khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:101 · narrative
Source
ταῦτα παρ' ἡμῶν ὁ κύριος ἐπιζητεῖ καὶ τὴν πρὸς αὐτὸν ἀδιάλειπτον ζήτησιν καὶ ὅταν ἴδῃ τὴν τοιαύτην τῆς ψυχῆς ἀγαθὴν προαίρεσιν καὶ ὀρθὴν πρὸς κύριον ζήτησιν, τότε δίδωσιν αὐτῇ τὴν χάριν ἐρχόμενος καὶ κατοικῶν ἐν ἡμῖν, καὶ τότε καρποὺς «τοῦ πνεύματος» φέρειν τὴν ψυχὴν καταξιοῖ εἰς καιρὸν σύκων ὥριμον γενομένην. ἐν ἑκάστῃ γὰρ ψυχῇ περιέρχεται ὁ κύριος ζητῶν καρπὸν τοῦ εἰσελθεῖν καὶ ἀναπαῆναι ἐν αὐτῇ, ὑπὲρ πάντων γὰρ ἀπέθανεν καὶ πᾶν γένος Ἀδὰμ ἠγόρασεν τῷ ἰδίῳ θανάτῳ. πᾶσα οὖν ψυχὴ χρεωστεῖ ἀποθανεῖν ἑαυτῇ καὶ αὐτῷ ζῆσαι καὶ δέξα σθαι αὐτὸν καὶ καταρτίσαι καὶ ἑτοιμάσαι οἶκον ἑαυτὴν καὶ τὸ σῶμα αὐτῆς τῷ κυρίῳ, ἵνα εἰσελθὼν καὶ ἀνάπαυσιν εὑρὼν ἐν τοῖς ἀγαθοῖς τῆς προαιρέσεως ἡμῶν τρόποις καὶ τραφεὶς καὶ ποτισθεὶς καὶ ἀμφι ασθεὶς καὶ ἀναπαεὶς ἐν ταῖς ἀρεταῖς τῆς ψυχῆς ἡμῶν ἐρῇ ἡμῖν τότε· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώ κατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» καὶ τὰ ἑξῆς. Ἔχοντες τοίνυν τοιαύτην προσδοκίαν καὶ τοιαύτην ἐλπίδα τοῦ εἰσελθεῖν καὶ ἀναπαῆναι τὸν κύριον εἰς τὰς ψυχὰς ἡμῶν, μᾶλλον δὲ ἀναπαῆναι τὰς ψυχὰς ἡμῶν ἐν τῷ κυρίῳ, πᾶν ὃ βλέπεις ἐν τῷ κόσμῳ τούτῳ γινόμενον νοερῷ ὀφθαλμῷ καὶ ἀγαθῇ προαιρέσει εἰς τὴν πνευ ματικὴν ὠφέλειαν μεταβάλλειν ὀφείλεις. οἷον ἐὰν ἴδῃς πλοῦτον ἐπί γειον, σὺ τὸν πνευματικὸν πλοῦτον ἐννοῶν ἐπιθύμει. ἐὰν ἴδῃς χαρὰν ἐν κόσμῳ καὶ ἑορτὰς γινομένας, εἰπὲ πρὸς ἑαυτόν·
English
The Lord seeks these things from us—the unceasing seeking after him—and when he sees such a good disposition of the soul and a right seeking toward the Lord, then he gives it grace, coming and dwelling in us, and then he deems the soul worthy to bear the fruits "of the Spirit" when it has become ripe at the season of figs. For the Lord goes about in each soul seeking fruit, to enter in and rest in it; for he died for all and purchased every race of Adam by his own death. Every soul, therefore, owes it to die to itself and to live to him, and to receive him and to furnish and prepare itself and its body as a house for the Lord, so that entering in and finding rest in the good ways of our disposition, and being fed and given drink and clothed and rested in the virtues of our soul, he may then say to us: "Come, you who are blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world; for I was hungry and you gave me to eat, I was thirsty and you gave me to drink," and the rest. Having, then, such an expectation and such a hope that the Lord will enter in and rest in our souls—or rather that our souls will rest in the Lord—everything you see happening in this world you ought to turn, with the eye of the mind and a good disposition, to spiritual benefit. For instance, if you see wealth upon the earth, think on the spiritual wealth and desire it. If you see joy in the world and festivals taking place, say to yourself:
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:102 · narrative
Source
πότε καταξιωθῇ ἡ ψυχή μου ἑορτάσαι τὴν πνευματικὴν τῆς χάριτος ἑορτὴν καὶ μετὰ ἁγίων ἀγγέλων καὶ μετὰ οὐρανίων δυνάμεων τὸν ἔσω μου ἄνθρωπον ἐγκαταλλαγῆναι; καὶ πάντα τὰ τούτῳ τῷ τρόπῳ ἐχόμενα προσέχων τοῖς φαινομένοις σὺ τὴν τῶν ἀφθάρτων καὶ ἀοράτων ἐπιθυμίαν λάμ βανε, ἵνα καὶ ἀπ' αὐτῶν τῶν ὁρωμένων οὐ βλάβος ἀλλὰ μᾶλλον ὠφέ λειαν καρπώσῃ, ἐὰν ἀοράτῳ καὶ νοερῷ ὀφθαλμῷ τὴν διάνοιαν εὐθύνῃς, ἐκ τῶν ὁρωμένων πραγμάτων τὴν τῶν ἐπουρανίων ἀγαθῶν κατανόησιν λαμβάνων. {{Σπουδάσωμεν τοίνυν ἐν πᾶσιν εὐαρεστοῦντες τῷ κυρίῳ καὶ τὴν προσδοκίαν τῆς χάριτος ἐν πίστει ἀδιαλείπτῳ ἔχοντες, ἐν ἀγαθοῖς τρόποις ἀναστρεφόμενοι ἐξ ὅλης καρδίας πιστεῦσαι ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις (ὅτι ἀληθής ἐστιν «ὁ ἐπαγγειλάμενος») καὶ ἀγα πῆσαι αὐτὸν καὶ σπουδάσαι παντοίως ἐν πάσῃ ἀρετῇ καὶ αἰτήσει ἐπι μόνως καὶ ἐνδελεχῶς δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος αὐτοῦ, ὁλοκλήρως καὶ τελείως, ἵνα ζῳοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν ὡς ἔτι ἐν σαρκί ἐσμεν. ἐὰν γὰρ μὴ ἐν τῷ κόσμῳ τούτῳ ἡ ψυχὴ δέξηται τὸν ἁγιασμὸν τοῦ πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως καὶ κοινω νὸς θείας φύσεως γένηται ἀνακερασθεῖσα τῇ χάριτι, δι' ἧς πᾶσαν ἐντολὴν ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστι τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὅπερ γάρ τις ἐντεῦθεν ἐκτήσατο ἀγαθόν, αὐτὸ «ἐν ἐκείνῃ τῇ ἡμέρᾳ» ἔσται αὐτῷ ζωή.}} Σπουδάσωμεν τοίνυν ἐν ἀδιστάκτῳ πίστει δεόμενοι τοῦ κυρίου τυχεῖν τῆς ἐπαγγελίας «τοῦ πνεύματος», ὅπερ ἐστὶ ζῳοποίησις ψυχῆς.
English
When will my soul be deemed worthy to celebrate the spiritual festival of grace and, together with holy angels and heavenly powers, to be reconciled—my inner man—with them? And attending to all that follows in this manner, from the things that are seen do you receive the desire for the incorruptible and invisible things, so that even from the visible things themselves you may reap not harm but rather benefit, if with the invisible and noetic eye you direct your understanding, taking from visible things the comprehension of heavenly goods. Let us therefore strive to please the Lord in all things and to hold the expectation of grace in unceasing faith, conducting ourselves in good ways, to believe with our whole heart his ineffable promises (for he who promised is true) and to love him and strive in every way in all virtue and petition, persistently and continually to receive the promise of his Spirit, wholly and perfectly, so that our souls may be given life while we are still in the flesh. For if in this world the soul does not receive the sanctification of the Spirit through much faith and supplication and become a partaker of the divine nature, being mingled with the grace through which it will be able to fulfill every commandment, it is unfit for the kingdom of heaven. For whatever good a person has acquired here, that same thing will be life to him on that day. Let us therefore strive, in undivided faith, entreating the Lord to obtain the promise of the Spirit, which is the giving of life to the soul.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:103 · narrative
Source
εἰ γὰρ ὁ προσαίτης οὗτος διὰ τὸν σωματικὸν ἄρτον ἀναιδεύεται κρούων τὴν θύραν καὶ αἰτῶν καὶ ἐὰν μὴ λάβῃ ἐνδότερον εἰσέρχεται καὶ ἀναιδεστέρως
αἰτεῖ ἄρτον ἢ ἔνδυμα ἢ ὑπόδημα εἰς ἀνάπαυσιν τοῦ σώματος αὐτοῦ καὶ ἕως οὗ λάβῃ οὐκ ἀφίσταται κἂν διώκωσιν αὐτόν, πόσῳ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀληθινὸν καὶ ἐπουράνιον ἄρτον ζητοῦντες λαβεῖν εἰς δυνάμωσιν ψυχῆς καὶ τὰ οὐράνια τοῦ φωτὸς ἐνδύματα ἐνδύσασθαι ἐπιποθοῦντες καὶ τὰ νοερὰ ὑποδήματα τοῦ πνεύματος ὑποδήσασθαι ἐπιθυμοῦντες εἰς ἀνάπαυσιν ἀθανάτου ψυχῆς. πῶς ὀφείλομεν ἀπερικακήτως καὶ ἐνδελεχῶς μετὰ πίστεως καὶ ἀγάπης καὶ μακροθυμεῖν ἀεὶ καὶ κρούειν τὴν πνευματικὴν θύραν τοῦ θεοῦ καὶ αἰτεῖν ἐν πάσῃ ὑπομονῇ ἀξιωθῆναι ἡμᾶς τῆς αἰωνίου ζωῆς, καθὼς καὶ ὁ κύριος «παραβολὴν» ἔλεγε «πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν» καὶ διεξελθὼν τὸν λόγον ἐπάγει λέγων· πόσῳ μᾶλλον ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος «ποιήσει τὴν ἐκδίκησιν» «τῶν βοώντων» πρὸς αὐτὸν «νυκτὸς καὶ ἡμέρας», καὶ πάλιν περὶ τοῦ φίλου λέγων· κἂν «διὰ τὸ φίλον εἶναι» «οὐ δώσει αὐτῷ», «διά γε τὴν ἀναίδειαν αὐτοῦ» ἀναστὰς «δώσει αὐτῷ ὅσων χρῄζει» καὶ ἐπιφέρει· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμ βάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται». καὶ διεξελθὼν ἐπάγει· «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν».
English
For if this beggar, for the sake of bodily bread, shamelessly knocks at the door and asks, and if he does not receive, enters further in and more shamelessly asks for bread or a garment or shoes for the rest of his body, and does not depart until he receives, even if they drive him away—how much more ought we, who seek to receive the true and heavenly bread for the strengthening of the soul, and who long to put on the heavenly garments of light, and who desire to put on the spiritual shoes of the Spirit for the rest of the immortal soul. How ought we, without faintheartedness and continually, with faith and love, always to be patient and to knock at the spiritual door of God and to ask with all endurance to be deemed worthy of eternal life, just as the Lord also spoke a parable about the need to pray always and not to lose heart, and having set out the account he adds, saying: how much more will our heavenly Father "avenge" those who cry out to him "night and day," and again, speaking about the friend: even if "because he is a friend" "he will not give him," yet "because of his shamelessness" he will rise and "give him as much as he needs"; and he adds: "Ask, and it will be given to you; seek, and you will find; knock, and it will be opened to you. For everyone who asks receives, and the one who seeks finds, and to the one who knocks it will be opened." And having set this out he adds: "If you then, being evil, know how to give good gifts to your children, how much more will your heavenly Father give the Holy Spirit to those who ask him.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:104 · narrative
Source
διὰ τοῦτο πάντοτε αἰτεῖν ἀπερικακήτως καὶ ἐπιμόνως παραινεῖ ἡμῖν ὁ κύριος καὶ ζητεῖν καὶ κρούειν πάντοτε· τοῖς γὰρ αἰτοῦσι καὶ ζητοῦσι καὶ κρούουσιν ἐπηγγείλατο δοῦναι, οὐ τοῖς οὐκ αἰτοῦσιν· αἰτούμενος γὰρ καὶ παρακαλούμενος καὶ ἀγαπώμενος θέλει δοῦναι ἡμῖν τὴν αἰώνιον ζωήν. Προσέλθωμεν αὐτῷ τοίνυν, τῇ πνευματικῇ θύρᾳ, καὶ κρούσωμεν, ἵνα ἀνοίξῃ ἡμῖν, αἰτήσωμεν αὐτόν, τὸν ἄρτον τῆς ζωῆς, εἴπωμεν αὐτῷ· δός μοι, κύριε, ἄρτον τῆς ζωῆς, ἵνα ζήσω, ὅτι λιμῷ κακίας δεινῶς συνεχόμενος ἀπόλλυμαι. δός μοι ἀμφίον τοῦ φωτὸς τῆς σωτηρίας, ἵνα καλύψω τὴν ἀσχημοσύνην τῆς ψυχῆς μου, ὅτι γυμνὸς ὢν τῆς δυνάμεως τοῦ πνεύματός σου αἰσχρῶς τοῖς πάθεσιν ἀσχημονῶ. καὶ ἐὰν ἐρῇ σοι· εἶχες ἀμφίον, τί αὐτὸ πεποίηκας; ἀποκρίθητι λέγων· «λῃσταῖς» περιέπεσα καὶ γυμνώσαντές με ἀφῆκαν «ἡμιθανῆ» καὶ «ἐκδύσαντες» ἦραν αὐτὸ ἀπ' ἐμοῦ. δός μοι ὑποδήματα πνευματικά, ὅτι τοῖς νοεροῖς ποσὶν ἀκάνθαις περιπείρομαι καὶ τριβόλοις ἐν ἐρημίᾳ μου πελαζομένου περι πατῆσαι οὐ δύναμαι. δός μοι βλέψιν καρδίας, ἵνα ἀναβλέψω, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, ὅτι ἐτύφλωσάν με οἱ ἀόρατοι ἐχθροί μου καλύμματι σκότους καλύψαντες καὶ οὐ δύναμαι ἐνορᾶν σου τὸ οὐράνιον καὶ ἐπιθυμητὸν πρόσωπον. δός μοι ἀκοὴν πνευματικήν, ὅτι κεκώφωμαι τῇ διανοίᾳ καὶ ἀκούειν σου οὐ δύναμαι τῆς ἡδείας καὶ χρηστῆς ὁμιλίας. δός μοι «ἔλαιον ἀγαλλιάσεως» καὶ οἶνον εὐφροσύνης πνευματικῆς, ἵνα ἐπιθῶ εἰς τὰ τραύματά μου καὶ ἀναψύξαι δυνηθῶ. ἴασαί με καὶ ὑγιῆ με ποίησον, ὅτι «ἡμιθανῆ» με ποιήσαντες οἱ ἐχθροί μου καὶ χαλεποὶ λῃσταὶ ἀφῆκαν με κατακεῖσθαι.
English
For this reason the Lord always exhorts us to ask without ceasing and persistently, and always to seek and to knock; for he has promised to give to those who ask and seek and knock, not to those who do not ask. For when he is asked and entreated and loved, he wishes to give us eternal life. Let us therefore draw near to him, the spiritual door, and knock, so that he may open to us; let us ask him, the bread of life; let us say to him: Give me, Lord, the bread of life, that I may live, for I am terribly consumed by the famine of wickedness and am perishing. Give me the garment of the light of salvation, that I may cover the shame of my soul, for being naked of the power of your Spirit, I am shamefully disgraced by the passions. And if he says to you, You had a garment, what have you done with it? Answer, saying: I fell among robbers, and they stripped me and left me half-dead, and having stripped it off, they took it from me. Give me spiritual shoes, for with my intellectual feet I am pierced by thorns and thistles in my desert, and when the enemy draws near, I cannot walk. Give me the sight of the heart, that I may look up; open the eyes of my heart, for my invisible enemies have blinded me, covering me with a veil of darkness, and I cannot look upon your heavenly and desirable face. Give me spiritual hearing, for I have become deaf in my mind and cannot hear your sweet and gracious speech. Give me the oil of gladness and the wine of spiritual joy, that I may pour them on my wounds and be able to be refreshed. Heal me and make me whole, for my enemies and cruel robbers, having left me half-dead, have abandoned me to lie there.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:105 · narrative
Source
μακαρία ἡ ψυχὴ ἡ ἀπερικακήτως ἀεὶ αἰτοῦσα καὶ παραμόνως καὶ πιστῶς ὡς πτωχὴ καὶ τετραυματισμένη, ὅτι λήψεται τὰ αἰτήματα αὐτῆς καὶ τεύξεται τῆς αἰωνίου ἰάσεως καὶ θεραπείας καὶ ἐκδικηθήσεται ἐκ τῶν ἐχθρῶν αὐτῆς τῶν παθῶν τῆς «ἁμαρτίας»· «πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος» θεός, ὃς καὶ παράσχοι τὰ αἰτήματα ἡμῶν. Δόξα τῇ ἀγαθότητι αὐτοῦ. Ὥσπερ γὰρ ἐν πόλει ἄρχων προέρχεται πεπικραμένος κατὰ τῶν κακοποιῶν καὶ ἐπιβούλων, καὶ ἐὰν προσέλθῃ αὐτῷ τις συληθεὶς ὑπὸ λῃστῶν ἢ κλεπτῶν καὶ εἴπῃ· δέομαι τῆς σῆς βοηθείας, ὁ ἐχθρός μου ἥρπασέ με καὶ ἐσύλησε καὶ ἐτραυμάτισέ με καὶ τάδε καὶ τάδε μοι πέπραχε, καὶ καθεζόμενος ἐπὶ τοῦ βήματος ὁ ἄρχων εὐθέως ἀναζητεῖ τὸν ἐχθρὸν καὶ κακοποιὸν καὶ εὑρὼν βασάνοις καὶ τιμωρίαις αἰκίζει οὕτω καὶ
δύνανται οἱ ἄνθρωποι βοηθείας τῆς ἄνωθεν καὶ ἐκδικήσεως τυχεῖν προσελθόντες καὶ ἐντυχόντες τῷ κυρίῳ καὶ παρακαλοῦντες παραμόνως. αὐτὸς γὰρ δύναται καὶ τὴν νοερὰν γῆν τῆς ψυχῆς τὴν ὑπὸ τὴν θάλασσαν τῶν παθῶν τῆς πικρίας τοῦ σκότους τῶν πονηρῶν δυνάμεων τυγχάνουσαν κουφίσαι καὶ ἄνωθεν τῆς θαλάσσης ποιῆσαι εἶναι, τῆς ψυχῆς μέντοι πιστευούσης ταῖς ἐπαγγελίαις αὐτοῦ καὶ ἀγαπώσης καὶ ἐπικαλουμένης αὐτὸν ἐν ἀληθείᾳ καὶ προσδοκώσης ἀεὶ τὴν διὰ τοῦ πνεύματος λύτρωσιν τῶν παθῶν παντελῆ ἐν αὐτῇ γενέσθαι διὰ τὴν ἄπειρον ἀγάπην αὐτοῦ. Δόξα τῇ μεγαλειότητι αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
Blessed is the soul that always asks without ceasing and persistently and faithfully, as poor and wounded, for it will receive its requests and will obtain eternal healing and cure, and will be avenged of its enemies, the passions of "sin"; for "faithful is God who promised," who will also grant our requests. Glory to his goodness. For just as in a city a ruler comes forth embittered against evildoers and plotters, and if someone who has been robbed by bandits or thieves approaches him and says, "I beg your help; my enemy has seized me and robbed me and wounded me and has done such and such to me," and the ruler sitting on the tribunal immediately seeks out the enemy and evildoer, and having found him, tortures him with torments and punishments—so also
can men obtain help from above and vengeance by approaching and petitioning the Lord and entreating persistently. For he is able both to lift up the noetic earth of the soul that lies beneath the sea of the passions of the bitterness of the darkness of the evil powers, and to make it be above the sea—provided the soul believes his promises and loves and calls upon him in truth and always expects the complete redemption of the passions through the Spirit to take place in it, because of his boundless love. Glory to his majesty unto the ages of ages. Amen.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:106 · narrative
Source
Οἱ «ἐπὶ τὴν ἄμμον» τὴν οἰκοδομὴν τῆς ἑαυτῶν καρδίας ποιούμενοι καὶ οἱ ἐπὶ τὴν πετρώδη τῆς σκληρᾶς καρδίας γῆν τὸν σπόρον τοῦ λόγου δεξάμενοι ἀληθινὸν «θεμέλιον» ἐν ἑαυτοῖς οὐ κέκτηνται οὔτε πειρασμοὺς θλίψεων τοῦ πονηροῦ ὑπομένειν δύνανται, ἀλλ' ἀνυπομονήτως πάσας τὰς ἐπερχομένας αὐτοῖς θλίψεις φέρουσι, μὴ δυνάμενοι ὑποφέρειν τὰς ἐπαναστάσεις καὶ τοὺς πειρασμοὺς τῶν πονηρῶν πνευ μάτων τοὺς διὰ τὴν ζήτησιν τῆς βασιλείας αὐτοῖς ἐπερχομένους. αἱ γὰρ τῶν τοιούτων προαιρέσεις τοιαῦταί εἰσιν· ἐὰν μή (φησίν) εὐθέως προσλάβω τὴν χάριν τοῦ πνεύματος, ἀπέρχομαι, ἀδυνάτως ἔχω παραμένειν, οὐ δύναμαι μακροθυμῆσαι χρόνοις πολλοῖς· εἰ δὲ λάβω, τότε παραμενῶ. οὗτος οὐδὲ λαβὼν παραμένει, ὅτι τὰς θλίψεις γενναίως φέρειν οὐ δύναται, μὴ προευτρεπίσας ἑαυτὸν εἰς αὐτὸ τοῦτο. μὴ γὰρ μετὰ τὴν μετάληψιν τῆς χάριτος οὐκέτι πόλεμος, οὐκέτι θλῖψις, οὐκέτι κλύδωνες τοῦ πονηροῦ ἐπεγείρονται; τότε πλείονες δοκιμασίαι, τότε μεγάλοι ἱδρῶτες, τότε μεγάλαι ἐπαναστάσεις. κατὰ γὰρ τὴν τῆς ψυχῆς ἐν χάριτι προκοπὴν τοσοῦτον καὶ οἱ πειρασμοὶ τοῦ πονηροῦ ἐπανίστανται, καὶ τοσοῦτον ἐπαφίεται ἡ τῆς κακίας δύναμις πειράσαι τὴν ψυχήν, καθόσον δυνατῶς ἔχει τοῦ ὑπομεῖναι. οἱ γὰρ προειρημένοι ὡς ἐπὶ μισθῷ δουλεύειν προσῆλθον τῷ κυρίῳ, ὡς ἀλλότριοι καὶ ξένοι, καὶ οὐχ ὡς πιστοὶ καὶ οἰκεῖοι δοῦλοι εὐαρεστεῖν καὶ πονεῖν ἐν τῇ δεσποτικῇ οἰκίᾳ προῄρηνται.
English
Those who make the building of their own heart "upon the sand," and those who receive the seed of the word "upon the rocky ground" of a hard heart, do not possess within themselves a true "foundation," nor are they able to endure the temptations of afflictions from the evil one, but they bear all the afflictions that come upon them with impatience, being unable to endure the uprisings and temptations of the evil spirits that come upon them for the sake of seeking the kingdom. For the dispositions of such people are like this: "Unless," he says, "I receive the grace of the Spirit immediately, I depart; I am unable to remain; I cannot be patient for many years. But if I receive it, then I will remain." This man does not remain even after receiving it, because he cannot bear afflictions nobly, not having prepared himself beforehand for this very thing. For after the reception of grace, are there no longer war, no longer affliction, no longer waves of the evil one stirred up? Then there are more trials, then great sweats, then great uprisings. For in proportion to the soul's progress in grace, to that same degree the temptations of the evil one rise up against it, and to that same degree the power of wickedness is permitted to tempt the soul, insofar as it is able to endure. For those previously mentioned came to the Lord to serve as if for wages, as strangers and foreigners, and not as faithful and household servants have they chosen to please and to labor in the master's house.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:107 · narrative
Source
οὗτοι καὶ μήπω ἐργασάμενοι μισθὸν ἀπαιτοῦσιν, δέον ὡς χρεῶσται καὶ εὐνόητοι καὶ πιστοὶ δοῦλοι τοῦ κυρίου αὐτῶν καὶ ἑκόντας καὶ ἄκοντας ἑαυτοὺς ἄγχειν εἰς τὴν ἀγαθὴν καὶ καλὴν τῶν ἐντολῶν τοῦ Χριστοῦ δουλείαν καὶ πᾶσαν εὐαρέστησιν τοῦ θεοῦ τὴν ἀδιάλειπτον εἴτε λαμβάνοντας ἤδη τι δόμα παρ' αὐτοῦ, εἴτε μηδέπω λαμβάνοντας, καὶ δέον κρίνειν, ὅτι τῷ δεσπότῃ μου κεχρεώστηται παρ' ἐμοῦ πᾶσα εὔνοια τοῦ δουλεύειν καὶ εὐαρεστεῖν πάντοτε, καὶ εἴτε δίδωσί μοι τὴν χάριν τοῦ πνεύματος αὐτοῦ, εἴτε οὐδέπω δίδωσιν, οὐκ ἀφίημί μου τὸν δρόμον καὶ τὴν διακονίαν ὅσον τὸ ἐν ἐμοὶ δυνατόν, καὶ τῆς ἐλπίδος τοῦ κυρίου μου οὐκ ἐξίσταμαι (ἀληθὴς γάρ ἐστιν «ὁ ἐπαγγειλάμενος») καὶ πάντοτε αὐτῷ εὐχαριστεῖν ὑπὲρ ὧν ἤδη κεχάρισται, αὐτοῦ εἶναί με καὶ ὑπ' αὐτοῦ οἰκονομεῖσθαι καὶ πάσης προνοίας αὐτοῦ καταξιοῦσθαι καὶ εἰς ταύτην τὴν διαγωγὴν καὶ τὸν βίον τοῦτον τῆς ἀσκήσεως ἐλθεῖν με δι' αὐτοῦ. δυνατός ἐστι καὶ τῆς χάριτος αὐτοῦ πληρῶσαί με («πιστὸς γάρ» ἐστι καὶ ἀληθὴς) καὶ ἃ ἐπήγγελται παρέχει ἐμοῦ εἰς τέλος μακροθυμοῦντος ἐν πίστει καὶ ἐν πάσαις ἀρεταῖς ὅση δύναμις ἀναστρεφομένου. ἔτι δὲ καὶ τοῦτο λογισάμενος· τίς γάρ εἰμι ἐγὼ καὶ ποίας ἀξίας τυγχάνω, ὅτι κἂν τὸ ὄνομα αὐτοῦ ἐπικληθῇ ἐπ' ἐμοί, ἀχρείου μου κατὰ πάντα τυγχάνοντος; παραμείνας οὖν καὶ εὐαρεστήσας προθύμως εἰς τέλος ἐν πάσῃ σπουδῇ καὶ δουλεύσας αὐτῷ ἐν πάσαις ἀρεταῖς χρηστὸς ὢν καὶ δίκαιος ὁτεδήποτε ποιεῖ τὰς ἐπαγγελίας αὐτοῦ, ὅτι ἀψευδὴς τυγχάνει· εἰ δὲ καὶ γεέννῃ βούλεταί με παραδοῦναι διὰ τὰς ἁμαρτίας μου τοῦ
English
These men, not yet having worked, demand a wage, when they ought, as debtors and well-disposed and faithful servants of their own lord, both willingly and unwillingly to constrain themselves to the good and noble slavery of the commandments of Christ and to every unceasing well-pleasing of God—whether they already receive some gift from him, or not yet receive it—and they ought to judge that to my master all good will of serving and always well-pleasing is owed by me, and whether he gives me the grace of his Spirit or does not yet give it, I do not abandon my course and ministry as far as lies in me, and I do not depart from the hope of my lord (for true is "he who promised"), and always to give thanks to him for what he has already granted—that I am his and am administered by him and am counted worthy of all his providence, and that through him I have come to this manner of life and this life of ascetic practice. He is able also to fill me with his grace (for "faithful" is he and true) and to provide what he has promised, if I endure to the end in faith and conduct myself in all virtues with all the strength I have. And moreover, having considered this too: for who am I and of what worth am I, that even his name should be called upon me, when I am useless in all things? Having therefore remained and willingly well-pleased to the end with all diligence and having served him in all virtues, being good and righteous, at whatever time he fulfills his promises, because he is truthful; but if he wishes to hand me over to Gehenna because of my sins—
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:108 · narrative
Source
κολασθῆναι, ἐγὼ οὐκ ἀφίημι αὐτὸν καὶ τῆς πρὸς αὐτὸν ἀγάπης οὐκ ἐξίσταμαι, ὡς καὶ ὁ μακάριος Ἰώβ φησιν· καὶ ἐὰν ἀποκτενῇς με, οὐκ ἀφίημί σε καὶ τῆς ἀκακίας μου οὐ μὴ ἐκσταίην. ὁ τοιοῦτος ὡς δοῦλος πιστὸς καὶ οἰκονόμος ἀγαθὸς καὶ μόνῳ τῷ ἑαυτοῦ δεσπότῃ εὔνοιαν ἐνδειξάμενος, πολλὰ πονέσας καὶ θλιβεὶς καὶ τῆς ἀγαθῆς δια κονίας ἐν πάσαις ἀρεταῖς μηδὲν ἐλλείψας, δίκαιος καὶ ὅσιος ὢν κληρονόμος τῆς ζωῆς γίνεται, ὅτι οὐχ ὡς ἐπὶ μισθῷ προσῆλθε δουλεύειν καὶ εὐαρεστεῖν, ἀλλ' ἑαυτὸν εἰς τέλος ἐξέδωκε προθύμως εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι τῷ ἑαυτοῦ δεσπότῃ, καὶ διὰ τοῦτο τῆς υἱοθεσίας τοῦ πνεύματος τυχεῖν καταξιοῦται καὶ κληρονόμος τῆς βασιλείας γίνεται. «ὁ ποιμὴν» (γάρ φησιν) «ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων» (τουτέστιν ὁ ὑπὲρ τῆς βασιλείας ἀγωνιζόμενος καὶ τὴν ἑαυτοῦ ψυχὴν περιποιούμενος), ἕως θανάτου ἑαυτὸν ἐκδίδωσιν, «ὁ δὲ μισθωτὸς καὶ μὴ ὢν ποιμήν», ἐπὰν ἴδῃ «τὸν λύκον ἐρχόμενον» (τουτέστι θλίψεις καὶ πειρασμούς), ἀφίστα ται «καὶ φεύγει» τῆς τοῦ θεοῦ λατρείας καὶ παραφυλακῆς τῆς καρδίας αὐτοῦ περὶ τὰς ἁγίας ἐντολάς.
