ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ.
αʹ. Περὶ μὲν τῆς ἁγίας Τριάδος τῆς ὁμοουσίου, ζωοποιοῦ, μίαν φύσιν ὁμολόγει, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν δύναμίν τε καὶ ἐξουσίαν, καὶ κυριότητα, ὅτι καὶ μία θεότης τρεῖς ὑποστάσεις, ἤτοι τρία πρόσωπα, φυλασσομένης ἑκάστῳ προσώπῳ τῆς ἰδιότητος. Ἐπὶ δὲ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ἤτοι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύο φύσεις, θεότητός τε καὶ ἀνθρωπότητος, δύο θελήσεις ὡσαύτως καὶ ἐνεργείας, μίαν ὑπόστασιν, ἤγουν ἓν πρόσωπον, ὅτι εἷς καὶ αὐτός ἐστιν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἀῤῥεύστως καὶ ἀσωμάτως, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἐκ τῆς ἁγίας ἀειπαρθένου Μαρίας τῆς Θεοτόκου κυηθεὶς ἀῤῥήτως καὶ ἀῤῥυπώτως· ὅλος ἄνθρωπος ὁ αὐτὸς καὶ Θεὸς, ἐν μιᾷ ὑποστάσει γνωριζόμενος ἀπαθὴς θεότητι, καὶ παθητὸς τῷ προσλήμματι· σῶα μετὰ τόκον φυλάξας δηλαδὴ τῆς παρθενίας τὰ σήμαντρα, τουτέστι τὰς σφραγίδας. Ἐρώτ. Διὰ τί ὁ Υἱὸς ἐνηνθρώπησε, καὶ οὐχ ὁ Πατὴρ, οὐδὲ τὸ Πνεῦμα; καὶ τί ἐνανθρωπήσας κατώρθωσε; Ἀπόκρ. Πατὴρ ὁ Πατὴρ, καὶ οὐχ Υἱός. Υἱὸς ὁ Υἱὸς, καὶ οὐ Πατήρ· Πνεῦμα ἅγιον τὸ Πνεῦμα, καὶ οὐ Πατὴρ, οὐδὲ Υἱός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης, κινουμένη, ἢ μεταπίπτουσα; Διὰ τοῦτο ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Υἱὸς γίνεται ἀνθρώπου, ὁ σαρκωθεὶς ἐκ τῆς ἁγίας Παρθένου, καὶ οὐκ ἐξέστη τῆς ὑϊκῆς ἰδιότητος. Ἐνηνθρώπησε δὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἵν' ἐφ' ᾧπερ ἐποίησεν τὸν ἄνθρωπον, πάλιν αὐτῷ χαρίσηται ἀθανασίαν, καὶ αἰώνιον ζωὴν εἰς ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν. Ἀμήν· γένοιτο, γένοιτο.
Of Our Father among the Saints John of Damascus On the Holy Trinity.
1. Concerning the Holy Trinity, consubstantial and life-giving, he confessed one nature, one will, one energy, one power and authority, and lordship, because there is one divinity in three hypostases, or three persons, with the property of each person being preserved. And concerning the incarnate economy of the one of the Holy Trinity, that is, of our Lord Jesus Christ, two natures, of divinity and humanity, likewise two wills and energies, one hypostasis, that is, one person, because he is one and the same, who was born before the ages without flux and incorporeally, and in the last times was conceived from the holy ever-virgin Mary the Theotokos ineffably and without defilement; the same is wholly man and God, known in one hypostasis, impassible in divinity, and passible in the assumption; he preserved intact after the birth the signs of virginity, that is, the seals. Question: Why did the Son become incarnate, and not the Father, nor the Spirit? And what did he accomplish by becoming incarnate? Answer: The Father is Father, and not Son. The Son is Son, and not Father. The Holy Spirit is Spirit, and not Father, nor Son; for the property is immovable. For how could a property be moved or changed? Therefore the Son of God also becomes Son of man, having been incarnate from the holy Virgin, and he did not depart from the filial property. The Son of God became incarnate so that, in the very thing by which he made man, he might again grant him immortality and eternal life for the enjoyment of eternal goods. Amen; so be it, so be it.
