khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:1 · narrative
Source
Ἱεραὶ μὲν ἤδη φωτὸς αὐγάζουσι Χριστοῦ ἀκτῖνες καὶ καθαροὶ καθαροῦ πνεύματος ἀνατέλλουσι φωστῆρες, οὐράνιοι δὲ δόξης καὶ θεότητος ἀνεῴγασι θησαυροί· νὺξ ἡ πολλὴ καὶ ἀμαυρὰ κατεπόθη καὶ τὸ ἀφανὲς σκότος ἐν αὐτῷ ἀνηλώθη καὶ ἡ ἀμειδῆ θανάτου συνεσκιάσθη σκιά. Ζωὴ τοῖς ὅλοις ἐφηπλώθη καὶ φωτὸς ἀπλήστου τὰ ὅλα γέμει, ἀνατολαὶ ἀνα τολῶν ἐπέχουσι τὸ πᾶν καὶ ὁ πρὸ ἑωσφόρου καὶ φωστήρων, ἀθάνατος καὶ πολύς, ἐπανθεῖ μέγας Χριστὸς τοῖς ὅλοις ὑπὲρ ἥλιον. Καὶ διὰ τοῦτο μακρὰ καὶ αἰώνιος καὶ ἄσβεστος ἡμῖν ἐμπολιτεύεται πᾶσι τοῖς πεπιστευκόσιν αὐτῷ λαμπρὰ ἡμέρα, πάσχα τὸ μυστικόν, τυπικῶς μὲν διὰ νόμου λειτουργούμενον, ἐνεργῶς δὲ διὰ Χριστοῦ πληρώμενον, πάσχα τὸ θαυμαστόν, θάμβος θείας ἀρετῆς καὶ δυνάμεως ἔργον, ἀληθῶς ἑορτὴ καὶ μνημόσυνον αἰώνιον, ἐκ πάθους ἀπάθεια, ἐκ θανάτου ἀθανασία, ἐκ νεκρότητος ζωή, ἐκ πληγῆς ἴασις, ἐκ πτώσεως ἀνάστασις, ἐκ καθόδου ἀνάβασις. Οὕτως Θεὸς ἐργάζεται μεγάλα, οὕτως ἐκ τῶν ἀδυνάτων δημιουργεῖ τὰ παράδοξα, ἵνα γνωσθῇ ὅτι μόνῳ ὅσα θέλει πάντα ἔξεστιν αὐτῷ.
English
Already the sacred rays of Christ’s light shine forth, and the pure luminaries of the pure Spirit arise; the heavenly treasuries of glory and divinity have been opened. The great and dark night has been swallowed up, the invisible darkness has been consumed in itself, and the gloomy shadow of death has been overshadowed. Life has been spread over all things, and all things are filled with insatiable light. The risings of the suns hold sway over the whole, and the one who is before the morning star and the luminaries, immortal and manifold, great Christ blooms over all things beyond the sun. And for this reason, a long, eternal, and unquenchable bright day dwells among us, all who have believed in him: the mystical Pascha, typologically ministered through the law, but effectively fulfilled through Christ; the wondrous Pascha, a work of divine virtue and power, a marvel; truly a feast and an eternal memorial: from passion, impassibility; from death, immortality; from deadness, life; from wound, healing; from fall, resurrection; from descent, ascent. Thus God works great things, thus he creates the paradoxical from the impossible, so that it may be known that to him alone all things that he wills are possible.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:2 · narrative
Source
Αἴγυπτος μὲν οὖν τοὺς τύπους προαναγγελλέτω καὶ νόμος τὰς εἰκόνας τῆς ἀληθείας προερμηνευέτω, ἄγγελος κηρύττων μεγάλην μεγάλου βασιλέως ἐπιδημίαν, ἔνθα ὁ μὲν αἰγύπτιος ὄχλος τῶν πρωτοτόκων ἀποθνησκέτω, τὸν δὲ Ἰσραὴλ τὸ μυστικὸν αἷμα σωζέτω· πάντα ταῦτα τῶν μελλόν των σκιά, ἐν ἡμῖν δὲ τῶν εἰκόνων τὰ μορφώματα καὶ τῶν τύπων τὰ πληρώματα καὶ ἀντὶ τῆς σκιᾶς αὐτὴ ἡ ἀκρίβεια καὶ βεβαίωσις τῆς ἀληθείας. Διὰ τοῦτο προώδευε νόμος ἐν τύπῳ σημαίνων τῆς ἀληθείας τὰ μορφώματα, καὶ ὁ μὲν τύπος ἐγένετο, ἡ δὲ ἀλήθεια ηὑρίσκετο· ἀμνὸς ἐξ ἀγέλης ἐκεῖ, ἐνταῦθα ἀμνὸς ἐξ οὐρανῶν, αἵματος ἐκεῖ τὸ σημεῖον καὶ τὸ ὀλίγον τοῦ παντὸς φυλακτήριον, ἐνταῦθα ὁ λόγος καὶ ὁ κρατὴρ θείου γέμων αἵματός τε καὶ πνεύματος, πρόβατον ἐκ ποίμνης ἐκεῖ, ἐνταῦθα αὐτὸς ἀντὶ τοῦ προβάτου ὁ ποιμήν.
Πῶς οὖν οὐ τὴν καθόλου σωτηρίαν τῶν ὅλων ἐπαγγέλ λεται τὰ ἔργα, ὧν καὶ μόνοι οἱ τύποι εἰσι σωτήριοι; Ἑορ ταζέτωσαν μὲν οὖν οἱ οὐρανοὶ τῶν οὐρανῶν, ὡς τὸ θεῖον πνεῦ μα βοᾷ, δόξαν Θεοῦ διηγούμενοι, πρῶτοι τὰς πατρῴας τοῦ θείου πνεύματος ἀνατολὰς ὑποδεχόμενοι· ἑορταζέτωσαν δὲ καὶ οἱ ἄγγελοι καὶ ἀρχάγγελοι τῶν οὐρανῶν, καὶ πᾶς ὁ ἐπουράνιος δῆμος καὶ στρατὸς ἑορταζέτω τὸν ἀρχιστράτηγον τῆς ἄνω στρατιᾶς βλέπων ἐπὶ κόσμον σωματικῶς ἀφικνούμενον·
English
Let Egypt then announce the types, and let the law interpret the images of the truth; let an angel proclaim the great advent of a great king, where the Egyptian multitude of the firstborn dies, while the mystical blood saves Israel. All these are the shadow of things to come, but in us are the forms of the images and the fulfillments of the types, and instead of the shadow, the very precision and confirmation of the truth. For this reason the law advanced in type, signifying the forms of the truth, and the type came to be, while the truth was found. There, a lamb from the flock; here, a lamb from the heavens. There, the sign of blood and the small safeguard of the whole; here, the Word and the cup full of divine blood and spirit. There, a sheep from the flock; here, the shepherd himself in place of the sheep.
How then do the works not proclaim the universal salvation of all, when even the types alone are salvific? Let the heavens of heavens rejoice, as the divine Spirit cries out, recounting the glory of God, first receiving the paternal risings of the divine Spirit. Let the angels and archangels of the heavens also rejoice, and let the whole heavenly people and host celebrate, seeing the commander-in-chief of the upper army arriving bodily in the world.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:3 · narrative
Source
ἑορταζέτωσαν καὶ οἱ τῶν ἀστέρων χοροὶ τὸν πρὸ ἑωσφόρου ἀνατέλλοντα μηνύοντες, ἑορταζέτω καὶ ἀὴρ ἀμετρήτοις βάθεσι καὶ πλάτεσι μετρούμενος, ἑορταζέτω καὶ ἁλμυρὸν θαλάσσης ὕδωρ ἱεροῖς ἴχνεσι καὶ βάσεσι τετιμη μένον, ἑορταζέτω καὶ ἡ γῆ θείῳ λουσαμένη αἵματι, ἑορταζέτω καὶ πᾶσα ἀνθρωπίνη ψυχὴ εἰς τὴν καινὴν παλιγγενεσίαν δι' ἀναστάσεως ἀναψυχουμένη. Τοῦτο τὸ πάσχα, κοινὴ τῶν ὅλων πανήγυρις, πατρικοῦ θελήματος ἐπὶ κόσμον ἀποστολή, Χριστοῦ περὶ γῆν ἔνθεος ἀνατολή, ἀγγέλων καὶ ἀρχαγγέλων ἀΐδιος ἑορτή, τοῦ παντὸς κόσμου ἡ ἀθάνατος ζωή, θανάτου θανατηφόρος πληγή, ἀνθρώπων ἡ ἄφθαρτος τροφή, καὶ τῶν ὅλων ἡ οὐράνιος ψυχή, οὐρανοῦ καὶ γῆς ἱερὰ τελετή, παλαιὰ καὶ καινὰ προφητεύουσα μυστήρια, ἐν γῇ μὲν ὁρατῶς βλεπόμενα, ἐν οὐρανοῖς δὲ νοούμενα.
Διὰ τοῦτο προσκυρούμενοι τοῖς τὰ καινὰ καὶ παλαιὰ μετὰ γνώσεως ἱερᾶς μεμυημένοις, ὡς μὲν οὖν διὰ βραχέων ἐπορίσαμεν εἰπεῖν τοιάδε ἡ τοῦ πάσχα
δημοτελὴς ἑορτή· ἵνα δὲ καὶ κατὰ μέρος ἑστιαθῶμεν τοῦ λόγου, οὐ τὰ γήϊνα ἀλλὰ τὰ ἐπουράνια σιτούμενοι, φάγωμεν καὶ ἡμεῖς τὸ λογικὸν πάσχα μετὰ ἐπιθυμίας πνευματικῆς, μεθ' ἧς αὐτὸς ὁ Κύριος ἐπεθύμησε φαγεῖν μεθ' ἡμῶν εἰπών· "Ἐπιθυμίᾳ ἐπεθύμησα μεθ' ὑμῶν φαγεῖν τὸ πάσχα". Φέρε δή, πρῶτον ἀναλαβόντες διὰ βραχέων εἴπω μεν τί νόμος καὶ τί νόμου χρεία, διὰ τί δὲ μετ' Αἴγυπτον νόμος· δεύτερον τί τὸ πάσχα τὸ ἐξ Αἰγύπτου ὁρμώμενον καὶ τίς ὅλη ἡ περὶ τοῦ πάσχα οἰκονομία καὶ τί τὸ πᾶν καὶ περὶ τοῦ παντὸς τοῦ πάσχα μυστήριον.
English
Let the choruses of the stars also celebrate, announcing the one who rises before the morning star; let the air, measured in boundless depths and breadths, also celebrate; let the salty water of the sea, honored by sacred footsteps and foundations, also celebrate; let the earth, bathed in divine blood, also celebrate; let every human soul, refreshed for the new regeneration through resurrection, also celebrate. This Pascha is the common festival of all, the sending of the Father’s will to the world, the inspired rising of Christ upon the earth, the eternal feast of angels and archangels, the immortal life of the whole world, the death-dealing blow to death, the incorruptible food of humans, and the heavenly soul of all things, the sacred rite of heaven and earth, proclaiming ancient and new mysteries, seen visibly on earth, but understood in the heavens.
Therefore, prostrating ourselves before those initiated with sacred knowledge into the new and old, we have briefly provided to say such is the public festival of Pascha. But in order that we may also feast in detail on the word, partaking not of earthly but of heavenly things, let us also eat the rational Pascha with spiritual desire, with which the Lord himself desired to eat with us, saying: “I have earnestly desired to eat the Pascha with you.” Come then, first taking it up briefly, let us say what law is and what the need for law is, and why law came after Egypt; second, what the Pascha is that originates from Egypt, and what the whole economy concerning Pascha is, and what the whole mystery of Pascha is and concerning the whole.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:4 · narrative
Source
Παραθήσομεν δὲ πρῶτον αὐτὴν τὴν γραφήν, ἵνα ἐκ παραβολῆς καὶ ἐκ παραθέσεως ἕκαστα βλέπωμεν τῶν θεωρημάτων· Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλησον πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν πρόβατον κατ' οἴκους πατριῶν, πρόβατον κατ' οἰκίαν. Ἐὰν δὲ ὀλίγοι ὦσιν ἐν τῇ οἰκίᾳ ὥστε μὴ ἱκανοὺς εἶναι εἰς τὸ πρόβατον, προσλήψεται μετ' αὐτῶν τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ ἀριθμηθήσεται εἰς πρόβατον. Πρόβατον τέλειον ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε.
Καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν. Καὶ λήψονται ἀπὸ τοῦ αἵματος καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν καὶ ἐν τοῖς οἴκοις ἐν οἷς ἂν φάγωσιν ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα ἐν αὐτῇ τῇ νυκτὶ ὀπτὰ πυρί, καὶ ἄζυμα ἐπὶ πικρίδων φάγονται. Οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ὕδατι, ἀλλ' ὀπτὰ πυρὶ, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Οὐ καταλείψεται ἀπ' αὐτῶν εἰς τὸ πρωί· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Τὸ δὲ περι λειπόμενον ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε. Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα ἐστὶ Κυρίου.
English
We will first set forth the Scripture itself, so that by comparison and juxtaposition we may observe each of the matters under consideration. And the Lord said to Moses and Aaron in the land of Egypt, saying: This month shall be for you the beginning of months; it is the first for you among the months of the year. Speak to every assembly of the sons of Israel, saying: On the tenth of this month, let them take a sheep according to households of families, a sheep according to each house. But if there are few in the house, so that they are not sufficient for the sheep, he shall take with them his neighbor who is near him according to the number of souls; each one shall be counted as sufficient for himself for the sheep. The sheep shall be for you a perfect yearling; you shall take from the lambs and from the goats.