English
to be punished, I do not let him go, and I do not depart from love toward him, as also the blessed Job says: Even if you kill me, I do not let you go, and I will not depart from my guilelessness. Such a man, as a faithful servant and a good steward, and having shown goodwill to his own master alone, having labored much and been afflicted and having fallen short in nothing of good service in all virtues, being righteous and holy, becomes an heir of life, because he did not come to serve and to please as for a wage, but gave himself over completely, eagerly, to be approved and to please his own master, and for this reason he is deemed worthy to obtain the adoption of the Spirit and becomes an heir of the kingdom. For, he says, the good shepherd lays down his own soul for the sheep (that is, the one who struggles for the kingdom and preserves his own soul), he gives himself over even to death; but the hired man, and one who is not the shepherd, when he sees the wolf coming (that is, afflictions and temptations), withdraws and flees from the service of God and from the guarding of his heart regarding the holy commandments.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:109 · narrative
Source
Σπουδάσωμεν τοίνυν ἐν ἐλπίδι καὶ πίστει καὶ πάσῃ ὑπομονῇ τελείους ἑαυτοὺς τῷ κυρίῳ ἀποδοῦναι ἐν πάσαις ἐντολαῖς ἐνεχόμενοι καὶ παντὶ πρόπῳ ἀγαθῷ καταρτιζόμενοι, καὶ αὐτὸς τὰς ἰδίας ἐπαγγελίας τάχιον ποιεῖ μεθ' ἡμῶν (ἀψευδὴς γάρ ἐστιν), μόνον ἡμεῖς ὡς πιστοὶ καὶ οἰκεῖοι δοῦλοι τὴν ἐξ αὐτεξουσίου προαιρέσεως πᾶσαν εὐαρέστησιν ἐν σπουδῇ ἀδιαλείπτῳ ἐπιτελέσωμεν καὶ οὕτω τῆς χάριτος καταξιω θέντες καὶ θεμέλιον ἀληθῆ ἐν τῇ ἑαυτῶν καρδίᾳ τὴν δύναμιν τοῦ πνεύματος κτησάμενοι πάντας πειρασμοὺς καὶ θλίψεις ὑπομένειν δυνησόμεθα, καὶ οὕτως ἄμωμοι διὰ τοῦ πνεύματος καταρτισθέντες τῶν αἰωνίων ἀγαθῶν ἄξιοι γενησόμεθα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ τὸν οἰκοδεσπότην ἰδὼν καὶ εὑρὼν πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ εἶδε καὶ εὗρεν. τὸν αὐτὸν τρόπον καὶ ὁ τὸν κύριον ζητῶν καὶ εὑρίσκων πάντα τὰ ἐπουράνια ἀγαθὰ εὗρεν· ἐν αὐτῷ γάρ «εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως» οἱ «ἀπόκρυφοι». τί οὖν ἐροῦμεν· ποῦ ἐστιν ὁ θεὸς ὁ μὴ ὁρώμενος; ἆρα ἐπὶ γῆς; ἆρα ἐν οὐρανοῖς; ἆρα ὑπὸ τὴν θάλασσαν; ἆρα ὑπὸ τὴν γῆν; τίς δύναται αὐτὸν κρατῆσαι ἢ ἰδεῖν; οὐδὲ ἓν τῶν κτισμάτων. ψυχῇ πιστῇ καὶ ἀγαπώσῃ αὐτὸν κρατητὸν ἑαυτὸν παρέσχεν, «οὕτως ἠγάπησε» τὸ κτίσμα τοῦτο, τὴν ψυχήν. ὡσαύ τως πάλιν ψυχὴν τίς δύναται ἰδεῖν ἢ κρατῆσαι; ἢ ποία ἐστίν; οὐ φαίνεται. αὐτὸς ὁ ἄνθρωπος ἑαυτὸν οὐ γινώσκει, ἕως οὗ ὁ κύριος αὐτῷ ἀποκαλύψει. ποῦ γὰρ οὐκ ἔστι τοῖς λογισμοῖς; καθώς φησιν ἡ Σοφία· «ἄβυσσον καὶ καρδίαν τίς ἐξερευνήσει»; καὶ πάλιν ὁ ψαλμῳδός φησίν· «ἄβυσσος ἄβυσσον ἐπικαλεῖται».
English
Let us therefore strive in hope and faith and all endurance to give ourselves perfect to the Lord, clinging to all the commandments and being equipped in every good way, and he himself will fulfill his own promises with us more quickly (for he is truthful), provided only that we, as faithful and household servants, accomplish all the good pleasure of our self-determined choice with unceasing zeal; and thus, having been deemed worthy of grace and having acquired in our own heart the power of the Spirit as a true foundation, we shall be able to endure all temptations and afflictions, and thus, having been equipped blameless through the Spirit, we shall become worthy of the eternal good things unto the ages of ages. Amen.
He who has seen the master of the house and found him has seen and found all things that are in his house. In the same way, he who seeks and finds the Lord has found all the heavenly good things; for in him "are all the treasures of wisdom and knowledge," the "hidden" ones. What then shall we say? Where is God, who is not seen? Is he on earth? Is he in the heavens? Is he beneath the sea? Is he beneath the earth? Who can grasp or see him? Not one of created things. To a faithful soul that loves him he has given himself to be grasped; "so greatly did he love" this creature, the soul. Likewise again, who can see or grasp a soul? Or what sort is it? It does not appear. Man himself does not know himself until the Lord reveals it to him. For where is it not, in our thoughts? As Wisdom says: "Who will search out the abyss and the heart?" And again the psalmist says: "Deep calls to deep.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:110 · narrative
Source
μόνος οὖν ὁ θεὸς συναγαγεῖν τοὺς λογισμοὺς αὐτῆς δύναται καὶ κρατῆσαι αὐτὴν εἰς τὸ ἴδιον θέλημα. ψυχὴ οὖν θεὸν κρατεῖ (ὡς προείρηται) τῇ ἀγάπῃ αὐτῆς· ἑαυτὸν γὰρ κρατητὸν ψυχῇ πιστῇ ὁ κύριος θελήσας ἐποίησε καὶ θεὸς ψυχὴν τὸ κρατεῖ εἰς ἑαυτὸν καὶ τοὺς λογισμοὺς πάντας εὐθύνει καὶ ὁδηγεῖ, καὶ χωρίζει μεμιγμένον ἀλλότριον αὐτῆς ἐγκόσμιον πνεῦμα. ἀπὸ γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως πᾶν γένος ἀνθρώπων εἰς τὴν φύσιν αὐτῶν (τὴν ψυχὴν καὶ τὸ σῶμα) ἐδέξαντο φάρμακον πικρὸν θανάτου, σκότους, ἁμαρτίας, ἐξαμαρτάνειν προτρεπόμενον, καὶ ποῦτο οὐδεὶς δύναται θεραπεῦσαι καὶ ἐξελέσθαι καὶ ἰάσασθαι τὴν ἀνθρωπότητα καὶ φονεῦσαι τὸν φονέα ἡμῶν, ἢ μόνον τὸ τοῦ θεοῦ πνεῦμα· ἰδού (γάρ φησιν) «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». ἐπειδὴ οὖν οἶδε τὸ κακὸν τὸ συνὸν τῷ ἀνθρώπῳ, τίς δύναται μόνος φονεῦσαι αὐτό, χαυνοῖ καὶ ἐξυδαροῖ τὸν νοῦν ἐπὶ κοσμικά
τινα πράγματα προτρεπόμενον ἢ καί τινα ἕτερα εὔλογα, μόνον ἵνα ἐκκλίνῃ αὐτὸν ἐξ ἐκείνης τῆς ζητήσεως καὶ ἐξ ἐκείνου τοῦ πόνου. οἶδε γὰρ ὅτι, ἐὰν ἐκεῖνο ζητῇ, ὃ φονεύσει αὐτόν, ἀπολεῖται ταχέως. λοιπὸν οὖν παντὶ τρόπῳ ἀγωνί ζεται ἐξυδαροῦν τὴν προαίρεσιν καὶ συμβουλίας εὐλογοφανεῖς ὑπο σπείρειν, μόνον ἵνα ἐκεῖθεν ἀποσπάσῃ καὶ ἐκκλίνῃ καὶ μετεωρίσῃ τοῦ μὴ ζητεῖν τὸ φονεῦον τὴν ἁμαρτίαν.
English
Therefore God alone is able to gather her thoughts together and to hold her to his own will. So the soul holds God (as has been said before) by her love; for the Lord, willing it, made himself graspable by a faithful soul, and God holds the soul to himself and directs and guides all its thoughts, and separates out the alien worldly spirit that is mixed in with it. For from Adam's transgression all the race of men received in their nature (the soul and the body) a bitter drug of death, of darkness, of sin, urging them on to sin, and no one is able to heal and rescue and cure humanity and to kill our killer except only the Spirit of God; for behold (he says), "the Lamb of God who takes away the sin of the world." Since, then, he knows the evil that is present with man, and who alone is able to kill it, he relaxes and makes slack the mind toward certain worldly matters, urging it on, or even toward certain other plausible things, only so as to turn it aside from that seeking and from that labor. For he knows that if it seeks that which will kill him, he will quickly perish. Henceforth, then, he struggles in every way to make the will slack and to sow plausible counsels, only so that he may draw it away from there and turn it aside and lift it up so that it does not seek the sin that kills him.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:111 · narrative
Source
ἡμεῖς τοίνυν, ἀγαπητοί, πάντοτε τὸν σκοπὸν ἡμῶν καὶ τὸν ἀγῶνα καὶ τὸν πόνον ἐκεῖ ἔχωμεν μηδεμίαν ὥραν διδόντες ἑαυτοῖς ἄνεσιν καὶ μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ πράγματι ὑπακούσωμεν ταῖς συμβουλίαις αὐτοῦ, ὅπως ἐκείνη ἡ πνευ ματικὴ καὶ ἐνυπόστατος ἐργασία γένηται ἐν ἡμῖν ἡ ἀποκτέννουσα τὴν ἐν ἡμῖν κακίαν. λόγοι γὰρ μύριοι οὐδὲν ὠφελοῦσιν, ἐργασίας πνευμα τικῆς χρεία ἐνυποστάτου. ἄλλος γάρ ἐστιν ὁ λόγον ἀκούων καὶ χα ροποιούμενος καὶ ἄλλος ὁ ἐνέργειαν θείας δυνάμεως αἰσθανόμενος ἐν ἑαυτῷ, δι' οὗ ἀποκτέννεται ἡ ἁμαρτία. ἄλλος οὗτος καὶ ἄλλος ἐκεῖνος. κἀκεῖνο μὲν καλόν, ἀλλ' ὁ δυνάμεως θείας ἐνέργειαν αἰσθανόμενος οὗτος ἐγγίζει καὶ κοινωνεῖ φύσει θείᾳ κατὰ τὸ γεγραμμένον· ὅπως «γένησθε φύσεως θείας κοινωνοί», καὶ «σπέρμα» θεοῦ ἔχων ἐν ἑαυτῷ «πνεύματος ἁγίου» μέτοχος τυγχάνει, ὥσπερ υἱὸς ὢν ἤδη «τῆς ἀληθείας».
Μόνος οὖν ὁ θεὸς δύναται κρατῆσαι τὴν ψυχὴν καὶ συναγαγεῖν τοὺς λογισμοὺς αὐτῆς (καθὼς προλαβόντες ἀνωτέρω εἰρήκαμεν), ἄλλῳ δὲ τοῦτο ποιῆσαι ἀδύνατον. ποῦ οὖν ἐστιν ἡ ψυχή; ἰδοὺ γὰρ ὅλη ἐν τῷ σώματί ἐστι καὶ ὅλη ἔξω τοῦ σώματός ἐστιν, νοεῖ τὰ μέλλοντα, περὶ τῶν ἐρχομένων διαλογίζεται. ἐπὶ γῆς ἐστι τῷ σώματι καὶ τῇ διανοίᾳ ἐν οὐρανοῖς ἐστιν ἡ ἀξία καὶ πιστή, ὁμοίως καὶ ἡ τοῦ ἁμαρτωλοῦ ἐπὶ γῆς ἐστι τῷ σώματι καὶ ἔξω εἰς πορρωτέρας πατρίδας κακὰ ἀποτελεῖ. ἡ δὲ ἀξία ἐπὶ γῆς οὖσα τῷ σώματι «ἐν οὐρανοῖς» πολιτεύεται τῷ φρονήματι, καὶ ὁ κύριος ἐν οὐρανοῖς ὢν τὴν εἰκόνα αὐτοῦ ἐν τῷ σώ ματι αὐτῆς ἐνέθηκεν. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ τοῦ «οὕτως» ἀγαπήσαντος τὸ γένος τῶν ἀνθρώπων.
English
We therefore, beloved, should always keep our goal and struggle and labor there, giving ourselves no relaxation for even an hour, and in neither small nor great matter should we obey his counsels, so that that spiritual and substantial working may come to be in us which puts to death the evil in us. For ten thousand words profit nothing; there is need of substantial spiritual working. For one person is he who hears the word and is gladdened, and another is he who perceives in himself the working of divine power, through which sin is put to death. This one is different, and that one is different. And that is indeed good, but the one who perceives the working of divine power—this one draws near and partakes of the divine nature, according to what is written: "that you may become partakers of the divine nature," and having "the seed" of God, "of the Holy Spirit," in himself, he is a sharer, being already a son "of the truth."
God alone, then, is able to hold the soul and to gather its thoughts (as we said earlier above), but for another to do this is impossible. Where, then, is the soul? For behold, it is wholly in the body and wholly outside the body; it understands things to come, it reasons about what is coming. It is on earth with the body, and with the mind it is in the heavens—the worthy and faithful soul, likewise also that of the sinner: it is on earth with the body, and outside, in far-off homelands, it accomplishes evils. But the worthy soul, being on earth with the body, "in the heavens" conducts its citizenship with the mind, and the Lord, being in the heavens, placed his image in its body. Glory to his majesty, who "so" loved the race of men.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:112 · narrative
Source
τίς γὰρ δύναται συνάξαι τὴν ὑδαρότητα τοῦ γάλακτος εἰς ἕνωσιν καὶ πῆξιν, εἰ μὴ τὸ ἐμβαλλόμενον ἡ πυτία; οὕτω τίς δύναται καὶ ψυχὴν ἐσκορπισμένην τοῖς λογισμοῖς καὶ φύσει κτίσμα οὖσαν ἐλαφρῦναι καὶ εἰς οὐρανοὺς ἀναγαγεῖν καὶ εἰς σύμπηξιν καὶ στερεότητα καὶ ἕνωσιν τοὺς λογισ μοὺς ἐνέγκαι, ἐὰν μὴ τὸ τοῦ θεοῦ πνεῦμα ὥσπερ πτερὰ γινόμενον κουφίσῃ τὴν ψυχὴν καὶ ὑπὲρ τὴν φύσιν ἐνέγκῃ καὶ συνάξῃ τοὺς λογισ μοὺς εἰς ἕνα λογισμὸν ἔνθεον; «ἐτυρώθη» (γάρ φησιν ὁ προφήτης) «ὡς γάλα ἡ καρδία αὐτῶν». δύο τυρώσεις ἐνταῦθα νόει, ψυχὰς τυρου μένας εἰς τὸν θεὸν καὶ πηγνυμένας εἰς τὴν χάριν καὶ εἰς τὸν ἄνω κόσμον, καὶ ψυχὰς τυρουμένας εἰς τὴν κακίαν καὶ πηγνυμένας εἰς τὸν αἰῶνα τοῦτον καὶ τὸ ὅλον τῆς κακίας γινομένας. ὥσπερ γὰρ οὗτοι πήγνυνται καὶ στερεοῦνται ἐν τῇ κακίᾳ, οὕτω κἀκεῖνοι πήγνυνται καὶ στερεοῦνται ἐν τῷ κυρίῳ. ὥσπερ γὰρ τοῦ πετεινοῦ ἡ γῆ ὁ ἀήρ ἐστιν εἰς ὃν διαιτᾶται, οὕτω καὶ οἱ λογισμοὶ καὶ ὁ νοῦς τῶν ἁμαρτωλῶν· ἐν γῇ σκοτεινῇ καὶ γνοφερᾷ ἐνδιατρίβουσι μετὰ τῶν τῆς πονηρίας πνευμάτων ἐν λογισμοῖς κακοῖς πάντοτε τυγχάνοντες, κἀκεῖ περι πατοῦσι καὶ διαιτῶνται. ὡσαύτως καὶ ὁ νοῦς καὶ οἱ λογισμοὶ τῶν δικαίων ἐν γῇ ζωῆς, ἐν γῇ φωτεινῇ τοῦ πνεύματος ἐνδιατρίβουσι κἀκεῖ περιπατοῦσι κἀκεῖ ἀπὸ τοῦ νῦν διαιτῶνται ἐν ἀγαθοῖς λογισ μοῖς καὶ οὐρανίοις πάντοτε τυγχάνοντες. τοῦτο ἔλεγεν ὁ κύριος· «καὶ μείζονα ἔργα ποιήσει» ὁ υἱός, «ἵνα ὑμεῖς θαυμάσητε», ἔργα ζωῆς ἀθά νατα καὶ μὴ παρερχόμενα τῇ ψυχῇ καὶ τῷ νῷ τῶν πιστῶν, ἔνθα ἐμ περιπατοῦσι καὶ ἐρείδουσι τὰ ἴχνη τῶν λογισμῶν.
English
For who can gather the watery nature of milk into unity and coagulation, except the rennet that is put in? So too, who can make light a soul that is scattered by its thoughts and is by nature a creature, and lead it up to the heavens, and bring its thoughts into cohesion and solidity and unity, unless the Spirit of God, becoming as it were wings, lifts up the soul and carries it beyond nature and gathers its thoughts into one divine thought? "For their heart," says the prophet, "was curdled like milk." Understand two curdlings here: souls that are curdled into God and solidified into grace and into the world above, and souls that are curdled into wickedness and solidified into this age and become wholly of wickedness. For just as these are solidified and made firm in wickedness, so also those are solidified and made firm in the Lord. For just as the air is the earth of the bird, in which it lives, so also are the thoughts and the mind of sinners: they dwell in a dark and gloomy land with the spirits of wickedness, always finding themselves in evil thoughts, and there they walk and live. In the same way also the mind and the thoughts of the righteous dwell in a land of life, in the bright land of the Spirit, and there they walk and from now on live there in good and heavenly thoughts, always finding themselves there. This is what the Lord said: "And greater works shall he do," the Son, "that you may marvel"—works of immortal life that do not pass away, in the soul and mind of the faithful, where they walk and plant the footprints of their thoughts.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:113 · narrative
Source
«γῆν καινὴν» φωτὸς καὶ «οὐρανὸν καινὸν» πνεύματος καὶ ἁπαξαπλῶς κόσμον καινὸν κατεσκεύασε (καὶ αἰώνιον βασιλείαν), εἰς ὃν εἰσήνεγκε τὰς αὐτὸν ἐκδεχομένας καὶ
ἀγαπώσας ψυχὰς ἀπὸ γῆς θανάτου καὶ σκοτεινῆς πνευμάτων πονηρίας, ἔνθα οἱ λογισμοὶ αὐτῶν διέτριβον, εἰς γῆν ζωῆς καὶ φωτὸς πνευμάτων ἁγίων, εἰς ἣν ἐρείδει τὰ ἴχνη ὁ νοῦς καὶ οἱ λογισμοὶ περιπατοῦσιν εἰς ζωὴν αἰώνιον μετατιθέμενοι ἐκ θανάτου. τοῦτο ἐπηγγείλατο ὁ κύριος ποιεῖν «ἔργα μείζονα» ἅπερ ἀκμὴν οὐκ ἦν, ἐπεὶ ὅσον ἐν τοῖς φαινομένοις πᾶσα κατασκευὴ ἐν κόσμῳ ἦν, τὰ ὄρη, δένδρα, νεφέλαι, οὐρανός, ἥλιος, ἄστρα, σελήνη, ἄνθρωποι, ζῷα, ὕδατα, θάλασσα, ποταμοί, καὶ πᾶσα ἡ διακόσμησις ἦν. τὰ ἔργα οὖν τὰ καινὰ καὶ αἰώνια τὴν τῆς ψυχῆς μεταβολὴν καὶ ὑγείαν νόει καὶ ἴασιν αἰώνιον καὶ τῶν ἐκ πνεύματος τεκταινομένων αἰωνίων κατασκευῶν, ἃ ἐδωρήσατο τῇ ἀξίᾳ καὶ πιστῇ ψυχῇ. Παρακαλέσωμεν οὖν τὸν κύριον καὶ προσδοκήσωμεν αὐτὸν ἀδιστάκτῳ πίστει, ὅπως ἡ ἐνυπόστατος ἐργασία τοῦ ἁγίου πνεύματος γένηται ἐν ἡμῖν ἡ ἀποκτέννουσα τὴν ἁμαρτίαν, ἵνα ἐντεῦθεν καθαρισθέντες καὶ ἁγιασθέντες ἄξιοι τῆς ἐπου ρανίου βασιλείας γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Μέγα γὰρ καὶ τίμιον κτίσμα παρὰ θεῷ ἡ ψυχὴ τυγχάνει.
English
He prepared "a new earth" of light and "a new heaven" of spirit, and simply a new world (and an eternal kingdom), into which he brought the souls that awaited and loved him, from the earth of death and the dark wickedness of spirits, where their thoughts were dwelling, into an earth of life and light of holy spirits, on which the mind fixes its steps and their thoughts walk, being transferred from death into eternal life. This the Lord promised to do—"greater works" than these, which had not yet been, since as far as things visible are concerned, every structure was in the world: the mountains, trees, clouds, heaven, sun, stars, moon, people, animals, waters, sea, rivers, and all the ordering of it. Understand, then, the new and eternal works as the transformation and health of the soul, and eternal healing, and the eternal structures fashioned by the Spirit, which he bestowed on the worthy and faithful soul. Let us therefore entreat the Lord and await him with unwavering faith, so that the substantial working of the Holy Spirit may come to be in us—the working that puts sin to death—so that, cleansed and sanctified from here, we may become worthy of the heavenly kingdom in Christ Jesus our Lord, to whom be the glory and the dominion unto the ages of ages. Amen. For great and precious in the sight of God is the soul.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:114 · narrative
Source
τοιούτῳ δέ τινι τρόπῳ τὴν κατασκευὴν τῆς λεπτότητος αὐτῆς παραπλησιάσωμεν, ὥσπερ ἐὰν ᾖ πόλις ἔχουσα πλατείας, βουλευτήρια, δημόσια, ῥύμας, ἀμφόδια, παλάτια καὶ ἕτερα πολλὰ κατασκευάσματα, καὶ εἰσὶ τόποι ἐπιτήδειοι πρὸς τὸ συνέρχεσθαι ἐκεῖ τοὺς πρώτους τῆς πόλεως καὶ πᾶν τὸ πολίτευμα, καὶ ἐκεῖ καθέζεται κριτὴς καὶ δικάζει καὶ κατακρίνει πάντας τοὺς ἐν τῇ πόλει κακοποιοὺς καὶ λῃστὰς καὶ κλέπτας ἢ φαρμακοὺς ἢ μοιχοὺς ἢ ἐπιβούλους, ὁ δὲ κριτὴς ἐν τῇ πόλει ἐξουσίαν λαβὼν βασιλικήν, τουτέστι τὰς βασιλικὰς εἰκόνας καὶ τὰ σίγνα, οὕτω δύναται κρίνειν καὶ ἀναιρεῖν διὰ τῆς βασιλικῆς ἐξουσίας τοὺς κακο ποιούςοὕτω καὶ ἡ μεγάλη νοερὰ πόλις τοῦ θεοῦ, ἡ ψυχὴ καὶ τὸ ἐν αὐτῇ πολίτευμα τῶν λογισμῶν, ἐπὰν λάβῃ τὴν ἄνωθεν ἐξουσίαν διὰ τῆς πίστεως καὶ τῆς ἐναρέτου αὐτῆς πολιτείας «τὴν μάχαιραν τοῦ πνεύματος» καὶ τὴν ἐπουράνιον τοῦ Χριστοῦ εἰκόνα καὶ τὰ οὐράνια τοῦ φωτὸς πνευματικὰ σίγνα, τότε δύναται ἀναιρεῖν καὶ κατακρίνειν τοὺς ἐν αὐτῇ ἐχθροὺς καὶ κακοποιοὺς καὶ ἐπιβούλους καὶ λῃστάς (τουτέστι τὰ πνεύματα «τῆς πονηρίας»). ἀλλὰ καὶ ἐπὶ τοῦ κυρίου τοῦτο ἐν ἑτέρῳ τρόπῳ λαμβάνεται·
English
Let us in some such way as this compare the constitution of its subtlety: just as if there were a city having broad streets, council chambers, public buildings, streets, alleys, palaces, and many other structures, and there are places suitable for the leading men of the city and the whole citizen body to gather there, and there a judge sits and judges and condemns all the evildoers in the city—robbers and thieves, or poisoners or adulterers or plotters—and the judge in the city, having received royal authority, that is, the royal images and seals, is thus able to judge and put to death the evildoers through the royal authority; so also the great noetic city of God, the soul and the citizen body of its thoughts within it, when it has received the authority from above through faith and its virtuous conduct—"the sword of the spirit" and the heavenly image of Christ and the heavenly spiritual seals of light—then it is able to put to death and condemn the enemies and evildoers and plotters and robbers within it (that is, the spirits "of wickedness"). But this is also taken in another way in the case of the Lord.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:115 · narrative
Source
ὥσπερ ἐκ πόλεως καταπονουμένης ὑπὸ ἐχθρῶν καὶ ἐπιβούλων, μὴ ἐχούσης κριτὴν ἢ ἄρχοντα, εὑρεθῇ δὲ εἷς ἐκ τοῦ γένους ἐκείνης τῆς πόλεως, καὶ προσελθὼν τῷ βασιλεῖ καὶ δοὺς ἑαυτοῦ τὰ ὑπάρχοντα ἔλαβεν ἐξουσίαν καὶ οὕτως ἐλθὼν διεχειρίσατο καὶ ἀνῄρησε τοὺς ἐν τῇ πόλει ἐχθροὺς καὶ κακοποιούςτὸν αὐτὸν τρόπον καὶ ὁ κύριος, «ὁ» δεύτερος «Ἀδάμ», ἐκ τοῦ γένους Ἀδὰμ μόνος εὑρέθη καὶ ἔδωκε τὸ ἑαυτοῦ σῶμα ὑπὲρ παντὸς γένους τῶν ἀνθρώπων καὶ ἔλαβε τὴν ἐξουσίαν καὶ τὴν βασιλείαν καὶ τὴν δυναστείαν καὶ ἀνῄρησε πᾶσαν τυραννικὴν δύναμιν τῆς πονηρίας καὶ «τὰς ἀρχὰς καὶ τὰς ἐξου σίας» ἐθριάμβευσε «προσηλώσας» αὐτὰς «τῷ σταυρῷ», ἀναλαβὼν γὰρ τὸ σῶμα καὶ δι' αὐτοῦ νικήσας τὸν ἐχθρὸν καὶ κατακρίνας αὐτὸν «διὰ τῆς σαρκὸς» ἀνελθὼν ἐκάθισεν ἐν οὐρανοῖς προσκυνούμενος ὑπὸ πάντων τῶν «οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», καὶ οὕτω λοιπὸν ταῖς νοεραῖς αὐτοῦ πόλεσιν, ταῖς ζητούσαις αὐτὸν ψυχαῖς καὶ ὑπο τασσομέναις αὐτῷ καὶ ὑπ' αὐτοῦ βασιλεύεσθαι ἐπιθυμούσαις, ἄνωθεν ἀποστέλλει τὴν ἑαυτοῦ φωτεινὴν καὶ θείαν τοῦ πνεύματος εἰκόνα, τὸν ἐπουράνιον ἄνθρωπον, ἵνα ἐντυπωθέντος καὶ κραθέντος ἐν αὐταῖς εἰρη νεύωσι καὶ χαίρωσι καὶ ἀγαλλιῶνται ἀγαλλιάσει «ἀνεκλαλήτῳ», καὶ οὕτως οἱ ἐχθροὶ τῆς ψυχῆς ἀναιροῦνται ἐλθόντος τοῦ ἐπουρανίου κριτοῦ καὶ ἡ πόλις ἡ νοητὴ
English
Just as when a city is oppressed by enemies and conspirators, having no judge or ruler, and one is found from the race of that city, and he comes to the king and gives his own possessions and receives authority, and so coming he manages matters and destroys the enemies and evildoers in the city, in the same way also the Lord, the second Adam, was found alone from the race of Adam, and gave his own body for the whole race of men, and received the authority and the kingdom and the dominion, and destroyed every tyrannical power of wickedness, and triumphed over the principalities and the powers, nailing them to the cross. For taking up the body and through it conquering the enemy and condemning him through the flesh, he ascended and sat in the heavens, worshipped by all things in heaven and on earth and under the earth. And so thereafter, to his spiritual cities—the souls that seek him and are subject to him and desire to be ruled by him—he sends from above his own luminous and divine image of the Spirit, the heavenly man, so that when it has been imprinted and mingled in them, they may be at peace and rejoice and exult with exultation inexpressible, and thus the enemies of the soul are destroyed when the heavenly judge has come, and the noetic city
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:116 · narrative
Source
εἰρήνην μεγάλην λαμβάνει. ὥσπερ γὰρ ἐὰν μὴ λάβῃ τις τὴν βασιλικὴν ἐξουσίαν καὶ τὴν μάχαιραν καὶ τὰ σίγνα, κρίνειν τοὺς κακοποιοὺς καὶ ἀναιρεῖν οὐ δύναται, ἀλλ' ἔστιν ὅμοιος πάντων, οὕτω καὶ ἡ ψυχὴ ἐὰν μὴ δέξηται ἐν ἑαυτῇ τὴν τοῦ Χριστοῦ ἐπουράνιον εἰκόνα καὶ τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα καὶ τὰ ἐπου ράνια τῶν δωρεῶν τοῦ πνεύματος σίγνα, ἀναιρῆσαι καὶ κατακρῖναι τοὺς ἑαυτῆς ἐχθροὺς καὶ ἐπιβούλους οὐ δύναται. καὶ ἤδη ἀκούουσα τὴν ἐπιδημίαν τοῦ ἐπουρανίου ἄρχοντος, χαίρει καὶ ἀγαλλιᾷ, οἱ δὲ ἐχθροὶ αὐτῆς τὰ πνεύματα «τῆς πονηρίας» φόβῳ καὶ τρόμῳ καὶ δειλίᾳ συνέχονται. ὥσπερ ἐν πόλει ἐρχομένου ἄρχοντος κρῖναι καὶ ἀναιρῆσαι τοὺς ἐν αὐτῇ εὑρισκομένους λῃστὰς καὶ κακοποιοὺς χαίρουσι μὲν οἱ πολῖται τῆς πόλεως, οἱ δὲ ἐχθροὶ δειλίᾳ καὶ φόβῳ συνέχονται, καὶ ἐπὰν εἰς πρόσωπον τοῦ ἄρχοντος ἔλθωσιν, αἰσχύνονται καὶ τρέμουσιν, οἱ δὲ πολῖται παρρησίαν καὶ χαρὰν μεγίστην ἔχουσιν, ὅτι ἀναιροῦνται τῆς πόλεως οἱ κακοποιοὶ καὶ ἐχθροὶ καὶ ἐπίβουλοι, οὕτως ὅταν ἐνδη μήσῃ καὶ ἐπιφανῇ ὁ ἀληθινὸς καὶ ἐπουράνιος ἄρχων Χριστὸς ἐν τῇ πόλει τῆς ψυχῆς, παρρησίαν καὶ χαρὰν μεγίστην λαμβάνει σὺν παντὶ τῷ πολιτεύματι τῶν ἰδίων αὐτῆς λογισμῶν, οἱ δὲ ἐπίβουλοι αὐτῆς καὶ ἐχθροί, τὰ πάθη τῆς κακίας, ἐν αἰσχύνῃ καὶ τρόμῳ καὶ δειλίᾳ τυγ χάνουσιν.
English
receives great peace. For just as, unless someone receives the royal authority and the sword and the seals, he cannot judge evildoers and put them to death, but is like everyone else, so too the soul, unless it receives within itself the heavenly image of Christ and the garments of the ineffable light and the heavenly seals of the gifts of the Spirit, cannot put to death and condemn its own enemies and plotters. And already, hearing of the arrival of the heavenly ruler, it rejoices and exults, while its enemies, the spirits "of wickedness," are held in fear and trembling and cowardice. Just as when a ruler comes into a city to judge and put to death the robbers and evildoers found in it, the citizens of the city rejoice, while the enemies are held in cowardice and fear, and when they come into the ruler's presence they are put to shame and tremble, while the citizens have boldness and the greatest joy, because the evildoers and enemies and plotters are put to death from the city, so when the true and heavenly ruler, Christ, comes to dwell and appear in the city of the soul, it receives boldness and the greatest joy together with the whole commonwealth of its own thoughts, while its plotters and enemies, the passions of wickedness, are in shame and trembling and cowardice.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:117 · narrative
Source
Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν κύριον, ὅπως τύχωμεν τῆς «ἐπουρανίου» δωρεᾶς τοῦ «πνεύματος» καὶ τὰ ἐν ἡμῖν ἀλλότρια τῆς κακίας πάθη θανατώσωμεν, ἵν' οὕτως εὐάρεστοι αὐτῷ καταστάντες καὶ τὰς ἐντολὰς αὐτοῦ ἀμώμως ἐπιτελέσαντες τῆς αὐτοῦ βασιλείας ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ Ὡς «ὁ πατὴρ ἀγαπᾷ τὸν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. υἱόν, καὶ πάντα» διδάσκει αὐτὸν αὐτὸς «ὁ πατήρ», οὕτω καὶ οἱ Χριστιανοὶ ἀγαπῶντες τὸν κύριον· αὐτὸς ὁ καιρὸς καὶ τὸ ἔργον καὶ ὁ κύριος διδάσκει αὐτοὺς τὴν ἐπουράνιον διδασκαλίαν καὶ ἐπιστήμην. ὥσπερ γὰρ ἐν βίῳ εἴ τις ἔχει χρυσόν, ἄργυρον, κτήματα, πλοῦτον πολύν, οὗτος θέλει γεννῆσαι ἐκ τῆς ἑαυτοῦ φύσεως τέκνα, ἵνα κληρονομήσῃ τὰ τοῦ πατρός, ἐὰν δὲ μὴ σχῇ κληρονόμον, λυπεῖται καὶ θλίβεταιοὕτω καὶ ὁ κύριος, ποιήσας τὸν Ἀδάμ, τὴν γῆν ταύτην καὶ τὸν οὐρανὸν οἶκον αὐτῷ κατεσκεύασε καὶ βασιλέα πάντων αὐτὸν κατέστησε τῶν κτισμάτων, εὐτρεπίσας αὐτῷ καὶ τὴν ἐπουράνιον κληρονομίαν, ἵνα γένηται φίλος καὶ ἀδελφὸς Χριστοῦ, νύμφη καὶ κοινωνὸς τοῦ ἁγίου πνεύματος. ὡς γὰρ ὑμεῖς «ἐξ ὅλης καρδίας» ἀγαπᾶτε τὸν κύριον καὶ ξένοι γίνεσθε καὶ θλῖψιν φέ ρετε, οὕτω καὶ ὁ κύριος ἐξ ὅλης καρδίας ἡμᾶς ἠγάπησε καὶ ἔπαθε καὶ ἐσταυρώθη, ἵνα εἰς τὴν ἑαυτοῦ κληρονομίαν καὶ ζωὴν εἰσαγάγῃ τοὺς ἀνθρώπους· διὰ τοὺς ἁμαρτωλοὺς γὰρ κατῆλθεν. καὶ λυπεῖται ὁ κύριος, ὁ ἐπουράνιος πατήρ, ἐὰν μὴ γεννήσῃ τέκνα ἐκ τῆς ἑαυτοῦ φύσεως καὶ δῷ αὐτοῖς κληρονομίαν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἣν αὐτοῖς ἡτοίμασεν.
