ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Other ·

khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini

· khazarzar

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 27 passages · 7,441 words

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

24 commentary units 6 scripture4 term4 background4 structure3 caution2 parallel1 reception 2 derived notes 5 open questions 27 narrative
What the kinds mean

Pipeline notes

  • coverageNo English translation was located by an automated check of the source corpus and one library catalogue. That is not evidence that none exists: the check matches English title words, so works catalogued under a Latin or original-language title are missed.
  • limitThe English is a machine draft produced passage by passage from the transcribed Greek; no human has verified it. The commentary is model-written and cites only keys the pipeline could resolve.
  • registerRegister: Christian literature in ancient Greek; the English keeps the liturgical formulae and the vocatives rather than normalising them.
  • structurePassages: 27 narrative.
  • scripture2 scriptural phrase match(es) noted: John 1:1; John 1:14.
  • sourceSource edition: khazarzar.
  • sourceLicence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer

Term index

CopticRenderingCountFirst
no glossary terms recorded
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:1 · narrative
Source
Αʹ. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν καὶ μακαριωτάτου μοναχοῦ καὶ πρεσβυτέρου Ἰωάννου τοῦ Δαμασκηνοῦ λόγος εἰς τὴν ὑπερένδοξον μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. αʹ. Δεῦτε, πανηγυρίσωμεν σήμερον, ὦ φιλόθεον σύστημα. Δεῦτε, συνεορτάσωμεν σήμερον ταῖς φιλεόρτοις ἄνω δυνάμεσι· ἥκασι γὰρ ἐνθάδε σὺν ἡμῖν ἑορτάσοντες. Δεῦτε, ὡς ἐν κυμβάλοις εὐήχοις τοῖς χείλεσιν ἀλαλάξωμεν. Δεῦτε, σκιρτήσωμεν πνεύματι. Τίνι γὰρ ἑορτὴ καὶ πανήγυρις; τίνι θυμηδία καὶ ἀγαλλίασις, ἀλλ' ἢ τοῖς φοβουμένοις τὸν Κύριον, τοῖς Τριάδι λατρεύουσι, τοῖς τῷ Πατρὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συναΐδιον σέβουσι, τοῖς ψυχῇ, καὶ ἐννοίᾳ, καὶ στόματι καθομολογοῦσι θεότητα ἐν τρισὶν ἀδιαιρέτως γνωριζομένην ταῖς ὑποστάσεσι, τοῖς εἰδόσι καὶ λέγουσι τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ, καὶ Θεὸν μίαν ὑπόστασιν, ἐν δυσὶν ἀδιαιρέτοις καὶ ἀσυγχύτοις ταῖς φύσεσι γνωριζόμενον, καὶ τοῖς αὐτῶν φυσικοῖς ἰδιώμασιν; Ἡμῖν εὐφροσύνη καὶ χαρὰ πᾶσα ἑόρτιος. Ἡμῖν ὁ Χριστὸς τὰς ἑορτὰς ἐκτετέλεκεν· οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. Ἀποθώμεθα λύπης ἁπάσης νέφος ἐπισκοτούσης ἡμῖν τὸν νοῦν, καὶ τοῦτον οὐκ ἐώσης πρὸς ὕψος ἐπαίρεσθαι. Πάντων τῶν γηΐνων περιφρονήσωμεν· οὐκ ἐν γῇ γὰρ ἡμῶν τὸ πολίτευμα. Πρὸς οὐρανὸν τὸν νοῦν ἐναποτείνωμεν, ὅθεν καὶ Σωτῆρα Χριστὸν ἀπεκδεχόμεθα Κύριον.
English
Of our Father among the Saints, the most blessed monk and presbyter John of Damascus, a homily on the most glorious Transfiguration of our Lord Jesus Christ. 1. Come, let us celebrate today, O God-loving assembly. Come, let us feast together today with the feast-loving powers above; for they have come here to celebrate with us. Come, let us raise the cry of joy with our lips as with clear-sounding cymbals. Come, let us leap in spirit. For whom is the feast and festival? For whom is the merriment and exultation, if not for those who fear the Lord, who serve the Trinity, who venerate the Son and the Spirit as coeternal with the Father, who confess with soul, mind, and mouth a divinity known indivisibly in three hypostases, who know and declare Christ to be Son of God and God, one hypostasis known in two natures, indivisible and unconfused, with their natural properties? For us is all festal joy and gladness. For us Christ has accomplished the feasts; for it is not possible for the impious to rejoice. Let us put aside every cloud of grief that darkens our mind and does not allow it to be raised to the heights. Let us despise all earthly things; for our citizenship is not on earth. Let us stretch our mind toward heaven, whence we await Christ the Lord as Savior.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:2 · narrative
Source
βʹ. Σήμερον φωτὸς ἀπροσίτου ἄβυσσος· σήμερον αἴγλης θείας χύσις ἀπεριόριστος ἐν Θαβὼρ τῷ ὄρει τοῖς ἀποστόλοις αὐγάζεται. Σήμερον παλαιᾶς καὶ νέας διαθήκης Δεσπότης γνωρίζεται Ἰησοῦς Χριστὸς, τὸ φίλον ἐμοὶ πρᾶγμα καὶ ὄνομα, τὸ γλυκύτατον ὄντως καὶ ποθεινότατον, καὶ πάσης γλυκύτητος ὑπερβαῖνον ἔννοιαν. Σήμερον ὁ τῆς παλαιᾶς ἔξαρχος Μωσῆς, ὁ θεῖος νομοθέτης, ἐν ὄρει Θαβὼρ τῷ νομοδότῃ Χριστῷ δουλοπρεπῶς ὡς Δεσπότῃ παρίσταται, καὶ τούτου τὴν οἰκονομίαν αὐγάζεται, ἣν τυπικῶς πάλαι μεμυσταγώγητο· τοῦτο γὰρ φαίην ἂν ἐγώ γε δηλοῦν Θεοῦ τὰ ὀπίσθια· καὶ τρανῶς ὁρᾷ τὴν δόξαν τῆς θεότητος, σκεπασθεὶς ὑπὸ τὴν τῆς πέτρας ὀπὴν, ᾗ φησιν ἡ Γραφή· Πέτρα δέ ἐστιν ὁ Χριστὸς, ὁ σαρκωθεὶς Θεὸς, Λόγος καὶ Κύριος, καθὰ Παῦλος ὁ θεῖος διαῤῥήδην ἡμᾶς ἐξεπαίδευσεν· Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, ὃς τῆς ἑαυτοῦ σαρκὸς ὥσπερ τινὰ σμικροτάτην ὀπὴν παρηνέῳξε, καὶ φωτὶ ἀπλέτῳ, καὶ πάσης στεῤῥοτέρῳ ὄψεως τοὺς παρόντας κατήστραψε. Σήμερον ὁ τῆς νέας διαθήκης κορυφαιότατος, ὁ τὸν Χριστὸν Υἱὸν Θεοῦ ἀναγορεύσας τρανότατα, ἐν τῷ φάναι· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν τῆς παλαιᾶς ἔξαρχον τῷ τῶν ἀμφοτέρων νομοδότῃ ὁρᾷ παριστάμενον, καὶ διαπρυσίως φθεγγόμενον· Οὗτός ἐστιν ὁ ὢν, ὃν ὡς ἐμὲ προφήτην ἀναστήσεσθαι προηγόρευσα· ὡς ἐμὲ μὲν, ὡς ἄνθρωπον, καὶ τοῦ νέου λαοῦ ἔξαρχον· ὑπὲρ ἐμὲ δὲ, καὶ ἐμοῦ, καὶ πάσης κυριεύοντα κτίσεως· τὸν ἐμοί τε καὶ σοὶ τὰς διαθήκας ἄμφω, παλαιάν τε καὶ καινὴν, διαθέμενον. Σήμερον τῷ παρθένῳ τῆς νέας, ὁ παρθένος τῆς παλαιᾶς, τὸν ἐκ παρθένου παρθένον εὐαγγελίζεται Κύριον.
English
2. Today, an abyss of unapproachable light; today, an unbounded outpouring of divine radiance shines forth on Mount Tabor to the apostles. Today, the Lord of the Old and New Covenants is made known—Jesus Christ, the thing and name dear to me, the sweetest and most longed-for, surpassing every conception of sweetness. Today, Moses, the leader of the Old Covenant, the divine lawgiver, stands on Mount Tabor as a servant before the lawgiver Christ, his master, and beholds the economy of which he was formerly mystagogically initiated in type; for this, I would say, is what is signified by the back parts of God. And he clearly sees the glory of the divinity, sheltered in the hollow of the rock, as Scripture says; but the rock is Christ, the incarnate God, Word, and Lord, as the divine Paul has plainly taught us: “The rock was Christ,” who opened a tiny hollow, as it were, of his own flesh and dazzled those present with immense light, more solid than any vision. Today, the foremost of the New Covenant, who most clearly proclaimed Christ as Son of God by saying, “You are the Christ, the Son of the living God,” sees the leader of the Old Covenant standing before the lawgiver of both, and speaking distinctly: “This is the one who is, whom I foretold would arise as a prophet like me—like me, as a man and leader of the new people, but above me, and ruling over me and all creation, who established both covenants, the Old and the New, for me and for you.” Today, the virgin of the Old Covenant announces to the virgin of the New Covenant the virgin Lord born of a virgin.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:3 · narrative
Source
Δεῦτε οὖν, Δαβὶδ τῷ προφήτῃ πειθόμενοι. Ψάλλωμεν τῷ Θεῷ ἡμῶν, ψάλλωμεν τῷ βασιλεῖ ἡμῶν, ψάλλωμεν. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλλωμεν συνετῶς· ψάλλωμεν ἀγαλλιάσεως χείλεσι· ψάλλωμεν συνέσει νοὸς, τῆς τῶν λόγων αἰσθανόμενοι γεύσεως. Λάρυγξ μὲν τὰ σῖτα γεύεται, νοῦς δὲ λόγους διακρίνει, φησὶν ὁ σοφώτατος. Ψάλλωμεν καὶ τῷ Πνεύματι τῷ ἐρευνῶντι τὰ πάντα, καὶ αὐτὰ τὰ βάθη τοῦ Θεοῦ τὰ ἀπόῤῥητα, ἐν τῷ φωτὶ τοῦ Πατρὸς, τῷ τὰ πάντα φωτίζοντι Πνεύματι, φῶς ὁρῶντες τὸν Υἱὸν τοῦ Θεοῦ, τὸ ἀπρόσιτον. Νῦν ὡράθη τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ὄμμασι, σῶμα γήϊνον θείαν ἀπαυγάζον λαμπρότητα, σῶμα θνητὸν, δόξαν πηγάζον θεότητος. Ὁ γὰρ Λόγος σὰρξ, ἡ σάρξ τε Λόγος ἐγένετο, εἰ καὶ μὴ θείας ἐξειστήκει φύσεως. Ὢ θαύματος πάντα νοῦν ὑπερβαίνοντος! Οὐκ ἔξωθεν ἡ δόξα τῷ σώματι προσεγένετο, ἀλλ' ἔνδοθεν ἐκ τῆς ἀῤῥήτῳ λόγῳ ἡνωμένης αὐτῷ καθ' ὑπόστασιν τοῦ Θεοῦ Λόγου ὑπερθέου θεότητος. Πῶς τὰ ἄμικτα μίγνυται, καὶ μένει ἀσύγχυτα; Πῶς συμβαίνει εἰς ἓν τὰ ἀσύμβατα, καὶ τῶν οἰκείων οὐκ ἐκβαίνει λόγων τῆς φύσεως; Ἑνώσεως τοῦτο τὸ δράμα τῆς καθ' ὑπόστασιν. Ἓν τὰ ἡνωμένα, καὶ μίαν ὑπόστασιν ἀπεργάζεται, ἐν ἀδιαιρέτῳ διαφορᾷ, καὶ ἀσυγχύτῳ ἑνώσει τῆς ἑνότητος φυλαττομένης τῆς ὑποστάσεως, καὶ τῆς δυάδος τηρουμένης τῶν φύσεων, διά τε τῆς τοῦ Λόγου ἀμεταβλήτου σαρκώσεως, καὶ τῆς ὑπὲρ νοῦν τῆς βροτείας σαρκὸς ἀτρέπτου θεώσεως. Καὶ Θεοῦ μὲν τὰ ἀνθρώπινα γίνεται, ἀνθρώπου δὲ τὰ θεῖα, τῷ τρόπῳ τῆς ἀντιδόσεως, καὶ τῆς ἐν ἀλλήλοις ἀσυγχύτου περιχωρήσεως, καὶ τῆς καθ' ὑπόστασιν ἄκρας ἑνώσεως.
