Ὥσπερ γὰρ ἐν τῷ σώματι ὁ ὑγιαίνων καὶ εὐσωματῶν, καὶ πρὸ τῆς τρυφῆς αὐτῷ τούτῳ τρυφᾷ, συγκεκληρωμένην ἔχων τῇ ὑγείᾳ τὴν ἡδονὴν, καὶ οὔτε ἀέρων αὐτὸν ἀνωμαλίαι, οὔτε αὐχμὸς οὔτε κρυμὸς, οὕτε εὐτέλεια τραπέζης, οὐκ ἄλλο τι τῶν τοιούτων λυπῆσαι δύναιτ' ἂν, ἀρκούσης τῆς ὑγιείας τὴν ἐκ τούτων διακρούσασθαι βλάβην, οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθε· διὰ τοῦτο καὶ Παῦλος μυρία πάσχων δεινὰ, ἔχαιρεν οὕτω λέγων· Χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν οὐ μόνον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ᾗ ἔπαθλον κεῖται τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἔπαθλον, τὸ ὑπὲρ ἀληθείας τι παθεῖν· διὰ τοῦτο καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπανῄεσαν ἐκ τοῦ συνεδρίου τῶν Ἰουδαίων, χαίροντες, οὐ διὰ τὴν βασιλείαν μόνον τῶν οὐρανῶν, ἀλλ' ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ ἀτιμασθῆναι· καὶ αὐτὸ γὰρ τοῦτο καὶ καθ' ἑαυτὸ, μεγίστη τιμὴ καὶ στέφανος καὶ βραβεῖον καὶ ἡδονῆς ὑπόθεσις ἀμαράντου· οὐ μικρὸς ἆθλος, ἀλλὰ καὶ σφόδρα μέγας οὗτος ὁ τῆς συκοφαντίας ἐστί· διὸ καὶ Σολομῶν τὸ τραχὺ τοῦ ἀγῶνος παραστῆσαι βουλόμενος, Εἶδον, φησὶ, τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἦν αὐτοὺς ὁ παρακαλῶν· εἰ δὲ μέγας ὁ ἀγὼν, ὥσπερ οὖν μέγας, εὔδηλον ὅτι καὶ ὁ κείμενος ἐπὶ τούτῳ στέφανος, μείζων· διὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει χαίρειν καὶ σκιρτᾷν τοὺς τοῦτον ἀγωνιζομένους τὸν ἀγῶνα, μετὰ τῆς προσηκούσης ὑπομονῆς.
For just as in the body the man who is healthy and well-built, even before luxury, enjoys luxury in this very thing, having pleasure allotted together with health, and neither irregularities of the air, nor drought nor frost, nor frugality of table, nor any other such thing could grieve him, since health is sufficient to drive off the harm from these things, so also it is accustomed to happen with the soul. For this reason Paul also, suffering countless terrible things, rejoiced, saying thus: I rejoice in my sufferings for you — not only in the kingdom of heaven, where the prize of virtue lies, but also in the very act of suffering, since this too is the greatest prize, to suffer something for the truth. For this reason the chorus of the apostles also returned from the council of the Jews rejoicing, not only because of the kingdom of heaven, but because they were deemed worthy to be dishonored for the name of Jesus; for this very thing, even by itself, is the greatest honor and crown and prize and a ground of unfading pleasure. Not a small contest, but indeed a very great one, is that of slander. Therefore Solomon also, wishing to set forth the harshness of the struggle, says: I saw the slanders that are done under the sun, and behold, the tear of those who are slandered, and there was no one to comfort them. But if the struggle is great, as indeed it is great, it is clear that the crown laid up for this is also greater. For this reason Christ also commands those who contend in this contest to rejoice and leap for joy, with the endurance that is fitting.