ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Homilies ·

Homilia in sabbatum sanctum

John of Damascus · khazarzar

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 36 passages · 9,657 words

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

0 commentary units 0 derived notes 0 open questions 36 narrative
What the kinds mean

Pipeline notes

  • coverageNo English translation could be identified: a language model asked twice could not name one, though it could not rule one out either. That is not proof that none exists — translations in dissertations, recent books and other modern languages are easily missed.
  • limitThe English is a machine draft produced passage by passage from the transcribed Greek; no human has verified it. The commentary is model-written and cites only keys the pipeline could resolve.
  • registerRegister: homily in ancient Greek; the English keeps the liturgical formulae and the vocatives rather than normalising them.
  • structurePassages: 36 narrative.
  • sourceSource edition: khazarzar.

Term index

CopticRenderingCountFirst
no glossary terms recorded
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:1 · narrative
Source
Δʹ. Ἰωάννου ταπεινοῦ μοναχοῦ καὶ πρεσβυτέρου τοῦ Δαμασκηνοῦ, λόγος εἰς τὸ ἅγιον Σάββατον. αʹ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τίς τὸ ἄπλετον καὶ ἀχανὲς τῆς αὐτοῦ ἀγαθότητος διηγήσεται πέλαγος; τίς τὴν ἀτέκμαρτον πρὸς τοὺς δούλους ἀγάπησιν; τίς τὴν ὑπὲρ νοῦν συγκατάβασιν; τίς τὴν περὶ ἡμᾶς εὐσπλαγχνίαν, καὶ τὴν ἐκ ταύτης ἄφραστον κηδεμονίαν; Οὐκ ἔστιν οὐδεὶς, οὐδ' εἰ ταῖς γλώσσαις τῶν ἀγγέλων λαλοῖ καὶ ἀνθρώπων· οὐδ' εἰ πᾶσαν ἐν ἑαυτῷ συνειληφὼς εἴη τὴν ἀνθρωπίνην σύνεσιν. Εἰ γὰρ καὶ τὸ πνεῦμα πρόθυμον, ἀλλ' ἀσθενὴς ἡ γλῶσσα πρὸς τὸ λέγειν, καὶ ὁ νοῦς ἀμαυρὸς πρὸς κατανόησιν. Μέγα γὰρ ὁμολογουμένως τὸ τῆς θείας οἰκονομίας μυστήριον, οὐ νοήσει, πίστει δὲ μόνῃ χωρούμενον, ἁγνείας ψυχικῆς ἐκ φόβου θείου καὶ πόθου συνισταμένης, δεόμενον. Οὐ γὰρ ἔστιν ἄλλως ψυχῆς περιποιήσασθαι κάθαρσιν, ἢ φόβῳ θείῳ καὶ ἔρωτι. Οὐδ' αὖ πάλιν θείαν ἔλλαμψιν δέξασθαι, μὴ τὸ τῆς ψυχῆς ὀπτικὸν κεκαθαρμένον γενέσθαι πρότερον. Ἀπρόσιτον γὰρ τοῖς βεβήλοις τὸ Θεῖον· μόνοι δὲ καθαροὶ τῇ καρδίᾳ τὸν Θεὸν ὄψονται, ᾖ φησι, Χριστὸς ἡ ὄντως ἀλήθεια. Ἐπεὶ καὶ ἐν τῇ πάλαι γεγενημένῃ τῷ Μωϋσῇ ἐπὶ τοῦ βάτου θεοφανείᾳ, ἀποδύσασθαι πρότερον προστάσσεται τὸ ὑπόδημα, καὶ οὕτω τῷ φαινομένῳ προσιέναι συμβόλῳ. Ἡ δὲ τῶν ὑποδημάτων ἄρσις, τῶν νεκρῶν καὶ χαμαιζήλων ἐννοιῶν δηλοῖ τὴν ἀπόθεσιν. Καὶ αὖθις καπνιζομένου τοῦ ὄρους Σινᾶ ἐπὶ τῆς θείας νομοδοσίας, οὐ πάντες ἀνίεσαν, τοῖς δὲ ἀνιοῦσι τῇ καθάρσει ἐμετρεῖτο ἡ ἄνοδος.
English
4. A discourse on Holy Saturday, by John the humble monk and priest of Damascus. 1. Who will speak of the mighty acts of the Lord, and make all his praises heard? Who will recount the boundless and vast sea of his goodness? Who the love beyond reckoning toward his servants? Who the condescension beyond understanding? Who the compassion toward us, and the ineffable care that comes from it? There is no one, not even if he spoke with the tongues of angels and of men; not even if he had gathered within himself all human understanding. For even if the spirit is willing, the tongue is weak to speak, and the mind is dim to comprehend. For great, by common confession, is the mystery of the divine economy, grasped not by understanding but by faith alone, and needing the purity of soul that is formed from divine fear and longing. For there is no other way for the soul to obtain purification than by divine fear and love. Nor, again, can it receive the divine illumination unless the soul's faculty of sight has first been purified. For the Divine is unapproachable to the profane; and only the pure in heart shall see God, as Christ, who is truly the truth, says. Since even in the theophany that long ago came to Moses at the bush, he is first commanded to take off his sandal, and only so to approach the symbol that appeared. And the removal of the sandals signifies the putting away of dead and earthbound thoughts. And again, when Mount Sinai was wrapped in smoke at the divine giving of the law, not all went up, but for those who went up, the ascent was measured by their purity.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:2 · narrative
Source
Εἰ τοίνυν ἐπὶ τῶν συμβόλων ἁπάσης κηλίδος ῥύψις ἐνενομοθέτητο, πόσῳ δέον εἰλικρινεῖς καὶ θεοειδεῖς αὐτοὺς ἀπεργάσασθαι τοῖς ἀληθινοῖς καὶ πρωτοτύποις προσφοιτᾷν μέλλοντας; καθαίρωμεν τοιγαροῦν ἑαυτοὺς, ὦ ἀδελφοὶ, παντὸς γηΐνου φρονήματος, καὶ τύρβης ἁπάσης, καὶ βιωτικῆς θολώσεως, ἵνα τηλαυγῶς τὰς φωτοειδεῖς μαρμαρυγὰς τοῦ θείου λόγου δεξώμεθα, καὶ τραφῶμεν τὰς ψυχὰς τῷ πνευματικῷ ἄρτῳ τῇ τῶν ἀγγέλων τροφῇ, καὶ ἐντὸς τῶν ἀδύτων γενόμενοι, γνῶμεν ἐναργῶς τὰ θεῖα πάθη τοῦ ἀπαθοῦς, καὶ παντὸς τοῦ κόσμου σωτήρια. βʹ. Νῦν τὸ ἀπ' αἰῶνος κεκρυμμένον μυστήριον ἐκκαλύπτεται· νῦν τὸ τῆς θείας οἰκονομίας κεφάλαιον ἐκπεραίνεται· νῦν ἡ κορωνὶς τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως ἐπιτίθεται· νῦν ἡ τῆς θείας ἀγάπης δημοσιεύεται ἄβυσσος. Οὕτω γὰρ τὸν κόσμον ὁ Θεὸς Λόγος ἠγάπησεν, ὡς εὐδοκίᾳ τοῦ Πατρὸς καταβῆναι πρὸς σάρκωσιν, ὡς βάρος ὑλικῆς σαρκὸς ὁ ἄϋλος ἀμφιάσασθαι, ἵνα τῷ πεφυκότι πάσχειν τὰ πάθη δεξάμενος, καὶ πάθος τῷ θανάτῳ γενόμενος, τοὺς παθητοὺς ἡμᾶς ἐνδύσῃ ἀπάθειαν. Ἐντεῦθεν πεῖνα, καὶ δίψα, καὶ ὕπνος, καὶ κάματος, λύπη τε, καὶ ἀγωνία, καὶ δειλία, ἤτοι τῆς ζωῆς οὐσιώδης ἔφεσις· ἐντεῦθεν σταυρὸς, καὶ πάθος, καὶ θάνατος, ἐκ τῆς ἡμετέρας φύσεως. Ταῦτα γὰρ αὐτῆς τὰ φυσικὰ πάθη, καὶ ἀδιάβλητα ταῦτα τῆς ἐμῆς κράσεως, ὧν τὴν πεῖραν οὐκ ἀπηνήνατο, ἵνα ἐν αὐτῷ κινηθέντα καὶ χειρωθέντα, καὶ ἡμῖν ὑποχείρια γένηται.
English
If, then, under the symbols, purification from every stain was legislated, how much more ought they to make themselves pure and Godlike who are about to draw near to the true and archetypal realities? Let us therefore cleanse ourselves, O brothers, of every earthly mindset, and of all tumult, and of worldly disturbance, so that we may clearly receive the light-bearing gleams of the divine Word, and be fed in our souls with the spiritual bread, the food of angels, and, having entered within the innermost sanctuary, may know vividly the divine sufferings of the impassible One, and those which are saving for the whole world. 2. Now the mystery hidden from eternity is unveiled; now the sum of the divine economy is brought to completion; now the crown of the incarnation of God the Word is set in place; now the abyss of divine love is made public. For God the Word so loved the world that, by the good pleasure of the Father, he descended to incarnation, that the immaterial One might be clothed with the weight of material flesh, so that, having received the passions by that nature which is naturally subject to suffering, and having become a passion through death, he might clothe us, the passible, with impassibility. Hence come hunger, and thirst, and sleep, and weariness, and grief, and agony, and fear—that is, the essential longing for life; hence come the cross, and suffering, and death, from our nature. For these are its natural passions, and these are blameless in my constitution, the experience of which he did not refuse, so that, having been stirred up in him and subdued, they might become subject to us.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:3 · narrative
Source
γʹ. Χριστὸς ἐν σταυρῷ· συνέλθωμεν, καὶ κοινωνοὶ τῶν παθημάτων, ἵνα καὶ τῆς δόξης αὐτοῦ γενώμεθα. Χριστὸς ἐν νεκροῖς· νεκρωθῶμεν τῇ ἁμαρτίᾳ. ἵνα τῇ δικαιοσύνῃ ζήσωμεν. Χριστὸς σπαργάνοις καὶ σινδόσι καθαραῖς ἐνειλίττεται· λυθῶμεν τῶν τῆς ἁμαρτίας σειρῶν, καὶ τὴν θείαν αἴγλην ἀμφιασώμεθα. Χριστὸς ἐν τάφῳ καινῷ· ἑαυτοὺς ἐκκαθάρωμεν τῆς παλαιᾶς ζύμης, καὶ νέον γενώμεθα φύραμα, ἵνα Χριστοῦ χρηματίσωμεν καταγώγιον. Χριστὸς ἐν ᾅδῃ· πρὸς τὴν ὑψοποιὸν ταπείνωσιν συγκατέλθωμεν, ἵνα καὶ συναναστῶμεν, καὶ συνυψωθῶμεν, καὶ συνδοξασθῶμεν, τὸν Θεὸν ὁρῶντες ἀεὶ καὶ ὁρώμενοι. Οἱ ἀπ' αἰῶνος, ἐλευθερώθητε· οἱ πεπεδημένοι, ἐξέλθετε· οἱ ἐν τῷ σκότει, ἀνακαλύφθητε· ἀφέθητε, οἱ αἰχμάλωτοι· καὶ τυφλοὶ, ἀναβλέψατε· ἔγειραι, ὁ καθεύδων Ἀδὰμ, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν· ἐπεφάνη γὰρ Χριστὸς ἡ ἀνάτασις. Ἀλλ', εἰ δοκεῖ, ἄνωθεν τοῦ λόγου τὴν ἀρχὴν ποιησώμεθα· οὕτω γὰρ ἂν σαφέστερος ἅμα καὶ πιθανότερος, καὶ διὰ λείας εἴη τῆς τρίβου τὴν πορείαν ποιούμενος· καί μου ἐπεύξασθε τὴν θείαν τοῦ ἁγίου Πνεύματος ἔλλαμψιν, ἧς ἄνευ οἱ σοφοὶ μὲν ἀνόητοι, καὶ μεθ' ἧς οἱ ἀγράμματοι τῶν λίαν σοφῶν σοφώτεροι γίγνονται. δʹ. Πάντων μὲν αἴτιος ὁ Θεὸς, αὐτὸς δὲ οὐκ ἔκ τινος, διὸ καὶ ἀγέννητος· λόγον ἔχων ἐνυπόστατον, συναΐδιον, ἐξ αὐτοῦ ἀῤῥεύστως καὶ ἀχρόνως γεννώμενον, οὐδέποτε τοῦ Πατρὸς χωριζόμενον· τέλειον Θεὸν, τῷ γεγεννηκότι κατὰ πάντα ὅμοιον, πλὴν τῆς ἀγεννησίας, ἕν τε οὐσίᾳ καὶ δυνάμει, βουλήσει τε καὶ ἐνεργείᾳ, βασιλείᾳ τε καὶ κυριότητι· οὐκ ἀναίτιον· ἐκ τοῦ Πατρὸς γάρ· οὐκ ἀπὸ χρόνου ἀρξάμενον·
English
3. Christ is on the cross: let us come together, and become partakers of his sufferings, so that we may also become partakers of his glory. Christ is among the dead: let us die to sin, so that we may live to righteousness. Christ is wrapped in swaddling clothes and clean linen: let us be loosed from the chains of sin, and be clothed with the divine radiance. Christ is in a new tomb: let us cleanse ourselves of the old leaven, and become a new lump, so that we may be shown to be a dwelling-place of Christ. Christ is in Hades: let us descend with him to the humility that exalts, so that we may also rise with him, and be exalted with him, and be glorified with him, always seeing God and being seen by him. You who are from of old, be set free; you who are bound, come forth; you who are in darkness, be uncovered; you captives, be released; and you blind, look up; awake, Adam who sleeps, and rise from the dead, for Christ, the resurrection, has appeared. But, if it seems good, let us make the beginning of our account from above; for in this way it would be both clearer and more persuasive, and would make its journey along a smooth path; and pray for me the divine illumination of the Holy Spirit, without which the wise are foolish, and with which the unlettered become wiser than the very wise. 4. God is the cause of all things, but he himself is from no cause, and therefore also unbegotten; he has a Word that subsists in person, coeternal, begotten from him without effluence and without time, never separated from the Father; perfect God, in all things like the one who begot him, except for unbegottenness, one in substance and power, will and operation, kingdom and lordship; not without a cause—for he is from the Father—not beginning from time—
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:4 · narrative
Source
οὐ γὰρ ἦν ποτε ὁ Πατὴρ, ὅτε οὐκ ἦν ὁ Υἱός· Υἱοῦ γὰρ Πατὴρ ὁ Πατὴρ, καὶ οὐκ ἔσται ὁ Πατὴρ μὴ ὄντος Υἱοῦ, ἅμα τῷ Πατρὶ τὴν ὕπαρξιν ἔχοντος ἀδιαστάτως ἐξ αὐτοῦ γεννώμενον, καὶ ἐν αὐτῷ ἀνεκφοιτήτως μένοντα, σοφίαν ὄντα τοῦ γεγεννηκότος, καὶ ἐνυπόστατον δύναμιν, φύσει Θεὸν, τῷ Πατρὶ ὁμοούσιον, οὐκ ἄνευ Πνεύματος γνωριζόμενον· καὶ Πνεῦμα γὰρ ἅγιον τοῦ Πατρὸς ἐκπορεύεται, ὁμοσθενὲς, ταυτοτελὲς, ταυτουργὸν, ταυτοδύναμον, συναΐδιον, ἐνυπόστατον, οὐχ ὑϊκῶς, ἀλλ' ἐκπορευτῶς προερχόμενον· ἄλλος οὗτος τῆς ὑπάρξεως ὁ τρόπος, θεῖος καὶ ἄληπτος· τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατὰ πάντα ὅμοιον ἀγαθὸν, ἡγεμονικὸν, Κύριον, δημιουργὸν, φύσει Θεὸν τῷ Πατρὶ καὶ τῷ Υἱῷ ὁμοούσιον, συμβασιλεῦον, συνδοξαζόμενον, συμπροσκυνούμενον ὑπὸ πάσης τῆς κτίσεως. Τοῦτ' ἡμῖν ἐστι τὸ λατρευόμενον. Πατὴρ Υἱοῦ γεννήτωρ ἀγέννητος· οὐ γὰρ ἔκ τινος· Υἱὸς τοῦ Πατρὸς γέννημα, ὡς ἐξ αὐτοῦ γεγεννημένος· Πνεῦμα ἅγιον τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον, ὅπερ καὶ τοῦ Υἱοῦ λέγεται, ὡς δι' αὐτοῦ φανερούμενον, καὶ τῇ κτίσει μεταδιδόμενον, ἀλλ' οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν. Εἷς Θεὸς, ὅτι μία θεότης, μία δύναμις, μία οὐσία, μία βούλησις, μία ἐνέργεια, ἀμέριστος ἐν μεμερισμέναις μόναις ταῖς ὑποστάσεσιν, ἤτοι ταῖς τῆς ὑπάρξεως ἰδιότησι. Μόνῳ γὰρ τῷ Πατρὶ τὸ ἀγέννητον, Μόνῳ τῷ Υἱῷ τὸ ἐκ τοῦ Πατρὸς ἀνάρχως ἀχρόνως καὶ ἀϊδίως γεγεννῆσθαι, καὶ τὸ ἐκπορεύεσθαι ἀχρόνως καὶ ἀϊδίως μόνῳ τῷ Πνεύματι.