English
Let us therefore also entreat the Lord, that we may obtain the heavenly gift of the Spirit and put to death the passions of wickedness that are alien to us, so that thus becoming well-pleasing to him and blamelessly fulfilling his commandments, we may become worthy of his kingdom in Christ Jesus our Lord, to whom be the glory and the power unto the ages of ages. Amen. As the Father loves the Son, and the Father himself teaches him all things, so also Christians, loving the Lord—the time itself and the work and the Lord teaches them the heavenly teaching and knowledge. For just as in life, if someone has gold, silver, possessions, great wealth, he wishes to beget children from his own nature, so that they may inherit what belongs to the father; but if he has no heir, he is grieved and distressed—so too the Lord, having made Adam, prepared this earth and heaven as a house for him and established him as king over all the creatures, having also prepared for him the heavenly inheritance, so that he might become a friend and brother of Christ, a bride and partaker of the Holy Spirit. For as you love the Lord with your whole heart and become strangers and endure affliction, so too the Lord loved us with his whole heart and suffered and was crucified, in order to bring people into his own inheritance and life; for it was for sinners that he came down. And the Lord, the heavenly Father, is grieved if he does not beget children from his own nature and give them an inheritance, the kingdom of heaven, which he has prepared for them.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:118 · narrative
Source
πάντες γὰρ οἱ γενόμενοι δίκαιοι, ἄνθρωποι ὄντες ὡς καὶ οἱ λοιποὶ καὶ σάρκα περιβεβλημένοι, ἔργον μέγα παρὰ τοὺς λοιποὺς ἀνθρώπους ἐποίησαν ἐπὶ τῆς γῆς· ἐβασίλευσαν γὰρ τῆς κτί σεως καὶ τοῦ θανάτου. εἶπε Μωϋσῆς τῷ ὕδατι καὶ μετεβλήθη εἰς αἷμα, εἶπε τῇ γῇ καὶ ἀνῆλθον βάτραχοι, εἶπε τῷ θανάτῳ· μὴ εἰσέλθῃς εἰς τὰ πρόθυρα, καὶ ὑπετάγη ὁ θάνατος καὶ ἐποίησε τὸ θέλημα Μωϋσέως, καὶ λοιπὸν ἔγνω ὁ θάνατος, ὅτι ἀπὸ τότε οὐκέτι βασιλεύει, ἐξ οὗ ἐφοβήθη τὸ πρόσταγμα Μωϋσέως καὶ ὑπήκουσεν αὐτῷ. καὶ γὰρ καὶ σίγνον ἦν εἰς τὸ πρόσωπον Μωϋσέως τῆς δόξης τοῦ φωτὸς τοῦ θεϊκοῦ, ὅπερ σίγνον ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως ἦν περιβεβλημένος, δόξαν γὰρ θεοῦ καὶ ἔνδυμα θεϊκὸν ἦν ἠμφιεσμένος αὐτὸς ὁ Ἀδάμ. ἕως οὖν Μωϋσέως οὐδεὶς ἔσχε τοῦτο τὸ σημεῖον εἰς τὸ πρόσωπον εἰ μὴ μόνον Μωϋσῆς. ἐξεπλάγη οὖν ὁ θάνατος θεασά μενος τὸ σημεῖον, ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἕως ἄρτι οὐδεὶς ἔσχε τὸ σημεῖον τοῦτο, καὶ περὶ ἑαυτοῦ προεφήτευσεν,
ὅτι μέλλει βασιλεύεσθαι καὶ ὑποτάσσεσθαι τῷ γένει τῶν ἀνθρώπων, ὃ καὶ οὕτω γέγονεν. ἐπεφάνη γὰρ λοιπὸν καὶ ὁ ἐπουράνιος Ἀδὰμ καὶ διὰ τοῦ σταυροῦ κατέκρινε τὸν θάνατον καὶ κατῆλθεν εἰς τὰ μνημεῖα καὶ ἐνεφανίσθη τοῖς προ κεκοιμημένοις προφήταις καὶ δικαίοις. ἐπειδὴ ἦσαν λυπούμενοι ὡς μὴ τυγχάνοντες τῶν ἐπαγγελιῶν, ἤγειρεν αὐτοὺς ἐκ τῶν τάφων καὶ περιέβαλεν αὐτοὺς δόξαν θεϊκὴν καὶ «ἐνεφανίσθησαν» ἐν τῇ πόλει Ἰερουσαλὴμ καὶ εἶδον τοὺς ἑαυτῶν φίλους καὶ συγγενεῖς καὶ πάλιν ἐκοιμήθησαν· ἐκεῖ γὰρ τὰς συμπήξεις καὶ τὰς ἁλύσεις τοῦ πονηροῦ διέρρηξεν ὁ κύριος καὶ ἐθανάτωσε τὸν διάβολον.
English
For all who became righteous, being men just as the rest and clothed in flesh, did a great work beyond the rest of men upon the earth; for they reigned over creation and death. Moses spoke to the water and it was changed into blood; he spoke to the earth and frogs came up; he spoke to death: "Do not enter the forecourts," and death was subjected and did the will of Moses. And thereafter death knew that from that time he no longer reigns, since he feared the command of Moses and obeyed him. For there was also a sign upon the face of Moses of the glory of the divine light, which sign Adam had been clothed with before the transgression; for Adam himself had been arrayed in the glory of God and a divine garment. Until Moses, then, no one had this sign upon his face except Moses alone. Death, therefore, was struck with amazement when he beheld the sign, because from Adam until now no one had had this sign, and he prophesied concerning himself, that he was about to be reigned over and subjected to the race of men, which indeed so came to pass. For thereafter the heavenly Adam also appeared and by the cross condemned death, and descended into the tombs and was manifested to the prophets and righteous who had fallen asleep before. Since they were grieving as not obtaining the promises, he raised them from the graves and clothed them with divine glory, and "they appeared" in the city of Jerusalem and saw their own friends and relatives and again fell asleep; for there the Lord tore apart the snares and chains of the evil one and put the devil to death.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:119 · narrative
Source
ὁ Ἠλίας ἐξουσιαστικῶς ἔδησε τὰς κλεῖς τῶν οὐρανῶν καὶ οὐκ ἔβρεξεν. πῶς τοῦτο ἴσχυσε ποιῆ σαι; προσέσχε πρὸς τὸν θεόν, ἐπίστευσεν, ἠγάπησεν. οὔτε γὰρ λέγω σοι ὅτι τὰς χεῖρας αὐτοῦ ἐξέτεινεν εἰς τὸν οὐρανόν, οὔτε αὐτὸς τῇ δυνάμει αὐτοῦ τὸ οὐράνιον πῦρ ἤνεγκε καὶ ἔκαυσε τὸ θυσιαστήριον καὶ τοὺς ψευδοπροφῆτας, ἀλλὰ τῇ ἀγάπῃ αὐτοῦ καὶ τῇ πίστει συνήργησε θεϊκὴ δύναμις, ἥτις ταῦτα δι' αὐτοῦ ἐπετέλεσεν. εἶπε λόγον καὶ ἄλλος δίκαιος «καὶ ἔστη ὁ ἥλιος», ἄλλος ἔφραξε «στόματα λεόντων». Ὁρᾷς πῶς οἱ δίκαιοι βασιλεῖς εἰσι τῶν κτισμάτων καὶ πάντα τὰ κτίσματα τρέχει κατέναντι αὐτῶν. ἡ «αἱμορροοῦσα», «ἥτις οὐκ ἴσχυσε θεραπευθῆναι» ὑπὸ ἰατρῶν, μὴ ὁ κύριος ἀπῆλθε πρὸς αὐτήν; οὐχὶ αὐτὴ «ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ»; ὁ «ἀπὸ γενετῆς» τυφλὸς οὐχὶ αὐτὸς πρῶτος ἔκραξεν; ὁ Ζακχαῖος οὐχὶ αὐτὸς πρῶτος ἀνῆλθεν εἰς τὸ δένδρον; καὶ νῦν οἱ ἄνθρωποι ζῶντες νεκροί εἰσιν, καὶ εἰς τοὺς πιστεύοντας ἔρχεται ὁ κύριος καὶ κατασκηνοῖ εἰς τὰς ψυ χὰς αὐτῶν καὶ ἐκτινάσσει τὰς καρδίας αὐτῶν ἐκ τῶν λίθων καὶ ἐκ τῶν μνημείων τῶν ἀκαθάρτων πνευμάτων καὶ ἀπαθανατίζει τὰς ψυ χὰς αὐτῶν καὶ ζῳοποιεῖ ἐκ τῆς νεκρώσεως αὐτῶν.
English
Elijah authoritatively bound the keys of the heavens and it did not rain. How did he have the strength to do this? He attended to God, he believed, he loved. For I do not tell you that he stretched out his hands to heaven, nor that he himself by his own power brought down the heavenly fire and burned the altar and the false prophets, but a divine power cooperated with his love and his faith, which accomplished these things through him. Another righteous man spoke a word and "the sun stood still"; another shut "the mouths of lions." You see how the righteous are kings over creation, and all creation runs to meet them. The "woman with the flow of blood," "who could not be healed" by physicians—did not the Lord go to her? Did she not herself "touch the fringe of his garment"? The man "blind from birth"—did he not himself cry out first? Did not Zacchaeus himself first climb the tree? And now men, though living, are dead, and the Lord comes to those who believe and dwells in their souls and shakes their hearts out from the stones and from the tombs of unclean spirits and makes their souls immortal and gives them life from their deadness.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:120 · narrative
Source
ὥσπερ οὖν οἱ πρῶτοι δίκαιοι ἐπίστευσαν τῷ κυρίῳ καὶ προσέδραμον αὐτῷ, οὕτω καὶ ἡμεῖς ἀγαπῆσαι ὀφείλομεν τὸν θεὸν «ἐξ ὅλης καρδίας» καὶ πιστεῦ σαι καὶ ἀκοῦσαι, καὶ οὕτως ἔρχεται εἰς τοὺς διαλογισμοὺς καὶ τὰ διανοήματα καὶ πᾶσαν τὴν τοῦ σατανᾶ ἁρμολογίαν καὶ τοὺς δεσμοὺς καὶ τὰ συμπήγματα διαλύει καὶ καθαρίζει τὰς καρδίας ἡμῶν ἐκ τῆς λέπρας καὶ ζῳοποιεῖ ἐκ τῆς νεκρώσεως καὶ φωτίζει τὸν νοῦν ἐκ τῆς τυφλώσεως. πάντα γὰρ τὰ κτίσματα, ἃ ἐποίησεν ὁ θεός, ἐξ ἀρχῆς ἦν, καὶ ποταμοὶ καὶ ὄρη καὶ βουνοὶ καὶ τὰ ζῷα καὶ πηγαί. λοιπὸν τί ἐστιν, ὅπερ ἐρχόμενος καὶ ἐνδυόμενος τὸ σῶμα ὁ κύριος ποιεῖ ἔργον μεῖζον τούτων, †ὡς† ἐν τοῖς φαινομένοις οὐδὲν ἔλειπε τῇ κτίσει; τί οὖν ἐστιν ὃ εἶπεν· «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργά ζομαι», καὶ «μείζονα τούτων» «ἔργα» ποιῶ, εἰ γῆ ἦν ἐσπαρμένη καὶ φυτεῖαι καὶ οὐρανοὶ καὶ ἥλιος καὶ σελήνη; ἀλλὰ δῆλον ὅτι μειζότερον ἔργον τῶν φαινομένων ἔρχεται ποιῆσαι, μὴ φαινόμενον τοῖς σαρκικοῖς ὀφθαλμοῖς. τὰς γὰρ διεφθαρμένας διανοίας ἐν τῷ κρυπτῷ ὑπὸ τοῦ σατανᾶ ἔρχεται διορθώσασθαι καὶ σπεῖραι σπόρον οὐράνιον ἐν τῇ γῇ τῆς ψυχῆς, ὥσπερ ὁ γεωργὸς ἐν τοῖς φαινομένοις σπείρει τὴν γῆν. μὴ ἆρα βοῦς ζεύγνυσιν; οὐχ οὕτως. μὴ ἆρα φυτείαν φαινομένην φυτεύει; οὐχ οὕτως. ἄμπελος γάρ ἐστιν ἡ ψυχὴ τῷ κυρίῳ (καὶ ὁ κύριος τῇ ψυχῇ) καὶ φυτεύει ἐκεῖ ῥίζας ἀγάπης, χαρᾶς γλυκείας καὶ πηγὰς ζωῆς βρυ ούσας ἐν τῇ καρδίᾳ, «οὐρανοὺς καινοὺς καὶ γῆν καινὴν» καὶ φωστῆρας νέους·
English
Just as therefore the first righteous men believed in the Lord and ran to him, so also we ought to love God "with all our heart" and to believe and to hear, and thus he comes into our reasonings and thoughts and every arrangement of Satan, and dissolves the bonds and compactions and cleanses our hearts from the leprosy and gives life from the deadness and enlightens the mind from blindness. For all the creatures that God made were from the beginning—both rivers and mountains and hills and animals and springs. What, then, is the work that the Lord, coming and putting on the body, does greater than these, †so that† nothing was lacking in creation among things visible? What then is it that he said: "My Father works until now, and I work," and "greater works than these" I do, if there was sown earth and plantings and heavens and sun and moon? But it is clear that he comes to do a greater work than things visible, one not visible to fleshly eyes. For he comes to set right the corrupted thoughts in secret by Satan and to sow heavenly seed in the earth of the soul, just as the farmer sows the visible earth. Does he yoke oxen? Not so. Does he plant a visible planting? Not so. For the soul is a vine to the Lord (and the Lord to the soul), and he plants there roots of love, of sweet joy, and springs of life gushing in the heart, "new heavens and a new earth" and new luminaries.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:121 · narrative
Source
εἰ γὰρ τὰ ἄνθη τῆς γῆς τοσαύτην δόξαν περιβάλλει καὶ τὰ ἴα ἐνδύει πορφύραν, πόσῳ μᾶλλον τὴν λογικὴν ψυχὴν δοξάζει καὶ καλλωπίζει διακοσμήσει πνευματικῇ καὶ ἐνδύει τὴν πορφύραν τοῦ πνεύματος. οὕτω γὰρ ηὐδόκησεν, καὶ τοῦτο τὸ ἔργον ἐν ταῖς ψυχαῖς ἐργά ζεται, ἵνα ἡ ψυχὴ κερασθῇ τῷ ἐπουρανίῳ πνεύματι καὶ μῖξις γένηται καὶ κοινωνία τῶν ἐπιγείων μετὰ τῶν ἐπουρανίων, μόνον ἵνα ἀγαπή σωμεν ἀλλήλους καὶ πιστεύσωμεν τῷ θεῷ, καὶ δίδωσιν ἡμῖν τὴν ἑαυτοῦ κληρονομίαν. αὐτὸς γὰρ σβέννυσι τὸ πῦρ τὸ ἐν ἡμῖν, ἡμεῖς
μόνον ἀγαπήσωμεν αὐτόν, καὶ ὃ οὐ δυνάμεθα ποιῆσαι, αὐτὸς ἔρχεται καὶ ἐξολοθρεύει τὸν θάνατον. οὔτε γὰρ «τὰ τείχη Ἰεριχὼ» ἴσχυσαν ἄνθρωποι καθελεῖν, ἀλλὰ δυνάμει θεϊκῇ ἔπεσαν. ὥσπερ ἵνα ᾖ ἄρχων καὶ ἔχῃ τὸ σίγνον καὶ τὴν εἰκόνα ἔμπροσθεν αὐτοῦ, λοιπὸν διὰ τὸ προη γεῖσθαι τὴν εἰκόνα ἐξουσιαστικῶς πάντας ἀποκτέννει καὶ ἐξορίζει τοὺς ἀτάκτους. καὶ εἰ ἡ νεκρὰ εἰκὼν τοσοῦτον ἔχει φόβον καὶ ἀξίωμα, πόσῳ μᾶλλον ἡ εἰκὼν ἡ ἐπουράνιος καὶ ἡ ζῶσα δύναμις τοῦ θεοῦ καὶ τὸ σίγνον τὸ ἐπουράνιον καὶ θεῖον, ἐὰν ζωγραφηθῇ ἐν ταῖς καρδίαις, ἀναιρεῖ καὶ φονεύει τὰς δυνάμεις τοῦ σκότους τὰς μεμιγμένας κρυπτῶς ἐν τῇ καρδίᾳ καὶ «πᾶσαν τὴν τοῦ ἐχθροῦ δύναμιν» ἐξολοθρεύει. Δόξα τῇ μεγαλωσύνῃ αὐτοῦ καὶ τῇ ἀπείρῳ αὐτοῦ εὐσπλαγχνίᾳ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
For if the flowers of the earth he clothes with such glory and dresses the violets in purple, how much more does he glorify the rational soul and adorn it with spiritual order and dress it in the purple of the Spirit. For so he was well pleased, and this work he works in souls, that the soul may be mingled with the heavenly Spirit and there may be a mixture and a communion of earthly things with heavenly, only that we love one another and believe God, and he gives us his own inheritance. For he himself quenches the fire that is in us; we need only love him, and what we are unable to do, he comes and destroys death. For "the walls of Jericho" men were not able to throw down, but they fell by divine power. Just as, in order that there may be a ruler and he may have the seal and the image before him, thereafter, because the image goes before him with authority, he puts to death all and banishes the disorderly. And if the dead image has so much fear and honor, how much more the heavenly image and the living power of God and the heavenly and divine seal, if it be painted in hearts, destroys and kills the powers of darkness that are secretly mingled in the heart and "all the power of the enemy" it destroys utterly. Glory to his majesty and to his boundless compassion unto the endless ages of ages. Amen.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:122 · narrative
Source
Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ θεμέλιος καὶ αὐτός ἐστι τὸ συμπλήρωμα, ὁ ἀκρογωνιαῖος. ἀπὸ γὰρ τῆς γῆς καὶ τοῦ οὐρανοῦ ἐστιν ὁ κύριος· ἐξ οὐρανοῦ γὰρ θεὸς ἦλθε καὶ ἔλαβε τὸν ἄνθρωπον ἀπὸ γῆς καὶ συνεκεράσθη τῷ ἀνθρώπῳ. ἴδε ἀπ' οὐρανοῦ καὶ ἴδε ἀπὸ γῆς, ἴδε ὁ θεμέλιος καὶ ἴδε ὁ ἀκρογωνιαῖος. οὕτως ηὐδόκησε ποιῆσαι καὶ τοῖς οὖσιν ἀπὸ γῆς ἔδωκε πνεῦμα ἅγιον ἐξ οὐρανοῦ, ἵνα τοὺς ἄνω καὶ τοὺς κάτω ποιήσῃ μίαν ἐκκλησίαν συγκεράσας τὴν θεότητα τῇ ἀνθρωπότητι. ὅταν δὲ ἀκούσῃς θεμέλιον, τὸν κύριον νόησον· αὐτὸς γὰρ ὁ θεμέλιος μεμέτρηται καὶ οἱ ἐποικοδομούμενοι λίθοι πρὸς ἰσόμετρον τοῦ θεμελίου ὀφείλουσιν εἶναι, ἵνα ἡ οἰκοδομὴ ὑπὸ μίαν ἁρμολογίαν γένηται· οὔτε γὰρ κολοβοὶ δύνανται προχωρῆσαι ἐκεῖ οὔτε μακροί, ἀλλ' ἴσοι τοῦ μέτρου τοῦ θεμελίου ἁρμόζουσιν. οὕτω καὶ ὁ Χριστὸς ὢν ἀληθινὸς θεμέλιος καὶ ἀκρογωνιαῖος εἰς ἐκεῖνο τὸ μέτρον τῆς τελειότητος τοῦ Χριστοῦ ἐκάλεσεν ἐλθεῖν πάντας ἀνθρώπους. τοῦτο ἔλεγεν ὁ ἀπόστολος· «ἄχρι καταντήσωμεν οἱ πάντες» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», καὶ πάλιν· «ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ», καὶ πάλιν· «ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα» τοῦ Χριστοῦ. εἰς ταῦτα τὰ μέτρα ἐκάλεσεν ὁ Χριστὸς τὸ γένος τῶν ἀνθρώπων ἐλθεῖν, εἰς ταύτην τὴν οἰκοδομὴν προσκέκληται πρὸς ἴσον τοῦ θεμελίου, ὅς ἐστιν αὐτὸς ὁ κύριοςΔόξα τῇ μεγαλειότητι αὐτοῦ. ὁ κόσμος ὅλος εἰς τὴν φαινομένην διακονίαν ἕστηκεν, οἱ δὲ τοῦ θεοῦ δοῦλοι ἀόρατον ἔχουσι τὴν διακονίαν ἐν μυστηρίῳ καὶ οὐκ ἴσασιν οἱ ἄνθρωποι.
English
Our Lord Jesus Christ is himself the foundation, and he is himself the completion, the cornerstone. For the Lord is from the earth and from heaven: for God came from heaven and took the man from the earth and was mingled with the man. See from heaven and see from earth, see the foundation and see the cornerstone. So he was pleased to do, and to those who are from the earth he gave the Holy Spirit from heaven, in order to make those above and those below one church, having mingled the Godhead with humanity. But when you hear "foundation," understand it to mean the Lord; for the foundation itself has been measured, and the stones built upon it ought to be of equal measure with the foundation, so that the building may come under one jointing; for neither can the stunted proceed there nor the tall, but those equal to the measure of the foundation fit together. So also Christ, being the true foundation and cornerstone, has called all men to come to that measure of the perfection of Christ. This the apostle said: "Until we all attain" "to a perfect man, to the measure of the stature of the fullness of Christ," and again: "that we may present every man perfect in Christ," and again: "that you may be filled to all the fullness" of Christ. To these measures Christ has called the race of men to come; to this building he has summoned them, to equality with the foundation, which is the Lord himself. Glory to his majesty. The whole world stands for the visible ministry, but the servants of God have an invisible ministry in mystery, and men do not know it.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:123 · narrative
Source
ὥσπερ γὰρ ἡ ἀγγελικὴ φύσις ἀόρατος οὖσα διακονεῖ ἐν τοῖς ἀοράτοις τῷ ἀοράτῳ θεῷ, οὕτω καὶ ἡ ψυχὴ οὖσα πνεῦμα ἀοράτως διακονεῖ τῷ θεῷ τῷ ἀοράτῳ. καὶ ὁ σατανᾶς πνεῦμα ὢν καὶ αὐτὸς κρυπτῶς ἐν τῷ βάθει τῆς καρδίας πολεμεῖ. οἱ δὲ νῦν ἔχοντες ἔργον πνευματικὸν κατὰ τὸν ἀπόστολον οὐ «πρὸς αἷμα καὶ σάρκα» ἔχουσι τὴν πάλην, ἀλλὰ «πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους». αὕτη ἡ δύναμις τῆς θεότητος· ἀόρατος οὖσα ἔκτισε κόσμον τὸν φαινόμενον. καὶ ἡ ψυχὴ ὁμοίως ἀόρατος οὖσα ἔκτισε κόσμον τὸν μὴ φαινόμενον. τὸ αὐτὸ καὶ ὁ πονηρὸς διὰ τῆς ἀφανοῦς δυνάμεως αἰχμαλωτίζει εἰς διακονίας φαινομένας τῆς ἀνομίας. Ἐρώτησις. Τί ἐστιν ὅτι ἐρωτώμενος ὁ διάβολος «πόθεν παραγέγονας» ἀπεκρίνατο· «ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι»; Ἀπόκρισις. Τὰ μὲν πλείονα τούτων ἐστὶν ἀκατάληπτα, πλὴν τοῦτο ἐκ φήμης ἀκήκοα, ὅτι οἱ γόητες ἐν ὑποταγῇ ἔχουσι τοὺς δαίμονας· λοιπὸν συμβαίνει ἐν μίᾳ ὥρᾳ εἴκοσι ἢ καὶ τριάκοντα διὰ τῶν ἐπαοιδῶν καὶ τῆς γοητείας τοὺς αὐτοὺς δαίμονας ἐπικαλεῖσθαι εἰς τὸ κακοποιῆσαι, καὶ ἕκαστος αὐτῶν, εἰς τὰ μέρη τῆς δύσεως ἢ τῆς ἀνατολῆς ὤν, φθάνει ἐν τῇ αὐτῇ ὥρᾳ τοῖς
English
For just as the angelic nature, being invisible, serves the invisible God in invisible things, so also the soul, being spirit, invisibly serves the invisible God. And Satan, being a spirit, also secretly wages war in the depth of the heart. But those who now have a spiritual work, according to the apostle, do not have their struggle "against blood and flesh," but "against the principalities, against the powers, against the world-rulers of the darkness." This is the power of the Godhead: being invisible, it created the visible world. And the soul likewise, being invisible, created the world that is not visible. The same also does the evil one through invisible power: he takes captive unto visible services of lawlessness. Question. What is it that the devil, when asked "From where have you come?" answered, "I am here, having walked about under heaven"? Answer. Most of these things are incomprehensible, except that I have heard from report that the sorcerers have the demons in subjection; and so it happens that in one hour twenty or even thirty, through incantations and sorcery, the same demons are invoked to do harm, and each of them, being in the parts of the west or of the east, arrives in the same hour to those
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:124 · narrative
Source
πᾶσιν ἐμφανισθῆναι καὶ ἐνεργῆσαι εἰς τὸ κακόν. εἰ οὖν τὸ κακὸν οὕτω φθάνει ἐν ῥοπῇ ὥρας πᾶσιν ὑπακούειν, πόσῳ μᾶλλον τὸ ἀγαθὸν δύναται ἐμφανίζεσθαι καὶ βοηθεῖν πᾶσι τοῖς ἐπικαλουμένοις αὐτό. Τὰ οὖν πλείονα τούτων ὑπερβαίνει τὴν ἡμετέραν ἀσθένειαν. ὥσπερ δὲ σκεῦος βασιλικὸν κατασκευαζόμενον οὐχὶ ἀπὸ μιᾶς τελειοῦται, ἀλλὰ πλεονάκις εἰσέρχεται εἰς τὸ πῦρ, εἶθ' οὕτω σφυροκοπεῖται καὶ πολυτρόπως κοσμεῖται, καὶ τότε ἀπαρτίζεται σκεῦος τίμιον προχω ροῦν εἰς τράπεζαν βασιλικήν, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ διαφόρως κοσμουμένη καὶ γυμναζομένη τίμιον σκεῦος τοῦ βασιλέως τοῦ ἐπου ρανίου γίνεται. ἔστι τις ἔχων ἀρετὰς πολλὰς βίου, ἀκτημοσύνας, νηστείας, ἀγρυπνίας, ἀλλ' ἐπειδὴ διὰ δόξαν ἀνθρωπίνην ποιεῖ καὶ οὐ διὰ θεόν, ὧδε τὸν μισθὸν ἀπολαμβάνει· οἱ γὰρ δοξάζοντες αὐτὸν ἄνθρωποι οὗτοί εἰσιν αὐτοῦ θεοί. καὶ ἔστιν ἄλλος θέλων λανθάνειν ἀνθρώπους καὶ εὐαρεστεῖν θεῷ καὶ πολλάκις τινὰ ἀδιαφόρως ποιεῖ καὶ ἁπλουστάτως παρ' ἐκεῖνον τὸν δὴ ἐν πᾶσιν ἀκριβῆ, καὶ μᾶλλον οὗτος ἀποδεκτέος ἐστὶ παρὰ θεῷ, ἐπειδὴ διὰ θεὸν ποιεῖ, ἢ ἐκεῖνος ὁ διὰ δόξαν ἀνθρώπων. ἐπειδὴ τοίνυν υἱὸς εἶ ἐκείνου τοῦ παραβάντος τὴν ἐντολήν, ἀνάγκη ὅτι υἱὸς ὢν καὶ τὸ παχὺ σκότος καὶ ἡ ἀράχνη καὶ ἡ ἀπείθεια καὶ ἡ μάχαιρα ἐμπέπηκταί σοι ὡς εἰς πάντας τοὺς υἱοὺς αὐτοῦ, καὶ χρὴ ἐκ τῆς δεινῆς συντροφίας καὶ χαλεπῆς συνηθείας τῆς ἁμαρτίας χωρισθῆναι καὶ ἀναλαβεῖν διαγωγὴν καὶ συντροφίαν καὶ ἦθος πνευματικὸν τοῦ δευτέρου Ἀδὰμ τοῦ ἐπουρανίου καὶ «νοῦν Χριστοῦ» κτήσασθαι, ἵνα γένῃς τούτου υἱὸς καὶ κληρονόμος.