English
Come then, let us obey the prophet David. Let us sing to our God, let us sing to our king, let us sing. For God is king of the whole earth; let us sing with understanding; let us sing with lips of exultation; let us sing with the discernment of the mind, perceiving the savor of the words. The throat tastes food, but the mind discerns words, says the most wise one. Let us sing also to the Spirit that searches all things, even the ineffable depths of God, in the light of the Father, to the Spirit that illumines all things, seeing the light, the Son of God, the unapproachable. Now what was invisible to human eyes has been seen: an earthly body radiating divine splendor, a mortal body pouring forth the glory of divinity. For the Word became flesh, and the flesh became Word, even though it did not depart from divine nature. O wonder surpassing every mind! The glory did not accrue to the body from without, but from within, from the super-divine divinity of the Word of God, hypostatically united to it by an ineffable principle. How are the unmixed mixed, and remain unconfused? How do the incompatible come together into one, and not depart from the proper principles of their nature? This is the work of the hypostatic union. The united are one, and produce one hypostasis, in undivided difference and unconfused union, with the unity of the hypostasis preserved and the duality of the natures maintained, both through the unchanged incarnation of the Word and through the unchangeable deification of the mortal flesh beyond mind. And the human things become God's, and the divine things become man's, by the manner of exchange, and by the unconfused interpenetration in each other, and by the extreme hypostatic union.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:4 · narrative
Source
Εἷς γάρ ἐστιν, ὁ κἀκεῖνο ὢν ἀϊδίως, κἂν τοῦτο γενόμενος ὕστερον. γʹ. Σήμερον ἐξακούεται ἀνθρώπων ὠσὶ τὰ ἀνήκουστα. Ὁ γὰρ ὁρώμενος ἄνθρωπος, Θεοῦ Υἱὸς, ὡς μονογενὴς ἠγαπημένος μαρτυρεῖται καὶ ὁμοούσιος. Ἀψευδὴς ἡ μαρτυρία· ἀληθὴς ἡ ἀνάῤῥησις· αὐτὸς ὁ γεννήσας Πατὴρ ἐκφωνεῖ τὴν ἀνάῤῥησιν. Παρέστω Δαβὶδ, καὶ τινασσέτω τὴν θεόφθογγον λύραν τοῦ Πνεύματος, καὶ τρανότερον νῦν μελῳδείτω καὶ ἐκτυπώτερον ῥῆσιν, ἣν πάλαι προβλεπτικοῖς πόῤῥω ἀνέκαθεν, καὶ καθαροῖς προορώμενος ὄμμασι τοῦ Θεοῦ Λόγου τὴν πρὸς ἡμᾶς ἔνσαρκον ἔλευσιν, ὡς ἐσομένην προεφήτευσεν· Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἑρμὼν μὲν τὸ πρότερον, τὸ τῆς υἱότητος ὄνομα τρανῶς τῷ Χριστῷ ὑπὸ Πατρὸς μαρτυρούμενον ἀκοῦσαν, ἠγαλλιάσατο, ὅταν ἄρτι πρὸς Ἰορδάνην ὡς παλαιᾶς καὶ νέας μεσίτης ὁ πρόδρομος βαπτίζειν ἐξεπορεύετο, τὸ κρυπτόμενον ἐν τῇ ἐρήμῳ κειμήλιον ὡς ἐν σκότει τῷ κόσμῳ φαῖνον, τὸ φῶς τὸ ἀπρόσιτον, καὶ λανθάνον τοὺς μυωπάζοντας, δημοσιεύειν ἀποστελλόμενον, ὅτε ἐν μέσῳ τῷ Ἰορδάνῃ τὸ ὕδωρ τῆς ἀφέσεως ἵστατο καθαῖρον τὸν κόσμον, οὐκ αὐτὸ καθαιρόμενον· ὅτε μὲν φωνῇ Πατρὸς οὐρανόθεν βροντώσῃ, Υἱὸς ἀγαπητὸς μαρτυρεῖται ὁ βαπτιζόμενος· περιστερὰ δὲ ὥσπερ, τῷ Πνεύματι δακτυλοδεικτεῖται ὁ μαρτυρούμενος. Νῦν δὲ Θαβὼρ ἀγαλλιᾶται καὶ γήθεται, τὸ θεῖον ὄρος καὶ ἅγιον, τὸ ὑψηλὸν, οὐχ ἧττον τῇ δόξῃ τε καὶ λαμπρότητι, ἢ τῷ ἀερίῳ μετεωρίσματι νῦν ἐπαξίως εὐφραίνεται. Οὐρανῷ γὰρ ἁμιλλᾶται τῇ χάριτι.
English
He is one, being that eternally, even if he became this later. 3. Today unheard things are heard by human ears. For the visible man, the Son of God, is witnessed as beloved only-begotten and consubstantial. The testimony is unerring; the declaration is true; the Father who begot him himself utters the declaration. Let David stand by and let him pluck the divinely sounding lyre of the Spirit, and let him now sing more clearly and more distinctly the utterance which long ago, with far-seeing and pure eyes, he prophetically foresaw the incarnate coming of the Word of God to us as about to happen: "Tabor and Hermon will rejoice in your name." Hermon rejoiced earlier, when it heard the name of sonship clearly witnessed to Christ by the Father, when the Forerunner, as mediator of the old and new, was just going out to baptize at the Jordan, to make public the hidden treasure in the desert, the light shining in the darkness to the world, the inaccessible light, escaping those who are dim-sighted, when in the middle of the Jordan the water of remission stood cleansing the world, not itself being cleansed; when by the Father's voice thundering from heaven, the one being baptized is witnessed as beloved Son; and a dove, as it were, points out by the Spirit the one witnessed. But now Tabor rejoices and delights, the divine and holy mountain, the high one, no less in glory and splendor than in its aerial elevation, now fittingly exults. For it rivals heaven in grace.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:5 · narrative
Source
Ὧ γὰρ ἐν ἐκείνῳ οἱ ἄγγελοι ἀκλινὲς ἐνερείδειν τὸ ὄμμα μὴ σθένουσιν, ἐν τούτῳ ἀποστόλων οἱ πρόκριτοι τῇ δόξῃ τῆς αὐτοῦ βασιλείας ὁρῶσιν ἐκλάμποντα· ἐν τούτῳ νεκρῶν πιστοῦται ἀνάστασις, καὶ νεκρῶν, καὶ ζώντων ἀναδείκνυται Κύριος, ἐκ νεκρῶν μὲν τὸν Μωϋσῆν προηκάμενος, ζῶντα δὲ τὸν Ἠλίαν προσαγόμενος μάρτυρα, τὸν πάλαι ἐκ γῆς ἁρματηλάτην πυρίπνοον πρὸς αἰθέριον τρίβον διφρηλατήσαντα. Ἐν τούτῳ καὶ νῦν προφητῶν οἱ ἔξαρχοι προφητεύουσι, διὰ σταυροῦ τὴν ἔξοδον τοῦ Δεσπότου μηνύοντες. Ὅθεν σκιρτᾷ, καὶ ἀγάλλεται, καὶ ἀρνῶν μιμεῖται τὰ ἅλματα, μαρτυρίαν τὴν αὐτὴν τῆς υἱότητος ἐκ τῆς νεφέλης, τοῦ Πνεύματος, τὴν ζωοδότην Χριστὸν ἀκουτισθὲν ὑπὸ τοῦ Πατρὸς μαρτυρούμενον. Τοῦτο γάρ ἐστιν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἐφ' ᾧ Θαβὼρ καὶ Ἑρμὼν ἀγάλλεται. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Τοῦτο πάσης τῆς κτίσεως ἀγαλλίαμα· τοῦτο γέρας ἀνθρώποις, καὶ ἀναφαίρετον καύχημα. Ἄνθρωπος γὰρ, εἰ καὶ μὴ ψιλὸς, ὑπάρχει ὁ μαρτυρούμενος. Ὢ τῆς ὑπὲρ νοῦν ἡμῖν δωρηθείσης ἀγαλλιά σεως! ὢ τῆς ὑπὲρ ἐλπίδα μακαριότητος! ὢ δωρημάτων Θεοῦ νικώντων τὴν ἔφεσιν! ὢ χαρισμάτων οὐχ ὑπεικόντων μέτροις τῆς αἰτήσεως! ὢ δοτῆρος ἀφθόνου καὶ ὑπερφυοῦς, ὑπερφυᾶ κεκτημένου μεγαλοπρέπειαν! ὢ δωρεᾶς ἀξίας, οὐ τοῦ λαμβάνοντος, τοῦ διδόντος δὲ μάλιστα! ὢ ξένων συναλλαγμάτων! ὢ διδόντος δύναμιν, καὶ δεχομένου ἀσθένειαν! ὢ δεικνύντος ἄνθρωπον ἄναρχον, ἐν τῷ τὸν ἄναρχον σωματικῶς κτιζόμενον ἄρχεσθαι! Εἰ γὰρ θεοῦται μὲν ἄνθρωπος ἐν τῷ Θεὸν ἀνθρωπίζεσθαι, αὐτὸς δὲ ὁ εἷς Θεός τε καὶ ἄνθρωπος δείκνυται·
English
For in that one the angels are unable to fix their gaze unwaveringly, in this one the foremost of the apostles see him shining with the glory of his kingdom; in this one the resurrection of the dead is confirmed, and he is revealed as Lord of the dead and the living, having brought forth Moses from the dead and presenting Elijah as a living witness, who long ago drove a fire-breathing chariot from the earth to the heavenly path. In this one even now the chief prophets prophesy, announcing through the cross the departure of the Master. Hence he leaps, and rejoices, and imitates the bounds of lambs, hearing from the cloud, of the Spirit, the life-giving Christ testified by the Father as the same testimony of sonship. For this is the name above every name, at which Tabor and Hermon rejoice. This is my beloved Son. This is the delight of all creation; this is a gift to men, and an inalienable boast. For a man, even if not a mere man, is the one testified. O the joy granted to us beyond understanding! O the blessedness beyond hope! O gifts of God surpassing desire! O graces not yielding to the measures of petition! O giver ungrudging and supernatural, possessing supernatural magnificence! O gift worthy not of the receiver, but especially of the giver! O strange transactions! O giver giving power, and receiver receiving weakness! O one showing a man without beginning, in that the one without beginning, being created bodily, begins! For if man is deified in the humanization of God, then the one God and man is shown.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:6 · narrative
Source
ἄρα ὁ αὐτὸς, ἄνθρωπος ὢν, ἄναρχός ἐστι τῇ θεότητι, καὶ Θεὸς ὢν, τῇ ἀνθρωπότητι ἄρχεται. δʹ. Πάλαι μὲν οὖν ἐν ὄρει Σινᾷ καπνὸς, καὶ θύελλα, καὶ γνόφος, καὶ πῦρ δειματοῦν τὴν ἄκραν ἐκείνην ἐκάλυπτε συγκατάβασιν, ἀπρόσιτον τὸν νομοδότην κηρύττοντα, καὶ σκιωδῶς παραδεικνύντα αὐτοῦ τὰ ὀπίσθια, καὶ ἐκ τῶν οἰκείων κτισμάτων τὸν ἀριστοτέχνην δημοσιεύοντα. Νῦν δὲ πάντα φωτὸς καὶ αἴγλης πεπλήρωται. Αὐτὸς γὰρ ὁ τοῦ παντὸς τεχνίτης καὶ Κύριος ἐκ κόλπων πατρικῶν παραγέγονεν, οὐ μεταβὰς τῆς οἰκείας ἱδρύσεως, ἤτοι τῆς ἐν κόλποις τοῖς πατρικοῖς ἐνιζήσεως, συγκαταβὰς δὲ τοῖς δούλοις, καὶ δούλου μορφὴν μορφωσάμενος, καὶ φύσει, καὶ σχήματι γενόμενος ἄνθρωπος, ὡς ἂν χωρηθείη Θεὸς ἀνθρώποις ἀχώρητος, δι' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ δεικνὺς τῆς θείας φύσεως τὴν λαμπρότητα. Τὸ πρὶν μὲν γὰρ ἐν ἑνώσει τῆς οἰκείας χάριτος Θεὸν καθίστησι τὸν ἄνθρωπον, ὅτε νέῳ ἐκ χοὸς πλαττομένῳ πνεῦμα ζωῆς ἐνεφύσησε, καὶ τοῦ κρείττονος μεταδέδωκε, καὶ εἰκόνι οἰκείᾳ καὶ ὁμοιώσει τετίμηκε, καὶ τῆς Ἐδὲμ πολίτην εἰργάσατο, καὶ ἀγγέλων ἐποίησε σύντροφον· ἀλλ' ἐπεὶ τῆς θείας εἰκόνος τὴν ὁμοιότητα τῇ τῶν παθῶν ἰλύϊ ἐζοφώσαμέν τε καὶ συνεχέαμεν, δευτέραν κοινωνίαν ὁ συμπαθὴς ἡμῖν κεκοινώνηκε, πολὺ τῆς προτέρας ἀσφαλεστέραν τε καὶ παραδοξοτέραν. Αὐτὸς γὰρ ἐν ὑπεροχῇ μένων τῆς οἰκείας θεότητος, μεταλαμβάνει τοῦ χείρονος, ἐν αὐτῷ θεουργῶν τὸ ἀνθρώπινον, καὶ τῇ εἰκόνι τὸ ἀρχέτυπον μίγνυται, καὶ τὸ οἰκεῖον κάλλος ἐν ταύτῃ παραδείκνυσι σήμερον. Καὶ λάμπει μὲν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος·
English
Therefore the same one, being man, is without beginning in divinity, and being God, has a beginning in humanity. 4. Formerly, then, on Mount Sinai, smoke, storm, darkness, and fire, terrifying that extreme condescension, covered the lawgiver, proclaiming him unapproachable and shadowily displaying his back parts, and making the master craftsman known through his own creations. But now everything is filled with light and radiance. For the craftsman and Lord of all has come forth from the paternal bosoms, not having departed from his own seat, that is, his abiding in the paternal bosoms, but having descended to his servants, and having taken on the form of a servant, and having become man both in nature and in form, so that God, uncontainable by men, might be contained, showing through himself and in himself the splendor of the divine nature. For previously, in the union of his own grace, he made man God, when he breathed the spirit of life into the newly formed clay, and imparted the better part, and honored him with his own image and likeness, and made him a citizen of Eden, and made him a companion of angels. But since we have darkened and confused the likeness of the divine image with the filth of the passions, the compassionate one has shared a second communion with us, much more secure and more marvelous than the former. For he himself, remaining in the supremacy of his own divinity, partakes of the inferior, deifying the human in himself, and mingles the archetype with the image, and displays his own beauty in it today. And his face shines like the sun.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:7 · narrativehigh
