khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:1 · narrative
Source
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΠΕΡΙ ΤΗΣ ΕΝΣΑΡΚΟΥ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ, ΚΑΙ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ.
Οἱ κακοτέχνως τὰς θείας Γραφὰς βουλόμενοι νοεῖν, τὰ ἀνθρώπινα ῥήματα τῆς πτωχείας τοῦ Υἱοῦ τοῦ Θεοῦ παράγειν βούλονται πρὸς τὸ συστῆσαι τὴν ἑαυτῶν βλασφημίαν. Πᾶσα δὲ ἀκρίβεια τοῦ Χριστιανισμοῦ ἐν τοῖς εὐτελέσι ῥήμασι καὶ πράγμασιν εὑρίσκεται. Εἰ οὖν ἠδύναντο ἀκούειν τοῦ μακαρίου Παύλου γράφοντος πρὸς Κορινθίους· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· οὐκ ἄν ποτε ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἐτόλμησαν εἰπεῖν· εἴπερ ἔγνωσαν, τίς ὁ τρόπος τῆς πτωχείας αὐτοῦ, καὶ τίς ἡ δύναμις τοῦ σταυροῦ αὐτοῦ. Ὅθεν καὶ ἀλλαχοῦ λέγει ὁ αὐτὸς Παῦλος· Ἵνα ἐξισχύσητε καταλαβεῖν σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ βάθος, καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν ἀγάπην τῆς γνώσεως τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Διὰ τοῦτο ἐγγράφως ἐν τῇ πτωχεία αὐτοῦ καὶ τοῖς παθήμασι παῤῥησιάζεται λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ· καὶ πάλιν· Οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· καὶ, Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ νῦν οὗτοι, εἰ ἔγνωσαν τὰς θείας Γραφὰς, οὐκ ἂν τὸν Κτίστην τῶν ἁπάντων κτίσμα ἢ δημιούργημα βλασφημῆσαι ἐτόλμησαν. Παράγουσι γὰρ ἡμῖν, λέγοντες·
English
OF OUR FATHER AMONG THE SAINTS ATHANASIUS, ARCHBISHOP OF ALEXANDRIA, CONCERNING THE INCARNATE APPEARING OF GOD THE WORD, AND AGAINST THE ARIANS.
Those who wish to understand the divine Scriptures with evil craftiness desire to bring forward the human words of the poverty of the Son of God in order to establish their own blasphemy. But all the exactness of Christianity is found in lowly words and deeds. If, then, they were able to hear the blessed Paul writing to the Corinthians: For you know the grace of our Lord Jesus Christ, that for our sakes he became poor, though he was rich, so that we might become rich by his poverty — they would never have dared to say that the Son is unlike the Father, if indeed they had known what is the manner of his poverty and what is the power of his cross. Hence the same Paul also says elsewhere: That you may be strong to comprehend with all the saints what is the breadth and length and depth and height, and to know the love of the knowledge of Christ that surpasses all, so that you may be filled unto all the fullness of God. For this reason he speaks boldly in writing concerning his poverty and his sufferings, saying: But may it never be that I should boast, except in the cross of our Lord Jesus Christ, through whom the world has been crucified to me, and I to the world; and again: I determined to know nothing among you except Jesus Christ, and him crucified; and, If they had known, they would not have crucified the Lord of glory. And now these men, if they had known the divine Scriptures, would not have dared to blaspheme the Creator of all things as a creature or a work of making. For they bring forward these things, saying:
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:2 · narrative
Source
Πῶς δύναται ὅμοιος, ἢ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας εἶναι, ὁπότε γέγραπται· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ; ὑπεροχή ἐστι, φησὶ, τοῦ διδόντος παρὰ τὸν λαμβάνοντα· καὶ, Τί με λέγεις ἀγαθόν; φησίν· οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· καὶ πάλιν· Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; καὶ αὖθις· Περὶ τῆς ἡμέρας τῆς ἐσχάτης οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· καὶ πάλιν· Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον· καὶ πάλιν· Ὃν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν. Πῶς οὖν, φασὶν, ὅμοιος εἶναι δύναται ἢ ὁμοούσιος ὁ ἐγειρόμενος ἐκ νεκρῶν τῷ ἐγείραντι αὐτόν; Ταῦτα δὲ ἀπὸ πολλῶν ὀλίγα παρεθέμεθα, ὅπως, τούτων λυθέντων, καὶ τὰ λοιπὰ εὐχερῶς νοηθῇ. Ὀφείλομεν οὖν ἡμεῖς κατὰ τὸ δυνατὸν τὴν δύναμιν αὐτῶν ἐξηγήσασθαι. Ὅταν οὖν λέγει ὁ μακάριος Παῦλος, Ὁ Πατὴρ ἤγειρε τὸν Υἱὸν αὐτοῦ ἐκ νεκρῶν, Ἰωάννης ἡμῖν διηγεῖται, ὅτι ἔλεγεν ὁ Ἰησοῦς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἔλεγε δὲ, φησὶ, περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Δῆλον οὖν ἐστι τοῖς προσέχουσιν, ὅτι, τοῦ σώματος ἐγειρομένου, ὁ Υἱὸς λέγεται παρὰ τῷ Παύλῳ ἐγηγέρθαι ἐκ νεκρῶν· τὰ γὰρ τοῦ σώματος αὐτοῦ εἰς τὸ αὐτοῦ πρόσωπον λέγεται. Οὕτως οὖν καὶ ὅταν λέγῃ, Ζωὴν ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, τῇ σαρκὶ δεδομένην τὴν ζωὴν νοητέον. Εἰ γὰρ αὐτός ἐστιν ἡ ζωὴ, πῶς ἡ ζωὴ ζωὴν λαμβάνει; Καὶ εἰ αὐτὸς ἐπαγγέλλεται λέγων· Τὰ πρόβατά μου τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλλωνται εἰς τὸν αἰῶνα·
English
How can he be like, or be from the substance of, the Father, when it is written: "As the Father has life in himself, so he gave also to the Son to have life in himself"? This, they say, is a superiority of the giver over the receiver. And, "Why do you call me good?" he says; "no one is good except one, God." And again: "My God, my God, why have you forsaken me?" And again: "Concerning the last day no one knows, not even the Son, except the Father." And again: "Whom the Father sanctified and sent into the world." And again: "Whom the Father raised from the dead." How then, they say, can he who is raised from the dead be like or of the same substance as the one who raised him? These few things we have cited out of many, so that, once these are resolved, the rest may also be easily understood. We ought, then, as far as possible, to expound their force. When, therefore, the blessed Paul says, "The Father raised his Son from the dead," John relates to us that Jesus said: "Destroy this temple, and in three days I will raise it up." And he spoke, it says, concerning the temple of his body. It is clear, then, to those who attend, that, when the body is raised, the Son is said by Paul to have been raised from the dead; for the things of his body are spoken in reference to his own person. So then also, when he says, "The Father gave life to the Son," the life given must be understood as given to the flesh. For if he himself is the life, how does the life receive life? And if he himself promises, saying: "My sheep hear my voice, and I know them, and they follow me, and I give them eternal life, and they shall not perish forever" —
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:3 · narrative
Source
καὶ εἰ αὐτός ἐστιν ἡ σοφία τοῦ Θεοῦ, καὶ εἰ αὐτὸς ἐποίησε πᾶσαν ἡλικίαν, πῶς λέγεται· Προέκοπτε δὲ Ἰησοῦς σοφίᾳ καὶ ἡλικίᾳ; Καὶ εἰ ὁ Πατὴρ διὰ τοῦ ἰδίου Λόγου καὶ Υἱοῦ τὰ πάντα ἐποίησε, δῆλον, ὅτι καὶ τὴν ἔγερσιν τῆς σαρκὸς αὐτοῦ δι' αὐτοῦ ἐποίησε. Δι' αὐτοῦ οὖν αὐτὸν ἤγειρε, καὶ δι' αὐτοῦ αὐτῷ ζωὴν δίδωσιν. Ἐγείρεται μὲν κατὰ σάρκα ὡς ἄνθρωπος, καὶ λαμβάνει ζωὴν ὡς ἄνθρωπος, ἐν σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Καὶ αὐτὸς δέ ἐστιν ὁ ἐγείρων τὸν ἴδιον ναὸν, ὡς
Θεὸς, καὶ διδοὺς ζωὴν τῇ ἰδίᾳ σαρκί. Ὅταν οὖν πάλιν λέγῃ, Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἀλλαχοῦ φησιν· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ· καὶ ὅταν λέγῃ· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; ἐκ προσώπου ἡμετέρου λέγει· διότι μορφὴν δούλου λαβὼν, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ τὰ ἑξῆς. Καὶ καθὼς λέγει Ἡσαΐας· Αὐτὸς τὰς μαλακίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· ὥστε οὐχ ὑπὲρ ἑαυτοῦ ὀδυνᾶται, ἀλλ' ὑπὲρ ἡμῶν· καὶ οὐκ αὐτὸς ἐγκατελείφθη ὑπὸ τοῦ Θεοῦ, ἀλλ' ἡμεῖς, καὶ δι' ἡμᾶς τοὺς ἐγκαταλειφθέντας παρεγένετο εἰς τὸν κόσμον. Καὶ ὅτε λέγει· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, περὶ τοῦ ναοῦ λέγει, ὅ ἐστι τὸ σῶμα αὐτοῦ. Οὐ γὰρ ὁ Ὕψιστος ὑψοῦται, ἀλλ' ἡ σὰρξ τοῦ Ὑψίστου ὑψοῦται· καὶ τῇ σαρκὶ τοῦ Ὑψίστου ἐχαρίσατο ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.