English
to be manifested to all and to work for evil. If, then, evil thus reaches in a moment of an hour to be obedient to all, how much more can good be manifested and help all who call upon it. The greater part of these things, then, surpasses our weakness. But just as a royal vessel being fashioned is not perfected from one firing, but enters the fire many times, and then is hammered and adorned in many ways, and then is completed as a precious vessel proceeding to the king's table, in the same way the soul also, being adorned and exercised in various ways, becomes a precious vessel of the heavenly King. There is one who has many virtues of life—possessions renounced, fastings, vigils—but since he does them for human glory and not for God, he receives his reward here; for the men who glorify him, these are his gods. And there is another who wishes to escape the notice of men and to please God, and often does something indifferently and very simply, compared with that man who is exact in all things, and yet this one is more acceptable to God, since he does it for God, than that one who does it for the glory of men. Since, therefore, you are a son of that one who transgressed the commandment, it is necessary that, being a son, the thick darkness and the spider and the disobedience and the sword are fixed in you as in all his sons, and it is necessary to be separated from the dread companionship and grievous habit of sin and to take up the conduct and companionship and spiritual character of the second Adam, the heavenly one, and to acquire "the mind of Christ," so that you may become his son and heir.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:125 · narrative
Source
καὶ γὰρ ὅλη ἡ νομοθεσία καὶ προφῆται καὶ ἀπόστολοι καὶ ἄγγελοι καὶ ἡ ἔλευσις κατὰ τοῦ κακοῦ γεγένηται τοῦ παρεισελθόντος καὶ βασιλεύ σαντος, ὅπως ἀποκόψωσι τὰ κακὰ καὶ θριαμβεύσωσιν· οὐ μὴν ἀλλὰ καὶ οἱ νόμοι Ῥωμαίων κωλύουσιν (τὸν δὲ σατανᾶν οὔτε προφῆται οὔτε ἀπόστολοι οὔτε γραφαί). ὅμως ὁρᾷς ἕτοιμα τὰ κακὰ τὰ συνέχοντα τὸν κόσμον καὶ τοὺς συνηδομένους καὶ κατεχομένους εἰς τὸν θάνατον, καὶ τὸ ἀγαθὸν σπάνιον, ὥστε ἀπὸ πολλῶν ὀλίγους εἶναι τοὺς σωζο μένους. ἀναγκαῖον οὖν ἐστιν ἡμᾶς τοὺς προσελθόντας τῷ ζῶντι θεῷ δι' ἐναρέτου πολιτείας τούτῳ συναρμολογεῖσθαι καὶ συγκολλᾶσθαι, ἐπειδὴ «ἡ κεφαλὴ αὐτός ἐστιν», ὁ μαργαρίτης, ὁ θεμέλιος· καὶ εἴ τις οὐ κτᾶται τὸν θεμέλιον τοῦτον, οὐκ οἶδε ποῦ οἰκοδομεῖ. εἴ τις γάρ ἐστιν ἐν ἐρημίαις καθεζόμενος καὶ ἀσκεῖ ἔτι ἐγκρατὴς ὢν καὶ μὴ οἰκοδομῶν ἐπὶ τὸν κύριον, «ἐπὶ τὴν ἄμμον» οἰκοδομεῖ, ἐπὶ πράγματα λυόμενα καὶ εὔφθαρτα. ὃν τρόπον γὰρ ἀποσπασθείσης κεφαλῆς ἀν θρώπου οὐκ ἐγχωρεῖ τὰ ἄλλα μέλη συστῆναι, ἀλλ' εὐθέως λύεται καὶ φθείρεται, οὕτως ἄνευ τῆς κεφαλῆς (τουτέστιν ἄνευ τοῦ Χριστοῦ), ζῆσαι ψυχὴν ἀδύνατον, ὥσπερ οὐδὲ ἰχθὺν ἄνευ ὕδατος ζῆν. ἐκεῖνον γὰρ ἔχων τὸν θεμέλιον ὡς ἐπὶ «πέτραν» ἐστὶν οἰκοδομῶν τὸ ἔργον αὐτοῦ. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
For the whole lawgiving, and prophets, and apostles, and angels, and the coming [of Christ] came about against the evil that entered in and reigned, in order to cut off evils and triumph over them; indeed, even the laws of the Romans hinder (but Satan neither prophets nor apostles nor scriptures). Nevertheless you see that the evils which hold the world together are ready at hand, and those who take pleasure in them and are held fast unto death, and that good is rare, so that out of many few are those who are saved. It is necessary, then, that we who have come near to the living God through a virtuous conduct be fitted together and glued to him, since "he himself is the head," the pearl, the foundation; and if anyone does not possess this foundation, he does not know where he is building. For if anyone is sitting in deserts and practices continence while yet not building upon the Lord, "upon the sand" he builds, upon things that are dissolved and easily corrupted. For just as, when a man's head is cut off, it is not possible for the other members to hold together, but they are immediately dissolved and corrupted, so without the head (that is, without Christ) it is impossible for a soul to live, just as neither can a fish live without water. For having that foundation, he is building his work as "upon rock." Glory to his mercies unto the ages of ages. Amen.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:126 · narrative
Source
Αἱ τῶν λόγων συζητήσεις καὶ ἡ πεποίθησις τῆς γνώσεως οὐδὲν κέρδος τῇ ψυχῇ προσποιοῦσιν ὅσον περισπασμὸν καὶ ζημίαν, καὶ οἱ ἐν τούτοις κεκρατημένοι τοῖς πράγμασιν ἐοίκασιν ἀνθρώπῳ χόρτον ἀντὶ ἄρτου ἐσθίοντι, τὸν μὴ ἔχοντα ἡδονήν τινα μηδὲ τῷ σώματι δύναμιν ποιοῦντα, ἢ ἀνθρώπῳ ἐν τοίχῳ γεγραμμένῳ καὶ σώζοντι μὲν πᾶσαν τὴν τῶν μελῶν εἰκόνα, μὴ περιπατοῦντι δὲ μηδὲ κινουμένῳ. καὶ γὰρ πᾶσαι αἱ αἱρέσεις ἀπ' ἀρχῆς ἐντεῦθεν συνέστησαν· οὐ γὰρ ἐπείσθησαν τῷ ἀποστόλῳ λέγοντι· «ὦ βάθος πλούτου». βουληθέντες γὰρ τὴν τοῦ θεοῦ σοφίαν ἐν λόγοις καταλαβεῖν ἐπλανήθησαν. «ὦ» (γὰρ) «βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξηρεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. τίς γὰρ ἔγνω νοῦν
κυρίου»; οὔτε οὖν οἱ διὰ μαθημάτων τὴν ἀκριβῆ τοῦ θεοῦ κατάληψιν ζητοῦντες εὑρεῖν δύνανται, οὔτε οἱ διαβεβαιούμενοι διδάσκαλοι καὶ ἱκανοὺς ἑαυτοὺς λέγοντες εἶναι εἰς τὴν περὶ θεοῦ ἐξήγησιν φράσαι τι σαφὲς ἢ καταλαβεῖν ἰσχύουσιν, ἀλλὰ ὑπερβαίνει ὁμοῦ πάντας τοὺς διδασκομένους καὶ τοὺς διδάσκοντας ἡ ἀλήθεια, καὶ λελήθασιν ἑαυ τοὺς ἀμφότεροι πλανώμενοι. ἐὰν γὰρ εἴπῃ σοι ὁ διδάσκαλος ὅτι πῦρ ἐστιν ὁ θεός, εὑρήσεις αὐτὸν «ὕδωρ ζωῆς» γινόμενον. ἐὰν εἴπῃ σοι ὅτι ὡς βασιλεὺς ὁρᾶται καὶ φαίνεται, εὑρήσεις αὐτὸν ὡς σκιὰν ὀπτα νόμενον, ἄλλῳ δὲ ὡς πτωχόν, καὶ οἷς μὲν ὡς θεὸν οἷς δὲ ὡς ἄνθρωπον ταπεινόν. ἐὰν ζητήσῃς αὐτὸν ἐν οὐρανοῖς, ἐπὶ γῆς εὑρίσκεται· ἐὰν δὲ ἐπὶ γῆς ζητήσῃς, εἰς οὐρανοὺς μετέρχεται. καὶ τοῖς μὲν πάλιν εὑρίσκε ται «θλῖψις» κατ' οἰκονομίαν γινόμενος, τοῖς δὲ «ἄνεσις».
English
The discussions of words and the confidence of knowledge bring no profit to the soul so much as distraction and loss, and those who are mastered by these things resemble a man eating grass instead of bread, which has no pleasure and produces no strength for the body, or a man painted on a wall who preserves indeed the whole image of the members but neither walks nor moves. For all the heresies from the beginning were established from this source; for they were not persuaded by the apostle who says, "O the depth of the riches." For wishing to grasp the wisdom of God in words, they went astray. "O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are his judgments and untraceable his ways. For who has known the mind of the Lord?" Neither, then, are those who seek through learning to find the exact comprehension of God able to find it, nor are those who are confident teachers and call themselves sufficient for the explanation concerning God able to say anything clear or to grasp it, but the truth surpasses together all both those who are taught and those who teach, and both have escaped their own notice, being deceived. For if the teacher says to you that God is fire, you will find him becoming "water of life." If he says to you that he is seen and appears as a king, you will find him appearing as a shadow, and to another as a poor man, and to some as God and to others as a humble man. If you seek him in the heavens, he is found on earth; but if you seek him on earth, he passes over into the heavens. And again to some he is found becoming "affliction" by dispensation, but to others "relief.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:127 · narrative
Source
διὸ παραι τεῖσθαι προσῆκε τὴν πολυλογίαν καὶ ματαιολογίαν, οὐδὲν γὰρ ἐξ αὐτῆς περᾶναί τις δύναται. ὑπὲρ τῆς κατὰ φύσιν ἑκάστῳ προσούσης γνώσεως κρινόμεθα μὴ παραδεξάμενοι τὸν λόγον τοῦ θεοῦ. Παρεάσαντες οὖν ταῦτα ζητήσωμεν, πῶς δύναται ἄνθρωπος ἐλθεῖν καὶ προσεγγίσαι τῷ θεῷ καὶ μαθεῖν παρ' αὐτοῦ καὶ δέξασθαί τι ξένον τοῦ αἰῶνος τούτου ἐν τῇ καρδίᾳ, καὶ πεισθῶμεν τῷ εἰρηκότι· οὐδεὶς «ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ». εἰ οὖν ἄνθρωπος ὁμοιοπαθὴς τὴν σὴν βουλὴν γνῶναι ἢ καταλαβεῖν οὐ δύναται, πῶς θεοῦ βουλὴν ἐξερευνᾶν ἢ καταλαβεῖν ἄν θρωποι φθαρτοὶ ἐκβιάζονται; καὶ «οὐδεὶς» ἀνθρώπων οἶδε «τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ» τὸ ἐν αὐτῷ. «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἀπὸ τοῦ θεοῦ, ἵνα γνῶμεν τὰ ἀπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν». ζητήσωμεν οὖν τὸν κύριον, καὶ αὐτὸς ἡμᾶς ὁδηγήσει καὶ διδάξει καὶ δυνησόμεθα γνῶναι τὰ τοῦ θεοῦ μυστήρια, ὅσον ἀνθρώπῳ γνῶναι δυνατόν, οὐχ ὅσον ἔστιν ὁ θεός. ἡμέτερον οὖν ἐστι μαθεῖν, πῶς γεννᾶται ἄνθρωπος ἐκ «πνεύματος», πῶς δεῖ ἀνθίστασθαι τοῖς πνεύμασι «τῆς πονη ρίας», καὶ διδαχθῆναι ζητῆσαι βοήθειαν παρὰ κυρίου καὶ πολεμῆσαι πρὸς τὸν ἀντικείμενον. χαίρει γὰρ ὁ κύριος ἀκεραίῳ ψυχῇ ἀνθρώπου, κἀκείνους ἁρπάζει εἰς τὴν βασιλείαν αὐτοῦ τοὺς φόβῳ καὶ ἀκακίᾳ προσερχομένους αὐτῷ.
English
Therefore it is fitting to renounce much speaking and idle talk, for no one can accomplish anything by it. We are judged concerning the natural knowledge that belongs to each person if we do not receive the word of God. Setting these things aside, then, let us seek how a person can come and draw near to God and learn from him and receive something strange to this age in the heart, and let us be persuaded by the one who said: "No one of men knows the things of a man except the spirit of the man that is in him." If, then, a man of like passions cannot know or comprehend your counsel, how do corruptible men force themselves to search out or comprehend the counsel of God? And "no one" of men knows "the things of God except the Spirit of God" that is in him. "But we did not receive the spirit of the world, but the Spirit that is from God, so that we might know the things that have been given to us by God; which things we also speak." Let us therefore seek the Lord, and he himself will guide us and teach us, and we shall be able to know the mysteries of God, as far as it is possible for a man to know, not as far as God is. It is our part, then, to learn how a man is born of "the Spirit," how one must resist the spirits "of wickedness," and to be taught to seek help from the Lord and to wage war against the adversary. For the Lord rejoices in a guileless soul of a man, and he snatches into his kingdom those who come to him with fear and innocence.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:128 · narrative
Source
Ἓν δέ σοι πάλιν δύναμαι εἰπεῖν, ὅτι ὁ ζητῶν τὸν θεὸν δέχεται δύναμιν πνεύματος ἁγίου καὶ ἀναλύεται ἡ φύσις αὐτοῦ εἰς ἀφανισμὸν τῆς πλάνης καὶ τῆς δειλίας, τροφὴν πεσοῦσαν, φύσιν τοῦ ἁγίου πυρός. ὥσπερ γὰρ ξύλον λεῖον καὶ ξηρὸν καὶ ἄκαρπον ὄζους ἔχον πολλοὺς ἄχρηστόν ἐστι καὶ πάντες οἱ παριόντες ἐπικαθεζόμενοι τὰ πεπηλω μένα τῶν ὑποδημάτων ἐπικαθαίρουσιν, ἐὰν δὲ βληθῇ καὶ εἰσενεχθῇ εἰς πῦρ μεταβαλλόμενον ἄνθραξ γίνεται, τοῦ ξύλου δηλαδὴ ἔνδον τοῦ πυρὸς ἐνδιαμένοντος ὑποστάσει, καὶ οὐδεὶς λοιπὸν ἅπτεσθαι ἢ ἐπικαθέζεσθαι δύναταιτοιαύτην μοι νόει τὴν ἡμετέραν φύσιν ἀπὸ τῆς παραβάσεως ἄκαρπον καὶ ξηρὰν καὶ ὄζους ἔχουσαν τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων, ἀλλοιοῦται δὲ εἰς τὴν δύναμιν τοῦ θεοῦ καὶ ἀνάπτεται εἰς πῦρ καὶ φῶς, καὶ ἐὰν θελήσωσιν οἱ δαίμονες κατὰ τὴν ἀρχαίαν συνήθειαν προσεγγίσαι τῇ ψυχῇ καὶ κακῶσαι, κατακαίονται ὑπὸ τοῦ πυρὸς καὶ φυγαδεύονται ὑπὸ τοῦ φωτὸς τοῦ βάψαντος καὶ περισχόντος τὴν ψυχήν. ἀλλοιοῦται γὰρ οὕτως ὡς αὐτὸν αἰσθέσθαι τὸν ἄνθρωπον τὴν μεταβολὴν καὶ γνῶναι ὅτι οὔκ ἐστιν ἔχων τὸν πρῶ τον νοῦν τοῦ χοϊκοῦ φρονήματος. τοῦτο δὲ γίνεται, ἐπειδὴ κοινωνεῖ ἡ ψυχὴ τῷ θεῷ καὶ ἀλλάσσει τὴν φύσιν εἰς τὴν τοῦ θεοῦ μόρφωσιν. ὥσπερ γὰρ μήτηρ νήπιον ἔχουσα ἀγαπᾷ καὶ ἐν πολλῷ πόθῳ ἐναγκαλίζεται εἰς τοὺς κόλπους λαμβάνουσα, οὕτω τὸ πνεῦμα ἔρχεται εἰς τὴν ψυχὴν καὶ ἐναγκαλίζεται εἰς τοὺς κόλπους ἐν πολλῇ ἀναπαύσει καὶ χαρᾷ, καὶ ἐνεργείᾳ δυνάμεως θεϊκῇ καταποθεῖται ὑπὸ
English
Again I can tell you one thing: that the one who seeks God receives the power of the Holy Spirit, and his nature is dissolved into the destruction of error and cowardice, receiving as food the nature of the holy fire that has fallen. For just as a smooth, dry, and fruitless piece of wood with many branches is useless, and all who pass by sit on it and wipe off the mud from their sandals—but if it is thrown and carried into fire, it is transformed and becomes charcoal, the wood clearly remaining within the fire in its substance, and no one thereafter can touch it or sit on it—understand that our nature is like this: from the transgression it is fruitless and dry and has branches of evil and unclean spirits, but it is changed into the power of God and is kindled into fire and light; and if the demons wish, according to their ancient habit, to approach the soul and harm it, they are burned up by the fire and put to flight by the light that has dipped and encompassed the soul. For it is changed in such a way that the person himself perceives the transformation and knows that he no longer has the former mind of earthly-mindedness. This happens because the soul communes with God and changes its nature into the form of God. For just as a mother who has an infant loves it and embraces it with great longing, taking it into her bosom, so the Spirit comes into the soul and embraces it into its bosom with great rest and joy, and by the working of divine power it is swallowed up by
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:129 · narrative
Source
τοῦ πνεύματος ὁ τοιοῦτος ἄνθρωπος καὶ ἁρπάζεται καὶ αἰχμαλωτίζεται εἰς αἰχμαλω σίαν μυστηρίων ἐπουρανίων καὶ γίνεται εἰς αὐτὸν νοῦς ἔνθεος. τὰ γὰρ ῥαθύμως ἀποκείμενα σκεύη ἐν τῇ ψυχῇ τότε διαλύει καὶ πᾶσαν τὴν τῶν εἰδώλων πλάνην τὴν ἐμπολιτευσαμένην εἰς τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπελαύνει καὶ καθαιρεῖ, καὶ τότε γίνεται ὅλος περιφερόμενος καὶ μεθύων εἰς ἀγάπην καὶ χαρὰν καὶ ταπείνωσιν πολλήν. ὅσοι οὖν ἀφῆκαν τὴν τῶν λόγων ματαιότητα καὶ ἦλθαν ἁπλότητι ζητῆσαι θεὸν καὶ ὅλην «τὴν μέριμναν» καὶ τὸν νοῦν ἐπέρριψαν «ἐπ' αὐτὸν» ἀληθῶς εὗρόν τι ξένον τοῦ αἰῶνος τούτου καὶ τῆς φύσεως αὐτῶν συναφθὲν αὐτοῖς, καὶ κατὰ μικρὸν ἐπλούτησαν καὶ ἐγένοντο βασιλεῖς· ἡ γὰρ ἐν σαρκὶ τοῦ κυρίου παρουσία καὶ οἱ ἀπόστολοι καὶ πᾶς ὁ ἀπ' ἀρχῆς γενόμενος κόπος τοῖς ἁγίοις τοῦτο κατώρθωσε καὶ τοῦτο μέγα κέρδος τοῖς ἀνθρώποις ἐδωρήσατο, ἵνα ναοὶ θεοῦ γένωνται οἱ ἄνθρωποι καὶ ἵνα ἔλθῃ ὁ θεὸς καὶ κατοικήσῃ ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ τὸ μέρος τοῦ θανάτου τὸ ἐπεισελθὸν καὶ ἐκδιωχθῇ καὶ ἐκ μέσου γένηται. Ἀποδῶμεν οὖν ἑαυτοὺς τῷ κυρίῳ καὶ ζητήσωμεν εὑρεῖν τι παρὰ τοῦ θεοῦ διδόμενον, καὶ ὅταν εὕρωμεν, πάντα δι' αὐτοῦ μανθάνομεν, ἃ οὔτε οἱ νομοδιδάσκαλοι οὔτε οἱ λογομάχοι διδάσκειν δύνανται. Πολὺ διαφέρουσι καὶ κρείττους τυγχάνουσιν αἱ τοιαῦται ψυχαὶ παρὰ τὰς λοιπὰς τὰς ἐν κόσμῳ οὔσας, ὡς ἂν εἴποιμι φῶς σκότους ἢ οἱ ζῶντες τῶν νεκρῶν.
English
Such a man is seized by the Spirit and taken captive into the captivity of heavenly mysteries, and his mind becomes God-filled. For then he dissolves the vessels that lie idle in the soul, and drives out and casts down all the delusion of idols that has taken up its dwelling in the soul and the body, and then he becomes wholly carried about and drunk with love and joy and great humility. Therefore all who have abandoned the vanity of words and have come in simplicity to seek God, and have truly cast all their care and their mind upon him, have found something strange to this age and to their own nature, joined to them, and little by little they have grown rich and have become kings. For the presence of the Lord in the flesh, and the apostles, and all the labor that has been from the beginning, accomplished this for the saints and bestowed this great gain upon men: that men should become temples of God, and that God should come and dwell in their souls, and that the portion of death which entered in should be driven out and removed from their midst. Let us therefore give ourselves over to the Lord and seek to find something given by God, and when we have found it, we learn all things through it, things that neither the teachers of the law nor the word-strivers are able to teach. Such souls differ greatly from and are better than the rest that are in the world—as I might say, light than darkness, or the living than the dead.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:130 · narrative
Source
οὐ μόνον δὲ αὗται ἀλλὰ καὶ αἱ διὰ τῆς ἀκοῆς τὸν τῆς ἀληθείας λόγον ὑποδεχόμεναι καὶ ἐν ἁπλότητι πολλῇ πιστεύουσαι καὶ εἰς ταύτην τὴν ἐλπίδα ἑστῶσαι τῇ προσδοκίᾳ τῆς χάριτος, κἂν αὐτῶν τῶν χαρισμάτων ἀκμὴν οὐ τετυχήκασιν, πολὺ τῶν λοιπῶν διαφέρουσιν ἀνθρώπων διά τε τῆς πίστεως καὶ ἐλπίδος καὶ πάσης ἐν ἀρεταῖς σπουδῆς. αὗται γὰρ ὡς εἰπεῖν ἐντὸς ἤδη τῆς αὐλῆς εἰσι διὰ τῆς ἐλπίδος τοῦ λόγου παραδεχθέντος καὶ καταυλιζομένου ἐν αὐταῖς. οὐ μικρὸν γὰρ τυγχάνει καὶ αὐτὸν τὸν τῆς ἀληθείας ἀκρό τατον λόγον παραδέξασθαι καὶ εἰσοικῆσαι ἔνδον καὶ καθαρίσαι πάσας τὰς ἰδίας ἐν ὑπονοίᾳ δοκήσεως οἰκοδομὰς καὶ ἀναθεῖναι τὴν ψυχὴν ἑαυτὴν τῇ ἐλπίδι τοῦ θεοῦ καὶ τοῦ λόγου αὐτοῦ καὶ οὕτως ἀγωνίσασθαι σὺν τῇ τοῦ κυρίου βοηθείᾳ «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας». οὐ μικρὸς οὖν ἀγὼν καὶ προκοπὴ τὸ κἂν ἐν τῷ λόγῳ τοῦ θεοῦ δυνηθῆναι στῆναί τινα καὶ πᾶσαν τὴν ἐλπίδα ἔχειν εἰς τὸ ἔλεος τοῦ κυρίου καὶ κατὰ χάριν ἀγωνιζόμενον πιστεύειν σῴζεσθαι καὶ διὰ τῆς δυνάμεως καὶ βοηθείας τοῦ κυρίου ἐλπίζειν νικῆσαι τὰ «τῆς πονηρίας» πνεύματα καὶ πάντων τῶν παθῶν περιγενέσθαι διὰ τοῦ πνεύματος. πολὺ γὰρ καὶ αἱ τοιαῦται ψυχαὶ ἤδη τῶν λοιπῶν διαφέρουσιν, μόνον ἐὰν «ἕως τέλους» ἐμμείνωσι τῇ ἐλπίδι καὶ πίστει καὶ δρόμῳ καὶ σπουδῇ καὶ σκοπῷ, ἵνα αὐτῇ τῇ πείρᾳ τῶν εὐεργεσιῶν τῆς χάριτος καὶ ἀπαλλαγῆς τῆς κακίας τῶν παθῶν τὴν ἐπίγνωσιν λαβοῦσαι «σωτηρίας αἰωνίου» τύχωσιν.
English
Not only these, but also those who receive the word of truth through hearing and believe in great simplicity and stand firm in this hope through the expectation of grace—even if they have not yet attained the very height of the gifts—differ greatly from the rest of mankind through faith and hope and all zeal in virtues. For these, so to speak, are already within the courtyard through hope, since the word has been received and dwells in them. For it is no small thing to receive the very summit of the word of truth and to give it a dwelling within and to purify all one's own buildings of opinion formed by suspicion and to set the soul itself upon the hope of God and of his word, and thus to strive with the Lord's help "against the spiritual forces of wickedness." It is no small struggle and progress, then, for a person to be able to stand even in the word of God and to place all hope in the mercy of the Lord and, striving according to grace, to believe that he is saved, and through the power and help of the Lord to hope to conquer the "spirits of wickedness" and to overcome all the passions through the Spirit. For such souls also already differ greatly from the rest, provided only that they remain "to the end" in hope and faith and course and zeal and aim, so that by the very experience of the benefits of grace and of release from the evil of the passions they may receive knowledge and attain "eternal salvation.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:131 · narrative
Source
οἱ γὰρ τῆς «ἡμέρας υἱοὶ» τὰ τῆς ἡμέρας ἐπιτελοῦσι πράγματα καὶ τὰ τῆς νυκτὸς τέκνα (τουτέστι μοιχοὶ καὶ κλέπται καὶ φαρμακοὶ) ὁμοίως τὰ τῆς νυκτὸς ἔργα ἐκτελοῦσιν, ἐν μὲν τῇ ἡμέρᾳ καθεύδοντες τὴν δὲ ἐργασίαν ἐν τῇ νυκτὶ ἔχοντες. οὕτω καὶ τοῦ Ἀδὰμ πεσόντος ἐκ τῆς ἐντολῆς καὶ ἐν τῇ παραβάσει γεγονότος συνέτριψαν τὰ τῆς νυκτὸς τέκνα (τουτέστι τὰ «τῆς πονηρίας» πνεύματα) τὰ καλὰ καὶ ἐράσμια τῆς ψυχῆς μέλη καὶ ἄτονον καὶ ἀσθενῆ αὐτὴν ἀπὸ τοῦ ἀγαθοῦ πεποιήκασι σκοτίσαντες καὶ ἀνιάτως συντρίψαντες, ὡς μηδενὶ τῶν πατέρων ἢ προφητῶν ἰάσασθαι δυνατὸν εἶναι εἰ μὴ μόνον τῷ κυρίῳ τῷ κατασκευάσαντι αὐτήν. {{διὸ καὶ ἡ ἔλευσις τῆς ἀπείρου αὐτοῦ ἀγαθότητος ἐν τοσαύτῃ ἐλαττώσει καὶ ταπεινότητι γεγένηται, τοῦ ἀνορθῶσαι τὴν
πεπτωκυῖαν ἐν τῇ πονηρίᾳ ψυχήν· «ἀνορθώσω» (γάρ φησιν) «καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω» καὶ τῇ ἐν νυκτὶ καὶ σκότει δι αιτωμένῃ καὶ τὰ ἔργα τῆς νυκτὸς ἐπιτελούσῃ ἔν τε ταῖς πονηρίαις τῶν παθῶν πιπτούσῃ ἔλαμψεν εἰς αὐτὴν τὴν ἁγίαν τοῦ φωτὸς αὐτοῦ ἡμέραν, ἵνα λοιπὸν ἀνανήψασα ἀπροσκόπως ὁδεύῃ, τὰ τῆς ἡμέρας καὶ τοῦ φωτὸς ἔργα τῆς ζωῆς ἐπιτελοῦσα, ἵν' οὕτως ἀξία τῆς βασιλείας τῶν οὐρανῶν εὑρεθῇ. ἐκεῖθεν γὰρ τρέφεται ψυχὴ ἔνθα καὶ ἔστιν, ἔνθα καὶ προσκολλᾶται, ἤτοι ἐκ τοῦ πνεύματος «τοῦ κόσμου» ἢ ἐκ τοῦ πνεύματος τοῦ θεοῦ, καὶ ὅθεν τρέφεται ἐκεῖθεν καὶ ζῇ.
English
For the "children of day" perform the works of the day, and the children of night (that is, adulterers and thieves and sorcerers) likewise carry out the works of night, sleeping by day and having their labor in the night. So too, when Adam fell from the commandment and came into transgression, the children of night (that is, the "spirits of wickedness") crushed the good and lovely members of the soul and made it slack and weak from the good, darkening it and crushing it beyond healing, so that none of the fathers or prophets was able to heal it except only the Lord who fashioned it. Therefore also the coming of his boundless goodness took place in such great lowliness and humility, to raise up the soul that had fallen into wickedness; for he says, "I will raise up and rebuild the fallen tabernacle of David, and I will rebuild its ruins," and upon her who was spent in night and darkness and performed the works of night and fell into the wickednesses of the passions, he shone his holy day of light, so that from then on, having come to her senses, she might walk without stumbling, performing the works of the day and of the light of life, so that in this way she might be found worthy of the kingdom of heaven. For the soul is nourished from that place where it also is, where it also cleaves, either from the spirit "of the world" or from the Spirit of God, and from that source it is nourished, and from there it also lives.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:132 · narrative
Source
τὸ λοιπὸν ἕκαστος εἰ βούλεται δοκιμάσαι ἑαυτὸν καὶ ἐπιγνῶναι, πόθεν τρέφεται καὶ ἐν οἷς ἡ καρδία ἐστίν, ἵν' οὕτω συνήσας καὶ τὴν διάκρισιν κτησάμενος τῇ ἐπὶ τὸ ἀγαθὸν ὁρμῇ ἑαυτὸν ἐκδῷ, πορευόμενος ἕκαστος εἰς τὴν προσευχὴν καταμανθανέτω τοὺς λογισμοὺς τῆς καρδίας καὶ τὰ ἐνεργήματα τῆς διανοίας πόθεν ἐστίν, ἐκ τοῦ πνεύματος «τοῦ κόσμου» ἢ ἐκ τοῦ πνεύματος τοῦ θεοῦ, καὶ τίνες προσφέρουσι τῇ καρδίᾳ τροφάς, οἱ ἄνωθεν ἢ οἱ ἐκ τοῦ αἰῶνος τούτου. καὶ δοκιμάσασα καὶ ἐπιγνοῦσα, ὦ ψυχή, αἰτοῦ τὸν κύριον μετὰ πολλοῦ πόνου ἐκείνην τὴν ἐπουράνιον τροφὴν μόνον τρέφεσθαι τὴν καρδίαν, ἵνα ἐκεῖ αὐξάνῃ κἀκεῖ ἐργάζηται κἀκεῖ διαιτᾶται ὅλη ἐξ ὅλου τῷ οὐρανίῳ τοῦ πνεύματος φρονήματι, ὅθεν καὶ χορηγεῖται αὐτῇ ἡ ἐπουράνιος βρῶσις κατὰ τὸ εἰρημένον· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει»}}, ἵνα καὶ τῆς ἐκεῖ κληρο νομίας εὐαρεστήσασα τελείως ἀξία καταστῇ τῶν αἰωνίων ἀγαθῶν ἐφιεμένη εἰς τοὺς αἰῶνας. Ἀμήν. Πάντες οἱ ἄνθρωποι ὑπὲρ τῶν καλῶν ἐπιτηδευμάτων τὸν λόγον ποιοῦνται καὶ πᾶσαι αἱ θεόπνευστοι γραφαὶ νόμου ἢ προφητῶν ἢ οἱ εὐαγγελικοὶ τοῦ κυρίου λόγοι καὶ τῶν ἀποστόλων κατὰ τῶν κακοποιῶν τιμωρίας ὡρίσαντο καὶ τοὺς τὰ καλὰ καὶ ἀγαθὰ ἔργα πράττοντας ἀποδέχονται καὶ τούτοις αἰώνιον βασιλείαν ἐπαγγέλλονται, οἵ τε ἔξω θεν τῶν ἐθνῶν νόμοι καὶ οἱ ἄρχοντες αὐτῶν τιμωροῦνται τοὺς ἁμαρ τάνοντας ἐνώπιον πάντων πρὸς φόβον τῶν λοιπῶν, ἀναστέλλειν καὶ ἀνακόπτειν τὴν τῶν κακῶν ἐργασίαν βουλόμενοι.