English
For there was never a Father when the Son was not; for the Father is Father of the Son, and the Father will not be without the Son, who has his existence together with the Father, begotten from him without separation, and remaining in him without departure, being the wisdom of the one who begot him, and a hypostatic power, God by nature, consubstantial with the Father, not known without the Spirit; for the Holy Spirit also proceeds from the Father, equal in strength, equal in perfection, equal in operation, equal in power, coeternal, hypostatic, coming forth not in a son's manner but by way of procession; this is another mode of existence, divine and incomprehensible; a good equal to the Father and the Son in all things, ruling, Lord, creator, God by nature, consubstantial with the Father and the Son, reigning together, glorified together, worshipped together by all creation. This is what we worship. The Father is the unbegotten begetter of the Son; for he is not from anything; the Son is the offspring of the Father, as begotten from him; the Holy Spirit is of God and the Father, as proceeding from him, who is also said to be of the Son, as being made manifest through him and imparted to creation, but not having his existence from him. One God, because there is one Godhead, one power, one essence, one will, one operation, undivided in the divided hypostases alone, that is, in the properties of existence. For to the Father alone belongs the unbegotten; to the Son alone belongs being begotten from the Father without beginning, without time, and eternally, and to the Spirit alone belongs proceeding without time and eternally.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:5 · narrative
Source
Τριὰς μία, ἁπλῆ, ἀσύνθετος, οὐσία ἄπειρος, φῶς ἀκατάληπτον, δύναμις ἀπεριόριστος, πέλαγος ἀγαθότητος, εἷς Θεὸς ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσιν ἀμερίστως δοξολογούμενος. εʹ. Αὐτὸς ἐκ μὴ ὄντων ἀγγέλους ἐποίησεν, οὐρανὸν, γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς· πῦρ αἰθέριον, καὶ ὑδάτων ἄβυσσον· ἀέρα πνοῆς ταμιεῖον, καὶ φωτὸς διειδέστατον ὄχημα, πόλον δεύτερον ἐν ὕδατι στερεούμενον, τῶν μεταρσίων τε καὶ ἀβυσσίων ὑδάτων μεταίχμιον, ὃ δὴ καὶ οὐρανὸν κέκληκε· φαέθοντα ἥλιον, ἡμέρας καὶ νυκτὸς διπλοδρόμον ἐργάτην, πάντα φρυκτωροῦντα τοῖς ἀγλαοῖς ἀμαρύγμασι· σελήνην τὴν νύκτα καταφωτίζουσαν, καὶ τῆς ἡλιακῆς αἴγλης συγκιρνῶσαν τὴν φλόγωσιν· ἄστρα δὴ ταῦτα τοῦ στερεώματος ὡραΐσματα· καὶ πάντα δὴ τὰ ἐπίγεια· ἄνθη παντοδαπὰ καὶ πολύχρηστα, σπερματίζοντα χόρτον, ξύλα κάρπιμα, κόσμον τῇ γῇ ὡραιότατον· ζώων παντοῖα φῦλα τοῖς ὕδασιν ἐννηχόμενα, κήτη μεγάλα τε καὶ ἐξαίσια· ἑρπετῶν ποικίλα γένη, καὶ πετεινὰ πτερωτὰ, ἐξ ὑδάτων μὲν γέννησιν ἔχοντα, τῷ ἀέρι δὲ ἐνιπτάμενα, καὶ ἐν χθονὶ διαιτώμενα· ζῶα πάλιν ἐκ γῆς, καὶ θηρία ἀτίθασσα, κτηνῶν τε χειροήθη συστήματα· πάντα ὁμοῦ τῆς οἰκείας μεγαλουργίας ἔνδειγμα, καὶ τοῦ κατ' εἰκόνα θείαν πλασθησομένου ἑστίασιν.
English
One Trinity, simple, uncompounded, infinite essence, light beyond comprehension, power without limit, sea of goodness, one God glorified in three perfect hypostases without division. 5. He himself made angels out of nothing, heaven, earth, and all things in them: ethereal fire, and the abyss of waters; air, the treasury of breath, and the most translucent vehicle of light, the second vault made firm in the water, the boundary between the waters above and the waters below, which he also called heaven; the blazing sun, the double-course worker of day and night, signaling all things with its bright gleams; the moon that lights up the night and mingles its flame with the sun's radiance; these stars, the ornaments of the firmament; and all things on earth: flowers of every kind and of many uses, grass bearing seed, fruit-bearing trees, the most beautiful adornment of the earth; every kind of living creature swimming in the waters, great and wondrous sea monsters; the varied kinds of reptiles, and winged birds, having their birth from the waters but flying in the air and dwelling on the earth; living things again from the earth, and untamed beasts, and the tame herds of cattle; all together an indication of his own great workmanship, and a feast for the one who would be formed according to the divine image.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:6 · narrative
Source
ϛʹ. Ἔσχατον δὲ πάντων, ὥσπερ τινὰ βασιλέα, τὸ πολυθρύλλητον ζῶον τὸν ἄνθρωπον, οἰκείᾳ χειρὶ καὶ εἰκόνι τιμώμενον, ἐκ γῆς μὲν τὸ σῶμα διαρτίσας, τὴν δὲ ψυχὴν τῷ θείῳ δημιουργήσας καὶ ζωοποιῷ ἐμφυσήματι· ὃ δή φημι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ζωοποιὸν καὶ δημιουργὸν, καὶ τελειοῦν, καὶ ἁγιάζον τὰ σύμπαντα· οὐ πρότερον προϋπάρξασαν ἐμπεδήσας τῷ σώματι (ἄπαγε τῆς Ὠριγένους φληναφείας τὸ δυσηχές τε καὶ ἄτοπον), ἀλλ' ἐν τῇ συνθέτῳ διαπλάσει ἐκ τοῦ μὴ ὄντος αὐτὴν συστησάμενος. ζʹ. Τοῦτον δὴ, τοῦτον τὸν ἄνθρωπον, ὃν κατ' οἰκείαν εἰκόνα νοερὸν ὁμοῦ καὶ λογικὸν κατεσκεύασε, πνεῦμα ζωῆς φέροντα, ἐν κοινωνίᾳ τῆς ἑαυτοῦ καθίστησι χάριτος, παραδείσου τε πολιοῦχον πεποίηκεν, ὃν κατ' ἀνατολὰς πεφυτούργηκεν. Ἐδὲμ γὰρ τὴν τρυφὴν Ἑβραίων παῖδες κατονομάζουσι· μακαρίαν αὐτῷ καὶ πανολβίαν βιοτὴν χαρισάμενος, μερίμνης ἁπάσης ἀπηλλαγμένην καὶ ἄνετον, ἐξ ἧς ἐδραπέτευεν ἅπασα ὀδύνη, λύπη, καὶ στεναγμός. Οἷα γάρ τις ἄγγελος ἄλλος ἐπὶ γῆς διαιτώμενος, ὕμνει τὸν Θεὸν τὸν ποιήσαντα, θείων ἐννοιῶν ἐμφορούμενος, διὰ πάσης τῆς κτίσεως πρὸς τὸν γενεσιουργὸν ἀγόμενος, ἐφ' ᾧ καὶ πεπλαστούργητο. Τοῦτο γάρ τις, οἶμαι, τὸ ξύλον εἶναι τῆς ζωῆς λέγων τὸ πᾶν καὶ πλῆρες, ἀδιαίρετον, μόνην τε τοῦ καλοῦ φέρον τὴν μέθεξιν, ἀναγωγῆς τρόπῳ οὐχ ἁμαρτήσεται.
English
6. Last of all, like some king, the much-famed living creature, man, honored by his own hand and image, he formed the body from earth, but fashioned the soul by divine and life-giving breath—which I mean is the Holy Spirit, the life-giving and creative, perfecting and sanctifying all things—not joining to the body a soul that pre-existed (far be the discordant and absurd nonsense of Origen!), but establishing it from non-being in the composite formation. 7. This man, this one whom he made in his own image, both intelligent and rational, bearing a spirit of life, he set in communion with his own grace, and made him guardian of a paradise, which he planted in the east. For the children of the Hebrews call delight Eden; granting him a blessed and all-happy life, free from all care and at ease, from which all pain, grief, and groaning fled away. For like some other angel dwelling on earth, he sang hymns to God who made him, filled with divine thoughts, led through all creation to the Creator, for whom he had also been molded. For saying that this is the tree of life—the whole and full, undivided, bearing only the participation of the good—in the manner of an ascent, one will not err.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:7 · narrative
Source
ηʹ. Ἀλλ' οὐκ ἤνεγκεν ὁ τῆς κακίας εὑρετὴς, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τοῦ φθόνου δημιουργὸς ὄφις διάβολος, ὁρᾷν ἐν εὐθηνίᾳ τῶν τοσούτων ἀγαθῶν τὸν ἄνθρωπον ἁβρυνόμενον. Ἐπιτίθεται τοίνυν αὐτῷ, τὴν τῶν ἀγαθῶν προμηθούμενος στέρησιν. Καὶ ὑποκρίνεται μὲν τὴν εὔνοιαν, ὑποσκελίζει δὲ δι' ἀπάτης τὸν ἄνθρωπον, καὶ καταφέρει πτῶμα, πτωμάτων ἁπάντων ἐλεεινότατον. Καὶ σκοπεῖτε οἷον τὸ δέλεαρ. θʹ. Τί τῶν ἁπάντων ἐστὶν ὑψηλότερον; τί δὲ μόνον ἐστὶν ὑψηλότερον; Θεὸς δηλαδὴ, ὁ πάντων ἐπέκεινα καὶ πάντων αἴτιος. Τί τοίνυν τοῦ Θεοῦ χρηματίσαι ἐρασμιώτερον; Οὐκ ἔστιν οὐδέν. Τῇ ἐφέσει ταύτῃ φενακίσας τὸν ἄνθρωπον, πείθει τοῦ ξύλου τῆς γνώσεως ἀπογεύσασθαι, τὴν γυναικείαν πρότερον λεηλατήσας ἁπλότητα. Πέφυκε γάρ πως ἡ κακία τῷ τοῦ καλοῦ προσχήματι ἐγκαλύπτεσθαι· καὶ γὰρ τὰ οἰκεῖα αἴσχη τῇ ἀρετῇ ἐπιτρίβεται· οὗ ξύλου τὴν λίχνον ἀπόγευσιν ὁ πάντα εἰδὼς συμφερόντως τῷ Ἀδὰμ ἀπεκήρυξε. Φησὶ γάρ· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ, οὐδ' οὐ μὴ ἅψησθε αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Εἰ δὲ καὶ ξύλον νοεῖν ἐθελήσειας πρὸς δοκιμὴν καὶ ἀπόπειραν ὑπακοῆς τε καὶ παρακοῆς πεφυτευμένον, κἀντεῦθεν ξύλον γνώσεως καλοῦ τε καὶ πονηροῦ κατωνομασμένον, ἢ καὶ γνωστικὴν παρέχον ἐνέργειαν τῆς οἰκείας τοῖς μεταλαμβάνουσι φύσεως, οὐχ ἁμαρτήσῃ τοῦ πρέποντος.
English
8. But the inventor of evil, the father of lies, the craftsman of envy, the serpent, the devil, could not bear to see man luxuriating in the prosperity of so many good things. He therefore set upon him, devising the deprivation of good things. And he feigns goodwill, but trips man up through deceit, and brings him down in a fall—the most pitiable of all falls. And consider what the bait was. 9. What of all things is higher? And what alone is higher? God, clearly, who is beyond all things and the cause of all things. What, then, is more desirable than to be called God? There is nothing. Having duped man by this desire, he persuades him to taste of the tree of knowledge, having first plundered the woman's simplicity. For evil is by nature somehow concealed under the guise of good; indeed, it rubs its own shameful deeds onto virtue; the greedy tasting of this tree the all-knowing God forbade to Adam for his benefit. For he says: From every tree in the paradise you shall surely eat; but from the tree of knowing good and evil, you shall not eat from it, nor shall you touch it; for on the day you eat from it, you shall surely die. But if you wish to understand the tree as planted for the testing and trial of obedience and disobedience, and hence called the tree of the knowledge of good and evil, or as providing a knowing activity of its own nature to those who partake of it, you will not miss what is fitting.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:8 · narrative
Source
ιʹ. Ἀλυσιτελὴς δὲ ἡ τούτου γεῦσις πρὸ τελειώσεως. Ἔγνω γὰρ ἑαυτὸν γυμνὸν ὄντα γευσάμενος, καὶ σκέπην ἐπραγματεύετο, καὶ περιεσπᾶτο, καὶ ἐτυρβάζετο πρὸς τὴν τοῦ οἰκείου σώματος ἐπιμέλειαν τῆς θείας ἀποφοιτήσας κατανοήσεως, ἐντεῦθεν γυμνοῦται τῆς χάριτος, καὶ τὴν φθορὰν περιβάλλεται, καὶ πρὸς γῆν ἀποστρέφεται, καὶ τοῦ θείου παραδείσου ἐξόριστος γίνεται, καὶ ἱδρῶτα, καὶ πόνον, καὶ θάνατον κατακρίνεται. Οὐ τοῦ ξύλου τὸν θάνατον τίκτοντος· θάνατον γὰρ ὁ Θεὸς οὐκ ἐποίησεν· ἀλλὰ τῆς παρακοῆς ἐφελκομένης τὸν θάνατον. Ἐντεῦθεν λαβοῦσα νομὴν ἡ ἁμαρτία, καταδουλοῦταί με τὸν τρισάθλιον, καὶ πᾶν εἶδος κακίας ἐν ἐμοὶ κατεργάζεται, καὶ δι' ἑαυτῆς ἁλίζουσα ἡδὺ σιτίον, τῷ θανάτῳ δίδωσι. ιαʹ. Τί οὖν; ὁ φύσει συμπαθὴς, ὁ τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι ἡμῖν χαρισάμενος, παρεῖδε τὸ οἰκεῖον πλάσμα τὸ τιμιώτατον, τὸ προσφιλέστατον, οὕτω δεινῶς τυραννούμενον; Οὐδαμῶς. Ἀλλ' ἀποστολικῶς εἰπεῖν, πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ καὶ ὁμοουσίῳ αὐτοῦ Υἱῷ, ὃν ἐξαπέστειλεν εἰς τὸν κόσμον, ἵνα τὸν πλανώμενον ἄνθρωπον πρὸς τὴν ἀρχαίαν ἐπανάγῃ μακαριότητα. Καὶ, ὢ τῆς πολλῆς ἀγαθότητος! τί γίνεται; Τὰ ἄμικτα μίγνυται· τὰ ὑπὲρ φύσιν ὑφίσταται· ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὁρᾶται νῦν, καὶ ἀκούεται, καὶ λαλεῖται, καὶ πιστεύεται. Τί τοῦτο; Ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, Υἱὸς ἀνθρώπου γίνεται, μεσίτης Θεοῦ καὶ ἀνθρώπων· οὐκ ἀποβαλὼν τὸ εἶναι Θεός· ἄτρεπτος·
English
10. But the tasting of it before perfection was unprofitable. For when he had tasted, he knew himself to be naked, and he sought for a covering, and was distracted, and was thrown into confusion over the care of his own body, having departed from the divine contemplation; from this he is stripped of grace, and is clothed with corruption, and is turned back to the earth, and becomes an exile from the divine paradise, and is condemned to sweat, and toil, and death. Not that the tree produced death—for God did not make death—but disobedience drew death along with it. From this, sin having gained a foothold, it enslaves me, the thrice-wretched one, and works every kind of evil in me, and by its own means seasoning a sweet food, it gives it over to death. 11. What then? Did the one who is compassionate by nature, who gave us being and graciously granted us to be well, overlook his own handiwork, the most precious, the most beloved, thus terribly tyrannized? By no means. But, to speak in the manner of the apostle, God, having spoken in times past to the fathers in the prophets in many portions and in many ways, in these last days spoke to us in his only-begotten and consubstantial Son, whom he sent into the world, so that he might lead back the wandering man to the ancient blessedness. And—O the great goodness!—what happens? Things unmixed are mixed; things beyond nature come to pass; what eye did not see, and ear did not hear, and what did not arise in the heart of man, is now seen, and heard, and spoken of, and believed. What is this? The Son of God and God becomes the Son of man, a mediator between God and men; not having cast off being God; unchangeable;
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:9 · narrative
Source
οὐδὲ σχηματισάμενος τὸ γενέσθαι ἄνθρωπος. Ἀψευδὴς γὰρ, καὶ δόλος ἅπας, καὶ ἀπάτη παντί που τῆς εὐθείας εὐδοκίας ἀλλοτρία· ἀλλ' ἀληθῶς φύσει γέγονεν ἄνθρωπος, δίχα πάσης τροπῆς καὶ συγχύσεως, ἵν' ἀληθῶς τῇ φύσει τὴν σωτηρίαν χαρίζηται. ιβʹ. Τέλειος τοίνυν ἐστὶ Θεός· ἐν αὐτῷ γὰρ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· τέλειος ἄνθρωπος, ἵν' ὅλον σώσῃ τὸν ἄνθρωπον· τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον· εἷς καὶ αὐτὸς ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἄνευ τῆς οἱασοῦν συνδιαιρέσεως γνωριζόμενος· καθ' ὑπόστασιν μὲν τῇ ἰδίᾳ σαρκὶ ταυτιζόμενος, φυσικῶς δὲ, τῷ μὲν Πατρὶ καὶ τῷ Πνεύματι οἷα Θεὸς ὁμοούσιος· καὶ ἡμῖν ὡς ἄνθρωπος γεγονὼς συμφυὴς καὶ ὁμόφυλος, πᾶσαν ἐν αὐτῷ τὴν τοῦ πρώτου Ἀδὰμ φέρων οὐσίαν, ἐξ ὧν, καὶ ἐν οἷς καὶ ἅπερ ἐστὶν ἄνθρωπος, σῶμα θνητὸν, καὶ ψυχὴν νοερὰν καὶ ἀθάνατον, λογικὴν, αὐτεξούσιον, θελητικήν τε καὶ ἐνεργητικήν· τὸ γὰρ ἐξ ἑνὸς τού των ἁπάντων ἀμοιροῦν ζῶον, οὐκ ἄνθρωπος· ἐξ ἁγίας Παρθένου, σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ἑαυτῷ συστησάμενος, καὶ ταύτῃ καθ' ὑπόστασιν ἑνωθεὶς, καὶ κυηθεὶς Θεὸς σεσαρκωμένος, εἷς Υἱὸς, καὶ Χριστὸς, καὶ Κύριος, καὶ Θεοτόκον τὴν τεκοῦσαν ἀπεργασάμενος.