And it shall be for you kept until the fourteenth of this month, and the whole multitude of the assembly of the sons of Israel shall slaughter it toward evening. And they shall take from the blood and place it on the two doorposts and on the lintel and in the houses in which they may eat in them. And they shall eat the flesh in that same night, roasted by fire, and they shall eat unleavened bread with bitter herbs. You shall not eat from them raw nor boiled in water, but roasted by fire, the head together with the feet and the entrails. Nothing shall be left of them until morning; and you shall not break any bone from it. And what remains until morning you shall burn in fire. And thus you shall eat it: your loins girded, and your sandals on your feet, and your staffs in your hands; and you shall eat it with haste. It is the Passover of the Lord.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:5 · narrative
Source
Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτου ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἐν τῇ νυκτὶ ταύτῃ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος. Καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ἐστε ἐκεῖ· καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτου. Καὶ ἔσται ἡ ἡμέρα αὕτη ὑμῖν εἰς μνημόσυνον, καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσατε αὐτήν. Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε ἐπὶ πικρίδων. Καὶ πάλιν εἶπεν ὁ Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν λέγων· Οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ. Πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτέμῃς αὐτὸν καὶ τότε φάγεται ἀπ' αὐτοῦ. Πάροικος καὶ μισθωτὸς οὐκ ἔδεται ἀπ' αὐτοῦ. Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται· οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας ἐκείνης τῶν κρεῶν ἔξω. Καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Πᾶσα συναγωγὴ Ἰσραὴλ ποιήσει αὐτό. Πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ. Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ ἐν ὑμῖν.
English
And I will pass through the land of Egypt in this night and I will strike every firstborn in the land of Egypt in this night, from man to beast, and upon all the gods of the Egyptians I will execute vengeance: I am the Lord. And the blood shall be for you a sign upon the houses in which you are there; and I will see the blood and I will shelter you, and there shall be among you no plague to destroy you, when I strike in the land of Egypt. And this day shall be for you a memorial, and you shall celebrate it as a feast to the Lord for your generations; an eternal ordinance you shall celebrate it. For seven days you shall eat unleavened bread with bitter herbs. And again the Lord said to Moses and Aaron, saying: This is the law of the Passover: no foreigner shall eat of it. Every servant of someone and one bought with silver, you shall circumcise him and then he shall eat of it. A sojourner and a hired man shall not eat of it. It shall be eaten in one house; you shall not carry out of that house the meat outside. And you shall not break a bone from it. Every assembly of Israel shall do it. Every uncircumcised man shall not eat of it. There shall be one law for the native and for the proselyte who comes among you.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:6 · narrative
Source
Ἡ μὲν θεία γραφὴ οὕτως μυστικῶς τὴν ἱερὰν ἑορτὴν προεθέσπισεν, ἡμεῖς δὲ ἤδη καθ' ἕκαστον ἀκριβώσομεν τῶν ἀνεγνωσμένων, εὐχαῖς ὑμετέραις ἐραυνῶντες τῶν γραφῶν τὰ κεκρυμμένα μυστήρια, καὶ τὴν μὲν ἀλήθειαν τῶν γεγραμ μένων οὐκ ἀναιροῦντες, τὴν δὲ ἀκρίβειαν τῶν μυστηρίων διὰ τῶν τύπων θεωροῦντες. Καὶ γὰρ καὶ τὴν σκηνὴν τῷ Μωϋσεῖ τὸ θεῖον πνεῦμα ἐντέλλεται ποιῆσαι "καθ' ὃ δείξω σοι, φησί, παράδειγμα"· οὕτως τυπικῶς ὁρώ μενόν ἐστι καὶ μυστικῶς τὸ κατὰ τὸ πρωτότυπον καὶ πρωτογενὲς παράδειγμα νοούμενον.
Λέγωμεν δὴ πρῶτον τί οὗτος ὁ μὴν ἡ ἀρχὴ τῶν μηνῶν, διὰ τί δὲ οὗτος ὁ μὴν ὁ τοῦ πάσχα ἐστὶ πρῶτος ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ· δεύτερον τί τὸ πρόβατον τῇ δεκάτῃ τοῦ μηνὸς λαμβανόμενον, καὶ τὸ πρόβατον τέλειον ἐνιαύσιον, τίς ὁ γείτων καὶ τὶς ὁ προσλαμβανόμενος πλησίον, διὰ τί δὲ μέχρι τῆς τεσσαρεσκαιδεκάτης συντηρεῖται τὸ πρόβατον, εἶτα πρὸς ἑσπέραν θύεται· "καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν"· τί τὸ αἷμα τὸ ἐπὶ τοὺς δύο σταθμοὺς καὶ ἐπὶ τὴν φλιάν, διὰ τί δὲ ἐν νυκτὶ τὰ κρέα ἐσθίουσι, καὶ ταῦτα ὀπτὰ πυρί, οὔτε ὠμὸν οὔτε ἡψημένον ἐν ὕδατι· ἢ τί τὸ "Κεφαλὴν σὺν ποσὶ καὶ τοῖς ἐνδοσθιδίοις", διὰ τί δὲ "ὀστοῦν οὐ συντρίψετε"· καὶ τίνα τὰ ἄζυμα μετὰ πικρίδων, διὰ τί δὲ "μετὰ σπου δῆς ἔδεσθε" τὸ πάσχα·
English
The divine scripture thus mystically foretold the sacred feast, and we shall now examine in detail each of the things read, searching out the hidden mysteries of the scriptures with your prayers, neither annulling the truth of what is written, nor contemplating the precision of the mysteries through the types. For the divine Spirit commands Moses to make the tabernacle "according to the pattern which I will show you," it says; thus what is seen typologically and mystically is understood according to the original and first-born pattern.
Let us first say what this month is, the beginning of the months, and why this month, that of Passover, is first among the months of the year; second, what the sheep taken on the tenth of the month is, and the perfect yearling sheep, who is the neighbor and who is the one taken along nearby, why the sheep is kept until the fourteenth, then sacrificed toward evening: "and the whole multitude of the congregation of the sons of Israel will slaughter it toward evening"; what the blood on the two doorposts and on the lintel is, why they eat the meat at night, and this roasted by fire, neither raw nor boiled in water; or what "the head together with the feet and the entrails" means, and why "you will not break a bone"; and what the unleavened bread with bitter herbs is, and why "you will eat the Passover with haste.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:7 · narrative
Source
τίνες αἱ ὀσφύες αἱ περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσί, καὶ τί τὸ "Πάσχα Κυρίου" καὶ τὸ "αἷμα σημεῖον ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ἐστε ἐκεῖ καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτου", διὰ τί δὲ "ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε"· διὰ τί ὁ μὲν ἀλλογενὴς οὐ βρώσεται, ὁ δὲ οἰκογενὴς περιτμηθήσεται, τί δὲ τὸ "Ἐν οἰκίᾳ μίᾳ βρωθήσεται, καὶ ἔξω ἐκ τῶν κρεῶν οὐκ ἐξοίσετε, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ. Πᾶσα συναγωγὴ ποιήσει αὐτό–τίς ἡ συναγωγή–. Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ· εἷς καὶ ὁ αὐτὸς ἐπ' ἀμφοτέρων νόμος". Οἱ μὲν οὖν τύποι καὶ τὰ σύμβολα καὶ τὰ μυστήρια, ἐν Ἰσραὴλ μὲν ὁρατῶς γινόμενα, ἐν ἡμῖν δὲ πνευματικῶς τελεσιουργούμενα. Μικρὰ δὴ περὶ τούτων διαλεχθέντες οὕτως ἐπαγάγωμεν τὰ τῆς ἀληθείας μυστήρια· τίς μετὰ τὸν νόμον Ἰησοῦ Χριστοῦ ἐπιδημία, διὰ τί δὲ ἦλθε καὶ μετὰ σώματος· τί τὸ πάσχα ὃ ἐπεθύμησε φαγεῖν μεθ' ἡμῶν, διὰ τί δὲ ὁ λόγῳ νεκροὺς ἀναστήσας οὐχὶ καὶ πάντῃ τῷ θανάτῳ ἐπετίμησε ζῶν, διὰ τί δὲ καὶ ὅλως ὑπέμεινε θάνατον διὰ ξύλου· τίς ἡ ἄκανθα ἣν ἐστεφανώσατο, ἢ τί τὸ ὄξος ὃ ἔπιε καὶ ἡ χολή, καὶ τίς ἡ ἀνοιγομένη πλευρὰ ἐξ ἧς ἔρρευσεν αἷμα καὶ ὕδωρ· διὰ τί εὔχεται παρελθεῖν τὸ ποτήριον ὃ πάντως ἦλθε πιεῖν· τίνες οἱ λῃσταὶ οἱ συγκρεμάμενοι, καὶ τίς ὁ ἐξ ἀμφοτέρων ἐν τῷ παραδείσῳ·
English
What are the loins that are girded, and the sandals on the feet, and the staffs in the hands, and what is the "Passover of the Lord" and the "blood as a sign on the houses in which you are there, and I will see the blood and shelter you, and there will be among you no plague to destroy you when I strike in the land of Egypt"? And why "for seven days you shall eat unleavened bread"? Why the foreigner shall not eat, but the homeborn shall be circumcised? And what is "It shall be eaten in one house, and you shall not carry the meat outside, and you shall not break a bone from it. No uncircumcised person shall eat of it. Every assembly shall make it—what is the assembly? There shall be one law for the native and for the proselyte who comes; one and the same law for both." Now the types and symbols and mysteries, in Israel performed visibly, in us are accomplished spiritually. Having discussed these matters briefly, let us thus proceed to the mysteries of the truth: what is the advent of Jesus Christ after the law, and why did he come with a body? What is the Passover he desired to eat with us? And why did he who raised the dead by his word not also utterly rebuke death while alive? And why did he endure death at all, by wood? What is the crown of thorns he wore, or what the vinegar and gall he drank? And what is the opened side from which flowed blood and water? Why does he pray that the cup pass by, which he certainly came to drink? Who are the thieves crucified with him, and who is the one from both in paradise?
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:8 · narrativehigh
Source
διὰ τί τὸ πνεῦμα παρακατατίθεται ἐν ταῖς χερσὶ τοῦ πατρός, τὸ δὲ σῶμα ἐν τῷ καινῷ μνημείῳ, τί ἦν τὸ ἐσόμενον "ἐν τῷ παρα δείσῳ" καὶ γινόμενον "σήμερον"· τίς ἡ τριήμερος ἣν ὑπὸ γῆν ἔμεινε, διὰ τί δὲ πρῶται αὐτὸν ὁρῶσιν αἱ γυναῖκες καὶ εὐαγγελιζόμενος λέγει· "Γυναῖκες χαίρετε". Ταῦτα ἡμῶν τῆς ἱερᾶς ἑορτῆς τὰ ἐδέσματα, αὕτη ἡ τράπεζα ἡ πνευματική, αὕτη ἡ ἀθάνατος τροφὴ καὶ τρυφή· ἐπισιτισάμενοι δὲ τὸν ἄρτον τὸν ἐκ τῶν οὐρανῶν καὶ πίοντες τὸ τῆς εὐφροσύνης ποτήριον, αὐτὸ τὸ ζέον καὶ ἔμπυρον, αἷμα μὲν δὴ ἄνωθεν θερμῷ τυπωθὲν πνεύματι, λόγῳ ἀναλαβόντες εἴπωμεν πρῶτον μὲν τίς νόμος καὶ τίς νόμου οἰκονομία, οὕτως γὰρ γνωσόμεθα ἐκ παραβολῆς τίς λόγος καὶ τίς λόγου ἐλευθερία. Νόμος ὁ διὰ Μωϋσέως ποικίλων καὶ ἀναγκαίων δογμάτων ἀθροϊσμός ἐστι, πάντων ἐρανισμὸς κοινωφελὴς τῶν ἐν τῷ βίῳ καλῶν, μίμημα μυστικὸν τῆς ἐν οὐρανῷ πολιτείας, λύχνοι καὶ λυχνίαι καὶ πῦρ καὶ φῶτα τῆς ἄνω λαμπαδουχίας τὰ τιμήματα.