Source
φωτὶ γὰρ ἀΰλῳ ταυτίζεται καθ' ὑπόστασιν, κἀντεῦθεν δικαιοσύνης γεγένηται ἥλιος· ὡς δὲ χιὼν λευκαίνεται τὰ ἱμάτια· περιβολῇ γὰρ, οὐχ ἑνώσει δεδόξασται, σχέσει δὲ, καὶ οὐκέτι καθ' ὑπόστασιν. Νεφέλη δὲ φωτὸς ἐπεσκίασε, τὸ σέλας ζωγραφοῦσα τοῦ Πνεύματος. Ὧδε γάρ πως ὁ θεῖος ἔφη Ἀπόστολος, τοῦ μὲν ὕδατος εἰκόνα φέρειν τὴν θάλασσαν, τὴν δὲ νεφέλην τοῦ Πνεύματος. Πάντα δὲ φωτεινὰ καὶ ὑπέρλαμπρα τοῖς δεκτικοῖς φωτὸς, καὶ μὴ τὴν ψυχὴν τῷ ῥύπῳ μεμολυσμένοις τῆς συνειδήσεως. εʹ. Δεῦτε τοίνυν, καὶ ἡμεῖς τῶν μαθητῶν ζηλώσω μεν τὸ ὑπήκοον, καὶ καλοῦντι Χριστῷ προθύμως ἑψώμεθα, καὶ τῶν παθῶν τὸν ὄχλον ἐκτιναξώμεθα, καὶ Θεοῦ ζῶντος Υἱὸν ἀνεπαισχύντως ὁμολογήσωμεν, καὶ τῆς ἐπαγγελίας γεγονότες ἐπάξιοι, πρὸς τὸ ὄρος τῶν ἀρετῶν τὴν ἀγάπην ἀναφοιτήσωμεν, καὶ θεαταὶ τῆς δόξης, καὶ ἀκουσταὶ τῶν ἀποῤῥήτων γενώμεθα. Ὄντως γὰρ μακάριοι, ὡς ὁ Κύριος ἔφησεν, οἱ τῶν ὁρώντων ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα, ὅτι ἀκούουσιν, ἃ πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν καὶ ἀκοῦσαι, καὶ οὐκ ἔτυχον τῆς ἐφέσεως. Δεῦτε οὖν, τῶν θείων λογίων τὰς ῥήσεις ὡς ἐνὸν ἀναπτύξαντες παραθήσωμεν τράπεζαν τοῖς καλοῖς δαιτυμόσιν ἡμῖν, καὶ πρὸς τὰ θεῖα τὴν ἅπασαν ἀνατείνουσιν ὄρεξιν. Παραθήσωμεν τράπεζαν τῇ ἐφέσει κατάλληλον. Παραθήσωμεν τράπεζαν θείων λογίων τῇ τοῦ Πνεύματος κεκαρυκευμένην χάριτι, οὐ σοφίᾳ λόγων Ἑλληνικῶν ἐναβρυνομένην· ἐπεὶ μηδὲ λίαν τῆς τούτων μεμυήμεθα γνώσεως, ἀλλὰ τοῦ διδόντος
English
for it is identified with immaterial light in hypostasis, and from this it has become the sun of righteousness; and as snow, the garments are whitened—for they are glorified by covering, not by union, by relation, and no longer in hypostasis. A cloud of light overshadowed, depicting the radiance of the Spirit. For somewhere the divine Apostle said that the sea bears the image of water, and the cloud that of the Spirit. All things are luminous and superluminous to those receptive of light, and whose soul is not befouled by the filth of conscience. 5. Come then, let us also emulate the obedience of the disciples, and eagerly follow Christ when he calls, and shake off the crowd of passions, and unashamedly confess the living Son of God, and having become worthy of the promise, let us ascend the mountain of virtues in love, and become spectators of the glory and hearers of the mysteries. For truly blessed, as the Lord said, are the eyes of those who see, because they see, and the ears, because they hear, what many prophets and kings desired to see and hear, and did not attain their desire. Come then, let us unfold the sayings of the divine oracles as far as possible, and set a table for us, the good banqueters, who direct all desire toward the divine. Let us set a table suitable to the desire. Let us set a table of divine oracles seasoned with the grace of the Spirit, not exulting in the wisdom of Greek words—since we have not been initiated into the knowledge of these—but of the giver.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:8 · narrative
Source
γλῶσσαν τοῖς μογιλάλοις τρανὴν εἰς τὸ φθέγγεσθαι ἐπερειδομένην τῇ χάριτι. ϛʹ. Ἐν Καισαρείᾳ Φιλίππου (Πανεὰς αὕτη, ἥ ποτε ἐν πόλεσι ὑπερώνυμος, ἣ Φιλίππου Καίσαρος πόλις ὠνόμαστο· καὶ Δὰν ἐν τῇ Γραφῇ λεγομένη τῇ θείᾳ· Ἠρίθμησε γὰρ, φησὶν, ὁ Δαβὶδ τὸν λαὸν ἀπὸ Δὰν ἕως Βηρσαβέε· ἐν ταύτῃ σὺν τοῖς δούλοις ὁ Δεσπότης γενόμενος, τῆς αἱμόῤῥου τῶν αἱμάτων τὴν κρήνην ἐξήρανεν), ἐν ταύτῃ τὴν πρώτην τῶν οἰκείων μαθητῶν συναγείρας σύνοδον, καὶ ἐπί τινος πέτρας τὴν καθέδραν ἡ πέτρα τῆς ζωῆς σχεδιάσασα, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Οὐκ ἀγνοῶν τῶν ἀνθρώπων τὴν ἄγνοιαν, ὁ πάντα εἰδὼς, ἐπερώτησε, ἀλλὰ ταύτην τῷ τῆς γνώσεως φωτὶ διαλύσαι βουλόμενος, ὥσπερ τινὰ ζόφον τοῖς νοεροῖς ὀφθαλμοῖς ἐπικείμενον. Οἱ δὲ, τοὺς μὲν Ἰωάννην τὸν Βαπτιστὴν, ἄλλους δὲ Ἠλίαν, ἑτέρους δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν καταγγέλλειν ἔφασαν. Ἐπειδὴ γὰρ ἑώρων τὴν τοσαύτην τῶν θαυμάτων ἄβυσσον, ὡς εἷς εἴη τῶν πάλαι προφητῶν ὑπετόπαζον, ἐκ νεκρῶν ἐγηγερμένος, ἐντεῦθέν τε τῆς τοιαύτης ἠξίωτο χάριτος. Καὶ τοῦτο δῆλον· Ἤκουσε γὰρ, φησὶν, Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Οὗτος Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ταύτην τὴν ὑποψίαν διαλύσαι πειρώμενος, καὶ τὴν ἀληθῆ ὁμολογίαν, οἷόν τι δῶρον, δῶρον ἁπάντων ὑπερφερέστατον, τοῖς ἀγνοοῦσι χαρίσασθαι, τί δρᾷ, ᾧ πάντα δυνατὰ ἐν τῇ χειρὶ αὐτοῦ; Ὡς μὲν ἄνθρωπος τὴν πεῦσιν προβάλλεται·
English
a clear tongue to the speechless, resting upon grace. 6. In Caesarea Philippi (this is Paneas, once a city renowned among cities, which was called the city of Philip Caesar; and Dan, as it is called in divine Scripture: for it says, David numbered the people from Dan to Beersheba); in this place, the Master, being with his servants, dried up the fountain of the hemorrhaging woman's blood. In this place, having gathered the first council of his own disciples, and having set the seat of life upon a certain rock, the rock of life, he asked his disciples, saying: "Whom do men say that I, the Son of Man, am?" Not being ignorant of men's ignorance, the all-knowing one inquired, but wishing to dissolve this ignorance with the light of knowledge, as if some darkness lay upon their mental eyes. And they said that some proclaimed him to be John the Baptist, others Elijah, others Jeremiah, or one of the prophets. For since they saw such an abyss of miracles, they supposed that he was one of the prophets of old, raised from the dead, and hence deemed worthy of such grace. And this is clear: for it says, Herod the tetrarch heard the report of Jesus, and said to his servants: "This is John the Baptist; he has risen from the dead, and therefore the powers are active in him." Seeking to dissolve this suspicion, and to bestow the true confession, as a gift, the most surpassing gift of all, upon the ignorant, what does he do, to whom all things are possible in his hand? As a man, he puts forward the inquiry.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:9 · narrativehigh
Source
ὡς δὲ Θεὸς λαθραίως σοφίζει τὸν πρῶτον κληθέντα, καὶ πρῶτον ἀκολουθήσαντα, ὃν τῇ οἰκείᾳ προγνώσει προώρισε τῆς Ἐκκλησίας ἐπάξιον πρόεδρον. Τούτῳ ὡς Θεὸς ἐμπνεῖ, καὶ δι' αὐτοῦ φθέγγεται. Τίς δὲ ἡ πεῦσις; Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ὁ δὲ Πέτρος ἐμπύρῳ τῷ ζήλῳ καιόμενος, καὶ τῷ ἁγίῳ θεοφορούμενος Πνεύματι· Σὺ εἶ ὁ Χριστὸς, ἔφησεν, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὢ μακαρίου στόματος! ὢ πανολβίων χειλέων! ὢ θεοφόρου νοῦ, ἀξίου τῆς θείας μυήσεως! ὢ ὀργάνων, δι' ὧν Πατὴρ ἀπεφθέγγετο! Μακάριος ὄντως εἶ σὺ, Σίμων, υἱὲ Ἰωνᾶ (τοῦτο γὰρ ὁ ἀψευδὴς ἀπεφήνατο), ὅτι οὐ σὰρξ, οὐχ αἷμα, οὐκ ἀνθρωπίνη διάνοια, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος ταύτην θείαν τε καὶ ἀπόῤῥητον θεολογίαν σοι ἀπεκάλυψεν. Οὐδεὶς γὰρ τὸν Υἱὸν ἐπιγινώσκει, εἰ μὴ ὁ ὑπ' αὐτοῦ γινωσκόμενος μόνος, ὁ γεννήσας Πατὴρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐπιστάμενον. Αὕτη ἡ πίστις ἡ ἀκλινὴς καὶ ἀκλόνητος, ἐφ' ἣν ὡς πέτραν ἡ Ἐκκλησία ἐστήρικται, ἧς ἐπαξίως ἐπώνυμος γέγονας. Ταύτης ᾄδου πύλαι, αἱρετικῶν στόματα, δαιμόνων ὄργανα, καταδραμοῦνται μὲν, ἀλλ' οὐ κατισχύσουσι· καθοπλίσονται, ἀλλ' οὐκ ἐκπορθήσουσι. Βέλος νηπίων αἱ πληγαὶ αὐτῶν γεγόνασί τε καὶ ἔσονται. Ἀσθενήσουσιν αὐτῶν αἱ γλῶσσαι, καὶ ἐπ' αὐτοὺς ἔσονται. Καθ' ἑαυτοῦ γὰρ τεύχει κακὰ ὁ τῇ ἀληθείᾳ ἀντικαθιστάμενος. Ταύτην αὐτὸς μὲν οἰκείῳ ἐκτήσατο αἵματι, σοὶ δὲ ὡς πιστοτάτῳ ἐγχειρίζει θεράποντι. Ταύτην ἀκλόνητον, καὶ ἀκύμαντον σαῖς λιταῖς διαφύλαξον· ὅτι μὲν γὰρ οὐ περιτραπήσεται πώποτε, οὐ σεισθήσεται, οὐ πορθηθήσεται, ἀσφαλὴς ἡ πεποίθησις.
English
But as God, he secretly instructs the one first called and first to follow, whom he predestined by his own foreknowledge to be a worthy president of the Church. As God, he breathes into him, and speaks through him. And what is the question? "But you, what do you say I am?" And Peter, burning with fiery zeal and inspired by the Holy Spirit, said, "You are the Christ, the Son of the living God." O blessed mouth! O all-happy lips! O God-bearing mind, worthy of divine initiation! O instruments through which the Father spoke! Truly blessed are you, Simon, son of Jonah (for the truthful one declared this), because it is not flesh, not blood, not human thought, but my heavenly Father who revealed this divine and ineffable theology to you. For no one knows the Son except the one known by him alone, the Father who begot him, and the Holy Spirit, who also knows the depths of God. This is the unwavering and unshakable faith upon which, as upon a rock, the Church is founded, of which you have become the namesake worthily. Against this, the gates of Hades, the mouths of heretics, the instruments of demons will rush, but they will not prevail; they will arm themselves, but they will not destroy. Their blows have become and will be like the arrows of infants. Their tongues will grow weak, and they will turn against themselves. For he who opposes the truth fashions evil against himself. This faith he himself acquired with his own blood, and he entrusts it to you as his most faithful servant. Preserve it unshaken and untroubled by your prayers; for that it will never be overturned, never shaken, never destroyed—this is a sure confidence.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:10 · narrative
Source
Χριστὸς ἔφη, δι' οὗ οὐρανὸς ἐστερέωται γῆ δὲ ἥδρασται, καὶ μένει ἀκράδαντος. Τῷ γὰρ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, ἔφη τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ' αἰτοῦμεν πραϋνθῆναι τὸν κλυδῶνα, καταθραυσθῆναι τὸν τάραχον, καὶ εἰρήνην γαληνιαῖαν βραβευθῆναι ἡμῖν καὶ ἀκύματον. Τοῦτο Χριστὸν καθικέτευσον, τὸν ταύτης νυμφίον τὸν ἄχραντον, τὸν σὲ κλειδοῦχον τῆς βασιλείας τῶν οὐρανῶν χειροτονήσαντα, τὸν τὸ δεσμεῖν καὶ λύειν εὐθύνας σοι χαρισάμενον, ὃν θεηγόρῳ στόματι, ζῶντος Θεοῦ Υἱὸν ἀψευδῶς ἀνεκήρυξας. Ὢ θείων καὶ ἀποῤῥήτων πραγμάτων! Αὐτὸς ἑαυτὸν ἀνθρώπου Υἱὸν ἀνηγόρευσε, καὶ Θεοῦ Υἱὸν ὁ Πέτρος, ὁ ἐν τούτῳ δὲ λαλῶν μᾶλλον ἐκήρυξε. Θεὸς γάρ ἐστιν ὄντως καὶ ἄνθρωπος, οὐ Πέτρου, οὐ Παύλου, οὐ Ἰωσὴφ, οὐδέ τινος πατρὸς υἱὸς ἐχρημάτισεν, ἀλλ' ἀνθρώπου· οὐ γὰρ ἔσχε πατέρα ἐπὶ τῆς γῆς, ὁ μὴ ἐσχηκὼς μητέρα ἐν οὐρανοῖς. ζʹ. Ἔργῳ τοίνυν πιστωθῆναι τὸν λόγον βουλόμενος, καὶ εἰδὼς ὃ μέλλει δρᾷν, ἡ παντουργὸς τοῦ Θεοῦ σοφία καὶ δύναμις, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς γνώσεως ἀπόκρυφοι. Εἰσί τινες, ἔλεγε, τῶν ὧδε ἑστώτων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Εἰ μὲν οὖν, ὡς ἐφ' ἑνὸς ἔφησεν Ἔστι τις τῶν ὧδε ἑστώτων, ταυτὸ μηνύειν ὑπετοπήσαμεν, τῷ, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; περὶ Ἰωάννου τοῦ Θεολόγου εἰρημένῳ, ὡς θανάτου ἄγευστον διαμένειν, μέχρι τῆς Χριστοῦ παρουσίας· οὕτω γὰρ ἤδη τινὲς ἐκεῖνο τῶν λίαν σοφῶν ἐξελάβοντο.