βʹ. Πατὴρ καὶ Υἱὸς, οὐ δύο ἄναρχα, ἀλλὰ ἀμεσίτευτα· μίξις φθορὰν ἐργάζεται, καὶ οὕτω μίγνυται, ὡς τὸ ὕδωρ καὶ ὁ οἶνος· ἕνωσις, ὅταν συνάφειά τις γένηται, μὴ ἐλαττουμένου ἑτέρου, μηδὲ φθειρομένου, ἀλλὰ μένοντος ἐν ᾧ ἐστιν· ὡς ἡ ψυχὴ καὶ τὸ σῶμα· οὕτω καὶ ὁ Χριστὸς, ὁ Θεὸς Λόγος τέλειος, καὶ ἄνθρωπος τέλειος, ἥνωται μὲν, οὐ συγκέχυται δέ. Εἷς Θεὸς, Πατὴρ Λόγου ζῶντος, σοφίας ὑφεστώσης καὶ δυνάμεως καὶ χαρακτῆρος ἀϊδίου, τέλειος τελείου γεννήτωρ, Πατὴρ Υἱοῦ μονογενοῦς, καὶ εἷς Κύριος, μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ, χαρακτὴρ καὶ εἰκὼν τῆς θεότητος, Λόγος ἐνεργὸς, σοφία τῆς τῶν ὅλων στάσεως περιεκτικὴ, καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητικὴ, Υἱὸς ἀληθινὸς ἀληθινοῦ Πατρὸς, ἀόρατος ἀοράτου, καὶ ἄφθαρτος ἀφθάρτου, καὶ ἀθάνατος ἀθανάτου, καὶ ἀΐδιος ἀϊδίου· καὶ ἓν Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, καὶ διὰ Υἱοῦ πεφηνὸς, δηλαδὴ τοῖς ἀνθρώποις. Εἰκὼν τοῦ Υἱοῦ τελεία καὶ ζωὴ, ζώντων αἰτία, πηγὴ ἁγία, ἁγιότης, ἁγιασμοῦ χορηγὸς, ἐν ᾧ φανεροῦται Θεὸς ὁ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ ἐν πᾶσι· καὶ Θεὸς ὁ Υἱὸς, ὁ διὰ πάντων· Τριὰς τελεία, δόξῃ καὶ ἀϊδιότητι καὶ βασιλείᾳ, μὴ μεριζομένη, μηδὲ ἀπαλλοτριουμένη. Οὔτε οὖν κτιστόν τι, ἢ δοῦλον ἐν Τριάδι, οὔτε ἐπείσακτον, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δ' ἐπεισελθόν. Οὔτε γὰρ ἐνέλιπέ ποτε Υἱὸς Πατρὶ, οὔτε Υἱῷ Πνεῦμα· ἀλλ' ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Οὕτως γὰρ ἡμεῖς πιστεύομεν τὴν μακαρίαν καὶ ζωοποιὸν καὶ ἀδιαίρετον ἁγίαν Τριάδα. Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον, τρία πρόσωπα, μία εἰκών· τρεῖς χαρακτῆρες, μία ἐκτύπωσις·
2. Father and Son are not two unoriginate things, but without mediation. Mixture produces corruption, and thus water and wine are mixed. Union occurs when there is some conjunction, with neither being diminished nor corrupted, but each remaining as it is—as the soul and the body. Thus also Christ, the God Word perfect, and man perfect, is united but not confused. One God, Father of a living Word, of subsisting wisdom and power and eternal character, perfect begetter of a perfect one, Father of an only-begotten Son, and one Lord, alone from alone, God from God, character and image of the divinity, active Word, wisdom encompassing the constitution of all things, and power creative of the whole creation, true Son of a true Father, invisible of invisible, incorruptible of incorruptible, immortal of immortal, and eternal of eternal. And one Holy Spirit, having its existence from God, and manifested through the Son, that is, to men. Perfect image of the Son and life, cause of the living, holy source, holiness, supplier of sanctification, in whom God the Father is revealed, who is over all and in all; and God the Son, who is through all. A perfect Trinity, in glory and eternity and kingdom, not divided nor alienated. Therefore there is nothing created or servile in the Trinity, nor anything introduced, as if not existing before and later entering. For the Son was never lacking to the Father, nor the Spirit to the Son; but the same Trinity is always unchangeable and immutable. For thus we believe in the blessed, life-giving, and indivisible Holy Trinity: Father, Son, and Holy Spirit—three persons, one image; three characters, one impression.
