful even of an old benefaction. Verse 14. What is it, that the Lord your God walks about in your camp?
Οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοι μὸν ἐμποιεῖν. Ἐκέλευσε τοίνυν αὐτοῖς στρατοπεδευομένοις τὴν ἐκκρινομένην καταχωννύναι κόπρον. Ἵνα δὲ μὴ ἀπειθήσαντες βλάβην εἰσδέξωνται, ἀναγ καίως ἐπήγαγεν· Ὅτι Κύριος ὁ Θεὸς ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου. Καὶ τὴν αἰτίαν διδάσκει· Ἐξελέσθαι σε, καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου. Διὰ δὲ τούτου παιδεύει μηδὲν πράττειν παράνομον. Τοῦτο γὰρ ἐπάγει· Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐχ εὑρεθήσεται ἐν σοὶ ἀσχημοσύνης πρᾶγμα. Στίχ. ιβʹ. Καὶ ὁ τόπος ἔστω σοι, φησὶν, ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ. Στίχ. ιγʹ. Καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου. Καὶ ἔσται ὅταν καθιζάνῃς ἔξω, καὶ ὀρύξῃς ἐν αὐτῷ, καὶ ἐπαναγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἑαυτοῦ. Στίχ. ιδʹ. Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ ἐξελέσθαι σε, καὶ παραδοῦναί σοι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος. Παραιτεῖσθαι μὲν γὰρ πᾶν εἶδος ἀκαθαρσίας πρέ πει τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυμοῦντας ἐχθρῶν. Ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαντες, καὶ νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ πλημμελές· συνήσει δὲ οὐδεὶς παραπτώματα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· Γένοιτο, φησὶ, μιᾷ τῶν ἐμφύτων καὶ ἐν ὑμῖν ἀκαθαρσιῶν περιθραύεσθαι μονονουχὶ, καὶ ἁλίσκεσθαί τι νενοσηκότας τῶν ἔξω νόμου καὶ ζωῆς ἁγιοπρεποῦς. Ἐνοικεῖ γὰρ τοῖς μέ λεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος. Πρῶτον μὲν μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν ἐν ὄψει πολ λῶν, τὰ ἐκ τῆς ἀῤῥωστίας πραττέσθω πταίσματα·
The air, often filled with foul odors, knows how to produce plague. He therefore commanded them, when they were encamped, to bury the dung that was excreted. And so that they might not, by disobeying, receive harm, he necessarily added: For the Lord God walks about in your camp. And he teaches the reason: To deliver you, and to give your enemy before your face. And through this he instructs them to do nothing lawless. For this he adds: And your camp shall be holy, and there shall not be found in you a shameful thing. Verse 12. And let the place be, he says, outside the camp, and you shall go out there. Verse 13. And you shall have a peg on your belt. And it shall be, when you sit down outside, you shall dig with it, and turning back you shall cover your shame. Verse 14. For the Lord your God walks about in your camp to deliver you, and to give your enemy into your hands. And your camp shall be holy, and no shameful thing shall be seen in you. For it is fitting for those who wish to play the man against the enemies of the things understood to reject every form of uncleanness. But since we all stumble in many things, and human nature is sick with a proneness to slip into wrongdoing; and no one will understand his transgressions, according to the voice of the Psalmist: Would that, he says, we might be broken, so to speak, against one of the innate uncleannesses also among you, and that those who are sick in some thing outside the law and a life becoming to holiness might be caught. For the law of sin dwells in the members of the flesh. First, then, let the stumbling-blocks committed from weakness not be done openly and without concealment, nor indeed in the sight of many.