English
nor did he merely assume the appearance of becoming man. For he is without falsehood, and all guile and deceit is altogether alien to the upright good pleasure; but he truly became man by nature, without any change or confusion, so that he might truly bestow salvation on nature. 12. He is therefore perfect God; for in him dwells all the fullness of the Godhead bodily; perfect man, that he might save the whole man; for what is not assumed is not healed. He is one and the same in two perfect natures, known without any division whatsoever; in respect of his person he is identified with his own flesh, and by nature he is consubstantial with the Father and the Spirit as God; and he has become of one nature and one kindred with us as man, bearing in himself the whole substance of the first Adam, in respect of those things from which, and in which, and which a man is: a mortal body, and a rational and immortal soul, endowed with reason, self-determining, possessing will and energy. For a living being that lacks any one of all these is not a man. From a holy Virgin he formed for himself flesh animated by a rational and intelligent soul, and was united to it in person, and was conceived as God made flesh, one Son, and Christ, and Lord, and he made her who gave him birth the Mother of God.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:10 · narrative
Source
ιγʹ. Εἰ μὴ γὰρ εἷς καθ' ὑπόστασιν, πῶς ὁ Λόγος σὰρξ ἐγένετο; τοῦτο δηλοῦντος τοῦ ἁγίου Πνεύματος οὐκ εἰς σάρκα τετράφθαι τὸν Λόγον, ἑνωθῆναι δὲ μᾶλλον ἐν σαρκὶ καθ' ὑπόστασιν. Ἢ πῶς ὁ μονογενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, φασὶν, ἐξηγήσατο; Ὁ φαινόμενος γὰρ ἄνθρωπος αὐτὸς ἐξηγήσατο· ὃς εἰ μὴ καὶ Θεὸς εἴη, πῶς ἐν τοῖς κόλποις εἶναι τοῦ Πατρὸς πιστευθήσεται; ἢ πῶς, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ; Οὔπω γὰρ σωματικῶς ἀνεληλύθει εἰς τὸν οὐρανὸν, ὅπου γε καὶ μετὰ τὴν ἀνάστασιν ἔφησεν· Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου. Ἢ πῶς Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβάς; Κατέβη μὲν γὰρ θεότητι, οὐ τοπικῶς, ἀλλὰ συγκαταβατικῶς· ἀνέβη δὲ σωματικῶς, εἷς ὢν ὁ αὐτὸς Θεός τε καὶ ἄνθρωπος. Ἢ πῶς ὁ λαλῶν καὶ φαινόμενος ἄνθρωπος φησίν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; Οὐ γὰρ εὐμήχανον ψιλὸν ἄνθρωπον φάναι τὰς τοιαύτας φωνὰς, εἰ μὴ καὶ Θεὸς εἴη τῷ Πατρὶ ὁμοούσιος. ιδʹ. Εἰ δὲ καὶ μὴ ἐν δυσὶ γνωρίζοιτο φύσεσι, πῶς θνητὸς ἅμα εἴη ὁ αὐτὸς καὶ ἀθάνατος, κτιστός τε καὶ ἄκτιστος, ὁρατὸς καὶ ἀόρατος, τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος; Ταῦτα γὰρ οὐκ ἂν εἴη μιᾶς φύσεως ἰδιώματα. Οὐ γὰρ ταυτὸν κατὰ φύσιν τὸ κτιστὸν τῷ ἀκτίστῳ, οὐδὲ τὸ θνητὸν τῷ ἀθανάτῳ, οὐδὲ τὸ ὁρατὸν τῷ ἀοράτῳ, οὐδὲ θεότης ἀνθρωπότητι.
English
13. For if he is not one by hypostasis, how did the Word become flesh? This shows that the Holy Spirit did not turn the Word into flesh, but rather that he was united in flesh by hypostasis. Or how is it, they say, that the only-begotten Son, who is in the bosom of the Father, has declared him? For the one who appeared as man, he himself declared him; and if he were not also God, how would he be believed to be in the bosom of the Father? Or how is it said, No one has ascended into heaven except the one who descended from heaven, the Son of Man who is in heaven? For he had not yet ascended bodily into heaven, since even after the resurrection he said: For I have not yet ascended to my Father. Or how is the one who descended himself also the one who ascended? For he descended in divinity, not locally, but by condescension; and he ascended bodily, being one and the same, both God and man. Or how does the one who speaks and appears as man say: I and the Father are one? For it is not plausible for a mere man to utter such words, unless he were also God, consubstantial with the Father. 14. And if he were not known in two natures, how would the same one be at once mortal and immortal, created and uncreated, visible and invisible, perfect God and perfect man? For these would not be the properties of one nature. For the created is not the same by nature as the uncreated, nor the mortal as the immortal, nor the visible as the invisible, nor divinity as humanity.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:11 · narrative
Source
ιεʹ. Πῶς δὲ καὶ συνθέτου μιᾶς φύσεως εἴη ὁ Χριστὸς, τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἐν ἁπλῇ φύσει θεωρουμένων; Ἔσται δὲ πῶς κατὰ τὴν αὐτὴν φύσιν τῷ Πατρὶ καὶ ἡμῖν ὁμοούσιος, εἰ μή που καὶ τὸν Πατέρα φήσοι τις ἡμῖν ὁμοούσιον; Ὅπερ ἁπάσης τερατώδους ἐννοίας ἐστὶν ἀτοπώτερον. Πῶς δὲ καὶ ὁ αὐτός φησιν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα; καὶ πάλιν· Τί ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Ὁ γὰρ ἑωρακὼς αὐτὸν ἄνθρωπον μόνον, οὐ τὸν Θεὸν καὶ τὸν Πατέρα ἑώρακεν. ιϛʹ. Εἰ δὲ καὶ μίαν αὐτοῦ φήσωμεν τὴν ἐνέργειαν, ποῦ θήσομεν τὴν σωματικὴν βάδισιν, τὴν τῶν ἄρτων κλάσιν, τὸν προφορικὸν λόγον, καὶ τὰ τοιαῦτα, ἃ μὴ θείας φύσεώς εἰσιν, ἀλλ' ἀνθρωπίνης ἐνεργείας; Οὐ γὰρ σχήματι ταῦτα, ἀλλ' ἀληθείᾳ ἐγίγνετο φύσεως. ιζʹ. Εἰ δὲ καὶ ἄμοιρον φυσικοῦ καὶ αὐτεξουσίου θελήματος κατὰ τὸ ἀνθρώπινον αὐτὸν ὑπολάβωμεν, ποῦ τὴν τῆς τροφῆς καὶ τῶν λοιπῶν φυσικὴν θήσομεν ἔφεσιν, ὕπνου φημὶ, καὶ πότου, καὶ τῶν τοιούτων; Ταῦτα γὰρ φύσεως νόμῳ κινούμενα, τὴν μὲν ἄλογον ψυχὴν κατ' ἐξουσίαν ἄγει πρὸς τὴν ἐκπλήρωσιν· ὅθεν καὶ τῇ ὀρέξει συμπαρομαρτεῖ καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή· ἄγει γὰρ ἡ φύσις τὰ ἄλογα, διὸ καὶ ἀνεύθυνα, μηδενὶ ὑποκείμενα τρόπῳ κολάσεως· οἷς δὲ λόγος πρόσεστιν, αὐτεξουσίως κινούμενα, ἄγει μᾶλλον τὴν φύσιν, κατ' ἐξουσίαν ἔχοντα ἕπεσθαί τε καὶ ἐπέχειν τὴν ὄρεξιν. Θέλησις γάρ ἐστι φυσικὴ, λογική τε, καὶ αὐτεξούσιος ὄρεξις.
English
15. And how could Christ be of one compound nature, when the Father and the Spirit are contemplated in a simple nature? And how will he be consubstantial with the Father and with us according to the same nature, unless someone should say that the Father too is consubstantial with us? Which is more absurd than every monstrous notion. And how does he himself say: He who has seen me has seen the Father? And again: Why do you seek to kill me, a man who has spoken the truth to you? For he who has seen him as only a man has not seen God and the Father. 16. But if we say that his activity is also one, where shall we place the bodily walking, the breaking of the bread, the spoken word, and such things, which are not of a divine nature but of human activity? For these came about not in appearance but in truth of nature. 17. But if we suppose him to be without a natural and self-determining will according to the human, where shall we place the natural impulse for food and the rest—I mean for sleep, and drink, and such things? For these, being moved by the law of nature, lead the irrational soul to fulfillment by its own authority; whence also the impulse toward action accompanies the appetite; for nature leads irrational beings, and therefore they are blameless, being subject to punishment in no way; but those in whom reason is present, being moved self-determining, rather lead nature, having it in their authority to follow and to restrain the appetite. For natural willing is a rational and self-determining appetite.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:12 · narrative
Source
Ταῦτά τέ φημι, ἐπὶ τῶν φυλαττόντων τὸ κατὰ φύσιν, ὡς οἵ γε πρὸς τὸ παρὰ φύσιν ἐξ ἀπροσεξίας ἐληλακότες, ἄγονται μᾶλλον, ἤπερ ἄγουσιν, δεσποτείας οἷα νομὴν κτησαμένων τῶν παθῶν τὴν συνήθειαν. ιηʹ. Ποίᾳ δὲ θελήσει φήσωμεν εἰς οἶκον ἐλθόντα, καὶ μηδένα γνῶναι θελήσαντα, μὴ δυνηθῆναι λαθεῖν; Τὸ γὰρ θεῖον θέλημα παντί που δῆλον, ὡς παντοδύναμον, ἀσθενὲς δὲ δήπου καὶ ἀδρανὲς τὸ ἀνθρώπινον. Πῶς δὲ δήπου καὶ τὸ οἰκεῖον παραιτούμενος θέλημα, τοῦ πατρικοῦ θελήματος ηὔχετο τὴν ἐκπλήρωσιν; Ποίας φύσεως τὸ εὔχεσθαι ἴδιον; Τῆς κτιστῆς δηλαδή. Ταύτης οὖν καὶ τὸ παραιτούμενον θέλημα. Οὕτως εἷς ἐστι Χριστὸς, Υἱός τε καὶ Κύριος ἐν δυσὶ τελείαις ταῖς φύσεσι, καὶ τοῖς αὐτῶν φυσικοῖς ἰδιώμασιν ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως θέλων καὶ πράττων τὰ ἑκατέρας φύσεως μετὰ τῆς θατέρου κοινωνίας, κατὰ τὴν ἐν ἀλλήλαις τῶν φύσεων ἀσύγχυτον περιχώρησιν, ὁ εἷς τῆς ἁγίας Τριάδος, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ δι' ἡμᾶς Υἱὸς ἀνθρώπου γενόμενος.
English
I say these things with regard to those who keep to what is according to nature, since those who have been driven by carelessness toward what is contrary to nature are led rather than lead, habit having acquired, as it were, a mastery over the passions like a pasture. 18. And by what will shall we say that he who came into the house and willed that no one should know, was unable to escape notice? For the divine will is surely evident to all as all-powerful, while the human will is surely weak and powerless. And how is it that he who set aside his own will prayed for the fulfillment of the Father's will? Of what nature is praying proper? Of the created nature, clearly. Of this nature, then, is also the will that sets aside. Thus Christ is one, Son and Lord, in two perfect natures and their natural properties, willing and acting the things of each nature indivisibly and at the same time without confusion, with the communion of the one with the other, according to the unconfused interpenetration of the natures in one another—the one of the Holy Trinity, the Son of God, who for our sake became Son of Man.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:13 · narrative
Source
ιθʹ. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, ἔδει δι' ἀνθρώπου δωρηθῆναι τὴν ἀνάστασιν. Ἐπειδὴ ψυχὴ νοερὰ αὐτεξουσίῳ θελήματι ἐνήργησε τὴν παράβασιν, ἔδει ψυχὴν νοερὰν φυσικῷ καὶ αὐτεξουσίῳ θελήματι τὴν ὑπακοὴν ἐνεργῆσαι τοῦ Κτίσαντος, καὶ τὴν σωτηρίαν ἐπανελθεῖν, δι' ὧν ὁ θάνατος τὴν ζωὴν ἐξωστράκισεν, ἵνα μὴ τυραννεῖσθαι νομίσῃ ὁ θάνατος τὸν ἄνθρωπον. κʹ. Τί τοίνυν τὸ ἐντεῦθεν; Θεότητος ἐλπίδι δελεάσας τὸν ἄνθρωπον, σαρκὸς προβλήματι δελεάζεται, καὶ ἀναμαρτήτου γευσάμενος ὁ θάνατος σώματος, ἐναυτίασε, καὶ πᾶσαν τὴν ἐν τοῖς ἐγκάτοις τροφὴν ὁ ἄθλιος ἐξήμεσε. Πάντα γὰρ τὰ ἡμῶν ὑπὲρ ἡμῶν ὁ δημιουργήσας ἡμᾶς Θεὸς Λόγος ἀναδεξάμενος, καὶ τῶν ἡμετέρων παθῶν πειρασθεὶς καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας, νόμον πληρώσας, καὶ μόνος ἐν ἀνθρώποις ἐκφανθεὶς ἀναμάρτητος, καὶ διὰ τοῦτο τῷ θανάτῳ οὐχ ὑπεύθυνος, καὶ τῆς θείας οὐσίας διὰ τῶν θαυμάτων δημοσιεύσας τὴν δύναμιν, τέλος ἑκουσίως ἐπὶ τὸ πάθος ὑπὲρ ἡμῶν ἔρχεται τὸ παντὸς τοῦ κόσμου σωτήριον, καὶ δίδωσιν ἑαυτὸν, ὑπὲρ ἡμῶν κατάρα
English
19. For since death came through a man, it was necessary that the resurrection be given through a man. Since a rational soul by its own free will carried out the transgression, it was necessary that a rational soul by natural and free will carry out obedience to the Creator, and that salvation return by the same means through which death drove life out, so that death might not think it tyrannizes over man. 20. What then follows from this? Having enticed man with the hope of divinity, he is enticed by the covering of flesh, and death, having tasted a sinless body, was nauseated, and the wretched one vomited out all the food that was in his entrails. For the God Word who made us, having taken up all that is ours on our behalf, and having been tempted in our passions according to likeness without sin, having fulfilled the law, and having been revealed as the only one among men without sin, and for this reason not subject to death, and having made public the power of the divine essence through wonders, finally comes willingly to the passion on our behalf, the salvation of the whole world, and gives himself on our behalf as a curse
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:14 · narrative
Source
γενόμενος, οὐκ ὢν αὐτὸς κατάρα, εὐλογία δὲ μᾶλλον καὶ ἁγιασμὸς, ἀλλὰ τὴν ἡμῶν κατάραν ἀναδεχόμενος, ὑπὲρ ἡμῶν σταυροῦται, καὶ θνήσκει, καὶ θάπτεται. Ἐπικατάρατος δὲ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, φησὶν ἡ Γραφή. Καί· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, τῷ Ἀδὰμ ἔφησεν ὁ Θεός. Γίνεται τοίνυν ὑπὲρ ἡμῶν κατάρα, ἵνα τὴν εὐλογίαν ἡμεῖς ἀπολάβωμεν. Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα γενέσθαι Θεοῦ, τοῖς πιστεύουσιν εἰς αὐτόν. καʹ. Ὢ τοῦ θαύματος! ὁ ποιμαίνων τὸν Ἰσραὴλ, ὡς Θεὸς προαιώνιος, ὑπὸ χειρὸς Ἰσραηλίτιδος εἰς θάνατον ὡς ἄνθρωπος παραδίδοται. Ὁ ὁδηγῶν Ἰσραὴλ ὡσεὶ πρόβατον, ὡς ἀρνίον ἄκακον ἦκται τοῦ θύεσθαι, καὶ ξύλον ἐπάγει ζωῆς κατὰ τοῦ ξύλου τῆς γνώσεως, καὶ χολῆς γεύσει ὄξει συμμίκτῳ, τὴν ἐκ τῆς ἡδείας βρώσεως νόσον τῇ φύσει ἐνσκήψασαν ἐξωστράκισεν. Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ὡς Θεὸς, ὡς κριτὸς ἐπὶ σταυροῦ κρέμαται, αὐτὸς ὢν ἡ τῶν ἀνθρώπων ζωὴ, ἣν οἱ θεοκτόνοι ἐξηρτημένην τοῦ ξύλου θεασάμενοι, οὐκ ἐπίστευσαν. Ἔμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν. Ὁ θείαις χερσὶ πλαστουργήσας τὸν ἄνθρωπον, ὅλην τὴν ἡμέραν τὰς ἀχράντους διεπέτασε χεῖρας πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, καὶ ταῖς πατρικαῖς παλάμαις τὴν ψυχὴν παρατίθεται. Καὶ λόγχῃ πλευρὰ νύττεται τοῦ ἐκ πλευρᾶς τοῦ Ἀδὰμ τὴν Εὔαν δημιουργήσαντος, καὶ πηγάζει θεῖον αἷμα καὶ ὕδωρ, πόμα ἀθανασίας, καὶ ἀναπλάσεως βάπτισμα. Ὅθεν ᾐσχύνθη ὁ ἥλιος, μὴ φέρων ὁρᾷν τὸν νοητὸν τῆς δικαιοσύνης παροινούμενον ἥλιον.