English
For the rest, let each one, if he wishes to test and recognize himself—from where he is fed and in what his heart is engaged—so that, having understood and acquired discernment, he may give himself over to the impulse toward the good, let each one, as he goes to prayer, carefully observe the thoughts of the heart and the workings of the mind, from where they are—from the spirit "of the world" or from the Spirit of God—and who it is that offers food to the heart, those from above or those from this age. And having tested and recognized, O soul, ask the Lord with much labor that the heart be fed only on that heavenly food, so that it may grow there and work there and dwell there wholly, entirely by the heavenly mind of the Spirit, from where the heavenly food is also supplied to it, according to what is said: "But our citizenship is in heaven," so that, having pleased him, it may become fully worthy of the inheritance there, aspiring to eternal goods forever. Amen. All men make their discourse concerning good pursuits, and all the divinely inspired Scriptures—whether of the law or the prophets, or the gospel words of the Lord and of the apostles—have appointed punishments against evildoers and receive those who do good and noble works, and promise to them an eternal kingdom; and the laws of the nations from without and their rulers punish those who sin before all, for the fear of the rest, wishing to restrain and check the practice of evils.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:133 · narrative
Source
τῶν δὲ κακῶν ἔργων εἰς τὸ προφανὲς διδάσκαλος καὶ κῆρυξ οὐδεὶς τυγχάνει, ἀλλὰ πάντες τῶν καλῶν ἔργων τὸν ἔπαινον ποιοῦνταικαὶ ἰδού, ὡς ὁρῶμεν, τὰ κακὰ ἐπὶ τὸ πλεῖστον ἐπικρατεῖ καὶ αὐτὰ ἐπιτελεῖται καὶ αὐτὰ ἐν κόσμῳ βασιλεύει. ἔνθεν οἱ φρόνιμοι καὶ συνετοὶ νοῆσαι δύνανται διὰ πείρας, ἅπερ καὶ διὰ τῶν γραφῶν παραλαμβάνουσιν, ὅτι δύναμίς τίς ἐστιν ἐναντία κακίας, ἐν κρυπτῷ ποιμαίνουσα καὶ ἀποπλανῶσα τὸ γένος τῶν ἀνθρώπων εἰς τὰ κακὰ καὶ ἐπὶ καρδίᾳ ἀοράτως διδάσκουσα πᾶσαν ἀσέβειαν. πάντας λοιπὸν ἔστιν ἐπιτελεῖν τὰ κρυπτῶς δι' αὐτῶν ὑπο σπειρόμενα κατὰ τὸ ἴδιον τῆς ἐξουσίας βούλημα, ἅπερ οἱ πλεῖστοι οὐκ ἐπίστανται πόθεν ὑποσπείρεται, ἀλλὰ φυσικήν τινα ἀγωγὴν ὑπο λαμβάνουσι διὰ τὴν συνήθειαν τοὺς παρὰ φύσιν πονηροὺς διαλογισμοὺς ἐκ τῆς καρδίας ἀναδίδοσθαι. τὰ δὲ φρονήματα τῶν νοημάτων τῶν ψυχῶν διαφόρως ὑπὸ τοῦ δημιουργοῦ ἐν τῇ ἀνθρωπότητι κατεσκεύασται. ὥσπερ ἐάν τις ἔχῃ μεγάλην οὐσίαν ἔν τε χρήμασι καὶ σκεύεσι, χρυσῷ τε καὶ ἀργύρῳ καὶ πάσῃ ἐνδυμενίᾳ, καὶ ἕτερος κεκτῆται οὐσίαν ἐλαχίστην ἐν πᾶσιν, ἄλλος δὲ σύμμετρον οὐσίαν κεκτῆται οὕτω καὶ αἱ ψυχαί εἰσι τῶν ἀνθρώπων· διαφορὰν γὰρ πολλὴν κέκτηνται ἐν τῇ ἀοράτῳ οὐσίᾳ καὶ τῇ τῶν λογισμῶν διακρίσει. οἱ μὲν γὰρ πλατεῖς τῷ νῷ, οἱ δὲ ἐν στενότητι τυγχάνουσιν. Ἐπειδὴ τοίνυν ἔστιν οὐσία φωτὸς ἀγαθὴ λογική τε καὶ νοερά, ἥτις ἐστὶν ὁ θεός, καὶ ἔστιν οὐσία ἐκ προαιρέσεως σκοτεινή, ἥτις ἐστὶ τὰ πνεύματα «τῆς πλάνης» καὶ
English
But of evil works, no one becomes an open teacher and herald; rather, all give praise to good works. And behold, as we see, evils prevail for the most part, and they are carried out, and they reign in the world. Hence the wise and discerning can understand by experience what they also receive through the Scriptures, that there is a certain power opposed to evil, shepherding in secret and leading astray the race of men into evils, and invisibly teaching every impiety in the heart. Henceforth it is in the power of all to carry out what is secretly sown by them, according to the will of their own authority—things which most people do not know from where they are secretly sown, but they suppose it is some natural impulse, because of habit, that the evil reasonings contrary to nature are emitted from the heart. But the thoughts of the minds of souls have been variously fashioned by the Creator in humanity. Just as if someone has great substance in money and vessels, in gold and silver and every kind of clothing, and another possesses the least substance in all things, and another possesses a moderate substance—so also are the souls of men; for they possess a great difference in their invisible substance and in the discernment of their reasonings. For some are broad in mind, while others are in narrowness. Since, therefore, there is a good substance of light, rational and intelligible, which is God, and there is a dark substance from choice, which is the spirits "of error" and
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:134 · narrative
Source
«ὁ ἄρχων» «τοῦ αἰῶνος τούτου». τῇ ψυχῇ τῇ ἐχούσῃ ὀλίγην ὑπόστασιν νοὸς καὶ διακρίσεως ἢ πάλιν τῇ πλουσίᾳ ἐν τῇ τῶν λογισμῶν καὶ συνέσεως καὶ διακρίσεως κτήσει ὁ ἀγὼν καὶ ἡ σπουδὴ καὶ ὁ δρόμος γενέσθω καὶ τοῦτο ζητήσει, ὅπως τῇ οὐσίᾳ τοῦ θείου καὶ ἐπουρανίου καὶ νοεροῦ φωτὸς κολληθῆναι καταξιωθῇ, ἵνα ὑπ' αὐτοῦ φυλάσσεσθαι ἀπὸ τῆς τῶν παθῶν νόσου δύνηται, καὶ ἵνα ὑπ' αὐτοῦ διδάσκηται καὶ ὁδηγῆται εἰς πᾶσαν ἀγαθὴν τῶν ἁγίων ἐντολῶν ἐργασίαν· διὰ γὰρ τῆς θείας δυνάμεως ἁγιασθεῖσα ἁγία καὶ καθαρὰ ἀποδειχθήσεται. καὶ αὖθις ἀγὼν μέγας καὶ σπουδὴ γενέσθω ἑκάστῃ ψυχῇ «τῆς ἐξουσίας τοῦ σκότους» τοῦ λογικοῦ καὶ πονηροῦ, τῶν πνευμάτων «τῆς πονηρίας» καὶ παθῶν κακίας λυτρωθῆναι, ἐπειδὴ ἀπὸ «τῆς παραβάσεως Ἀδὰμ» σύνεστι τῇ ψυχῇ τὰ προειρημένα κακὰ πολεμοῦντα. οὗτος οὖν ὁ σκοπὸς παντὶ τῷ βουλομένῳ τῆς βασι λείας καταξιωθῆναι γενέσθω, ἤτοι ἐν πλάτει ἢ ἐν στενότητι τοῦ νοὸς ὑπάρχοντι, ἵνα τῆς κακίας τῶν παθῶν λυτρωθῇ καὶ τῆς τοῦ πνεύματος οὐσίας κοινωνὸς γενέσθαι καταξιωθῇ. ἡ νίκη γὰρ καὶ ἡ ἧττα διὰ τοῦ αὐτεξουσίου θελήματος γίνεται, ἤτοι τῶν ἐναντίων ὑπεύθυνον ἑαυτὸν καταστῆσαι ἢ διὰ τῆς χάριτος ἀγωνίσασθαι καὶ νικῆσαι τὰ πάθη καὶ τῷ πνεύματι κοινωνῆσαι τὴν ψυχὴν ἁγιασθεῖσαν καὶ ἑνωθεῖσαν τῇ χάριτι ἀξίαν τοῦ κυρίου γενέσθαι, καὶ οὕτω τὴν βασι λείαν κληρονομεῖν καταξιοῦται.
English
the ruler" "of this age." For the soul that has little substance of mind and discernment, or again the soul that is rich in the possession of thoughts and understanding and discernment, let the struggle and the zeal and the race be undertaken, and let it seek this: that it be deemed worthy to be joined to the essence of the divine and heavenly and noetic light, so that it may be able to be guarded by it from the disease of the passions, and so that it may be taught and guided by it into every good practice of the holy commandments; for having been sanctified through the divine power, it will be shown to be holy and pure. And again, let a great struggle and zeal be undertaken by each soul to be ransomed from "the authority of darkness," the rational and evil one, from the spirits "of wickedness" and the wickedness of the passions, since from "the transgression of Adam" the aforementioned evils are present with the soul, warring against it. Let this, then, be the aim of everyone who wishes to be deemed worthy of the kingdom, whether he exists in breadth or in narrowness of mind, that he be ransomed from the wickedness of the passions and be deemed worthy to become a partaker of the essence of the Spirit. For victory and defeat come about through the self-determining will, either to make oneself liable to the adversaries, or through grace to struggle and conquer the passions and to have the soul, sanctified and united to grace, become a partaker of the Spirit and worthy of the Lord, and thus be deemed worthy to inherit the kingdom.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:135 · narrative
Source
ᾗπερ γὰρ ἂν ψυχῇ σύνεστιν ἡ δύναμις τοῦ σκότους τῶν παθῶν καὶ τῆς κακίας τῶν πονηρῶν πνευμάτων καὶ οἵᾳ ψυχῇ συναναστρέφεται καὶ ἐμπεριπατεῖ τὰ «τῆς πλάνης» ἀόρατα πνεύματα ἐν ταῖς ὁδοῖς καὶ τρίβοις τῶν λογισμῶν διὰ τῶν παθῶν τὴν ἐνέργειαν ἐπιτελοῦντα καὶ συγκοινωνὸς αὐτῶν γινομένη, ἐν τῷ ἐξελθεῖν αὐτὴν ἐκ τοῦ σώματος τὰ πνεύματα «τῆς πλάνης» καὶ ὁ κακοῖς χαίρων ἄρχων, ὁ κοσμοκράτωρ «τοῦ σκότους», ἀποδέχεται καὶ ἀπολαμβάνει αὐτὴν καὶ κατέχει πρὸς ἑαυτὸν ὡς ἰδίαν καὶ οἰκείαν αὐτοῦ καὶ τὸ θέλημα αὐτοῦ ἐργασαμένην καὶ μετ' αὐτοῦ ἐν σαρκὶ εἰς τέλος συναναστραφεῖσαν. καὶ πάλιν ᾗπερ ἂν ψυχῇ σύνεστιν ἡ οὐσία τοῦ ἐπιθυμητοῦ καὶ ἀνεκλαλήτου κάλλους τοῦ φωτὸς τοῦ θεϊκοῦ πνεύματος, καὶ ᾗπερ ἂν ψυχῇ συναναστρέφεται καὶ ἐμπεριπατεῖ ἡ τῆς ἀληθείας τοῦ Χριστοῦ χάρις καὶ ἐν ταῖς ὁδοῖς καὶ τρίβοις τῶν λογισμῶν καὶ τοῦ ἁγιασμοῦ τῆς καρδίας καὶ ἐνοικήσεως Χριστοῦ ἐντεῦθεν καταξιωθῇ, ἐν τῷ ἐξέρχεσθαι αὐτὴν ἐκ τοῦ σώματος τὰ πνεύματα τῶν ἁγίων τοῦ φωτὸς καὶ ὁ «βασιλεὺς» τῆς «εἰρήνης» Χριστὸς ὁ ἀγαθαῖς ψυχαῖς χαίρων ταύτην ἀποδέχεται καὶ ἀπολαμβάνει πρὸς ἑαυτὸν ὡς ἰδίαν νύμφην καὶ οἰκείαν αὐτοῦ καὶ τὸ ἐκείνου θέλημα ἐπὶ γῆς μόνον ἐργασαμένην.
English
For the soul with which the power of the darkness of the passions and the wickedness of the evil spirits is present, and the soul with which the invisible spirits "of error" associate and walk about, accomplishing their working through the passions in the ways and paths of the thoughts, and becoming a partaker with them—when that soul departs from the body, the spirits "of error" and the ruler who rejoices in evils, the world-ruler "of darkness," receives and takes it to himself and holds it as his own and belonging to him, since it worked his will and consorted with him in the flesh to the end. And again, the soul with which the substance of the desirable and ineffable beauty of the light of the divine Spirit is present, and the soul with which the grace of the truth of Christ associates and walks about, in the ways and paths of the thoughts, and is from this deemed worthy of the sanctification of the heart and the indwelling of Christ—when it departs from the body, the spirits of the saints of light and the "King" of "peace," Christ, who rejoices in good souls, receives and takes it to himself as his own bride and belonging to him, since it worked his will only upon the earth.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:136 · narrative
Source
Τὸ λοιπὸν ἕκαστος τῶν ἀνθρώπων ἐπισκεψάμενος τὴν ἑαυτοῦ καρ δίαν καὶ ἐγκύψας τοῖς ἰδίοις λογισμοῖς προσχεῖν ὀφείλει ἀκριβέστατα, ποῦ ἡ ψυχή, ποῦ ὁ νοῦς ῥέπει καὶ ποῖα κοινωνία σύνεστιν αὐτῷ, ἢ τοῦ πνεύματος τοῦ θεοῦ ἢ τοῦ πνεύματος τοῦ κόσμου, καὶ ποῦ δέδεται καὶ ποῦ ἀγαπᾷ, ἄρα ἐν ταῖς ἐντολαῖς τῆς ζωῆς καὶ τῷ θελήματι τοῦ θεοῦ ἐν τῷ ἀγαπᾶν αὐτὸν μόνον «ἐξ ὅλης καρδίας» καὶ «ψυχῆς» κατὰ τὸν λόγον τῶν γραφῶν καὶ μηδὲν ἕτερόν τι περιβλέπεσθαι μηδὲ εἰς ἕτερόν τι ἀναπαύεσθαι ἢ μόνον εἰς αὐτὸν τῇ ἀγάπῃ ἐκκρέμασθαι καὶ τὴν παράκλησιν τοῦ «πνεύματος» ἀνάπαυσιν ἀληθινὴν ἡγεῖσθαιἢ ἐν τῇ γῇ καὶ ἐν τῇ ὕλῃ καὶ ἐν τῇ τῶν ἐντολῶν παραβάσει καὶ χοϊκοῖς τοῦ αἰῶνος τούτου λογισμοῖς κατέχεται καὶ ἀπάγεται καὶ ἀγαπᾷ. καὶ ἐπισκεψάμενος ἕκαστος ἑαυτὸν ἐν τίσιν καὶ ποίοις ἐστίν, μετα νοησάτω καὶ πενθησάτω καὶ βοησάτω πρὸς κύριον «νυκτὸς καὶ ἡμέρας» καθῶς παρήγγειλεν, ἕως οὗ εὕρῃ τὴν ἑαυτοῦ ψυχὴν καὶ τὸν νοῦν καὶ τοὺς λογισμοὺς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ φυλασσομένους εἰς τὸ εἶναι αὐτὸν παρεκτὸς κακίας. ἡ σπουδὴ γὰρ πᾶσα ἡ παρὰ τῷ θεῷ γεναμένη διὰ πατέρων, διὰ προφητῶν, διὰ πατριαρχῶν, διὰ νόμου, ἔσχατον καὶ δι'
English
For the rest, each person ought to examine his own heart and, stooping down to his own thoughts, to attend most carefully—where the soul, where the mind inclines, and what communion is present with it, either of the Spirit of God or of the spirit of the world, and where it is bound and where it loves: whether in the commandments of life and the will of God, in loving him only "with all the heart" and "soul" according to the word of the Scriptures, and looking to nothing else and resting in nothing else but cleaving to him alone in love, and reckoning the consolation of the "Spirit" to be true rest; or whether it is held fast and led away and loves in the earth and in matter and in the transgression of the commandments and in the earthly thoughts of this age. And each one, having examined himself as to what and of what sort he is, let him reflect and mourn and cry out to the Lord "night and day," as he commanded, until he finds his own soul and mind and thoughts kept in the peace of Christ, so as to be without wickedness. For all the zeal that has come from God through fathers, through prophets, through patriarchs, through the law, and lastly also through
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:137 · narrative
Source
αὐτῆς τῆς τοῦ κυρίου ἐπιδημίας καὶ ἐλεύσεως διὰ τὴν νοερὰν καὶ λογικὴν οὐσίαν τῆς τιμίας καὶ «κατ' εἰκόνα» αὐτοῦ ποιηθείσης ψυχῆς γεγένηται καὶ τὴν τοῦ νοὸς καὶ τῶν λογισμῶν διόρθωσιν καὶ ἴασιν ἐκ τῆς μεγάλης πτώσεως τῶν παθῶν, ὧν πέπονθεν ἡ ψυχὴ εἰς πνεύματα «πονηρίας» καὶ «ἀρχὰς» καὶ «ἐξουσίας» καὶ «κοσ μοκράτορας σκότους» ἐμπεσοῦσα διὰ τὴν τοῦ Ἀδὰμ γεναμένην ἐν ἀρχῇ παράβασιν, δι' ἧς τὰ τῶν ἁμαρτημάτων τῆς κακίας πάθη ἐνεδύσατο καὶ δι' αὐτὰ ἀλλοτρία τοῦ θεοῦ κατέστη. τὴν γὰρ ἴασιν καὶ λύτρωσιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς ἐμφαίνων ὁ ἀπόστολός φησιν· «ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν» καὶ τοὺς διαλογισμοὺς «ἐν Χριστῷ», ὥστε ἡ ἴασις τῶν τραυμάτων τῆς ψυχῆς καὶ ἡ ἀνάστασις τῆς πτώσεως τοῦ νοῦ αὕτη ἐστίν· τὰ διανο ήματα καὶ τὰ φρονήματα καὶ τοὺς λογισμοὺς τῆς ψυχῆς εἰς Χριστὸν δεθῆναι καὶ ἐν τῷ οὐρανίῳ φωτὶ τοῦ πνεύματος τῆς εἰρήνης αὐτοῦ φυλάσσεσθαι καὶ φρουρεῖσθαι τὴν ὑπόστασιν τῆς ψυχῆς σὺν τῇ κτήσει τῶν ἑαυτῆς λογισμῶν ἀπὸ τῶν πνευμάτων τοῦ σκότους, τῶν πονηρῶν καὶ ὑλικῶν καὶ ματαίων λογισμῶν. αὕτη ἐστὶν ἡ λύτρωσις τοῦ κυρίου καὶ ἡ ἔλευσις καὶ ἡ ἐπιδημία ἐπὶ τὸ γένος τῶν ἀνθρώπων, ὅπως τὴν νοερὰν οὐσίαν καὶ λογικὴν καὶ τιμίαν τῆς ψυχῆς ἀποκαταστήσῃ νῦν ἐν τῇ εὐγενείᾳ τῆς ἰδίας ἐξ ἀρχῆς καθαρότητος, πρὸς τούτοις καὶ κοινωνὸν τῆς ἰδίας τοῦ πνεύματος οὐσίας ταύτην καταστήσῃ ὡς εὐγενίδα τινὰ καὶ βασιλικὴν νύμφην ἑαυτοῦ.
English
The Lord's own visitation and coming has taken place because of the intellectual and rational substance of the precious soul made "in his image," and for the correction and healing of the mind and its thoughts from the great fall of the passions which the soul has suffered, having fallen into "spirits of wickedness" and "principalities" and "powers" and "world-rulers of darkness" through the transgression of Adam which came to be in the beginning, through which it put on the passions of the evil of sins and by them became estranged from God. For the apostle, showing forth the healing and redemption of the intellectual substance of the soul, says: "The peace of Christ which surpasses all understanding will guard your hearts" and your reasonings "in Christ," so that this is the healing of the soul's wounds and the resurrection of the mind's fall: that the thoughts and dispositions and reasonings of the soul be bound to Christ and be kept in the heavenly light of the Spirit of his peace, and that the substance of the soul together with the possession of its own reasonings be guarded from the spirits of darkness, the evil and material and vain reasonings. This is the redemption of the Lord and his coming and visitation upon the race of men, that he might restore the intellectual and rational and precious substance of the soul now in the nobility of its own purity from the beginning, and in addition might make it a partaker of the very substance of his Spirit, as a noble and royal bride of himself.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:138 · narrative
Source
Πῶς τοίνυν τὴν τιμίαν ταύτην καὶ νοερὰν οὐσίαν τῆς ψυχῆς, τὴν ἐράσμιον καὶ ὑπὲρ πᾶσαν κτίσιν ὁρατὴν καὶ ἀόρατον ἀξιολογωτέραν τυγχάνουσαν, δι' ἄγνοιαν καὶ ῥαθυμίαν καὶ ἀμέλειαν καὶ λήθην ἀνταλλάσσομεν λεπροῖς καὶ ταλαιπώροις καὶ φθαρτοῖς ὑλικοῖς πράγμα σι τῷ ἐν γῇ καὶ ὕλῃ καὶ κόσμῳ καὶ δόξῃ δεδέσθαι καὶ τὰ φαινόμενα ἀγαπᾶν καὶ τοῖς παρερχομένοις τοῦ αἰῶνος τούτου προσέχειν καὶ τῇ περὶ ταῦτα στοργῇ διακεῖσθαι, δέον ἀφ' ἑαυτῶν πάντα ῥίψαντας καὶ ἐκτιναξαμένους τὰ τῆς γῆς παρερχόμενα πράγματα καὶ τὰ τῆς ὕλης καὶ χοὸς φθαρτὰ διανοήματα Χριστῷ μόνῳ δεθῆναι τῇ ἀγάπῃ καὶ οὐρανίῳ ἔρωτι πρὸς αὐτὸν μόνον τετρῶσθαι καὶ πνευματικῷ φίλτρῳ αὐτοῦ μόνου ἐρᾶν; Μέγα γὰρ καὶ τίμιον καὶ εὐγενὲς καὶ ἐράσμιον τὸ τῆς νοερᾶς καὶ λογικῆς οὐσίας τῆς ψυχῆς ἀξίωμα τυγχάνει, δι' ἣν ἀγὼν θεῷ καὶ ἀγγέλοις καὶ ἁγίαις δυνάμεσι, διὰ πατέρων καὶ πατριαρχῶν, διὰ προφητῶν, δι' αὐτοῦ τοῦ κυρίου εἰς πρεσβείαν καὶ ἐπι στροφὴν ταύτης ἐλθόντος, δι' ἀποστόλων, διὰ διδασκάλων, ἐργατῶν ἀληθείας ταύτην ἐπιστρεφόντων εἰς τὸ τοῦ κυρίου θέλημα καὶ ταύτην οἰκειώσασθαι καὶ παρ' ἑαυτοῖς ἔχειν εἰς τὴν αἰώνιον ζωὴν σπουδαζόντων, δι' ἣν ἀγὼν ὁμοίως καὶ σπουδὴ καὶ πόλεμος καὶ κόπος σατανᾷ καὶ ἀρχαῖς καὶ ἐξουσίαις δυνάμεων πονηρῶν, διὰ ψευδοπροφητῶν, ψευδαποστόλων, διὰ πλάνων ἀνθρώπων, διὰ δολίων ἐργατῶν καὶ αἱρέσεων, ἔσχατον καὶ δι' αὐτοῦ τοῦ Ἀντιχρίστου, ταύτην οἰκειώσασθαι εἰς τέλος τοῦ μὴ ἐξειλῆσαι αὐτῶν ἀλλ' εἰς ἀεὶ μετ' αὐτῶν ἐν τῷ σκότει τῆς κατακρίσεως ταύτην ἔχειν ἀγωνιζομένων.
English
How then do we, through ignorance and sloth and negligence and forgetfulness, exchange this precious and intellectual substance of the soul—which is lovely and more honorable than all visible and invisible creation—for leprous and wretched and corruptible material things, so as to be bound to what is in earth and matter and the world and glory, and to love the things that appear, and to attend to the passing things of this age, and to be disposed with affection for these things—when we ought, casting off all things from ourselves and shaking off the passing things of the earth and the corruptible thoughts of matter and dust, to be bound to Christ alone in love, and to be wounded by heavenly eros for him alone, and with spiritual affection to love him alone? For great and precious and noble and lovely is the dignity of the intellectual and rational substance of the soul, for whose sake there is a contest for God and angels and holy powers, for whose sake through fathers and patriarchs, through prophets, through the Lord himself who came for her intercession and conversion, through apostles, through teachers, workers of truth who turn her to the will of the Lord and strive to make her their own and to have her with themselves unto eternal life; for whose sake likewise there is a contest and zeal and war and toil for Satan and the principalities and powers of evil forces, through false prophets, false apostles, through deceiving men, through treacherous workers and heresies, and lastly even through the Antichrist himself, who strive to make her their own to the end, that they may not release her but may have her forever with themselves in the darkness of condemnation.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:139 · narrative
Source
τὴν γὰρ ψυχὴν ταύτην τὴν τιμίαν εἰκόνα Χριστοῦ, τὴν ἐμπεσοῦσαν εἰς βυθὸν παθῶν κακίας, σκότους, δυνάμεων πονηρῶν, τῇ προαιρέσει προσκολληθῆναι βουλο μένην Χριστῷ, ἀλλαγῆναι καὶ μεταβληθῆναι καὶ ἀλλοιωθῆναι καὶ ἀνακαινισθῆναι καὶ ἀνακτισθῆναι δεῖ νῦν, ἕως ἐν σαρκὶ τυγχάνει, τοιούτῳ τινὶ τρόπῳ, κατὰ τὴν τῶν γραφῶν παράδοσιν. ὥσπερ ἐὰν ᾖ τόπος ἐν ᾧ πολλὴ δυσωδία καὶ βόρβορος τυγχάνει ἀποθήκης τε κοπριῶν μεμέστωται καὶ «πάσης ἀκαθαρσίας» καὶ σηπεδόνος καὶ αἰσχρότητος πεπλήρωται, ἔλθῃ δέ τις δυνάστης καὶ πλούσιος ἀνὴρ καὶ κελεύσῃ καθαρισθῆναι τὸν τόπον ἐκεῖνον ἀπὸ τῆς πολλῆς αἰσχρότητος καὶ ῥυπαρίας καὶ πάσῃ ἐπιμελείᾳ ἐκείνου τοῦ δυσωδεστάτου
τόπου κάθαρσιν ποιήσηται καὶ λοιπὸν οἰκοδομήσῃ ἐκεῖ παλάτιον βασιλικὸν κοιτῶνάς τε χρυσορόφους καὶ μεμαρμαρωμένους τρικλίνους καὶ δια φόρους οἴκους ἐνδόξους κατασκευάσῃ πρὸς μονὴν καὶ ἀνάπαυσιν βασι λέωςτὸ λοιπὸν ἐκεῖ θυμιάματα καὶ εὐωδία καὶ καθαρότης πολλὴ ἀπ' ἐκείνης τῆς δυσωδίας καὶ ἀκαθαρσίας γίνεται.
English
For this soul, this precious image of Christ, which has fallen into the abyss of passions, of wickedness, of darkness, of evil powers, and which by its own choice wishes to be joined to Christ, must now—while it is still in the flesh—be changed and transformed and altered and renewed and rebuilt in some such manner as this, according to the tradition of the Scriptures. Just as if there were a place in which there is much foul stench and filth, and it is filled with a dung-heap and full of "all uncleanness" and rot and vileness, and then some ruler and wealthy man should come and command that place to be cleansed from its great vileness and squalor, and with all diligence should effect the cleansing of that most foul-smelling place, and thereafter should build there a royal palace, and construct golden-roofed bedchambers and marble-paved dining halls and various glorious dwellings for the abode and rest of the king—then thereafter there come from that former stench and uncleanness incense and fragrance and great purity.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:140 · narrative
Source
ἢ ὥσπερ ἵνα ᾖ γῆ ἔρημος καὶ ἄνυδρος καὶ ἀκανθῶν καὶ τριβόλων μεμεστωμένη, ἔλθῃ δὲ ἀνὴρ γεωργὸς ἀγαθὸς καὶ ἐργάσηται ἐπιμελῶς ἐκείνην τὴν ἔρημον τυγχάνουσαν γῆν καὶ τὰς ἀκάνθας καὶ τριβόλους ἄρας ἐκ μέσου πυρὶ καύσῃ καὶ ἀνανεώσας καὶ ἐργασάμενος αὐτὴν ἐξαγάγῃ ἐκεῖ ὕδατα πλουσιώτατα καὶ καταφυτεύσῃ ἀμπελῶνας καὶ παραδείσους ῥόδα τε καὶ παντοῖα ἄνθη καὶ παντοδαπὰ φυτὰ καρποφόρα, καὶ λοιπὸν γένηται ἐκεῖ τόπος ἀναπαύσεως ἥμερος, καρποφόρος καὶ ἔνυδρος καὶ εὔκαρποςἴδε πόση μεταβολὴ καὶ ἀλλαγὴ γέγονεν, ἀπὸ ποίας ἀγριότητος καὶ ἐρημίας εἰς ποίαν ἡμερότητα καὶ ἐπιτηδειότητα μετεκοσμήθη. ἢ ὥσπερ ἵνα ᾖ γυνὴ ἐπαίτης καὶ πενιχρά, εἰς ἣν πάντες οἱ βουλόμενοι καὶ παριόντες ἐμπαίζουσι καὶ παρακέχρηνται, ἐραστὴς δὲ αὐτῆς γένηται βασιλεύς τις ἔνδοξος καὶ ἀναλάβῃ αὐτὴν πρὸς ἑαυτὸν καὶ ἀπ' ἐκείνης τῆς αἰσχρότητος καὶ πορνείας εἰς σωφροσύνην τιμίαν καὶ ἐλευθέραις πρέπουσαν κατάστασιν ἐνέγκῃ καὶ ἀντ' ἐκείνων τῶν δυσωδεστάτων ῥακίων βασιλικὰ φορήματα καὶ διάχρυσα καὶ διάλιθα ἐνδύματα ἀμφιάσῃ διαδήματί τε βασιλικῷ ταύτην περιδησάμενος τιμήσῃ εἰς τὸ γενέσθαι αὐτοῦ κοινωνικὴν καὶ τιμίαν νύμφην βασιλέωςἰδοὺ πόση μεταβολὴ καὶ ἀλ λαγὴ γεγένηται ταύτῃ καὶ ἐξ οἵας αἰσχρότητος καὶ πενίας εἰς οἵαν τιμὴν δόξης καὶ πλοῦτον μετηνέχθη.
English
Or just as a land might be desert and waterless and full of thorns and thistles, but a good farmer comes and carefully works that desert land, and taking the thorns and thistles out of its midst, burns them with fire, and renews it and works it, and brings forth there most abundant waters, and plants vineyards and gardens, roses and all kinds of flowers and all kinds of fruit-bearing plants, and thereafter that place becomes a gentle place of rest, fruitful and well-watered and productive—see how great a change and transformation has taken place, from what wildness and desolation it has been transformed into what gentleness and fitness. Or just as a woman might be a beggar and poor, at whom all who wish and who pass by mock and abuse, but a certain glorious king becomes her lover and takes her to himself and brings her from that shame and fornication into honorable chastity and a condition befitting free women, and instead of those most foul rags clothes her in royal and golden and jeweled garments, and binding her with a royal diadem honors her, so that she becomes his companion and an honorable bride of a king—behold how great a change and transformation has taken place for her, and from what shame and poverty she has been transferred into what honor of glory and wealth.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:141 · narrative
Source
Τὸν αὐτὸν τρόπον τὸν νοῦν καὶ τὴν ψυχὴν ταύτην σὺν τῷ σώματι ἐν ἁμαρτίᾳ κακίας ἐμπεσοῦσαν καὶ ἐν τῇ ὄντως πτωχείᾳ τοῦ σκότους τῶν παθῶν τῆς πονηρίας κατενεχθεῖσαν ἐκ τῆς τοῦ Ἀδὰμ παρα βάσεως καὶ ἐν πορνείᾳ καὶ ἀκαθαρσίᾳ καὶ μιασμῷ τῶν πονηρῶν πα θῶν μιανθεῖσαν καὶ ἐνυβρισθεῖσαν καὶ ἐν ἀγριότητι καὶ ἐρημίᾳ τοῦ πονηροῦ καὶ αἰσχροῦ πνεύματος τοῦ κόσμου γεγενημένην, πιστεύσασαν καὶ προσελθοῦσαν εἰλικρινῶς ὅλῃ προαιρέσει καὶ ὅλῳ θελήματι τῷ κυρίῳ ἐν ἀγάπῃ τοῦ πνεύματος αὐτοῦ ἀλλαγῆναι καὶ μεταβληθῆναι δεῖ ἀπὸ τῆς ἀγριότητος καὶ ἐρημίας ἐκείνης τῆς προτέρας καὶ ἐκ τῆς δυσωδίας τῶν ἁμαρτημάτων καὶ παθῶν τῆς κακίας καὶ αἰσχ ρῶν καὶ ῥακώδων ἐνδυμάτων τῶν πνευμάτων «τῆς πονηρίας», ἀπιστίας, φιλαργυρίας, μίσους, κακίας, ὀργῆς, δόλου, ἀνοίας, ἐπιθυμίας κακῆς καὶ πάσης ἀκαθαρσίας ἀλλοιωθῆναι δεῖ καὶ ἀνακαινισθῆναι καὶ μετα βληθῆναι καὶ ἀναπλασθῆναι νῦν διὰ τῆς χάριτος. καὶ ἀντὶ μὲν τῶν τριβόλων καὶ ἀκανθῶν τῶν πονηρῶν διαλογισμῶν καὶ τῶν ἁμαρτη μάτων τῆς κακίας, ὧν ἡ γῆ τῆς καρδίας αὐτῆς βρύουσα ἐκαρποφόρει, δικαιοσύνην καὶ ὁσιότητα τοῦ θείου καὶ ἐπουρανίου πνεύματος τῆς ἀγαθότητος ἐν αὐτῇ βρύειν καὶ καρποφορεῖν δεῖ· ἀντὶ δὲ δυσωδίας καὶ βορβόρου καὶ οἰκοπέδων καὶ αἰσχρῶν τόπων, ὧν τὰ πνεύματα «τῆς πονηρίας» ἐν τῷ ἀοράτῳ τῆς ψυχῆς χώρῳ διὰ τῶν παθῶν ἐγκατεσκεύ ασεν, νῦν παλάτιον ἐπουράνιον καὶ μονὴν καὶ ἀνάπαυσιν ἐπουρανίου βασιλέως κατασκευασθῆναι δεῖ·
English
In the same way, this mind and soul together with the body, having fallen into the sin of wickedness and having been brought down into the true poverty of the darkness of the passions of evil out of the transgression of Adam, and having been defiled in fornication and uncleanness and the pollution of wicked passions and having been outraged, and having become in the wildness and desert of the evil and shameful spirit of the world—when it has believed and come sincerely with its whole purpose and whole will to the Lord in the love of his Spirit, it must be changed and transformed from that former wildness and desert, and from the stench of sins and passions of wickedness and the shameful and ragged garments of the spirits "of wickedness"—unbelief, love of money, hatred, malice, anger, deceit, folly, evil desire, and all uncleanness—it must be altered and renewed and transformed and remolded now through grace. And instead of the thorns and thistles of evil thoughts and the sins of wickedness, with which the earth of its heart, teeming, used to bear fruit, it must now teem and bear fruit in it with righteousness and holiness of the divine and heavenly Spirit of goodness; and instead of the stench and mire and ruins and shameful places, which the spirits "of wickedness" established in the invisible region of the soul through the passions, there must now be prepared a heavenly palace and a dwelling and a rest of the heavenly King.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:142 · narrative
Source
ἀντὶ δὲ ἐνδυμάτων μιαρῶν καὶ σκοτεινῶν, ὧν ἡ ψυχὴ ἐφόρει, νῦν ἐνδύματα τοῦ πνεύματος τῆς θεότητος φωτεινὰ πίστεως, ἀγάπης, ἀγαθωσύνης καὶ πάσης ἀρετῆς ἀμφιέννυται· ἀντὶ δὲ ἐκείνης τῆς δεινῆς αἰσχρότητος καὶ πορνείας τῶν πονη ρῶν πνευμάτων, μεθ' ὧν ἡ ψυχὴ ἐν τοῖς πονηροῖς λογισμοῖς ἐπόρνευεν, νῦν εἰς σωφροσύνην καὶ ἁγιασμὸν καὶ καθαρότητα καὶ κοινωνίαν τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ ἄγεται καὶ διαδήματι ἐπουρανίῳ τῆς τοῦ πνεύματος δόξης ἐν τιμῇ χάριτος περιδεσμεῖται· ἀντὶ δὲ τοῦ πνεύματος τῆς πονηρίας τοῦ κόσμου τοῦ ῥέμβοντος καὶ αἰχμαλωτίζοντος τὸν νοῦν τῆς ψυχῆς ἐν ὕλῃ
καὶ ἐν γῇ καὶ ἐν κακίᾳ καὶ ἐν παντὶ περισπασμῷ πονηρῷ, νῦν τὸ πνεῦμα τῆς ἀγαθότητος τοῦ Χριστοῦ ἐξ οὐρανοῦ αἰχμαλωτίζον τὸν νοῦν τῆς ψυχῆς εἰς μυστήρια θεοῦ ἀλάλητα καὶ ἐν πᾶσι τοῖς ἁγίοις καρποῖς τῆς ἀγαθωσύνης τοῦ πνεύματος, ἐν οἷς διαιτᾶται ὁ νοῦς καὶ πάντες οἱ τῆς ψυχῆς διαλογισμοὶ εἰς θείους καὶ ἐπουρανίους τοῦ πνεύματος λογισμοὺς αἰχμαλωτιζόμενοι, καθ' ὃν τρόπον τὸ πνεῦμα τῆς κακίας τῶν παθῶν τὴν ψυχὴν ἄκουσαν αἰχμαλωτίζει εἰς διαλογισμοὺς κόσμου καὶ ματαιότητος ὕλης. καὶ γὰρ τὸ πνεῦμα διὰ τοῦ προφήτου ἐν ἀληθείᾳ λέγει· «ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς».