English
Why is the Spirit deposited in the hands of the Father, but the body in the new tomb? What was to be "in paradise" and happening "today"? What is the three-day period during which he remained under the earth? And why do women first see him, and he, announcing the good news, says, "Women, rejoice"? These are the delicacies of our sacred feast, this is the spiritual table, this is the immortal food and delight. Having partaken of the bread from the heavens and drunk the cup of gladness, that which is boiling and fiery, blood indeed stamped from above with warm spirit, and having taken up the word, let us first say what law is and what the economy of law is; for thus we shall know by comparison what word is and what the freedom of word is. Law is the collection of various and necessary doctrines through Moses, a common benefit of all the good things in life, a mystical imitation of the polity in heaven, the honors of the lamps and lampstands and fire and lights of the above torch-bearing.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:9 · narrativehigh
Source
Νόμος ὁ διὰ Μωϋσέως θεοσεβείας τὸ προτύπωμα, εὐτάκτου πολιτείας τὸ πρόσταγμα, τῆς πρώτης ἁμαρτίας τὸ κώλυμα, τῆς μελλούσης ἀληθείας τὸ αἴνιγμα. Νόμος ὁ διὰ Μωϋσέως αἰγυπτίας πλάνης τὸ κολαστήριον, δακτύλῳ Θεοῦ καταγραφόμενον, ἄλλως γὰρ ὁ ὑψηλὸς βραχίων ἐτηρεῖτο. Νόμος ὁ διὰ Μωϋσέως εὐσεβείας ἀρχηγός, δικαιοσύνης ὁδηγός, τυφλῶν φωτισμός, ἀφρόνων ἔλεγχος, νηπίων παιδαγωγός, ἀγνωμονούντων δεσμός, σκληροτραχήλων χαλινὸς καὶ τῶν ἑτεροζυγούντων ἀνάγκης ζυγός. Νόμος ὁ διὰ Μωϋσέως ἄγγελος Χριστοῦ, πρόδρομος Ἰησοῦ, κῆρυξ καὶ προφήτης μεγάλου βασιλέως, σοφὸν παιδευτήριον,
ἀναγκαῖον γυμνάσιον, κοσμικὸν διδασ καλίον, δόγμα ἐμπρόθεσμον, παρερχόμενον μυστήριον. Νόμος ὁ διὰ Μωϋσέως τῆς μελλούσης χάριτος συμβολικὴ καὶ αἰνιγματώδης ἐπιτομή, ταῖς εἰκόσιν ἀπαγγέλλουσα τὴν τελειότητα τῆς μελλούσης ἀληθείας, ταῖς θυσίαις τὸ ἱερεῖον, τῷ αἵματι τὸ αἷμα, τῷ ἀμνῷ τὸν ἀμνόν, τῇ περιστερᾷ τὴν περιστεράν, τοῖς βωμοῖς τὸν ἀρχιερέα, τῷ ναῷ τὸ τῆς θεότητος καταγώγιον, τῷ περιβωμίῳ πυρὶ ὅλον ἄνωθεν τοῦ κόσμου τὸ φῶς. Νόμος μὲν δὴ ὧδε ἡμῖν μυστικῶς προώρισται· ἔρχεται δὲ μετὰ Αἴγυπτον ἀναγκαίως νόμος, ὑλομανούσης ψυχῆς καὶ αἰγυπτιαζούσης καρδίας ἐκκόπτων τὰ ἀόρατα κακὰ μοσχεύματα, τέμνων ἀρότρου δίκην τὰς ἔνδον πυκνὰς καὶ δασείας ἀκάνθας τῶν λογισμῶν, ἀροτροτεμὼν καὶ αὐλακηδὸν σχίζων τὰ τῆς ψυχῆς βάθη, προοδοποιῶν καὶ νεάζων τὴν ψυχὴν εἰς ὑποδοχὴν τοῦ οὐρανίου θείου λόγου καὶ σπόρου· διὸ καὶ εἰκότως βοᾷ τὸ θεῖον πνεῦμα· "Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρετε ἐπ' ἀκάνθας".
English
The Law through Moses is the prefiguration of piety, the ordinance of orderly polity, the prevention of the first sin, the enigma of the future truth. The Law through Moses is the chastisement of Egyptian error, inscribed by the finger of God, for otherwise the high arm was reserved. The Law through Moses is the founder of piety, the guide of justice, the illumination of the blind, the refutation of the foolish, the pedagogue of infants, the bond of the ungrateful, the bridle of the stiff-necked, and the yoke of necessity for those who bear a different yoke. The Law through Moses is the angel of Christ, the forerunner of Jesus, the herald and prophet of the great king, a wise training ground, a necessary exercise, a cosmic school, a provisional decree, a passing mystery. The Law through Moses is the symbolic and enigmatic epitome of the future grace, announcing through images the perfection of the future truth, through the sacrifices the victim, through the blood the blood, through the lamb the lamb, through the dove the dove, through the altars the high priest, through the temple the dwelling of the divinity, through the fire on the altar the light of the whole world from above. So the Law is here mystically predetermined for us; but after Egypt, the Law necessarily comes, cutting out the invisible evil shoots of a soul raging with matter and an Egyptianizing heart, like a plow cutting the dense and thick thorns of thoughts within, plowing and splitting the depths of the soul in furrows, preparing and renewing the soul for the reception of the heavenly divine word and seed; hence the divine Spirit rightly cries: "Plow new fields for yourselves and do not sow among thorns.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:10 · narrativehigh
Source
Διὰ τοῦτο καὶ τὸ πάσχα μυστικῶς πρῶτον ἐξ Αἰγύπτου ἄρχεται, τῆς σκοτεινῆς εἰδωλολατρείας ἡ πρώτη ἐκκοπὴ καὶ τῆς ἀθέου εἰδωλομανίας ἡ μυστικὴ ἀποτομὴ καὶ τῶν τῆς πλάνης πρωτοτόκων σπερμάτων ἡ νυκτερινὴ καὶ ἔνδικος πληγή.
Ἔπασχε μὲν οὖν καὶ Αἴγυπτος ὁμολογουμένως τὴν τῶν πρωτοτόκων πληγὴν καὶ πᾶς ὁ προγενὴς ἀπέθνησκε δῆμος, ἵνα ὁ μὲν σκληροτράχηλος Φαραὼ καὶ οὕτω βραδέως παιδευθῇ ταῖς πρώταις πληγαῖς μὴ πεπαιδευμένος, ὁ δὲ Ἰσραὴλ καὶ ἐν τούτοις παραδόξως σωθῇ, καὶ Θεὸς ἐν πᾶσι δοξασθῇ· Αἰγύπτῳ μὲν οὖν τὸ πάθος ἐν πληγῇ, τῷ δὲ Ἰσραὴλ τὸ πάσχα ἐν ἑορτῇ, διὸ καὶ ὀνομάζεται ἑορτὴ πάσχα Κυρίου. Πολλὰ καὶ ἕτερα τῆς μελλούσης Θεοῦ φιλανθρωπίας μυστήρια, ἔχει γὰρ ὧδε πᾶς ὁ περὶ τούτων λόγος· Αἴγυπτος μὲν ἡ πολλὴ καὶ μέλαινα τῆς σκοτεινῆς καὶ βαθείας πλάνης ἐστὶν εἰκών, ἐκεῖθεν γὰρ τὰ πρῶτα τῆς ἀπάτης ῥεύματα, μόσχοι καὶ ἰχθύες καὶ ὄρνιθες καὶ θηρία καὶ πάντα τὰ τοιαῦτα ζῷα θεοποιούμενα καὶ θεολογούμενα· ὅταν δὲ ἡ ἐξ οὐρανῶν ἔνδικος ὀργὴ ἀποκαλυφθῇ καὶ ὁ μέγας θυμὸς ἐπὶ πᾶσαν τὴν γῆν ἐφαπλωθῇ, τότε πρῶτον ἡ δεισιδαίμων καὶ εἰδωλομανὴς πλάνη παταχθήσεται· "Ἐν γὰρ πᾶσι, φησί, θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος". Εἰς δὲ τὰ πρωτότοκα πάντα ἡ πληγή, ἐπειδὴ τὰ πρεσβεῖα τῶν χρόνων ἐκδικοῦντες ἑαυτοῖς πρεσβύτερα πάν των ἔσχον καὶ τὰ τῆς εἰδωλολατρείας δουλεύματα. Σκοτεινὴ δὲ καὶ κατὰ νύκτα ἡ πληγή, σκοτεινὰ γὰρ καὶ σκυθρωπὰ καὶ ἀμειδῆ καὶ ἀφεγγῆ καὶ ἀνήμερα τῶν σκοτεινῶν ἔργων καὶ δαιμόνων τὰ δικαιωτήρια· "Δώσω" γάρ φησι "τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα πῦρ ἀτμίς·
English
For this reason, the Passover also begins mystically first from Egypt: the first excision of dark idolatry, the mystical severance of godless idol-mania, and the nocturnal and just plague upon the firstborn seeds of error.
Thus Egypt admittedly suffered the plague of the firstborn, and every earlier-born people perished, so that the stiff-necked Pharaoh, not having been taught by the first plagues, might be slowly educated even thus, while Israel might be paradoxically saved in these events, and God be glorified in all. For Egypt, the suffering was in a plague; for Israel, the Passover was in a feast, which is why it is called the feast of the Passover of the Lord. There are many other mysteries of the future philanthropy of God, for the entire discourse on these matters holds here: Egypt is the image of the vast and dark, deep error, for from there come the first streams of deceit—calves, fish, birds, beasts, and all such animals being deified and theologized. But when the just wrath from the heavens is revealed and the great anger spreads over the whole earth, then first the superstitious and idol-maniacal error will be struck down. "For among all the gods of the Egyptians," it says, "I will execute vengeance; I am the Lord." And the plague falls upon all the firstborn, because they claimed for themselves the primacy of the ages, having held everything older, along with the servitudes of idolatry. The plague is dark and by night, for the judgments of dark works and demons are dark, gloomy, unsmiling, lightless, and savage. "For I will give," it says, "portents in the sky and on the earth: blood, fire, vapor.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:11 · narrative
Source
ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ", καί· "Οὐ, φησίν, οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί ὑμῖν αὕτη ἡ ἡμέρα Κυρίου; Καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς. Ὃν τρόπον γὰρ ἂν φύγῃ ἀνὴρ ἀπὸ προσώπου λέοντος καὶ συναντήσῃ αὐτῷ ἄρκος καὶ εἰσέλθῃ εἰς τὴν οἰκίαν καὶ ἀπερείσηται χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις, καὶ οὐχὶ σκότος ἡ ἡμέρα Κυρίου καὶ οὐ φῶς, καὶ σκο τία καὶ οὐκ ἔστι φέγγος ἐν αὐτῇ." Τὸ δὲ "αἷμα εἰς σημεῖον" τῆς τοῦ Χριστοῦ σφραγίδος τὸ ἔναιμον μυστήριον· "σημεῖον" δὲ, οὔπω αὐτὸ τὸ ἀληθές, ἀλλὰ μελλούσης ἀληθείας τὸ σημεῖόν ἐστι σημεῖον· ὅσοι γὰρ ἔχουσι τὸ σημεῖον τὸ δι' αἵματος ἐπὶ τῶν ψυχῶν ὡς ἐπὶ τῶν οἰκιῶν ἐντετυπωμένον ὁμοῦ καὶ κεχρισμένον, τούτους πάντας ἡ ὀλοθρεύουσα πληγὴ παρε λεύσεται· "Ἐν αἷς γὰρ οἰκίαις, φησίν, ἐὰν σκέψηται τὸ αἷμα, σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ".
English
The sun will be turned into darkness and the moon into blood before the great and manifest day of the Lord comes," and: "Woe, he says, to those who desire the day of the Lord! Why do you want this day of the Lord? It too is darkness and not light. For just as a man might flee from the face of a lion and a bear meet him, and he enter into the house and rest his hands against the wall and a snake bite him—is not the day of the Lord darkness and not light, and gloom, and there is no brightness in it?" And "blood for a sign" is the blood-filled mystery of the seal of Christ; but a "sign" is not yet the truth itself, but the sign of a truth to come is a sign; for all who have the sign through blood stamped and at the same time anointed upon their souls as upon their houses, all these the destroying plague will pass by: "For in whatever houses, he says, the blood is seen, I will cover you, and there will be no plague among you to destroy, when I strike in the land of Egypt.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:12 · narrative
Source
Τὸ μὲν οὖν "αἷμα ὡς σημεῖον" φυλακτήριον· τὸ δὲ "ἐν ταῖς οἰκίαις" ὡς ἐν ταῖς ψυχαῖς, τοῦτο γάρ ἐστι θείου πνεύματος τὸ ἐκ πίστεως ἱεροπρεπὲς
οἰκητήριον· τὸ δὲ "σκεπάσω ὑμᾶς" τῶν ἐκτάσεων χειρῶν Ἰησοῦ αἳ σκεπάζουσι τοὺς πιστεύοντας ἄπληστοι ἐπιβολαί.
Τὸ μὲν δὴ κοσμικὸν καὶ καθόλου τοῦ πάσχα τοιόνδε ἐστι μυστήριον, ἄκουε δὲ καὶ ὡς δυνατόν ἐστιν ἡμῖν κατὰ μέρος θείαν τελετὴν διηγουμένοις· τὸ μὲν γὰρ ἀληθὲς ὅπως ἔχει περὶ τούτων, Θεὸς καὶ ὁ τὸ ἱερὸν πάσχα ἐν ἑαυτῷ καὶ δι' ἑαυτοῦ κοσμήσας οἶδε λόγος, ἡμῖν δὲ ὡς ἀνθρώποις συγγνώμην διδόσθω, ἐάν, ἀγαπητοί, ὄντως παρασφαλλώ μεθα. Λέγωμεν δὴ ἄνωθεν ἀναλαβόντες πρῶτον μὲν τί ὅδε ὁ μὴν ἀρχὴ μηνῶν καὶ διὰ τί ὁ τοῦ πάσχα μὴν πρῶτός ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ.
Ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος Ἑβραίων λόγος τοῦτόν φησι τὸν καιρὸν εἶναι ἐν ᾧ ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργὸς Θεὸς τότε ἐδημιούργησε τὸ πᾶν, καὶ τοῦτο εἶναι τῆς κτίσεως τὸ πρῶτον ἄνθος, τοῦ κόσμου τὸ κάλλος, ὅτε τὸ πανδαίδαλον ἄγαλμα κατὰ νοῦν ἑαυτοῦ ὁ δημιουργὸς ἐμμελῶς εἶδε κινού μενον.
English
Now the "blood as a sign" is a protective charm; and the "in the houses" is as in the souls, for this is the sacred dwelling-place of the divine Spirit that comes from faith; and the "I will shelter you" refers to the outstretchings of the hands of Jesus, which shelter the believers, insatiable coverings.