English
becoming, not himself being a curse, but rather a blessing and sanctification, but taking upon himself our curse, he is crucified for us, and dies, and is buried. And "Cursed is everyone who hangs on a tree," says the Scripture. And: "Earth you are, and to earth you shall depart," God said to Adam. He becomes, therefore, a curse for us, so that we might receive the blessing. For "as many as received him," it says, "he gave them authority to become children of God, to those who believe in him." 21. O the wonder! The one who shepherds Israel, as God before all ages, is handed over to death by the hand of an Israelite woman as a man. The one who leads Israel like a sheep, as a blameless lamb is led to be sacrificed, and he brings a tree of life against the tree of knowledge, and by the taste of gall mixed with vinegar he drove out the disease that had fallen upon nature from the sweet food. The one who sits upon the Cherubim as God, as a condemned man hangs upon a cross, himself being the life of men, which the God-killers, having seen it hanging upon the tree, did not believe. For they closed their eyes, and with their ears they heard heavily. The one who with divine hands fashioned man, all the day long stretched out his undefiled hands to a disobedient and contradicting people, and to the Father's hands he commends his soul. And his side is pierced with a spear by the one who from the side of Adam created Eve, and divine blood and water gush forth, a drink of immortality, and a baptism of re-formation. Hence the sun was ashamed, not bearing to see the noetic sun of righteousness mocked.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:15 · narrative
Source
Γῆ ἐσείετο, δεσποτικῷ περιῤῥαινομένη αἵματι, τῶν εἰδωλικῶν λύθρων ἐκτινασσομένη τὸν σπῖλον, καὶ περιχαρῶς σκιρτῶσα τὴν κάθαρσιν. Νεκροὶ τῶν μνημάτων ἀνίσταντο, τοῦ δι' ἡμᾶς νεκρουμένου τὴν ἔγερσιν προεμφαίνοντες. Ἐσβέννυτο ἥλιος, καὶ πάλιν ἀνήπτετο τὴν τριήμερον τοῦ Δεσπότου δημιουργῶν ἀπαρίθμησιν. Τοῦ ναοῦ διῃρεῖτο τὸ καταπέτασμα, σαφῶς μηνύον τὴν τῶν ἀδύτων ἐπίβασιν, καὶ τῶν κεκρυμμένων τὴν ἔκφανσιν. Λῃστὴς μὲν γὰρ ἤμελλε χωροβατεῖν τὸν παράδεισον, καὶ ὁ δίκην κακούργου ἀναιρούμενος ἄνθρωπος, Θεὸς ὑπὸ πάσης πιστεύεσθαι καὶ προσκυνεῖσθαι τῆς κτίσεως· Θεὸς γάρ ἐστιν ἀληθῶς· καὶ τὸ γεῶδες καὶ ἐκ χοὸς ἀπηρτισμένον σῶμα, οὐρανῶν ὑψηλότερον γίγνεσθαι, καὶ Θεῷ συγκαθέζεσθαι· καὶ ἡ τῆς ἁγίας, καὶ μακαρίας, καὶ πολυυμνήτου Τριάδος φανεροῦσθαι ἐπίγνωσις. κβʹ. Ὁ τῷ Ἀδὰμ ἐμφυσήσας πνεῦμα ζωῆς, καὶ ποιήσας αὐτὸν εἰς ψυχὴν ζῶσαν, νεκρὸς, ἄπνους ἐν τῷ μνημείῳ τίθεται. Ὁ εἰς γῆν ἀποστρέφεσθαι κατακρίνας τὸν ἄνθρωπον, τοῖς ἐν γῇ ἐπιλελησμένοις συναρίθμιος γέγονε. Χαλκαῖ πύλαι συντρίβονται, καὶ συνθλῶνται μοχλοὶ σιδηροῖ· πύλαι μὲν αἰώνιοι ἤρθησαν, καὶ ἔφριξεν ᾅδου πυλωρὸς, καὶ ἀνεκαλύφθη τὰ τῆς οἰκουμένης θεμέλια. Ὁ γὰρ ἁμαρτίας ἐλεύθερος ἐν νεκροῖς λελόγισται· καὶ κειρίαις περίκειται ὁ Λαζάρου λύσας τὰ σπάργανα, ἵνα τὸν νεκρωθέντα τῇ ἁμαρτίᾳ ἄνθρωπον, καὶ ταῖς ταύτης περισφιγέντα σειραῖς, λύσῃ τῶν δεσμῶν, καὶ ἀφήσῃ ἄνετον. Νῦν ὁ βασιλεὺς τῆς δόξης πρὸς τὸν τύραννον κατεφοίτησεν, ὁ δυνατὸς ἐν πολέμῳ, οὗ ἀπ' ἄκρου τοῦ οὐρανοῦ αἱ πρὸς ἡμᾶς ἔξοδοι, ὁ δραμὼν ὡς γίγας τὴν ἐν τῷ βίῳ ὁδόν.
English
The earth shook, being sprinkled with the Master's blood, shaking off the stain of idolatrous defilement, and leaping with joy at its cleansing. The dead rose from their tombs, prefiguring the resurrection of him who died for us. The sun was extinguished, and again was kindled, accomplishing the three-day count of the Master. The veil of the temple was torn apart, clearly signifying the entrance into the holy of holies and the revealing of hidden things. For a robber was about to walk the paradise, and the man put to death like a criminal was to be believed and worshipped as God by all creation; for truly he is God; and the earthly body, formed from dust, was to become higher than the heavens and to sit with God; and the knowledge of the holy, blessed, and much-hymned Trinity was to be made manifest. 22. He who breathed into Adam the breath of life and made him a living soul, is laid dead, breathless, in the tomb. He who condemned man to return to the earth has been counted among those forgotten in the earth. The gates of bronze are shattered, and the iron bars are broken; the eternal gates were lifted up, and the gatekeeper of Hades shuddered, and the foundations of the world were uncovered. For he who is free from sin has been reckoned among the dead; and he who loosed Lazarus's swaddling clothes is wrapped in grave-bands, so that he might loose from his bonds the man dead in sin and bound by its cords, and set him free. Now the King of glory has come down to the tyrant, the mighty one in battle, whose goings forth to us are from the uttermost part of heaven, who ran like a giant the course of life.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:16 · narrative
Source
Συμπλέκεται γὰρ τοῦτο τῇ ἀσθενείᾳ τῆς ἀνθρωπότητος, καὶ δεσμεῖ ὡς στρουθίον τὸν ἰσχυρὸν, φρούδων γεγενημένων τῶν δορυφορούντων τῇ αὐτοδυνάμῳ θεότητι, καὶ τῶν τούτου σκευῶν ποιεῖται τὴν ἁρπαγὴν, ἀνάγων καλῶς, ἃ κακῶς ἐκεῖνος κατήγαγε. Νῦν ὁ λόγος πρὸς τὸν δράκοντα κάτεισι, τὸν Λευϊαθὰν, τὸν ἀποστάτην (δράκων δὲ ὁ Λευϊαθὰν ἑρμηνεύεται), τὸν νοῦν τὸν μέγαν τῶν Ἀσσυρίων, τῶν ἐναντίων λέγω δυνάμεων, τῇ καρδίᾳ τῆς γῆς ἐμφωλεύοντα· καὶ τοῦτον ἕλκει τῷ τῆς θεότητος ἀγκίστρῳ, τῷ κεκρυμμένῳ σώματι οἷά τινι σκώληκι, καὶ οὓς κατέπιεν ἰσχύσας λίαν οἰκτρῶς, ἐμεῖν ἐκβιάζεται, ἐξαποστέλλων κενὸν τὸν ἐπὶ πλούτῳ κομπάζοντα. Τὸ γεννηθὲν, καὶ δοθὲν ἡμῖν παιδίον ἐπὶ τρώγλην ἀσπίδων καταβεβηκὸς, ἄγχει, καὶ ἀποκτείνει καὶ ὄλλυσι τὸν σοβαρὸν καὶ μεγάλαυχον. Νῦν οὐρανὸς ὁ ᾅδης γεγένηται, καὶ φωτὸς πληροῦνται τὰ καταχθόνια, καὶ τὸ σκότος τὸ πρὶν διῶκον ἐλαύνεται, καὶ τοῖς τυφλοῖς ἀνάβλεψις δίδοται. Τοῖς γὰρ ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, ἀνατολὴ ἐξ ὕψους ἐπέφανε. Ταῦτα προφῆται, καὶ πατριάρχαι, καὶ δίκαιοι σαφῶς προετύπουν καὶ προηγόρευον.
English
For this is intertwined with the weakness of humanity, and it binds the strong one like a sparrow, since those who served as his bodyguard by his self-powered divinity have vanished, and he makes plunder of his vessels, leading up rightly those whom that one led down wrongly. Now the Word descends against the dragon, Leviathan, the apostate (for Leviathan is interpreted as dragon), the great mind of the Assyrians—I mean the opposing powers—lurking in the heart of the earth; and him he draws with the hook of divinity, with the hidden body like some worm, and those whom he swallowed when he prevailed, most piteously, he is forced to vomit up, sending away empty the one who boasts in wealth. The child born and given to us, having descended into the den of asps, strangles and kills and destroys the arrogant and boastful one. Now Hades has become heaven, and the underworld is filled with light, and the darkness that once pursued is driven out, and to the blind sight is given. For to those sitting in darkness and the shadow of death, the Dayspring from on high has appeared. These things the prophets, and patriarchs, and righteous men clearly prefigured and foretold.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:17 · narrative
Source
κγʹ. Ὁ δίκαιος δεσμεῖται, ὡς δύσχρηστος. Βουλὴν γὰρ καθ' αὑτῶν ὀλεθροτόκον βεβούλευνται, οἱ τὸν τοῦ Κυρίου λαὸν καλαμώμενοι, καὶ τῶν ποδῶν αὐτῶν τὰς τρίβους ταράσσοντες. Οὐαὶ τῇ ψυχῇ αὐτῶν! πονηρὰ κατὰ τὰ ἔργα αὐτῶν συμβήσεται αὐτοῖς, ὁ Ἡσαΐας φησίν· ἀλλ' ἡμῖν λυσίπονος ὄντως καὶ ἀκεσώδυνος ἡ πρᾶξις ἤδη γεγένηται. Τὸν νῶτον εἰς μάστιγας δίδωμι, καὶ τὰς παρειὰς εἰς ῥαπίσματα, καὶ ἐμπτυσμάτων αἰσχύνης ἀνέχομαι, ὁ ἐν Ἡσαΐᾳ ἔφη φθεγγόμενος. Διὸ τῶν ἐμῶν χειρῶν τὸ πλαστούργημα, οὐκ ἐντραπήσεται, οὐκ αἰσχυνθήσεται. Οὐ γὰρ ἡρπάχθαι λελόγισμαι τὸ εἶναι ἴσα Θεῷ· ἀλλὰ Θεὸς ὢν τῷ Πατρὶ ὁμοούσιος, ἐμαυτὸν καθῆκα πρὸς κένωσιν, καὶ ὑπὲρ ἀσεβῶν ταπεινοῦμαι πρὸς θάνατον, οὕτω τοῦ Πατρὸς εὐδοκήσαντος. Ἃ θέλει γὰρ, βούλομαι, συνθελητὴς αὐτῷ πεφυκὼς, καὶ κοινωνὸς τῆς θεότητος. Καὶ ὑψοῦμαι ὁ Ὕψιστος, καὶ ἐν ἐμοὶ δεδοξασμένης τῆς ἀνθρωπότητος (οὕτω γὰρ τὴν πατρικὴν ἀγάπην συνίστημι), ἵν' ἐν τῷ ἐμῷ δικαιούμενα αἵματι, καὶ ἐν τῷ ἐμῷ θανάτῳ τὴν πρὸς τὸν ἐμὸν Πατέρα καταλλαγὴν εὐμοιρήσαντα, ἐν τῇ ζωῇ ζῶσι, καὶ ὑπὸ τὰς ἐμὰς ἀναπαύσωνται πτέρυγας, τὰ ἐμοὶ φυλασσόμενα πρόβατα.
English
23. The righteous one is bound as useless. For they have devised a destructive counsel against themselves—those who plunder the Lord's people and trouble the paths of their feet. Woe to their soul! Evil according to their works shall befall them, as Isaiah says; but for us the deed has now truly become a release from pain and a healing of suffering. I give my back to scourges, and my cheeks to blows, and I endure the shame of spittings, said the one speaking in Isaiah. Therefore the work of my hands shall not be put to shame, nor be ashamed. For I have not counted it robbery to be equal with God; but being God, consubstantial with the Father, I lowered myself to emptying, and for the sake of the ungodly I am humbled to death, since the Father so willed it. For what he wills, I will, being of one will with him and a partaker of the divinity. And I, the Most High, am exalted, and humanity is glorified in me (for thus I establish the Father's love), so that those justified in my blood and in my death having obtained reconciliation with my Father, may live in the life and rest beneath my wings—the sheep kept for me.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:18 · narrative
Source
κδʹ. Συνῶμεν οἳ οὐ τεθεάμεθα, καὶ τῇ ἀκοῇ τῶν εὐαγγελιζομένων εἰρήνην πιστεύσωμεν. Ἡμῖν γὰρ ὁ τοῦ Θεοῦ βραχίων, ἡ παντουργὸς αὐτοῦ δύναμις, ἐκκαλύπτεται. Δοξασθησόμεθα γὰρ εἰ συνήσωμεν, καὶ σφόδρα δοξασθησόμεθα, ἐν εὐτελείᾳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, καὶ ἐν τῷ ἀδοξοῦντι εἴδει κατανοοῦντες τὴν ὑπὲρ νοῦν ὡραιότητα. Εἰ καὶ πέπονθε γὰρ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Εἰ καθορᾶται ἐπὶ ξύλου κρεμάμενος, ἀκαλλής τε καὶ ἄδοξος παρὰ πάντας ἐκλείπων τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ' αὐτός ἐστι τὸ τῆς δόξης ἀπαύγασμα, ὃ ὁρῶσα ᾐσχύνθη ἡ γῆ καὶ ἐπένθησεν. Οὗτος τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον ἀνήνεγκε, καὶ τὸν ἡμέτερον ἤλγησε μώλωπα, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ πληγὴν, καὶ πόνον, καὶ κάκωσιν ἤνεγκε, τῆς ἡμῶν εἰρήνης καταλλάγματα. Ἐπεὶ γὰρ ὡς πρόβατα ἐπλανήθημεν, τὴν ὁδὸν Κυρίου ἐκκλίναντες, καὶ τὴν ἡμῶν ἐξανύοντες τρίβον, διὰ σπλάγχνα ἐλέους ταῖς ἁμαρτίαις ἡμῶν παραδέδοται· οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, ἡμῖν καταλιμπάνων ὑπογραμμὸν, καὶ ὡς πρόβατον ἄφωνον ὑπὲρ ἡμῶν εἰς θάνατον ἄγεται. Ὄψεσθε, φησὶν ὁ Μωϋσῆς, τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν. Ὁ Θεοπάτωρ Δαβὶδ, μᾶλλον δὲ διὰ τοῦ Δαβὶδ ὁ τοῦ Δαβὶδ Κύριος, τὸ οἰκεῖον πάθος, καὶ τὴν ζωοτόκον ταφὴν προαναφωνῶν ἔλεγε· Διεμερίσαντο τὰ ἱμάτια μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλλον κλῆρον. Ὁ δερματίνους χιτῶνας ἀμφιάσας τοὺς τοῦ γένους πρωτοπάτορας, ἑκὼν γυμνοῦται πρὸς σταύρωσιν, ἵνα γυμνώσας ἡμᾶς τῆς θνητότητος τὴν τῆς ἀφθαρσίας περιβάλῃ εὐπρέπειαν.