English
Christ said, through whom the heaven is made firm and the earth is established and remains unshaken. For by the word of the Lord the heavens were made firm, said the Holy Spirit. But we ask that the storm be calmed, the disturbance be shattered, and that calm and waveless peace be awarded to us. Beseech Christ for this, the immaculate bridegroom of her, who ordained you as key-bearer of the kingdom of heaven, who granted you the authority to bind and loose, whom with a divinely inspired mouth you proclaimed without falsehood as the Son of the living God. O divine and ineffable things! He himself proclaimed himself the Son of Man, and Peter proclaimed him the Son of God, and the one speaking through him rather proclaimed this. For he is truly God and man; he was not the son of Peter, nor of Paul, nor of Joseph, nor of any father, but of man; for he had no father on earth, he who had no mother in heaven. 7. Wishing therefore to confirm the word by deed, and knowing what he was about to do, the all-working wisdom and power of God, in which all the treasures of knowledge are hidden. There are some, he said, among those standing here who will not taste death until they see the Son of Man coming in his kingdom. If, then, as he said concerning one, "There is one among those standing here," we supposed it to signify the same as the saying, "If I wish him to remain until I come," what is that to you?—spoken concerning John the Theologian, that he remains without tasting death until the coming of Christ; for thus some of the very wise have already interpreted that.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:11 · narrative
Source
Ἀλλ' ἐπεὶ πλείονας ὁ λόγος τοὺς ὀψομένους ἐμήνυσεν, οὐ μὴν ἀλλὰ καὶ τὸ ἔργον ἐπηκολούθησεν, οὐ δώσει χώραν τοῖς βουλομένοις ὧδε νοεῖν τοῦ λόγου τὴν ἔκδοσιν. Εἰσὶ τοίνυν τινὲς τῶν ὧδε ἑστώτων, φησί· τίνος ἕνεκεν, τινὲς, καὶ οὐχ ἅπαντες; ἐπὶ τὴν θέαν ταύτην ἐκλήθησαν; Οὐ πάντες μαθηταὶ καὶ ἀπόστολοι; οὐχὶ πάντες κληθέντες ὁμοίως ἐπηκολούθησαν; οὐ πάντες τοῦ ἴσου χαρίσματος τῶν ἰάσεων ἔτυχον; καὶ πῶς οὐ πάντες καὶ ταύτης τῆς ὑπὲρ θέαν κατηξιώθησαν ὄψεως; Οὐχ ὁ Δεσπότης ἀπροσωπόληπτος; Πάντες μὲν μαθηταὶ, ἀλλ' οὐ πάντες τῇ νόσῳ τῆς φιλαργυρίας τυφλώττοντες. Πάντες μαθηταὶ, ἀλλ' οὐ πάντες τῇ λήμῃ τῆς βασκανίας τὸ ὀξυδερκὲς ἀφῃρημένοι τοῦ ὄμματος. Πάντες μαθηταὶ, ἀλλ' οὐ πάντες προδόται. Πάντες ἀπόστολοι, ἀλλ' οὐ πάντες δι' ἀπογνώσεως βρόχῳ περιπειρόμενοι, καὶ κακῷ τὸ κακὸν διορθούμενοι. Πάντες φιλόχριστοι, εἷς δὲ φιλάργυρος· Ἰούδας οὗτος ὁ Ἰσκαριώτης, εἷς μόνος οὐκ ἄξιος ἦν τῆς θέας τῆς θεότητος. Ἀρθήτω γὰρ, φησὶν, ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Μόνος μὲν οὖν τῶν λοιπῶν ἀφιέμενος, ὅ τε φθονερός τε καὶ βάσκανος, εἰς πλείονα μανίαν ἐξεπυρεύετο. Ἔδει δὲ πάντας τῆς δόξης ἐπόπτας γενέσθαι, τοὺς θεατὰς τῶν παθημάτων ἐσομένους εἰς ὕστερον. Ἐντεῦθεν τοὺς κορυφαίους τῶν ἀποστόλων προσλαμβάνεται μάρτυρας τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος· τρεῖς δὲ τὸν ἀριθμὸν, τῆς Τριάδος τὸ σεπτὸν ὑπεμφαίνων μυστήριον· καὶ ἐπὶ δύο ἢ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται. Οὕτως ἀποκλείει μὲν τῷ προδότῃ τὰ τῆς προδοσίας ἐγκλήματα. Ἀποκαλύπτει δὲ τοῖς ἀποστόλοις τὴν οἰκείαν θεότητα.
English
But since the word indicated that more would see, and indeed the deed followed, it will not give room to those who wish to understand the word's publication here. There are, then, some of those standing here, he says; why were some, and not all, called to this spectacle? Are not all disciples and apostles? Did not all follow when called equally? Did not all receive the equal gift of healings? And how were not all deemed worthy of this vision beyond sight? Is the Master not impartial? All are disciples, but not all are blinded by the disease of avarice. All are disciples, but not all have had the keenness of their eye taken away by the rheum of envy. All are disciples, but not all are traitors. All are apostles, but not all are pierced by a noose of despair, correcting evil with evil. All are lovers of Christ, but one is a lover of money; this is Judas Iscariot, the only one unworthy of the vision of the divinity. For let the impious be removed, he says, that he may not see the glory of the Lord. Alone, then, left behind by the rest, both the envious and the spiteful were inflamed into greater madness. But it was necessary that all become spectators of the glory, those who would later be witnesses of the sufferings. From this, he takes the foremost of the apostles as witnesses of his own glory and brightness; three in number, subtly indicating the venerable mystery of the Trinity; and on two or three witnesses every word will be established. Thus he closes off the charges of betrayal to the traitor. And he reveals his own divinity to the apostles.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:12 · narrativehigh
Source
Τὸν γὰρ Ἀνδρέαν ὁρῶν σὺν τοῖς λοιποῖς οὗτος κάτω μείναντα, οὐκ εἶχεν εἰπεῖν ἀπολογίας προσχήματι, τῷ μὴ τυχεῖν τῆς θέας, πρὸς τὴν ἀπεμπολὴν τοῦ Δεσπότου ἐνάγεσθαι. Τούτου χάριν Ἀνδρέας κάτω μεμένηκε, καὶ πᾶς ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς, τῷ τόπῳ μὲν σωματικῶς διιστάμενοι, τῷ δεσμῷ δὲ τῆς ἀγάπης ἑνούμενοι, κάτω μὲν τῷ σώματι διατρίβοντες, ἄνω δὲ τῷ πόθῳ τῷ διδασκάλῳ ἑπόμενοι, καὶ τοῖς τῆς ψυχῆς κινήμασι. ηʹ. Καὶ μεθ' ἡμέρας μὲν ἓξ, Ματθαῖος καὶ Μάρκος οἱ θεῖοι εὐαγγελισταὶ γράφουσι· Λουκᾶς δὲ δὴ ὁ σοφώτατος· Ἐγένετο μετὰ τοὺς λόγους τούτους ὡς ἡμέραι ὀκτώ. Κυρίως καὶ ἀληθῶς ὀκτὼ, καὶ ἓξ ἡμέραι πρὸς τῶν τῆς ἀληθείας κηρύκων ἀναγορεύονται. Οὐ διαφωνία γὰρ τὸ λεγόμενον, συμφωνία δὲ τοῦ αὐτοῦ ἐκφερομένη πνεύματος. Οὐ γὰρ αὐτοί εἰσιν οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν αὐτοῖς. Ὅταν γὰρ ἔλθῃ, φησὶν, ὁ Παράκλητος, αὐτὸς διδάξει ὑμᾶς, καὶ ὑπομνήσει ὑμᾶς πάντα. Οἱ μὲν οὖν, μεθ' ἡμέρας ἓξ, φήσαντες, τὰς ἄκρας ὑπεξελόμενοι, τὴν πρώτην λέγω καὶ τελευταῖαν, τὰς μέσας ἠρίθμησαν· ὁ δὲ ἡμέρας ἀριθμῶν ὀκτὼ, ταύτας κἀκείνας ἀριθμίους πεποίηκεν. Οὕτως γὰρ κἀκείνως ἀριθμεῖν τοῖς ἀνθρώποις εἴθισται. Καὶ ἓξ μὲν ὡς πρῶτος καὶ τέλειος ἀριθμὸς παραλαμβάνεται. Ἐκ γὰρ τῶν οἰκείων μερῶν οὗτος ἀπαρτίζεται. Τούτου γὰρ τρία τὸ ἥμισυ, δύο τὸ τρίτον, καὶ τὸ
English
For seeing Andrew remaining below with the rest, he could not, under the pretext of an excuse—that he had not obtained the vision—be induced to betray the Master. For this reason Andrew remained below, and the entire remaining chorus of the apostles, while physically separated in place, were united by the bond of love, dwelling below in body but following the teacher above in desire and in the movements of the soul. 8. And after six days, the divine evangelists Matthew and Mark write; but Luke, the most wise, says: It happened after these words, about eight days. Both eight and six days are proclaimed by the heralds of truth in a proper and true sense. For what is said is not a discrepancy, but a harmony expressed by the same Spirit. For it is not they themselves who speak, but the Spirit of God speaking in them. For when the Paraclete comes, he says, he himself will teach you and remind you of everything. Those, then, who said "after six days," having excluded the extremes—I mean the first and the last—counted the middle ones; but he who numbers the days as eight has made both these and those countable. For it is customary for men to count both in this way and in that. And six is taken as both a first and a perfect number. For it is completed from its own parts: for of this, three is the half, two the third, and the
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:13 · narrative
Source
ἕκτον ἓν, ἃ συναγόμενα, τέλειον αὐτὸν συμπεραίνουσιν. Ἐντεῦθεν τὸν ἓξ ἀριθμὸν, οἱ περὶ ταῦτα δεινοὶ, τέλειον κατωνόμασαν. Ἀλλὰ καὶ ἐν ἓξ ἡμέραις τῶν ὁρωμένων ἁπάντων τὸ σύστημα λόγῳ Θεὸς κατειργάσατο. Τελείους δὲ εἶναι τοὺς τὴν θείαν δόξαν εἰκὸς κατοπτεύσαντας, τὴν πάντων ἐπέκεινα, τὴν μόνην ὑπερτελῆ καὶ προτέλειον. Γίνεσθε γὰρ, φησὶ, τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Ὀκτὼ δέ· καὶ γὰρ αἰῶνος φέρει τύπον τοῦ μέλλοντος. Ἑπτὰ γὰρ αἰῶσιν ὁ παρὼν συμπεραίνεται βίος. Ὀγδόῃ δὲ, ἡ μέλλουσα βιοτὴ ἀνηγόρευται, ὡς ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἔφησε, τὸ Σολομώντειον ῥητὸν ἐξηγούμενος, δοῦναι μερίδα τοῖς ἑπτὰ, τῷ παρόντι βίῳ φάσκων, καί γε τοῖς ὀκτὼ, τῷ μέλλοντι. Ἔδει δὲ ἐν τῇ ὀγδόῃ τὰ τῆς ὀγδόης τοῖς τελείοις ἀποκαλύπτεσθαι. Ὡς γὰρ ὁ θεῖος ὄντως καὶ θεηγόρος Διονύσιος ἔλεξεν, οὕτως ὁ Δεσπότης ὀφθήσεται τοῖς τελείοις θεράπουσιν αὐτοῦ, ὃν τρόπον ἐν τῷ ὄρει Θαβὼρ τοῖς ἀποστόλοις τεθέαται Ἔχεις τῶν ἡμερῶν τὴν ἀρίθμησιν. θʹ. Ἀλλὰ τί Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννηνπαρείληφε; Πέτρον, τὴν μαρτυρίαν, ἣν ἀληθῶς μεμαρτύρηκεν, ἐκ Πατρὸς μεμαρτυρημένην δεικνύναι βουλόμενος, πιστούμενός τε τὴν οἰκείαν ἀπόφασιν, ὡς ὁ πατὴρ ὁ οὐράνιος ταύτην αὐτῷ τὴν μαρτυρίαν ἀπεκάλυψε, καὶ ὡς πρόεδρον, καὶ πάσης τῆς Ἐκκλησίας δεξόμενον τὰ πηδάλια· Ἰάκωβον, ὡς πρὸ πάντων τῶν μαθητῶν ὑπὲρ Χριστοῦ τεθνηξόμενον, καὶ αὐτοῦ πιόμενον τὸ ποτήριον, καὶ τὸ ὑπὲρ αὐτοῦ βαπτισθησόμενον βάπτισμα.