English
And if he himself is the wisdom of God, and if he himself made every age, how is it said: "And Jesus advanced in wisdom and age"? And if the Father made all things through his own Word and Son, it is clear that he also made the raising of his flesh through him. Through him, therefore, he raised him, and through him he gives him life. He is raised according to the flesh as a man, and receives life as a man, having been found in form as a man. And he himself is the one who raises his own temple, as God, and gives life to his own flesh. When, then, he again says, "Whom the Father sanctified and sent into the world," elsewhere he says: "For their sake I sanctify myself, that they also may be sanctified in truth"; and when he says, "My God, my God, why have you forsaken me?" he speaks in our person; because, having taken the form of a slave, and having been made in the likeness of men, and having been found in form as a man, he humbled himself, becoming obedient unto death, even death on a cross, and so on. And as Isaiah says: "He himself bears our weaknesses, and is in pain concerning us"; so that he is not in pain for himself, but for us; and he himself was not forsaken by God, but we were, and for our sake, who were forsaken, he came into the world. And when he says, "Therefore God also highly exalted him, and gave him a name that is above every name," he speaks concerning the temple, which is his body. For the Most High is not exalted, but the flesh of the Most High is exalted; and to the flesh of the Most High he gave the name that is above every name.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:4 · narrative
Source
Καὶ οὐχ ὁ Λόγος τοῦ Θεοῦ κατὰ χάριν ἔλαβε τὸ καλεῖσθαι Θεὸς, ἀλλ' ἡ σὰρξ αὐτοῦ σὺν αὐτῷ ἐθεολογήθη. Οὐ γὰρ εἶπεν, ὅτι ὁ Λόγος Θεὸς γέγονεν, ἀλλὰ, Θεὸς ἦν ὁ Λόγος· Ἀεὶ ἦν, φησὶν, ὁ Θεὸς Λόγος, καὶ οὗτος αὐτὸς ὁ Θεὸς γέγονε σὰρξ, ἵνα ἡ σὰρξ αὐτοῦ γένηται Θεὸς Λόγος· καθὼς καὶ ὁ Θωμᾶς, ψηλαφήσας τὴν σάρκα αὐτοῦ, ἀνεβόησεν· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου, τὸ συναμφότερον θεολογῶν· ὁμοίως δὲ καὶ ὁ Ἰωάννης ἔγραψεν· Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Φανερὸν οὖν ἐστιν, ὅτι ἐν σαρκὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Πατρὸς ἐψηλαφήθη, καὶ τὸ συναμφότερον, Λόγον ζωῆς, ἡ θεία Γραφὴ παραδέδωκε ψηλαφηθέντα. Καὶ ὅτε λέγει· Οὔπω ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη, τὴν σάρκα αὐτοῦ λέγει μήπω δοξασθεῖσαν. Οὐ γὰρ ὁ Κύριος τῆς δόξης δοξάζεται, ἀλλ' ἡ σὰρξ τοῦ Κυρίου τῆς δόξης· αὕτη λαμβάνει δόξαν συναναβαίνουσα αὐτῷ εἰς οὐρανόν. Ὅθεν καὶ Πνεῦμα υἱοθεσίας οὔπω ἦν ἐν ἀνθρώποις, διότι ἡ ληφθεῖσα ἀπαρχὴ ἐξ ἡμῶν οὔπω ἦν ἀνελθοῦσα εἰς οὐρανόν. Ὅσα οὖν λέγει ἡ Γραφὴ, ὅτι ἔλαβεν ὁ Υἱὸς, καὶ ἐδοξάσθη ὁ Υἱὸς, διὰ τὴν ἀνθρωπότητα αὐτοῦ λέγει, οὐ διὰ τὴν θεότητα. Καὶ ὅτε λέγει, Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστὶν, ἐπεὶ ἄνθρωπος γέγονε, μείζω αὐτοῦ λέγει τὸν Πατέρα. Λόγος δὲ ὢν τοῦ Πατρὸς, ἴσος αὐτοῦ ἐστιν. Ἐγὼ γὰρ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Καὶ οὐκ ἀπὸ ἁρπαγῆς ἔχει τὸ εἶναι αὐτὸν ἴσον τῷ Πατρὶ, ἀλλὰ κατὰ φύσιν ἴσος ἐστὶ καὶ ὁμοούσιος τῷ Πατρί·
English
And it is not the Word of God who received by grace the title of God, but his flesh was deified together with him. For he did not say that the Word became God, but "God was the Word." He was always, it says, God the Word, and this same God became flesh, so that his flesh might become God the Word; just as Thomas also, having touched his flesh, cried out: "My Lord and my God," theologizing the two together. And likewise John also wrote: "What was from the beginning, what we have heard, what we have seen with our eyes, what we have beheld, and our hands have touched, concerning the Word of life." It is evident, therefore, that the Son and Word of the Father was touched in the flesh, and the divine Scripture has handed down that the two together, the Word of life, was touched. And when it says: "The Holy Spirit was not yet, because Jesus was not yet glorified," it means his flesh, not yet glorified. For it is not the Lord of glory who is glorified, but the flesh of the Lord of glory; this receives glory as it ascends together with him into heaven. Hence also the Spirit of adoption was not yet among men, because the firstfruits taken from us had not yet ascended into heaven. Therefore whatever the Scripture says—that the Son received, and that the Son was glorified—it says because of his humanity, not because of his divinity. And when it says, "My Father, who sent me, is greater than I," since he became man, it says the Father is greater than he. But being the Word of the Father, he is equal to him. For, it says, "I and the Father are one"; and "He who has seen me has seen the Father." And he does not have being equal to the Father by robbery, but by nature he is equal and consubstantial with the Father.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:5 · narrative
Source
διότι ἐκ τῆς πατρικῆς οὐσίας γεγέννηται. Καὶ ὅτε λέγει ὁ Ἀπόστολος, Ὅτι ἐν Χριστῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ἐν τῇ σαρκὶ αὐτοῦ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος νοητέον. Καὶ ὅτε λέγει, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, ἀλλαχοῦ λέγει· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς. Οὐ γὰρ ἑαυτὸν ἦλθε σῶσαι ὁ ἀθάνατος Θεὸς, ἀλλὰ τοὺς θανατωθέντας· καὶ οὐχ ὑπὲρ ἑαυτοῦ ἔπαθεν, ἀλλ' ὑπὲρ ἡμῶν· ὥστε διὰ τοῦτο τὴν εὐτέλειαν ἡμῶν καὶ τὴν πτωχείαν ἀνεδέξατο, ἵνα ἡμῖν τὸν πλοῦτον αὐτοῦ χαρίσηται. Τὸ γὰρ πάθος αὐτοῦ, ἡμῶν ἀπάθειά ἐστι· καὶ ὁ θάνατος αὐτοῦ, ἡμῶν ἀθανασία ἐστί· καὶ τὸ δάκρυον αὐτοῦ, χαρὰ ἡμετέρα· καὶ ἡ ταφὴ αὐτοῦ, ἡμῶν ἀνάστασις· καὶ τὸ βάπτισμα αὐτοῦ, ἡμῶν ἁγιασμός· Ὑπὲρ αὐτῶν γὰρ, φησὶν, ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ὁ μώλωψ αὐτοῦ, ἡμῶν ἴασις· Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ ἡ παιδεία αὐτοῦ, ἡμῶν εἰρήνη· Παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ' αὐτόν· τουτέστιν, ἕνεκεν τῆς ἡμῶν εἰρήνης αὐτὸς παιδεύεται· καὶ ἡ ἀδοξία αὐτοῦ, ἡμῶν δόξα· ὅθεν αἰτεῖ τὴν δόξαν δι' ἡμᾶς, λέγων· Δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Ἡμεῖς γάρ ἐσμεν οἱ ἐν αὐτῷ δοξαζόμενοι· καὶ ἡ κάθοδος αὐτοῦ, ἡμῶν ἐστιν ἄνοδος, κατὰ τὸ γεγραμμένον· Καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· καὶ τὸ, Ἵνα
English
because he has been begotten from the Father's essence. And when the Apostle says, "In Christ all the fullness of the Godhead dwells bodily," it must be understood that all the fullness of the Godhead dwells in his flesh. And when he says, "He who did not spare his own Son, but delivered him up for us all," he says elsewhere: "Just as Christ also loved the Church and gave himself up for her." For the immortal God did not come to save himself, but those who had been put to death; and he did not suffer for himself, but for us; so that for this reason he accepted our lowliness and poverty, in order to bestow his riches upon us. For his suffering is our impassibility; and his death is our immortality; and his tear is our joy; and his burial is our resurrection; and his baptism is our sanctification. For "for their sake," he says, "I sanctify myself, that they also may be sanctified in truth." And his wound is our healing; for "by his wound we were healed." And his chastisement is our peace; for "the chastisement of our peace was upon him"—that is, for the sake of our peace he himself is chastised; and his dishonor is our glory. Hence he asks for glory on our behalf, saying: "Glorify me, Father, with yourself with the glory which I had with you before the world was." For we are those who are glorified in him; and his descent is our ascent, according to what is written: "And he raised us up and seated us together in the heavenly places in Christ Jesus"; and that, "so that
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:6 · narrative
Source
ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι, ἐν Χριστῷ Ἰησοῦ ἐφ' ἡμᾶς. Καὶ τὸ λέγειν αὐτὸν ἐν τῷ σταυρῷ· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, πάντας ἀνθρώπους παρατίθεται τῷ Πατρὶ δι' ἑαυτοῦ, τοὺς ἐν αὐτῷ ζωοποιουμένους. Μέλη γὰρ αὐτοῦ εἰσι, καὶ τὰ πολλὰ μέλη ἕν ἐστι σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία· καθὼς καὶ ὁ μακάριος Παῦλος γράφει Γαλάταις· Πάντες γὰρ ὑμεῖς ἕν ἐστε ἐν Χριστῷ Ἰησοῦ· τοὺς πάντας οὖν παρατίθεται ἐν ἑαυτῷ, Οὕτως οὖν καὶ ὅτε λέγει, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, περὶ τῆς Ἐκκλησίας λέγει, τῆς ἐν αὐτῷ κτιζομένης. Οὐ γὰρ ὁ ποιητὴς τῶν ἁπάντων κτίσμα καὶ ποίημά ἐστιν, ἀλλὰ τὸ ποίημα ἐν τῷ ποιητῇ ἀνανεοῦται, κατὰ τὸ λεγόμενον ὑπὸ τοῦ Παύλου· Αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ. Καὶ καθὼς πάλιν λέγει· Ἵνα γνωρισθῇ νῦν ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ ρίῳ ἡμῶν· ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν, καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Καὶ πάλιν φησί· Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Καὶ πάλιν λέγει καὶ περὶ τῶν δύο λαῶν· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Καὶ ὅταν λέγει· Τί με λέγεις ἀγαθόν;
English
that he might show in the ages to come the surpassing riches of his grace in kindness toward us in Christ Jesus. And by his saying on the cross, "Father, into your hands I commit my spirit," he commits all men to the Father through himself—those who are given life in him. For they are his members, and the many members are one body, which is the Church; just as the blessed Paul also writes to the Galatians: "For you are all one in Christ Jesus." All, then, he commits in himself. So then also, when he says, "The Lord created me as the beginning of his ways," he speaks concerning the Church, which is being created in him. For the Maker of all things is not a creature and a work, but the work is renewed in the Maker, according to what is said by Paul: "We are his work, created in Christ Jesus." And as he again says: "that now the manifold wisdom of God might be made known to the principalities and authorities in the heavenly places through the Church, according to the purpose of the ages, which he made in Christ Jesus our Lord; in whom we have boldness and access with confidence through faith in him." And again he says: "just as he chose us in him before the foundation of the world, that we should be holy and blameless before him in love, having predestined us for adoption as sons through Jesus Christ to himself." And again he also says concerning the two peoples: "that he might create the two in himself into one new man, making peace, and might reconcile both in one body to God through the cross, having killed the enmity in himself." And when he says, "Why do you call me good?
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:7 · narrative
Source
οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· ὁ Θεὸς, συναριθμήσας ἑαυτὸν μετὰ τῶν ἀνθρώπων, κατὰ τὴν σάρκα αὐτοῦ τοῦτο εἶπε, καὶ πρὸς τὸν νοῦν τοῦ προσελθόντος αὐτῷ. Ἐκεῖνος γὰρ ἄνθρωπον αὐτὸν ἐνόμιζε μόνον καὶ οὐ Θεὸν, καὶ τοῦτον ἔχει τὸν νοῦν ἡ ἀπόκρισις· Εἰ μὲν γὰρ ἄνθρωπον, φησὶ, νομίζεις με, καὶ οὐ Θεὸν, μή με λέγε ἀγαθόν· οὐδεὶς γὰρ ἀγαθός. Οὐ γὰρ διαφέρει ἀνθρωπίνῃ φύσει τὸ ἀγαθὸν, ἀλλὰ Θεῷ. Καὶ ἐπιφέρει· Τὰς ἐντολὰς οἶδας; Εἰρηκότος δὲ ἐκείνου· Ποίας; ἔφη· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ ἑξῆς. Ἀπεκρίνατο λέγων· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, τί ἔτι ὑστερῶ; Ἔφη αὐτῷ· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου πάντα ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ λαβὼν τὸν σταυρόν σου ἀκολούθει μοι. Διὰ τούτων οὖν ἔδειξεν, ὅτι καὶ αὐτῷ διαφέρει τὸ ἀγαθόν· ὁ γὰρ μὴ ἀκολουθῶν τῷ ἀγαθῷ πῶς δύναται ζωὴν αἰώνιον κληρονομῆσαι; Καὶ ὅταν λέγει περὶ τῆς ἐσχάτης ἡμέρας, ὅτι Οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ, ἀνθρωπίνως λέγει. Εἰ γὰρ τὸν Πατέρα ἐπίσταται, τὴν ἐσχάτην ἡμέραν πῶς ἀγνοεῖ; Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν Πατέρα, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ εἰ τὸ Πνεῦμα τὸ ἅγιον οἶδε πάντα τὰ τοῦ Θεοῦ, πῶς ὁ Υἱὸς τὴν ἡμέραν, ἣν ἔκτισεν, ἀγνοεῖ; Καὶ εἰ οἱ αἰῶνες δι' αὐτοῦ ἐγένοντο καὶ οἱ χρόνοι, φανερὸν, ὅτι καὶ ἡ ἐσχάτη ἡμέρα ἐν τοῖς αἰῶσι καὶ χρόνοις εὑρίσκεται, καὶ ἀδύνατόν ἐστιν αὐτὸν ἀγνοεῖν.