English
24. Let us understand what we have not seen, and let us believe through the hearing of those who proclaim peace. For to us the arm of God, his all-working power, is revealed. For we shall be glorified if we understand, and we shall be greatly glorified, mirroring the glory of the Lord in lowliness, and contemplating in the dishonored form the beauty that surpasses understanding. For even if he suffered from weakness, yet he lives by the power of God. Even if he is seen hanging on a tree, uncomely and dishonored, failing more than all the sons of men, yet he himself is the radiance of glory, which the earth, seeing, was ashamed and mourned. This one bore our sins on the tree, and grieved our bruise, and is in pain for us, and bore wound, and pain, and affliction, the reconciliations of our peace. For since we went astray as sheep, turning aside from the way of the Lord, and pursuing our own path, through the bowels of mercy he was handed over for our sins—not striving, nor crying out, leaving us an example, and as a voiceless sheep he is led to death for us. You shall see, says Moses, your life hanging before your eyes, and you shall not surely believe your life. David, the father of God—or rather, through David, the Lord of David—foretelling his own passion and life-bearing burial, said: They divided my garments among themselves, and on my clothing they cast a lot. He who clothed the first fathers of the race in tunics of skin willingly is stripped for crucifixion, so that, stripping us of mortality, he may clothe us in the comeliness of incorruption.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:19 · narrative
Source
Καὶ τὴν στολὴν κληρουχεῖ τοῖς στρατιώταις. Μέλλει γὰρ ἐκ θνητῶν ἀνιστάμενος ἀποστέλλειν τοῖς ἔθνεσιν, οὓς αὐτὸς μαθητὰς ἐξελέξατο, καὶ αὐτὸς θείου βαπτίσματος τοῖς πιστοῖς γίνεσθαι περιβόλαιον· Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. κεʹ. Νῶε μὲν ἐν κιβωτῷ καθειργόμενος, καὶ ξύλῳ σώζων δευτέρου κόσμου τὰ σπέρματα, καὶ πάλιν ἀρχὴ τοῦ γένους γενόμενος, Χριστὸν ἑκουσίως ἐτύπου θαπτόμενον, τὸν κλύσαντα μὲν τὴν ἁμαρτίαν τῷ ἐκ πλευρᾶς αὐτοῦ ῥεύσαντι μεθ' ὕδατος αἵματι, τῷ δὲ τοῦ σταυροῦ ξύλῳ τὸ γένος ἡμῶν ἅπαν διασώσαντα, καὶ κοινοῦ βίου, καὶ νέας πολιτείας καθηγεμόνα γενόμενον. Ἀβραὰμ ὁ μέγας πατριάρχης τὸν Ἰσαὰκ ἀνάγων πρὸς ὁλοκαύτωσιν, τὸν ἐξ ἐπαγγελίας, καὶ εἰς ὃν αἱ ἐπαγγελίαι, τὴν τοῦ δεσπότου σφαγὴν σαφῶς προκατήγγειλεν. Αὐτὸς μὲν γὰρ ὁ Ἰσαὰκ ζῶν τῷ πατρὶ πρὸς Θεοῦ χαρίζεται· ἀμνὸς δὲ τῶν κεράτων ἐν φυτῷ Σαβὲκ κατεχόμενος ἐγένετο σφάγιον· καὶ γίνεται τοῦ διπλοῦν, τοῦ κριοῦ τε καὶ τοῦ Ἰσαὰκ μυστήριον, τύπος ἀληθὴς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Διπλοῦς γὰρ οὗτος καὶ σύνθετος, Θεός τε καὶ ἄνθρωπος ὢν ὁ αὐτὸς, καθὸ μὲν φύσει Υἱὸς Θεοῦ καὶ Θεὸς, ἐν ἀπαθείᾳ μεμένηκε· καθὸ δὲ αὐτὸς ἄνθρωπος ὑπὲρ ἄνθρωπον γενόμενος, ὑπὲρ τοῦ κόσμου ἑαυτὸν ἱερεῖον ἄμωμον ἐν φυτῷ Σαβὲκ τῷ πατρὶ προσήγαγεν, ἤτοι ἐν ξύλῳ ἀφέσεως. Σαβὲκ γὰρ ἄφεσις ἑρμηνεύεται. Τί βούλεται τὰ τρία μέτρα τῆς σεμιδάλεως ἐγκρυφίας γενόμενος; οὐ σαφῶς τὴν τριήμερον τοῦ ἄρτου τῆς ζωῆς ταφὴν ὑπαινίττεται; Τί δὲ ὁ λάκκος τοῦ Ἰωσὴφ πρότερον, καὶ ἡ φρουρὰ ὕστερον;
English
And he allots the garment to the soldiers. For when he rises from the dead, he is about to send out to the nations those whom he himself chose as disciples, and himself to become a garment of divine baptism for the faithful. For as many of you, he says, as were baptized into Christ have put on Christ. 25. Noah, shut up in the ark and saving by wood the seeds of a second world, and again becoming the beginning of the race, was willingly a type of Christ buried, who washed away sin by the blood that flowed with water from his side, and by the wood of the cross saved our whole race, and became the leader of a common life and a new citizenship. Abraham the great patriarch, leading Isaac, the child of promise and the one to whom the promises were made, to whole burnt offering, clearly foretold the slaughter of the Master. For Isaac himself, while living, is granted by God to his father; but the ram, held by its horns in a plant of Sabek, became the victim; and he becomes a type of the double mystery, of the ram and of Isaac, a true type of Christ our God. For this one is double and composite, being himself both God and man: insofar as he is by nature Son of God and God, he remained in impassibility; but insofar as he himself became man beyond man, for the sake of the world he brought himself to the Father as a spotless victim in a plant of Sabek, that is, in the wood of forgiveness. For Sabek is interpreted as forgiveness. What do the three measures of fine flour, having become hidden bread, mean? Do they not clearly hint at the three-day burial of the bread of life? And what of the pit of Joseph first, and the prison afterward?
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:20 · narrative
Source
οὐ τάφον, καὶ τὴν ἐπὶ τούτῳ φρουρὰν ἐμφαίνει τρανότατα; Ἔθεντο γάρ με, φησὶν, ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκῖᾳ θανάτου. Τί δὲ Μωσῆς ὁ θεόπτης καὶ νομοθέτης; οὐκ ἐν τῇ θίβῃ κρυπτόμενος, ἔκδοτος πρὸς θάνατον δίδοται, καὶ πρὸς τῆς βασιλίδος ἀναλαμβάνεται; Οὕτω καὶ ὁ Χριστὸς ἐν τάφῳ καλύπτεται, νεκρούμενος μὲν σωματικῶς, πρὸς δὲ τῆς οἰκείας θεότητος τῆς βασιλευούσης πάσης τῆς κτίσεως πρὸς ζωὴν αὖθις ἀνάγεται. Οὐκ αὐτὸς δὲ πάλιν Μωσῆς ῥάβδῳ παίει τὴν θάλασσαν, καὶ τῷ διπλῷ τῆς πληγῆς, τῷ ὀρθίῳ καὶ ἐγκαρσίῳ τοῦ σταυροῦ μηνύει τὸ πρόσχημα, καὶ πρὸς τὸν βυθὸν κάτεισι, τὴν πρὸς τὸν ᾅδην δεικνὺς τοῦ Σωτῆρος κατάβασιν, καὶ θανατοῖ Φαραὼ τὸν διώκοντα, καὶ σώζει τὸν Ἰσραήλ; Ἐπεὶ καὶ ὁ Χριστὸς ἐθανάτωσε μὲν τὸν θάνατον, σώζει δὲ πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας. Ταῖς δὲ τῶν χειρῶν ἐκτάσεσι, τρέπων μὲν τὸν Ἀμαλὴκ, τροπαιοφόρον δὲ τὸν Ἰσραὴλ ἐργαζόμενος, τὸ αὐτὸ προεμφαίνει τοῦ Σωτῆρος μυστήριον. Ἐξίστησί μου τὸν νοῦν καὶ τὸ τοῦ μάννα παράδοξον. Ὥσπερ γὰρ τῇ ἑσπέρᾳ τοῦ Σαββάτου μόνον ἐκρύπτετο οὕτως Ἰησοῦς ὁ ἐμὸς Θεὸς, καὶ δι' ἐμὲ ἄνθρωπος, ὅλως γλυκασμὸς, καὶ ὅλως ἐπιθυμία, ἐν τῷ τέλει τῆς Παρασκευῆς τῷ τάφῳ καλύπτεται. Ἰωνᾶν δὲ, οὐκ αὐτὸς ὁ Κύριος ἑαυτοῦ προηγόρευσε τύπον; Ὥσπερ γὰρ, φησὶν, Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως δεῖ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας, καὶ τρεῖς νύκτας.
English
Does it not most clearly reveal the tomb and the guard set over it? For they placed me, he says, in the lowest pit, in dark places, and in the shadow of death. And what of Moses, the God-seer and lawgiver? Is he not, hidden in the ark of bulrushes, given over to death, and taken up by the queen? So too Christ is covered in the tomb, put to death in the body, but by his own divinity, which reigns over all creation, he is led up again to life. And does not Moses again strike the sea with his rod, and by the double stroke, upright and crosswise, signify the figure of the cross, and descend into the deep, showing the Savior's descent into Hades, and put to death Pharaoh the pursuer, and save Israel? Since Christ also put death to death, and saves all who believe in him. And by the stretching out of his hands, turning back Amalek and making Israel victorious, he prefigures the same mystery of the Savior. The wonder of the manna also astonishes my mind. For just as it was hidden only at the evening of the Sabbath, so Jesus my God, and for my sake man, wholly sweetness and wholly desire, at the close of the Preparation is covered in the tomb. And did not the Lord himself foretell Jonah as his own type? For just as, he says, Jonah was in the belly of the sea monster three days and three nights, so must the Son of Man be in the heart of the earth three days and three nights.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:21 · narrative
Source
κϛʹ. Ἀλλ' ἐρεῖ τις· Εἰ τῇ Παρασκευῇ τὸν ἑκούσιον ὑπομεμένηκε θάνατον, ἀνεβίω τε τῇ μιᾷ τῶν Σαββάτων, πῶς σωθήσεται τὸ τρεῖς νύκτας τῇ καρδία ἐνδιατρίψαι τῆς γῆς; Ἀλλὰ γὰρ οὑτωσὶ πρὸς ἡμᾶς φησιν ὁ θεῖος Μωσῆς, ὡς Ὁ Θεὸς, τὸ μὲν φῶς ἐκάλεσεν ἡμέραν, τὸ δὲ σκότος ἐκάλεσε νύκτα. Ἀναρτηθέντος τοίνυν τοῦ Κυρίου ἐν τῷ ἀχράντῳ σταυρῷ, σκότος ἐφ' ὅλην τὴν οἰκουμένην ἐγένετο, οὐ νέφους ἐπιπροσθοῦντος, καὶ τὴν ἡλιακὴν ἀκτῖνα καλύπτοντος, οὐ τοῦ σεληνιακοῦ τειχίζοντος σώματος, ὥσπερ τινὸς διαφράγματος, καὶ τὴν αἴγλην ὡς ἡμᾶς φθάνειν μὴ συγχωροῦντος· οὕτω γὰρ τὰς ἡλιακὰς ἐκλείψεις οἱ περὶ ταῦτα δεινοὶ φάσκουσι γίγνεσθαι· ἀλλὰ σκότους ἁπάσης κατασχεθείσης τῆς γῆς, τοῦ ψηλαφήτου τῆς Αἰγυπτίων πληγῆς λίαν ἀμαυροτέρου. Αὕτη γὰρ ἡ πηγάζουσα τοῦ ἡλιακοῦ σώματος φωτιστικὴ ἐξέλιπε δύναμις. Ἔδει γὰρ τὸν τοῦ Δημιουργοῦ σωματικὸν θάνατον πᾶσαν πενθῆσαι τὴν κτίσιν. Διὸ καὶ ὁ προφήτης φησί· Δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς. Καὶ ἕτερος αὖθις· Ἐν ἐκείνῃ τῇ ἡμέρα οὐκ ἔσται φῶς. Καὶ οὐχ ἡμέρα, καὶ οὐ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Ἐν τῷ σκότει τοίνυν τούτῳ, ἡ θεία καὶ παναγία τοῦ Κυρίου ψυχὴ τοῦ ἱεροῦ καὶ
English
26. But someone will say: If he endured the voluntary death on the Preparation and rose again on the first day of the Sabbaths, how will the statement that he spent three nights in the heart of the earth be fulfilled? But indeed the divine Moses speaks to us in this way: that God called the light day, and the darkness he called night. When therefore the Lord was hung upon the immaculate cross, darkness came over the whole inhabited world—not with a cloud overshadowing and covering the sun's ray, nor with the lunar body walling itself off like some barrier and not permitting the radiance to reach us as it does; for this is how those skilled in such matters say solar eclipses occur—but darkness seized the whole earth, far darker than the palpable plague of the Egyptians. For that illuminating power which wells up from the sun's body failed. For it was fitting that all creation mourn the bodily death of the Creator. Therefore the prophet also says: The sun shall set at midday, and the light shall grow dark in the day. And another again: In that day there shall be no light. And not day, and not night, and toward evening there shall be light. In this darkness, therefore, the divine and all-holy soul of the Lord, from the sacred and
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:22 · narrative
Source
ζωοποιοῦ διαιρεθεῖσα σώματος, τῇ καρδίᾳ τῆς γῆς ἐπεδήμησεν, ὅπερ εἰς νύκτα λογίζεται. Εἶτα μετὰ τὸ σκότος αὖθις ἡμέρα πρὸς τοῦ δημιουργοῦ σχεδιάζεται, πρὸς τὸ οἰκεῖον σχῆμα τοῦ ἡλίου πάλιν δρομήσαντος· διὸ καὶ πρὸς ἑσπέραν φῶς ἔσεσθαι ὁ προφήτης προέφησεν· εἶτα ἡ πρὸ τοῦ Σαββάτου νὺξ, καὶ τὸ Σάββατον, ἥτε πρὸ τῆς μιᾶς τῶν Σαββάτων, καὶ αὐτὴ ἡ τῆς ἁγίας Κυριακῆς λαμπρὰ καὶ φαεσφόρος ἡμέρα, ἐν ᾗ τὸ ἄκτιστον φῶς σωματικῶς ἐκ τοῦ τάφου πρόεισιν, ὡς νυμφίος ὡραῖος τῷ κάλλει τῆς ἀναστάσεως· τὸ γὰρ τέλος τῶν Σαββάτων, ὅπερ ὀψὲ Σαββάτων φησὶν ὁ εὐαγγελιστὴς, ἀρχὴ τῆς μιᾶς τῶν Σαββάτων γίνεται· ἔχεις τῶν τριῶν ἡμερῶν καὶ τοσούτων νυκτῶν σαφῆ τὴν ἀπαρίθμησιν. Ἀλλ' ἐπανίωμεν αὖθις, ὅθεν ἐξέβημεν. κζʹ. Εἰς χοῦν θανάτου κατάγεται ὁ ἐκ χοὸς πλαστουργήσας τὸν ἄνθρωπον, καὶ ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ αἴρεται. Τῶν γηΐνων γὰρ ποιεῖται τὴν ἀπόθεσιν, οὐ σώματός φημι, τῶν δὲ τοῦ σώματος, ὕπνου καὶ κόπου, πείνης καὶ δίψης, τομῆς τε καὶ ῥεύσεως. Ταῦτα γὰρ διὰ τῆς παρακοῆς εἰς τὸν βίον εἰσέφρησε τὸν ἡμέτερον. Καὶ ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ γίνεται, ἣν διὰ σταυροῦ καὶ ταφῆς ἡμῖν ἐπρυτάνευσε, συνάψας τὰ διεστῶτα, καὶ τὸν ἀποστάτην ἄνθρωπον καθυποτάξας τῷ πλάσαντι. Διὸ οἱ πονηροὶ ἀντὶ ταφῆς αὐτοῦ εἰς ὄλεθρον παραδέδονται· Ἰουδαῖοι μὲν, μετὰ τὴν τοῦ ναοῦ καὶ τὴν τοῦ ἄστεος πόρθησιν, δορύκτητοι πρὸς τῶν ἐχθρῶν ἀπαγόμενοι, μηκέτι πρὸς τὰ οἰκεῖα πάλιν δρομήσοντες· τῆς γὰρ θείας ἐπικουρίας ἀφίενται ἔρημοι μετὰ τήνδε τὴν τοῦ Κυρίου φωνὴν, Ὁ οἶκος ὑμῶν ἀφίεται ἔρημος·
English
Having been divided from the life-giving body, he sojourned in the heart of the earth, which is reckoned as night. Then after the darkness, day is again sketched out by the Creator, as the sun runs its course once more to its own proper form; therefore the prophet foretold that there would be light toward evening; then the night before the Sabbath, and the Sabbath, and the night before the first day of the Sabbaths, and the bright and light-bringing day of holy Sunday itself, on which the uncreated light proceeds bodily from the tomb, like a bridegroom beautiful in the beauty of the resurrection. For the end of the Sabbaths, which the evangelist calls "late on the Sabbath," becomes the beginning of the first day of the Sabbaths. You have the clear enumeration of the three days and as many nights. But let us return again to where we set out. 27. He who fashioned man from dust is led down into the dust of death, and his life is taken away from the earth. For he lays aside earthly things—not the body, I mean, but the things of the body: sleep and toil, hunger and thirst, cutting and flux. For these things stole into our life through disobedience. And his burial takes place in peace, which he procured for us through cross and burial, joining together the things that were separated, and subjecting the apostate man to the one who fashioned him. Therefore the wicked are handed over to destruction instead of his burial: the Jews, after the sack of the temple and the city, led away captive by their enemies, never again to run back to their own homes; for they are left desolate, bereft of divine aid, after this utterance of the Lord: "Your house is left desolate.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:23 · narrative
Source
δαίμονες δὲ τὴν τύραννον καὶ γαῦρον ἀφαιρεθέντες ἀρχὴν, ἣν ἦρξαν ἡμῶν κακοὶ κακῶς, τοῖς αἰσχίστοις χειρωσάμενοι πάθεσιν. Αὐτὸς δὲ τῶν πονηρῶν τὰ σκῦλα τοὺς ἀπ' αἰῶνος θανόντας κεκληρονόμηκεν, ἀπαλλάξας τούτους ὅσοι τῷ ζυγῷ τῆς ἁμαρτίας κατείχοντο. Ἐν γὰρ ἀνόμοις καταλεχθεὶς, τὴν εὐνομίαν ἐφύτευσεν· τῶν δὲ ἀπειθούντων τὸ σπέρμα γέγονεν εἰς ἀπώλειαν, καὶ πένθος ἑορτῶν ἀπηλλάξατο, καὶ θρήνους ὕμνων ἀντήχησαν. Ἡμῖν δὲ φῶς ἐκ σκότους ἀνέτειλε, καὶ ζωὴ προῆλθεν ἐκ μνήματος, καὶ ἐξ ᾅδου πηγάζει ἀνάστασις, καὶ χαρὰ, καὶ θυμηδία, καὶ ἀγαλλίασις. κηʹ. Οὐκ ἄτοπον δὲ καὶ τῶν εὐαγγελικῶν ἁψαμένους ῥημάτων, τὸν ἐν αὐτοῖς πλοῦτον ἀρύσασθαι. Φασὶν οἱ πνεύματι τὰ θεῖα φθεγξάμενοι, καὶ τὸν Χριστὸν λαλοῦντα ἐν ἑαυτοῖς ἔχοντες εὐαγγελισταί· Ὀψίας γενομένης, ἦλθεν ἀνὴρ πλούσιος ἀπ' Ἀριμαθαίας τὸ ὄνομα Ἰωσὴφ, εὐσχήμων βουλευτὴς, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ, καὶ ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ. Οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ πράξει αὐτῶν, διὰ δὲ τὸν φόβον τῶν Ἰουδαίων ἐκρύπτετο. Οὗτος τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὢ μακαρίου καὶ ἀοιδίμου ἀνδρός! Ἀληθῶςφησιν ὁ Κύριος· Πᾶν δένδρον ἐκ καρπῶν οἰκείων ἐπιγινώσκεται. Ἀγαθὸς τοίνυν ὑπάρχων καὶ δίκαιος, οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν. Ὄντως οὗτος μακάριος ἀνὴρ, ὥς φησιν ὁ θεηγόρος Δαβίδ.