Now the cosmic and universal mystery of the Passover is of this sort; but listen also to how it is possible for us, as we narrate the divine rite in detail. For the truth of these matters, God and the Word who adorned the sacred Passover in himself and through himself know; but let pardon be granted to us as humans, beloved, if we truly go astray. Let us speak, then, taking it up from the beginning: first, what this month is, the beginning of months, and why the month of the Passover is first among the months of the year.
Now the secret tradition of the Hebrews says that this is the time in which the craftsman and creator God of all things created the universe, and that this is the first flower of creation, the beauty of the world, when the creator saw the all-skillful statue moving harmoniously according to his own mind.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:13 · narrative
Source
Τεκμαίρονται δὲ οὐρανῶν εὐταξίαις καὶ ὡρῶν εὐκρα σίαις καὶ ἡλίου εὐνομίαις καὶ φωτὸς μὴ μειουμένου ἀνατολαῖς, καὶ μὴν καὶ καρπῶν ἐκβολαῖς καὶ φυτῶν ὁρμαῖς καὶ δένδρων εὐανθέσιν ἀναδρομαῖς καὶ ποιμνίων ἤδη τικτομένων γοναῖς, ὅτε χλοηφορεῖ μὲν ἤδη πᾶσα ἡ γῆ, ἀνθηκομεῖ δὲ καὶ δένδρα ἐπίγονα εἰς ἐκβολὴν ὠδίνοντα καρπούς, ὅτε ζεῦγος ἐξ ἀρότρου λύσας γεωργὸς ἀνέπαυσεν ἅρμα μυκώμενον καὶ τοὺς θείους καρποὺς ἐπὶ τὴν γῆν καταβαλὼν τὰς οὐρανίους ἐκδέχεται ἄνωθεν πηγάς, ὅτε λευκὸν ἤδη ποιμὴν ἐκ ποιμνίων ἀμέλγει γάλα καὶ μελιττουργοὶ τοὺς γλυκεῖς μηνίους βλάττουσι κηρούς, ὅτε ναυτίλος ἤδη χαροποιηθεὶς θαλάσσης καταθρασύνεται καὶ φιλοκερδέσι τέχναις γλαυκοῦ κατατολμᾷ κύματος, τὴν δὴ τῶν ὅλων εὐνομίαν καὶ τὴν τοῦ παντὸς εὐταξίαν καί, ὡς ἂν εἴποι τις, τὴν εὐκληρίαν ταύτην εἶναι τὴν πρώτην ἀπαρχήν, καὶ τὴν τοῦ ἐνιαυτοῦ ἀρχὴν τὴν γλυκεῖαν τοῦ ἔαρος ἡδονήν. Ἐγὼ δὲ οὐδὲ τούτοις τοῖς λόγοις ἀπιστῶ, νομίζω δέ, ὃ καὶ μᾶλλον πεπίστευκα, διὰ τὴν τοῦ πάσχα πνευματικὴν ἑορτὴν ἀρχὴν καὶ κεφαλὴν καὶ πρώτην ἡγεμονίαν παντὸς τοῦ χρόνου καὶ αἰῶνος νενομίσθαι τόνδε τὸν μῆνα τοῦ πάσχα ἐν ᾧ τὸ μέγα τοῦτο τελεσιουργεῖται καὶ ἱερουρ γεῖται μυστήριον, ἵνα ὡς ὁ Κύριος τῶν πάντων νοητῶν τε καὶ ἀοράτων πρωτόγονός ἐστι καὶ πρωτότοκος ἀπ' ἀρχῆς, οὕτως καὶ ὅδε ὁ μὴν ὁ τὴν ἱερὰν τετιμημένος τελετὴν πρῶτος γεγένηται τοῦ ἐνιαυτοῦ καὶ παντὸς αἰῶνος ἀρχή. Ἐνιαυ τὸς δὲ οὗτος ὃν ἡ θεία γραφὴ βοᾷ· "Κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν". Πρόβατον τὸ θῦμα τὸ ἱερόν·
English
They infer it from the good order of the heavens and the mild temperance of the seasons and the lawful courses of the sun and the unwaning risings of the light, and indeed also from the bursting forth of fruits and the eager shoots of plants and the fair-blooming upgrowths of trees and the births of flocks now giving birth, when all the earth is already green with grass, and trees, growing after them, are swelling with flowers as they travail toward the bursting forth of fruits, when the farmer, having loosed the yoke-pair from the plough, has given rest to the lowing team and, casting the divine seeds upon the earth, awaits the heavenly springs from above, when the shepherd already milks white milk from the flocks and the bee-keepers make the sweet monthly wax-drops, when the sailor, now made glad, takes courage against the sea and with gain-loving skills dares the gray-blue wave—that this good order of all things and the fair arrangement of the universe and, as one might say, this good fortune is the first firstfruit, and the beginning of the year is the sweet pleasure of spring. But I do not disbelieve even these arguments, and I think—what I have in fact more firmly believed—that because of the spiritual feast of the Pascha this month of the Pascha, in which this great mystery is accomplished and sanctified, has been regarded as the beginning and head and first leadership of all time and age, so that just as the Lord of all things, both intelligible and invisible, is the first-begotten and firstborn from the beginning, so also this month, honored by the sacred rite, has become the first of the year and the beginning of every age. And this is the year of which the divine Scripture cries out: "To proclaim the acceptable year of the Lord." The sacred victim is a sheep.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:14 · narrative
Source
"Αὐτὸς ὡς πρό βατον" γάρ φησιν "ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος", καὶ Ἰωάννης· "Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου". Τέλειον δὲ τὸ πρόβατον καὶ ἐνιαύσιον· τέλειον μὲν ὡς ἐξ οὐρανῶν, ἐνιαύσιον δὲ ὡς ἐν γῇ· ἐνιαυτὸς γὰρ χρόνου μέτρον ἐν γῇ, ἑαυτὸν ἐπιλαμβάνων καὶ εἰς ἑαυτὸν ἀνακυκλούμενος καὶ τῇ εἰς ἑαυτὸν περιόδῳ περιφορᾷ τὸν ἀμέτρητον αἰῶνα μιμούμενος. Λαμβάνεται δὲ τῇ δεκάτῃ τοῦ μηνός, καὶ πάνυ συμβολικώτατα· διάστημα γὰρ εὐαγγελίου νόμος, νόμου δὲ τὸ κορυφαιότατον δόγμα ἡ δεκάλογος, μετὰ δὲ τὰς δέκα τοῦ νόμου ἐντολὰς τότε τὸ πρόβατον ἔρχεται τὸ μυστικὸν τὸ ἐκ τῶν οὐρανῶν. Τηρεῖται δὲ τὰς διαμέσους ἡμέρας, αἰνιττόμενον τῇ γραφῇ ἐν μέσῳ τοῦ χρόνου μέχρι τοῦ πάθους ἐν τῇ τοῦ σώματος ἐπιδημίᾳ τοῦ πάσχα, καὶ τὴν σύλληψιν ἣν ἐν τοῖς τοῦ ἀρχιερέως συλληφθεὶς ἐτηρεῖτο. Ὁ δὲ προσλαμβανόμενος εἰς τὸ πρόβατον ὁ πλησίον εἰμὶ γείτων ἐγώ· ὑπὸ σοῦ γάρ, ὦ Ἰσραήλ, τὸ πρόβατον οὐκ ἐχωρήθη. Εἶτα δὲ τὸ πρόβατον πρὸς ἑσπέραν θύεται· καὶ γὰρ ἐπὶ δυσμὰς τοῦ ἡλίου καὶ ὁ ἱερὸς ἀμνὸς τοῦ Θεοῦ
English
For he himself," it says, "was led as a sheep to the slaughter and as a lamb before its shearer, voiceless," and John says: "Behold the Lamb of God who takes away the sin of the world." The sheep is perfect and a year old: perfect as from the heavens, a year old as on earth; for a year is a measure of time on earth, taking hold of itself and revolving back into itself, and by its circuit imitating the boundless age. It is taken on the tenth of the month, and very symbolically; for the interval is a law of the Gospel, and the most preeminent doctrine of the law is the Decalogue, and after the ten commandments of the law, then the mystical sheep from the heavens comes. It is kept for the intervening days, hinting by the Scripture in the middle of the time until the passion in the bodily sojourn of the Passover, and the conception which, having been conceived in the high priest's chambers, was kept. The one who takes the sheep is the neighbor, I am the neighbor; for by you, O Israel, the sheep was not received. Then the sheep is sacrificed toward evening; for at the setting of the sun also the sacred lamb of God
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:15 · narrative
Source
φονεύεται. Σφάξουσι δὲ αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραήλ· ὁ ἄπιστος γὰρ Ἰσραὴλ ἔνοχος γέγονεν ἐκείνου τοῦ τιμίου αἵματος, ὁ μὲν γὰρ πάλαι φονεύων, ὁ δὲ μέχρι νῦν ἀπιστῶν· διὸ καταμαρτυρεῖται αὐτῶν τὸ θεῖον πνεῦμα καὶ βοᾷ λέγον· "Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις". Τὸ δὲ αἷμα ἐπὶ τὴν φλιὰν ὡς ἐπὶ τὴν ἐκκλησίαν, καὶ ἐπὶ τῶν δύο σταθμῶν ὡς ἐπὶ τῶν δύο λαῶν.
Οὐ γὰρ ἀρνεῖται ὁ σωτὴρ πρὸς σὲ πρῶτον, ὦ Ἰσραήλ, ἀπεσταλμένος· "Οὐ γὰρ ἀπεστάλην, φησί, πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ"· ἐγὼ δὲ ὡς κυνίδιον ἀλλοτρίᾳ τραπέζῃ παρε καθεζόμην, τὸν μὲν ἄρτον μήπω φαγεῖν δυνάμενος, τὰς δὲ ψιχίας τὰς ἐκπιπτούσας ἀναλέγων παράσιτος ἀλλοτρίας τροφῆς· ἐπειδὴ δὲ οὐκ ἔγνως τὸ μάννα τὸ ἐκ τῶν οὐρανῶν, εἰς ἐμὲ ὁ ἄρτος διὰ τῆς πίστεως μετετέθη καὶ ὁ ἀντὶ κυνὸς υἱὸς ἤδη γιγνόμενος [...]. Ἐν νυκτὶ δὲ τὰ κρέα ἐσθίεται· ἔδυ γὰρ τὸ τοῦ κόσμου φῶς ἐπὶ τῷ μεγάλῳ σώματι τοῦ Χριστοῦ· "Λάβετε, φάγετε, τοῦτο μού ἐστι τὸ σῶμα". Τὰ δὲ κρέα ὀπτὰ πυρί· ἔμπυρον γὰρ λογικὸν σῶμα τοῦ Χριστοῦ· "Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη;". Οὐκ ὠμὸν τὸ κρέας, ἵνα εὐκατέργαστος ᾖ ὁ λόγος καὶ εὐπρόσφορος καὶ εὐπαράδεκτος· οὐδὲ ἐν ὕδατι ἡψημένον, ἵνα μὴ ὑγρὸς ᾖ μηδὲ ὑδατώδης ὁ λόγος μηδὲ ἐκλελυμένος. Κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, [...] ὡς ἀόρατος βουλή, πόδες ὡς ἄνθρωπος. Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, ἀρχὴ καὶ μεσότης καὶ τέλος, πάντα συνέχων καὶ συσφίγγων καὶ συγκολλῶν ἐν ἑαυτῷ ἀλύτοις δεσμοῖς, γενόμενος ἀληθῶς "μεσίτης Θεοῦ καὶ ἀνθρώπων".
English
He is murdered. But the whole multitude of the congregation of the sons of Israel will slaughter it; for unbelieving Israel has become guilty of that precious blood—the one slaying long ago, the other disbelieving until now. Therefore the divine Spirit testifies against them and cries out, saying: "Your hands are full of blood." And the blood is on the doorpost, as on the church, and on the two side posts, as on the two peoples.
For the Savior does not refuse being sent to you first, O Israel: "For I was not sent," he says, "to you, but to the lost sheep of the house of Israel." But I, like a little dog, was sitting at a foreign table, not yet able to eat the bread, but gathering up the crumbs that fell, a parasite on another's food. But since you did not recognize the manna from the heavens, the bread has been transferred to me through faith, and I who was a dog am now becoming a son [...]. And in the night the flesh is eaten; for the light of the world set upon the great body of Christ: "Take, eat, this is my body." And the flesh is roasted with fire; for the rational body of Christ is fiery: "I came to cast fire upon the earth, and how I wish it were already kindled!" The flesh is not raw, so that the word may be easily worked, well-seasoned, and readily received; nor boiled in water, so that the word may not be watery or diluted or slack. The head with the feet and the entrails, [...] as the invisible counsel, the feet as man. The head with the feet and the entrails—beginning and middle and end—holding all things together and binding and gluing them in himself with indissoluble bonds, having truly become "a mediator between God and men.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:16 · narrative
Source
Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, Θεὸς, λόγος καὶ ἄνθρωπος ἐν γῇ. Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, ὕψει καὶ βάθει καὶ πλάτει ** καὶ γῆς καταρριζώματα. Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, νόμος καὶ λόγος καὶ ἀποστολοί, νόμος ὡς ἀρχὴ καὶ λόγος ὡς βουλὴ καὶ ἀποστολοὶ ὡς πόδες· "Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά". Ὀστέον δὲ οὐ συντρίψετε ἀπ' αὐτοῦ, ἵνα γνωστὴ ᾖ ἡ ἀνάστασις ἡ μετὰ σώματος· "Βάλε" γάρ φησι "τοὺς δακτύλους σου εἰς τοὺς τῶν ἥλων τύπους, ἵνα γνῷς ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει". Ἄζυμα μετὰ πικρίδων ἔδεσθε· πικρὰ γάρ σοι ἢ πικρῶν ἔργων τὰ μυστήρια· "Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἀλλότριοι ἐνώπιον ὑμῶν κατεσθίουσι, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων". Ἔδεσθε μετὰ σπουδῆς τὸ πάσχα· ἐγρηγορέναι γὰρ καὶ ἐπινενηφέναι δεῖ ἅπαντα τὸν μέλλοντα προσιέναι τῷ μεγάλῳ σώματι. Αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι· παυσάσθω σαν αἱ διὰ γενέσεως πηγαὶ λελυμέναι, αἱ σαρκῶν περιπλοκαὶ καὶ αἱ ῥυπαρώδεις ἡδοναί. Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσίν· ὀρθοτο μοῦσαι βάσεις, στηρίγματα ἀχώλευτα· ἀληθείας γὰρ ῥιζώματα. Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, ἃ Μωϋσῆς μὲν ὑπελύσατο, Ἰησοῦς δὲ ὑπεδήσατο· "Λῦσαι" γάρ φησι "τὸ ὑπόδημα τῶν ποδῶν σου", ἵνα τὸ παρερχόμενον τοῦ νόμου δηλωθῇ, "Οὗ οὐκ εἰμὶ ἱκανὸς τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ λῦσαι", ἵνα τὸ πάντοθεν περιεσφιγμένον τοῦ λόγου μηνυθῇ.