English
No one is good except one, God. God, counting himself among men, said this according to his flesh, and with regard to the mind of the one who approached him. For that man supposed him to be only a man and not God, and the answer has this in view: For if, he says, you suppose me to be a man and not God, do not call me good; for no one is good. For goodness does not belong to human nature, but to God. And he adds: You know the commandments? And when that man said, Which ones? he said: You shall not commit adultery, you shall not murder, and the rest. He answered, saying: All these I have kept from my youth; what do I still lack? He said to him: If you wish to be perfect, go, sell all that you have, and give to the poor, and you will have treasure in heaven, and taking up your cross, follow me. Through these things, then, he showed that goodness is distinct from him as well; for how can the one who does not follow the good inherit eternal life? And when he says concerning the last day, that No one knows, not even the Son, but the Father, he speaks in a human way. For if he knows the Father, how does he not know the last day? For no one knows the Father, he says, except the Son, and anyone to whom the Son wishes to reveal him. And if the Holy Spirit knows all the things of God, how does the Son not know the day which he created? And if the ages came into being through him, and the times, it is evident that the last day also is found among the ages and times, and it is impossible for him to be ignorant of it.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:8 · narrative
Source
Ὅσα οὖν εὐτελῆ ῥήματα ὑπὸ τοῦ Κυρίου εἴρηται, τῇ πτωχείᾳ αὐτοῦ διαφέρει, ἵνα ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν, οὐχ ἵνα ἐν αὐτοῖς βλασφημήσωμεν κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Καὶ κατὰ τοῦτο ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονεν, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου, τουτέστι τοῦ Ἀδὰμ, υἱοὶ τοῦ Θεοῦ γένωνται. Ὁ γὰρ γεννηθεὶς ἄνωθεν ἐκ Πατρὸς Λόγος ἀῤῥήτως, ἀφράστως, ἀκαταλήπτως, ἀϊδίως, ὁ αὐτὸς ἐν χρόνῳ γεννᾶται κάτωθεν ἐκ Παρθένου Θεοτόκου Μαρίας· ἵνα οἱ κάτωθεν πρότερον γεννηθέντες ἄνωθεν γεννηθῶσιν ἐκ δευτέρου, τουτέστιν, ἐκ Θεοῦ. Αὐτὸς οὖν μητέρα ἔχει μόνον ἐπὶ γῆς, καὶ ἡμεῖς Πατέρα μόνον ἔχομεν ἐν οὐρανῷ. Καὶ διὰ τοῦτο ἑαυτὸν Υἱὸν ἀνθρώπου καλεῖ, ἵνα οἱ ἄνθρωποι Θεὸν καλέσωσι Πατέρα ἐν τοῖς οὐρανοῖς· Πάτερ ἡμῶν, φησὶν, ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ οὖν ἡμεῖς οἱ δοῦλοι τοῦ Θεοῦ υἱοὶ Θεοῦ γεγόναμεν, οὕτως ὁ Δεσπότης τῶν δούλων υἱὸς τοῦ ἰδίου δούλου γέγονε θνητὸς, τουτέστι τοῦ Ἀδὰμ, ἵνα οἱ υἱοὶ τοῦ Ἀδὰμ, θνητοὶ ὄντες, υἱοὶ τοῦ Θεοῦ γένωνται, κατὰ τὸ λεγόμενον· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ὅθεν
English
Whatever humble words were spoken by the Lord belong to his poverty, so that we might become rich in him, not so that we might blaspheme against the Son of God by means of them. And for this reason the Son of God became a son of man, so that the sons of man—that is, of Adam—might become sons of God. For the Word who was begotten from above, from the Father, ineffably, inexpressibly, incomprehensibly, and eternally, the same is born in time below, from the Virgin Mary, the God-bearer; so that those who were formerly born from below might be born again from above—that is, from God. He, then, has a mother only on earth, and we have a Father only in heaven. And for this reason he calls himself Son of man, so that men might call God Father in the heavens: Our Father, he says, who is in the heavens. Just as we, the servants of God, have become sons of God, so the Master of servants has become a mortal son of his own servant—that is, of Adam—so that the sons of Adam, being mortal, might become sons of God, according to what is said: He gave them authority to become children of God. Whence
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:9 · narrative
Source
καὶ θανάτου γεύεται ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς τοῦ Θεοῦ μεταλάβωσι, διὰ τὸν κατὰ Πνεῦμα αὐτῶν Πατέρα Θεόν· Αὐτὸς οὖν κατὰ φύσιν Υἱός ἐστι τοῦ Θεοῦ, ἡμεῖς δὲ κατὰ χάριν. Καὶ πάλιν αὐτὸς κατ' οἰκονομίαν καὶ χάριν ἡμετέραν υἱὸς γέγονε τοῦ Ἀδὰμ, ἡμεῖς δὲ κατὰ φύσιν ἐσμὲν υἱοὶ τοῦ Ἀδάμ. Ὅθεν λέγει, Ἀπέρχομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Πατὴρ γὰρ αὐτοῦ ἐστιν ὁ Θεὸς, ὡς προεῖπον, κατὰ φύσιν, ἡμῶν δὲ κατὰ χάριν· καὶ Θεὸς αὐτοῦ γέγονε κατ' οἰκονομίαν, διότι ἄνθρωπος, ἡμῶν δὲ κατὰ φύσιν Δεσπότης ἐστὶ καὶ Θεός. Καὶ διὰ τοῦτο ὁ Λόγος καὶ Υἱὸς τοῦ Πατρὸς ἑνωθεὶς σαρκὶ, γέγονε σὰρξ, ἄνθρωπος τέλειος, ἵνα οἱ ἄνθρωποι ἑνωθέντες Πνεύματι, γένωνται ἓν Πνεῦμα. Αὐτὸς οὖν ἐστι Θεὸς σαρκοφόρος, καὶ ἡμεῖς ἄνθρωποι πνευματοφόροι. Ἀπαρχὴν γὰρ λαβὼν ἐκ τῆς οὐσίας τῶν ἀνθρώπων, τουτέστιν ἐκ τοῦ σπέρματος Ἀδὰμ (ἥτις ἐστὶ μορφὴ δούλου), καὶ ἐν ὁμοιώματι ἀνθρώπου γεγονὼς, ἔδωκεν ἡμῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀπαρχὴν ἁγίου Πνεύματος· ἵνα γενώμεθα οἱ πάντες εἰς υἱοὺς Θεοῦ, ἐν ὁμοιώματι τοῦ Υἱοῦ τοῦ Θεοῦ. Αὐτὸς οὖν ὁ ἀληθινὸς καὶ φύσει Υἱὸς τοῦ Θεοῦ τοὺς πάντας ἡμᾶς φορεῖ, ἵνα οἱ πάντες τὸν ἕνα φορέσωμεν Θεόν. Ἀσεβὲς οὖν ἐστι κτιστὸν ἢ ποιητὸν λέγειν τὸ Πνεῦμα τοῦ Θεοῦ· ὁπότε πᾶσα Γραφὴ Παλαιά τε καὶ Καινὴ, μετὰ Πατρὸς καὶ Υἱοῦ αὐτὸ συναριθμεῖ καὶ δοξάζει· διότι τῆς αὐτῆς θεότητός ἐστι, καὶ τῆς αὐτῆς ἐξουσίας· καθὼς αὐτὸς ὁ Κύριος λέγει· Ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
English
And the Son of God tastes death because of his fleshly father, so that the sons of men might partake of the life of God, through their Father God according to the Spirit. He, then, is Son of God by nature, but we by grace. And again, he became son of Adam by dispensation and for our sake, by grace, while we are sons of Adam by nature. Therefore he says, I go to my Father and your Father, and my God and your God. For God is his Father, as I said before, by nature, but ours by grace; and he became his God by dispensation, because he is man, while he is by nature our Master and God. And for this reason the Word and Son of the Father, united to flesh, became flesh, a perfect man, so that men, united to the Spirit, might become one Spirit. He, then, is God bearing flesh, and we are men bearing the Spirit. For having taken the firstfruits from the substance of men, that is, from the seed of Adam (which is the form of a servant), and having become in the likeness of man, he gave us from the substance of the Father, the firstfruits of the Holy Spirit, so that we all might become sons of God, in the likeness of the Son of God. He, then, the true and by nature Son of God, bears us all, so that we all might bear the one God. It is impious, then, to say that the Spirit of God is created or made, since all Scripture, both Old and New, counts it together with the Father and the Son and glorifies it, because it is of the same divinity and of the same authority, just as the Lord himself says: He who believes in me, rivers of living water shall flow from his belly.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:10 · narrative
Source
Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· ὡς καὶ ἐν τῷ Ἰωὴλ ἐκ προσώπου τοῦ Πατρὸς λέγει· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. Καὶ διὰ τοῦτο ἐμφυσᾷ αὐτὸ εἰς τὸ πρόσωπον τῶν ἀποστόλων λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἵνα μάθωμεν, ὅτι ἐκ τοῦ πληρώματος τῆς θεότητός ἐστι τὸ διδόμενον Πνεῦμα τοῖς μαθηταῖς. Ἐν Χριστῷ γὰρ, φησὶ, κατοικεῖ, τουτέστιν ἐν τῇ σαρκὶ αὐτοῦ, πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· καθὼς καὶ ὁ Βαπτιστὴς Ἰωάννης λέγει· Ἡμεῖς πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Σωματικῷ γὰρ εἴδει, τουτέστιν ὡς περιστερὰ, ὤφθη τὸ Πνεῦμα τὸ ἅγιον, καταβαῖνον καὶ μένον ἐπ' αὐτόν. Ἐν ἡμῖν μὲν γὰρ ἀπαρχὴ καὶ ἀῤῥαβὼν θεότητος κατοικεῖ, ἐν Χριστῷ δὲ πᾶν τὸ πλήρωμα τῆς θεότητος. Καὶ μή τις νομίσῃ, ὅτι μὴ ἔχων αὐτὸ ἐλάμβανεν· αὐτὸς γὰρ αὐτὸ ἄνωθεν ἔπεμπεν, ὡς Θεός· καὶ αὐτὸς αὐτὸ κάτω ὑπεδέχετο, ὡς ἄνθρωπος. Ἐξ αὐτοῦ οὖν εἰς αὐτὸν κατῄει, ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. Καὶ ὁ μὲν Ἡσαΐας ἐκ προσώπου τοῦ Πατρὸς βοᾷ λέγων· Οὕτω λέγει Κύριος ὁ Θεός σου, ὁ ποιήσας σε καὶ πλάσας σε ἐκ κοιλίας· Μὴ φοβοῦ, ὁ παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην· ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ· ἐπιθήσω τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Ἐν τῷ Εὐαγγελίῳ δὲ ὁ Υἱὸς ἐπαγγέλ λεται διδόναι ὕδωρ τοῖς πορευομένοις ἐν δίψει, λέγων τῇ Σαμαρείτιδι περὶ τοῦ ἁγίου Πνεύματος·
English
He said this concerning the Spirit, whom those who believe in him were about to receive; as also in Joel he says in the person of the Father: I will pour out from my Spirit upon all flesh, and your sons and your daughters will prophesy. And for this reason he breathes it into the face of the apostles, saying: Receive the Holy Spirit; so that we may learn that the Spirit given to the disciples is from the fullness of the Godhead. For in Christ, he says, dwells—that is, in his flesh—all the fullness of the Godhead bodily; just as also John the Baptist says: We all received from his fullness. For in bodily form, that is, as a dove, the Holy Spirit was seen descending and remaining upon him. For in us dwells the firstfruits and pledge of the Godhead, but in Christ the whole fullness of the Godhead. And let no one suppose that he received it as one who did not have it; for he himself sent it from above, as God; and he himself received it below, as man. From himself, therefore, it descended into himself, from his Godhead into his manhood. And Isaiah cries out in the person of the Father, saying: Thus says the Lord your God, who made you and formed you from the womb: Do not fear, my servant Jacob, and my beloved Israel, whom I have chosen; for I will give water in thirst to those who walk in a dry land; I will place my Spirit upon your seed, and my blessings upon your children. But in the Gospel the Son promises to give water to those who walk in thirst, saying to the Samaritan woman concerning the Holy Spirit:
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:11 · narrative
Source
Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Καὶ μετ' ὀλίγα λέγει αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ διὰ τοῦτο ὁ Δαβὶδ ψάλλων τῷ Θεῷ λέγει· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· οἶδε γὰρ παρὰ τῷ Θεῷ Πατρὶ ὄντα τὸν Υἱὸν τὴν πηγὴν τοῦ ἁγίου Πνεύματος. Καὶ διὰ Ἱερεμίου ὁ Υἱὸς λέγει· Δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Καὶ ὅτε δοξολογοῦσι τὰ σεραφὶμ τὸν Θεὸν, λέγοντα τρίτον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα δοξολογοῦσι. Καὶ διὰ τοῦτο, ὥσπερ εἰς
τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου Πνεύματος, καὶ γινόμεθα υἱοὶ Θεοῦ, οὐ Θεῶν. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, Κύριος σαβαώθ ἐστι. Μία γὰρ ἡ θεότης καὶ εἷς Θεὸς ἐν τρισὶν ὑποστάσεσι. Καὶ διὰ τοῦτο, ἅπερ εἶπεν ὁ Πατὴρ ἐν τῷ Ἡσαΐᾳ, ὁ Ἰωάννης λέγει. ὅτι ὁ Υἱὸς εἶπεν· ἐν δὲ ταῖς Πράξεσιν ὁ Παῦλός φησιν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον εἶπε. Λέγει γὰρ οὕτως ὁ Ἡσαΐας· Εἶδον τὸν Κύριον σαβαὼθ, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ ἐπληρώθη ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί·
English
If you knew the gift of God, and who it is that says to you, Give me a drink, you would have asked him, and he would have given you living water. And after a little he says to her: Everyone who drinks of this water will thirst again; but whoever drinks of the water that I will give him will never thirst forever; but the water that I will give him will become in him a spring of water leaping up into eternal life. And for this reason David, singing to God, says: For with you is the fountain of life; in your light we shall see light. For he knows that the Son, the fountain of the Holy Spirit, is with God the Father. And through Jeremiah the Son says: My people have done two evil things: they have forsaken me, the fountain of living water, and have dug for themselves broken cisterns, which will not be able to hold water. And when the seraphim glorify God, saying for the third time: Holy, holy, holy Lord Sabaoth, they glorify Father and Son and Holy Spirit. And for this reason, just as we are baptized into the name of the Father and of the Son, so also into the name of the Holy Spirit, and we become sons of God, not of gods. For Father and Son and Holy Spirit is Lord Sabaoth. For the Godhead is one and God is one in three hypostases. And for this reason, what the Father said in Isaiah, John says; because the Son said it; and in the Acts Paul says that the Holy Spirit said it. For Isaiah says thus: I saw the Lord Sabaoth sitting on a high and exalted throne, and the house was filled with his glory, and the seraphim stood round about him; each one had six wings, and each one had six wings.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:12 · narrative
Source
καὶ ταῖς μὲν δυσὶ πτέρυξιν ἐκάλυπτον τὰ πρόσωπα, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ μετ' ὀλίγα ὁ αὐτός· Ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγὼ, ἀπόστειλον με. Καὶ εἶπέ μοι· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἶπον αὐτῷ· Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου. Καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν· καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης λέγει· Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν οἱ Ἰουδαῖοι εἰς τὸν Ἰησοῦν, ὅτι εἶπεν Ἡσαΐας, ὅτι Ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τῇ καρδίᾳ νοήσωσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, τουτέστι τοῦ Υἱοῦ· ὥστε καὶ Κύριος Σαβαώθ ἐστιν ὁ Υἱός. Κύριος γὰρ τῶν δυνάμεων ἑρμηνεύεται τὸ Κύριος Σαβαώθ· Ὁ δὲ Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὡς ὁ Δαβὶδ εἶπε· Κύριος δὲ τῆς δόξης ἐστὶν ὁ ἐσταυρωμένος Χριστὸς κατὰ τὸν Παῦλον. Καὶ καθὼς εἶπε Δαβίδ· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· καὶ ἀλλαχοῦ· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι.