English
Instead of the filthy and dark garments that the soul wore, she is now clothed in the bright garments of the Spirit of divinity—of faith, love, goodness, and every virtue. And instead of that dreadful shamefulness and fornication with the evil spirits, with which the soul fornicated in evil thoughts, she is now led into chastity and sanctification and purity and communion with the heavenly King Christ, and is bound round in honor of grace with the heavenly diadem of the glory of the Spirit. And instead of the spirit of wickedness of the world that wanders about and takes captive the mind of the soul in matter and in earth and in evil and in every evil distraction, now the Spirit of the goodness of Christ from heaven takes captive the mind of the soul into the unutterable mysteries of God and into all the holy fruits of the goodness of the Spirit, in which the mind dwells and all the reasonings of the soul are taken captive into divine and heavenly thoughts of the Spirit—just as the spirit of evil of the passions takes the soul captive against her will into reasonings of the world and of the vanity of matter. For the Spirit through the prophet truly says: "As her darkness, so also her light.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:143 · narrative
Source
Οὕτως ἀλλαγῆναι δεῖ καὶ τὴν πιστεύσασαν ψυχὴν Χριστῷ καὶ ἀγαπῶσαν αὐτὸν εἰλικρινῶς καὶ οὕτως ἀνακαινισθῆναι καὶ μεταβολὴν ἔχειν ἐν πᾶσιν ἔν τε τοῖς κρυπτοῖς τῆς καρδίας λογισμοῖς ὑπὸ τοῦ πνεύματος ἁγιασθεῖσαν καὶ τοῖς ἀγαθοῖς ἔργοις τῆς δικαιοσύνης ἐν ἀλη θείᾳ καὶ πληροφορίᾳ καὶ αἰσθήσει καὶ ἐνεργείᾳ τοῦ πνεύματος τῆς ἀγαθότητος ἐνεργοῦντος, καθ' ὃν τρόπον τὰ πνεύματα τοῦ σκότους τῶν παθῶν ἐνεργεῖ τὰ κακὰ ἐν αἰσθήσει καὶ πληροφορίᾳ ἔν τε τῇ ψυχῇ καὶ ἐν τῷ σώματι. πᾶσαι γὰρ αἱ αἱρέσεις διακένοις λόγοις ὑπο λήψει φρονήματος ὀρθοῦ καὶ ματαίᾳ οἰήσει δικαιοσύνης πληροφοροῦν ται, τὰ δὲ ὄντως τέκνα τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐν ἔργοις ἀληθείας καὶ πίστεως ἀποδείκνυνται καὶ ἐνεργείᾳ τινὶ θείου πνεύματος ἐπιφοιτῶντος καὶ ἐπισκιάζοντος τῇ ψυχῇ, καὶ «καρποὺς ἀξίους» τῆς χάριτος ἐπιδεικνυούσης ἐν δυνάμει καὶ αἰσθήσει καὶ πληροφορίᾳ καὶ τῇ «τοῦ νοὸς» «ἀνακαινίσει» καὶ ἀλλαγῇ καὶ καινῇ καὶ νέᾳ κτίσει «κατὰ τὸν ἔσω» τῆς καρδίας «ἄνθρωπον». οὗτός ἐστιν ὁ ἀληθὴς Χριστιανισμὸς καὶ πασῶν τῶν ἁγίων γραφῶν ἀκριβὴς ἐν ἀληθείᾳ ἀποστολικὴ παρά δοσις, καὶ αὕτη ἡ τοῦ κυρίου ἔλευσις καὶ ἡ λύτρωσις τοῦ πεσόντος ὑπὸ τὴν ἁμαρτίαν ἀνθρώπου, καὶ αὕτη ἐστὶν ἡ τῶν ἐν ἀληθείᾳ Χριστῷ πιστευόντων ἐλπίς.
English
Thus the soul that has believed in Christ and loved him sincerely must also be changed in this way, and renewed and transformed in all things—both in the hidden thoughts of the heart, sanctified by the Holy Spirit, and in the good works of righteousness, in truth and full assurance and perception and energy, as the Spirit of goodness works in it, just as the spirits of darkness of the passions work evil in perception and full assurance both in the soul and in the body. For all the heresies are filled with empty words, by the presumption of a right mind and the vain conceit of righteousness, but the true children of the Church of Christ are shown forth in works of truth and faith and in a certain energy of the divine Spirit visiting and overshadowing the soul, and displaying "fruits worthy" of the grace in power and perception and full assurance and in the "renewal" and transformation "of the mind" and in a new and fresh creation "according to the inner man" of the heart. This is true Christianity and the exact apostolic tradition of all the holy Scriptures in truth, and this is the coming of the Lord and the redemption of the man who has fallen under sin, and this is the hope of those who truly believe in Christ.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:144 · narrative
Source
Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς διὰ πασῶν τῶν ἀρετῶν τῆς ἐλπίδος ταύτης πληροφορίαν ἐν ἑαυτοῖς δέξασθαι, ὅπως τῶν «ἐλπιζομένων» ἀγαθῶν καταξιωθέντες, τουτέστι τῆς ἐνοικήσεως τοῦ κυρίου, καὶ τὸν ἁγιασμὸν τοῦ «πνεύματος» ἐν τῇ ἑαυτῶν καρδίᾳ κτησάμενοι καὶ τὸν ἐπουράνιον «θησαυρὸν» ἐν τοῖς ἑαυτῶν «σκεύεσιν» ἐναποθέντες καὶ ἐν πάσαις ταῖς ἐντολαῖς ἄμωμοι διὰ τῆς χάριτος καταρτισθέντες τῶν αἰωνίων ἀγαθῶν σὺν Χριστῷ καταξιωθείημεν ἀπολαῦσαι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ διάκρισιν ψυχὴ κεκτημένη ἐν τῇ ἀκοῇ τοῦ λόγου ἐκ θείας χάρι τος ταύτην κέκτηται, καὶ γὰρ ἡ τῶν Χριστιανῶν ἐλπὶς καὶ ἀνάπαυ σις καὶ κτῆσις οὐκ ἔστιν ἐν τῷ αἰῶνι τούτῳ· οὐδὲ γάρ ἐστι κάλλος πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ γεγενημένων ἀγαθῶν καὶ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φώτων ὃ ζητοῦσι Χριστιανοί. ἰδοὺ γὰρ πόσα ἀγαθά ἐστιν ἐν τῇ γῇ διάφορα καὶ ποικίλα κάλλη καὶ ἀναπαύσεις, ὁμοίως καὶ ἐν τῷ οὐρανῷ ὅση ποικιλότης ἄστρων, κάλλος φώτων, καὶ οὐδέν ἐστιν ἐκ τούτων, ὃ ζητοῦσι καὶ χρῄζουσι Χριστιανοί. ἀλλ' ἔστι τι ὃ οὔτε ἐν τῇ γῇ οὔτε ἐν τῷ οὐρανῷ ἐστιν, ἐν ᾧ ζῶσι καὶ ὃ χρῄζουσιν οἱ τὸν κύριον ἀγαπῶντες. πόσαι γλῶσσαι ἐν κόσμῳ, πόσαι σοφίαι, πόσαι φρονήσεις, πόσαι τέχναι, πόσαι ἐπιστῆμαι καὶ ἐπιτηδεύματα καὶ σπουδὴ καὶ πλοῦτος ἐν τῇ γῇ, καὶ οὐδὲν τούτων ἐστὶν ὃ χρῄζουσι καὶ ἐν ᾧ ζῶσι Χριστιανοί. ἔστιν οὖν τι ὃ ζητοῦσι μεῖζον οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ πάντων καὶ γῆς καὶ τῶν ἐν αὐτῇ ἀγαθῶν καὶ καλῶν, καὶ ἅπαξ πάντων τῶν φαινομένων ἀγαθῶν καὶ καλῶν, μηδενὶ τούτων συγκρινόμενον.
English
Let us therefore also be earnest, through all the virtues, to receive in ourselves the full assurance of this hope, so that, having been counted worthy of the good things "hoped for"—that is, of the indwelling of the Lord—and having acquired the sanctification of the "Spirit" in our own heart, and having laid up the heavenly "treasure" in our own "vessels," and having been perfected blameless in all the commandments through grace, we may be counted worthy to enjoy the eternal good things with Christ for ever and ever. Amen. The soul that possesses discernment has acquired it in the hearing of the word from divine grace; for the hope and rest and possession of Christians is not in this age. For it is not the beauty of all the earth and of the good things that have come to be in it, nor of heaven and the lights in it, that Christians seek. For behold, how many good things there are on the earth—manifold and varied beauties and rests—and likewise in heaven, how great a variety of stars, beauty of lights; and none of these is what Christians seek and need. But there is something that is neither on the earth nor in heaven, in which those who love the Lord live and which they need. How many languages are in the world, how many wisdoms, how many understandings, how many arts, how many sciences and pursuits and zeal and wealth on the earth—and none of these is what Christians need and in which they live. There is, then, something they seek that is greater than heaven and all things in it, and earth and the good and beautiful things in it, and once for all greater than all the good and beautiful things that appear, compared with none of these.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:145 · narrative
Source
τοιγαροῦν τοιαύτης καὶ διανοίας καὶ ψυχῆς χρεία πρὸς τὴν ζήτησιν καὶ τὴν ἔρευναν τούτου τοῦ ἀσυγκρίτου καὶ μόνου καλοῦ καὶ ἀγαθοῦ, ἥτις καὶ
αὐτὴ μείζων καὶ ἀνωτέρα τυγχάνει πάντων τῶν ἐν οὐρανῷ καὶ γῇ, καὶ πάσης σοφίας ἀνθρωπίνης καὶ φρονήσεως καὶ γνώσεως κοσμικῆς, μείζων δὲ καὶ ἀνωτέρα τῇ πίστει καὶ ἀγάπῃ λέγω· τὰ γὰρ ἀπὸ τοῦ οὐρανοῦ ἕως τῆς γῆς οὐδὲν τὴν ψυχὴν ὠφελεῖ. ὥσπερ γὰρ πάντων τῶν ἐν οὐρανῷ καὶ γῇ καὶ ἀέρι ποικίλων τερπνῶν ἀρετὴ μείζων καὶ ἀνωτέρα καὶ κρείττων τυγχάνει, μᾶλλον δὲ ἐκεῖνο μόνον ἀγαθὸν καὶ καλόν ἐστιν ὃ χρῄζουσιν καὶ ἐν ᾧ δύνανται ζῆσαι Χριστια νοί, τὸν αὐτὸν τρόπον τοιαύτη καὶ ἡ ψυχὴ ὀφείλει εἶναι πρὸς τὴν τοῦ ἀγαθοῦ καὶ καλοῦ τούτου ἔρευναν καὶ ζήτησιν ἐπειγομένη, ὑπερβαί νουσα πασῶν τῶν ἐν τῷ κόσμῳ σοφιῶν καλλονὴν καὶ γλωσσῶν ποικι λότητα καὶ γηΐνην φρόνησιν καὶ δόξαν καὶ τρυφὴν καὶ τέρψιν, μείζων δὲ καὶ ἀνωτέρα τῇ πίστει καὶ ἀγάπῃ πρὸς τὸ μόνον καὶ ἀσύγκριτον καλόν, πάντων ὑπερπηδῶσα καὶ μηδενὶ δεθεῖσα, ἀλλ' αὐτὸ μόνον ποθήσασα.
English
Therefore such a mind and such a soul are needed for the seeking and searching out of this incomparable and only good and beautiful thing—a soul that is itself greater and higher than all things in heaven and on earth, and than all human wisdom and prudence and worldly knowledge; greater and higher, I say, in faith and love. For the things from heaven down to earth profit the soul nothing. For just as virtue is greater and higher and better than all the varied delights in heaven and earth and air—or rather, that alone is good and beautiful which Christians need and in which they can live—in the same way the soul must be such, hastening toward the searching and seeking of this good and beautiful thing, surpassing the beauty of all the wisdom in the world and the variety of tongues and earthly prudence and glory and luxury and pleasure, and greater and higher in faith and love toward the only and incomparable beautiful thing, leaping over all things and bound by nothing, but desiring that alone.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:146 · narrative
Source
Τί τοίνυν ἐστὶ τὸ μηδενὶ συγκρινόμενον ἀγαθὸν καὶ καλόν, ὃ ζη τοῦσι καὶ ἐν ᾧ ζῶσι Χριστιανοί; αὐτός ἐστιν ὁ κύριος. αὐτὸς γάρ ἐστιν ὁ μηδενὶ συγκρινόμενος, πάντα γὰρ ὅσα ἐστὶ καλὰ ἀπ' αὐτοῦ γεγένηνται, καὶ αὐτός ἐστιν ἡ κληρονομία καὶ ἡ ζωὴ τῶν Χριστιανῶν· «κύριος» γάρ φησι «μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου». οὐδὲν γὰρ ἄλλο ζητεῖ παρὰ τῶν ἀνθρώπων τὸ μόνον ἀγαθὸν καὶ κα λόν, ὅπερ ἐστὶν ὁ θεός, οὐ χρυσόν, οὐκ ἄργυρον, οὐ κτῆσιν, οὐ ζῷα οὐδὲ ἕτερόν τι τῶν ἐν τῇ γῇ, ἅπερ πάντα αὐτὸς ἔκτισεν, ἢ μόνον πίστιν ἀληθῆ καὶ τὴν ἐκ καρδίας ἀγάπην πρὸς αὐτόν. καὶ τότε καταξιοῦταί τις τῆς κτήσεως τοῦ καλοῦ καὶ μόνου ἀγαθοῦ τούτου· πνεύματος γὰρ ἁγίου μετουσίαν ἡ τοιαύτη ψυχὴ κομίσασθαι καταξιοῦται καὶ κοινωνεῖν Χριστῷ ἀπεντεῦθεν ἀξία καθίσταται. ἐὰν μὴ γὰρ πρότερον πρόφασις γένηται ὁ ἄνθρωπος τῇ ἑαυτοῦ ἀγάπῃ ἑλκύσας τὴν ἀγάπην τοῦ θεοῦ πρὸς ἑαυτόν, οὐκ ἀνελεύσεται εἰς τὴν ψυχὴν αὐτοῦ ἡ ζωὴ καὶ ἡ κτῆσις τοῦ ἀγαθοῦ καὶ μόνου καλοῦ. πρόφασις οὖν γίνεται ἕκαστος τῆς ἑαυτοῦ ζωῆς καὶ τοῦ ἑαυτοῦ θανάτου διὰ τὸ αὐτεξούσιον θέλημα τῆς ψυχῆς· ὅπου γὰρ ἂν δῷ τὴν φυσικὴν ἀγάπην αὐτῆς ἡ ψυχή, ἕλκει πρὸς ἑαυτὴν ἤτοι τὴν ζωὴν ἢ τὸν θάνατον, καθὼς καὶ ἡ γραφὴ φησίν· «ἔναντι ἀνθρώπου ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ», ἐπειδὴ καὶ ἄτιμοι πάντες οἱ ἄνθρωποι μετα βληθέντες ἐκτήσαντο τὴν ζωὴν ταύτην. ἰδοὺ γὰρ (ὥς φησιν ὁ ἀπό στολος) ὁ θεὸς «πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν».
English
What, then, is that good and beautiful thing which is compared to nothing, which Christians seek and in which they live? It is the Lord himself. For he himself is the one compared to nothing, for all things that are beautiful have come to be from him, and he himself is the inheritance and the life of Christians; for it says, "The Lord is the portion of my inheritance and of my cup." For the only good and beautiful thing, which is God, seeks nothing else from men—not gold, not silver, not possessions, not animals, nor anything else of the things on the earth, all of which he himself created—except only true faith and love toward him from the heart. And then a person is deemed worthy of the possession of this beautiful and only good thing; for such a soul is deemed worthy to receive a participation in the Holy Spirit and from that point is made worthy to have fellowship with Christ. For unless a man first becomes the occasion, drawing the love of God to himself by his own love, the life and the possession of the good and only beautiful thing will not come up into his soul. Each person, then, becomes the occasion of his own life and of his own death through the self-determining will of the soul; for wherever the soul gives its natural love, it draws to itself either life or death, just as the Scripture also says: "Before man are life and death, and whichever he is pleased with will be given to him," since all men, having been changed, obtained this life—even the dishonored. For behold (as the apostle says), God "wills all men to be saved and to come to the knowledge of the truth.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:147 · narrative
Source
οὐχ ὅτι οὐ διδόασι τὴν φυσικὴν ἀγάπην αὐτῶν καὶ προαίρεσιν ἀγαθὴν πρὸς τὸν θεόν· οὐ βιάζεται γὰρ τὰς προαιρέσεις ἀκούσας ὁ κύριος, ἀλλὰ ἀποσκοπεῖ καὶ θεωρεῖ τὴν προαίρεσιν καὶ ἀγάπην τοῦ ἀνθρώπου, ποῦ ῥέπει καὶ ποῦ ἀγαπᾷ. ἐὰν πρὸς αὐτὸν ἴδῃ τὴν ἀγάπην τῆς ψυχῆς κολλωμένην, ἰδοὺ ἔρχεται καὶ κατασκηνοῖ καὶ κληρονομεῖται ὑπὸ τῆς ἀγαπώσης αὐτὸν ψυχῆς καὶ κληρονομεῖ αὐτήν, ἐπεὶ ἀδύνατον ἄλλως γενέσθαι· ἐὰν γὰρ μὴ πρόφασιν λάβῃ ὁ θεὸς τοῦ ἀνθρώπου τῆς πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως, οὐ γίνεται αὐτὸς ζωὴ τοῦ ἀνθρώπου καὶ κτῆμα τὸ μόνον τίμιον καὶ καλόν. ἕκαστος τοίνυν, ὡς προείρηται, πρόφασις γίνεται τοῦ ἐλθεῖν πρὸς αὐτὸν τὴν ζωὴν καὶ τὴν ἐπαγγελίαν ἐν τῷ πιστεύειν καὶ ἀγαπᾶν αὐτὸν παρὰ πάντα τὰ βλεπόμενα, τοῦτο γὰρ μόνον ἐξαιρέτως ζητεῖ παρὰ τοῦ ἀνθρώπου ὁ θεός· ἡ τοιαύτη γὰρ ψυχὴ μείζων ἐστὶ καὶ ἀνωτέρα παντὸς τοῦ κόσμου καὶ πάσης τῆς σοφίας αὐτοῦ καὶ δόξης καὶ πλούτου καὶ ἀναπαύσεως καὶ πάσης τῆς φρονήσεως αὐτοῦ καὶ πάντων τῶν ἐν αὐτῷ καλῶν, ὅτι τῷ μόνῳ καλῷ ἐπίστευσε καὶ τὸν μόνον ἀγαθὸν ἠγάπησεν ὑπεριδοῦσα πᾶσαν καλλονὴν καὶ δόξαν καὶ τερπνότητα καὶ σοφίαν γλωσσῶν κόσμου ἀρνησαμένη, καὶ οὕτως ἐπιτυγχάνει καὶ ἀπολαύει τοῦ ἀληθινοῦ καλοῦ καὶ ἀγαθοῦ καὶ μόνου ὡραίου.
English
Not that they do not give their natural love and good disposition toward God; for the Lord, when he has heard, does not force dispositions, but he observes and sees the disposition and love of the man, where it inclines and where it loves. If he sees the love of the soul cleaving to him, behold, he comes and dwells in it and is inherited by the soul that loves him, and he inherits it, since it is impossible for it to be otherwise; for if God does not receive from the man an occasion of love and faith toward him, he does not himself become the life of the man, nor does the man become his possession, the only honorable and good thing. Each one, therefore, as has been said before, becomes an occasion for the life and the promise to come to him, in believing and loving him above all things seen; for this alone God especially seeks from man. For such a soul is greater and higher than the whole world and all its wisdom and glory and wealth and rest and all its understanding and all the good things in it, because it has believed in the only beautiful one and has loved the only good one, despising all beauty and glory and delight and wisdom of the tongues of the world, having denied them; and thus it attains and enjoys the true beautiful and good and only lovely one.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:148 · narrative
Source
Μή τις τοίνυν λεγέτω, ὅτι ἀδυνάτως ἔχω ἀγαπῆσαι ἢ διαλογίσασθαι ἢ πιστεῦσαι τῷ μόνῳ ἀγαθῷ, ὑπὸ δουλείαν καὶ δεσμοὺς ἁμαρτίας τυγ χάνων. τὸ μὲν γὰρ δύνασθαί σε τελείως τὰ ἔργα τῆς ζωῆς ἐργάζεσθαι καὶ τὸ ἑαυτὸν τῇ σῇ ἰσχύι ἐξελέσθαι καὶ ἐλευθερῶσαι τῆς ἐνοικούσης σοι ἁμαρτίας οὔκ ἐστιν εἰς τὴν σὴν ἐξουσίαν, ἐπειδὴ τοῦτο ἑαυτῷ ἀπένειμεν ὁ κύριος· αὐτὸς γὰρ μόνος «κατέκρινε τὴν ἁμαρτίαν» καὶ αὐτὸς μόνος ἐστὶν «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ αὐτὸς ἐλευθερῶσαι ἐπηγγείλατο τοὺς ἀγαπῶντας αὐτὸν καὶ πιστεύοντας αὐτῷ ἐκ τῆς δουλείας τῆς ἁμαρτίας τῶν παθῶν, καὶ οὓς ἂν αὐτὸς ἐλευθερώσῃ «ὄντως ἐλεύθεροι» τυγχάνουσιν. τὸ δὲ διαλογίσασθαί σε καὶ πιστεῦ σαι ἢ ἀγαπῆσαι τὸν κύριον ἢ ζητῆσαι αὐτὸν ἔχεις καὶ δύνασαι καὶ τὸ μὴ συνήδεσθαι μηδὲ συνεργάζεσθαι τῇ ἐνοικούσῃ ἁμαρτίᾳ, μόνον πρό φασις γενοῦ σὺ τῆς ἑαυτοῦ ζωῆς ἐν τῷ ζητεῖν τὸν κύριον, ἐν τῷ διαλογίζεσθαι καὶ ἀγαπᾶν καὶ προσδοκᾶν αὐτόν, καὶ αὐτὸς τὴν δύναμιν καὶ τὴν λύτρωσιν παρέχει. τοῦτο γὰρ μόνον παρὰ σοῦ ἐκδέχεται.
English
Let no one therefore say, "I am unable to love or to reason or to believe in the one who alone is good, since I lie under slavery and the bonds of sin." For to be able perfectly to perform the works of life, and to rescue yourself by your own strength and to free yourself from the sin that dwells in you—this is not in your power, since the Lord has reserved this for himself. For he alone "condemned sin," and he alone is "the one who takes away the sin of the world," and he himself promised to free from the slavery of sin and the passions those who love him and believe in him; and those whom he himself frees are "truly free." But to reason and to believe, or to love the Lord, or to seek him—this you have and are able to do; and not to consent to nor cooperate with the sin that dwells in you—only become yourself the advocate of your own life in seeking the Lord, in reasoning and loving and awaiting him, and he himself provides the power and the redemption. For this alone he awaits from you.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:149 · narrative
Source
ὥσπερ γὰρ σῶμα ὑπὸ θερμότητος πυρετοῦ κατεχόμενον ἐμπεπόδισται καὶ ἐπέχεται τοῦ ποιῆσαι ἢ ἐργάσασθαι τὰ τῆς γῆς ἔργα, ὁ μέντοι νοῦς τοῦ κατακειμένου οὐκ ἐπέχεται οὐδὲ ἠρεμεῖ, ἀλλὰ πολλῷ πλέον φρον τίζει καὶ μεριμνᾷ περὶ τῶν ἔργων αὐτοῦ καὶ ἡ διάνοια αὐτοῦ διαλογίζεται περὶ τοῦ θέρους, εἰ τύχοι, ἢ περὶ ἀμπέλου ἢ περὶ ὁδοιπορίας ἢ περὶ ἐμπορίας ἢ περὶ ἄλλων τινῶν τοιούτων, καὶ τὸ μὲν σῶμα ἰδοὺ ἔρριπται ἐν τῇ κλίνῃ ὑπὸ τοῦ πυρετοῦ κατεχόμενον, ὁ δὲ νοῦς οὐκ ἠρεμεῖ οὐδὲ ἐπέχεται τῶν ἔργων αὐτοῦ (διαλογιζόμενος δι' αὐτὰ) καὶ τοῦ ζητεῖν τὸν ἰατρὸν καὶ ἀξιοῦν τοὺς ἰδίους αὐτοῦ καὶ ἀποστέλ λειν πρὸς αὐτὸν τοῦ ἐλθεῖν καὶ ἐπισκέψασθαι αὐτόν, καὶ προσδοκίαν ἔχει τοῦ ὑγιᾶναι. ἐάν τε γὰρ οὔτε λαλῇ οὔτε διαλογίζηται οὗτος, παντελῶς τέθνηκεν, ἕως οὗ δὲ ὁ πυρετὸς ἐπίκειται, τὸ σῶμα ἐμπεπόδισται καὶ ἐπέχεται ἀπὸ τῶν ἔργων, ὁ δὲ νοῦς ἰδοὺ περὶ αὐτῶν σφο δρῶς διαλογίζεται καὶ φροντίζειτὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ὑπὸ δουλείαν καὶ ἐξουσίαν τοῦ σκότους τῶν παθῶν τῆς ἁμαρτίας πεσοῦσα καὶ ὑπὸ τοῦ πυρετοῦ «τοῦ νόμου τῆς ἁμαρτίας» κατεχομένη ἀπὸ μὲν τῶν ἔργων τῆς ζωῆς, τῶν τοῦ πνεύματος τελείων ἀρετῶν, ἐμπεπόδισται καὶ ἐπέχεται ἀδυνάτως ἔχουσα ἀμώμως ταῦτα ἐπιτελεῖν, ἀπὸ δὲ τοῦ διαλογίζεσθαι ἢ μεριμνᾶν περὶ αὐτῶν καὶ κατὰ δύναμιν ἐπι τελεῖν ἐργασίαν ἐντολῶν καὶ ἀγαπᾶν τὴν ζωὴν οὐκ ἐπέχεται, ἐὰν ὄντως θέλῃ τῆς αἰωνίου ζωῆς ὀρέγεσθαι. ἀπὸ τοῦ βοᾶν τοιγαροῦν καὶ καλεῖν τὸν μόνον ἰατρὸν πρὸς τὴν ἑαυτῆς βοήθειαν καὶ προσδοκᾶν τὴν ὑγείαν αὐτῆς οὐκ ἐμποδίζεται.
English
For just as a body held by the heat of a fever is hindered and restrained from doing or working the works of the earth, yet the mind of the one lying down is not restrained nor at rest, but much more thinks and cares about his works, and his thought reasons about the harvest, if it should happen, or about a vineyard or about a journey or about trade or about certain other such things—and look, the body has been cast on the bed, held by the fever, but the mind is not at rest nor restrained from its works (reasoning through them) and from seeking the physician and asking his own people and sending to him that he may come and visit him, and it has the expectation of being healed. For if he neither speaks nor reasons, this one has completely died; but as long as the fever presses on, the body is hindered and restrained from its works, but look, the mind reasons and cares intensely about them. In the same way also the soul, having fallen under slavery and the authority of the darkness of the passions of sin and held by the fever of "the law of sin," is hindered and restrained from the works of life—the perfect virtues of the Spirit—being unable to perform these blamelessly; but from reasoning or caring about them and performing the work of the commandments according to its power and loving life, it is not restrained, if it truly wishes to aspire to eternal life. Therefore it is not hindered from crying out and calling the only physician to its own aid and expecting its healing.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:150 · narrative
Source
εἰ γὰρ καὶ ἀπέθανεν ἀπὸ τοῦ θεοῦ ἡ ψυχή, τουτέστι χωρισθεῖσα ἀπὸ τῆς ἀπολαύσεως τῆς δόξης τοῦ φωτὸς αὐτοῦ διὰ τὴν παράβασιν καὶ καλύμματι κακίας παθῶν καλυφ θεῖσα, ἀλλ' ἀπὸ τῆς ἰδίας γνώσεως καὶ τῶν διανοημάτων οὐκ ἀπέ θανεν, ἀλλ' ἔχει τὸ μεριμνᾶν περὶ τῶν ἔργων τῆς ζωῆς καὶ τὸ ἀγαπῆσαι καὶ καλεῖν καὶ βοᾶν πρὸς τὸν ἀληθινὸν ἰατρόν. ἀπὸ τῆς ἰδίας οὖν γνώ σεως οὐ νενέκρωται. τοῦτο τοίνυν ζητεῖ παρὰ τοῦ ἀνθρώπου ὁ θεός, ὅπερ ἔχει ἐλεύθερον διαλογίζεσθαι περὶ τῆς ζωῆς, τὸ ἀγαπῆσαι καὶ καλεῖν τὸν μόνον ἀληθινὸν ἰατρόν, καὶ μὴ συντίθεσθαι τῇ κακίᾳ, ἀλλὰ κατὰ δύναμιν ἐν ἔργοις ἀγαθοῖς πολιτεύεσθαι. ταύτην τὴν πρό φασιν μόνον παρὰ τῶν ἀνθρώπων ζητεῖ ὁ θεός· τὸ γὰρ δυναμῶσαι τὴν ψυχὴν καὶ ἰάσασθαι ἐκ τοῦ πυρετοῦ τῆς ἁμαρτίας καὶ ῥύσασθαι ἐκ τῆς δουλείας καὶ ἐνεργείας τῶν παθῶν αὐτοῦ ἐστι καὶ αὐτῷ μόνῳ ἀπόκειται, «ὅτι τὸ κράτος» (γάρ φησιν) «τοῦ θεοῦ, καὶ σοῦ, κύριε, τὸ ἔλεος». ἐπίσταται γὰρ αὐτὸς ἐν ποίοις κακοῖς ἐστιν ἡ ψυχὴ καὶ πῶς ἐπέχεται τοῦ μὴ ποιεῖν τὰ ἔργα τῆς ζωῆς καὶ πῶς ἔρριπται ἐν νόσῳ χαλεπῇ τῶν παθῶν τῆς «ἀτιμίας»· μόνον ἐν τῷ νῷ καὶ ἐν τῇ ἀγάπῃ ἀρέσαι τὴν ψυχὴν αὐτῷ περιμένει. τὸ γὰρ δύνασθαι αὐτὸς «ἐν τάχει» ποιεῖ, καθὼς εἴρηται· πόσῳ
English
For even if the soul has died from God—that is, having been separated from the enjoyment of the glory of his light through transgression, and having been covered with a veil of the wickedness of the passions—yet it has not died from its own knowledge and thoughts, but it has the capacity to be anxious about the works of life, and to love and call and cry out to the true physician. From its own knowledge, then, it has not been put to death. This, therefore, is what God seeks from man: that which he has free to reason about life—to love and call upon the only true physician, and not to consent to wickedness, but according to his power to live in good works. This pretext alone God seeks from men; for to strengthen the soul and heal it from the fever of sin, and to deliver it from the slavery and activity of the passions, is his own work and is reserved for him alone, "for the power" (he says) "is God's, and yours, Lord, is the mercy." For he himself knows in what evils the soul is, and how it is hindered from not doing the works of life, and how it has been cast into the grievous sickness of the passions of "dishonor"; he waits only for the soul to please him in mind and in love. For to be able he himself brings about "speedily," as it is said: how much
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:151 · narrative
Source
μᾶλλον «ποιήσει τὴν ἐκδίκησιν τῶν βοών των πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας». Ἀλλ' ὥσπερ πάλιν τὸ σῶμα ὑπὸ τοῦ πυρετοῦ κρατούμενον ἐπέχεται τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς γῆς, καὶ ἡ ψυχὴ ἐν τῇ ἁμαρτίᾳ κρατου μένη ὑπὸ τοῦ πυρετοῦ τῶν παθῶν ἐπέχεται καὶ ἐμποδίζεται ἀπὸ τῶν ἔργων τῆς ζωῆς, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ ἡ καταξιωθεῖσα τοῦ ἐπου ρανίου πυρὸς τοῦ πνεύματος τῆς ζωῆς καὶ κατεχομένη ὑπὸ τῆς δυνάμεως τοῦ πυρὸς τοῦ θείου ἐπέχεται τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς ἁμαρτίας, τῷ φίλτρῳ καὶ τῷ πόθῳ πρὸς τὸν ἐπουράνιον νυμφίον πάν τοτε ἑλκομένη. εἰ γὰρ ὁ τοῦ σώματος πυρετὸς ἐπέχει τὸ σῶμα τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς γῆς καὶ ὁ πυρετὸς τῆς ἁμαρτίας τῶν πα θῶν ἐπέχει τὴν ψυχὴν ἀπὸ τῶν ἔργων τῆς ζωῆς, πόσῳ μᾶλλον τὸ ἐπουράνιον τοῦ πνεύματος πῦρ ἐκκαῖον καὶ φλέγον τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν εἰς τὸν ἄνω τῆς βασιλείας ἔρωτα καὶ πόθον ἐπισχῇ καὶ ἐμποδίσῃ τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς ἁμαρτίας, ἀλλὰ λήθην πάσης ματαιότητος τοῦ αἰῶνος τούτου ποιήσεται. αὕτη γὰρ ἡ ψυχὴ ἡ ζητή σασα τὸν θεὸν τῷ ἑαυτῆς θελήματι καὶ τῇ ἑαυτῆς ἀγάπῃ ἕλκει αὐτὸν πρὸς ἑαυτὴν τοῦ βασιλευθῆναι καὶ ἡγημονευθῆναι καὶ ὁδηγηθῆναι ὑπ' αὐτοῦ κατὰ τὸ αὐτοῦ θέλημα. καὶ γὰρ αὐτὸς ὁ κύριος οὕτω βούλε ται ζητηθεὶς καὶ ἀγαπηθεὶς καὶ πιστευθεὶς καὶ ἑλκυσθεὶς ὑπὸ τῆς ἀγάπης τῆς ψυχῆς ἐλθεῖν καὶ κατασκηνῶσαι καὶ βασιλεῦσαι καὶ ἡγεμονεῦσαι παντὸς τοῦ φρονήματος αὐτῆς καὶ ὁδηγῆσαι αὐτὴν εἰς πᾶν τὸ τοῦ θεοῦ θέλημα. μὴ γάρ τις νομίσῃ μικράν τινα εἶναι τὴν ψυχὴν ἅτε ἐν μικρῷ σώματι κατοικοῦσαν καὶ ἐν σώματι ὅλην οὖσαν.