English
The head with the feet and the inner parts: God, Word, and man on earth. The head with the feet and the inner parts: in height and depth and breadth ** and the roots of the earth. The head with the feet and the inner parts: law and word and apostles—law as the beginning, word as the counsel, and apostles as the feet: "How beautiful are the feet of those who bring good news of good things." But you shall not break a bone of him, so that the resurrection with the body may be known; for he says, "Put your fingers into the marks of the nails, that you may know that a spirit does not have flesh and bones." You shall eat unleavened bread with bitter herbs; for your mysteries are bitter, or the works of bitter things: "Your land is desolate, your cities are burned with fire, strangers devour your country before you, and it is laid waste, overthrown by foreign peoples." Eat the Passover with haste; for everyone who is about to approach the great body must be awake and sober. Your loins girded: let the springs loosened through generation cease—the entanglements of the flesh and filthy pleasures. Your sandals on your feet: let your steps be upright, supports without lameness; for they are the roots of truth. Your sandals on your feet, which Moses loosed and Jesus put on; for he says, "Loose the sandal from your feet," that the passing nature of the law may be shown; "whose sandal-strap I am not worthy to loose," that the wholly bound-together nature of the Word may be made known.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:17 · narrative
Source
Αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, τῆς θείας δυνάμεως τὰ σημεῖα, τῆς λογικῆς ἰσχύος τὰ ἐρείσματα, ῥάβδος ἡ διὰ Μωϋσέως, ῥάβδος ἡ διὰ Ἀαρών, ῥάβδος ἡ καρυΐνη, ῥάβδος ἡ τεμοῦσα βάθη θαλάσσης, ῥάβδος ἡ γλυκάνασα πικρίαν πηγῶν, ῥάβδος ἐφ' ἣν τὰ ἑπτὰ πνεύματα τὰ ἅγια ἀνεπαύσατο τοῦ Θεοῦ· "Πνεῦμα σοφίας καὶ συνέσεως,
πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν". Τὸ δὲ πάσχα πάσχα Κυρίου· τί τούτου σαφέσ τερον ἐξεβόησε τὸ πνεῦμα, ὅτι πάσχα οὐ τύπος, οὐχ ἱστορία, οὐ σκιά, ἀλλὰ πάσχα ἀληθῶς Κυρίου; Τὸ δὲ αἷμα εἰς σημεῖον, σημεῖον δὲ τῆς μελλού σης ἀληθείας, τοῦ ἀληθινοῦ πνεύματος τὸ πρωτοτύπωμα, τὸ μίμημα τοῦ μεγάλου χρίσματος. Καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς· ἐσκέ πασας ἀληθῶς, Ἰησοῦ, ἀπὸ τῆς πολλῆς ἀπωλείας, καὶ χεῖρας ἐξέτεινας πατρικάς, ἐκάλυψας ἡμᾶς ἐντὸς τῶν πτερύγων σου τῶν πατρικῶν, αἷμα θεῖον ἐπὶ γῆς πηγάσας ταῖς ἐναίμοις σου καὶ φιλανθρώποις σου σπουδαῖς, καὶ τὰς τῆς ὀργῆς παρήγαγες ἀφ' ἡμῶν ἀπειλάς, καὶ τὰς πρώτας ἡμῖν ἄνωθεν ἀνταπέδωκας διαλλαγάς. Ἐκεῖνοι μὲν οὖν ἄζυμα ἐσθιέτωσαν ἑπτὰ ἡμέρας, τὴν ἑβδοματικὴν ἐπὶ τοῦ κόσμου μελετῶντες περίοδον καὶ τὴν [ἐπίγειον] ἐπὶ γῆς ἔννομον ἐσθίοντες τροφήν· "ἡμῶν δὲ τὸ πάσχα τέθυται Χριστὸς" καὶ τὸ νέον φύραμα τῆς ἱερᾶς αὐτοῦ συγκράσεως ἀπειλήφαμεν ὅλοι δυνάμει κρείττονι ἀναζυμωθέντες καὶ ἀναφυραθέντες αὐτοῦ τῷ πνεύματι.
English
Your staffs in your hands, the signs of divine power, the supports of rational strength: the staff through Moses, the staff through Aaron, the staff of almond wood, the staff that cut through the depths of the sea, the staff that sweetened the bitterness of springs, the staff upon which the seven holy spirits of God rested: "a spirit of wisdom and understanding, a spirit of counsel and strength, a spirit of knowledge and piety, a spirit of fear of God will fill him." But the Passover is the Lord's Passover. What did the Spirit cry out more clearly than this, that the Passover is not a type, not a history, not a shadow, but truly the Lord's Passover? And the blood is for a sign, and a sign of the truth to come, the prototype of the true Spirit, the imitation of the great anointing. And I will see the blood and I will cover you. You truly covered us, Jesus, from great destruction, and you stretched out the Father's hands, you hid us within your Father's wings, you poured out divine blood upon the earth by your bloody and philanthropic labors, and you removed from us the threats of wrath, and you restored to us from above the former reconciliations. Let those, then, eat unleavened bread for seven days, meditating on the sevenfold circuit of the world and eating the lawful food upon the earth. But "Christ our Passover has been sacrificed," and we have received the new lump of his sacred mixture, all of us leavened by a mightier power and kneaded together by his Spirit.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:18 · narrative
Source
Ἐγὼ μὲν γὰρ αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν ** τῇ κεκραμμένῃ ζύμῃ ἀναζυμώσας ἀναλόγως τρία μέτρα τῆς σεμιδάλεως. Διὰ τοῦτο ἀπὸ τούτου τοῦ πάσχα ὁ μὲν ἀλλογενὴς οὐ βρώσεται, οὐ γὰρ βάλλω τοὺς μαργαρίτας τοῖς χοίροις, οὐ δίδωμι τὸ ἅγιον τοῖς κυσίν, ὁ δὲ πάλαι δουλεύων ἐν ἁμαρτίαις τὴν καρδίαν περιτμηθήσεται, καὶ τῆς πικρᾶς δουλείας ἀπαλλαγεὶς οὕτω μετ' εὐγενείας τῷ μυστηρίῳ προσελεύσεται καὶ τότε μετ' ἐλευθερίας τὸ πάσχα βρώσεται ἐλευθερίως· "Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς" δουλείας καὶ "κατάρας, κατάρα γενόμενος ὑπὲρ ἡμῶν". Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται καὶ ἔξω τῶν κρεῶν οὐκ ἐξοίσετε, μία γάρ ἐστιν ἡ συναγωγὴ καὶ μία ἐστὶν ἡ οἰκία, τοῦτ' ἔστιν ἡ μία ἐκκλησία, ἐν ᾗ τὸ ἱερὸν σῶμα τοῦ Χριστοῦ ἐσθίεται, καὶ διὰ τοῦτο ἔξω τῆς μιᾶς οἰκίας– ἐκκλησίας–τὰ κρέα οὐκ ἐκβληθήσεται, ὁ δὲ ἀλλαχοῦ ἐσθίων ὡς ἀσεβὴς καὶ κλέπτης κολασθήσεται. Νόμος εἷς ἔσται τῷ ἐλευθέρῳ καὶ προσηλύτῳ· ὅπου Χριστός, ἐλευθερία, πάντων ἰσηγορία, ἰσονομία, ἰσοτιμία· τιμίῳ πάντες ἠγοράσθησαν αἵματι. Διὰ τοῦτο "οὐκέτι εἶ δοῦλος", οὐκέτι Ἰουδαῖος, ἀλλ' ἐλεύθερος· πάντες γὰρ ἐν Χριστῷ γεγόναμεν ἐλεύθεροι. Ἄκουε μὲν γὰρ δή, ἄκουε μετὰ τοὺς τύπους καὶ τὴν νομικὴν οἰκονομίαν τίς καὶ πόση ἡ μετὰ τὸν νόμον Χριστοῦ ἐπιδημία ἐπὶ γῆς. Τίς ἡ Χριστοῦ ἐπιδημία; Δουλείας ἀποφυγή, παλαιᾶς ἀνάγκης ἀπαλλαγή, ἐλευθερίας ἀρχή, υἱοθεσίας τιμή, ἀφέσεως ἁμαρτημάτων πηγή, ἀθάνατος ἀληθῶς ἐν πᾶσι ζωή.
English
For I, having leavened the kingdom of heaven itself with the mixed leaven, in proportion to three measures of fine flour. Therefore from this Passover the foreigner shall not eat, for I do not cast pearls before swine, I do not give what is holy to the dogs; but the one who has long been enslaved in sins shall have his heart circumcised, and having been released from bitter slavery, thus with nobility he will approach the mystery, and then with freedom he will eat the Passover freely; for "Christ has redeemed us from" slavery and "from the curse, having become a curse for us." In one house it shall be eaten, and you shall not carry the meat outside, for the assembly is one and the house is one, that is, the one church, in which the sacred body of Christ is eaten, and therefore outside the one house—the church—the meat shall not be cast out, but the one who eats elsewhere shall be punished as impious and a thief. There shall be one law for the free man and the proselyte; where Christ is, there is freedom, equality of speech for all, equality under law, equality of honor; all were bought with precious blood. Therefore "you are no longer a slave," no longer a Jew, but free; for we have all become free in Christ. Hear, then, hear, after the types and the legal dispensation, who and how great is the visitation of Christ on earth after the law. What is the visitation of Christ? Escape from slavery, release from ancient compulsion, the beginning of freedom, the honor of adoption, the fountain of the forgiveness of sins, truly immortal life in all things.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:19 · narrative
Source
Ὁρῶν ἡμᾶς ἄνωθεν ὑπὸ τοῦ θανάτου τυραννουμένους καὶ δεσμοῖς φθορᾶς λυομένους ὁμοῦ καὶ δεσμουμένους, ῥέοντας εἰς τὴν ἀναγκαίαν καὶ ἀνυπόστροφον ὁδόν, ἐλθὼν καὶ λαβὼν ** τοῦ πρώτου πλάσματος ἐν βουλαῖς πατρι καῖς, οὐκ ἀγγέλοις, οὐκ ἀρχαγγέλοις τὴν ὑπὲρ ἡμῶν λει τουργίαν ἐνεχείρισεν, ἀλλ' αὐτὸς ὁ λόγος ὅλον τὸν ἀγῶνα τὸν ὑπὲρ ἡμῶν ἀνεδέξατο πειθόμενος ταῖς πατρῴαις ἐντολαῖς. Ἀπροσίτου δὲ ὄντος τοῖς ὅλοις ἀκράτου θείου πνεύματος, ἵνα μὴ πάντα συμπαθῇ ταῖς ἀμιγέσι τοῦ πνεύματος ἐμβολαῖς, αὐτὸς ἑκῶν ἑαυτὸν συστείλας ἐν ἑαυτῷ καὶ τὸ μέγεθος πᾶν τῆς θεότητος εἰς ἑαυτὸν συναθροΐσας καὶ συναγαγών, τοσοῦτος ἦλθεν ὅσος ἠθέλησεν, οὐ μειούμενος ἐν ἑαυτῷ οὐδὲ ἐλαττούμενος οὐδὲ τῇ δόξῃ δαπανούμενος· δυνάμεως δὲ πατρῴας ὑπερβολῇ ὃ μὲν εἶχεν οὐκ ἀπώλεσεν, ὃ δὲ οὐκ εἶχε προσλαμβάνων, τοσοῦτος ἦλθεν ὅσος ἤμελλε χωρεῖσθαι. Ἐπεὶ δὲ ἔδει τι καὶ δοχεῖον γενέσθαι τοῦ θείου πνεύματος, ἵνα οἱ πρῶτοι τῆς ἀνθρωπίνης φύσεώς τε καὶ οὐσίας μετάσχωσι ** διυλίσας καὶ συναριθμήσας, τὸ μὲν ὅσον περισσὸν ἦν καὶ θολερὸν ἀποβράσας καὶ ἀποχωρίσας, τὸ δὲ ὅσον καθαρὸν καὶ διαυγὲς καὶ εἰλικρενὲς περιλάμψας καὶ περιαστράψας καὶ περιαυγάσας καὶ πυρώσας καὶ παστώσας καὶ παρθενώσας καί, ὡς εἰπεῖν, ἐξαγγελλώσας, εἰς τὴν ἀνθρω πίνην
English
Seeing us from above tyrannized by death and at once loosed and bound by the bonds of corruption, flowing along the necessary and irreversible road, he came and took ** of the first-formed creature in the Father's counsels, and did not entrust the ministry on our behalf to angels or archangels, but the Word himself undertook the whole contest on our behalf, obeying the Father's commandments. But since the undiluted divine Spirit was wholly unapproachable, lest all things suffer together with the unmixed injections of the Spirit, he of his own will contracted himself within himself and gathered and collected the whole magnitude of his divinity into himself, and came as great as he willed, neither diminished in himself nor lessened nor spent in glory; but by the abundance of the Father's power he did not lose what he had, and receiving what he did not have, he came as great as he was about to be contained. And since it was necessary that there also be a vessel of the divine Spirit, so that the first of human nature and substance might partake ** having filtered and numbered together, boiling off and separating out whatever was excessive and turbid, and illuminating and flashing around and shining around and firing and adorning and making virginal whatever was pure and clear and unmixed, and, so to speak, making it radiant, into the human
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:20 · narrative
Source
εἰκόνα σωματικῶς ἐμορφοῦτο, πνευματικὴν μὲν ἔχων τὴν ἀνατολήν, σωματικὴν δὲ προσλαμβάνων τὴν μόρφωσιν. Διὸ καὶ μυστικώτατα αὐτὸν ἡ γραφὴ ἐπεσημήνατο· "Ἰδοὺ" γάρ φησιν "ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ", ἀνατολὴ μὲν ὡς ἐν πνεύματι, ἀνὴρ δὲ ὡς ἐν σώματι· "Πνεῦμα γὰρ Κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεν νώμενον ἅγιον κληθήσεται υἱὸς ὑψίστου"· παρα δόξου δὲ καὶ θείας οὔσης τῆς γενέσεως, εἰκότως καὶ τὸ πνεῦμα τεθαύμακε λέγον· "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;" Τεσσάρων δὲ ὄντων τῶν τῆς θεότητος ἡγεμονικῶν ὀνομάτων, δι' ὧν μάλιστα τὸ θεῖον πνεῦμα πιστεύεται, κυριότητος καὶ θεότητος, υἱότητος καὶ βασιλείας αἰωνίου, ὅρα μὴ μόνον ταύτας τὰς ἀρετὰς καὶ δόξας λαβεῖν ἐτιμήθη. Καὶ πρῶτόν γε ὅρα αὐτοῦ τὸν Κύριον. "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου". Ὁρᾷς αὐτοῦ τὰ παρὰ τοῦ Κυρίου τὸν Κύριον, ὅρα καὶ τὸν υἱὸν αὐτοῦ· "Αὐτός με ἐπικαλέσεται πατέρα κᾀγὼ θήσομαι αὐτὸν πρωτότοκον", καί· "Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου". Ὁρᾷς αὐτοῦ τὸν υἱὸν καὶ πρωτότοκον καὶ μονογενῆ, ὅρα καὶ τὸν Θεόν· "Ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ ἐν σοὶ προσεύξονται καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἀκολουθήσουσιν ἐν χειροπέδαις δεδεμένοι, σὺ γὰρ εἶ ὁ Θεός, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν". Εἶδες αὐτοῦ τὸν θεόν, ἴδε αὐτοῦ καὶ τὸν βασιλέα αἰώνιον· "Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν.