English
And with two wings they covered their faces, and with two their feet, and with two they flew. And one cried to another, saying: Holy, holy, holy is the Lord Sabaoth; the whole heaven and all the earth are full of his glory. And after a little, the same one says: I heard the voice of the Lord saying: Whom shall I send? And who will go to this people? And I said: Behold, I am here; send me. And he said to me: Go to this people, and say to them: You shall hear with hearing, and you shall not understand; and seeing you shall see, and you shall not perceive. For the heart of this people has grown dull. And with their ears they heard heavily; and they closed their eyes, lest they see with their eyes, and hear with their ears, and understand with their heart, and turn, and I heal them. And the evangelist John says: For this reason the Jews could not believe in Jesus, because Isaiah said: He has blinded their eyes, and hardened their heart; lest they see with their eyes, and understand with their heart, and turn, and I heal them. And Isaiah said these things when he saw his glory, that is, the glory of the Son; so that the Son is also the Lord Sabaoth. For Lord Sabaoth is interpreted as Lord of hosts; and the Lord of hosts is himself the King of glory, as David said. And the Lord of glory is the crucified Christ, according to Paul. And as David said: The Lord shepherds me, and I shall lack nothing; and elsewhere: O Shepherd of Israel, give heed, you who lead Joseph like a sheep, you who sit upon the cherubim, appear.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:13 · narrative
Source
Ἐν δὲ τοῖς Εὐαγγελίοις λέγει ὁ Υἱός· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· αὐτὸς οὖν ἐστιν ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ὁ ποιμαίνων τὸν Ἰσραήλ. Ὁ δὲ Παῦλος ἐν ταῖς Πράξεσι τὸ ἅγιον Πνεῦμα λέγει διὰ Ἡσαΐου εἰρηκέναι ταῦτα, ἅπερεἶπεν Ἡσαΐας, ὅτι Κύριος Σαβαώθ μοι εἶπεν. Ὁ Πατὴρ οὖν καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα Κύριος Σαβαώθ ἐστι. Καὶ ὅτε λέγει ἡ Γραφὴ περὶ τοῦ Πατρὸς, ὅτι Αὐτὸς ἔκτισε τὰ πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· ἀλλαχοῦ ἡ Γραφὴ διδάσκει ἡμᾶς, ὅτι διὰ τοῦ Υἱοῦ ἐκτίσθη. Οὐχ ἕτερα χωρὶς ὁ Πατὴρ ἔκτισε, καὶ ἄλλα ὁ Υἱός· ἀλλ' ἅπερ ὁ Πατὴρ ποιεῖ, διὰ τῆς ἰδίας δυνάμεως ποιεῖ, ἥτις ἐστὶν ὁ Υἱός· τὰ πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. Οὕτως οὖν καὶ ὅτε λέγει ὁ Υἱός· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ἔλεγε δὲ, φησὶ, περὶ τοῦ ἰδίου σώματος· ἑτέρα Γραφὴ λέγει, ὅτι Ὁ Πατὴρ ἤγειρε τὸν Υἱὸν αὐτοῦ ἐκ νεκρῶν· καὶ καλῶς λέγει· ἤγειρε γὰρ διὰ τοῦ ἰδίου Λόγου καὶ Υἱοῦ τὴν σάρκα τοῦ Υἱοῦ αὐτοῦ. Καὶ οὐ λέγομεν τὸ σῶμα εἶναι Υἱὸν φύσει τοῦ Θεοῦ, ἀλλὰ τὸ σῶμα τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τοῦ οὖν σώματος ἐγειρομένου, ὁ Υἱὸς νοεῖται ἐγηγερμένος ἐκ νεκρῶν. Διὰ τοῦτο κατὰ σάρκα λέγομεν, ὅτι καὶ ἀπέθανε, καὶ ἐτάφη, καὶ ἠγέρθη ἐκ νεκρῶν· κατὰ δὲ τὸ πνεῦμα καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἦν καὶ πανταχοῦ. Ἐπεὶ οὖν πρότερον πλούσιος ὢν, τουτέστι Θεός· ὕστερον δὲ πτωχὸς γέγονε, τουτέστιν ἄνθρωπος, καὶ ὡμοιώθη ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· καὶ διὰ τοῦτο ὡς ἄνθρωπος λαμβάνει ζωὴν, ὁ ἔχων ζωὴν, αὐτὸς γάρ ἐστιν ἡ ζωή·
English
But in the Gospels the Son says: I am the good shepherd; he, then, is the one who sits upon the cherubim, who shepherds Israel. And Paul in the Acts says that the Holy Spirit spoke these things through Isaiah, which Isaiah said, that the Lord Sabaoth spoke to me. The Father, then, and the Son and the Holy Spirit are the Lord Sabaoth. And when the Scripture says concerning the Father, that he himself created all things, the visible and the invisible, elsewhere the Scripture teaches us that through the Son they were created. The Father did not create some things separately and the Son other things; but whatever the Father does, he does through his own power, which is the Son; for all things came to be through him. So then also, when the Son says: Destroy this temple, and in three days I will raise it up—and he was speaking, it says, concerning his own body—another Scripture says that the Father raised his Son from the dead; and it says well, for he raised through his own Word and Son the flesh of his Son. And we do not say that the body is a Son by nature of God, but the body of the Son of God. When the body, then, is raised, the Son is understood to have been raised from the dead. For this reason we say according to the flesh that he both died and was buried and was raised from the dead; but according to the spirit he was both in heaven and on earth and everywhere. Since, then, he who was formerly rich, that is, God, afterward became poor, that is, man, and was made like us in all things without sin; and for this reason as man he receives life, he who has life, for he himself is the life—
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:14 · narrative
Source
λαμβάνει δὲ δι' ἡμᾶς, καὶ ὡς ἄνθρωπος προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ ἡ ἀΐδιος τοῦ Θεοῦ δύναμις καὶ σοφία, καὶ ὡς ἄνθρωπος ἁγιάζεται ὁ ἅγιος, καὶ μὴ χρείαν ἔχων ἁγιασμοῦ· Ὑπὲρ αὐτῶν γὰρ, φησὶν, ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ὡς ἄνθρωπος ὑψοῦται λαβὼν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ὅπερ ἀεὶ κατὰ φύσιν ἔχει. Θεὸς γὰρ ἦν, φησὶν, ὁ Λόγος.
Ὅσα οὖν λέγει ἡ Γραφὴ ὅτι ἔλαβεν ὁ Υἱὸς, διὰ τὸ σῶμα αὐτοῦ λέγει, ὅπερ σῶμα ἀπαρχή ἐστι τῆς Ἐκκλησίας· Ἀπαρχὴ γὰρ, φησὶν, ὁ Χριστός. Τῆς οὖν ἀπαρχῆς λαβούσης ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, συνηγέρθη δυνάμει καὶ τὸ φύραμα, καὶ συνεκαθέσθη, κατὰ τὸ λεγόμενον· Καὶ συνήγειρε καὶ συνεκάθισε. Καὶ διὰ τοῦτο χάριν ἔλαβον οἱ ἄνθρωποι τὸ καλεῖσθαι θεοὶ καὶ υἱοὶ Θεοῦ. Πρῶτον οὖν τὸ ἴδιον σῶμα ἤγειρεν ὁ Κύριος ἐκ νεκρῶν, καὶ ὕψωσεν ἐν ἑαυτῷ· μετὰ ταῦτα ἐγερεῖ καὶ τὰ μέλη τοῦ σώματος αὐτοῦ, ἵνα χαρίσηται αὐτοῖς τὰ πάντα, ὡς Θεὸς, ὅσα αὐτὸς ὡς ἄνθρωπος ἔλαβεν. Αὐτὸς οὖν ἑαυτῷ χαρίζεται ζωὴν, καὶ αὐτὸς ἑαυτὸν ἁγιάζει, καὶ αὐτὸς ἑαυτὸν ὑψοῖ. Ὅτε οὖν λέγει, ὅτι ὁ Πατὴρ ἡγίασεν αὐτὸν, καὶ ἤγειρεν αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἔδωκεν αὐτῷ ζωήν· δῆλον, ὅτι δι' αὐτοῦ τὰ πάντα ποιεῖ ὁ Πατήρ. Δι' αὐτοῦ οὖν αὐτὸν ἐγείρει, καὶ δι' αὐτοῦ αὐτὸν ἁγιάζει, καὶ δι' αὐτοῦ αὐτὸν ὑψοῖ, καὶ δι' αὐτοῦ αὐτῷ ζωὴν δίδωσι. Καὶ ὅτε παρατίθεται τὸ πνεῦμα αὐτοῦ εἰς χεῖρας τοῦ Πατρὸς, ὡς ἄνθρωπος ἑαυτὸν παρατίθεται τῷ Θεῷ, ἵνα πάντας ἀνθρώπους παραθῆται τῷ Θεῷ. Αὐτὸς γάρ ἐστιν ἡ χεὶρ, καὶ αἱ χεῖρες τοῦ Πατρός. Καὶ ὅτε λέγει·
English
He receives this for our sake, and as a man the eternal power and wisdom of God advanced in wisdom and stature, and as a man the Holy One is sanctified, though he has no need of sanctification; for he says, For their sake I sanctify myself, that they also may be sanctified in truth. And as a man he is exalted, having received the name that is above every name, which he always has by nature. For, he says, the Word was God.