τρεῖς ὑποστάσεις, μία θεότης· τρία ἰδιώματα, μία οὐσία· τρεῖς ἐνέργειαι, μία χάρις· τρεῖς ὑπάρξεις, μία ἰσότης· τρεῖς ἐπιγνώσεις, μία δόξα· τρία ὀνόματα, μία ὁμολογία· τρεῖς ὁμολογίαι, μία πίστις. Θεός ἐστιν, ἀΐδιος οὐσία καὶ ἀπαράλλακτος, δημιουργικὴ τῶν ὄντων. Θεός ἐστι φῶς ἀκρότατον καὶ ἀπρόσιτον, οὔτε
νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητόν.
γʹ. Ἐρώτ. Ὁσαχῶς ὁ Θεός; Ἀπόκρ. Θεὸςὁ Πατήρ· Θεὸς ὁ Υἱός· Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἡ μακαρία φύσις, ἡ ἄφθονος ἀγαθότης· τὸ ἀγαπητὸν πᾶσι τοῖς τοῦ λόγου μετειληφόσι, τὸ πολυπόθητον κάλλος, ἡ ἀρχὴ τῶν ὄντων, ἡ πηγὴ τῆς ζωῆς, ἡ ἀπρόσιτος σοφία, ἡ ἄτρεπτος φύσις, ἡ ἀνενόχλητος ζωὴ, ἡ ἄλυπος διαγωγὴ, περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις, ἧς οὐχ ἅπτεται μεταβολή· ἡ βρύουσα πηγὴ, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός.
δʹ· Ὁμολογοῦμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι ἐκ Πνεύματος ἁγίου, καὶ ἐκ τῆς ἁγίας ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Θεὸν τέλειον τὸν αὐτὸν, καὶ ἄνθρωπον τέλειον, ἕνα καὶ μόνον Υἱὸν, καὶ πρὸ τῆς σαρκώσεως, καὶ μετὰ τὴν σάρκωσιν· ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, κατὰ πάντα ὅμοιον ἡμῖν, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, χωρὶς ἁμαρτίας γενόμενον ἄνθρωπον·
Three hypostases, one divinity; three properties, one essence; three energies, one grace; three existences, one equality; three cognitions, one glory; three names, one confession; three confessions, one faith. God is eternal essence and unchangeable, creative of beings. God is the highest and unapproachable light, comprehensible neither by mind nor expressible by speech.
3. Question: In how many ways is God? Answer: God the Father; God the Son; God the Holy Spirit; the blessed nature, the bountiful goodness; the beloved by all who partake of reason, the much-desired beauty, the beginning of beings, the source of life, the unapproachable wisdom, the immutable nature, the undisturbed life, the painless existence, around which there is no alteration, which no change touches; the flowing spring, the bountiful grace, the inexhaustible treasure.
4. We confess our Lord Jesus Christ, the only-begotten Son and Word of the Father, light from light, true God from true God, to have been incarnated and made man from the Holy Spirit and from the holy, glorious Mother of God and ever-virgin Mary. The same being perfect God and perfect man, one and only Son, both before the incarnation and after the incarnation; consubstantial with the Father according to divinity, in all respects similar to us and consubstantial with us according to humanity, having become man without sin.
πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἕνα καὶ μόνον Υἱὸν ἐν δυσὶ φύσεσιν, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως γνωριζόμενον. Δύο γὰρ φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσπαστον, ἀσύγχυτον, ἄτρεπτον. Ἡ γὰρ σὰρξ, σάρξ ἐστι, καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως καὶ ὁ Λόγος, Θεός ἐστι καὶ οὐ σὰρξ, εἰ καὶ μίαν ἐποιήσατο τὴν σάρκα διὰ τῆς οἰκονομίας· δύο τοίνυν τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν, καὶ Υἱὸν, καὶ Κύριον τὸν τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. Οὐ γὰρ τὴν ἑαυτοῦ δόξαν ἠλάττωσεν ὁ Δεσπότης, ὅτι σάρκα ἀνέλαβε· πρὶν μὲν γὰρ λαβεῖν αὐτὸν τὴν σάρκα, καὶ ταπεινῶσαι ἑαυτὸν, ἄγγελοι μόνον ἐγίνωσκον αὐτόν· ἐπειδὴ δὲ ἐταπείνωσεν ἑαυτὸν, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις ἐπέγνω αὐτόν. Ὁρᾷς, πῶς ἡ ταπείνωσις οὐκ ἐλάττωσιν εἰργάσατο, ἀλλὰ πλεῖον αὐτοῦ τὴν δόξαν διαλάμψαι ἐποίησεν. Εἰ δέ τις τῶν περιέργων λέγει, ὅτι ἡ θεότης ἐν τῷ σταυρῷ ἦν, ἢ οὐκ ἦν, ποιεῖ αὐτὴν μὴ ἐν παντὶ οὖσαν, καὶ περιγραπτὴν εἰς ἕνα τόπον· ἡμεῖς δὲ λέγομεν τὸν Θεὸν ἀπερίγραπτον καὶ ἀκατάληπτον.