English
He was formed bodily into an image, having his rising in the spirit but taking on bodily shape. Therefore the Scripture also marked him most mystically; for it says, "Behold, a man, the East is his name"—East as in the spirit, man as in the body: "For the Spirit of the Lord shall come upon you, and the power of the Most High shall overshadow you; therefore also the holy thing that is born shall be called the Son of the Most High." And since the generation is beyond expectation and divine, rightly also the Spirit marveled, saying, "Who shall declare his generation?" And since there are four sovereign names of the Godhead, through which the divine Spirit is especially believed—lordship and godhead, sonship and eternal kingship—see that he was honored to receive not only these excellences and glories. And first, indeed, see his Lord. "The Lord said to my Lord, Sit at my right hand." You see his things from the Lord to the Lord; see also his Son: "He shall call upon me as Father, and I will make him firstborn," and: "You are my Son, today I have begotten you; ask of me and I will give you the nations as your inheritance." You see his Son, both firstborn and only-begotten; see also his God: "Lofty men shall pass over to you and shall pray in you and shall worship in you and shall follow bound in fetters, for you are God, because God is in you." You have seen his God; see also his eternal King: "Your throne, O God, is forever and ever; a rod of uprightness is the rod of your kingdom; you loved righteousness and hated lawlessness.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:21 · narrative
Source
Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου". Ἑώρακας αὐτοῦ τὸν βασι λέα, ὅρα μετὰ τοῦ βασιλέως καὶ τὸν τῶν δυνάμεων Κύριον· "Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης". Ὁρᾷς αὐτοῦ μετὰ τοῦ βασιλέως καὶ τὸν τῶν δυνάμεων Κύριον, ἴδε ἐκ περιόντων αὐτοῦ καὶ τὸν ἀρχιερέα αἰώνιον· "Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα". Εἰ δὲ καὶ Κύριος καὶ Θεὸς καὶ υἱὸς καὶ βασιλεὺς καὶ Κύριος τῶν δυνάμεων καὶ ἀρχιερεὺς αἰώνιος, ὅτε θέλει "καὶ ἄνθρωπός ἐστι καὶ τίς γνώσεται αὐτόν;" Τὸ δὲ "καὶ ἄνθρωπος" δηλόνοτι καὶ προϋπαρχόντως ὅτι καὶ Θεός. Καὶ ἵνα μὴ κατὰ τὰς τῶν ἀνθρώπων δόξας αὐτόματον καὶ χωρὶς γενέσεως φάσμα ἢ πνεῦμα τῇ γῇ ἐπιδεδημηκέναι δόξῃ, ἄκουε αὐτοῦ καὶ τὸ παιδίον γενόμενον· "Ἀκούσατε δὴ οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Δίδωσι Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ", καί· "Ἤθελον εἰ ἐγενήθησαν πυρίκαυστοι· διότι παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμ βουλος, Θεὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος". Θεὸς μὲν δὴ καὶ ἄνθρωπος οὗτος ὁ μέγας Ἰησοῦς ἐπεδήμησεν ἡμῖν, ἀπιστείτω μηδείς, καὶ πνεῦμα ἡγεμονικὸν ἐχωρήθη ὑπὸ ἀνθρώπου σώματος.
English
Therefore God, your God, has anointed you with the oil of gladness beyond your companions. You have seen his king; see with the king also the Lord of hosts: "Lift up your gates, you rulers, and be lifted up, you everlasting gates, and the King of glory shall enter. Who is this King of glory? The Lord of hosts, he is the King of glory." You see with the king also the Lord of hosts; see from his abundance also the eternal high priest: "The Lord has sworn and will not repent: you are a priest forever." But if he is Lord and God and Son and King and Lord of hosts and eternal high priest, when he wills, "he is also man, and who will know him?" And the "also man" clearly means that he is also God, existing beforehand. And so that he may not be thought, according to the opinions of men, to have come to the earth as a self-made phantom or spirit without generation, hear also of his becoming a child: "Hear now, house of David: is it a small thing for you to give men trouble, and how do you give the Lord trouble? The Lord himself will give you a sign: behold, the virgin shall conceive in the womb and bear a son, and they shall call his name Emmanuel," and: "I would that they had been burned with fire; for a child has been born to us, whose government is upon his shoulder, and his name is called Angel of great counsel, wonderful counselor, God of power, ruler of peace, father of the age to come." So then this great Jesus, God and man, has come to us—let no one disbelieve it—and a governing spirit has been contained by a human body.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:22 · narrative
Source
Καὶ γὰρ τὴν πρώτην τοῦ πατρὸς πνοὴν τὴν μυστικὴν ἐχώρησεν Ἀδὰμ ἔτι γῆ καὶ πηλὸς ὤν, οὐ γὰρ βλάπτεται τὸ θεῖον πνεῦμα τῷ σώματι βουλῇ Θεοῦ συνῆφθαι· εἰ δὲ ὁ πρῶτος χοῦς τὸ ἱερὸν ἐχώρει πνεῦμα, ἐψυχώμενον σῶμα τὴν ἀθάνατον Χριστοῦ ἐχώρησε ζωήν. Εἰ μὲν οὖν πνεῦμα μόνον ἐπεδήμησε τῇ ἁμαρτίᾳ καὶ τῷ θανάτῳ δεδουλώμενον, περισσὴ ἂν ἦν οὕτως ἡ μεγάλη τοῦ σώματος ἐπιδημία, μήτε τῆς ἁμαρτίας μήτε τοῦ θανάτου νενικημένου· ἔδει δὲ καὶ τὴν ἁμαρτίαν ἀναιρεθῆναι καὶ τὸ σῶμα ἐλευθερωθῆναι. Καὶ διὰ τοῦτο "αὐτὸς ἁμαρ τίαν οὐκ ἐποίησεν οὐδὲ δόλος εὑρέθη ἐν τῷ στό ματι αὐτοῦ". Αὐτὸς οὖν τὸ
πρῶτον ἐκεῖνο τὸ πτωχὸν καὶ νεκρὸν ἐνεδύσατο σῶμα, διὸ καὶ βοᾷ περὶ αὐτοῦ τὸ πνεῦμα· "Οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων", "ἐν γὰρ ὁμοιώματι τῆς σαρκὸς ἁμαρ τίας χωρὶς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν", δείξας ὅτι "οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες". Ἐθεράπευσεν οὖν καὶ πάντα ἡμῶν τὰ σώματα τῶν ἀρρωστημάτων, καὶ τὰ κατὰ μέρος τῶν νοσημάτων ἐξουσίᾳ δυνάμεως ἰάσατο, ἵνα πληρωθῇ· "Ἐγὼ Κύριος ὁ Θεός· ἐκάλεσά σε ἐν δικαιοσύνῃ, κρατήσω τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ ἐνισχύσω σε· ἔδωκά σε εἰς διαθήκην γένους μου εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθη μένους ἐν σκότει·
English
For Adam too, while he was still earth and clay, received the first mystical breath of the Father; for the divine Spirit is not harmed by being joined to the body by the will of God. And if the first dust received the holy Spirit, a body ensouled received the immortal life of Christ. If then only the Spirit had come upon sin and what was enslaved to death, the great coming of the body would thus have been superfluous, since neither sin nor death would have been conquered; but it was necessary both that sin be destroyed and that the body be set free. And for this reason "he himself committed no sin, nor was deceit found in his mouth." He himself therefore put on that first poor and dead body, and for this reason the Spirit cries out concerning him: "He has no form nor glory, and we saw him, and he had no form nor beauty, but his form was dishonored, failing among the sons of men," for "in the likeness of sinful flesh, apart from sin, he condemned sin," showing that "those who are well have no need of a physician, but those who are sick." He healed therefore also all our bodies of their sicknesses, and healed the particular diseases by the authority of his power, that it might be fulfilled: "I am the Lord God; I have called you in righteousness, I will hold your right hand and strengthen you; I have given you as a covenant of my people, as a light of the nations, to open the eyes of the blind, to bring out from bonds those who are bound and from the house of prison those who sit in darkness.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:23 · narrative
Source
ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μοι ὄνομα", "Ἀκούσατε κωφοὶ λόγους βιβλίου, καὶ τοῖς καθημένοις ἐν σκότει φῶς ἀνέτειλε", "Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ δὲ ἔσται γλῶσσα μογιλάλων". Ἐπειδὰν δὲ κατὰ μέρος τὰ τῆς κακίας αἱρεθῇ, "ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον;" Τοῦτο ἦν τὸ πάσχα ὃ ἐπεθύμησεν ὑπὲρ ἡμῶν ὁ Ἰησοῦς παθεῖν· πάθει πάθους ἠλευθέρωσε καὶ θανάτῳ θάνατον ἐνίκησε καὶ διὰ τῆς βλεπομένης τροφῆς τὴν ἀθάνατον αὐτοῦ ζωὴν ἐχορήγησεν. Αὕτη ἡ σωτήριος ἐπιθυμία τοῦ Ἰησοῦ, οὗτος ὁ ἔρως ὁ πνευματικώτατος, δεῖξαι μὲν τοὺς τύπους ὡς τύπους, τὸ δὲ ἱερὸν σῶμα τοῖς μαθηταῖς αὐτοῦ ἀντιδοῦναι· "Λάβετε, φάγετε, τοῦτό ἐστι μου τὸ σῶμα· λάβετε, πίετε, τοῦτό ἐστι μου τὸ αἷμα, ἡ καινὴ διαθήκη, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν". Διὰ τοῦτο οὐκ ἐπιθυμεῖ τοσοῦτον φαγεῖν ὅσον ἐπιθυμεῖ παθεῖν, ἵν' ἡμᾶς τοῦ διὰ βρώσεως πάθους ἐλευθερώσῃ. Καὶ διὰ τοῦτο ξύλον ξύλῳ ἀντιρριζώσας, καὶ τὴν πάλαι πονηρὰν χεῖρα ἀσεβῶς ἐκταθεῖσαν ** τὴν ἑαυτοῦ ἄχραντον εὐσεβῶς προσηλώσας, ὅλην ἔδειξεν ἐν αὐτῷ ἀληθῶς τὴν ζωὴν κρεμαμένην. Σὺ μέν, ὦ Ἰσραήλ, οὐκ ἐδυνήθῃς φαγεῖν, ἡμεῖς δὲ μετὰ γνώσεως ἀκαταλύτου πνευματικῆς ἐφάγομεν καὶ φάγοντες οὐκ ἀποθνῄσκομεν. Τοῦτό μοι φυτὸν εἰς σωτηρίαν αἰώνιον, τούτῳ τρέφομαι, τούτῳ συνεστιῶμαι.
