khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:1 · narrative
Source
ΕΙΣ ΤΟ "Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα·" καὶ περὶ παίδων ἀνατροφῆς, καὶ περὶ ἐλεημοσύνης. αʹ. Εἰς καιρὸν ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις ταύτην τῆς ἀποστολικῆς ἐπιστολῆς ἀναγνωσθῆναι τὴν περικοπὴν, ἣν ἠκούσατε σήμερον· ἔχει γάρ τινα πρὸς τὰ πρώην εἰρημένα συγγένειαν καὶ ἀκολουθίαν πολλὴν, εἰ καὶ μὴ ἐν τοῖς ῥήμασιν, ἀλλ' ἐν τοῖς νοήμασι. Τὸ μὲν γὰρ πρώην ἀναγνωσθὲν τοῦτο ἦν· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· καὶ πολλὰ περὶ ἀναστάσεως ἐλέχθη τότε, τὸ γενναίως τὰ τοιαῦτα φέρειν πάθη, καὶ εὐχαριστεῖν τῷ λαμβάνοντι τοὺς προσήκοντας ἡμῖν Θεῷ. Σήμερον τὸ ἀναγνωσθὲν τοῦτό ἐστι· Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα. Ἐπεὶ οὖν ἀπὸ θανάτου χηρεία γίνεται, καὶ τοῦτο μάλιστά ἐστι τὸ τὴν ὀδύνην ἐπιτεῖνον, καὶ διεγεῖρον τὸ πένθος, μεμνημένοι τῶν πρώην εἰρημένων, ἃ τοὺς πενθοῦντας παρακαλοῦντες εἰρήκαμεν, καὶ ταῦτα μετὰ πάσης ὑποδεξάμενοι τῆς σπουδῆς μετ' ἐκείνων εἰς τὰ ταμιεῖα τῆς διανοίας ἀπόθεσθε. Τὸ γὰρ τῆς χηρείας ὄνομα δοκεῖ μὲν εἶναι συμφορᾶς ὄνομα, οὐκ ἔστι δὲ, ἀλλ' ἀξίωμα, καὶ τιμὴ, καὶ δόξα μεγίστη· οὐκ ὄνειδος, ἀλλὰ στέφανος. Εἰ γὰρ καὶ ἄνδρα οὐκ ἔχει συνοικοῦντα ἡ χήρα, ἀλλὰ τὸν Χριστὸν ἔχει συνοικοῦντα, τὸν πάντα ἀποκρουόμενον τὰ ἐπιόντα δεινά. Ἀρκεῖ γὰρ ἐν ταῖς ἐπιούσαις ἐπηρείαις τῆς χήρας, εἰσελθεῖν καὶ γόνυ κλῖναι, καὶ στενάξαι πικρὸν, καὶ δάκρυα προχεῖν, καὶ πᾶσαν ἀποκρούσασθαι τῶν ἐπηρεαζόντων τὴν ἐπιβουλήν· τὰ γὰρ ὅπλα τῆς χήρας τοιαῦτα, δάκρυα, καὶ στεναγμοὶ, καὶ εὐχαὶ διηνεκεῖς·
English
On the passage "Let a widow be enrolled, having been not less than sixty years old," and concerning the rearing of children, and concerning almsgiving. 1. The grace of the Spirit arranged it well that this portion of the apostolic letter which you heard today should be read at this time; for it has a certain kinship and great continuity with what was said before, not in the words, but in the thoughts. For what was read before was this: "But concerning those who have fallen asleep, I do not want you to be ignorant, brothers"; and many things were said then about the resurrection, namely, to bear such sufferings nobly, and to give thanks to God who takes to himself those who are ours. Today what was read is this: "Let a widow be enrolled, having been not less than sixty years old." Since, then, widowhood comes from death, and this is especially what intensifies the pain and stirs up mourning, remembering what was said before—the things we said when exhorting those who mourn—receive these things too with all eagerness, and store them up together with those in the treasuries of your mind. For the name of widowhood seems to be a name of misfortune, but it is not; rather, it is a dignity, and an honor, and the greatest glory; not a reproach, but a crown. For even if the widow does not have a husband living with her, she has Christ living with her, who drives back all the evils that assail her. For in the assaults that come upon the widow, it is enough for her to enter in and bend the knee, and groan bitterly, and pour out tears, and repel the whole plot of those who maltreat her; for such are the weapons of the widow—tears, and groans, and unceasing prayers.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:2 · narrative
Source