Whatever, then, the Scripture says that the Son received, it says because of his body, which body is the firstfruits of the Church; for, he says, Christ is the firstfruits. When the firstfruits, then, received the name that is above every name, the lump was also raised with him in power and seated with him, according to what is said: And he raised and seated us together. And for this reason men received the grace of being called gods and sons of God. First, then, the Lord raised his own body from the dead and exalted it in himself; after this he will also raise the members of his body, in order to grant them all things, as God, whatever he himself received as a man. He, then, grants life to himself, and he sanctifies himself, and he exalts himself. When, therefore, he says that the Father sanctified him, and raised him, and granted him the name that is above every name, and gave him life, it is clear that the Father does all things through him. Through him, then, he raises him, and through him he sanctifies him, and through him he exalts him, and through him he gives him life. And when he commends his spirit into the hands of the Father, as a man he commends himself to God, in order that he may commend all men to God. For he himself is the hand, and the hands of the Father. And when he says:
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:15 · narrative
Source
Πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με, ἐκ προσώπου τῆς Ἐκκλησίας λέγει, ἥτις, πρότερον κτισθεῖσα, μετὰ ταῦτα γεννᾶται ἐκ Θεοῦ. Διὰ τοῦτο πρῶτον κεῖται ἐν τῇ Παροι μίᾳ τὸ, Ἔκτισέ με ὁ Κύριος, καὶ ὕστερος τὸ, ἐγέννησε. Καὶ ὅτε λέγει ἡ Γραφὴ περὶ Πατρός· Οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς; ὁμοίως καὶ περὶ Υἱοῦ λέγει, ὅτι δι' αὐτοῦ ἐκτίσθη τὰ πάντα· τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἁγίου Πνεύματος λέγεται· Ἀντανελεῖς, φησὶ, τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Καὶ ὅτε λέγει ὁ Υἱὸς περὶ Πατρὸς τῷ Πέτρῳ· Μακάριος εἶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· τὰ αὐτὰ περὶ ἑαυτοῦ λέγει· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Ὁμοίως δὲ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ὁ Παῦλος λέγει· Ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ οὖν τὸ πνεῦμα τοῦ ἀνθρώπου τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τῆς οὐσίας οὐ κεχώρισται, οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τῆς θεότητος αὐτοῦ καὶ τῆς οὐσίας οὐκ ἔστιν ἀλλότριον. Καὶ ὅταν λέγῃ ὁ Κύριος ἐν Ἡσαΐᾳ· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν, ἐν τῷ Εὐαγγελίῳ λέγει· Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. Καὶ πάλιν·
English
Before all the hills he begets me, he says, speaking in the person of the Church, which, having been created first, afterward is begotten of God. For this reason, in Proverbs the statement "The Lord created me" is placed first, and "he begot" later. And when the Scripture says concerning the Father: "Did not one God create us?" it likewise says concerning the Son that all things were created through him; and the same things are said also concerning the Holy Spirit: "You will take away their spirit," it says, "and they will fail, and they will return to their dust. You will send forth your Spirit, and they will be created, and you will renew the face of the earth." And when the Son says concerning the Father to Peter: "Blessed are you, because flesh and blood did not reveal it to you, but my Father who is in the heavens," he says the same things concerning himself: "No one knows the Father except the Son, and the one to whom the Son wishes to reveal him." Likewise also concerning the Holy Spirit Paul says: "But God has revealed it to us through his Spirit. For the Spirit searches all things, even the depths of God. For who among men knows the things of a man except the spirit of the man that is in him? So also no one has known the things of God except the Spirit of God." Just as, therefore, the spirit of a man is not separated from his humanity and his essence, so also the Spirit of God is not alien to his divinity and his essence. And when the Lord says in Isaiah: "I have begotten sons and raised them up, but they have rejected me," he says in the Gospel: "That which is born of the flesh is flesh, and that which is born of the Spirit is spirit." And again:
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:16 · narrative
Source
Τὸ Πνεῦμα ὅπου θέλει, πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. Ἐν δὲ τῇ ἀρχῇ τοῦ Εὐαγγελίου Ἰωάννης λέγει· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Ὅσοι οὖν ἐκ Πνεύματος ἁγίου ἐγεννήθησαν, οὗτοι ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, οὗτοι εἰς Πατέρα καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθησαν. Καὶ πάλιν, ὅτε λέγει ὁ Πέτρος τῷ Ἀνανίᾳ· Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ὥστε ὁ ψευσάμενος τῷ ἁγίῳ Πνεύματι, τῷ Θεῷ ἐψεύσατο, τῷ κατοικοῦντι ἐν ἀνθρώποις διὰ τοῦ Πνεύματος αὐτοῦ. Ὅπου γάρ ἐστι τὸ Πνεῦμα τοῦ Θεοῦ, ἐκεῖ ἐστιν ὁ Θεός· Ἐν τούτῳ γὰρ, φησὶ, γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν μένει, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν Καὶ ὅτε μὲν λέγει ἡ Γραφὴ, ὅτι Πνεῦμα ἅγιον ἐλάλει ἐν τοῖς προφήταις, ἀλλαχοῦ λέγει ὁ μακάριος Παῦλος, ὅτι ὁ Πατὴρ ἐλάλει ἐν τοῖς προφήταις· Πολυμερῶς γὰρ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς
English
The Spirit blows where it wills, and you hear its voice; but you do not know where it comes from and where it goes. So is everyone who has been born of the Spirit. And at the beginning of the Gospel John says: But to all who received him, he gave authority to become children of God, to those who believe in his name; who were born not of blood, nor of the will of a man, nor of the will of the flesh, but of God. Therefore, all who have been born of the Holy Spirit, these have been born of God. And all who were baptized into Christ, these were baptized into the Father and the Holy Spirit. And again, when Peter says to Ananias: Why has Satan filled your heart, that you should lie to the Holy Spirit and keep back from the price of the field? You have not lied to men but to God. So that the one who lied to the Holy Spirit lied to God, who dwells in men through his Spirit. For where the Spirit of God is, there is God; for in this, he says, we know that God remains in us, that he has given us of his Spirit. And when the Scripture says that the Holy Spirit was speaking in the prophets, elsewhere the blessed Paul says that the Father was speaking in the prophets; for God, having spoken long ago to the fathers in many portions and in many ways, in the
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:17 · narrative
Source
προφήταις, ἐπ' ἐσχάτου τοῦ ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ ἀλλαχοῦ λέγει, ὅτι ὁ Υἱὸς λαλεῖ· Εἰ δοκιμὴν, φησὶ, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ὁ δὲ Υἱὸς τὸ Πνεῦμα εἶπε τὸ λαλοῦν ἐν τοῖς ἀποστόλοις, Ὅταν, φησὶ, παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, μὴ μεριμνήσητε, πῶς, ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσητε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Καὶ ὁτὲ μὲν ὁ Ἀπόστολος λέγει, ὅτι τὰ σώματα τῶν πιστῶν ναός ἐστι τοῦ ἁγίου Πνεύματος, ὁτὲ δὲ τὰ μέλη αὐτῶν μέλη Χριστοῦ, ὁτὲ δὲ αὐτοὺς ναὸν εἶναι τοῦ Πατρός· Ὑμεῖς γὰρ, φησὶ, ναός ἐστε Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός· καὶ, Εἴ τις φθείρῃ τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ πάλιν· Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον οἰκεῖ ἐν ὑμῖν; Εἴ τις γάρ ἐστι ναὸς τοῦ Πνεύματος, οὗτος ναός ἐστι τοῦ Υἱοῦ καὶ τοῦ Πατρός· ὅπου γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ, ἐκεῖ ὁ Θεὸς κατοικεῖ. Καὶ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Ὁμοίως δὲ καὶ περὶ τοῦ Πνεύματος λέγει, ὅτι Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Πρὸς δὲ Κορινθίους γράφει Παῦλος· Τὸ δὲ Πνεῦμα ζωοποιεῖ. Ὁρᾷς, ὅτι ἅπερ ἐστὶν ἔργα τοῦ Πατρὸς, ταῦτα λέγει ἡ Γραφὴ τοῦ Υἱοῦ εἶναι, καὶ τοῦ ἁγίου Πνεύματος· ὡς καὶ ὁ Ἀπόστολος ἐδίδαξε λέγων· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ Πνεῦμα τὸ αὐτό·
English
by the prophets, in these last days he spoke to us in the Son. And elsewhere he says that the Son speaks: If, he says, you seek a proof of the Christ who speaks in me. But the Son said that the Spirit speaks in the apostles: When, he says, they deliver you up to councils, do not be anxious how or what you shall speak; for it shall be given to you in that hour what you shall speak. For it is not you who speak, but the Spirit of your Father who speaks in you. And sometimes the Apostle says that the bodies of the faithful are a temple of the Holy Spirit, and sometimes that their members are members of Christ, and sometimes that they are a temple of the Father: For you, he says, are a temple of the living God, as God said: I will dwell in them and walk among them, and I will be their God, and they shall be my people; and, If anyone destroys the temple of God, God will destroy him. And again: Do you not know that you are a temple of God, and the Holy Spirit of God dwells in you? For if anyone is a temple of the Spirit, he is a temple of the Son and of the Father; for where the Spirit of God dwells, there God dwells. And, As the Father raises the dead and gives life, so also the Son gives life to whom he wills. Likewise also concerning the Spirit he says that It is the Spirit that gives life, the flesh profits nothing. And Paul writes to the Corinthians: But the Spirit gives life. Do you see that the works which are the Father's, Scripture says are the Son's and the Holy Spirit's; as the Apostle also taught, saying: There are diversities of gifts, but the same Spirit;
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:18 · narrative
Source
καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ αὐτὸς ὁ Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Εἰρηκὼς οὖν, ὅτι ὁ Πατήρ ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, καὶ μετ' ὀλίγον λέγει τὸ ἅγιον Πνεῦμα εἶναι τὸ ἐνεργοῦν τὰ πάντα ἐν πᾶσι. Πάντα δὲ ταῦτα, φησὶν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἴδια ἑκάστῳ, καθὼς βούλεται. Καὶ ὅτε μὲν ὁ μακάριος Παῦλος διδάσκει περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι ἀῤῥαβὼν τῆς κληρονομίας ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ Δαβὶδ λέγει τὸν Κύριον εἶναι τὴν κληρονομίαν· Κύριος γὰρ, φησὶ, μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Καὶ ἀλλαχοῦ λέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα, σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῆ ζώντων. Ὁ δὲ Ἱερεμίας λέγει, ὅτι Ὁ πλάσας τὰ πάντα,αὐτὸς κληρονομία τοῦ Ἰακὼβ, Κύριος ὄνομα αὐτῷ. Τῶν οὖν προφητῶν τὸν Κύριον κληρονομίαν λεγόντων τῶν ἁγίων, ὁ Παῦλος τὸ ἅγιον Πνεῦμα κληρονομίαν εἶναι εἶπεν· Ἐν ᾧ, φησὶ, καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν· ὡς καὶ Μωσῆς τὸ πρόσωπον ἐσφραγίσθη τῷ ἁγίῳ Πνεύματι, ὅτε ἔλαβε νόμον παρὰ Θεοῦ, καὶ οὐδεὶς ἠδύνατο αὐτῷ ἀτενίσαι τῶν υἱῶν Ἰσραήλ· ἐσημειώθη γὰρ ἐπ' αὐτὸν τὸ φῶς τοῦ προσώπου Κυρίου· ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὁ Θεὸς γὰρ φῶς ἐστιν· ὁμοίως δὲ καὶ ὁ Υἱὸς φῶς ἐστι, διότι τῆς αὐτῆς οὐσίας ἐστὶ τοῦ ἀληθινοῦ φωτὸς, ὡς καὶ Ἡσαΐας λέγει· Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογὶ καιομένῃ.