ἀλλ' οἷον ἔξω λεληθότες, καὶ ὡς ἀπωτάτω τῆς παρεμβολῆς· εἶτα ταῖς ἐπανορθώσεσι κατακαλυπτέσθω, φησί· Σοφοὶ γὰρ καλύψουσι τὰς ἑαυτῶν αἰσχύ νας, κατὰ τὸ γεγραμμένον. Καταλήγοντες γὰρ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὰ ἀμείνω ῥοπαῖς ἀναστοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέ σθαι τὸ ὠφελοῦν, ἐκ μέσου ποιούμεθα τὰ προσ πταίσματα· καὶ τὴν ἄκοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πάλιν εἰς τῶν ἁγίων παρεμβολὴν, τουτέστιν εἰς τὴν τῶν πρωτοτόκων ἐκκλησίαν. Ἐν Χριστῷ δὲ τοῦτο πληροῦται, εἰ λάβοιμεν τὸν αὐτοῦ σταυρὸν, γοργῷ καὶ εὐζωνοτάτῳ φρονήματι κεχρημένοι. Τὸ γὰρ ἔχειν ἡμᾶς ἐπὶ τοῦ ζωστῆρος πάσσαλον, ἤγουν τὸ ξύλον, τοῦτο πλαγίως ὑπαινίττεται. Πνευματικῶς οὖν τῶν νοητῶν ὑποτύπωσιν ποιούμενοι τὰ σωμα τικά· οὐ γάρ ἐσμεν ἐν ἀκαθαρσίαις, ἐν ὀφθαλμοῖς
ἐπαμύνειν τοῦ πεποιηκότος Θεοῦ εἰς ἐφεδρῶνας ἰόντες. Δεῖ οὖν ἡμᾶς καταχωννύειν ἀκαθαρσίας, Ὅτι Κύριος περιπατεῖ ἐν τῇ παρεμβολῇ. Ἐνοικεῖ γὰρ ἡμῖν καὶ ἐμπεριπατεῖ Χριστός. ΚΕΦ. ΚΔʹ. Στίχ. ʹ. Οὐκ ἐνεχυράσεις μύλον, οὐδὲ ἐπιμύλιον, ὅτι ψυχὴν οὕτως ἐνεχυράζει. Εἰς τὸ αὐτὸ ἄλλως. Οὐκ ἔστι μύλος οὐδὲ ἐπιμύλιον ψυχῇ, ἀλλὰ πρὸς ἐργασίαν συντελεῖ ἄρτου, δι' οὗ μάλιστα ζῶσιν οἱ ἄνθρωποι. Σημειωτέον αὐτὸν διὰ τὸ αἷμα. Καὶ γὰρ περὶ αὐτοῦ ἐλέχθη· Ὅτι τοῦ σώ ματος τὸ αἷμα ψυχή ἐστιν. Καταχρηστικῶς οὖν ταῦτα νοητέον. Οὔτε γὰρ τὸ αἷμα, οὔτε ὁ μύλος ψυχὴ, ἀλλὰ πρὸς τὸ ζῇν συμβαλλόμενα. ΚΕΦ. ΚΖʹ. Στίχ. ιεʹ. Καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ.
But, as it were, having escaped outside and as far as possible from the camp; then let them be covered over by corrections, he says; for the wise will cover their own shame, according to what is written. For when we bring our transgressions to an end, and by our inclinations toward better things in some way reconstitute the mind, so that it must choose what is beneficial, we put our stumbling-blocks out of the midst; and having conquered disorderly sin by the sweet fragrances of what follows, we shall enter again into the camp of the saints, that is, into the church of the firstborn. And in Christ this is fulfilled, if we take up his cross, employing a swift and well-girded resolve. For the fact that we have a peg on our belt, that is, the wood, hints at this obliquely. Spiritually, then, we make the bodily things a pattern of the intelligible; for we are not in uncleannesses, in eyes
to defend us, going as reserves for God who made us. We ought, then, to bury our uncleannesses, because the Lord walks in the camp. For Christ dwells in us and walks among us. CHAPTER 24. Verse 6. You shall not take a mill or an upper millstone as a pledge, for thus he takes a soul as a pledge. On the same, otherwise. There is no mill or upper millstone for the soul, but it contributes to the working of bread, by which especially men live. It must be noted that he said this because of the blood. For it was said concerning it: For the blood of the body is the soul. These things, then, must be understood by a loose usage. For neither is the blood, nor the mill, a soul, but things that contribute to living. CHAPTER 27. Verse 15. And he shall place it in a secret place.