English
Six is a number which, when its parts are added together, completes it perfectly. Hence those skilled in such matters have called the number six perfect. And in six days God by his word fashioned the system of all visible things. It is fitting that those who have beheld the divine glory—which is beyond all things, the only super-perfect and pre-perfect—are perfect. For he says, "Become perfect, as your heavenly Father is perfect." And eight: for it bears the type of the future age. For the present life is completed in seven ages, and the eighth has been proclaimed as the future life, as the great Gregory the Theologian said, interpreting the saying of Solomon, "Give a portion to the seven," speaking of the present life, "and also to the eight," of the future. And it was necessary that in the eighth the things of the eighth be revealed to the perfect. For as the truly divine and God-inspired Dionysius said, the Master will appear to his perfect servants in the same manner as he was seen on Mount Tabor by the apostles. You have the numbering of the days. Nine. But why did he take Peter, James, and John? Peter, because he wished to show that the testimony which he truly bore was testified by the Father, and to confirm his own declaration, that the heavenly Father revealed this testimony to him, and that he was to be the president and to receive the helm of the whole Church; James, as the one who would die for Christ before all the disciples, and would drink his cup, and receive the baptism for his sake.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:14 · narrative
Source
Ἰωάννην, ὡς θεολογίας παρθένον καὶ καθαρώτατον ὄργανον, ὅπως τὴν ἄχρονον δόξαν τοῦ Θεοῦ Υἱοῦ θεασάμενος, τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, βροντήσειεν· ὅθεν καὶ βροντῆς υἱὸς προηγόρευται. ιʹ. Τί δὲ εἰς ὄρος ὑψηλὸν ἀνάγει τοὺς μαθητάς· Ὄρη τροπικῶς τὰς ἀρετὰς ἡ θεία κατονομάζει Γραφή. Πασῶν δὲ τῶν ἀρετῶν κολοφῶν καὶ ἀκρόπολις ἡ ἀγάπη καθέστηκεν. Ἐν ταύτῃ γὰρ ἡ τελειότης ὁρίζεται. Εἰ γάρ τις ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῇ καὶ τῶν ἀγγέλων· κἂν ἔχῃ πίστιν, ὥστε ὄρη μεθιστάνειν, καὶ πάσαν τὴν γνῶσιν, καὶ εἴδῃ πάντα τὰ μυστήρια, καὶ παραδῷ τὸ σῶμα ἵνα καυθήσηται, ἀγάπην δὲ μὴ ἔχῃ, χαλκὸς ἠχῶν γέγονεν, ἢ κύμβαλον ἀλαλάζον ἄναρθρα, καὶ εἰς οὐδὲν λογισθήσεται. Δεῖ τοίνυν τὰ τοῦ χοὸς τῷ χοῒ καταλιπόντας καὶ ὑπεραναβεβηκότας τὸ σῶμα τῆς ταπεινώσεως, καὶ πρὸς τὴν ὑψηλοτάτην καὶ θείαν τῆς ἀγάπης ἀναχθέντας περιοπὴν, οὕτω θεωρεῖν τὰ ἀθέατα. Ὁ γὰρ ἐν τῷ ἄκρῳ τῆς ἀγάπης γενόμενος, τρόπον τινὰ ἑαυτοῦ ἐξιστάμενος, κατανοεῖ τὸν ἀόρατον, καὶ τὸν ἐπιπροσθοῦντα ζόφον τοῦ σωματικοῦ νέφους ὑπεριπτάμενος, καὶ ἐν τῇ τῆς ψυχῆς αἰθρίᾳ γενόμενος, ἐνατενίζει τῷ ἡλίῳ τῆς δικαιοσύνης τρανότερον, εἰ καὶ μὴ πάντη τῆς θέας ἐμφορηθῆναι δεδύνηται. Κατ' ἰδίαν καὶ προσεύξασθαι. Μήτηρ γὰρ τῆς προσευχῆς ἡ ἡσυχία, προσευχὴ δὲ, θείας δόξης ἐμφάνεια. Ὅτε γὰρ τὰς αἰσθήσεις μύσωμεν, καὶ ἑαυτοῖς καὶ Θεῷ συγγενώμεθα, καὶ τῆς ἔξωθεν τῆς τοῦ κόσμου περιφορὰς ἐλευθερωθέντες, ἐντὸς ἑαυτῶν γενώμεθα, τότε τρανῶς ἐν ἑαυτοῖς τοῦ Θεοῦ τὴν βασιλείαν ὀψόμεθα.
English
John, as a virgin of theology and a most pure instrument, so that having beheld the timeless glory of the Son of God, he might thunder, "In the beginning was the Word, and the Word was with God, and the Word was God"; whence he is also called Son of Thunder. 10. Why does he lead the disciples up a high mountain? The divine Scripture figuratively calls the virtues mountains. And the summit and acropolis of all virtues is love. For in this perfection is defined. For if one speaks with the tongues of men and of angels, and has faith so as to move mountains, and all knowledge, and knows all mysteries, and delivers the body to be burned, but does not have love, he has become a resounding brass or a clashing cymbal of inarticulate sounds, and will be accounted as nothing. Therefore, leaving behind the things of dust to dust and having risen above the body of humility, and having been led up to the highest and divine lookout of love, we must thus behold the unseeable. For he who has come to the peak of love, in a way standing outside himself, perceives the invisible, and flying above the obstructing darkness of the bodily cloud, and coming into the clear air of the soul, gazes more distinctly at the sun of righteousness, even if he is not able to be fully filled with the sight. And to pray in private. For stillness is the mother of prayer, and prayer is the manifestation of divine glory. For when we close the senses and commune with ourselves and with God, and freed from the external revolution of the world, come within ourselves, then we shall clearly see within ourselves the kingdom of God.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:15 · narrative
Source
Ἡ βασιλεία γὰρ τῶν οὐρανῶν, ἥ τίς ἐστι τοῦ Θεοῦ βασιλεία, ἐντὸς ὑμῶν ἐστιν, Ἰησοῦς ὁ Θεὸς ἡμῶν ἀπεφθέγξατο. Ἄλλως μὲν οὖν οἱ δοῦλοι, καὶ ἑτέρως ὁ Δεσπότης προσηύχετο. Δοῦλοι μὲν γὰρ φόβῳ καὶ πόθῳ δι' αἰτήσεως τῷ Δεσπότῃ προσίασι, καὶ τῆς πρὸς Θεὸν ἐκδημίας τε καὶ ἑνώσεως ἡ προσευχὴ τῷ νῷ γίνεται πρόξενος, τρέφουσα τοῦτον δι' ἑαυτῆς καὶ ῥωννύουσα. Ὁ δέ γε καθ' ὑπόστασιν ἡνωμένος τῷ Θεῷ Λόγῳ ἅγιος νοῦς, πῶς προσεύξεται; πῶς δὲ Δεσπότης παραστήσεται δεόμενος; Ἢ δῆλον, ὡς τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον, καὶ παιδαγωγῶν ἡμᾶς, καὶ ὁδοποιῶν πρὸς τὴν διὰ προσευχῆς πρὸς Θεὸν ἀνάβασιν, καὶ διδάσκων, ὡς τῆς θείας δόξης ἡ προσευχὴ καθίσταται πρόξενος, καὶ δεικνὺς ὡς οὐκ ἔστιν ἀντίθεος, καὶ ὡς ἀρχὴν καὶ αἰτίαν ἑαυτοῦ τιμῶν τὸν γεννήτορα, καὶ παραχωρῶν τῇ σαρκὶ διὰ τῆς οἰκείας ἰέναι φύσεως, ἵνα δι' ἑαυτῆς καὶ νευρωθῇ, καὶ παιδευθῇ, καὶ ἐν μυήσει καὶ ἕξει τῶν κρειττόνων γένηται. Οὐ μὴν ἀλλὰ καὶ δελεάζων τὸν τύραννον ἐπιμελῶς τηροῦντα, εἰ Θεὸς εἴη. Τοῦτο γὰρ ἡ τῶν θαυμάτων ἐκήρυττε δύναμις. Διὰ τοῦτο πανταχοῦ τοῖς θείοις τὰ ἀνθρώπινα μίγνυσιν, ὥσπερ τινὶ βρώματι ὑποκρύπτων τὸ ἄγκιστρον. Οὕτω γὰρ ὁ θεότητος ἐλπίδι δελεάσας τὸν ἄνθρωπον, σαρκὸς προσλήμματι εἰκότως δελεασθήσεται. Μετ' εὐχῆς γὰρ ὁρῶν ἐξαστράπτοντα, καὶ Μωϋσέως ἀνεμνήσθη δεδοξασμένου τὸ πρόσωπον. Ἀλλὰ Μωϋσῆς μὲν ἔξωθεν τῆς δόξης προσγινομένης δεδόξασται, ὁ δὲ Κύριος Ἰησοῦς οὐκ ἐπίκτητον ἔσχε τὸ τῆς δόξης ὡράϊσμα, ἀλλ' ἐκ τῆς ἐμφύτου τῆς θείας δόξης λαμπρότητος. ιαʹ.
English
For the kingdom of heaven, which is the kingdom of God, is within you," our God Jesus declared. Now slaves pray in one way, and the Master in another. For slaves approach the Master with fear and longing through petition, and prayer becomes the mediator of departure to and union with God for the mind, nourishing and strengthening it through itself. But the holy mind, hypostatically united to the God Word, how will it pray? And how will the Master present himself as a supplicant? Is it not clear that he appropriates our person, and guides us, and paves the way for the ascent to God through prayer, and teaches that prayer becomes the mediator of divine glory, and shows that he is not opposed to God, and honors the begetter as his own beginning and cause, and yields to the flesh to go through its own nature, so that through itself it may be strengthened, and educated, and come into initiation and habit of better things? Moreover, he also entices the tyrant who carefully watches whether he is God. For the power of the miracles proclaimed this. For this reason he everywhere mixes the human with the divine, like hiding the hook in some food. For just as he who enticed man with the hope of divinity will be fittingly enticed by the assumption of flesh. For seeing him flashing with prayer, he also remembered Moses, whose face was glorified. But Moses was glorified by glory coming from outside, while the Lord Jesus did not have the adornment of glory as something acquired, but from the innate radiance of divine glory. 11.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:16 · narrative
Source
Ἀλλὰ τίς ἡ ἐπίκλησις, ὁ προφήτης Δαβὶδ διδασκέτω σε, οὕτω σαφῶς προσφθεγγόμενος· Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Πατὴρ μὲν ὡς Θεοῦ καὶ Υἱοῦ πρὸ αἰώνων, καὶ τῆς οὐσίας ἐκλάμψαντος τοῦ γεννήτορος· Θεὸς δὲ καὶ ἀντιλήπτωρ τῆς σωτηρίας, ὡς σαρκωθέντος, καὶ τὴν ἡμετέραν ἐν ἑαυτῷ φύσιν ἀνακαινίζοντος, καὶ πρὸς τὸ ἀρχαῖον κάλλος ἀναβιβάζοντος τῆς εἰκόνος, καὶ τὸ κοινὸν φέροντος ἐν ἑαυτῷ τῆς ἀνθρωπότητος πρόσωπον. Διὸ καὶ ἐπήγαγε· Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν. Πρωτότοκος γὰρ ἐν πολλοῖς ἀδελφοῖς ἐχρημάτισεν, ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς σαρκός τε καὶ αἵματος. Ὡς Θεὸς μὲν Λόγος· Υἱὸς ἀεὶ ὢν, οὐκ ἐγένετο ὕστερον· ὡς ἄνθρωπος δὲ, καὶ ὕστερον γεγονέναι λέγεται, ἵνα μείνῃ ἄτρεπτον ἐν ἑαυτῷ τὸ τῆς υἱότητος ἴδιον. Αὐτὸς γὰρ σὰρξ γενόμενος, τῆς σαρκὸς Υἱοῦ Θεοῦ γενομένης ἐξ ἄκρας ὑπάρξεως διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν, αὐτὸς τοῦτο γεγενῆσθαι λέγεται, ὢν μὲν θεϊκῶς, γενόμενος ὡς ἄνθρωπος. ιβʹ. Ἐν ὄρει τοίνυν Θαβὼρ τοὺς ἐν ὕψει τῶν ἀρετῶν διαπρέποντας παραλαβὼν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Ἔμπροσθεν τῶν μαθητῶν μεταμορφοῦται, ὁ ἀεὶ ὡσαύτως δεδοξασμένος καὶ λάμπων τῇ ἀστραπῇ τῆς θεότητος. Ἀνάρχως μὲν γὰρ ἐκ Πατρὸς γεννηθεὶς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, οὐχ ὕστερον τὸ εἶναι, οὐδ' αὖ τὴν δόξαν προσλαμβανόμενος. Ἐκ Πατρὸς μὲν γὰρ, ἀλλ' ἀνάρχως καὶ ἀχρόνως ἐστὶ, τὴν οἰκείαν κεκτημένος τῆς δόξης τὴν λαμπρότητα· καὶ σαρκωθεὶς ὁ αὐτός ἐστιν, ἐν τῷ αὐτῷ μένων τῆς θείας φανότητος.