English
And there are varieties of ministries, and the Lord himself; and there are varieties of workings, but the same God who works all things in all. Having said, then, that the Father is the one who works all things in all, a little later he says that the Holy Spirit is the one working all things in all. But all these things, he says, the one and the same Spirit works, distributing to each one individually as he wills. And when the blessed Paul teaches concerning the Holy Spirit, that the Holy Spirit is the earnest of the inheritance, David says that the Lord is the inheritance; for the Lord, he says, is the portion of my inheritance and of my cup. And elsewhere he says: I cried to you, O Lord; I said, you are my hope, my portion in the land of the living. And Jeremiah says that he who formed all things, he himself is the inheritance of Jacob, the Lord is his name. Since, then, the prophets say that the Lord is the inheritance of the saints, Paul said that the Holy Spirit is the inheritance: In whom, he says, also having believed, you were sealed with the Holy Spirit of promise, who is the earnest of our inheritance; just as Moses also had his face sealed with the Holy Spirit, when he received the law from God, and none of the sons of Israel could look intently at him; for the light of the face of the Lord was marked upon him; as also it is written in the Gospel: Then the righteous will shine as the sun in the kingdom of their Father. For God is light; and likewise the Son also is light, because he is of the same substance of the true light, as Isaiah also says: And the light of Israel will be as fire, and he will sanctify him in a burning flame.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:19 · narrative
Source
Ἐν δὲ τῷ Εὐαγγελίῳ Ἰωάννης ὁ Βαπτιστὴς λέγει περὶ τοῦ Κυρίου· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἀλλαχοῦ δὲ λέγει τὸν Κύριον τὸν ἁγιάζοντα. Ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. Καὶ ὅτε τὸν Θεὸν καλεῖ πῦρ ἡ Γραφή· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, ὁμοίως καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου λέγει· ὅτι Ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ὅσοι γὰρ Πνεῦμα Θεοῦ φοροῦσι, φῶς φοροῦσι· καὶ οἱ φοροῦντες φῶς Χριστόν εἰσιν ἐνδεδυμένοι· καὶ οἱ ἐνδεδυμένοι Χριστὸν Πατέρα ἐνδέδυνται. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Οἱ γὰρ φοροῦντες τὸ Πνεῦμα τοῦ Θεοῦ ἀφθαρσίαν φοροῦσιν· ἀφθαρσία δέ ἐστιν ὁ Θεός. Καὶ ὅτε λέγει Δαβίδ· Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; περὶ τοῦ ἁγίου Πνεύματος
English
But in the Gospel John the Baptist says concerning the Lord: He himself will baptize you with the Holy Spirit and fire. And elsewhere he calls the Lord the one who sanctifies: I am the Lord who sanctifies them. And when the Scripture calls God a fire: Our God is a consuming fire, in the same way it also says concerning the Holy Spirit: that there appeared to the apostles tongues as of fire, distributed, and it sat upon each one of them, and they were all filled with the Holy Spirit, and they began to speak in other tongues, as the Spirit gave them utterance. For all who bear the Spirit of God bear light; and those who bear light have put on Christ; and those who have put on Christ have put on the Father. For this corruptible must put on incorruption, and this mortal must put on immortality. For those who bear the Spirit of God bear incorruption; and incorruption is God. And when David says: Many say, Who will show us good things? — concerning the Holy Spirit
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:20 · narrative
Source
λέγει· καὶ ἀλλαχοῦ εἴρηκε· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Καὶ ὁ Ματθαῖος περὶ τοῦ Πατρὸς οὕτω λέγει· Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Ὁ δὲ Λουκᾶς τὸν αὐτὸν τρόπον ἱστορῶν ἑρμηνεύει, τί ἐστι τὰ ἀγαθὰ, λέγων· Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. Εἰ μὴ γὰρ ἦν τῆς οὐσίας τοῦ μόνου ἀγαθοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἀγαθὸν ἐκλήθη, ὁπότε ὁ Κύριος παραιτεῖται τὸ καλεῖσθαι ἀγαθὸς, καθὸ ἄνθρωπος γέγονε, λέγων· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὸ δὲ ἅγιον Πνεῦμα οὐ παραιτεῖται ἡ Γραφὴ καλεῖν ἀγαθὸν, κατὰ τὸν Δαβὶδ τὸν λέγοντα· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Καὶ ὅτε πάλιν ὁ Κύριος λέγει περὶ ἑαυτοῦ· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἀλλαχοῦ τὸ ἅγιον Πνεῦμα καλεῖ ἄρτον οὐράνιον λέγων· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἐδίδαξε γὰρ ἡμᾶς ἐν τῇ εὐχῇ ἐν τῷ νῦν αἰῶνι αἰτεῖν τὸν ἐπιούσιον ἄρτον, τουτέστι τὸν μέλλοντα, οὗ ἀπαρχὴν ἔχομεν ἐν τῇ νῦν ζωῇ, τῆς σαρκὸς τοῦ Κυρίου μεταλαμβάνοντες, καθὼς αὐτὸς εἶπεν· Ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Πνεῦμα γὰρ ζωοποιοῦν ἡ σάρξ ἐστι τοῦ Κυρίου, διότι ἐκ Πνεύματος τοῦ ζωοποιοῦ συνελήφθη. Τὸ γὰρ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστι.
English
He says: and elsewhere he has said: The Lord will not withhold good things from those who walk in innocence. And Matthew says concerning the Father thus: If you then, being evil, know how to give good gifts to your children, how much more will your Father who is in the heavens give good things to those who ask him? But Luke, recording in the same way, explains what the good things are, saying: If you then, being evil, know how to give good gifts to your children, how much more will your Father who is in the heavens give the Holy Spirit to those who ask him? For if the Holy Spirit were not of the substance of the only good one, he would not have been called good, since the Lord declines to be called good, insofar as he became man, saying: Why do you call me good? No one is good except one, God. But Scripture does not decline to call the Holy Spirit good, according to David who says: Your good Spirit will guide me in the right land. And again, when the Lord says concerning himself: I am the living bread that came down from heaven. Elsewhere he calls the Holy Spirit heavenly bread, saying: Give us today our supersubstantial bread. For he taught us in the prayer to ask in the present age for the supersubstantial bread, that is, the one to come, of which we have the firstfruits in the present life, partaking of the flesh of the Lord, just as he himself said: And the bread which I will give is my flesh for the life of the world. For the flesh of the Lord is a life-giving Spirit, because it was conceived from the life-giving Spirit. For what is born of the Spirit is Spirit.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:21 · narrative
Source
Καὶ ὅτε λέγει ὁ Ἱερεμίας περὶ τοῦ Θεοῦ, ὅτι αὐτὸς ὡδήγησε τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· Καὶ οὐκ εἴπατε, φησὶ, Ποῦ ἐστιν ὁ Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ; Ὁ Ἡσαΐας τὸ Πνεῦμα τὸ ἅγιον εἶπεν ὡδηγηκέναι τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· ἔστι γοῦν ἀκοῦσαι αὐτοῦ λέγοντος· Ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου ὡς ἵππον διὰ τῆς ἐρήμου· καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ τοῦ πεδίου. Καὶ κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς. Πρὸς δὲ Κορινθίους γράφει ὁ Ἀπόστολος, ὅτι Χριστὸς ἦν ὁ ὁδηγῶν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ ὅτε λέγει ὁ Παῦλος ὑπὸ τοῦ Θεοῦ κεκλῆσθαι αὐτόν· Ὁ Θεὸς, φησὶν, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. Ῥωμαίους δὲ ὑπὸ τοῦ Χριστοῦ κεκλῆσθαι λέγει γράφων πρὸς αὐτούς· Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὸν Παῦλον καὶ τὸν Βαρνάβαν κεκληκέναι εἴρηκεν εἰς τὸ τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν Χριστόν. Καὶ τό γε θαυμαστὸν, τοῦ Ἰησοῦ εἰπόντος Παύλῳ ἐν τῷ ἱερῷ· Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστέλλω σε· καὶ τοῦ Παύλου Γαλάταις γράφοντος, Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· καὶ μετ' ὀλίγον· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τοῦτο, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ·
English
And when Jeremiah says concerning God that he himself led Israel in the wilderness: And you did not say, he says, Where is the Lord, who brought us up out of the land of Egypt, who guided us in the wilderness? Isaiah said that the Holy Spirit led Israel in the wilderness; at any rate one may hear him saying: He brought them through the abyss as a horse through the wilderness, and they did not grow weary, and as cattle through the plain. And the Spirit came down from the Lord, and guided them. And the Apostle writes to the Corinthians that it was Christ who was leading them: For they drank from the spiritual rock that followed them; and the rock was Christ. And when Paul says that he was called by God: God, he says, who set me apart from my mother's womb, and called me through his grace, to reveal his Son in me, that I might preach him among the Gentiles. And he says that the Romans were called by Christ, writing to them: Among whom you also are called of Jesus Christ. And he has said that the Holy Spirit called Paul and Barnabas to preach Christ to the Gentiles. And this is the wonderful thing, that Jesus said to Paul in the temple: Go, for I will send you far away to the Gentiles; and that Paul writes to the Galatians: Paul, an apostle not from men, nor through a man, but through Jesus Christ, and God the Father who raised him from the dead; and shortly after: I make known to you, brothers, that this Gospel is not according to man; for neither did I receive it from a man, nor was I taught it, but through a revelation of Jesus Christ.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:22 · narrative
Source
τὸ Πνεῦμα τὸ ἅγιον ἀποστεῖλαν τόν τε Παῦλον καὶ τὸν Βαρνάβαν φαίνεται, κηρῦξαι τοῖς ἔθνεσι τὸν Χριστόν. Καὶ ὁτὲ μὲν ἐκ προσώπου τοῦ Πατρὸς λαλοῦσιν οἱ προφῆται, ὡς ὅταν ἐν Ψαλμοῖς λέγῃ ὁ Θεός· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, Εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· καὶ καθὼς ὁ Πέτρος εἴρηκε· Προφήτης οὖν ὑπάρχων ὁ Δαβὶδ, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι τὸν Χριστὸν κατὰ σάρκα ἐπὶ τοῦ θρόνου αὐτοῦ· ὁτὲ δὲ ἐκ προσώπου τοῦ Υἱοῦ, ὡς ὅταν λέγῃ ὁ Ἡσαΐας· Τάδε λέγει Κύριος· Δι' ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Διὰ τοῦτο γνώσεται ὁ λαός μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ ὄνομά μου· ὅτι ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι· ὁτὲ δὲ ἐκ προσώπου τοῦ ἁγίου Πνεύματος, ὡς ὅταν ὁ μὲν προφήτης Ἄγαβος λέγῃ· Τάδε λέγει τὸ Πνεῦμα τὸ
ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ πάλιν ὁ Παῦλος πρὸς Τιμόθεον γράφει· Τὸ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως· καὶ πάλιν· Εἶπε τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ τοῦ Αἰθίοπος τοῦ εὐνούχου. Καὶ ὁ μὲν προφήτης Ἰεζεκιὴλ, αἰτιώμενος τὸν παλαιὸν λαὸν, ἔλεγε· Καὶ ἐλύπησάν με ἐν πᾶσι τούτοις, λέγει Κύριος. Ὁ δὲ Παῦλος γράφει τῷ νέῳ λαῷ· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Καὶ ὁ μὲν Δαβὶδ περὶ τῶν Ἰουδαίων λέγει· Καὶ παρώξυναν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Ἡσαΐας περὶ αὐτῶν·
English
The Holy Spirit is shown to have sent both Paul and Barnabas to proclaim Christ to the Gentiles. And sometimes the prophets speak in the person of the Father, as when God says in the Psalms: Once I swore in my holiness, shall I lie to David? His seed shall remain forever, and his throne as the sun before me; and again: From the fruit of your loins I will set upon your throne; and as Peter has said: Therefore, being a prophet, and knowing that God had sworn to him with an oath that from the fruit of his loins the Christ would sit according to the flesh upon his throne. And sometimes in the person of the Son, as when Isaiah says: Thus says the Lord: Because of you my name is blasphemed continually among the Gentiles. Therefore my people shall know my name in that day, that I am he, I myself who speak am present. And sometimes in the person of the Holy Spirit, as when the prophet Agabus says: Thus says the Holy Spirit: The man whose belt this is. And again Paul writes to Timothy: The Spirit says expressly that in later times some will depart from the faith; and again: The Spirit said to Philip: Approach and join yourself to this chariot of the Ethiopian eunuch. And the prophet Ezekiel, accusing the old people, said: And they grieved me in all these things, says the Lord. But Paul writes to the new people: And do not grieve the Holy Spirit of God, in whom you were sealed for the day of redemption. And David says concerning the Jews: And they provoked God in the wilderness; but Isaiah concerning them:
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:23 · narrative
Source
Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν. Καὶ ὁ Στέφανος ἐν ταῖς Πράξεσι λέγει· Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν. Καὶ ὅτε μὲν λέγει ὁ Παῦλος περὶ Πατρός· Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ Υἱοῦ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ὁμοίως λέγει· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ὁ δὲ Κύριος τῷ Σατανᾷ λέγει περὶ ἑαυτοῦ· Οὐκ ἐκπειράσεις Κύριον, τὸν Θεόν σου· ὁ δὲ Πέτρος εἶπε πρὸς τὴν Σαπφείραν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; Καὶ ὁ Θεὸς μέν ἐστιν ὁ περιέχων καὶ πληρῶν τὰ πάντα, ὡς καὶ διὰ τοῦ Ἡσαΐου λέγει· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· Ὁμοίως καὶ περὶ τοῦ Υἱοῦ γράφει ὁ Παῦλος. Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἁγίου Πνεύματός φησιν ὁ Δαβίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Τὸ δὲ εἰπεῖν αὐτόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; ἔδειξεν ἡμῖν καὶ τὸ ἅγιον Πνεῦμα εἶναι τὸ τὰ πάντα πληροῦν· Καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Τίς δὲ παραγέγονεν εἰς τὸν ᾅδην εἰ μὴ ὁ Υἱὸς ὁ ἐκ νεκρῶν ἀναστάς; καὶ ὅτε μὲν λέγει ὁ Στέφανος ἐν ταῖς Πράξεσιν· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραάμ· τὰ αὐτὰ καὶ περὶ Υἱοῦ ὁ Παῦλος λέγει·
English
But they were disobedient and provoked the Holy Spirit, and he turned against them in hostility. And Stephen says in the Acts: You stiff-necked and uncircumcised in heart and ears, you always resist the Holy Spirit, as your fathers did. And when Paul says concerning the Father: God who justifies, who is the one who condemns? he says the same things likewise concerning the Son and concerning the Holy Spirit: But you washed yourselves, but you were sanctified, but you were justified in the name of our Lord Jesus Christ, and in the Spirit of our God. And the Lord says to Satan concerning himself: You shall not tempt the Lord your God; and Peter said to Sapphira: Why is it that you agreed together to tempt the Spirit of the Lord? And God is the one who contains and fills all things, as he also says through Isaiah: I fill the heaven and the earth, says the Lord; and Paul writes likewise concerning the Son: He who descended is himself also the one who ascended above all the heavens, so that he might fill all things. And David says the same things also concerning the Holy Spirit: Where shall I go from your Spirit, and from your face where shall I flee? And by saying, Where shall I go from your Spirit? he showed us that the Holy Spirit is also the one who fills all things; and, From your face where shall I flee? If I ascend into heaven, you are there; if I descend into Hades, you are present. And who has come into Hades if not the Son who rose from the dead? And when Stephen says in the Acts: The God of glory appeared to our father Abraham, Paul says the same things also concerning the Son.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:24 · narrative
Source
Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ὁμοίως δὲ καὶ ὁ Δαβὶδ λέγει· Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Μία γὰρ δόξα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· Τὴν δόξαν μου, φησὶν ἡ Γραφὴ, ἑτέρῳ οὐ δώσω· οὐ γάρ ἐστι δεύτερος Θεὸς ὁ Υἱὸς, ἀλλὰ Λόγος τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, θεολογούμενος ἐν Πατρὶ, ὡς καὶ ὁ Πατὴρ ἐν Υἱῷ θεολογεῖται· καθὼς καὶ Ἡσαΐας λέγει θεολογῶν Υἱὸν σὺν Πατρί· Καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ πλὴν σοῦ Θεὸς οὐκ ἔστι. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ. Ἀντίκεινται δὲ αὐτῷ οἱ μὴ ὁμολογοῦντες αὐτὸν καὶ τὸ Πνεῦμα αὐτοῦ τῆς αὐτῆς τῷ Πατρὶ οὐσίας, καὶ πλὴν αὐτοῦ μὴ εἶναι Θεὸν, καὶ οἱ τὸ πάθος αὐτοῦ καὶ τὴν πτωχείαν ἐπαισχυνόμενοι. Οὐδεὶς γὰρ δύναται γνῶναι Θεὸν, ἐὰν μὴ τὸν σταυρωθέντα καὶ ἐκ νεκρῶν ἀναστάντα ὁμολογήσῃ σὺν τῷ ἀποστόλῳ Θωμᾷ Κύριον καὶ Θεὸν τὸν λέγοντα τοῖς ἀποστόλοις αὐτοῦ· Εἰ γὰρ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπάρτι γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτόν. Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου. Καὶ πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν Πατέρα; Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἀπ' ἐμαυτοῦ λαλῶ. Ὁ δὲ Πατήρ μου ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.
English
For if they had known, they would not have crucified the Lord of glory; and likewise David also says: The Lord of hosts, he is the King of glory. For there is one glory of the Father and of the Son and of the Holy Spirit. My glory, says the Scripture, I will give to another; for the Son is not a second God, but the Word of the one and only God, being theologized in the Father, just as the Father is theologized in the Son; as also Isaiah says, theologizing the Son together with the Father: And they shall worship you and shall pray in you, because God is in you, and besides you there is no God. For you are God, and we did not know, the God of Israel, the Savior. All who oppose him shall be ashamed and confounded. And they oppose him who do not confess him and his Spirit to be of the same essence as the Father, and that besides him there is no God, and those who are ashamed of his passion and his poverty. For no one can know God unless he confesses the one who was crucified and raised from the dead, together with the apostle Thomas, as Lord and God, the one who says to his apostles: If you had known me, you would have known my Father also, and from now on you know him and have seen him. Philip says to him: Lord, show us the Father, and it is enough for us. Jesus says to him: Have I been with you so long a time, and you have not known me? Philip, the one who has seen me has seen my Father. And how do you say: Show us the Father? Do you not believe that I am in the Father, and the Father is in me? The words that I speak, I do not speak from myself. But my Father who remains in me, he does the works.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:25 · narrative
Source
Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν. Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Ἔργον δὲ ἦν τοῦ Θεοῦ Πατρὸς τὸ ἐκβάλλειν τὰ δαιμόνια· ἐν Πνεύματι δὲ ἁγίῳ εἶπεν ἐκβάλλειν τὰ δαιμόνια· Εἰ δὲ ἐγὼ, φησὶν, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· Περὶ οὗ ὁ Λουκᾶς φησιν·
Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Ὅτε γὰρ ἡ Γραφὴ τὸν Χριστὸν βραχίονα ὀνομάζει τοῦ Πατρὸς, τὸ ἅγιον Πνεῦμα δάκτυλον Θεοῦ καλεῖ· καὶ ὅτε δὲ τὸν Υἱὸν Θεοῦ Λόγον ὀνομάζει, τὸ ἅγιον Πνεῦμα ἐμφύσημα τοῦ Θεοῦ λέγει. Καὶ πάλιν λέγει ὁ Ἀπόστολος· Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ, ὅτι Πάντα ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Περὶ τῆς ὑποταγῆς τοῦ κόσμου λέγει τῆς ἐν σαρκὶ αὐτοῦ ὑποτεταγμένης. Περὶ γὰρ τῆς βασιλείας αὐτοῦ τῆς θεϊκῆς Δανιὴλ ἐξέφρασε λέγων· Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καθὼς καὶ ὁ Λουκᾶς λέγει τὸν ἄγγελον Γαβριὴλ εἰρηκέναι πρὸς τὴν Παρθένον περὶ τοῦ Κυρίου· Καὶ βασιλεύσει, φησὶν, εἰς τὸν αἰῶνα καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Ὁ δὲ Ἀπόστολος λέγει τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ.
English
Believe me, that I am in my Father, and the Father is in me. But if not, believe me for the works themselves. Now it was the work of God the Father to cast out demons; but he said that he casts out demons by the Holy Spirit: But if I, he says, by the Spirit of God cast out demons; concerning which Luke says:
But if I by the finger of God cast out demons. For when the Scripture calls Christ the arm of the Father, it calls the Holy Spirit the finger of God; and when it calls the Son of God the Word, it says the Holy Spirit is the breath of God. And again the Apostle says: When he delivers the kingdom to God and the Father, when he abolishes every rule and every authority and power. For he must reign until he puts all his enemies under his feet. The last enemy to be abolished is death; for he subjected all things under his feet. But when he says that all things have been subjected, it is clear that this is except for the one who subjected all things to him. But when all things have been subjected to him, then the Son himself will also be subjected to the one who subjected all things to him, so that God may be all in all. He speaks concerning the subjection of the world, which was subjected in his flesh. For concerning his divine kingdom Daniel declared, saying: And of his kingdom there will be no end. Just as Luke also says that the angel Gabriel had spoken to the Virgin concerning the Lord: And he will reign, he says, forever, and of his kingdom there will be no end. But the Apostle says that his kingdom has an end.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:26 · narrative
Source
Δεῖ γὰρ αὐτὸν βασιλεύειν, φησὶν, ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὁμοίως δὲ καὶ ὁ Δαβίδ· Εἶπε, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τὸ λέγειν οὖν αὐτὸν, κάθου, ἀρχὴν σημαίνει· καὶ τὸ λέγειν, ἕως τεθῶσιν οἱ ἐχθροί σου, τέλος δείκνυσιν. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Τοῦτο δέ ἐστιν, ὅταν φησὶν ὑποταγῶμεν οἱ πάντες τῷ Υἱῷ, εὑρεθῶμεν αὐτοῦ μέλη, καὶ γενώμεθα αὐτῷ εἰς υἱοὺς Θεοῦ. Ὑμεῖς γὰρ, φησὶν, εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ· τότε δὲ αὐτὸς ὑποταγήσεται ἀνθ' ἡμῶν τῷ Πατρὶ, ὡς κεφαλὴ ὑπὲρ τῶν ἰδίων μελῶν. Τῶν γὰρ μελῶν αὐτοῦ μηδέπω ὑποταγέντων πάντων, αὐτὸς, ἡ κεφαλὴ αὐτῶν, οὔπω ὑποτέτακται τῷ Πατρὶ, ἀναμένων τὰ ἴδια μέλη. Εἰ δὲ ἦν εἷς τῶν ὑποτεταγμένων, ἐξ ἀρχῆς ἂν ὑπετάσσετο τῷ Πατρὶ, καὶ οὐκ ἐπὶ τοῦ τέλους τοῦτο ἐποίει. Ἡμεῖς γάρ ἐσμεν οἱ ἐν αὐτῷ ὑποτασσόμενοι τῷ Πατρὶ, καὶ ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βασιλεύοντες, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ ἡμῶν ὑπὸ τοὺς πόδας ἡμῶν· διὰ γὰρ τοὺς ἐχθροὺς ἡμῶν ὁ Δεσπότης τῶν οὐρανῶν ἐν ὁμοιώματι ἡμῶν γέγονε, καὶ ἔλαβε τὸν ἀνθρώπινον θρόνον Δαβὶδ τοῦ κατὰ σάρκα πατρὸς αὐτοῦ εἰς τὸ ἀνοικοδομῆσαι καὶ ἀνορθῶσαι αὐτόν. Ἵνα, ὅταν ἀνορθωθῇ, οἱ πάντες ἐν αὐτῷ βασιλεύσωμεν, καὶ παραδῷ τὴν ἀνθρωπίνην βασιλείαν κατωρθωμένην τῷ Πατρὶ, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, βασιλεύων δι' αὐτοῦ, ὡς διὰ Λόγου Θεοῦ, μετὰ τὸ βασιλεῦσαι αὐτὸν δι' αὐτοῦ, ὡς δι' ἀνθρώπου σωτῆρος. Καὶ ὅταν λέγῃ ὁ Πέτρος·
English