English
rather "he will avenge his elect, who cry to him night and day." But just as again the body, held fast by fever, is restrained from doing the works of the earth, and the soul, held fast in sin by the fever of the passions, is restrained and hindered from the works of life, in the same way the soul that has been deemed worthy of the heavenly fire of the Spirit of life, and is held by the power of the divine fire, is restrained from doing the works of sin, being always drawn by affection and longing toward the heavenly bridegroom. For if the fever of the body restrains the body from doing the works of the earth, and the fever of sin, that is of the passions, restrains the soul from the works of life, how much more will the heavenly fire of the Spirit, kindling and inflaming the worthy and faithful soul unto the love and longing for the kingdom above, restrain and hinder it from doing the works of sin, and will make it forget all the vanity of this age. For this soul, which has sought God by its own will and by its own love, draws him to itself, to be ruled and governed and guided by him according to his will. For the Lord himself thus wills, when he has been sought and loved and believed and drawn by the love of the soul, to come and dwell and reign and govern her whole mind and guide her into all the will of God. For let no one suppose that the soul is something small, as dwelling in a small body and being wholly in a body.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:152 · narrative
Source
ἰδοὺ καὶ ἐν τῷ σώματί ἐστι καὶ ἔξωθεν τοῦ σώματός ἐστι καὶ ὅλη ἐν αὐτῷ ἐστι καὶ ὅλη ἔξωθεν αὐτοῦ ἐστι τῷ φρονήματι καὶ τοῖς λογισμοῖς. Μέγα γάρ τι σκεῦος καὶ δημιούργημα ἐποίησεν ὁ θεὸς τὴν ψυχήν, τίμιόν τι καὶ ὡραῖον καὶ ὑπὲρ πάντα τὰ κτίσματα ὄν, τοιοῦτον τίμιον ἔργον ὡς «εἰς κατοικητήριον θεοῦ» ἡτοιμασμένον καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ πεποιημένον. εἰκόνα γὰρ πνευματικὴν καὶ νοερὰν κατὰ τὴν ἰδίαν λεπτότητα τὴν φυσικὴν ἔχει ἡ ψυχή, ὥσπερ τὸ σῶμα ἰδίαν ἔχει εἰκόνα. ἀλλ' ἡ ἀληθὴς εἰκὼν τοῦ θεοῦ ἡ ψυχή ἐστιν, καὶ ἐκείνη ἡ εἰκὼν ἡ ζῶσα καὶ ἀθάνατος βαστάζει καὶ φέρει τὴν εἰκόνα ταύτην. ἀόρατος δὲ καὶ ἀνεύρετος ἑαυτῇ τυγχάνει παρὰ τὴν αἰτίαν ταύτην· κάλυμμά τι σκότους κακίας ἐπίκειται αὐτῇ καλύπτον αὐτὴν τοῦ μὴ καταλαμβάνειν καὶ τοῖς νοεροῖς αὐτῆς ὀφθαλμοῖς τὴν ἰδίαν ἐνορᾶν ὑπόστασιν καὶ μὴ κατανοεῖν καὶ θεωρεῖν τὸν ἑαυτῆς ποιητήν, τοῦ μὴ ἀπολαύειν καὶ ζῆν καὶ ἀναψύχειν τῷ φωτὶ τῆς δόξης τῆς χρηστό τητος αὐτοῦ, τοῦ μὴ ἐντρυφᾶν ἐν τῇ ἀγαθότητι καὶ ἀγάπῃ αὐτοῦ. τοῦτο δὲ τὸ κάλυμμα ἀπὸ τῆς παραβάσεως Ἀδὰμ ἐκτησάμεθα δια δεξάμενοι τὴν κληρονομίαν τοῦ θανάτου.
English
Behold, it is in the body and outside the body, and it is wholly in it and wholly outside it in its disposition and thoughts. For God made the soul a great vessel and workmanship, something precious and beautiful and surpassing all created things, a work so precious as to be prepared "as a dwelling place of God" and made according to his image. For the soul has a spiritual and intellectual image according to its own natural fineness, just as the body has its own image. But the soul is the true image of God, and that living and immortal image bears and carries this image. Yet it is invisible and undiscoverable to itself for this reason: a covering of the darkness of evil lies upon it, covering it so that it cannot comprehend, nor with its intellectual eyes look upon its own substance, nor perceive and contemplate its own Maker, nor enjoy and live and be refreshed by the light of the glory of his goodness, nor delight in his goodness and love. And this covering we acquired from the transgression of Adam, having received the inheritance of death.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:153 · narrative
Source
Συγκέκλεισται τοίνυν καὶ κεκάλυπται ἡ ψυχὴ σκότει παθῶν ἀπὸ τῆς ἀπολαύσεως καὶ κατανοήσεως τοῦ θεοῦ καὶ ἀπὸ τῆς ἰδίας κατα λήψεως. ἐπιμένει δὲ τὸ ἔργον σῶον καὶ τὸ κτίσμα τέλειον τῆς ψυχῆς ὑπὸ τὸ κάλυμμα καὶ ἐν τῇ φυλακῇ ἠγμένης, ἔχον τὴν νοερὰν εἰκόνα καὶ τὴν κατασκευὴν ἣν ἐξ ἀρχῆς ὁ δημιουργὸς ἐποίησε σῶαν. ὥσπερ γάρ τις συγκέκλεισται ἐν οἴκῳ φυλακῆς, ἐν ᾧ οὔκ ἐστι θύρα, οὔτε ὀπή, οὔτε θυρίς, οὔτε ὅλως ἔξοδός τις, καὶ ἔνδοθεν τῆς φυλακῆς ἐστιν ὁ ἄνθρωποςοὐδὲν δύναται ὁ ἔσω ἐγκεκλεισμένος ποιῆσαι εἰς τὸ ἐξελθεῖν ἢ μόνον καλέσαι καὶ βοῆσαι πρὸς τοὺς ἔξω, ἵνα ἀνοίξωσιν αὐτῷ, καὶ τὴν διάνοιαν αὐτοῦ ἐκτείνας πρὸς τοὺς ἔξω τοῦ οἴκου ὄντας πρὸς τὴν βοήθειαν αὐτοῦ ἐπικαλέσασθαιτὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ κεκαλυμμένη ἀπὸ θεοῦ καλύμματι παθῶν καὶ συγκεκλεισμένη ἐν φυλακῇ σκότους ἁμαρτίας μένει τὸ δημιούργημα καὶ τὸ κτίσμα τὸ τίμιον ἔνδον τοῦ καλύμματος σῶον, οἷον ἐκτίσθη, καὶ οὐδὲν δύναται ποιῆσαι πρὸς τὸ ἐξελθεῖν ἢ
English
The soul, then, has been shut up and covered by the darkness of the passions, cut off from the enjoyment and contemplation of God and from its own comprehension. Yet the work remains sound and the soul's creation perfect under the covering, even while it is held in the prison, keeping the rational image and the constitution which the Creator made sound from the beginning. For just as a man is shut up in a prison-house in which there is no door, nor opening, nor window, nor any way out at all, and the man is inside the prison—the one shut inside can do nothing to get out, except only to call and cry out to those outside, that they may open for him, and stretching out his mind toward those outside the house, to call upon them for his help—in the same way the soul, covered by God with the covering of the passions and shut up in the prison of the darkness of sin, remains the handiwork and the precious creation, sound within the covering, just as it was created, and it can do nothing to get out except
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:154 · narrative
Source
μόνον διανοηθῆναι καὶ δια λογίσασθαι καὶ φροντίσαι περὶ τῆς ζωῆς τοῦ φωτὸς καὶ βοῆσαι πρὸς τὸν ἔξωθεν τοῦ καλύμματος τοῦ σκότους ὄντα κύριον καὶ λυτρωτήν, ἵν' οὗτος τῇ ἑαυτοῦ δυνάμει ὁρῶν ἡμῶν τὴν πρὸς αὐτὸν βοὴν καὶ πίστιν καὶ ἀγάπην διαρρήξῃ τὸ κάλυμμα τοῦ σκότους καὶ φωτίσῃ τῷ ἑαυτοῦ φωτὶ τὴν ψυχὴν καὶ λυτρώσηται ἐκ τοῦ σκότους τῆς ἁμαρ τίας τῶν παθῶν καὶ ὁδηγήσῃ αὐτὴν κατὰ τὸ ἑαυτοῦ θέλημα. αὕτη γὰρ ἔνδοθεν τοῦ καλύμματος οὖσα ἐκτείνει τὴν διάνοιαν αὐτῆς πρὸς αὐτὸν τῇ ζητήσει καὶ τῷ πόθῳ πάντα τὰ βλεπόμενα παριδοῦσα καὶ πρὸς τὴν ἀόρατον θείαν δύναμιν μετὰ πίστεως καὶ πόθου τῇ ζητήσει ἑαυ τὴν ἐπείγουσα καὶ προσδοκῶσα τὴν ἐπίσκεψιν τῆς χάριτος. καὶ αὐτὸς ἄνω ὢν ἐκτείνει τὴν διάνοιαν αὐτοῦ πρὸς αὐτὴν εὑρισκόμενος αὐτῇ καὶ φανερούμενος καὶ ἀναπαύων ἀναπαύσει πνευματικῇ καὶ ὁδηγῶν αὐτὴν εἰς πᾶν τὸ ἑαυτοῦ θέλημα. Ἐὰν μὴ γὰρ ἡ διάνοια τοῦ κυρίου ἔλθῃ πρὸς τὴν αὐτῆς διάνοιαν καὶ ὁδηγήσῃ αὐτήν, οὐκ οἶδε ποιῆσαι τὸ θέλημα τοῦ θεοῦ. ὅσον γὰρ αὐτὴ καὶ τὸ φρόνημα αὐτῆς καὶ τὸν νοῦν ἀεὶ κολλᾷ πρὸς αὐτὸν τῇ ζητήσει καὶ πίστει καὶ πόθῳ, {{αὐτὸς πολὺ μᾶλλον τῇ ἑαυτοῦ χρηστό τητι προσέχων τῇ ἐνδιαθέτῳ αὐτῆς ἀγάπῃ κολλᾶται τῇ διανοίᾳ αὐ τῆς καὶ γίνεται μετ' αὐτῆς εἰς «ἓν πνεῦμα» κατὰ τὸν ἀποστολικὸν λόγον. τῆς γὰρ ψυχῆς κολλωμένης τῷ κυρίῳ καὶ τοῦ κυρίου ἐλεοῦντος καὶ ἀγαπῶντος αὐτὴν καὶ ἐρχομένου τε πρὸς αὐτὴν καὶ κολλωμένου αὐτῇ καὶ λοιπὸν τῆς διανοίας παραμενούσης ἀδιαλείπτως τῇ χάριτι τοῦ κυρίου εἰς «ἓν πνεῦμα» καὶ εἰς μίαν κρᾶσιν καὶ εἰς μίαν διάνοιαν γίνονται ἡ ψυχὴ καὶ ὁ κύριος.
English
It is enough only to think and reason and care about the life of light, and to cry out to the Lord and Redeemer who is outside the covering of darkness, so that he, by his own power, seeing our cry toward him and our faith and love, may break the covering of darkness and enlighten the soul with his own light and redeem it from the darkness of the sin of the passions and guide it according to his own will. For the soul, being inside the covering, stretches out its mind toward him in seeking and longing, disregarding all visible things and, with faith and longing, pressing itself toward the invisible divine power in its seeking and awaiting the visitation of grace. And he, being above, stretches out his mind toward it, being found by it and revealed to it and giving it rest with spiritual rest and guiding it into all his own will. For unless the mind of the Lord comes to the soul's own mind and guides it, it does not know how to do the will of God. For to the extent that the soul and its disposition and its mind always cleave to him in seeking and faith and longing, he, much more in his own goodness, attending to its inward love, cleaves to its mind and becomes with it into "one spirit," according to the apostolic word. For when the soul cleaves to the Lord and the Lord has mercy on it and loves it and comes to it and cleaves to it, and thereafter the mind remains continually in the grace of the Lord, the soul and the Lord become into "one spirit" and into one blending and into one mind.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:155 · narrative
Source
καὶ τὸ μὲν σῶμα αὐτῆς ἔρριπται ἐν τῇ γῇ, ἡ δὲ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου ἐν τῇ «ἐπουρανίῳ» «Ἱερουσαλὴμ» πολιτεύεται, «ἕως τρίτου οὐρανοῦ» ἀνερχομένη καὶ κολλωμένη τῷ κυρίῳ καὶ διακονοῦσα αὐτῷ. καὶ αὐτὸς ἐν τῷ θρόνῳ «τῆς μεγαλω σύνης» καθεζόμενος ἐν οὐρανοῖς ἐν τῇ «ἐπουρανίῳ» πόλει ὅλος πρὸς αὐτὴν ἐν τῷ σώματι αὐτῆς ἐστιν. τὴν αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ «ἐπουρανίῳ» πόλει τῶν ἁγίων «Ἱερουσαλὴμ» καὶ τὴν ἰδίαν εἰκόνα τοῦ ἀρρήτου φωτὸς τῆς θεότητος αὐτοῦ ἔθετο ἐν τῷ σώματι αὐτῆς. αὐτὴ αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει καὶ αὐτὸς αὐτῇ διακονεῖ ἐν τῇ τοῦ σώματος πόλει. αὐτὴ αὐτὸν ἐκληρονόμησεν ἐν οὐρανοῖς καὶ αὐτὸς αὐτὴν ἐκληρονόμησεν ἐπὶ γῆς. ὁ κύριος γὰρ κληρονομία τῆς ψυχῆς γίνεται καὶ ἡ ψυχὴ τοῦ κυρίου.
English
And her body is cast down on the earth, but her whole mind, entirely, lives as a citizen in the "heavenly" "Jerusalem," ascending "as far as the third heaven" and cleaving to the Lord and ministering to him. And he himself, seated on the throne of "his great majesty" in the heavens in the "heavenly" city, is wholly toward her in her body. He has set her image above in the "heavenly" city of the saints, "Jerusalem," and he has placed his own image of the ineffable light of his divinity in her body. She ministers to him in the heavenly city, and he ministers to her in the city of the body. She has inherited him in the heavens, and he has inherited her on the earth. For the Lord becomes the inheritance of the soul, and the soul the inheritance of the Lord.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:156 · narrative
Source
εἰ γὰρ καὶ τῶν ἐν σκότει ἁμαρ τωλῶν ὄντων ἡ διάνοια καὶ ὁ νοῦς τοσοῦτον πόρρω τοῦ σώματος εἶναι δύναται καὶ μακρὰν ἀποδημεῖ καὶ εἰς πορρωτέρας πατρίδας ῥοπῇ ὥρας ἐξελθεῖν δύναται καὶ πολλάκις ἔρριπται ἐν τῇ γῇ τῷ σώματι καὶ ἡ διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν αὐτῆς τυγχάνει ἢ πρὸς τὴν ἀγαπητήν, κἀκεῖ ἑαυτὸν ὡς διαιτώμενον καθορᾷεἰ οὖν ἡ τοῦ ἁμαρ τωλοῦ ψυχὴ οὕτως εὔπτερος καὶ ἐλαφρά ἐστιν ὥστε τὸν νοῦν αὐτῆς μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πορρωτέρων τόπων, πόσῳ μᾶλλον ψυχή, ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος καὶ ἐφωτίσθησαν οἱ νοεροὶ ὀφθαλμοὶ αὐτῆς ὑπὸ τοῦ ἐπουρανίου φωτὸς καὶ ἐλυτρώθη τελείως τῶν παθῶν τῆς «ἀτιμίας» καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ Χριστῷ καὶ ὅλη ἐν τῷ σώματι διακονεῖ αὐτῷ καὶ τοσοῦτον πλατύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ αὐτὴν εἶναι καὶ ὅπου βούλεται καὶ ἔνθα βούλεται διακονεῖν τῷ κυρίῳ.
Τοῦτό φησιν ὁ ἀπόστολος· «ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρω θῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ». θεώρησον ἄρρητα μυστήρια ψυχῆς, ἧς περιαιρεῖ ὁ κύριος τὸ ἐπικείμενον σκότος καὶ ἀποκαλύπτει αὐτὴν καὶ ἀποκαλύπτεται αὐτῇ, πῶς πλατύνει καὶ τείνει τὰ φρονήματα
English
For even if the mind and thought of sinners who are in darkness can be so far from the body and travel far away, and in a moment of time can depart to more distant homelands, and often the body is cast down on the earth while the mind is in another homeland with its beloved, or with the one beloved to it, and there it beholds itself as if dwelling—if, then, the soul of the sinner is so winged and light that its mind is not hindered from more distant places, how much more a soul whose covering of darkness has been taken away by the power of the Spirit, and whose spiritual eyes have been enlightened by the heavenly light, and which has been perfectly redeemed from the passions of "dishonor" and made pure by grace—it serves Christ wholly in the heavens in the spirit, and wholly in the body it serves him, and it is so enlarged in its understanding that it is everywhere, both where it wishes and where it wishes to serve the Lord.
This is what the apostle says: "that you may be able with all the saints to comprehend what is the breadth and length and depth and height, and to know the love of Christ that surpasses knowledge, that you may be filled with all the fullness of God." Behold the ineffable mysteries of a soul whose overlying darkness the Lord removes and reveals it, and is revealed to it, how he enlarges and stretches out its thoughts
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:157 · narrative
Source
τοῦ νοὸς αὐτῆς εἰς τὰ πλάτη καὶ μήκη καὶ βάθη καὶ ὕψη πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως. Μέγα τοίνυν καὶ θαυμαστόν τι καὶ θεῖον ἔργον ἐστὶν ἡ ψυχή. καὶ ὡς φαίνεται καὶ πρὸ τῆς τοῦ σώματος δια πλάσεως ἐδημιούργησεν αὐτήν· ἐν γὰρ τῷ εἰπεῖν· «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν» παρὰ θεοῦ ἡ ψυχὴ πεποίηται καὶ οὕτω λαβὼν «χοῦν ἀπὸ τῆς γῆς» ἔπλασε τὸ σῶμα «καὶ ἐνεφύσησε» διὰ τοῦ πνεύματος ἣν ἔκτισε ψυχὴν ἐν τῷ σώματι. ἐν δὲ τῷ δημιουρ γῆσαι τὴν ψυχὴν τοιαύτην αὐτὴν πεποίηκεν· ἐν τῇ φύσει αὐτῆς κακίαν οὐκ ἐνέθηκεν, οὐκ ᾔδει κακίαν ἡ φύσις αὐτῆς, ἀλλὰ κατὰ τὴν εἰκόνα τῶν ἀρετῶν τοῦ πνεύματος ἐποίησεν αὐτήν. ἔθηκεν εἰς αὐτὴν νόμους ἀρετῶν, διάκρισιν, γνῶσιν, φρόνησιν, πίστιν, ἀγάπην καὶ τὰς λοιπὰς ἀρετὰς κατὰ τὴν «εἰκόνα» τοῦ πνεύματος. ἔτι γὰρ καὶ νῦν τῇ γνώσει καὶ φρονήσει καὶ ἀγάπῃ καὶ πίστει εὑρίσκεται καὶ φανεροῦται αὐτῇ ὁ κύριος. ἔθηκεν εἰς αὐτὴν διάνοιαν, λογισμούς, θέλημα, νοῦν ἡγε μόνα, ἐνθρονίσας ἐν αὐτῇ καὶ ἄλλην τινὰ πολλὴν †ἔχουσα ἐν αὐτῇ† λεπτότητα. ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον τὸ ἐν ῥοπῇ ἔρχεσθαι καὶ τοῖς φρονήμασιν διακονεῖν αὐτῷ ἔνθα τὸ πνεῦμα βούλεται, καὶ ἁπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην τοῦ γενέσθαι αὐτὴν νύμφην καὶ κοινωνικὴν ἑαυτοῦ, τοῦ αὐτὸν μετ' αὐτῆς κεκρᾶσθαι καὶ εἰς «ἓν πνεῦμα» μετ' αὐτοῦ αὐτὴν γενέσθαι, ὥς φησιν·
English
of its mind to the breadths and lengths and depths and heights of all visible and invisible creation. Great, then, and wonderful and divine is the work that is the soul. And as it appears, even before the formation of the body he created it; for in saying, "Let us make man in our image and likeness," the soul was made by God, and thus taking "dust from the earth" he formed the body "and breathed in" through the Spirit the soul which he had created into the body. And in creating the soul he made it such as this: he did not place evil in its nature, its nature did not know evil, but according to the image of the virtues of the Spirit he made it. He placed in it laws of virtues, discernment, knowledge, prudence, faith, love and the remaining virtues according to the "image" of the Spirit. For even now the Lord is found and made manifest to it by knowledge and prudence and love and faith. He placed in it understanding, reasonings, will, a governing mind, enthroning in it also some other great †having in it† subtlety. He made it easily moved, swift-winged, untiring in coming in an instant and ministering to him with its thoughts wherever the Spirit wishes, and simply he created it such as to become a bride and partaker of himself, so that he might be mingled with it and it become "one spirit" with him, as it says:
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:158 · narrative
Source
«ὁ κολλώμενος τῷ κυρίῳ» εἰς «ἓν πνεῦμά ἐστιν».}} {{Οὔτε γὰρ σοφοὶ διὰ τῆς σοφίας οὔτε φρόνιμοι διὰ τῆς φρονήσεως αὐτῶν ἠδυνήθησαν καταλαβεῖν ψυχῆς λεπτότητα ἢ εἰπεῖν περὶ αὐτῆς ὡς ἔστιν, εἰ μὴ μόνον οἷς διὰ τοῦ πνεύματος ἀποκαλύπτεται ἡ κατά ληψις καὶ γνῶσις ἀκριβὴς περὶ ψυχῆς γνωρίζεται. ἀλλ' ἐνταῦθα θεώ ρει καὶ διάκρινον καὶ συνετῶς ἄκουσον· οὗτος θεὸς αὕτη οὐ θεός, οὗτος κύριος αὕτη δούλη, οὗτος κτίστης αὕτη κτίσμα, οὗτος ποιητὴς αὕτη ποίημα. οὐδὲν κοινὸν τῆς αὐτοῦ καὶ αὐτῆς φύσεως τυγχάνει, ἀλλὰ διὰ τὴν ἄπειρον καὶ ἄρρητον καὶ ἀνεννόητον ἀγάπην καὶ εὐσπλαγχνίαν αὐτοῦ ηὐδόκησε τοιοῦτον ποίημα καὶ κτίσμα νοερὸν καὶ τίμιον καὶ ἐξαίρετον ποιῆσαι, ὥς φησιν ἡ γραφή· «εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν ἑαυτοῦ κτισμάτων», εἰς τὴν ἑαυτοῦ συνάφειαν καὶ τὴν ἑαυ τοῦ κοινωνίαν, εἰς ἴδιον «κατοικητήριον», εἰς ἰδίαν τιμίαν καὶ καθαρὰν νύμφην. τοιούτων οὖν ἀγαθῶν προκειμένων καὶ τοιαύτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν καὶ τοιαύτης εὐδοκίας ὑπὸ θεοῦ εἰς ἡμᾶς γεγενημένης μὴ ἀμελήσωμεν, ὦ τέκνα, μηδὲ ὀκνήσωμεν ἐπειχθῆναι πρὸς τὴν αἰώνιον ζωὴν καὶ ἑαυτοὺς ὁλοτελῶς τῇ τοῦ κυρίου εὐαρεστήσει ἀπο δοῦναι. Παρακαλέσωμεν τοίνυν τὸν κύριον, ἵνα τῇ ἰδίᾳ τῆς θεότητος δυνάμει λυτρώσηται ἡμᾶς ἐκ τῆς φυλακῆς τοῦ σκότους τῶν παθῶν τῆς «ἀτιμίας» καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὸ πλάσμα ἐκδικήσας ἀνα λάμψαι ποιήσῃ, σώαν καὶ καθαρὰν τὴν ψυχὴν ἀπεργασάμενος, ἵνα τυχόντες καὶ καταξιωθέντες τῆς κοινωνίας τοῦ «πνεύματος» αὐτοῦ σὺν αὐτῷ ἀπολαῦσαι καταξιωθῶμεν εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώ νων.
English
He who is joined to the Lord is one spirit." For neither the wise by their wisdom nor the prudent by their own understanding were able to grasp the fineness of the soul or to say what it is, except only those to whom the understanding is revealed through the Spirit and the precise knowledge concerning the soul is made known. But here observe and discern and listen with understanding: this one is God, that one is not God; this one is Lord, that one is a servant; this one is Creator, that one is a creature; this one is Maker, that one is a thing made. Nothing of his nature and hers is in common, but through his boundless and ineffable and inconceivable love and compassion he was well pleased to make such a thing made and creature—rational and precious and excellent—as the Scripture says: "that we should be a kind of firstfruits of his own creatures," for his own conjunction and his own communion, for his own "dwelling place," for his own precious and pure bride. Since, then, such good things lie before us, and such promises have been promised, and such good pleasure has come to be from God toward us, let us not be negligent, O children, nor let us shrink from hastening toward eternal life and wholly giving ourselves over to the good pleasure of the Lord. Let us entreat the Lord, therefore, that by the own power of his divinity he may redeem us from the prison of the darkness of the passions of "dishonor," and having avenged his own image and his handiwork, may cause it to shine forth, having wrought the soul whole and pure, so that having obtained and been counted worthy of the communion of his "Spirit," we may be counted worthy to enjoy it together with him into the endless ages of ages.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:159 · narrative
Source
Ἀμήν.}} Οἱ ἀγαπητοὶ ἡμῶν ἀδελφοὶ τὸν λόγον τῆς ἀληθείας πεινῶσι καὶ διψῶσιν, ἐν ἀγάπῃ πολλῇ ἐπιθυμοῦντες αὐτὸν ἀκούειν. κἂν ἡμεῖς τοίνυν ἰδιῶται τυγχάνωμεν, ἀλλ' αὐτοὶ ἐν πόθῳ καὶ στοργῇ δεχόμενοι τὸν λόγον τοῦ θεοῦ εὐφραίνονται καὶ ἐν τούτῳ τὸ ἅγιον πνεῦμα χαίρει, ὅταν ὁ ἴδιος λόγος ἐν τῷ κόσμῳ τούτῳ λαλῆται. κἂν γὰρ νήπιόν ἐστι τὸ βρέφος μὴ δυνάμενον κατὰ τὴν τῆς μητρὸς ὁμιλίαν λαλεῖν, ἀλλ' αὐτὴ ἡ μήτηρ συγκατερχομένη τῷ παιδίῳ καὶ συμψελλίζουσα συλλαλεῖ αὐτῷ, καὶ χαίρει ἡ μήτηρ ἐπὰν πρὸς αὐτὴν τὸ βρέφος προσλαλῇ τῇ στοργῇ τοῦ νηπίου ἀποσκοποῦσα. καὶ
ἡμεῖς τοίνυν, κἂν νήπιοι τυγχάνωμεν πρὸς τὴν ἄπειρον καὶ ἀκατάληπτον τοῦ κυρίου δόξαν καὶ κράτος καὶ γνῶσιν, μὴ δυνάμενοι κατ' ἀξίαν ὑφηγήσασθαι ἢ ἐξειπεῖν τὰ τοῦ πνεύματος μυστήρια, ὅμως ἡ χάρις τοῦ πνεύματος, ἡ μήτηρ τῶν ἁγίων, χαίρει, ὅταν ὁ περὶ αὐτῆς λόγος ἐν τῷ κόσμῳ λαλῆται. τὰ γὰρ ἐκ πνεύματος γεννώμενα τέκνα ἐν οὐδενὶ τὴν ἀνά παυσιν καὶ τὴν ἀγαλλίασιν ἔχουσιν εἰ μὴ ἐν τῷ λόγῳ ἐκείνῳ ὅθεν γεννῶνται. ἕκαστον γὰρ τῶν ὄντων εἰς ἣν πατρίδα καὶ ἐν ᾧ τόπῳ γεννᾶται, ἐκεῖ καὶ ἀναπαύεται καὶ χαίρει. ἔστι κτίσματα διάφορα καὶ ἕκαστον κτίσμα ἔχει ἴδια γεννήματα. ἡ γῆ ἔχει πάντα τὰ ἐν αὐτῇ φυόμενά τε καὶ γεννώμενα ζῷα, θηρία τε καὶ ἑρπετὰ καὶ κτήνη ἢ καὶ ἕτερά τινα. τὰ ὕδατα ὁμοίως ἴδια γεννήματα ἔχει, τῶν ἰχθύων τὴν πολλὴν διαφοράν.