English
But what is the invocation? Let the prophet David teach you, addressing him so clearly: "He will call upon me: You are my Father, my God, and the supporter of my salvation." Father, as of God and Son before the ages, and of the offspring shining forth from the essence of the begetter; God and supporter of salvation, as having become incarnate, and renewing our nature in himself, and raising it to the ancient beauty of the image, and bearing in himself the common person of humanity. Therefore he also added: "And I will set him as firstborn." For he became firstborn among many brothers, having partaken of flesh and blood similarly to us. As God, he is Word; being always Son, he did not become so later; but as man, he is said to have become so later, so that the property of sonship might remain unchangeable in him. For he himself, having become flesh, with the flesh having become Son of God from the very beginning through the hypostatic union, he himself is said to have become this, being divinely, and having become as man. 12. On Mount Tabor, then, having taken with him those who excel in the height of virtues, he was transfigured before them. He is transfigured before the disciples, he who is always equally glorified and shining with the lightning of divinity. For, having been born from the Father without beginning, he possesses the natural ray of divinity without beginning, not acquiring being later, nor glory later. For he is from the Father, but without beginning and timelessly, possessing his own brightness of glory; and having become incarnate, he is the same, remaining in the same divine radiance.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:17 · narrative
Source
Καὶ δοξάζεται μὲν ἡ σὰρξ ἅμα τῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγῇ, καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος λέγεται. Εἷς γάρ ἐστι τοῦτο κἀκεῖνο Χριστὸς, τῷ Πατρὶ ὁμοούσιος, καὶ ἡμῖν συμφυὴς καὶ ὁμόφυλος. Εἰ καὶ τοίνυν οὐδέποτε τὸ σῶμα τὸ ἅγιον ἀμέτοχον τῆς θείας δόξης ὑφέστηκεν, ἀλλ' ἐξ ἄκρας ἑνώσεως τῆς καθ' ὑπόστασιν τὴν δόξαν τῆς ἀοράτου θεότητος τελείως πεπλούτηκεν, ὡς μίαν καὶ τὴν αὐτὴν εἶναι δόξαν τοῦ Λόγου καὶ τῆς σαρκὸς, ἀλλ' ἀφανὴς ἡ δόξα ὑπάρχουσα τῷ φαινομένῳ σώματι, τοῖς μὴ χωροῦσι τὰ καὶ ἀγγέλοις ἀθέατα, τῆς σαρκὸς δεσμίοις ἀόρατος ἐχρημάτιζε. Μεταμορφοῦται τοίνυν, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, ἀλλ' ὃπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τὰ ὄμματα, καὶ ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας. Καὶ τοῦτό ἐστι τὸ, Μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Μένων γὰρ αὐτὸς ἐν ταυτότητι, παρ' ὃ τὸ πρὶν ἐφαίνετο, ἕτερον νῦν τοῖς μαθηταῖς ἑωρᾶτο φαινόμενος. ιγʹ. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τοῦ τὸν ἥλιον ἐξουσίᾳ πολλῇ δᾳδουχήσαντος· τοῦ τὸ φῶς τὸ πρὸ ἡλίου κτίσαντος, καὶ φωστῆρα τὸν ἥλιον φωτὸς δοχεῖον τεκτῃναμένου μετέπειτα. Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινὸν, τὸ ἐξ ἀληθινοῦ καὶ ἀΰλου φωτὸς ἀϊδίως γεννώμενον, ὁ ἐκ Πατρὸς ἐνυπόστατος Λόγος, τὸ τῆς δόξης ἀπαύγασμα, ὁ φυσικὸς χαρακτὴρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστάσεως τούτου τὸ
English
And the flesh is glorified together with its production from non-being into being, and the glory of the divinity and the glory of the body are spoken of as one. For this and that are one Christ, consubstantial with the Father, and of the same nature and kindred with us. Therefore, even if the holy body has never subsisted without a share of the divine glory, but from the extreme union according to hypostasis has fully acquired the glory of the invisible divinity, so that the glory of the Word and of the flesh is one and the same, yet the glory, being invisible to the visible body, was unseen by those who are prisoners of the flesh and cannot perceive even what is invisible to angels. He is transfigured, then, not by taking on what he was not, but by revealing what he was to his own disciples, opening their eyes and making them see from being blind. And this is what is meant by, "He was transfigured before them." For while remaining the same in identity, he now appeared to the disciples as other than what he previously seemed. 17. And his face shone like the sun, he who with great authority kindled the sun; he who created the light before the sun, and later fashioned the sun as a luminary, a receptacle of light. For he himself is the true light, eternally begotten from true and immaterial light, the Word hypostatic from the Father, the radiance of glory, the natural character of the hypostasis of God and Father, of this
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:18 · narrative
Source
πρόσωπον ἔλαμψε. Τί φῆς, ὦ εὐαγγελιστά; τί συγκρίνεις τὰ ὄντως ἀσύγκριτα; τί παρατιθεῖς καὶ παραβάλλεις τὰ ὄντως ἀπαράβλητα; Ὁ Δεσπότης ὡς οἰκέτης ἔλαμψε; Τὸ ἀφόρητον καὶ ἀπρόσιτον φῶς, ὡς οὗτος ὁ ὑπὸ πάντων ἐξήστραψε καθορώμενος ἥλιος; Ἀλλ' οὐ παραβάλλω, φησὶν, οὐδὲ συγκρίνω τὸ μόνον μονογενὲς, καὶ μηδενὶ εἰκαζόμενον τῆς θείας δόξης τὸ ἀπαύγασμα, ἀλλὰ σαρκὸς δεσμίοις φθεγγόμενος, τῶν σωμάτων ὅ τι κάλλιστόν ἐστι καὶ λαμπρότατον, πρὸς παράδειγμα φέρω, οὐ πάντως ὁμοιότατον· ἀμήχανον γὰρ ἀπαραλείπτως ἐν τῇ κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι· ἀλλ' ὥσπερ ὁ ἥλιος εἷς μέν ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτὸς ὃ γεγένηται πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος, δι' ὅλου δὲ τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται, καὶ τοῦ σώματος ἐφ' ἑαυτοῦ μένοντος τὸ φῶς πάσης τῆς γῆς ἐφαπλοῦται τοῖς πέρασιν, οὕτω καὶ ὁ Χριστὸς, φῶς ἐκ φωτὸς ἄναρχον ὢν καὶ ἀπρόσιτον, ἐν χρονικῷ καὶ κτιστῷ γενόμενος σώματι, εἷς ἐστιν ἥλιος δικαιοσύνης, εἷς Χριστὸς, ἐν δύο ἀδιαιρέτως ταῖς φύσεσι γνωριζόμενος. Ἔστι μὲν οὖν τὸ μὲν σῶμα τὸ ἅγιον περιγραπτόν. Οὐ γὰρ ἐν Θαβὼρ ἱστάμενον, ἔξω τοῦ ὄρους ἐφικνεῖτο· ἡ δὲ θεότης ἀχώρητος, ἐν πᾶσιν οὖσα, καὶ πάντων ἐπέκεινα. Καὶ τὸ σῶμα λάμπει ὡς ὁ ἥλιος· τοῦ γὰρ σώματος τοῦ φωτὸς ἡ ἔκλαμψις γέγονε. Κοινὰ γὰρ πάντα τῆς ἑνὸς σεσαρκωμένου Θεοῦ Λόγου γεγένηται, τά τε τῆς σαρκὸς καὶ τῆς ἀπεριγράπτου θεότητος· ἕτερον δὲ τὸ ἐξ οὗ κοινὰ τὰ τῆς δόξης αὐχήματα, καὶ ἕτερον ἐξ οὗ κοινὰ τὰ πάθη γνωρίζεται.
English
The face shone. What are you saying, O Evangelist? Why do you compare things that are truly incomparable? Why do you set side by side and juxtapose things that are truly beyond comparison? Did the Master shine as a servant? The unbearable and unapproachable light, as this sun that is seen flashing forth by all? But I am not comparing, he says, nor am I likening the only-begotten and in no way to be likened radiance of the divine glory, but speaking to those bound by flesh, I bring as an example whatever is most beautiful and brightest among bodies, not entirely similar; for it is impossible for the uncreated to be imaged without omission in creation; but just as the sun is one, yet has two substances, that of the light which is prior, and that of the body which is posterior to creation, and the light is indivisibly united throughout the whole body, and while the body remains in itself, the light extends to all the ends of the earth, so also Christ, being unoriginate and unapproachable light from light, having come to be in a temporal and created body, is one sun of righteousness, one Christ, known indivisibly in two natures. Now the holy body is circumscribed. For it did not, while standing on Tabor, reach beyond the mountain; but the divinity is uncontained, being in all things and beyond all things. And the body shines like the sun; for the radiance of the light has become that of the body. For all things have become common to the one incarnate God the Word, both those of the flesh and of the uncircumscribed divinity; but it is one thing from which the common glories of glory derive, and another from which the common sufferings are known.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:19 · narrative
Source
Ἐκνικᾷ δὲ τὸ θεῖον, καὶ μεταδίδωσι τῆς οἰκείας λαμπρότητος καὶ δόξης τῷ σώματι, αὐτὸ καὶ ἐν πάθεσι πάθους μένον ἀμέτοχον. Οὕτως ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· οὐχ ὅτι μὴ τοῦ ἡλίου ὑπῆρχε λαμπρότερον, ἀλλ' ὅσον ἐχώρουν καθορᾷν οἱ βλέποντες. Πῶς γὰρ, εἰ πᾶσαν ὑπέδειξεν τὴν τῆς δόξης φανότητα, οὐκ ἂν κατεφλέχθησαν; Ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος. Ὅπερ γὰρ ἐν αἰσθητοῖς ἥλιος, τοῦτο ἐν νοητοῖς Θεός. Τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς. Ὥσπερ ἕτερον μὲν ὁ ἥλιος· πηγὴ γάρ ἐστι φωτὸς, καθορᾶσθαι τρανῶς μὴ δυνάμενος· ἕτερον δὲ τὸ φῶς τὸ ἐξ αὐτοῦ πρὸς γῆν ἀφικνούμενον· ὁρᾶται γὰρ καὶ προσβλέπεται Θεοῦ σοφίας καὶ φιλανθρωπίας ἐνεργείᾳ, ὡς ἂν μὴ παντελῶς ἀμέτοχοι τῶν καλῶν κατασταίημεν· οὕτω τὸ μὲν πρόσωπον λάμπει τρανότατον ὡς ὁ ἥλιος, ὡς δὲ φῶς λευκαίνεται τὰ ἱμάτια, μεταδόσει τοῦ θείου φωτὸς ἀγλαϊζόμενα. ιδʹ. Τούτων οὕτως τελουμένων, ὡς ἂν δειχθείη παλαιᾶς, καὶ καινῆς διαθήκης Κύριος, καὶ τῶν αἱρετικῶν ὧνπερ τάφος ἀνεῳγμένος οἱ λάρυγγες, ἐμφραχθείη τὰ στόματα, καὶ πιστευθείη νεκρῶν ἀναβίωσις, ζώντων δὲ καὶ νεκρῶν πιστευθείη Δεσπότης ὁ πρὸς Πατρὸς μαρτυρούμενος, Μωσῆς καὶ Ἠλίας ὡς δοῦλοι Δεσπότῃ ἐν δόξῃ παρίστανται, καὶ τούτῳ συλλαλοῦντες τοῖς συνδούλοις ὀπτάνονται. Ἔδει γὰρ αὐτοὺς τῶν ὁμοδούλων μὲν, Θεοῦ δὲ θεραπόντων τὴν δόξαν καὶ παῤῥησίαν ἑωρακότας, ἐκπλαγῆναι μὲν τὴν τοῦ Δεσπότου φιλάνθρωπον συγκατάβασιν, ζηλῶσαι δὲ πλέον, καὶ νευρωθῆναι πρὸς τοὺς ἀγῶνας. Ὁ γὰρ τῶν πόνων τὰς ἐπικαρπίας εἰδὼς, ῥᾷστα ἂν τῶν ἀγώνων κατατολμήσειεν.