English
But the demons, stripped of the tyrannical and arrogant rule which they wickedly wielded over us, having been subdued by the most shameful passions. But he himself has inherited as his portion the spoils of the wicked—those who have died from the beginning of the world—having set free all those who were held fast by the yoke of sin. For having been reckoned among the lawless, he planted the lawfulness; but the seed of the disobedient has come to destruction, and mourning has been dismissed from feasts, and hymns have echoed back laments. But for us light has risen out of darkness, and life has come forth from the tomb, and from Hades resurrection gushes forth, and joy, and gladness, and exultation. 29. It is not out of place also to touch upon the words of the Gospel and to draw out the wealth that is in them. Those who spoke divine things by the Spirit, and who had Christ speaking within themselves—the evangelists—say: When evening had come, there came a rich man from Arimathea, by name Joseph, a respected councillor, a good and righteous man, who also himself had become a disciple of Jesus, and was awaiting the kingdom of God. This man had not consented to their deed, but for fear of the Jews he was hiding. This man, having dared, went in to Pilate and asked for the body of Jesus. O blessed and renowned man! Truly the Lord says: Every tree is known by its own fruits. Therefore, being good and righteous, he had not consented to their counsel and their deed. Truly this is a blessed man, as the God-inspired David says.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:24 · narrative
Source
Οὐ γὰρ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, οὐδὲ ὁδῷ ἁμαρτωλῶν ἑστὼς ἐφρυάξατο καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐ κεκάθικε κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, μετὰ λαῶν ἀνόμων βουλευσάμενος. Οὐκ εἶπεν· Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Οὐκ ἐφθέγξατο τὴν τῶν δειλαίων φωνὴν, τὴν τοῦ ἀθώου καὶ θείου αἵματος ποινὴν ἐφ' ἑαυτὸν καὶ τὴν οἰκείαν γονὴν ἐφελκόμενος· ἀλλ' ἐν τῷ νόμῳ Κυρίου ἔχων τὸ θέλημα, καὶ ἐν τῷ νόμῳ αὐτοῦ κοιταζόμενος καὶ ἀνιστάμενος ἀεὶ μελετῶν, τοῖς θεοῤῥύτοις τοῦ Πνεύματος νάμασι τὴν οἰκείαν κατήρδευε διάνοιαν. Τοῦ γὰρ καλοῦ διδασκάλου φοιτητὴς ἐγεγόνει, καὶ τοῖς αὐτοῦ κατηκολούθηκεν ἴχνεσιν. Ὢ πλουσίου ἀνδρὸς, τὴν προαίρεσιν! ὢ σοφοῦ ἐμπόρου, τῷ ἐπιγείῳ τὸν οὐράνιον διαρπάσαντος πλοῦτον, καὶ τὸν τῆς ζωῆς θησαυρὸν ἐν ἑαυτῷ κατακρύψαντος! Ὁ δὲ Πιλάτος, φησὶν, ἐθαύμασεν εἰ ἤδη τέθνηκεν. Ἐθαύμασε πῶς ἡ ζωὴ τέθνηκε, πῶς ὁ τῆς πνοῆς τῶν ἀνθρώπων ταμίας τὴν πνοὴν παραδέδωκεν. Ναὶ, τέθνηκεν, ὦ Πιλάτε, ἀλλ' ἑκουσίως. Ἐξουσίαν γὰρ ἔχει θεῖναι τὴν ψυχὴν ἑαυτοῦ, καὶ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν. Ναὶ, τέθνηκεν, ἵνα σκυλεύσῃ τὸν θάνατον, ἵνα ζωώσῃ πέδαις σφόδρα κατεχόμενον, ἵνα πρωτότοκος ἐκ νεκρῶν γενόμενος, τοῖς νεκροῖς πηγάσῃ ἀνάστασιν, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. κθʹ. Δωρεῖται τοίνυν τὸ σῶμα τῷ Ἰωσήφ. Ὢ τόλμης ἀσχέτου καὶ παῤῥησίας, ἣν πίστις καὶ θεῖος πόθος ἐκύησε! Θείων χαρισμάτων οἱ μαθηταὶ γενόμενοι μέτοχοι, φόβῳ συστελλόμενοι κρύπτονται, καὶ σὺ νεκρὸν ἐπιποθεῖς, τὸν διδάσκαλον θᾶττον ἐμιμήσω τὸν σὸν καθηγεμόνα καὶ Κύριον.
English
For he did not walk in the counsel of the ungodly, nor did he, standing in the way of sinners, rage and rave, nor did he sit in the seat of the pestilent against the Lord and against his Christ, having taken counsel with lawless peoples. He did not say: Away, away, crucify him. He did not utter the voice of the cowardly, drawing upon himself and his own offspring the penalty of innocent and divine blood; but having his will in the law of the Lord, and lying down and rising up always meditating in his law, he watered his own mind with the God-flowing streams of the Spirit. For he had become a disciple of the good Teacher, and he followed in his footsteps. O the purpose of a rich man! O the wisdom of a merchant, who snatched the heavenly wealth with the earthly, and hid the treasure of life within himself! But Pilate, it says, marveled if he had already died. He marveled how Life had died, how the steward of the breath of men had surrendered his breath. Yes, he has died, O Pilate, but willingly. For he has authority to lay down his own soul, and he has authority again to take it. Yes, he has died, that he might despoil death, that he might give life to him who was held fast by mighty bonds, that having become the firstborn from the dead, he might gush forth resurrection for the dead, that the mortal might be swallowed up by life. 29. He grants, then, the body to Joseph. O unbearable boldness and confidence, which faith and divine longing brought forth! The disciples, having become partakers of divine gifts, are held back by fear and hide, and you long for the dead man; you imitated your Teacher more quickly, your guide and Lord.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:25 · narrative
Source
Προαιρέσει γὰρ τὴν σεαυτοῦ ψυχὴν θανάτῳ παραδέδωκας. Οὐκ ἤνεγκας γυμνὸν ὁρᾷν τὸ τοῦ Κυρίου σῶμα τὸ ἅγιον, τὸ καθ' ὑπόστασιν ἑνωθὲν τῇ θεότητι. Ἥψω τοῦ θείου ἄνθρακος, οὗ τῷ τύπῳ τὰ Σεραφὶμ οὐ ψαῦσαι δεδύνηνται. Ὢ μακαρίων χειρῶν! ὢ πανολβίων ὠλενῶν, αἷς κατασχὼν τὸ τοῦ Θεοῦ μου σῶμα, σινδόνι καθαρᾷ καὶ μύροις πολυτελέσιν ἐνείλησας! Οὕτω γὰρ, φησὶν, ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἦν δὲ, φησὶν, ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη. Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν· ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν πρὸς τὴν θύραν, ἀναπῆλθε. Παρασκευὴ μὲν οὖν λέγεται, οἷόν τις προετοιμασία πρὸς τὴν τοῦ Σαββάτου ἀνάπαυσιν. Κατάπαυσιν γὰρ τῶν ἔργων εἶχε τὸ Σάββατον, μηδενὸς λατρευτοῦ τὸ παράπαν ἐφάπτεσθαι τοῦ Θεοῦ τοῖς Ἑβραίοις θεσπίσαντος· ἀλλ' ἡμῖν Παρασκευὴ πρὸς τὴν τῆς ἁμαρτίας, καὶ τῶν ἐκ ταύτης δυσχερῶν, τὸ θεῖον πάθος γεγένηται. Σινδόνι τοίνυν καθαρᾷ ἐνειλίσσεται ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον ἐν τάφῳ τίθεται, ὁ θρόνον ἔχων τὸν οὐρανὸν, καὶ τὴν γῆν ὑποπόδιον, ὁ πληρῶν καὶ περιγράφων τὰ σύμπαντα, ὁ μόνος ὡς Θεὸς ἀπερίγραπτος, καὶ δρακὶ περιδεδραγμένος τῆς κτίσεως, ἐν τάφῳ σωματικῶς περιγράφεται.
English
For you handed over your own soul to death by choice. You could not bear to see the Lord's holy body naked, that body united to the Godhead in person. You touched the divine coal, which the Seraphim could not touch even in its type. O blessed hands! O most fortunate arms, with which you grasped the body of my God and wrapped it in a clean linen cloth and costly myrrh! For thus, he says, it is the custom of the Jews to bury. And there was, he says, in the place where he was crucified, a garden, and in the garden a new tomb, in which no one had yet been laid. There, then, because of the Jews' Preparation, since the tomb was near, they laid Jesus; which he had hewn out in the rock; and having rolled a great stone to the door, he went away. Now Preparation is so called as a kind of preparation for the rest of the Sabbath. For the Sabbath had the cessation of works, since God had ordained for the Hebrews to touch no servile thing at all; but for us the divine Passion has become a Preparation for the cessation of sin and the hardships that come from it. Therefore the only pure and undefiled one is wrapped in a clean linen cloth—he who wraps the heaven in clouds, who clothes himself with light as a garment, is laid in a tomb; he who has heaven as his throne and the earth as his footstool, who fills and encompasses the universe, the only one who as God is uncircumscribed and holds creation in his hand, is circumscribed bodily in a tomb.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:26 · narrative
Source
Αὐτὸς ὡς Θεὸς ἐν οὐρανῷ σὺν Πατρὶ προσκυνούμενος καὶ τῷ Πνεύματι, καὶ αὐτὸς ὡς ἄνθρωπος σωματικῶς ἐν μνήματι κείμενος, καὶ ψυχικῶς ἐν τοῖς ᾅδου μυχοῖς αὐλιζόμενος, καὶ τῷ λῃστῇ εἰσιτητὸν ποιῶν τὸν παράδεισον, συμπαρομαρτούσης ἁπανταχῆ τῆς ἀπεριγράπτου Θεότητος. Εἰ γὰρ καὶ διῃρέθη ἡ ἱερὰ ψυχὴ τοῦ ζωοποιοῦ καὶ ἀχράντου σώματος, ἀλλ' ἡ θεότης τοῦ Λόγου μετὰ τὴν ἐν γαστρὶ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας σύλληψιν, καθ' ὑπόστασιν γεγενημένης τῶν δύο φύσεων ἀδιασπάστου ἑνώσεως, ἀμφοτέρων μεμένηκεν ἀδιάσπαστος, τῆς τε ψυχῆς φημι, καὶ τοῦ σώματος· καὶ οὕτω μία ὑπόστασις τοῦ Χριστοῦ καὶ ἐν αὐτῷ θανάτῳ διέμεινεν, ἐν τῇ τοῦ Θεοῦ Λόγου ὑποστάσει ὑφισταμένης τῆς τε ψυχῆς καὶ τοῦ σώματος, καὶ μετὰ θάνατον καὶ ταύτην κεκτημένων ὑπόστασιν. Διὰ τοῦτο πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν τοῦ Πατρός. λʹ. Τί δὲ ἐν τάφῳ καινῷ κατατίθεται, ἐν ᾧ οὐδέπω νεκρὸς κατετέθη; Ἐμοὶ δοκεῖ, ὡς ἂν μή τινος τῶν πάλαι τεθειμένων ὑποπτεύηται ἡ ἔγερσις. Ἕτοιμοι γὰρ εἰς κακουργίαν οἱ τῇ ἑαυτῶν σωτηρίᾳ βασκαίνοντες, καὶ πρὸς ἀπιστίαν ὀξύτατοι. Ἵνα τοίνυν ἐκφανὴς καὶ ἀρίδηλος ἡ τοῦ Κυρίου δειχθείη ἀνάστασις, μόνος ἐν καινῷ καὶ κενῷ τῷ μνήματι θάπτεται, ἡ τῆς ζωῆς πνευματικὴ πέτρα, ἐξ ἧς ἀκολουθούσης ἔπινον οἱ ἀγνώμονες· ὁ λίθος ὁ ἀκρογωνιαῖος καὶ ἀχειρότμητος, ἐν πέτρᾳ λελαξευμένῃ καλύπτεται. Εὔθραυστοι γὰρ ψυχαὶ καὶ ἡδοναῖς εὐδιάχυτοι, τὸν θεῖον Λόγον οὐ φέρουσι
English
He himself, as God, is worshiped in heaven with the Father and the Spirit, and he himself, as man, lies bodily in the tomb, and dwells spiritually in the recesses of Hades, and makes Paradise accessible to the thief, his uncircumscribable Godhead accompanying him everywhere. For even if the sacred soul was separated from the life-giving and immaculate body, nevertheless the Godhead of the Word, after the conception in the womb of the holy Virgin and Theotokos Mary, when the unbreakable union of the two natures had come to be in person, has remained unbroken in both—I mean both the soul and the body—and thus the one person of Christ remained even in death itself, the soul and the body subsisting in the person of God the Word, and even after death possessing this person. Therefore every knee shall bow, of things in heaven, and things on earth, and things under the earth, and every tongue shall confess that Jesus Christ is Lord, to the glory of the Father. 30. But why is he laid in a new tomb, in which no dead man had yet been laid? It seems to me, so that the resurrection might not be suspected to be that of one of those laid there long ago. For those who begrudge their own salvation are ready for mischief, and very sharp toward unbelief. In order, therefore, that the Lord's resurrection might be shown manifest and clear, he alone is buried in a new and empty tomb—the spiritual rock of life, from which the ungrateful drank as it followed; the cornerstone, not cut by hands, is covered in a hewn rock. For souls easily broken and easily dissolved by pleasures do not bear the divine Word.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:27 · narrative
Source
δέξασθαι, στερεαὶ δὲ μᾶλλον, καὶ ἀῤῥενωπῶς πρὸς ἀρετὴν διακείμεναι. λαʹ. Τῇ δ' ἐπαύριον, φησὶν, ἥτις ἦν μετὰ τὴν Παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς, καὶ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες. Πάλιν συνήχθη τὸ τῆς παρανομίας συνέδριον. Οἱ τοὺς προφήτας ἀποκτείνοντες, καὶ λιθοβολοῦντες τοὺς ἀπεσταλμένους πρὸς αὐτούς· οἱ τὸν ἀμπελῶνα Κυρίου, τὸν Ἰσραηλίτην λέγω λαὸν, δεινῶς κατεσθίοντες, καὶ πρὸς τοὺς δούλους τὸν κληρονόμον Υἱὸν ἀπεχθῶς θανατώσαντες. Ἠγνόησαν γὰρ, ὡς κληρονόμος ἔσται πάσης τῆς κτίσεως, οἷα ἄνθρωπος. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ τί πρὸς Πιλάτον λέγουσι; Κύριε, ἐμνήσθημεν, ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ὢ τῆς συνήθους τῶν εἰδωλολατρῶν παρανομίας! Τὸν τῆς πλάνης ὑπόσπονδον, τὸν δοῦλον τῆς ἁμαρτίας κύριον καλοῦσιν οἱ πλάνοι, καὶ τῆς πλάνης συμμέτοχοι. Τὸν δὲ Σωτῆρα τῶν ὅλων καὶ Κύριον, τὴν ὄντως ἀλήθειαν, τὴν τοῦ Πατρὸς σοφίαν καὶ δύναμιν, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον, πλάνον προσαγορεύουσι. Τί, ἔτι ζῶν, φάσκετε πρότερον; Οὐ ζῇ μετὰ θάνατον, ὁ τῆς ζωῆς τοῖς ζῶσι, καὶ τοῖς οὖσι τοῦ εἶναι αἴτιος; Ἐν νεκροῖς μὲν ἦν, ἀλλὰ ζῶν, ὡς ἐλεύθερος. Οὐκ ἠκούσατέ ποτε ἐν Ἰωνᾷ τῷ προφήτῃ τοῦ Κυρίου φήσαντος· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται; Καταστραφήσεται γὰρ ἡ πλάνη, τοῦ Κυρίου τρίτῃ ἡμέρᾳ ἐξανισταμένου τοῦ μνήματος, καὶ φυτευθήσεται δικαιοσύνη τε καὶ ἀλήθεια. Κέλευσον οὖν, φασὶν, ἀσφαλισθῆναι τὸν τάφον ἕως τρίτης ἡμέρας. Τί μάτην ταράττεσθε, δείλαιοι;
English
to receive it, but rather are firm and disposed toward virtue in a manly way. 31. But on the next day, he says, which was after the Preparation, the chief priests and Pharisees gathered before Pilate, saying: Again the council of lawlessness has gathered—those who kill the prophets and stone those sent to them; those who savagely devour the vineyard of the Lord, I mean the people of Israel, and who hatefully put to death the heir, the Son, after the servants. For they did not know that as a man he would be heir of all creation. For if they had known, they would not have crucified the Lord of glory. And what do they say to Pilate? Lord, we remembered that that deceiver said while still alive: After three days I rise. O the customary lawlessness of the idolaters! The deceivers and partakers in deception call the one who is under contract to deception, the slave of sin, "lord." But the Savior of all and Lord, the true truth, the wisdom and power of the Father, the true light that enlightens every man coming into the world—him they address as a deceiver. Why do you say "while still alive" beforehand? Does he not live after death—he who is the life of the living and the cause of being to those who exist? He was among the dead, but living, as one free. Have you never heard in Jonah the prophet the Lord saying: Yet three days, and Nineveh shall be destroyed? For deception shall be destroyed, when the Lord rises from the tomb on the third day, and righteousness and truth shall be planted. Command, then, they say, that the tomb be secured until the third day. Why do you trouble yourselves in vain, wretched men?