English
Amen. Our beloved brothers hunger and thirst for the word of truth, longing to hear it with great love. And so, even if we are unlettered men, yet they themselves, receiving the word of God with longing and affection, are gladdened, and in this the Holy Spirit rejoices, whenever his own word is spoken in this world. For even if the infant is a babe unable to speak as its mother's speech does, yet the mother herself, condescending to the child and lisping along with it, speaks with it, and the mother rejoices when the babe speaks back to her, looking to the affection of the infant. And so we too, even if we are babes in relation to the boundless and incomprehensible glory and might and knowledge of the Lord, unable worthily to set forth or declare the mysteries of the Spirit, nevertheless the grace of the Spirit, the mother of the saints, rejoices whenever the word concerning her is spoken in the world. For the children born of the Spirit have their rest and exultation in nothing except in that word from which they are born. For each of existing things rests and rejoices in the homeland and place in which it is born. There are various created things, and each creature has its own offspring. The earth has all things that grow in it and the living creatures born in it—beasts and reptiles and cattle and certain others besides. The waters likewise have their own offspring, the great variety of fish.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:160 · narrative
Source
ὡσαύτως καὶ ὁ ἀὴρ τὴν πολλὴν τῶν πετεινῶν πληθὺν καὶ διαφορὰν ἐν αὐτῷ κέκτηται, καὶ πάλιν ὁ οὐρανὸς ἴδια τὰ τῶν ἀστέρων ἔχει γεννήματα καὶ τὰ ἐπάνω τῶν οὐρανῶν, καὶ οὐκ ἐοίκασιν ἀλλήλοις ἄλληλα οὔτε τὰ τούτων κτίσματα· ἄλλη γὰρ ἰδέα καὶ διαγωγὴ τῶν οὐρανίων καὶ ἄλλη τῶν ἐπιγείων, καὶ ἐξ ἧς οὐσίας οὐ γεγέννηταί τι, ἐὰν βουληθῇ ἀπελθεῖν κἀκεῖ διαιτᾶσθαι ὅθεν οὐκ ἐγεννήθη, πνιγμὸς καὶ θάνατος καὶ ἀφανισμὸς αὐτῷ συμβήσεται. οἷον οἱ ἰχθύες τῆς θαλάσσης ἐὰν ἐν τῇ γῇ διαιτᾶσθαι βούλωνται θανατω θήσονται, ἐπειδὴ ἐξ αὐτῆς οὐκ ἐγεννήθησαν· τὰ τετράποδα τῆς γῆς ἐὰν τὴν διαγωγὴν ἐν τοῖς ὕδασιν ἔχειν θελήσωσιν πνίγονται καὶ θανα τοῦνται, ἐπειδὴ ἐκεῖ οὐκ ἐγεννήθησαν· τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐὰν ἀφέντα τὴν ἐν τῷ ἀέρι πορείαν ἐπὶ γῆς τὴν διατριβὴν ποιῶνται ὑπὸ θηρίων καὶ ἑρπετῶν ἢ καὶ ὑπὸ ἀνθρώπων ἀναλίσκονται. ἕκαστον γὰρ εἰς ἣν φύσιν καὶ οὐσίαν καὶ κόσμον ἐγεννήθη, ἐκεῖ ζῇ καὶ ἀναπαύεται. οὕτω τοίνυν καὶ τὰ τέκνα τοῦ πνεύματος ὁ ἐκεῖθεν λόγος τοῦ θεοῦ θάλπει καὶ ἀναπαύει καὶ τροφοφορεῖ, ὁ δὲ τοῦ κόσμου λόγος συμπνίγει καὶ ἐξαφανίζει καὶ θανατοῖ. οὐδὲν γὰρ κοινωνεῖ καὶ οὐδὲν ἔοικεν ὁ λόγος τοῦ θεοῦ καὶ ὁ λόγος τοῦ κόσμου.
English
Likewise the air possesses in itself the great multitude and variety of birds, and again the heaven has its own offspring of the stars, and the regions above the heavens, and neither do these resemble one another, nor their creatures. For one form and manner of life belongs to the heavenly things and another to the earthly, and if any creature, from whatever substance it was not begotten, should wish to depart and dwell there from whence it was not begotten, suffocation and death and destruction will befall it. For example, if the fish of the sea wish to live on the land, they will die, since they were not begotten from it; if the four-footed beasts of the earth wish to have their manner of life in the waters, they are suffocated and die, since they were not begotten there; if the birds of heaven, abandoning their journey in the air, make their dwelling on the earth, they are consumed by beasts and reptiles or even by men. For each one lives and rests in the nature and substance and world in which it was begotten. So then also the children of the Spirit—the word of God from there warms and gives rest and nourishes them, but the word of the world suffocates and destroys and puts to death. For the word of God and the word of the world have nothing in common and in no way resemble each other.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:161 · narrative
Source
{{Ὁ γὰρ τοῦ θεοῦ «λόγος» «θεός» ἐστι καὶ ὁ λόγος τοῦ κόσμου κόσμος ἐστί, καὶ πολλὴ διαφορὰ καὶ μεσότης τυγχάνει τοῦ λόγου τοῦ θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου καὶ τῶν τέκνων τοῦ θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου, καὶ ἕκαστον γέννημα τοῖς ἰδίοις γονεῦσιν ἔοικεν. ἐὰν θελήσῃ τὸ ἐκ τοῦ πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸ εἰς τὸν λόγον τοῦ κόσμου καὶ τὰ πράγματα τῆς γῆς καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου, θανατοῦται καὶ ἀπόλλυται ἀνάπαυσιν ἀληθινῆς ζωῆς εὑρεῖν μὴ δυνάμενον. ἡ γὰρ ὄντως ἀνάπαυσις αὐτοῦ ἐκεῖ ἐστιν ὅθεν ἐγεννήθη· συμπνίγεται γὰρ (ὥς φησιν) «καὶ ἄκαρπος γίνεται» ἀπὸ τοῦ λόγου τοῦ θεοῦ ὁ βιωτικαῖς φροντίσι συνεχόμενος καὶ γηίνοις δεσμοῖς δεσμούμενος. ὡσαύτως καὶ ὁ σαρκικῇ προαιρέσει ἐνεχόμενος (τουτέστιν ἄν θρωπος τοῦ κόσμου), ἐπὰν ἐπακούῃ τοῦ λόγου τοῦ θεοῦ συμπνίγεται καὶ ὥσπερ ἀλόγιστός τις καθίσταται. ἐθισθέντες γὰρ ταῖς κακαῖς ἀπάταις ὁπόταν περὶ θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ καταυγαζόμενοι τὸν νοῦν ἀηδίζονται. ὡς καὶ ὁ ἀπόστολος φησίν· «ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν», καὶ ὁ προφήτης· ἐγένετο φησὶν αὐτοῖς ὁ λόγος τοῦ θεοῦ ὡς «ἔμετος». ὁρᾷς, ὅτι εἰς ὃν αἰῶνά τις οὐ γεγέννηται, ζῆν αὐτὸν ἐκεῖ οὐκ ἐνδέχεται. καὶ ἑτέρως δὲ ἀκουστέον περὶ τοῦ αὐτοῦ. ἐὰν ἐπιδῷ ἑαυτὸν εἰς μεταβολὴν ἐλθεῖν ὁ σαρκικὸς ἄνθρωπος, ἀποθνῄσκει πρό τερον ἐκεῖθεν «καὶ ἄκαρπος γίνεται» τῆς προτέρας καὶ παλαιᾶς τῆς εἰς τὴν πονηρίαν τοῦ κόσμου ζωῆς, καὶ τότε ζῆσαι δύναται εἰς τὸν τοῦ θεοῦ λόγον.
English
For the "word" of God is "God," and the word of the world is the world, and there is a great difference and distance between the word of God and the word of the world, and between the children of God and the children of the world, and each offspring resembles its own parents. If the offspring born of the Spirit wishes to give itself over to the word of the world and the affairs of the earth and the glory of this age, it is put to death and perishes, unable to find rest of true life. For its true rest is there where it was born; for, as he says, "it is choked and becomes unfruitful" from the word of God—the one held fast by worldly cares and bound by earthly chains. Likewise also the one held fast by a fleshly disposition (that is, a man of the world), whenever he hears the word of God, is choked and becomes as it were irrational. For having been accustomed to evil deceits, whenever they hear about God, being illuminated in mind as by a disagreeable conversation, they are disgusted. As also the apostle says: "The natural man does not receive the things of the Spirit of God; for they are foolishness to him," and the prophet says, "the word of God became to them as" "vomit." You see that in whatever age a person has not been born, it is not possible for him to live there. And the same thing must be understood in another way as well. If the fleshly man gives himself over to come into a change, he first dies from there "and becomes unfruitful" to the former and old life in the wickedness of the world, and then he is able to live unto the word of God.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:162 · narrative
Source
ἀναγεννηθῆναι γὰρ δεῖ ἀπὸ τῆς προτέρας κακίστης ζωῆς τὸν βουλόμενον ἐν ἑτέρᾳ ζωῇ ἑαυτὸν ἐπιδοῦναι. καὶ ὥσπερ ἐάν τις νόσῳ ἢ πυρετῷ κατέχεται, καὶ τὸ μὲν σῶμα ἰδοὺ ἔρριπται ἐν τῇ κλίνῃ μηδὲν δυνάμενον διαπράξασθαι τῶν τῆς γῆς ἔργων,
ἀλλ' ὅμως ἡ γλῶσσα λαλεῖ περὶ αὐτῶν τῶν ἔργων καὶ ὁ νοῦς οὐχ ἡσυχάζει περι σπώμενος καὶ μεριμνῶν περὶ τῆς ἐργασίας, καὶ τὸν ἰατρὸν ἐπιζητεῖ ἀποστέλλων πρὸς αὐτὸν τοὺς φίλους αὐτοῦ, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς ἐν ἀσθενείᾳ τῶν παθῶν γεγονυῖα καὶ ἄτονος καταστᾶσα, προσερχομένη δὲ τῷ κυρίῳ καὶ πιστεύουσα τῆς ἀντιλήψεως τυχεῖν καὶ ἀρνησαμένη τὴν προτέραν κακίστην ζωήν, εἰ καὶ ἐν τῇ ἀσθενείᾳ τῆς ἁμαρτίας κατάκειται ἡ ψυχὴ μὴ δυναμένη τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ διαπράξασθαι, ἀλλ' ὅμως τὸ μεριμνῆσαι περὶ τῆς ζωῆς ἐμπόνως, τὸ δεηθῆναι τοῦ κυρίου, τὸ ζητῆσαι τὸν ἀληθινὸν ἰατρὸν ἔχει καὶ δύναται. Καὶ οὐχ ὥς φασί τινες πλάνῳ διδασκαλίας ἀπαγόμενοι, ὅτι καθ άπαξ ἀπέθανεν ὁ ἄνθρωπος καὶ ὅλως οὐδὲν δύναται ἀγαθὸν διαπράξασθαι.
English
For one who wishes to give himself over to another life must be reborn from the former, utterly wicked life. And just as if someone is held by disease or fever, and behold his body is cast upon the bed, able to accomplish none of the works of the earth, but nevertheless his tongue speaks about those very works, and his mind is not at rest, being drawn and anxious about the work, and he seeks the physician, sending his friends to him—in the same way the soul, having come into weakness of the passions from the transgression of the commandment and having become without strength, yet when it comes to the Lord and believes that it will obtain his help and has renounced the former, utterly wicked life—even if the soul lies in the weakness of sin, unable to accomplish the works of life in truth, nevertheless it has and is able to be anxious earnestly about life, to entreat the Lord, to seek the true physician. And not as some say, led astray by a deceitful teaching, that once for all man has died and is wholly unable to accomplish any good.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:163 · narrative
Source
καὶ γὰρ τὸ βρέφος κἂν μηδὲν ἔργον ἀκμὴν δύναται διαπράξασθαι ἢ τοῖς ἰδίοις ποσὶν ἐλθεῖν πρὸς τὴν μητέρα ἀδυνατῇ, ὅμως κυλίεται, βοᾷ, κλαίει ἐπιζητοῦν τὴν μητέρα, καὶ ἐν τούτῳ σπλαγχνίζεται ἡδο μένη ἡ μήτηρ καὶ χαίρει ἐπιζητοῦντος αὐτὴν τοῦ νηπίου ἐν πόνῳ καὶ κραυγῇ, καὶ ἀδυνατοῦντος τοῦ βρέφους ἀπελθεῖν πρὸς αὐτήν, ὅμως διὰ τὴν πολλὴν τοῦ παιδὸς ζήτησιν καὶ πόθον αὐτὴ ἡ μήτηρ ἀπέρ χεται πρὸς αὐτὸ ὑπὸ τῆς πρὸς τὸ βρέφος ἀγάπης αἰχμαλωτιζομένη καὶ περιθάλπει καὶ τροφοφορεῖ ἐν πολλῇ στοργῇ.}} ὅμως καὶ προσ λαμβανομένη ἡ μήτηρ τὸ βρέφος, ἀκμὴν οὐκ ἀναπαύεται ἀλλ' ὀδύρεται, ἕως θῇ αὐτὸ ἐν ταῖς ἀγκάλαις αὐτῆς καὶ τὸν μαστὸν τῆς ἰδίας τοῦ γάλακτος τροφῆς προσαγάγῃ, καὶ οὕτω λοιπὸν αἱ πηγαὶ τοῦ γάλακτος ῥέουσαι εὐφραίνουσι τὸ νήπιον. ὅμως τὸ βρέφος καὶ ἀναπαὲν καὶ ἀναληφθὲν ὑπὸ τῆς μητρὸς καὶ τῷ μαστῷ προσεγγίσαν καὶ τῆς ἰδίας τοῦ γάλακτος τροφῆς ἀπολαῦον ἀκμὴν κλαίει, ὅτι μὴ ταχέως ἡ μήτηρ προσελάβετο καὶ ἀνέπαυσεν ἀλλ' εἴασεν αὐτὸ ἐπὶ πολὺ θλιβῆναι. κἂν μυρία γὰρ παραθῇ τις τῷ βρέφει ἐδέσματα ἢ χρυσὸν ἢ ἄργυρον ἢ ἕτερά τινα, ἐπ' οὐδενὶ τούτων χαίρει ἢ ἐπαναπαύεται ἢ περισπᾶται, ἢ μόνον ἐν τῇ τῆς μητρὸς θηλῇ καὶ ἐπὶ τῇ ταύτης ὁράσει τέρπεται καὶ ἐξ αὐτῆς τροφὴν λαμβάνον εὐφραίνεται καὶ αὐτὴν ὁρῶν χαίρει καὶ ἀγαλλιᾷ.
English
For even if the infant is not yet able to accomplish any work or to come to its mother on its own feet, nevertheless it rolls about, cries out, and weeps, seeking its mother; and in this the mother is moved with compassion, rejoicing and delighting that the infant seeks her with toil and crying; and though the infant is unable to go to her, yet because of the child's great seeking and longing, the mother herself comes to it, taken captive by her love for the infant, and she cherishes it and nourishes it with great affection. Yet even when the mother has taken up the infant, it still does not rest but wails, until she lays it in her arms and brings the breast of her own milk-nourishment to it, and thus at last the flowing fountains of milk gladden the infant. Yet even when the infant has been rested and taken up by the mother and has drawn near to the breast and enjoys its own milk-nourishment, it still weeps, because the mother did not quickly take it up and give it rest, but allowed it to be distressed for a long time. For even if someone sets before the infant countless foods, or gold, or silver, or anything else, it rejoices in none of these, nor is it rested or distracted by them, but is delighted only in its mother's breast and in the sight of her, and rejoices in receiving nourishment from her, and seeing her it is glad and exults.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:164 · narrative
Source
Ὡσαύτως δὲ καὶ ἕκαστον τῶν ὁρωμένων ἕως καὶ τῶν ἀλόγων, ἤτοι τετραπόδων ἢ πετεινῶν, τὴν πρὸς τὰ τέκνα στοργὴν καὶ ἀναστροφὴν καὶ τῶν τέκνων πρὸς τὰς ἰδίας μητέρας οἰκείωσιν καὶ ἀγάπην ἡ φύσις φυλάττει ἀκολούθῳ τάξει. οἷον, ὡς ἐπὶ τῶν πετεινῶν τὸ ὑπόδειγμα καταμάθωμεν, ἡ χελιδὼν τὴν ἰδίαν καλιὰν ἄνω που ποιεῖται εἰς ὑψη λωτέρους τόπους ἀπὸ ἑρπετῶν παραφυλαττομένη κἀκεῖ τὰ ἑαυτῆς τέκνα ἀνατρέφει καὶ θάλπει, καὶ οὐδεμιᾷ φωνῇ ἀνθρώπων ἢ ζῴων ἢ ἑτέρων τινῶν προσέχουσιν ἢ περισπῶνται τὰ νοσσία, μόνον δὲ τῆς μητρὸς τὴν φωνὴν ἂν ἀκούσωσιν, εὐθέως προσεπεγείρονται καὶ κεκρά γασι ζητοῦντα αὐτήν. ἡ δὲ χελιδὼν πανταχοῦ περιερχομένη τῷ θελή ματι αὐτῆς τὴν τροφὴν τοῖς τέκνοις προσκομίζει καὶ διαμασωμένη καὶ εἰς τρυφερότητά τινα καθιστῶσα προσδίδωσιν, ἵνα τὰ τέκνα αὐτῆς ἀκολούθως καὶ χρησίμως τραφῆναι δυνηθῶσιν. τὸν αὐτὸν οὖν τρόπον καὶ αἱ ψυχαὶ αἱ ἐν τῇ νηπιότητι τοῦ κόσμου τυγχάνουσαι καὶ ὑπὸ τῶν παθῶν συνεχόμεναι καὶ τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ ποιεῖν ἀδυνατοῦσαι διὰ τὴν συνοῦσαν αὐταῖς τῆς κακίας δύναμιν, βοῶσαι δὲ καὶ ζητοῦσαι τὴν ἐκ θεοῦ ἀντίληψιν καὶ πόνον πολὺν καὶ πόθον ἔχουσαι πρὸς τὴν αἰώνιον ζωήν, τὴν ἐπουράνιον μητέρα, τὸ πνεῦμα τὸ ἅγιον, κλαυθμῷ καὶ βοῇ ταύτην ζητοῦσαι ἐπὶ μηδενὶ ἐπαναπαυόμεναι τοῦ κόσμου τούτου, εἰ μὴ μόνον τὴν ἀνάπαυσιν ἐν τῇ τοῦ πνεύματος μετουσίᾳ καὶ ἀνατροφὴν τὴν ἐπιπόθησιν ἔχουσαιαὐτὴ ἡ χρηστὴ καὶ οὐράνιος μήτηρ, ἡ χάρις τοῦ πνεύματος, ἐρχομένη πρὸς τὰς ζητούσας αὐτὴν ψυχὰς ἀναλαμβάνει ἐν ταῖς ἰδίαις τῆς ζωῆς ἀγκάλαις καὶ ἀναθάλπει τῇ πνευματικῇ καὶ
English
Likewise also for each of the visible things, even down to the irrational creatures—whether four-footed beasts or birds—nature preserves, in an orderly sequence, the affection toward their young and their care, and the young's own attachment and love toward their own mothers. For instance, so that we may learn the example from the birds: the swallow makes its own nest somewhere on high, in loftier places, guarding against reptiles, and there it rears and warms its own young; and the nestlings pay heed to no voice of humans or of beasts or of any others, nor are they distracted, but only if they hear their mother's voice, they immediately rouse themselves and cry out, seeking her. And the swallow, going about everywhere by her own will, brings food to her young, and after chewing it and bringing it into a certain tenderness, she gives it to them, so that her young may be able to be fed in a fitting and useful way. In the same manner, then, also the souls that are in the infancy of the world and are held fast by the passions, and are unable to do the works of life in truth because of the power of evil that is with them, but cry out and seek the help that comes from God, and have much labor and longing for eternal life—seeking the heavenly mother, the Holy Spirit, with weeping and crying out, and resting upon nothing of this world, but having their rest only in the participation of the Spirit and their desired nurture—that good and heavenly mother, the grace of the Spirit, coming to the souls that seek her, receives them into her own arms of life and warms them with spiritual and
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:165 · narrative
Source
οὐρανίῳ τοῦ τρυφεροῦ καὶ ἐπιθυμητοῦ καὶ ἁγίου καὶ λογικοῦ καὶ ἀδόλου γάλακτος τροφῇ εἰς αἴσθησιν καὶ ἐπίγνωσιν τοῦ οὐρανίου πατρὸς ὁσημέραι ἐν προκοπῇ τῆς νοητῆς ἡλικίας αὐξανόμεναι, ἕως οὗ εἰς τέλειον μέτρον ἐλθοῦσαι καὶ «εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ» καταντήσασαι κατὰ τὸν τοῦ ἀποστόλου λόγον τῆς αἰωνίου ζωῆς τὴν μετουσίαν κομίσωνται. Αὐτὸς γὰρ μόνος ὁ κύριος τῇ ἰδίᾳ χρηστότητι καὶ εὐδοκίᾳ τοὺς διεσκορπισμένους ἐν τῷ κόσμῳ τῆς ψυχῆς λογισμοὺς συνάγειν εἰς ἕνα ἔνθεον καὶ ἄνω προσέχοντα λογισμὸν δύναται. ὥσπερ γὰρ τὸ γάλα λύεται ἐν ἁπαλότητι καὶ κέχυται ἐν τῷ ἀγγείῳ ἐν χαυνότητι, πυτίας δὲ βληθείσης συνάγεται εἰς μίαν τινὰ στερρότητα καὶ παγιότητα, καὶ τὸ ἄλευρον ὁμοίως ἐν πολλῇ κέχυται τῇ λεπτότητι, ζύμης δὲ βληθείσης (ὡς ὁ κύριος ὑπέθετο τῇ βασιλείᾳ τῶν οὐρανῶν παρεικάσας τὰ «τρία σάτα τοῦ ἀλεύρου», «ἕως οὗ», φησίν, «ζυμωθῇ ὅλον») συνάγεται εἰς ἑνότητα διὰ τοῦ ὕδατος τὸ πολύχουν ἄλευρον, καὶ τίς δύναται εἰς στερρότητα καὶ χρησιμότητα εἰς τὴν τῶν ἀνθρώπων τροφὴν ἀπεργάσασθαι ὥστε ἄρτον γενέσθαι, εἰ μὴ τὸ πῦρ μόνον;
English
by the heavenly nourishment of the tender and desirable and holy and rational and guileless milk, growing day by day in the advancement of the spiritual age unto perception and knowledge of the heavenly Father, until, having come to the perfect measure and having attained "to the unity of the faith and of the knowledge of the Son of God," according to the word of the apostle, they may receive the participation of eternal life. For he alone, the Lord, by his own goodness and good pleasure, is able to gather the thoughts of the soul that have been scattered in the world into one godly and upward-looking thought. For just as milk is dissolved in softness and poured out in the vessel in looseness, but when rennet is added it is gathered into a certain single firmness and solidity, and flour likewise is poured out in great fineness, but when leaven is added (as the Lord suggested, likening the kingdom of heaven to the "three measures of flour," "until," he says, "the whole is leavened") the abundant flour is gathered into unity through the water, and who is able to bring it to firmness and usefulness for the food of men so that it becomes bread, except the fire alone?
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:166 · narrative
Source
τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχή, ἐν πολλῇ χαυνότητι καὶ ὑδαρότητι τοῦ κόσμου κεχυμένη διὰ τὴν πρόληψιν τῆς πρὸς τὰ πάθη συνηθείας καὶ τὴν τῶν λογισμῶν λεπτότητα ἀλεύρου τρόπον ἐν τῷ αἰῶνι τούτῳ καταμεμερισμένητίς δύναται ἑνῶσαι τὰ ἐσκορπισμένα αὐτῆς νοήματα καὶ στερρὸν καὶ θεῖον καὶ εὐθῆ λογισμὸν ἀποκαταστῆσαι, εἰ μὴ διὰ πίστεως τῆς ψυχῆς ἡ δύναμις τῆς χάριτος καὶ τὸ ἐπουράνιον πῦρ τοῦ πνεύματος τῇ ἰδίᾳ δοκιμασίᾳ εἰς χρησιμότητα καὶ σωφροσύνην τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσει, καὶ οὕτως ἀξία τῆς βασιλείας τῶν οὐρανῶν γενέσθαι δύναται; ὁμοίως καὶ ὁ ποιμὴν «τὰ διεσκορπισμένα» πρόβατα συνάγει τῇ ἰδίᾳ φωνῇ εἰς μίαν ποίμνην, καὶ αὐτῷ ἀκολουθοῦσιν συνηγμένα ἀλλήλοις καὶ ὑπ' αὐτοῦ ὁδηγούμενα. οὐαὶ ἐκείνῳ τῷ ποιμνίῳ τῷ μὴ ἔχοντι τὸν ὁδηγοῦντα εἰς τὰς καλὰς νομὰς ἃς αὐτὸς ἐπίσταται, ὅτι ὑπὸ λύκων καὶ θηρίων διαφθείρεται. οὐαὶ ψυχῇ τῇ μὴ ἐχούσῃ ἐν αὐτῇ ἐν πληροφορίᾳ τὸν ὁδηγὸν καὶ ποιμένα τῶν λογισμῶν αὐτῆς Χριστόν, ὅτι ὑπὸ τῶν δεινῶν λύκων καὶ τῶν θηρίων, τῶν πνευμάτων «τῆς πονηρίας», διεσκορπισμένη τοῖς λογισμοῖς καταναλίσκεται. Πρόσωπα δὲ ἔχει ὁ λόγος σωματικῶς καὶ πνευματικῶς, ἐπειδὴ καὶ σῶμα καὶ ψυχὴν ἔχομεν· πάντα γὰρ τὰ ὁμοιώματα ὥσπερ ἔξωθεν σωματικῶς κατὰ τὴν ἐκκλησίαν καλεῖται, οὕτω δύναται καθ' ἕνα ἕκαστον πνευματικῶς νοεῖσθαι ἐν τῇ τῶν λογισμῶν τῆς ψυχῆς συνάξει καὶ ἑνώσει. ὁμοίως πάλιν τὸ πολύχουν τοῦ σίτου τῶν σταχύων εἰς ἕτερον πρόσωπον ἔστι νοεῖν.
English
In the same way also the soul, poured out in great slackness and watery weakness of the world through the preconception of its habit toward the passions and the fineness of its thoughts like flour scattered throughout this age—who is able to unite its scattered thoughts and restore a firm and divine and upright reasoning, except through faith the power of grace and the heavenly fire of the Spirit by its own testing restore it to usefulness and soundness of mind for the heavenly Father, and thus it can become worthy of the kingdom of the heavens? Likewise also the shepherd gathers the scattered sheep by his own voice into one flock, and they follow him, gathered to one another and guided by him. Woe to that flock that does not have the one guiding it into the good pastures that he himself knows, for it is destroyed by wolves and wild beasts. Woe to the soul that does not have within itself in full assurance the guide and shepherd of its thoughts, Christ, for by the terrible wolves and the wild beasts, the spirits of wickedness, being scattered in its thoughts, it is consumed. But the word has persons both bodily and spiritually, since we have both body and soul; for all the similitudes, just as they are called bodily from outside in the church, so can they be understood spiritually in each individual in the gathering and uniting of the thoughts of the soul. Likewise again the abundance of grain in the ears of corn can be understood in another person.
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:167 · narrative
Source
ἰδοὺ γὰρ ὁρῶμεν, ὅτι πανταχόθεν συνάγεται διεσκορπισμένον ἐν πολλαῖς γαίαις καὶ ἀρούραις εἰς μίαν ἅλωνα, εἶτα συνθλιβόμενον καὶ συμπατούμενον ὑπὸ ζῴων λεπτύνεται ἡ καλάμη σὺν τῷ σίτῳ· καὶ τίς δύναται τὸ ἄχυρον τοῦ σίτου χωρίσαι, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνέμου πνεύσει καὶ διαχωρίσει αὐτὰ ἀπ' ἀλλήλων; τὸν αὐτὸν τρόπον τίς δύναται ψυχὴν ἐσκορπισμένην καὶ κεχυμένην ἐν τῇ τοῦ κόσμου γῇ, τοῦ αἰῶνος τούτου τῶν παθῶν πλάνῃ, συναγαγεῖν ἐν τῇ ἀλωᾷ τῆς καρδίας καὶ χωρίσαι ἐξ αὐτῆς τὴν μεμιγμένην ἁμαρτίαν τῶν λογισμῶν τῆς κακίας, εἰ μὴ μόνον τὸ οὐράνιον τοῦ Χριστοῦ πνεῦμα πνεύσει ἐν αὐτῇ; φησὶ γὰρ ὁ εὐαγγελιστής· «οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συνάξει ἐν ἀποθήκῃ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ». Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς καὶ δεηθῶμεν τοῦ κυρίου ἡμέρας καὶ νυκτὸς ἐν πόνῳ καρδίας καὶ πόθῳ στοργῆς ζητοῦντες αὐτὸν μόνον, ἐπὶ μηδενὶ τοῦ κόσμου (ἡδονῇ ἢ δόξῃ ἢ ἀρχῇ ἢ ἑτέρῳ τινί) ἐπαναπαυόμενοι ἢ μόνον πρὸς αὐτὸν τὴν ἐπιπόθησιν ἔχοντες, ἵνα συναγάγῃ τοὺς ἐσκορπισμένους ἡμῶν λογισμούς, ἵνα τῆς
English
For behold, we see that what has been scattered over many lands and fields is gathered from all sides into one threshing floor, and then, being crushed and trampled by animals, the stalk is threshed fine together with the wheat; and who can separate the chaff from the wheat, unless the spirit of the wind blows and separates them from one another? In the same way, who can gather the soul that has been scattered and poured out upon the earth of the world, through the deceit of the passions of this age, into the threshing floor of the heart, and separate from it the sin of evil thoughts that is mixed in, unless only the heavenly Spirit of Christ breathes in it? For the evangelist says: “His winnowing fork is in his hand, and he will thoroughly cleanse his threshing floor, and he will gather the wheat into his barn, but the chaff he will burn with unquenchable fire.” Let us therefore also exhort ourselves and entreat the Lord day and night, in labor of heart and longing of affection, seeking him alone, resting upon nothing of the world (neither pleasure nor glory nor rule nor anything else), but having our longing toward him alone, so that he may gather our scattered thoughts, so that of the
khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:168 · narrative
Source
ἐπισκέψεως καὶ τῆς ἐπιμελείας αὐτοῦ καταξιωθέντες καὶ ὑπ' αὐτοῦ προσληφθέντες καὶ τροποφορηθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα, ἵν' ὡς σῖτος καθαρὸς καθαρισθέντες ἐν τῇ τῶν οὐρανῶν χώρᾳ ὑπ' αὐτοῦ ἀποτεθῶμεν. ὥσπερ γὰρ ἐργάτης ἢ γεωργὸς πᾶσαν ὕλην καὶ βοτάνας καὶ χόρτον καταλιμπάνων ἐπὶ τὴν ἐργασίαν καὶ συλλογὴν τοῦ σίτου πορεύεται (οἶδε γὰρ ὅτι ἐκεῖθεν τὸ κέρδος καὶ τὴν ἀνάπαυσιν ἔχει), οὕτω καὶ ὁ καλὸς καὶ ἀληθινὸς γεωργὸς τῆς ζωῆς ἡμῶν ὁ κύριος ἐν τῇ δευτέρᾳ ἐπιδημίᾳ πάντα τὰ ἔθνη καὶ πάσας προαιρέσεις ὑλικὰς καὶ κοσμικάς, ὡς μὴ χρησιμευούσας αὐτῷ καταλιμπάνων καὶ παριδών, ἐπὶ τοὺς οἰκείους αὐτοῦ καὶ πιστοὺς καὶ φίλους καὶ μόνον αὐτὸν ἀγαπῶντας καὶ ὡς σῖτος καλὸς «εἰς τὴν ἀποθήκην» τῆς ζωῆς αὐτοῦ καταρτισθέντας ἔρχεται καὶ τούτους συνάγει μόνους εἰς τὴν ἐπουράνιον τοῦ πατρὸς βασιλείαν, τοὺς δὲ λοιποὺς τῶν ἀκάρπων ἀνθρώπων παριδὼν ὡς χόρτον ἄκαρπον «πυρὶ» παραδώσει, τοὺς τὸ θέλημα αὐτοῦ μὴ πεποιηκότας. Σπουδάσωμεν οὖν καὶ ἡμεῖς ἐν πάσῃ ἀγαθῇ ἀναστροφῇ καὶ τῇ τῶν ἁγίων αὐτοῦ ἐντολῶν παραφυλακῇ καὶ πάσαις ταῖς τῆς ζωῆς ἐντολαῖς πάντοτε ἐνέχεσθαι καὶ τὴν τοῦ πνεύματος μετουσίαν κομίσασθαι, ἵν' ὥσπερ σῖτος καθαρὸς γενόμενοι ὑπ' αὐτοῦ συναχθῆναι εἰς τὴν βασιλείαν ἄξιοι γενώμεθα. Ἀμήν.
English
Having been deemed worthy of his visitation and care, and having been received by him and borne with in various ways, may we become worthy of eternal life, so that, purified as pure wheat, we may be stored away by him in the region of the heavens. For just as a laborer or farmer, leaving behind all timber and plants and grass, goes to the working and gathering of the wheat (for he knows that from there he has his profit and his rest), so also the good and true farmer of our life, the Lord, at his second coming, leaving behind and disregarding all the nations and all material and worldly inclinations, as not being useful to him, comes to those who are his own and faithful and friends and who love him alone and have been fitted as good wheat "into the storehouse" of his life, and gathers these alone into the heavenly kingdom of the Father, while the rest of the unfruitful men, having disregarded them as unfruitful grass, he will hand over "to fire"—those who have not done his will. Let us therefore also be diligent, in every good conduct and in the guarding of his holy commandments and in all the commandments of life, always to occupy ourselves and to receive the participation of the Spirit, so that, having become as pure wheat, we may be deemed worthy to be gathered by him into the kingdom. Amen.
Citation. Tergwame, “Sermones 1_22 & 24_27”, khazarzar-macarius-of-egypt-sermones-1-22-24-27:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-macarius-of-egypt-sermones-1-22-24-27#s1
Colophon. Source: khazarzar ·
licence: see record ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0177 ·
generated 2026-11-15.