Ἐπειδὴ εἰκὸς ἦν, τινὰς φόβῳ τῆς τιμωρίας σπου δάζειν λανθάνειν, καὶ ἐν παραβύστῳ καὶ λανθανόντως τὴν ἀσέβειαν ἐπιτηδεύειν· πρὸς μείζονα φόβον καὶ ἀπειλὴν τῶν ταῦτα ποιούντων, καὶ ἀραῖς ὑπο βάλλει τοὺς ἀμάρτυρον τὴν ἁμαρτίαν ἐργαζομένους. Τοιοῦτοί εἰσιν οἱ εὐλάβειαν ἐπίπλαστον ὑποκρινόμενοι, ἔνδον δὲ τὰ πάθη κατορύττοντες, καὶ ἐν τῷ τῆς διανοίας κινήματι πρὸς πᾶν εἶδος ἀτοπίας ἐκβακχευόμενοι. Οὗτοί εἰσιν οἱ ἐν ἀποκρύφῳ τιθέντες τὰ εἴδωλα. Στίχ. ιζʹ. Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον. Ὅρια τοῦ πλησίον μετατίθησι καὶ ὁ ἀπὸ τῆς ἀλη θοῦς θεογνωσίας, καὶ τῆς ἐνθέου πολιτείας παρασαλεύων τὸν ἐντὸς εὑρισκόμενον. Καὶ δηλοῖ τὰ ἐπαγό μενα. Στίχ. ιηʹ. Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ. Τοῦ αὐτοῦ. Τοιοῦτοί εἰσι καὶ οἱ ἀπὸ εἰδωλολατρείας καὶ τοὺς ἐκ περιτομῆς ἐπὶ μυσαρὰς αἱρέσεις ἐφελκόμενοι. Τυφλοὺς γὰρ ὄντας αὐτοὺς καὶ μήπω τὸ φῶς τῆς ἀληθείας ἐσχηκότας καὶ θεογνωσίας, ἀπατῶσι δὲ καὶ πλανῶσιν, ἑτέραν ἀντὶ τῆς ἀποστολικῆς παρα δεικνύντες ὁδόν. Στίχ. ιθʹ. Ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρί σιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. Ὑπὸ τὴν αὐτὴν ἀρὰν τίθησι τοὺς ὡσαύτως ἐκκλί νοντας κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας, ἄλλως πως πάλιν τὸ αὐτὸ εἰπών. Εἰ γὰρ τὸ ῥητὸν ἔχει τὸ ὀφέλειμον, ἀλλὰ καὶ ἡ θεωρία τὸ ὑψηλό τερον. Προσήλυτοι γάρ εἰσιν οἱ ἐξ ἐθνῶν εἰσιόντες τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Οἱ δὲ ὀρφανοὶ κυρίως εἰ σὶν οἱ ἀποταξάμενοι μὲν τῷ ἑαυτῶν πατρὶ τῷ Σατα νᾷ, μηδέπω δὲ τὸν Ἰησοῦν ἐνδυσάμενοι, ἀλλ' ἔτι καὶ κατηχουμένοις ἐνάριθμοι.
Since it was likely that some, through fear of punishment, would be eager to escape notice and to practice impiety in secret and hiddenly, to a greater fear and threat against those who do such things, he also subjects to curses those who commit sin without a witness. Such are those who feign a counterfeit piety, while burying their passions within, and in the movement of their mind are driven to frenzy toward every form of absurdity. These are those who set up idols in secret. Verse 17. Cursed is he who moves his neighbor's boundaries. He also moves his neighbor's boundaries who, from true knowledge of God and from a life lived in God, shakes what is found within. And what follows makes this clear. Verse 18. Cursed is he who leads a blind man astray in the way. Of the same. Such also are those who draw men from idolatry and from circumcision into abominable heresies. For being blind and not yet having the light of truth and knowledge of God, they deceive and lead them astray, showing them another way instead of the apostolic way. Verse 19. Cursed is he who turns aside the judgment of the stranger and the orphan and the widow. Under the same curse he places those who in like manner turn aside the judgment of the stranger and the orphan and the widow, having said the same thing again in another way. For if the literal sense has its benefit, yet the spiritual contemplation has something more exalted. For strangers are those who come from the nations into the holy Church of God. And orphans in the proper sense are those who have renounced their own father, Satan, but have not yet put on Jesus, but are still numbered among the catechumens.