English
The divine element prevails, and imparts its own radiance and glory to the body, while the body itself remains untouched by passion even in the midst of passions. Thus his face shone like the sun; not that it was not brighter than the sun, but as far as the beholders could bear to look. For if he had displayed the full brilliance of his glory, would they not have been consumed? His face shone like the sun. For what the sun is among perceptible things, that God is among intelligible things. And his garments became white as light. Just as the sun is one thing—for it is a source of light, unable to be clearly seen—and the light that reaches the earth from it is another, for it is seen and beheld by the operation of God’s wisdom and love for humanity, so that we might not be entirely deprived of good things; thus the face shines most clearly like the sun, while the garments are whitened like light, being adorned by the transmission of the divine light. 14. While these things were thus taking place, so that he might be shown as Lord of the Old and New Covenants, and the mouths of the heretics, whose throats are like an open grave, might be stopped, and the resurrection of the dead might be believed, and he might be believed as Master of the living and the dead, who is witnessed by the Father, Moses and Elijah stand as servants before the Master in glory, and appear conversing with him to their fellow servants. For it was necessary that they, having seen the glory and confidence of their fellow servants, who are servants of God, should be amazed at the Master’s philanthropic condescension, and be more zealous and strengthened for their struggles. For he who knows the fruits of his labors would most readily dare to undertake the struggles.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:20 · narrativehigh
Source
Ἡ γὰρ τοῦ κέρδους ἐπιθυμία ἐνάγειν οἶδε πρὸς ἀφειδίαν τοῦ σώματος. Ὥσπερ γὰρ στρατιῶται, καὶ πύκται, καὶ γηπόνοι, καὶ ἔμποροι σὺν πολλῇ τῇ προθυμίᾳ τῶν πόνων ἀντιλαμβάνονται, καὶ πελαγίου κατατολμῶσι κλυδῶνος, καὶ θηρῶν, καὶ πειρατῶν οὐκ ἀλέγουσιν, ὡς ἂν τοῦ ποθουμένου κερδήματος τύχωσι, καὶ ὅσῳ τοὺς προμοχθήσαντας ἐντρυφῶντας ὁρῶσι τοῖς κέρδεσι, πολλῷ πλέον πρὸς τὴν τῶν πόνων ὑπομονὴν παραθήγονται· οὕτω καὶ οἱ πνευματικοὶ τοῦ Δεσπότου ὑπασπισταὶ, καὶ πύκται, καὶ γηπόνοι, καὶ ἔμποροι, οὐ γηΐνων κερδῶν ἐφιέμενοι, οὐδὲ ῥεόντων καλῶν ὀρεγόμενοι, ὅταν τὰ ἐν ἐλπίσι κείμενα αὐταῖς ὄψεσι θεάσονται, καὶ τοὺς προπεπονηκότας τῶν ἐλπιζομένων ἀγαθῶν τῆς χλιδῆς ἐναπολαύοντας, ἐκθυμότερόν πως πρὸς τοὺς ἀγῶνας σταλήσονται, οὐκ ἀνθρώποις παρατασσόμενοι, οὐδὲ ἀέρα δέροντες, οὐδὲ βόας ἀροτῆρας ὑπὸ ζυγὸν ἄγοντες, καὶ τούτοις γῆς τοὺς αὔλακας τέμνοντες, οὐδὲ θαλαττίων πελαγῶν σάλον πλέοντες, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους ἀνταγωνιζόμενοι, καὶ τὸ τύπτεσθαι χαίροντες, καὶ τὸ γυμνοῦσθαι πλοῦτον ἀθροίζοντες, καὶ ταῖς τοῦ κόσμου τρικυμίαις, καὶ τοῖς ταύτας κινοῦσιν τῆς πονηρίας πνεύμασι τὸ τοῦ σταυροῦ πηδάλιον παραβαλλόμενοι, καὶ θῆρας ὥσπερ ὠρυομένους τε καὶ ἁρπάζοντας τῇ δυνάμει τοῦ Πνεύματος ἀπελαύνοντες, καὶ ταῖς ἀνθρώπων καρδίαις, ὥσπερ τισὶν αὔλαξι τὸν λόγον τῆς εὐσεβείας ἐνσπείροντες, καὶ πολύχουν τῷ Δεσπότῃ τὸν στάχυν προσαμώμενοι Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
English
For the desire of gain knows how to lead to disregard for the body. Just as soldiers, boxers, farmers, and merchants take up their labors with great eagerness, and dare to face the swell of the sea, and heed neither wild beasts nor pirates, in order to obtain the desired profit, and the more they see those who have labored before them enjoying their gains, the more they are sharpened to endure hardships; so also the spiritual shield-bearers, boxers, farmers, and merchants of the Lord, not desiring earthly gains nor longing for fleeting goods, when they behold with their own eyes the things that lie in hope, and see those who have previously toiled enjoying the luxury of the hoped-for goods, they will somehow be more eagerly steeled for the contests, not arrayed against men, nor beating the air, nor leading oxen under the yoke and cutting furrows in the earth with them, nor sailing the swell of the sea, but contending against the principalities, against the powers, against the world-rulers of darkness, and rejoicing in being struck, and gathering wealth by being stripped, and setting the rudder of the cross against the triple waves of the world and the spirits of wickedness that stir them up, and driving away beasts that howl and snatch by the power of the Spirit, and sowing the word of piety in the hearts of men as in furrows, and reaping a bountiful ear for the Lord. But let us return to the matter at hand.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:21 · narrative
Source
ιεʹ. Τότε Μωσῆς μὲν, οἷα εἰκὸς, ἀπεφθέγξατο. Ἄκουε, νοητὲ Ἰσραὴλ, ἃ ὁ αἰσθητὸς Ἰσραὴλ οὐκἀκούειν δεδύνηται. Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Εἷς γὰρ Θεὸς ἐν τρισὶν ὑποστάσεσι γνωριζόμενος. Μία γὰρ οὐσία θεότητος τοῦ μαρτυροῦντος, καὶ τοῦ μαρτυρουμένου Υἱοῦ, καὶ τοῦ ἐπισκιάζοντος Πνεύματος. Οὗτός ἐστιν ὁ ὑπὸ Πατρὸς νῦν μαρτυρούμενος, ἡ τῶν ἀνθρώπων ζωή. Ταύτην ἐπὶ ξύλου κρεμαμένην οἱ ἀγνώμονες ὄψονται, καὶ τῇ ζωῇ αὐτῶν οὐ πιστεύσουσιν. Ἐντεῦθεν Ἠλίας τε ἀντέφησεν· Οὗτός ἐστιν, ὃν ὡς ἐν λεπτῇ αὔρᾳ τῷ πνεύματι ἀσώματον τὸ πάλαι τεθέαμαι. Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε, καθὸ πέφυκε φύσεως. Καὶ ὃ δὲ ἑώρακε, ἐν πνεύματι τοῦτο τεθέαται. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ταῦτά ἐστιν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη πώποτε. Οὕτως ἐν αἰῶνι τῷ μέλλοντι πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, Χριστὸν ὁρῶντες τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος. ιϛʹ. Τί δὲ ὁ Πέτρος τῆς θείας ταύτης ἀποκαλύψεως θεατὴς γενόμενος; Ὥσπερ ἔνθους τῷ πνεύματι, Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, τῷ Κυρίῳ ἔφησε. Τίς γὰρ ζόφον φωτὸς ἀνταλλάσσεται; Ὁρᾶτε τὸν ἥλιον τοῦτον ὡς καλὸς, ὡς ὡραῖος, ὡς ἡδὺς, ὡς ποθεινὸς, ὡς ἐξαστράπτων καὶ ἔκλαμπρος, καὶ τὴν ζωὴν ὡς γλυκεῖά τε καὶ ἐπέραστος, ἧς πάντες ἀντέχονται, καὶ πάντα δρῶσιν ὡς ἂν ταύτης μὴ ἀστοχῆσαι· πόσῳ μᾶλλον δοκεῖτε αὐτὸ φῶς, ἐξ οὗ φῶς ἅπαν φωτίζεται, ποθεινότερον καὶ γλυκύτερον, τὴν αὐτοζωὴν, ἐξ ἧς ζωὴ ἅπασα ζωοῦται, καὶ μεταδίδοται, ἐν ᾗ πάντες ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν; πόσῳ πλέον ἐρασμιώτερον καὶ ἡδύτερον;
English
15. Then Moses, as was fitting, spoke out: Hear, O Israel, you who have understanding, what Israel according to the senses could not hear: The Lord your God, the Lord is one. For there is one God, known in three hypostases. For there is one essence of the Godhead—of the Father who bears witness, of the Son who is borne witness to, and of the Spirit who overshadows. This is he who is now borne witness to by the Father, the life of men. This life, hung upon a tree, the ignorant will see, and they will not believe in their own life. From this, Elijah also answered: This is he whom I once beheld as bodiless in the spirit, as in a gentle breeze. For no one has ever seen God, insofar as pertains to his nature. And what he has seen, he has seen in the spirit. This is the change of the right hand of the Most High. These are the things which eye has not seen, and ear has not heard, and which have never entered into the heart of man. Thus in the age to come we shall always be with the Lord, beholding Christ flashing with the light of his Godhead. 16. But what of Peter, when he became a beholder of this divine revelation? As though inspired in the spirit, he said to the Lord: It is good for us to be here. For who would exchange light for darkness? Look at this sun—how beautiful, how lovely, how sweet, how desirable, how radiant and bright—and at life, how sweet and lovely, which all cling to, and do everything so as not to miss it. How much more do you think that very light, from which all light is illumined, is more desirable and sweeter—the very Life, from which all life is given life and imparted, in which we all live and move and have our being? How much more lovely and sweet?
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:22 · narrative
Source
Οὐχ ὅλως ἐπιθυμία, οὐκ ἔννοια τῆς ὑπεροχῆς τὸ μέτρον εἰκάζουσα. Νικᾷ σύγκρισιν πᾶσαν, καὶ μέτροις οὐχ ὑπερβάλλεται. Πῶς γὰρ ἂν μετρηθείη τὸ ἀπερίγραπτον, καὶ διανοίαις αὐταῖς τὸ ἀπερίληπτον; Τοῦτο τὸ φῶς κατὰ πάσης τῆς φύσεως ἔχει τὰ νικητήρια. Αὕτη ἡ ζωὴ, ἡ τὸν κόσμον νικήσασα· πῶς οὖν οὐ καλὸν τοῦ καλοῦ μὴ χωρίζεσθαι; Οὐκ ἀτόπως οὖν ὁ Πέτρος ἐφθέγξατο· ἀλλ' ἐπεὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, καὶ καιρὸς τῷ παντὶ πράγματι, ὁ Σολομῶν ἀπεφθέγξατο· ἔδει δὲ μὴ μόνον τοῖς αὐτόθι τὸ καλὸν περικλείεσθαι, ἀλλ' ἐπὶ πάντας, δηλαδὴ τοὺς πιστεύοντας, χεθῆναι καὶ ὁδεῦσαι τὸ ἀγαθὸν, ὡς πλείονας εἶναι τοὺς τῆς εὐεργεσίας μεθέξοντας· τοῦτο δὲ σταυρὸς, καὶ πάθος, καὶ θάνατος ἐκπεραίνειν ἔμελλεν, οὐ καλὸν μένειν αὐτόθι τὸν τῷ ἰδίῳ αἵματι πλάσμα τὸ οἰκεῖον ἐξαγοράσοντα, ἐφ' ᾧ καὶ σεσάρκωτο. Εἰ ἐν ὄρει Θαβὼρ μεμενήκατε, οὐκ ἂν εἰς πέρας ἡ πρὸς σὲ ἐπαγγελία ἐκβέβηκεν. Οὐ γὰρ κλειδοῦχος τῆς βασιλείας γεγένησο· οὐκ ἂν λῃστῇ ἠνέῳκτο ὁ παράδεισος· οὐκ ἂν ἡ γαυρὸς τυραννὶς τοῦ θανάτου κατήργητο· οὐκ ἂν εἰς προνομὴν τὰ τοῦ ᾅδου βασίλεια δέδοτο· οὐκ ἂν πατριάρχαι, καὶ προφῆται, καὶ δίκαιοι τῶν ᾅδου μυχῶν ἀπηλλάγησαν· οὐκ ἂν ἡ φύσις τὴν ἀφθαρσίαν
English
Desire is not wholly [sufficient], nor is thought, which merely conjectures the measure of that excellence. It surpasses every comparison and is not exceeded by measures. For how could the uncircumscribable be measured, or the incomprehensible be grasped even by minds? This light holds the victory over all nature. This life, which has conquered the world—how then is it not good not to be separated from the Good? Not unreasonably, then, did Peter speak; but since all things are good in their own season, and there is a season for every matter, as Solomon declared; it was necessary that the good not be confined only to those there, but be poured out and travel to all, namely those who believe, so that those who would partake of the beneficence might be more numerous. But this cross, and suffering, and death were going to accomplish—it was not good for him who would redeem his own creation with his own blood, for which he had also become incarnate, to remain there. If you had remained on Mount Tabor, the promise made to you would not have come to fulfillment. For you had not become the key-bearer of the kingdom; paradise would not have been opened to the thief; the insolent tyranny of death would not have been abolished; the kingdoms of Hades would not have been given over as spoil; patriarchs, prophets, and righteous men would not have been released from the recesses of Hades; nature would not have [received] incorruption
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:23 · narrative
Source
περιβέβλητο. Εἰ Ἀδὰμ μὴ πρὸ καιροῦ τὴν θέωσιν ἐπεζήτησεν, ἔτυχεν ἂν τῆς ἐφέσεως. Μὴ ζήτει πρὸ καιροῦ τὰ καλὰ, ὦ Πέτρε. Ἔσται ποτὲ, ὅταν ἄληκτον τὴν θέαν ταύτην κομίσαιο. Οὐ σκηνῶν ὁ Δεσπότης, ἀλλ' Ἐκκλησίας παγκοσμίου κατέστησέ σε κοσμήτορα. Οἱ σοὶ μαθηταὶ, τὰ σὰ πρόβατα, ἅ σοι ὁ καλὸς ἀρχιποίμην ἐνεχείρισε, τοὺς σοὺς λόγους εἰς ἔργον προήγαγον, τῷ Χριστῷ σκηνὴν τεκτῃνάμενοι, Μωϋσῇ τε καὶ Ἠλίᾳ τοῖς τούτου θεράπουσι, ἐν οἷς πανηγυρίζομεν. Οὐ λογισμῷ ταῦτα ὁ Πέτρος ἐφθέγγετο, ἐπιπνοίᾳ δὲ τοῦ τὰ μέλλοντα προθεσπίζοντος Πνεύματος. Μὴ εἰδὼς γὰρ ὃ λέγει, φησὶν ὁ Λουκᾶς ὁ θειότατος. Καὶ τὴν αἰτίαν δὲ ὁ Μάρκος προστίθησιν· Ἦσαν γὰρ, φησὶν, ἔκφοβοι. Ταῦτα φθεγγομένου τοῦ Σίμωνος, Ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασε, καὶ φόβῳ οἱ μαθηταὶ συνεσχέθησαν μείζονι, Ἰησοῦν τὸν Σωτῆρα, σὺν Μωϋσῇ καὶ Ἠλίᾳ, εἴσω τῆς νεφέλης γεγονότα θεώμενοι. ιζʹ. Πάλαι μὲν οὖν ὁ θεόπτης τὸν θεῖον γνόφον ὑπήρχετο, τὸ σκιῶδες τοῦ νόμου ὑπαινιττόμενος. Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων, οὐκ αὐτὴν τὴν ἀλήθειαν, Παύλου γράφοντος ἄκουσον. Καὶ τότε μὲν Ἰσραὴλ οὐκ ἀτενίζειν τῇ δόξῃ τοῦ προσώπου Μωσέως τῇ καταργουμένῃ δεδύνητο· ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Κυρίου κατοπτριζόμεθα, ἀπὸ δόξης εἰς δόξαν μεταμορφούμενοι μείζονα, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ἐντεῦθεν καὶ νεφέλη, οὐ γνόφου· οὐ γὰρ ἀπείλει· ἀλλὰ φωτὸς ἐπεσκίασε. Τὸ κεκρυμμένον γὰρ ἀπὸ τῶν αἰώνων καὶ τῶν γενεῶν μυστήριον ἐκκεκάλυπται, καὶ δόξα διηνεκὴς καὶ διαιωνίζουσα δείκνυται.