Before the ages, born of the Father according to divinity, and in the last days the same for our sake and for our salvation from the holy Theotokos and Ever-Virgin Mary, one and only Son known in two natures, without confusion, without change, without division. For two natures came together with each other in an inseparable, unconfused, and unchangeable union. For the flesh is flesh, and not divinity, even if it has become the flesh of God; likewise the Logos is God and not flesh, even if He made the flesh one through the economy; therefore we say there are two natures, but one Christ, and Son, and Lord, the Logos of God incarnate and made flesh. For the Master did not diminish His own glory when He took on flesh; for before He took on flesh and humbled Himself, only angels knew Him; but when He humbled Himself, the whole nature of men recognized Him. You see how humiliation did not produce diminishment, but caused His glory to shine forth more. And if any of the curious say that the divinity was or was not on the cross, they make it not present everywhere, and circumscribed to one place; but we say that God is uncircumscribed and incomprehensible.
εʹ. Ἐρώτ. Πόθεν ἐτυμολογεῖται Θεός; Ἀπόκρ. Παρὰ τὸ, θῶ, τὸ κατασκευάζω, καὶ ποιῶ· ὡς πάντων ποιητὴς, καὶ τῆς τῶν πάντων κατασκευῆς αἴτιος, ἢ παρὰ τὸ, θέω, τὸ τρέχω. Καὶ γὰρ Θεὸς πανταχοῦ πάρεστι. Ἢ Θεὸς, παρὰ τὸ θεᾶσθαι· ἐθεάσατο γὰρ ὁ Θεὸς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Κύριος δὲ παρὰ τὸ κῦρος, ὃ σημαίνει τὴν ἐξουσίαν. Ἐρώτ. Τί ἐστιν ἕνωσις; Ἀπόκρ. Τὸ καθ' ὑπόστασιν, καὶ τὸ ἐκ διαφόρων φύσεων ὑφεστὼς πρᾶγμα. Ἐρώτ. Μεταδοτική ἐστιν ἡ θεία φύσις, ἢ μεταληπτική; Ἀπόκρ. Μεταδοτική. Ἐρώτ. Τί ἐστι συναλοιφή; Ἀπόκρ. Ἡ σύγχυσις. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται ὁ Πατὴρ, καὶ κατὰ τί εἴρηται Πατήρ; Ἀπόκρ. Εἷς Πατὴρ, ὁ ἅγιος Θεὸς, καὶ παντοκράτωρ, ἄναρχος, ἀΐδιος, ἀθάνατος, ἀπερίβλεπτος, ἀνερμήνευτος, ἀτελεύτητος, ἀδιάδοχος, ἀκίνητος, ἀνεξερεύνητος. Εἴρηται Πατὴρ, διὰ τὸ πάντα τηρεῖν. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται ὁ Υἱὸς, καὶ κατὰ τί εἴρηται Υἱός; Ἀπόκρ. Εἷς Υἱὸς, ὁ ἅγιος Λόγος, ἄῤῥητον γέννημα, ἀμύθητος Λόγος, ἀπερίβλεπτος νοῦς, φῶς ζωῆς, ἥλιος δικαιοσύνης, ποιμὴν, θύρα, ὁδὸς, ἀμνός. Υἱὸς δὲ εἴρηται, ὅτι ἐκ τοῦ Πατρός. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται τὸ Πνεῦμα τὸ ἅγιον; κατὰ τί εἴρηται Πνεῦμα; Ἀπόκρ. Ἓν Πνεῦμα ἅγιον, κύριον, ζωοποιὸν, φιλάνθρωπον, ἐνούσιον, ἐνύπαρκτον, ἐνυπόστατον, βέβαιον, ὀξὺ, ἀμέριμνον, δύναμις ἁγιαστικὴ, ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. Ἀτμὶς γάρ ἐστι τῶν ἄνω δυνάμεων τοῦ Θεοῦ· Πνεῦμα δὲ εἴρηται, διὰ τὸ καθ' ὃ ἐὰν βουληθῇ νεύειν καὶ πνεῖν. Ἐρώτ. Τί ἐστιν Ἰησοῦς