English
I am the Lord God; this is my name. Hear, you deaf, the words of the book, and to those who sit in darkness light has risen. Then the lame shall leap like a deer, and the tongue of the stammerers shall be clear. But when the things of wickedness are taken away one by one, the last enemy, death, is destroyed in victory. Where is your sting, O death? This was the Passover that Jesus desired to suffer for us: by suffering he freed us from suffering, and by death he conquered death, and through the visible food he supplied his immortal life. This is the saving desire of Jesus, this is the most spiritual love: to show the types as types, and to give his sacred body to his disciples in return: Take, eat, this is my body; take, drink, this is my blood, the new covenant, which is poured out for many for the forgiveness of sins. For this reason he does not desire to eat so much as he desires to suffer, so that he might free us from the suffering that comes through eating. And for this reason, having rooted wood against wood, and having piously nailed his own undefiled hand in place of the hand that was once wickedly and impiously stretched out, he showed that the whole of life truly hangs in him. You, O Israel, were not able to eat, but we have eaten with unbroken spiritual knowledge, and having eaten we do not die. This is the plant for my eternal salvation; by this I am nourished, with this I feast.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:24 · narrative
Source
Τούτου ταῖς μὲν ῥίζαις ὑπορριζοῦμαι, τοῖς δὲ κλάδοις συνεκτείνομαι, τῇ δὲ δρόσῳ φαιδρύνομαι, τῷ δὲ πνεύματι ὡς ὑπὸ ἀνέμου ἐντρυφῶν γεωργοῦμαι. Τούτου τῇ σκιᾷ ὑπεσκήνωσα καὶ τὸν πολὺν καύσωνα διαφυγὼν ἔνδροσον ἔχω κατάγειον. Τούτου τοῖς μὲν ἄνθεσι συνανθῶ, τοῖς δὲ καρποῖς τελείως συνήδομαι, τοὺς δὲ ἐξ ἀρχῆς μοι τετηρημένους καρποὺς ἀκωλύτως τρυγῶ. Τοῦτό μοι πεινῶντι τροφή, καὶ διψῶντι πηγή, καὶ σκέπη γεγυμνωμένῳ, οὗ καὶ τὰ φύλλα πνεῦμα ζωῆς, οὐκέτι μοι φύλλα συκῆς. Τοῦτό μοι Θεὸν φοβουμένῳ φυλακτήριον, καὶ σαλευομένῳ στήριγμα, καὶ ἀγωνιζομένῳ βραβεῖον, καὶ τρόπαιον νενικηκότι. Τοῦτό μοι ἄτραπος ἡ στενή, τοῦτο ἡ τεθλιμμένη ὁδός. Τοῦτο κλίμαξ Ἰακὼβ καὶ τῶν ἀγγέλων πορεία, ἐφ' ἧς ἄκρας ἀληθῶς ἐστήρικται ὁ Κύριος. Τοῦτο δένδρον οὐρανόμηκες ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβαινεν, ἀθάνατον φυτὸν στηρίξας ἑαυτὸν ἐν μέσῳ οὐρανοῦ τε καὶ γῆς, ἕδρασμα τῶν ὅλων, στήριγμα τοῦ παντός, ἔρεισμα τῆς ὅλης οἰκου μένης, σύμπλεγμα κοσμικόν, τῆς ποικίλης καὶ ἀνθρωπίνης οὐσίας συνεκτικόν, ἀοράτοις γόμφοις τοῦ πνεύματος συνηλω μένον, ἵνα τῷ θείῳ συναρμοσθὲν μηκέτι λυθῇ. Ἄκραις μὲν κορυφαῖς τῶν οὐρανῶν ἐπιψαύων, τὴν γῆν δὲ στηρίζων ποσί, τὸ δὲ πολὺ καὶ μέσον πνεῦμα τοῦ ἀέρος πανταχόθεν χερσὶν ἀμετρήτοις περιλαβών, ὅλος ἦν ἐν πᾶσι καὶ πανταχοῦ. Γεμίσας δὲ δι' ἑαυτοῦ τὸ πᾶν, πρὸς ἀερίους ἀρχὰς γυμνὸς ἀνταπεδύσατο. Καὶ πρὸς ὀλίγον μὲν βοᾷ παρελ θεῖν τὸ ποτήριον, ἵνα δείξῃ ἀληθῶς ὅτι "καὶ ἄνθρωπος" ἦν· μεμνημένος δὲ δι' ὃ ἀπεστάλη, πληρῶσαι τὴν οἰκονομίαν
English
In its roots I am rooted, in its branches I am stretched out, in its dew I am made bright, by its spirit, as by a wind, I am tended and take delight. Under its shadow I have dwelt, and escaping the great heat I have a dewy resting place. With its flowers I bloom, with its fruits I rejoice perfectly, and the fruits kept for me from the beginning I gather without hindrance. This is food for me when I hunger, and a spring when I thirst, and a covering when I am stripped bare; its leaves too are a spirit of life to me, no longer leaves of a fig tree. This is a safeguard for me when I fear God, and a support when I am shaken, and a prize when I contend, and a trophy when I have conquered. This is the narrow path for me, this the pressed road. This is Jacob's ladder and the journey of the angels, at whose top the Lord has truly been set. This is a tree reaching to heaven, which rose from earth to the heavens, an immortal plant, establishing itself in the midst of heaven and earth, the seat of all things, the support of the universe, the stay of the whole inhabited world, a cosmic interweaving, holding together the varied human substance, compacted by the invisible nails of the Spirit, so that, joined to the divine, it might no longer be dissolved. Touching the heights of the heavens with its topmost points, supporting the earth with its feet, and encompassing from every side with immeasurable hands the great and middle spirit of the air, it was wholly in all things and everywhere. And having filled the whole by itself, it stripped and did battle naked against the aerial principalities. And for a little while it cries out that the cup pass by, to show truly that he was "also a man"; but remembering for what he was sent, to fulfill the economy
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:25 · narrative
Source
βουλόμενος εἰς ἣν ἀπεστάλη, βοᾷ πάλιν· "Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ θέλημά σου". "Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής". Οἷα δὴ τὸν ὑπὲρ ψυχῆς τρέχων ἀγῶνα τὸν ἐπινίκιον, πρῶτον μὲν τὴν ἱερὰν κεφαλὴν ἀκάνθαις ἐστεφανώσατο, ὅλην τὴν παλαῖαν κατάραν τῆς γῆς ἀνελὼν καὶ τὸ δι' ἁμαρτίαν ἀκανθῶδες πλεονάσαν τῇ θείᾳ κεφαλῇ πάλιν ἐξημερῶν. Τὴν δὲ πικρὰν καὶ ὀξεῖαν τοῦ δράκοντος χολὴν ἐκπιών, ὅλας ἡμῖν τὰς ἀφ' ἑαυτοῦ γλυκεῖας ἀντεκέρασε πηγάς. Τὸ γὰρ ἔργον τῆς θηλείας λῦσαι θελήσας καὶ τὴν ἐκ πλευρᾶς πρότερον ῥεύσασαν ἐπισχεῖν θανατηφόρον, ἤδη τὴν ἱερὰν αὐτοῦ ἐν ἑαυτῷ ἐστόμωσε πλευράν, ἐξ ἧς τὸ ἱερὸν ἔρρευσεν αἷμα καὶ ὕδωρ, τὰ τέλεια τῶν πνευματικῶν γάμων τῶν μυστικῶν καὶ υἱοθεσίας καὶ παλιγγενεσίας τὰ σημεῖα. "Αὐτὸς γὰρ ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί", τὸ μὲν ὕδωρ ὡς "ἐν πνεύματι", τὸ δὲ αἷμα ὡς "ἐν πυρί".
Τότε δὴ συνεκτείνονται αὐτῷ δύο λῃσταί, εἰς δὲ δύο λαοὺς φέροντες ἐν ἑαυτοῖς τὰ σημεῖα, ὧν ὁ μὲν εἷς ἐκ μεταβολῆς εὐγνωμονεῖ καὶ μετὰ ὁμολογίας ἐξομολογεῖται καὶ πρὸς τὸν δεσπότην εὐσεβεῖ, ὁ δὲ ἕτερος κινεῖται σκληροτράχηλος ὢν καὶ ἀγνωμονεῖ πρὸς τὸν δεσπότην καὶ οὐκ εὐσεβεῖ καὶ τοῖς παλαιοῖς ἁμαρτήμασιν ἐμφιλοχωρεῖ. Εἶτε καὶ οἱ δύο ψυχῆς εἰσιν οὗτοι λογισμοί, ὧν ὁ μὲν ἕτερος ἐν τοῖς παλαιοῖς ἁμαρτήμασι μεταβάλλεται καὶ πρὸς τὸν δεσπότην ἀποδύεται, διὸ καὶ τῆς ἐκ μετανοίας φιλανθρωπίας καὶ τιμῆς ἀξιοῦται, ὁ δὲ ἕτερος ἀναπολόγητος, ὅτι καὶ ἀμετάθετος καὶ μέχρι τέλους ἐστὶ λῃστής.
English
Desiring that for which he was sent, he cries out again: "Not my will, but your will." "For the spirit is willing, but the flesh is weak." As one running the contest for the soul and winning the victory, he first crowned his sacred head with thorns, taking away the whole ancient curse of the earth and again taming for the divine head the thorny growth that had multiplied because of sin. And drinking the bitter and sharp gall of the serpent, he poured out for us in return all the sweet springs that flow from him. For desiring to undo the work of the woman and to check the death-bringing flow that once streamed from the side, he now sharpened his sacred side within himself, from which flowed the sacred blood and water, the perfect signs of the spiritual marriages—the mystical ones—and of adoption and regeneration. "For he himself will baptize you in the Holy Spirit and fire," the water as "in the Spirit," and the blood as "in fire."
Then two robbers are stretched out with him, bearing in themselves the signs of two peoples, of whom the one, from a change of heart, is well-disposed and confesses with confession and is pious toward the Lord, while the other is moved, being stiff-necked, and is ungrateful toward the Lord and does not act piously, and lingers among his old sins. Or else these two are thoughts of the soul, of which the one is changed from its old sins and strips itself for the Lord, and therefore is deemed worthy of the lovingkindness and honor that come from repentance, while the other is without excuse, because it is unchangeable and remains a robber to the end.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:26 · narrative
Source
Ὡς δὲ τέλος εἶχεν ὁ κοσμικὸς ἀγὼν καὶ πάντα πανταχόθεν διήθλησε νικήσας, μήτε ὡς Θεὸς ἐπαιρόμενος μήτε ὡς ἄνθρωπος νενικημένος, ἔμενεν ἐν μεθορίῳ ὅλων ἐρριζωμένος, τρόπαιον ἐπινίκιον αὐτὸς ἐν ἑαυτῷ κατὰ τοῦ ἐχθροῦ προπομπεύων καὶ θριαμβεύων. Τότε τῆς ὑπο μονῆς ἐπιμόνης ἐθαμβώθη τὸ πᾶν· τότε οὐρανοὶ μὲν ἐσαλεύθησαν, ἀρχαὶ δὲ ἐκινήθησαν, ὑπερκόσμιοι θρόνοι καὶ νόμοι, τὸν ἀρχιστράτηγον τῆς μεγάλης δυνάμεως ὁρῶντες κρεμάμενον, μικροῦ δ' ἂν ἐξέπεσον καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ, τὸν πρὸ ἑωσφόρου βλέποντες ἁπλούμενον, ἐσβέσθη δὲ παρ' ὀλίγον καὶ τὸ τοῦ ἡλίου πῦρ, τὸ μέγα βλέπον τοῦ κόσμου φῶς ἀμαυρούμενον· τότε ἐσχίσθησαν πέτραι τῆς γῆς, τοῦ Ἰσραὴλ ἀγνωμοσύνην κατα βοῶσαι ὅτι· Μὴ ἔγνως τὴν πέτραν τὴν πνευματικήν, ἐξ ἧς ἀκολουθήσας ἔπινες, ἐρράγη δὲ τοῦ ναοῦ τὸ καταπέτασμα, συμπάσχον καὶ μηνύον τὸν οὐράνιον ἀληθῶς ἀρχιερέα, μικροῦ δ' ἂν ὅλος ὁ κόσμος συνεχύθη καὶ τῷ φόβῳ τοῦ πάθους συνελύθη, εἰ μὴ τὸ θεῖον πνεῦμα ἐνεφύσησεν ὁ μέγας Ἰησοῦς εἰπών· "Πάτερ, παρακατατίθεμαι τὸ πνεῦμά μου εἰς τὰς χεῖράς σου". Κλονουμένων γὰρ τῶν ὅλων καὶ δονουμένων σεισμῷ τῷ φόβῳ, πάντων τε σαλευομένων, πάλιν ἀναβαίνοντος τοῦ θείου πνεύματος, τρόπον τινὰ ψυχούμενον καὶ ζωοποιούμενον καὶ στηριζόμενον πάλιν ἔστη τὸ πᾶν.