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:28 · narrative
Source
Τί φοβεῖσθε φόβον, οὗ φόβος οὐ πέφυκεν; Οὐ συνέξει σφραγὶς τὸν ἀπερίγραπτον. Εἰ τῷ Ἀββακοὺμ αἱ τοῦ βόθρου σφραγῖδες οὐκ ἐπέσχον τὴν εἴσοδον, οὐκ ἂν ἐκτρέψαιτο τὸν Δανιὴλ, προφήτην ὄντα Θεοῦ καὶ θεράποντα· πῶς τὸν κοινὸν Δεσπότην κατασχεῖν αἱ σφραγῖδες δυνήσονται; Ἀλλ' ὄντως τυφλὸν ἡ κακία, καὶ θᾶττον τρέπεται. Μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Τίς κλέπτει νεκρὸν, ὦ ἀνόητοι; Τὴν μὲν ἐσθῆτα τυχὸν τῶν κατοιχομένων λωποδυτοῦσιν οἱ τοὺς τύμβους ὀρύττοντες· νεκρὸν τίς κέκλοφε πώποτε; εἰ γὰρ μὴ ἀνασταίη, καὶ ψεύσοιτο τῇ προῤῥήσει τὴν ἔγερσιν, πῶς αὐτοῦ μάτην οἱ μαθηταὶ περιέξονται; Νεκρὸς γὰρ ἅπας ἀπὸ καρδίας βροτῶν ἐπιλέλησται, ἔφησεν ἡ Γραφή. Εἰ δὲ πλάνοις, πῶς οὐ μᾶλλον ἐπιλησθήσεται; Πῶς δὲ θανάτους καὶ θλίψεις παντοδαπὰς, καὶ φορυτὸν κακῶν ἑαυτοῖς ἐπισπάσονται, ὡσπεροῦν ἐπεσπάσαντο, πλάνου νεκροῦ ἐπεχόμενοι; Ὄντως τὴν σκεπτομένην ὑμῖν πλάνην τοῖς ἀληθέσιν ἐπιφημίζετε.
English
Why do you fear a fear that has no real existence? A seal will not confine the Uncircumscribable. If the seals of the pit did not prevent the entrance of Habakkuk, he would not have turned aside Daniel, who was a prophet of God and his servant; how then will seals be able to hold back the common Master? But truly evil is blind, and it turns aside all too quickly. Lest his disciples come and steal him away, and say to the people that he has risen from the dead, and the last deception be worse than the first. Who steals a dead man, you fools? Those who dig up tombs may perhaps rob the dead of their clothing; but who has ever stolen a corpse? For if he were not to rise, and by his prediction he would be lying about the resurrection, how would his disciples cling to him in vain? For every dead man is forgotten from the heart of mortals, as the Scripture said. But if he is a deceiver, how will he not rather be forgotten? And how will they draw upon themselves deaths and afflictions of every kind, and a heap of evils, just as they have drawn them upon themselves, clinging to a dead deceiver? Truly you are attributing to the truth the deception that you yourselves devise.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:29 · narrative
Source
λβʹ. Ἀλλ' ὁ Πιλάτος· Ἔχετε κουστωδίαν· ὑπάγετε, φησὶν, ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. Φεύγει τὴν κοινωνίαν τῶν θεοκτόνων ὁ Πιλάτος, εἰδὼς ὡς οὐδεμίαν αἰτίαν εὗρεν ἐν αὐτῷ καὶ τὸ πᾶν τῆς παροινίας αὐτοῖς ἀποδίδωσιν. Ὡς οἴδατε, φησὶν, ἀσφαλίσασθε. Μή τις ὑμῖν ὑπο λειπέσθω ἀντιλογία πρὸς τὴν ἀνάστασιν, ὑμῖν αὐτοῖς τὴν σφραγῖδα καὶ τὴν φρουρὰν ἐγκεχείρικα. Μὴ τοίνυν ἀληθῶν τῶν τοῦ πλάνου, ὡς αὐτοί φατε, δεικνυμένων προῤῥήσεων τῇ ἐκβάσει τῆς ἀναστάσεως, σκήψεις δεινὰς, καὶ ψευδῆ τερατεύματα ἕξετε. Νῦν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς. Νῦν κρίσις ἐστὶ, καθὼς αὐτὸς ἔφησεν. Εἰ γὰρ αὐτὸς ὑψωθῇ ἐκ γῆς ἀνιστάμενος, ὑμεῖς μὲν οἱ ἄρχοντες ἐκβληθήσεσθε, αὐτὸς δὲ πάντας ἑλκύσει πρὸς ἑαυτόν. Ταῦτα Πιλάτου τὰ ῥήματα. Ἀλλ' οἱ ἀναιδεῖς καὶ ἀγνώμονες Ἰουδαῖοι, ἐπὶ τὸν τάφον κυνηδὸν ἐξορμήσαντες, τὸν λίθον σφραγίζουσι. Κεῖται τοίνυν ἐν τάφῳ νεκρὸς, φύλαξι καὶ σφραγῖδι φρουρούμενος, ὁ κτίσας τὴν ἄβυσσον καὶ σφραγισάμενος αὐτήν· ὁ θέμενος τῇ θαλάσσῃ ψάμμον ὅριον, ὡς
English
32. But Pilate said, "You have a guard; go, make it as secure as you know how." And they went and made the tomb secure, sealing the stone together with the guard. Pilate flees from fellowship with the God-killers, knowing that he had found no cause in him, and he assigns the whole matter of their drunken outrage to them. "As you know how," he says, "make it secure. Let no contradiction be left among you against the resurrection; I have entrusted to you yourselves the seal and the guard. Therefore, since the predictions of the deceiver—as you yourselves say—are shown to be true by the outcome of the resurrection, you will not have dreadful pretexts and false marvels. Now the matter stands on the razor's edge. Now is the judgment, just as he himself said. For if he is raised up from the earth, you rulers will be cast out, and he will draw all to himself." These are Pilate's words. But the shameless and senseless Jews, rushing out to the tomb like hunters, seal the stone. Therefore he lies dead in the tomb, guarded by watchmen and a seal—he who created the abyss and sealed it; he who set sand as a boundary for the sea, as
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:30 · narrative
Source
λέων ἀνεπαύσατο, ὡς σκύμνος λέοντος ἐκοιμήθη, ὡς βασιλεὺς ὑπνῶν φυλαττόμενος. Τίς ἐγερεῖ αὐτόν; Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν ὑψωθήσομαι, νὺν δοξασθήσομαι· νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε. λγʹ. Ἀλλ' αἱ γυναῖκες ἐκκαεῖ τοῦ Διδασκάλου τῷ φίλτρῳ πυρούμεναι, ταῦτα πάντα ἀπερικαλύπτως θεώμεναι, καὶ προκινδυνεύειν τοῦ Κυρίου κατεπειγόμεναι, τῶν ἀποστόλων τὴν παῤῥησίαν ἐνίκησαν, παρευδοκιμεῖσθαι μὴ ἀνασχόμεναι. Ἄρα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ἔδει γὰρ δὴ δι' ὧν διηκονήθη ὁ θάνατος, διὰ τούτων λειτουργηθῆναι καὶ τὴν ἀνάστασιν. Τί δὲ δήποτε οἱ ἀπόστολοι κρύπτονται; Ἔδει τοὺς τῆς θείας οἰκονομίας φυλάττεσθαι μάρτυρας πιστοτάτους, ἐσομένους τοῖς ἔθνεσι κήρυκας, ὡς αὐτόπτας καὶ ὑπηρέτας τῶν θείων μυστηρίων ὑπάρξαντας. Τί δὲ καὶ ὁ Πέτρος ἐκπεσεῖν συγχωρεῖται πρὸς ἄρνησιν, ζηλωτὴς οὗτος καὶ τῶν ἀγαθῶν φύλαξ ὢν ἀκριβέστατος; Ἔμελλε δὴ τοὺς τῆς Ἐκκλησίας ἐγχειρίζεσθαι οἴακας. Ὡς οὖν συγγνώμων τοῖς ἐκ παραβάσεως παλινοστοῦσι γίγνοιτο, ἐξολισθῆσαι προνοητικῶς συγχωρεῖται τὴν ἄρνησιν, συμπαθὴς εἶναι τῷ οἰκείῳ παιδευόμενος ὀλισθήματι. Ἀλλ' αἱ γυναῖκες μύρου δίκην τῆς θείας ἐμφορούμεναι χάριτος, καὶ Χριστὸν τὸ κενωθὲν μύρον εἰς ἡμῶν ἀνακαίνισιν τῷ πόθῳ ἑλκύσασαι, τὸν θεϊκῶς μὲν κενωθέντα καὶ χρίσαντα, χρισθέντα δὲ σωματικῶς· τό τε γὰρ χρίσαν, καὶ τὸ χρισθὲν εἰς ἑνὸς προσώπου καὶ μιᾶς ὑποστάσεως συνῆλθον συμπλήρωσιν· τοῦτον ἀεὶ τῷ φίλτρῳ διώκουσαι, καὶ εἰς ὀσμὴν μύρων αὐτοῦ ἀνενδότως τρέχουσαι, μύρα πάλιν ὠνοῦνται, καὶ πρὸς τὸν τάφον ἐπείγονται.
English
The lion has rested; he slept like a lion's cub, like a king sleeping and guarded. Who will rouse him? Now I will arise, says the Lord; now I will be exalted; now I will be glorified; now you will see, now you will perceive. 33. But the women, set ablaze and fired with love for the Teacher, beholding all these things openly, and eager to risk danger before the Lord, surpassed the boldness of the apostles, not enduring to be outdone. So where sin abounded, grace abounded all the more. For it was fitting that through those by whom death was ministered, through them also the resurrection should be served. And why, then, do the apostles hide themselves? It was fitting that the most faithful witnesses of the divine economy be kept safe, who were to become heralds to the nations, as having been eyewitnesses and servants of the divine mysteries. And why is Peter also permitted to fall into denial, he who was zealous and a most exact guardian of good things? He was about to be entrusted with the helm of the Church. So that he might be forgiving to those who turn back from transgression, he is providentially permitted to slip into denial, being taught by his own fall to be compassionate. But the women, filled with divine grace as with myrrh, and having drawn Christ, the myrrh that was poured out for our renewal, by their longing—him who was divinely emptied and anointed, and anointed bodily; for the anointing and the anointed came together into the fulfillment of one person and one hypostasis—pursuing him always with love, and running unfailingly to the fragrance of his myrrhs, they buy myrrhs again, and hasten to the tomb.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:31 · narrative
Source
Διὸ καὶ πρῶται τυγχάνουσι τῆς θείας ἀναστάσεως, τοῦ δικαίου κριτοῦ τὴν χάριν ἐπιμετροῦντος τῇ προθυμίᾳ κατάλληλον. λδʹ. Γενώμεθα τοίνυν καὶ ἡμεῖς ὅμοιοι σοφοῖς οἰκέταις προσδεχομένοις τοῦ οἰκοδεσπότου τὴν ἄφιξιν, οἳ τὸ τάλαντον λαβόντες, τοῦτο σθένει παντὶ πολυπλασιάσωμεν· ὅπως ὡς ἀγαθοὶ δοῦλοι καὶ πιστοὶ οἰκονόμοι τῆς τοῦ Κυρίου χαρᾶς ἐπιτύχωμεν Τάλαντον δέ μοι εἶναι δοκεῖ ἅπαν παρὰ τῆς θείας ἀγαθότητος τοῖς ἀνθρώποις διδόμενον χάρισμα. Ἔστι μὲν οὖν τῶν θείων δώρων οὐδεὶς ὅστις παντελῶς ἀμέτοχος, ἀλλ' ὁ μὲν πρὸς τήνδε τὴν ἀρετὴν εὔχρηστος, καὶ ὁ μὲν πρὸς πλείους, ἕτερος δὲ πρὸς ἐλάσσους· ὁ μὲν πρὸς ὑψηλὰς καὶ ὑπεραναβεβηκυίας, ὁ δὲ πρὸς ταπεινὰς καὶ ὑφειμένας. Ἑκάστῳ ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Δυνατοὶ μὲν οὖν δυνάτως ἐτασθήσονται, καὶ ᾧ παρέθεντο πολὺ, πολὺ ἀπαιτήσουσιν αὐτόν. Ἕκαστος γὰρ ἀπαιτεῖται κατὰ τὸ μέτρον τῆς ἐγχειρισθείσης αὐτῷ πρὸς Θεοῦ δυνάμεως. Καὶ ὁ διδοὺς οἶδεν ᾧ δίδωσι, καὶ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Σπεύσωμεν τοίνυν ὅση δύναμις πολυπλασιάσαι τὸ τάλαντον. Ὁ τὰ πέντε λαβὼν, πέντε ἕτερα προσαπονέμοι τῷ δεδωκότι· καὶ δύο, ὁ τὰ δύο πεπιστευμένος. Ὃς μὲν ὀρεγέτω χεῖρα πρακτικὴν τοῖς ἐλέου χρῄζουσι, καὶ τῆς πενίας τῷ φορτίῳ κάμνουσιν, ὅστις τούτου τὴν χάριν ἐδέξατο· ὃς δὲ τρεφέτω λόγῳ τοὺς ἐν λιμῷ τηκομένους καὶ ξηρανθέντας τῆς ἀπιστίας τῷ καύσωνι. Κτησώμεθα φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, καὶ τὰς τῶν πενήτων γαστέρας ἐμπλήσωμεν, ἵνα ὡς εὐπρόσιτοι ῥήτορες πρὸ τοῦ φρίκης γέμοντος βήματος ὑπὲρ ἡμῶν ῥητορεύσωσιν. Ἀστέγους ξενίσωμεν·
English
Therefore they are also the first to attain the divine resurrection, the righteous Judge apportioning grace in measure suited to their zeal. 34. Let us therefore also become like wise servants awaiting the arrival of the master of the house, who, having received the talent, let us multiply it with all our strength, so that as good servants and faithful stewards we may attain the joy of the Lord. And every gift given to men by the divine goodness seems to me to be a talent. For there is no one who is entirely without a share in the divine gifts, but one is well suited for this virtue, and one for more, another for fewer; one for high and exalted things, another for lowly and modest things. To each God has apportioned a measure of faith. The mighty, then, will be examined mightily, and to whom they entrusted much, they will demand much of him. For each is required according to the measure of the power entrusted to him by God. And the giver knows whom he gives to, and all things are naked and laid bare to his eyes. Let us therefore hasten with all our strength to multiply the talent. Let the one who received five render five more to the one who gave; and the one entrusted with two, two. Let the one who has received this grace extend a practical hand to those in need of mercy and those worn down by the burden of poverty; and let the other feed with the word those wasting away in hunger and dried up by the scorching heat of unbelief. Let us gain friends from the mammon of unrighteousness, and fill the stomachs of the poor, so that as approachable advocates they may plead on our behalf before the dread-filled judgment seat. Let us welcome the homeless;
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:32 · narrative
Source
γυμνοὺς ἀμφιάσωμεν· νοσοῦντας ἐπισκεψώμεθα· πρὸς τοὺς ἐν φρουρᾷ τὸν πόδα κινεῖν μὴ κατοκνήσωμεν· τοῖς ἐν ἀνίαις καὶ λύπαις τὴν χεῖρα ἐκτείνωμεν. Συναλγήσωμεν· ἐκχέωμεν δάκρυον συμπαθές· σβέσει γὰρ τὸ τῆς γεέννης ἀτελεύτητον πῦρ. Εἰ ταῦτα διψώσῃ καρδίᾳ τελέσωμεν, ἐρεῖ καὶ ἡμῖν ὁ Κύριος· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. λεʹ. Οἱ κεκλημένοι, ἔνδυμα γάμου λαμπρῶς στολισώμεθα, ὡς ἂν κοινωνοὶ τοῦ θείου γάμου γενώμεθα, ἐπιγνωσθῶμέν τε τῆς ἀνακλήσεως ἄξιοι, καὶ τοῦ μόσχου τοῦ σιτευτοῦ μεταλάβωμεν, καὶ τοῦ ἀμνοῦ τοῦ Πάσχα μετάσχωμεν, ἐμφορηθῶμέν τε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, νῦν μὲν σάρκα Θεοῦ ἐκ σίτου, καὶ αἷμα Θεοῦ ἐξ οἴνου, ἀληθῶς τῇ ἐπικλήσει καὶ ἀῤῥήτως μεταποιούμενον· ἀψευ δὴς γὰρ ὁ ἐπαγγειλάμενος· καθαρᾷ τῇ συνειδήσει ἐσθίοντές τε καὶ πίνοντες, καὶ τούτοις ἑπταπλασίως, ὥσπερ τις χρυσὸς καθαιρόμενοι, καὶ τὸ κίβδηλον τῆς ἁμαρτίας ῥυπτόμενοι, καὶ ἀφθαρσίαν κληροδοτούμενοι, καὶ Θεῷ συναπτόμενοι, καὶ θεούμενοι, καὶ τῆς αὐτοῦ κατατρυφῶντες τῆς μεθέξεως, ὅταν φωνήσῃ τοῦ Κυρίου σάλπιγξ, καὶ οἱ νεκροὶ ἀναστήσωνται, ὅτε καθιεῖται κριτήριον, καὶ ἡμέρᾳ ᾗ ἔστησεν ὁ Θεὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· ὅτε πάντα τὴν οἰκείαν ἀποκατάστασιν λήψονται, μηδεμιᾶς ἑτέρας ὑπολειπομένης ἀποκαταστάσεως· ὅτε πῦρ μὲν τοὺς ὑπεναντίους κατέδεται ἀδαπάνητα, τοὺς δὲ δικαίους αἱ πρὸ αἰώνων ἡτοιμασμέναι μοναὶ ὑποδέξονται, καὶ ὁ Ἀβραὰμ κόλπος, ὁ ἐκ κόλπων, φημὶ, Ἀβραὰμ σεσαρκωμένος Θεὸς Λόγος καὶ Κύριος·
English