διὰ τούτων οὐκ ἀνθρωπίνην ἐπήρειαν μόνον, ἀλλὰ καὶ δαιμονικὰς ἐφόδους ἀποκρούσασθαι δύναται. Ἡ χήρα τῶν μὲν βιωτικῶν ἀπήλλακται πραγμάτων, πρὸς δὲ τὸν οὐρανὸν ὁδεύει λοιπόν· καὶ ἣν περὶ τὸν ἄνδρα ἐπεδείκνυτο σπουδὴν καὶ θεραπείαν, ταύτην εἰς τὰ πνευματικὰ πράγματα ἀναλῶσαι δυνήσεται. Εἰ δὲ λέγοις, ὅτι τὸ παλαιὸν συμφορὰ ἦν τὸ πρᾶγμα, ἐκεῖνο ἂν εἴποιμι, ὅτι καὶ ὁ θάνατος κατάρα ἦν· ἀλλὰ γέγονε τιμὴ καὶ ἀξίωμα τοῖς γενναίως αὐτὸν φέρουσιν ἐπιόντα. Οὕτω γοῦν οἱ μάρτυρες στεφανοῦνται· τὸν αὐτὸν τρόπον καὶ ἡ χήρα πρὸς ἀξίωμα μέτεισι μέγα. βʹ. Βούλει μαθεῖν ὅσον ἐστὶ χήρα; πῶς ἐστι τιμία τῷ Θεῷ, καὶ ἐπέραστος καὶ συνήγορος μεγίστη, καὶ τοὺς καταδικασθέντας, καὶ τοὺς ἀπεγνωσμένους, καὶ τοὺς παῤῥησίαν οὐκ ἔχοντας, καὶ τοὺς ἐκπεπολεμωμένους τῷ Θεῷ καὶ πάσης ἐστερημένους ἀπολογίας φανεῖσα ἐξαρπάζει καὶ καταλλάττει, καὶ οὐχὶ συγγνώμην αὐτοῖς κομίζει μόνον, οὐδὲ ἀπαλλαγὴν τιμωρίας, ἀλλὰ καὶ πολλὴν τὴν παῤῥησίαν καὶ τὴν λαμπρότητα, καὶ τῶν ἡλιακῶν ἀκτίνων καθαρωτέρους ἐργάζεται, κἂν ἁπάντων ὦσι κατεῤῥυπωμένοι μᾶλλον ἀνθρώπων; Ἄκουσον αὐτοῦ τοῦ Θεοῦ λέγοντος πρὸς Ἰουδαίους· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· ἂν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀλλ' ὅμως τούτοις τοῖς μιαροῖς, τοῖς ἀνδροφόνοις, τοῖς ἀπαῤῥησιάστοις, τοῖς ἠτιμωμένοις ἐπαγγέλλεται καταλλάττεσθαι, εἰ βοηθήσειαν ἀδικουμέναις χήραις. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἀποστρέψω τοὺς ὀφθαλμούς μου, καὶ οὐκ εἰσακούσομαι, φησί· Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν·
English
Through these things she is able to repel not only human assault but also demonic attacks. The widow has been released from worldly affairs and now journeys toward heaven; and the zeal and care she showed toward her husband she will be able to spend on spiritual matters. But if you say that in ancient times this condition was a calamity, I would reply that death too was a curse; but it has become an honor and a dignity for those who bear it bravely when it comes. Thus, at any rate, the martyrs are crowned; in the same way the widow also passes over to a great dignity. 2. Do you wish to learn how great a thing a widow is? How precious she is to God, and beloved and a mighty advocate, and those who have been condemned, and those given up for lost, and those who have no boldness of speech, and those who have been made enemies of God and stripped of every defense—she, appearing, snatches them away and reconciles them, and not only brings them forgiveness, nor merely release from punishment, but makes them full of boldness and splendor, and purer than the rays of the sun, even if they are more defiled than all men? Hear God himself speaking to the Jews: When you stretch out your hands, I will turn my eyes away from you; though you multiply your prayer, I will not listen to you; for your hands are full of blood. Yet nevertheless to these polluted ones, these murderers, these who have no boldness of speech, these dishonored ones, he promises to be reconciled, if they will help widows who are being wronged. For after saying, I will turn my eyes away, and I will not listen, he says: Judge for the orphan, and do justice to the widow.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:3 · narrative
Source
καὶ δεῦτε, καὶ διαλεχθῶμεν· καὶ ἐὰν ὦσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Εἶδες πόσην ἔχει δύναμιν ἡ χήρα; ποῦ τὴν προστασίαν ἐπιδείκνυται τὴν ἑαυτῆς, οὐ παρὰ ἄρχοντι καὶ βασιλεῖ τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ παρ' αὐτῷ τῷ τῶν οὐρανῶν βασιλεῖ; πόσην δύναται καταλῦσαι ὀργὴν, καταλλάξαι τὸν Δεσπότην τοῖς