For he must reign, he says, until he has put all his enemies under his feet. And David likewise says: The Lord said to my Lord, Sit at my right hand, until I make your enemies a footstool for your feet. So the saying, Sit, signifies a beginning; and the saying, until your enemies are placed under, shows the end. But when all things are subjected to him, then the Son himself will also be subjected to the one who subjected all things to him, so that God may be all in all. And this is, he says, when we all are subjected to the Son, we are found to be his members, and become sons of God to him. For you, he says, are one in Christ Jesus; then he himself will be subjected on our behalf to the Father, as the head on behalf of his own members. For since his members have not yet all been subjected, he himself, their head, is not yet subjected to the Father, awaiting his own members. But if he were one of those subjected, he would have been subjected to the Father from the beginning, and would not be doing this at the end. For we are those who are subjected to the Father in him, and we are those who reign in him, until our enemies are placed under our feet; for because of our enemies the Lord of the heavens has become in our likeness, and has taken the human throne of David, his father according to the flesh, in order to rebuild and restore it. So that, when it is restored, we all may reign in him, and he may hand over the human kingdom, set aright, to the Father, so that God may be all in all, reigning through him, as through the Word of God, after he has reigned through him, as through a human savior. And when Peter says:
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:27 · narrative
Source
Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ Θεὸς τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε· οὐ περὶ τῆς θεότητος αὐτοῦ λέγει, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν, ἀλλὰ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἥτις ἐστὶ πᾶσα ἡ Ἐκκλησία, ἡ ἐν αὐτῷ κυριεύουσα καὶ βασιλεύουσα μετὰ τὸ αὐτὸν σταυρωθῆναι· καὶ χριομένη εἰς βασιλείαν οὐρανῶν, ἵνα συμβασιλεύσῃ αὐτῷ, τῷ δι' αὐτὴν ἑαυτὸν κενώσαντι, καὶ ἀναλαβόντι αὐτὴν διὰ τῆς δουλικῆς μορφῆς. Ὁ γὰρ Λόγος καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀεὶ ἦν Κύριος καὶ Θεός· καὶ οὐ μετὰ τὸ σταυρωθῆναι ἐποιήθη Κύριος καὶ Χριστός· ἀλλὰ, ὡς προεῖπον, τὴν ἀνθρωπότητα αὐτοῦ ἐποίησεν ἡ θεότης αὐτοῦ Κύριον καὶ Χριστόν· καὶ ὅταν λέγῃ· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν· καὶ, Τὸ μὲν Πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκός· τὸ δὲ θεϊκὸν, ὅπερ Θεοῦ. Τὸ γὰρ ἀνθρώπινον διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος· τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον. Ὥσπερ δὲ ὁ Πέτρος ἀκούσας περὶ τοῦ πάθους ἐδειλίασε, καὶ εἶπεν· Ἵλεώς σοι, Κύριε· ἐπιτιμῶν δὲ αὐτῷ ὁ Κύριος λέγει· Ὕπαγε
English
Let all the house of Israel therefore know assuredly that God has made this Jesus both Lord and Christ, this one whom you crucified. He is not speaking about his divinity when he says that God made him both Lord and Christ, but about his humanity, which is the whole Church, which reigns and rules in him after he was crucified, and is anointed for the kingdom of heaven, so that it may reign together with him who for its sake emptied himself and took it up through the form of a servant. For the Word and the Son of God was always Lord and God, and it was not after being crucified that he was made Lord and Christ; but, as I said before, his divinity made his humanity Lord and Christ. And when he says, Father, if it is possible, let this cup pass from me; nevertheless not my will but yours be done; and, The spirit indeed is willing, but the flesh is weak — here he shows two wills, the one human, which belongs to the flesh, and the one divine, which belongs to God. For the human will, because of the weakness of the flesh, shrinks from the passion, but his divine will is willing. And just as Peter, when he heard about the passion, was afraid and said, Mercy to you, Lord, and the Lord, rebuking him, says, Get behind
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:28 · narrative
Source
ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· οὕτως καὶ ἐνταῦθα νοεῖται· γενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων, παραιτεῖται τὸ πάθος, ὡς ἄνθρωπος· Θεὸς δὲ ὢν, καὶ κατὰ τὴν οὐσίαν τὴν θεϊκὴν ἀπαθὴς ὑπάρχων, προθύμως ὑπεδέξατο τὸ πάθος καὶ τὸν θάνατον· διότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου· ὅτι Θεὸς ἦν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, ἀποθνήσκων ἑκοντὶ, καὶ ἐγειρόμενος κατ' ἐξουσίαν ἰδίαν ὡς Θεὸς, ὡς καὶ Δαβὶδ εἶπεν· Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ αὖθις· Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον· Κύριος κρινεῖ λαούς. Λέγει δὲ καὶ ὁ Ἀπόστολος ἀλλαχοῦ· Ἔπαθεν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ. Δύναμις δέ ἐστι Θεοῦ ὁ Υἱὸς, παθὼν ἐξ ἀσθενείας, τουτέστιν, ἐκ τῆς σαρκικῆς συμπλοκῆς· καὶ παραιτούμενος τὸ πάθος, ὡς ἄνθρωπος· ζῶν δὲ διὰ τῆς ἑαυτοῦ δυνάμεως. Καὶ ὅτε λέγει ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· ἀλλαχοῦ ὁ αὐτὸς Ἰωάννης τὸν Υἱὸν λέγει ἀληθινὸν Θεόν· Οἴδαμεν γὰρ, φησὶν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει· καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος. Ὥστε ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, καὶ πρὸ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ μετὰ τὸ γενέσθαι μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Ἰησοῦν Χριστόν.
English
Get behind me, Satan; you are a stumbling block to me, for you do not think the things of God but the things of men. So it is understood here also: for having become in the likeness of men, he shrinks from suffering as a man; but being God, and being impassible according to the divine essence, he willingly received the suffering and death, because it was not possible for him to be held by death; for he was God, having become in the likeness of men, dying willingly, and rising by his own authority as God, as David also said: Let God arise, and let his enemies be scattered; and again: Arise, O Lord my God, in the command which you commanded, and the assembly of peoples will surround you. And for this, turn back on high; the Lord will judge the peoples. And the Apostle also says elsewhere: He suffered from weakness, but he lives by the power of God. And the power of God is the Son, who suffered from weakness, that is, from the fleshly entanglement, and who shrank from suffering as a man, but lives through his own power. And when the Lord says in the Gospel according to John: And this is eternal life, that they may know you, the only true God, and Jesus Christ whom you sent—elsewhere the same John calls the Son true God: For we know, he says, that the Son of God has come, and he has given us understanding, that we may know the true God, and we are in the true one, in his Son Jesus Christ. This is the true God, and eternal life. So that the Son is true God, both before he became man, and after he became mediator of God and men, the man Jesus Christ.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:29 · narrative
Source
Τοῦτο γάρ ἐστι, καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστὸν, τὸν ἡνωμένον Πατρὶ κατὰ Πνεῦμα, ἡμῖν δὲ κατὰ σάρκα, καὶ οὕτω μεσιτεύσαντα Θεῷ καὶ ἀνθρώποις· τὸν μὴ μόνον ἄνθρωπον, ἀλλὰ καὶ Θεὸν τὸν αὐτὸν ὄντα, καθὼς καὶ Ἱερεμίας λέγει· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης· καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Πότε δὲ συνανεστράφη τοῖς ἀνθρώποις, εἰ μὴ ὅτε συνεγεννήθη μετ' αὐτῶν ἐκ γυναικὸς, καὶ συνενηπίασε, καὶ συνηύξησε, καὶ συνέφαγε; Καὶ ἀλλαχοῦ λέγει· Βαθεῖα ἡ καρδία αὐτοῦ παρὰ πάντας· καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ὁμοίως δὲ καὶ Ἡσαΐας λέγει, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, καὶ Υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἀλλαχοῦ λέγει· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός. Θεὸς οὖν ἐστιν ὁ γεννηθεὶς ἐκ Παρθένου, καὶ γενόμενος ἄνθρωπος ἐκ Μαρίας τῆς Θεοτόκου. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἦν γὰρ αὐτὸν πρὸ τούτου θεωρήσας ἐν τῇ θεϊκῇ καὶ ἐνδόξῳ αὐτοῦ μορφῇ, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὅτε καὶ οἱ σεραφὶμ ἐδοξολόγουν αὐτὸν, λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ.
English
For this is also the one whom he sent, Jesus Christ, united to the Father according to the Spirit, but to us according to the flesh, and thus mediating between God and men; the same who is not only man but also God, just as Jeremiah also says: This is our God, no other shall be reckoned beside him. He found out every way of knowledge, and gave it to Jacob his child, and to Israel his beloved. After these things he appeared on earth and conversed with men. But when did he converse with men, if not when he was born with them from a woman, and grew up as a child with them, and increased with them, and ate with them? And elsewhere he says: Deep is his heart beyond all; and he is a man, and who shall know him? Likewise Isaiah also says that a child was born to us, and a son was given to us, whose beginning was made upon his shoulder. And his name is called Angel of great counsel, wonderful, counselor, mighty God, ruler, prince of peace, father of the age to come. And elsewhere he says: Behold, the Virgin shall conceive in the womb, and shall bear a son, and they shall call his name Emmanuel, which being interpreted is, God with us. Therefore God is the one born of the Virgin, and who became man from Mary the Theotokos. And again elsewhere he says: And we saw him, and he had no form, nor beauty. For he had seen him before this in his divine and glorious form, sitting upon a high and lifted-up throne, when the seraphim also glorified him, saying: Holy, holy, holy is the Lord of hosts.
khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:30 · narrative
Source
Καὶ μετὰ ταῦτα ὁρᾷ αὐτὸν δούλου μορφὴν λαβόντα, καὶ ἐν ὁμοιώματι ἀνθρώπου γενόμενον. Διὰ τοῦτο λέγει· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη· οὗτος τὰς μαλακίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ ἀλλαχοῦ λέγει περὶ αὐτοῦ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει. Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Οὐκ
ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν 10271028 ἡμᾶς. Ὁ δὲ Δαβὶδ λέγει· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Οὗτος γὰρ ὁ ἄνθρωπος ὁ γεννηθεὶς ἐν αὐτῇ, αὐτός ἐστιν ὁ Ὕψιστος, καθὼς ἐν ἄλλῳ ψαλμῷ λέγει· Καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ταῦτα δὲ ἀπὸ μέρους ἐγράψαμεν, ἵνα, καθὼς εἶπεν ὁ Ἀπόστολος, Μηκέτι ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν τῇ πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.
English
And after these things he sees him taking the form of a slave, and becoming in the likeness of man. For this reason he says: We saw him, and he had no form, nor beauty; but his form was dishonored, and failing more than all the sons of men. A man being in a plague, and knowing how to bear weakness. Because his face is turned away; he was dishonored and not accounted; this one bears our weaknesses, and is in pain concerning us. And we accounted him to be in toil, and plague, and affliction. But he was wounded for our sins; and he was made weak for our lawless deeds. And elsewhere he says concerning him: Behold our God renders judgment in return, and will render it in return. He himself will come and save us. Then the eyes of the blind will be opened, and the ears of the deaf will hear. Then the lame will leap like a deer, and the tongue of the stammerers will be clear. And again elsewhere he says: Not
an angel, nor an ambassador, but the Lord himself saved us. And David says: Mother Zion will say: A man and a man was born in her, and the Most High himself founded her. For this man who was born in her, he himself is the Most High, just as in another psalm he says: And let them know that your name is Lord; you alone are Most High over all the earth. And we have written these things in part, so that, just as the Apostle said, we may no longer be infants tossed to and fro and carried about by every wind of teaching in the dice-playing of men, in cunning for the scheming of error.
Citation. Tergwame, “De incarnatione et contra Arianos”, khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-marcellus-ancyranus-de-incarnatione-et-contra-arianos#s1
Colophon. Source: khazarzar ·
licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0037 ·
generated 2026-11-15.