Let us clothe the naked; let us visit the sick; let us not hesitate to move our foot toward those in prison; let us stretch out our hand to those in distress and grief. Let us suffer with them; let us pour out a compassionate tear, for it will quench the unending fire of Gehenna. If we accomplish these things with a thirsting heart, the Lord will also say to us: Come, you blessed of my Father, inherit the kingdom prepared for you. 35. You who have been called, let us be splendidly adorned with the wedding garment, so that we may become partakers of the divine marriage, and be acknowledged worthy of the calling, and share in the fatted calf, and partake of the lamb of the Passover, and be filled with the new produce of the vine—now truly the flesh of God from bread, and the blood of God from wine, transformed by the invocation and ineffably; for he who promised is truthful—eating and drinking with a pure conscience, and by these things being purified sevenfold, as gold is, and being cleansed of the base alloy of sin, and being made heirs of incorruption, and being joined to God, and being deified, and delighting in his participation, when the trumpet of the Lord sounds, and the dead are raised, when the judgment seat is set, and on the day which God has appointed to judge the world in righteousness; when all things will receive their own restoration, with no other restoration remaining; when fire will devour the adversaries unspent, and the mansions prepared before the ages will receive the righteous, and the bosom of Abraham—the God and Lord, the Word made flesh, I mean, who is from the bosoms of Abraham.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:33 · narrative
Source
ὅτε τῶν μὲν ἀσεβῶν ἡ γῆ πεσεῖται, καὶ ζόφος αὐτοὺς ὑποδέξεται, καὶ πῦρ σκοτεινὸν ὅπερ ἑαυτοῖς ἐξέκαυσαν, καὶ σκώληξ κατατρύχων ἀκοίμητα, καὶ κλαυθμὸς τῷ τῶν ὀδόντων βρυγμῷ σύμμικτος· τοὺς δὲ εὐθεῖς τῇ καρδίᾳ, καὶ πίστιν ἀμώμητον ἔχοντας, λαμπροὺς, λαμπρῶς λάμποντας ὡς ἥλιος, ἡ γῆ τῶν πραέων εἰσδέξεται· ὅτε τῶν παρθένων, αἱ μὲν μωραὶ ἀφρονέστατα ταραχθήσονται, ἐν οὐ καιρῷ ζητοῦσαι τὰ τοῦ καιροῦ, καὶ τὰς σβεννυμένας λαμπάδας ξένῳ κοσμεῖν ἐλαίῳ σπουδάζουσαι, αἷς ὁ νυμφὼν μὲν ἀποκλεισθήσεται. φωνὴ δὲ τοῦ ἀδεκάστου ἔνδοθεν ἠχήσει ἀπότομος· Οὐκ οἶδα ὑμᾶς. Ταυτὸν δὲ εἰπεῖν· Οὐκ ἀγαπῶ ὑμᾶς· οὐ γὰρ τοὺς ἐμοὺς ἀδελφοὺς ἠγαπήκατε· οὐ τῆς ἀγάπης ἑαυτοῖς σύμβολα ἐπεδείξασθε· οὐ σπλάγχνα οἰκτιρμῶν πρὸς αὐτοὺς ἐκινήσατε. Διὸ ἡ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος. Ἐπ' οὐδενὶ γὰρ, ὡς ἐλέῳ, ὁ συμπαθὴς θεραπεύομαι· Οὐδὲν ἁρπάζειν τὴν ἐμὴν καρδίαν οἶδεν, ἢ ἔλεος. Ἔλεον γὰρ θέλω, καὶ οὐ θυσίαν. Θύραν ἐλέου τοῖς χρῄζουσιν οὐκ ἠνοίξατε, οὐδ' ὑμῖν ἐκπετάσω τῶν ἐμῶν βασιλείων τὴν εἴσοδον. Ταῦτα τὰ τῶν ἀφρόνων γεώργια. Αἱ δὲ φρόνιμοι ἡτοιμάσθησαν, καὶ οὐκ ἐταράχθησαν. Παντοδαπῶν γὰρ ἀρετῶν τὰς σφῶν λαμπάδας ἐμπλήσασαι, καὶ τῷ ἐλαίῳ τῆς εὐποιίας ταύτας ἀφθόνως ἀρδεύσασαι, τῷ τε φωτιστικῷ πυρὶ τῆς ὀρθοδόξου ἀνάψασαι πίστεως, φαιδραὶ φαιδρῶς τῷ νυμφίῳ μεσούσης τῆς νυκτὸς ὑπαντήσασαι, ἐν τῷ θείῳ νυμφῶνι χορεύουσι, καὶ τῆς αὐτόθι χαρμονῆς ἀπολαύουσι, τῷ ἀχράντῳ νοερῶς ἀεὶ συναπτόμεναι, καὶ καθαρῶς τῷ καθαρῷ προσομιλεῖν ἀξιούμεναι. λϛʹ.
English
When the land of the impious shall fall, and darkness shall receive them, and the dark fire which they kindled for themselves, and the worm that gnaws unceasingly, and weeping mingled with the gnashing of teeth—but the upright in heart, and those who hold a blameless faith, bright, shining brightly as the sun, the land of the meek shall receive. When of the virgins, the foolish ones shall be most senselessly thrown into confusion, seeking in an untimely hour the things of the hour, and hastening to adorn their dying lamps with strange oil—for whom the bridegroom shall be shut out. And the stern voice of the impartial judge shall resound from within: I know you not. And this is the same as to say: I do not love you; for you did not love my brethren; you did not show forth for yourselves the tokens of love; you did not stir up within you the bowels of compassion toward them. Therefore judgment is without mercy to the one who has not shown mercy. For in nothing, as in mercy, am I, the compassionate one, served. Nothing knows how to seize my heart, except mercy. For I desire mercy, and not sacrifice. You did not open the door of mercy to those in need, nor shall I spread open for you the entrance of my kingdoms. These are the husbandries of the foolish. But the wise ones were prepared, and were not thrown into confusion. For having filled their lamps with virtues of every kind, and having watered them abundantly with the oil of good works, and having kindled them with the illuminating fire of the orthodox faith, radiant, radiantly they met the bridegroom in the middle of the night, and they dance in the divine bridal chamber, and they enjoy the gladness there, ever being joined in mind to the undefiled one, and being deemed worthy to converse purely with the pure one. 36.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:34 · narrative
Source
Καὶ ὑμεῖς τοιγαροῦν, ὦ θεῖον καὶ ἱερὸν τοῦ μεγάλου ποιμένος, καὶ ἱερέως, καὶ θύματος ποίμνιον, λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, οἱ τὸ κοινὸν ὄνομα ὡς Χριστοῦ δοῦλοι πλουτήσαντες, τῶν αὐτοῦ μεμνημένοι παθῶν τε, καὶ λόγων, καὶ πράξεων, τηρῶμεν αὐτοῦ τὰ ζωηφόρα ἐντάλματα. Ἔφη γάρ· Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε. Καὶ ἄλλον· Παράκλητον ὁ Πατὴρ πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Πιστεύοντες οὖν, ἐκθύμως αὐτὸν ἀγαπήσωμεν. Ὁ γὰρ ἀγαπῶν με, φησὶν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. λζʹ. Μισήσωμεν οὖν τοὺς ἐχθροὺς αὐτοῦ. Πᾶς ὅστις οὐχ ὁμολογεῖ τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ καὶ Κύριον, ἀντίχριστός ἐστιν. Ἐάν τις εἴπῃ, ὅτι δοῦλός ἐστιν ὁ Χριστὸς, κλείσωμεν τὰς ἀκοὰς, εἰδότες ὅτι ψευστής ἐστι, καὶ ἀλήθεια ἐν αὐτῷ οὐκ ἔστιν. Ἐνέγκωμεν τὸν ὀνειδισμὸν αὐτοῦ, ὥσπερ δόξης διάδημα. Μακάριοι γὰρ, φησὶν, ἐστὲ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ἕνεκεν ἐμοῦ. Χαίρετε, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολύς ἐστιν ἐν τοῖς οὐρανοῖς. Οὕτω
English
And you therefore, O divine and sacred flock of the great Shepherd and Priest and Victim, a people for his own possession, a royal priesthood, who have been enriched with the common name as servants of Christ, remembering his sufferings and words and deeds, let us keep his life-giving commandments. For he said: Believe in God, and believe in me. And again: The Father will send you a Comforter, the Spirit of truth, who proceeds from the Father. Believing, then, let us love him fervently. For he says: He who loves me will be loved by my Father, and I will love him and will manifest myself to him. 37. Let us therefore hate his enemies. Everyone who does not confess Christ to be the Son of God and Lord is antichrist. If anyone says that Christ is a servant, let us close our ears, knowing that he is a liar and the truth is not in him. Let us bear his reproach as a diadem of glory. For he says: Blessed are you when they reproach you and persecute you and say every evil word against you for my sake. Rejoice and be glad, for your reward is great in the heavens. Thus
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:35 · narrative
Source
γὰρ τῶν μωρῶν μὲν τὴν ἀφροσύνην ἐκκλινοῦμεν, τῶν δὲ φρονίμων τὴν σοφίαν ζηλώσομεν. ληʹ. Γενώμεθα δὲ ἕτοιμοι καὶ πρὸς τὴν τοῦ Κυρίου ἐκ νεκρῶν ἀνάστασιν. Μὴ τῇ γαστρὶ τὰ πρὸς τρυφὴν εὐτρεπίσωμεν. Μὴ σώματι πολλὰ σωρεύσωμεν περιβόλαια, μὴ μύρων πολυτέλειαν ἄχρηστον, μὴ κώμας καὶ μέθας, καὶ τὰς τούτων συζύγους κοίτας καὶ ἀσελγείας· μὴ φρονήσωμεν μέγα κατὰ τοῦ πένητος· μὴ δόξης κενῆς ἐκκαύσωμεν ὄρεξιν, καὶ τῆς ἐπιθυμίας τοὺς σώφρονας χαλινοὺς ἀποπτύσωμεν· μὴ θηλυμανεῖς ἵπποι γενώμεθα, τοῖς ἀλλοτρίοις σκεύεσιν ἀτάκτως ἐπιμαινόμενοι· μὴ σπείρωμεν εἰς τὴν σάρκα τὰ τοῦ πυρὸς ἐκκαύματα· μὴ κλαπῶμεν χρυσοῦ τε καὶ ἀργύρου, καὶ λίθων πολυτελῶν μιαρῷ δελεάσματι· μὴ ἄλλων πεινώντων, ἡμῖν ἡ τράπεζα πλήθουσα διεγείρῃ τὸν τῆς γεέννης ἀτίθασσον σκώληκα. Ἰδοὺ γὰρ ὁ Νύμφιος ἀνίσταται· ἰδοὺ ὁ Βασιλεὺς τῶν βασιλευόντων ἐκ τάφου προέρχεται. Ἑτοιμασθῶμεν, ἵνα μὴ τῆς χαρᾶς ἀμοιρήσωμεν. Γενώμεθα δόκιμοι τραπεζῖται, τὸ κρεῖττον τοῦ χείρονος διακρίνοντες, καὶ τὸ μὲν πυρὶ θείου ζήλου καὶ ἔρωτος φλέξωμεν, τὸ δὲ τοῖς ἑαυτῶν ταμιείοις ἐναποθώμεθα. Θυμὸν καὶ ἐπιθυμίαν κολάσωμεν· γαστρὸς μαράνωμεν ὄρεξιν· σωφροσύνην δι' ἐγκρατείας καὶ ταπεινῆς καρδίας περιζωσώμεθα· τύφον δι' εὐτελείας καὶ θανάτου καταβάλωμεν μνήμης· τοῖς πᾶσι τὰ πάντα γενώμεθα· λοιδορίας γενναίως ἐνέγκωμεν· ἀδικούμενοι τῇ ἐλπίδι χαίρωμεν. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ παροδεύει πᾶν τὸ νῦν καθορώμενον.
English
For we will shun the folly of the foolish, and we will emulate the wisdom of the wise. 28. Let us also be ready for the Lord's resurrection from the dead. Let us not prepare for the belly things that make for luxury. Let us not heap many garments upon the body, nor useless extravagance of perfumes, nor revels and drunkenness, and the beds and debaucheries that are their companions; let us not think great things against the poor; let us not kindle the desire of empty glory, nor spit out the sober reins of desire; let us not become horse-mad, raging disorderly after others' vessels; let us not sow in the flesh the kindlings of fire; let us not be stolen away by the filthy bait of gold and silver and precious stones; let us not, while others hunger, have our table full and rouse the untamed worm of Gehenna. For behold, the Bridegroom arises; behold, the King of kings comes forth from the tomb. Let us make ourselves ready, that we may not be deprived of the joy. Let us become approved money-changers, distinguishing the better from the worse, and let us burn up the one with the fire of divine zeal and love, and lay up the other in our own treasuries. Let us chastise anger and desire; let us wither the appetite of the belly; let us gird ourselves with chastity through self-control and a humble heart; let us cast down pride through simplicity and the remembrance of death; let us become all things to all; let us bear insults nobly; when wronged, let us rejoice in hope. For the fashion of this world passes away, and everything now seen passes by.
khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:36 · narrative
Source
λθʹ. Ἐπὶ πᾶσι τοῦτο φρονείσθω ἐν ἡμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐχθροὺς ὄντας ἡμᾶς ἠγάπησε, καὶ ἀγαπήσας ἠλέησε, καὶ ἐλεήσας ἑαυτὸν ἐταπείνωσε, καὶ ταπεινώσας ἔσωσεν. Ἐκ γὰρ ἀγάπης προέρχεται ἔλεος, καὶ ἐξ ἐλέους ταπείνωσις, ἐκ ταπεινώσεως δὲ σωτηρία καὶ ὕψωσις. Ἂν οὕτω πολιτευσώμεθα, νῦν μὲν τῶν ἐπικειμένων λυπηρῶν ἐλευθερωσόμεθα. Ἂν τὸν ζυγὸν τῶν παθῶν ἀποῤῥίψω μεν, καὶ τῶν τυράννων τὴν ζεύγλην ἀποσεισόμεθα, καὶ ὥσπερ ἐκ τῶν κρειττόνων ἦλθε τὰ λυπηρὰ, οὕτω καὶ ἐκ τῶν λυπηρῶν ἐπανελεύσεται τὰ χρηστότερα, καὶ τὴν ἀρχαίαν παῤῥησίαν ἀπολειψόμεθα, καὶ καθαρῶς ἑορτάσομεν Κυρίῳ τῷ Θεῷ ἑορτὴν ἐξόδιον, καὶ τῆς βλασφήμου φωνῆς τῆς ἐπαιρομένης κατὰ τοῦ κτίσαντος ἀπαλλαγησόμεθα, καὶ ἐν εἰρήνῃ ἔσται τὸ τῆς Ἐκκλησίας πολίτευμα· ἔπειτα δὲ φαιδραῖς ταῖς λαμπάσι τῷ νικητῇ τοῦ θανάτου, τῷ ἀθανάτῳ νυμφίῳ λαμπρῶς ὑπαντήσομεν, καὶ ὁ νυμφὼν ἡμᾶς ὁ ἄχραντος ὑποδέξεται, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτισόμεθα, καὶ τῆς αὐτοῦ κατατρυφήσομεν ὡραιότητος, μεθ' οὗ τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι δόξα, τιμὴ, προσκύνησις καὶ μεγαλοπρέπεια, νῦν τε καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
29. Let this mind be in us all, which was also in Christ Jesus, who loved us while we were enemies, and having loved us, had mercy on us, and having had mercy, humbled himself, and having humbled himself, saved us. For from love comes mercy, and from mercy, humility, and from humility, salvation and exaltation. If we live in this way, now we shall be freed from the sorrows that press upon us. If we cast off the yoke of the passions, and shake off the tyrant's pair-yoke, and just as sorrows came from better things, so from sorrows the better things will return, and we shall regain our ancient boldness of speech, and we shall celebrate a pure festival to the Lord God, a festival of departure, and we shall be delivered from the blasphemous voice that is raised against the Creator, and the commonwealth of the Church shall be in peace; and then with bright lamps we shall radiantly go out to meet the conqueror of death, the immortal bridegroom, and the undefiled bridal chamber will receive us, and with unveiled face we shall reflect the glory of the Lord as in a mirror, and we shall delight in his beauty, with whom to the Father, together with the Holy Spirit, be glory, honor, worship, and majesty, now and always, and unto the ages of ages. Amen.
Citation. Tergwame, “Homilia in sabbatum sanctum”, khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-john-of-damascus-homilia-in-sabbatum-sanctum#s1
Colophon. Source: khazarzar · licence: see record · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Baidu · cost: $0.0041 · generated 2026-11-15.