5. Question: From what is God etymologized? Answer: From "tho," meaning "I construct" and "I make," as the maker of all things and the cause of the construction of all things; or from "theo," meaning "I run." For God is present everywhere. Or God, from "theasthai" (to behold); for God beheld all things before their generation. And "Lord" is from "kyros," which signifies authority. Question: What is union? Answer: The thing subsisting according to hypostasis, and consisting of different natures. Question: Is the divine nature communicative or receptive? Answer: Communicative. Question: What is coalescence? Answer: Confusion. Question: By what names is the Father honored, and in what sense is He called Father? Answer: One Father, the holy God, and almighty, without beginning, eternal, immortal, unviewable, uninterpretable, endless, without successor, immovable, unsearchable. He is called Father because He keeps all things. Question: By what names is the Son honored, and in what sense is He called Son? Answer: One Son, the holy Word, ineffable offspring, unutterable Word, unviewable mind, light of life, sun of righteousness, shepherd, door, way, lamb. He is called Son because He is from the Father. Question: By what names is the Holy Spirit honored? In what sense is He called Spirit? Answer: One Holy Spirit, lord, life-giving, philanthropic, substantial, indwelling, subsistent, firm, swift, without care, sanctifying power, consubstantial with the Father and the Son. For He is a vapor of the powers of God on high; He is called Spirit because He inclines and breathes wherever He wills. Question: What is Jesus
Χριστός; Ἀπόκρ. Κύριος χωρὶς ἁμαρτίας ἐνανθρωπήσας. Ἐρώτ. Τί ἐστι Χριστός; Ἀπόκρ. Σύμβολον θεότητος καὶ ἐμψύχου σαρκὸς, ἄτρεπτος ἕνωσις· Χριστὸς δὲ λέγεται, ἐπειδὴ καθ' ἡμᾶς ἐχρήσατο σαρκί. Ἐρώτ. Τί ἐστιν ἅγιος; Ἀπόκρ. Ὁ ἁγιάζων καὶ ἁγιαζόμενος. Ἐρώτ. Τί ἐστιν, Λόγος; Ἀπόκρ. Λόγος ἐστὶν οὐσιωδὴς, ἀεὶ τῷ Πνεύματι συμπαρών· Ἐρώτ. Ἐν ποίᾳ ὑποστάσει προσκυνεῖς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἀπόκρ. Ἐν τῇ τοῦ Θεοῦ Λόγου ὑποστάσει μίαν φύσιν σεσαρκωμένην καὶ προσκυνουμένην, μίαν προσκύνησιν, ἐπεὶ ἐκ δύο συνελθουσῶν ἓν τὸ προσκυνούμενον πρόσωπον. Οὐσίαι δύο, ἐνέργειαι δύο, θελήματα δύο, αὐτεξούσια δύο· πενταχῶς δὲ ἡ ὑπόστασις· ὑπόστασις, καὶ πρόσωπον, καὶ χαρακτὴρ, καὶ ἴδιον, καὶ ἄτομον.
Christ; Answer: The Lord incarnated without sin. Question: What is Christ? Answer: A symbol of divinity and ensouled flesh, an unchangeable union; and He is called Christ because He used flesh as we do. Question: What is holy? Answer: The one who sanctifies and is sanctified. Question: What is Logos? Answer: Logos is substantial, always co-present with the Spirit. Question: In which hypostasis do you venerate the Son of God? Answer: In the hypostasis of the Logos of God, one nature incarnate and venerated, one veneration, since from two coming together there is one venerated person. Two essences, two energies, two wills, two self-determinations; and the hypostasis is spoken of in five ways: hypostasis, and person, and character, and property, and individual.