English
had been wrapped around him. If Adam had not sought divinization before the proper time, he would have obtained his desire. Do not seek good things before the proper time, O Peter. It will come to pass, when you receive that vision unceasing. The Master made you not an adorner of tents, but of the worldwide Church. Your disciples, your sheep, which the good Chief Shepherd entrusted to you, brought your words to fulfillment, having built a tent for Christ, and for Moses and Elijah his servants, in whom we celebrate. Peter did not speak these things by reasoning, but by the inspiration of the Spirit who foretells things to come. For he did not know what he was saying, says the most divine Luke. And Mark adds the reason: For they were, he says, terrified. While Simon was saying these things, behold, a bright cloud overshadowed them, and the disciples were seized with greater fear, seeing Jesus the Savior, together with Moses and Elijah, within the cloud. 17. Long ago, then, the God-seer entered the divine darkness, hinting at the shadowy nature of the Law. For the Law had a shadow of things to come, not the truth itself—hear Paul writing. And then Israel was not able to look intently at the glory of Moses' face, which was being done away with; but we, with unveiled face, beholding as in a mirror the glory of the Lord, are transformed from glory into greater glory, as from the Lord, the Spirit. Hence also a cloud, not of darkness—for it did not threaten—but of light overshadowed them. For the mystery hidden from the ages and generations has been revealed, and a glory everlasting and enduring is shown forth.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:24 · narrative
Source
Διὸ δὴ καὶ Μωϋσῆς σὺν Ἠλίᾳ παρέστηκε, νόμου τε καὶ προφητῶν πληροῦντες τὸ πρόσωπον. Ὃν γὰρ ὁ νόμος καὶ οἱ προφῆται κηρύττουσιν, οὗτος ὁ ζωοδότης Ἰησοῦς εὕρηται. Καὶ Μωϋσῆς μὲν τῶν πάλαι κεκοιμημένων ἁγίων, καὶ Ἠλίας τῶν ζώντων ἐξεικονίζει τὸ σύστημα. Ζώντων γὰρ καὶ θανόντων ὁ μεταμορφούμενος Κύριος. Εἰσῆλθε Μωϋσῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας· Ἰησοῦς γὰρ αὐτὸν ὁ κληροδότης εἰσήγαγε· καὶ ἃ πάλαι τυπικῶς ἐθεάσατο, ἀριδήλως αὐγάζεται σήμερον. Τοῦτο γὰρ τὸ φωταυγὲς τῆς νεφέλης αἰνίττεται. ιηʹ. Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Φωνὴ Πατρὸς ἐκ νεφέλης τοῦ Πνεύματος γέγονεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· οὗτος ὁ ὢν, καὶ ὁρώμενος ἄνθρωπος, ὁ χθὲς γενόμενος ἄνθρωπος, ὁ ταπεινὸς ἡμῖν συναναστρεφόμενος, οὗ νῦν τὸ πρόσωπον ἔλαμψεν· οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ὁ προαιώνιος, ὁ μόνος ἐκ μόνου μονογενὴς, ὁ ἀχρόνως καὶ ἀϊδίως προελθὼν ἐξ ἐμοῦ τοῦ γεννήτορος, ὁ ἐξ ἐμοῦ, καὶ ἐν ἐμοὶ, καὶ σὺν ἐμοὶ, ἀεὶ ὢν, καὶ οὐκ ἐφυστερίζων τὴν ὕπαρξιν. Ἐξ ἐμοῦ, ὡς ἐκ πατρικοῦ αἰτίου ἐκ τῆς ἐμῆς γεννηθεὶς οὐσίας καὶ ὑποστάσεως· διὸ καὶ ὁμοούσιος· ἐν ἐμοὶ, ὡς ἀχωρίστως καὶ ἀνεκφοιτήτως γεννώμενος· σὺν ἐμοὶ, ὡς αὐτοτελὴς ὑπάρχων ὑπόστασις, οὐ προφορικὸς λόγος εἰς ἀέρα χεόμενος· διὸ καὶ ἀγαπητός. Τίς γὰρ υἱὸς ἀγαπητὸς, ὡς ὁ μονογενής; Ἐν τούτῳ ηὐδόκησα. Εὐδοκίᾳ γὰρ Πατρὸς ὁ Μονογενὴς αὐτοῦ καὶ Λόγος σεσάρκωται· εὐδοκίᾳ γὰρ Πατρὸς ἐν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ τὴν παγκόσμιον σωτηρίαν εἰργάσατο·
English
Therefore Moses also stood present with Elijah, fulfilling the face of the law and the prophets. For the one whom the law and the prophets proclaim, this Jesus, the giver of life, has been found. And Moses represents the company of the holy ones who have long since fallen asleep, and Elijah that of the living. For the Lord who is transfigured is Lord of the living and the dead. Moses entered into the land of promise; for Jesus the heir led him in; and what he once beheld in figure, he now sees clearly shining today. For this the light-radiant cloud intimates. 18. And a voice came out of the cloud, saying, This is my beloved Son, in whom I am well pleased; hear him. The voice of the Father has come out of the cloud of the Spirit: This is my beloved Son; this is the one who is, and is seen as man, who yesterday became man, the lowly one who walked among us, whose face has now shone; this is my beloved Son, the one before the ages, the only-begotten from the only one, who proceeded timelessly and eternally from me his begetter, who is from me, and in me, and with me, always existing, and not taking his existence later. From me, as from a paternal cause, begotten from my own essence and substance; therefore also consubstantial; in me, as begotten inseparably and without departure; with me, as existing as a self-complete substance, not a spoken word poured out into the air; therefore also beloved. For who is a beloved son, as the only-begotten? In this one I am well pleased. For by the good pleasure of the Father his only-begotten Word has been made flesh; for by the good pleasure of the Father, in his only-begotten Son, he accomplished the salvation of the whole world.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:25 · narrative
Source
εὐδοκία Πατρὸς ἐν τῷ μονογενεῖ Υἱῷ τὴν τῶν ἁπάντων συνάφειαν συνεκρότησεν. Εἰ γὰρ μικρὸς κόσμος ὁ ἄνθρωπος πέφυκε, φέρων ἐν ἑαυτῷ πάσης οὐσίας ὁρατῆς τε καὶ ἀοράτου τὸν σύνδεσμον, ὤν τε τοῦτο κἀκεῖνο, ἀληθῶς εὐδόκησεν ὁ τῶν ἁπάντων δεσπότης, καὶ κτιστὴς, καὶ πρύτανις ἐν τῷ μονογενεῖ καὶ ὁμοουσίῳ Υἱῷ αὐτοῦ, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ διὰ ταύτης, τῆς κτίσεως ἁπάσης γενέσθαι συνάφειαν, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Οὗτός ἐστιν ὁ Υἱός μου, τὸ τῆς ἐμῆς δόξης ἀπαύγασμα, ὁ χαρακτὴρ τῆς ἐμῆς ὑποστάσεως, δι' οὗ καὶ τοὺς ἀγγέλους πεποίημαι, δι' οὗ ὁ οὐρανὸς ἐστερέωται, καὶ ἡ γῆ ἥδρασται· ὁ φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ τῷ ζωαρχικῷ καὶ ἡγεμονικῷ δηλαδὴ πνεύματι. Αὐτοῦ ἀκούετε. Ὁ γὰρ τοῦτον δεχόμενος, ἐμὲ δέχεται, τὸν ἀποστείλαντα, οὐ δεσποτικῶς, ἀλλὰ πατρικῶς. Ὡς μὲν γὰρ ἄνθρωπος ἀποστέλλεται, ὡς δὲ Θεὸς ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Ὁ μὴ τιμῶν τὸν μονογενῆ μου Υἱὸν καὶ ἀγαπητὸν, οὐ τιμᾷ τὸν Πατέρα, ἐμὲ τὸν πέμψαντα αὐτόν. Αὐτοῦ ἀκούετε· ἔχει γὰρ ζωῆς αἰωνίου ῥήματα. Τοῦτο τῶν τελουμένων συμπέρασμα, αὕτη τοῦ μυστηρίου ἡ δύναμις. ιθʹ. Εἶτα τί; Μωσῆν καὶ Ἠλίαν πρὸς τοὺς οἰκείους τόπους ἐξέπεμψε, καὶ μόνοις τοῖς ἀποστόλοις ὀπτάνεται, καὶ οὕτως ἐκ τοῦ ὄρους κατίασι, μηδενὶ μηδὲν τῶν ὁραθέντων ἢ ἀκουσθέντων φθεγγόμενοι. Τοῦτο γὰρ ὁ Δεσπότης ἐντέλλεται. Τίνος ἕνεκεν, καί του γε χάριν, ἐρῶ. Ἀτελεῖς, οἶμαι, τοὺς μαθητὰς ἐπιστάμενος· οὔπω γὰρ τῆς τελείας τοῦ Πνεύματος μεθέξεως τετυχήκασιν·
English
The good pleasure of the Father in the only-begotten Son brought together the union of all things. For if man is by nature a little world, bearing within himself the bond of every essence, both visible and invisible, being both this and that, truly the Master of all things, both Creator and Governor, was well pleased in his only-begotten and consubstantial Son that there should be a union of divinity and humanity, and through this, of all creation, so that God might be all things in all things. This is my Son, the radiance of my glory, the express image of my person, through whom I have also made the angels, through whom the heaven has been established and the earth founded; he who bears all things by the word of his power, and by the spirit of his mouth—that is, the life-originating and governing Spirit. Hear him. For he who receives this one receives me, the one who sent him—not in a lordly way, but in a fatherly way. For as man he is sent, but as God he remains in me, and I in him. He who does not honor my only-begotten and beloved Son does not honor the Father, me, who sent him. Hear him, for he has the words of eternal life. This is the conclusion of those who are being perfected, this is the power of the mystery. 19. Then what? He sent Moses and Elijah back to their own places, and he appears to the apostles alone, and so they descend from the mountain, speaking to no one anything of what had been seen or heard. For the Master commands this. For what reason, and for what purpose, I will say. He knew, I think, that the disciples were imperfect; for they had not yet obtained the perfect participation of the Spirit.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:26 · narrative
Source
ὡς ἂν ἡ λύπη μὴ τὰς τούτων καρδίας πληρώσειεν· ὡς ἂν μὴ τὸν προδότην ἡ φθόνου λύσσα ἐκμήνειε. Φέρε τοίνυν καὶ ἡμεῖς τῶν λόγων τῇ ὑποθέσει συγκαταπαύσωμεν. κʹ. Ὑμεῖς δὲ τῶν λελεγμένων ἀεὶ μνημονεύοιτε, ἐγκαρδίως φέροντες τῆς θείας ἐκείνης τὴν ὡραιότητα, τῇ πατρικῇ φωνῇ ἀεὶ ἐνηχούμενοι, Οὗτός ἐστιν οὐ δοῦλος, οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ ἀκούετε. Ἀκούσωμεν αὐτοῦ τοιγαροῦν λέγοντος· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου. Οὐ φονεύσεις· ἀλλ' οὐδὲ ὀργισθήσῃ τῷ ἀδελφῷ σου εἰκῆ διαλλάγηθί τε τῷ ἀδελφῷ σου πρότερον, καὶ οὕτως ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Οὐ μοιχεύσεις· ἀλλ' οὐδὲ περιεργάσῃ κάλλος ἀλλότριον. Οὐκ ἐπιορκήσεις· ἀλλ' οὐδὲ ὀμόσεις ὅλως· ἔσται δὲ ὑμῶν τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὐ, οὔ· τὸ δὲ περισσὸν τοῦ πονηροῦ εὕρημά ἐστιν. Οὐ ψευδομαρτυρήσεις. Οὐκ ἀποστερήσεις· ἀλλὰ καὶ τὸ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀπόστρεφε, καὶ τὸν τὰ σὰ αἴροντα μὴ κωλύσῃς. Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων. Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν, ἵνα γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν, τέλειοι καὶ οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
English
so that grief might not fill their hearts; so that the frenzy of envy might not drive the traitor mad. Come then, let us too bring our words to a close in accordance with the subject. 20. But do you always remember what has been said, bearing in your heart the beauty of that divine [vision], always hearing the Father's voice resounding: This is not a servant, not an elder, not an angel, but my beloved Son; listen to him. Let us therefore listen to him as he says: You shall love the Lord your God with all your heart. You shall not murder; but you shall not even be angry with your brother without cause, and be reconciled to your brother first, and then come and offer your gift. You shall not commit adultery; but you shall not even gaze curiously upon another's beauty. You shall not swear falsely; but you shall not swear at all; but let your Yes be yes, and your No, no; and what is more than this is of the evil one. You shall not bear false witness. You shall not defraud; but even to the one who asks of you, give, and do not turn away the one who wishes to borrow from you, and do not hinder the one who takes your goods. Love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who despitefully use you and persecute you. Do not judge, that you may not be judged. Forgive, and it shall be forgiven you, that you may become sons of your Father, perfect and merciful, as your Father in heaven, for he makes his sun rise on the evil and the good, and sends rain on the just and the unjust.
khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:27 · narrative
Source
Ταῦτα τὰ θεῖα προστάγματα πάσῃ φυλακῇ τηρήσωμεν, ὡς ἂν καὶ ἡμεῖς τῆς θείας αὐτοῦ κατατρυφήσωμεν ὡραιότητος, τῆς αὐτοῦ γλυκυτάτης ἐμφορούμενοι γεύσεως, νῦν μὲν ὅσον ἐφικτὸν τοῖς τὸ γεῶδες τοῦτο πεφορτισμένοις σκῆνος τοῦ σώματος, ἔπειτα δὲ τρανότερόν τε καὶ καθαρώτερον, ὅταν ἐκλάμψωσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὅταν ἀπαλλαγέντες τῶν ἀναγκῶν τοῦ σώματος, ὡς ἄγγελοι σὺν Κυρίῳ ἄφθαρτοι ἔσονται, ἐν τῇ μεγάλῃ καὶ ἐπιφανεῖ ἐξ οὐρανῶν ἀποκαλύψει αὐτοῦ τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
Let us keep these divine commandments with all diligence, so that we too may delight in his divine beauty, filled with his most sweet taste—now, as far as is attainable for those burdened with this earthly tabernacle of the body, but then more clearly and more purely, when the righteous shall shine forth as the sun, when, released from the constraints of the body, they shall be incorruptible with the Lord as angels, in the great and manifest revelation from heaven of our Lord and God and Savior Jesus Christ himself, to whom be the glory and the dominion now and always and unto the ages of ages. Amen.
Citation. Tergwame, “khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini”, khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-john-of-damascus-homilia-in-transfigurationem-domini#s1
Colophon. Source: khazarzar · licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Relace · cost: $0.0055 · generated 2026-11-15.