English
When the worldly contest had reached its end and he had struggled through everything from every side and won, neither exalted as God nor defeated as man, he remained rooted in the midst of all things, leading forth and triumphing in himself as a victory trophy against the enemy. Then the whole universe was astonished at his enduring patience; then the heavens were shaken, the principalities were moved, the supercosmic thrones and laws, seeing the commander-in-chief of the great power hanging, and the stars of heaven would almost have fallen, seeing him who was before the morning star stretched out, and the fire of the sun was nearly extinguished, seeing the great light of the world dimmed; then the rocks of the earth were split, crying out the ignorance of Israel: You did not know the spiritual rock, from which, following, you drank; and the veil of the temple was torn, suffering with him and revealing the truly heavenly high priest, and the whole world would almost have been confounded and dissolved in the fear of the passion, had not the great Jesus breathed forth the divine Spirit, saying: "Father, I commit my spirit into your hands." For while all things were being shaken and quaking with fear, and all things were being moved, when the divine Spirit went up again, the whole, in a manner, was cooled and given life and established, and stood firm again.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:27 · narrative
Source
Ὢ τῆς θείας ἐκτάσεως τῆς ἐν πᾶσι καὶ πανταχοῦ, ὢ τῆς διὰ πάντων ἁπλουμένης σταυρώσεως. Ὦ μόνε μόνων ἀληθῶς δι' ὅλων ὅλε, ἐχέτωσάν σου τὸ πνεῦμα οὐρανοί, ὁ δὲ παράδεισος τὴν ψυχήν· "Σήμερον" γάρ φησιν "ἔσομαι μετὰ σοῦ ἐν τῷ παραδείσῳ", τὸ δὲ σῶμα ἡ γῆ. Μεμέρισται ὁ ἀμερής, ἵνα τὰ πάντα σωθῇ, ἵνα μηδὲ ὁ κάτω τόπος τῆς θείας ἐπιδημίας ἀμύητος ᾖ· "Εἶδος μὲν αὐτοῦ οὐκ εἴδομεν, φωνὴν δὲ αὐτοῦ ἠκούσαμεν". Ἔλυσε μὲν οὖν καὶ παρὰ τὸν βίον τοὺς τοῦ θανάτου δεσμοὺς ἐξουσίᾳ χρώμενος βασιλικῇ, ὥς τε· "Λάζαρε δεῦρο ἔξω", καί· "Ἡ παῖς ἐγείρου", ἵνα αὐτοῦ καὶ τὸ ἐν δυνάμει ἐπιτακτικὸν δηλωθῇ· διὸ δὴ καὶ ὅλον ἑαυτὸν
φέρων ἔδωκε τῷ θανάτῳ, ἵνα τὸ ἀδήφαγον θηρίον καὶ ὁ ἄπληστος δεσμὸς ὅλως ἐν ἑαυτῷ νεκρωθῇ. Τῷ ἀναμαρτήτῳ σώματι ἐζήτει πανταχοῦ τὰς ἰδίας τροφάς, μήπου ἡδονή, μήπου ὀργή, μήπου παρακοή, μήπου ὅλως ἡ παλαιὰ ἁμαρτία ἡ πρώτη τοῦ θανάτου τροφή· "Κέντρον" γάρ φησι "τοῦ θανάτου ἡ ἁμαρτία"· ὡς δὲ οὐδὲν εὕρισκεν ἐν αὐτῷ θανάτου θρεπτικόν, ὅλως ἐν ἑαυτῷ κλεισθεὶς καὶ ἀτροφίᾳ λυθεὶς αὐτὸς ἑαυτῷ θάνατος ἐγίγνετο. Ὡς δὲ καὶ πολλοὶ τῶν δικαίων εὐαγγελιζόμενοι καὶ προφητεύοντες καὶ τὸν ἐν ἀναστάσει πρωτότοκον ἐκ τῶν νεκρῶν **, ὁ δὲ καὶ τὴν τριήμερον ὑπὸ γῆν ὑπομόνην ἐνέσχετο, ἵνα ὅλον καὶ πᾶν σώσῃ τὸ τῶν ἀνθρώπων γένος, τὸ πρὸ νόμου, τὸ διὰ νόμου, τὸ δι' ἑαυτοῦ. Τάχα δὲ καὶ ἵνα ὁλόκληρον ἐξαναστήσῃ τὸ ζῶον, ψυχὴν καὶ πνεῦμα καὶ σῶμα, διὰ τοῦτο καὶ τριημερεύει.
English
O the divine extension in all things and everywhere, O the crucifixion spread through all things. O only one truly wholly whole through all things, let the heavens have your spirit, and paradise your soul—for he says, "Today I will be with you in paradise"—and the earth your body. The indivisible has been divided, so that all things might be saved, so that not even the lower place might be uninitiated into the divine visitation. "We did not see his form, but we heard his voice." He loosed the bonds of death even during his life, exercising royal authority, as when he said, "Lazarus, come out," and, "Child, arise," so that his power to command might be made clear. Therefore he also gave his whole self
freely to death, so that the insatiable beast and the insatiable bond might be wholly put to death in himself. With his sinless body he sought his own nourishment everywhere—nowhere pleasure, nowhere anger, nowhere disobedience, nowhere at all the old sin, the first nourishment of death; for he says, "The sting of death is sin." But since he found nothing in himself that nourishes death, having been wholly enclosed in himself and dissolved by lack of nourishment, he became death to himself. And as many of the righteous also, announcing good news and prophesying and ** the firstborn from the dead in the resurrection, he also endured the three-day stay beneath the earth, so that he might save the whole and entire race of men—those before the law, those under the law, those through himself. Perhaps also so that he might raise up the whole living creature—soul and spirit and body—for this reason he also spends three days.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:28 · narrative
Source
Ἀναστάντα δὲ αὐτὸν πρῶτον ὁρῶσιν αἱ γυναῖκες· ὡς γὰρ πρώτη τὴν ἁμαρτίαν τὴν ἐν κόσμῳ ἤγαγε γυνή, οὕτω καὶ πρώτη τῷ κόσμῳ ζωὴν ἐπαγγέλλει. Διὸ καὶ ἀκούουσι τὴν ἱερὰν φωνήν· "Γυναῖκες χαίρετε", ἵνα ἡ πρώτη λύπη διὰ τῆς χαρᾶς τῆς ἀναστάσεως καταποθῇ.
Ἐπιμείνας δὲ πρὸς ὀλίγον καὶ τὴν ἱερὰν αὐτοῦ ἀνάστασιν βεβαιώσας δίδωσιν εἰς πίστιν ἀναστάσεως καὶ τοῖς ἀπιστοῦσι, ἵνα αὐτοῦ ἡ ἐκ νεκρῶν ἀνάστασις πιστευθῇ μετὰ σώματος. Ὡς δὲ ὅλην τὴν εἰκόνα ἐν ἑαυτῷ φέρων ἐνεδύσατο καὶ τὸν παλαιὸν ἄνθρωπον ἀναστολησάμενος μετέθηκεν εἰς τὸν ἐπουράνιον ἄνθρωπον, τότε συνανέβαινεν αὐτῷ καὶ ἡ εἰκὼν συγκεκραμένη εἰς τοὺς οὐρανούς. Βλέπουσαι δὲ αἱ δυνάμεις τὸ μέγα μυστήριον, συναναβαίνοντα ἤδη ἄνθρωπον [ἐν] θεῷ, ἐγκελευόμεναι ἐβόων μετὰ χαρᾶς ταῖς ἄνω στρατιαῖς· "Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης". Αἱ δὲ ὁρῶσαι τὸ καινὸν θαῦμα, ἄνθρωπον συγκεκραμένον Θεῷ, ἀντιβοῶσι καὶ λέγουσι· "Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;" Αἱ δὲ πάλιν ἐρωτηθεῖσαι ἀνταπεκρίναντο· "Κύριος τῶν δυνά-μεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ἰσχυρὸς καὶ κραταῖος καὶ δυνατὸς ἐν πολέμῳ". Ὢ τῆς χορηγίας τῆς μυστικῆς, ὢ τῆς πνευματικῆς ἑορτῆς. Ὦ πάσχα θεῖον ἀπ' οὐρανῶν ὁδεῦσαν μέχρι γῆς καὶ ἀπὸ γῆς πάλιν ἀναβαῖνον εἰς οὐρανούς.
English
The women are the first to see him risen; for just as a woman was first to bring sin into the world, so she is also first to announce life to the world. Therefore they also hear the sacred voice: "Women, rejoice," so that the first grief might be swallowed up by the joy of the resurrection.
Having remained a little while and confirmed his sacred resurrection, he gives even to the unbelieving as proof of the resurrection, so that his resurrection from the dead might be believed to have happened with a body. And when, bearing the whole image in himself, he had put it on, and having taken up the old man again, he transferred him into the heavenly man, then the image, commingled, also ascended together with him into the heavens. And the powers, seeing the great mystery—man now ascending together with God—cried out with joy, urging on the hosts above: "Lift up your gates, O rulers, and be lifted up, you everlasting gates, and the King of glory shall enter in." But they, seeing the strange wonder—man commingled with God—cry back and say: "Who is this King of glory?" And they, being asked again, answered: "The Lord of hosts, he is the King of glory, strong and mighty and powerful in war." O the mystical provision, O the spiritual feast. O the divine Pascha that journeyed from heaven to earth and from earth again ascends to the heavens.
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:29 · narrative
Source
Ὦ κοινὸν τῶν ὅλων ἑόρτασμα, κοσμικὸν πανηγύρισμα, ὦ τοῦ παντὸς χαρὰ καὶ τιμὴ καὶ τροφὴ καὶ τρυφή, δι' ἧς ὁ μὲν σκοτεινὸς θάνατος κατελύθη, ἡ δὲ ζωὴ τοῖς ὅλοις ἐφηπλώθη, καὶ ἀνεῴχθησαν πύλαι οὐρανῶν, καὶ Θεὸς ἄνθρωπος ἐφάνη καὶ ἄνθρωπος Θεὸς ἀνέβη, δι' ὃν ἐρράγησαν ᾅδου πύλαι καὶ κλεῖθρα ἐλύθησαν ἀδαμάντινα, καὶ ὁ μὲν κάτω δῆμος ἀνέστη τῶν νεκρῶν εὐαγγελιζόμενος, τοῖς δὲ ἄνω πληρώμασιν ἀπὸ γῆς ἀπεδόθη χορός. Ὦ πάσχα θεῖον, Θεὸν ἐξ οὐρανῶν οὐ στεναγωγῆσαν καὶ νῦν πνευματικῶς συνάψαν, δι' ὃν μέγας νυμφὼν τῶν ἐπληρώθη, καὶ πάντες φέρουσι τὰς στολὰς τὰς νυμφικάς, ἐκβάλλεται δὲ οὐδεὶς ὡς οὐκ ἔχων τὴν στολὴν τὴν γαμικήν. Ὦ πάσχα, καινῆς λαμπαδουχίας τὸ φώτισμα, παρθενικῆς δᾳδουχίας ἀγλάϊσμα, δι' ὃν οὐκέτι σβέννυνται τῶν ψυχῶν αἱ λαμπάδες, ἐνθέως δὴ καὶ πνευματικῶς ἐν πᾶσι τῆς χάριτος δᾳδουχεῖται τὸ πῦρ, σώματι καὶ πνεύματι, καὶ ἐλαίῳ Χριστοῦ χορηγούμενον.
Σὲ δὲ δὴ παρακαλοῦμεν, Θεὲ δέσποτα πνευματικῶς αἰώνιε καὶ δέσποτα βασιλεῦ Χριστέ, ὑπερέχε σου τὰς χεῖρας τὰς μεγάλας ἐπὶ τὴν ἱεράν σου ἐκκλησίαν
English
O common festival of all things, cosmic celebration, O joy and honor and nourishment and delight of the universe, through which dark death was destroyed, and life was spread out over all things, and the gates of heaven were opened, and God appeared as man and man ascended as God, through whom the gates of Hades were broken and its adamantine bars were loosed, and the people below arose from the dead proclaiming the good news, while to the fullnesses above a choir was given back from the earth. O divine Pascha, which joined God from the heavens, not in a narrowing, and now spiritually, through which the great bridal chamber was filled, and all wear the bridal garments, and no one is cast out as not having the wedding garment. O Pascha, the illumination of a new lamp-bearing, the adornment of a virginal torch-procession, through which the lamps of souls are no longer extinguished, since the fire is torch-borne in all things divinely and spiritually, supplied to body and spirit, and with the oil of Christ.
And we beseech you, O God, spiritual and eternal Master and King Christ, stretch out your great hands over your holy Church
khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:30 · narrative
Source
καὶ ἐπὶ τὸν λαὸν ἀεί σου τὸν ἅγιον, φυλάσσων, συντηρῶν, προσπολεμῶν, προστρατευόμενος, προσαγωνιζόμενος, ὑποτάσσων ὅλους τοὺς πολεμίους, νικῶν καὶ τοὺς ἀοράτῳ δυνάμει τοὺς ἐναντίους· ὡς καὶ τοὺς ἡμετέρους ἐνικήσας ἐχθρούς, ἀνάστησον καὶ νῦν αὐτὸς τὰ ὑπὲρ ἡμῶν τρόπαια καὶ χάρισαι καὶ ἡμῖν ᾄσαι μετὰ Μωϋσέως τὴν ᾠδὴν τὴν ἐπινίκιον, ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
And upon your holy people always, guarding, preserving, warring on their behalf, marching out with them, contending with them, subjecting all their enemies, conquering even those who oppose them by invisible power—as you also conquered our enemies—raise up even now yourself the trophies won on our behalf, and grant us also to sing with Moses the song of victory, for yours is the glory and the might unto the ages of ages. Amen.
Citation. Tergwame, “khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6”, khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-john-chrysostom-in-sanctum-pascha-sermo-6#s1
Colophon. Source: khazarzar ·
licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Relace ·
cost: $0.0048 ·
generated 2026-11-15.