Ὁμοίως δὲ καὶ οὗτοι χῆραί εἰσιν, ἀποστραφεῖσαι μὲν τὸν ἐγκατασπείροντα αὐ τοῖς τὰ τῆς ἀπωλείας σπέρματα· οὔπω δὲ τῷ Χριστῷ ἁρμοσθέντες, ὡς ἁγνὴ παρθένος, κατὰ τὸν θεῖον Ἀπόστολον. Οἱ οὖν ἐκκλίνοντες τὴν κρίσιν τούτων, καὶ μὴ παραδιδόντες αὐτοῖς ἀνόθευτον τὸ τῆς εὐσεβείας μυστήριον, ὑπὸ κατάραν εἰσίν. Καὶ τὰ ἄλλα δέ τις φιλοπόνως ἐπεξιὼν, δυνήσεται πνευματικῶς θεωρεῖν, σωζομένης τῆς ἑρμηνείας. Στίχ. κ ʹ. Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου. Τὸ, ἐν πᾶσι, κείμενον παρὰ τοῖς Ἑβδομήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου, ἐν ᾧ τὸ χὸλ, ὅπερ ἐστὶ πᾶσιν ἢ πάντα, φερόμενον εὕρο-μεν. Οἷς συνᾴδει καὶ ὁ Ἀπόστολος λέγων· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ὅθεν οἱ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ μὴ πάντα ποιεῖν. ΚΕΦ. ΛΓʹ. Στίχ. ʹ. Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω. Ἐπειδὴ Ἰακὼβ ἀποθνήσκων κατηράσατο τῷ Ῥουβὶμ λέγων· Ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ὁ Μωϋσῆς εὐλογῶν φησι· Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω. Ἀμφότερα καλῶς Ὅ τε γὰρ πατὴρ κατήραται αὐτῷ ὡς τῇ παλλακῇ συνελθόντι, τὰ ἑξῆς παιδεύων καὶ φοβῶν· καὶ Μωϋσῆς δικαίως εὐλογεῖ μετὰ ταῦτα· ἐπειδὴ μόνος ἐφείσατο τοῦ Ἰωσὴφ, ὅτε ἀνελεῖν αὐτὸν ἐβούλοντο οἱ ἀδελφοὶ αὐτοῦ. Ἄτοπον δὲ ἦν κατάραν μὲν προχωρῆσαι κατὰ ἡμαρτηκότος, εὐλογίαν δὲ μὴ δοθῆναι κατορθώσαντι.
Likewise these too are widows, having turned away from the one who sowed in them the seeds of destruction, but not yet joined to Christ, as a pure virgin, according to the divine Apostle. Therefore those who turn aside from their judgment, and do not hand on to them the mystery of piety unadulterated, are under a curse. And one who diligently goes through the other matters as well will be able to contemplate them spiritually, with the interpretation preserved. Verse 20. Cursed is every man who does not remain in all the words of the law. The word "in all," which is found in the Seventy, is confirmed by the Samaritan copy, in which we have found the word chol, which means "to all" or "all things." With this the Apostle also agrees, saying: For as many as are of the works of the law are under a curse. Hence those of the circumcision are convicted of being under a curse, for not doing all things. Chapter 33. Verse 1. Let Reuben live, and not die. Since Jacob, when dying, cursed Reuben, saying: Boil not over like water. Moses, blessing, says: Let Reuben live, and not die. Both are well said; for the father cursed him for having come together with the concubine, instructing and frightening him for what followed; and Moses justly blesses him after these things, since he alone spared Joseph when his brothers wished to kill him. But it was absurd that a curse should proceed against one who had sinned, but a blessing not be given to one who had done right.