ἀνίατα νενοσηκόσιν, ἐξαρπάσαι τιμωρίας ἀφορήτου, ψυχὴν βαφεῖσαν τῷ τῶν ἁμαρτημάτων ῥύπῳ τῆς κηλῖδος ἐκπλῦναι ἐκείνης, καὶ πρὸς τὴν ἄκραν ἀγαγεῖν καθαρότητα; Μὴ τοίνυν καταφρονῶμεν χήρας γυναικὸς, ἀλλὰ πᾶσαν περὶ αὐτὴν ἐπιμέλειαν ἐπιδείξωμεν. Προστάτις ἡμῶν ἐστιν ἡ ὄντως χήρα. Ἄξιον δὲ ἐπιστάντας ἰδεῖν, περὶ ποίας ἐνταῦθα χήρας φησί. Καὶ γὰρ καὶ ἐκεῖναι χῆραι λέγονται, αἱ εἰς εὐτέλειαν ἐσχάτην καταπεσοῦσαι, καὶ ἐγγεγραμμέναι, καὶ ἐκ τῶν ἐκκλησιαστικῶν τρεφόμεναι χρημάτων, καθάπερ οὖν ἐπὶ τῶν ἀποστόλων. Ἐγένετο γὰρ, φησὶ, γογγυσμὸς μεταξὺ τῶν Ἑλληνιστῶν, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Οὐχ αὗται δὲ μόνον χῆραι λέγονται, ἀλλὰ κἀκεῖναι, αἱ μηδενὸς μὲν δεόμεναι, ἀλλ' εὐπορίας ἀπολαύουσαι, καὶ οἰκίας προεστῶσαι, τὸν δὲ ἄνδρα ἀποβαλοῦσαι μόνον. Ἴδωμεν οὖν περὶ ποίας χήρας ἐνταῦθά φησι λέγων· Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα· ἆρα περὶ τῆς δεομένης βοηθείας καὶ χρείαν ἐχούσης ἐξ ἐκκλησιαστικῶν τρέφεσθαι χρημάτων, ἢ περὶ τῆς ἀνενδεοῦς καὶ ἐν εὐπορίᾳ ζώσης; Εὔδηλον ὅτι περὶ ταύτης. Περὶ μὲν γὰρ ἐκείνης ὅταν λέγῃ, τῆς λιμῷ διαφθειρομένης, οὐ χρόνον τίθησιν, οὐκ ἀκρίβειαν ἀπαιτεῖ τρόπων·
English
And come, and let us reason together; and though your sins be as scarlet, I will make them white as snow. Do you see how great a power the widow has? Where does she display her protection? Not before a ruler and king of those on earth, but before the very King of the heavens? How much wrath can she dissolve, how greatly can she reconcile the Master to those
who are incurably sick, snatch them from unbearable punishment, wash out the stain from a soul dyed with the filth of sins, and lead it to the utmost purity? Let us not, then, despise a widow woman, but let us show all care for her. She who is truly a widow is our protectress. But it is worth standing by and seeing of what sort of widow he speaks here. For those women are also called widows who have fallen into the utmost poverty, and are enrolled, and are fed from the funds of the church, just as indeed in the time of the apostles. For there arose, it says, a murmuring among the Hellenists, because their widows were overlooked in the daily ministry. But not only these are called widows, but also those who need nothing, but enjoy abundance, and preside over households, and have only lost their husband. Let us see, then, of what sort of widow he speaks here when he says: Let a widow be enrolled, not less than sixty years old. Is it about the one who needs help and has need to be fed from the funds of the church, or about the one who is without need and lives in abundance? It is clear that it is about this one. For when he speaks of that other one, the one destroyed by famine, he does not set a time, nor does he demand exactness of manners.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:4 · narrative
Source
ἀλλ' ἁπλῶς, Εἴ τις πιστὸς ἢ πιστὴ, φησὶ, χήρας ἔχει, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία. Οὐκ εἶπεν, Ὅταν ἑξήκοντα ἐτῶν γένη-ται· οὐκ εἶπεν, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε· καὶ μάλα εἰκότως. Ἔνθα μὲν γὰρ ἂν πενίαν διορθῶσαι δέοι, οὐκ ἀναμένει χρόνον. Τί γὰρ εἰ πεντήκοντα ἐτῶν οὖσα λιμῷ διαφθείροιτο; τί δὲ ἐὰν ἐν νεότητι τὸ σῶμα ἀνάπηρος οὖσα τύχοι; καθευδεῖται ἀναμένουσα τὸ ἑξηκοστὸν ἔτος; Ἀλλ' ἀπανθρωπίας τοῦτο ἐσχάτης. Διὰ τοῦτο, ὅταν μὲν λιμὸν παραμυθήσασθαι δέοι, οὐδὲν περὶ χρόνων καὶ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀκριβολογεῖται· ὅταν δὲ μὴ ᾖ διορθώσασθαι πενίαν, ἀλλὰ τιμὴν κατ' ἀξίαν χαρίσασθαι, εἰκότως τοσαύτην ποιεῖται τρόπων ἐξέτασιν. γʹ. Καθάπερ γάρ εἰσι παρθένων χοροὶ, οὕτω καὶ χηρῶν τὸ παλαιὸν ἦσαν χοροὶ, καὶ οὐκ ἐξῆν αὐταῖς ἁπλῶς εἰς τὰς χήρας ἐγγράφεσθαι. Οὐ περὶ ἐκείνης οὖν λέγει τῆς ἐν πενίᾳ ζώσης καὶ δεομένης βοηθείας, ἀλλὰ περὶ ταύτης τῆς ἑλομένης χηρείαν. Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ ταύτης ἀπαιτεῖ χρόνον; Οἶδεν ὅτι πυρά τίς ἐστιν ἡ νεότης, καὶ πέλαγος κυμάτων γέμον καὶ πολλὰς ἔχον ἐπαναστάσεις. Ἐπειδὰν οὖν μέλλωσιν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχειν, καὶ ὥσπερ ἐν λιμένι διατρίβωσι τῷ γήρᾳ, τῶν ἐπιθυμιῶν αὐταῖς σβεσθεισῶν, μετὰ ἀδείας αὐτὰς εἰς τὸν χορὸν εἰσάγει τοῦτον. Τί οὖν, οὐχὶ πολλαὶ, φησὶ, καὶ μετὰ εἰκοστὸν ἔτος ἀρξάμεναι μέχρι τέλους διέλαμψαν, καὶ τὸν ζυγὸν ἤνεγκαν, καὶ ἀποστολικὸν ἐπεδείξαντο βίον; κωλύσομεν οὖν ἐκείνας, εἰπέ μοι, καὶ βουλομένας ἐν χηρείᾳ ζῇν ἀναγκάσομεν δευτέροις ὁμιλῆσαι γάμοις; καὶ ποῦ τοῦτο ἄξιον ἀποστολικῆς γνώμης;
English
But simply, "If any believing man or believing woman has widows," he says, "let them assist them, and let not the Church be burdened." He did not say, "When she has reached sixty years"; he did not say, "If she has shown hospitality, if she has washed the feet of the saints"—and very reasonably. For where the need is to remedy poverty, he does not wait for a time. For what if, being fifty years old, she should perish from famine? What if in her youth she should happen to be disabled in body? Does she sleep away the time waiting for her sixtieth year? But that would be the utmost inhumanity. Therefore, when the need is to relieve famine, he does not inquire precisely about times and the virtue of the soul; but when the matter is not to remedy poverty but to bestow honor according to worth, he reasonably makes such an examination of her manner of life. For just as there are companies of virgins, so also in old times there were companies of widows, and it was not permitted for them simply to be enrolled among the widows. He is not speaking, then, about her who lives in poverty and needs help, but about her who has chosen widowhood. And for what reason does he require time in her case too? He knows that youth is a kind of fire, and a sea full of waves and having many upheavals. When, therefore, they are about to have exemption from their age, and to dwell as in a harbor in old age, their desires having been quenched, he brings them with safety into this company. What then, he says, did not many, having begun even after their twentieth year, shine forth until the end, and bear the yoke, and display an apostolic life? Shall we then hinder those, tell me, and compel those who wish to live in widowhood to consort in second marriages? And where is this worthy of an apostolic judgment?
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:5 · narrative
Source
τί οὖν ἐστι τὸ λεγόμενον; Προσέχετε μετὰ ἀκριβείας, ἀγαπητοὶ, αὐτῇ τῇ σημασίᾳ τῆς λέξεως. Οὐ γὰρ εἶπε, Χήρα γινέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα, ἀλλὰ, Χήρα καταλεγέσθω· καὶ πάλιν οὐκ εἶπε, Χῆραι νεώτεραι μὴ καταλεγέσθωσαν, ἀλλὰ, Τὰς νεωτέρας δὲ χήρας παραιτοῦ· πρὸς γὰρ τὸν Τιμόθεον ταῦτα διαλέγεται. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων εὐχείρωτοι περὶ κακηγορίας εἰσὶ, καὶ τὰς γλώττας κατὰ τῶν τῆς Ἐκκλησίας προεστώτων ἠκονήκασι, βουλόμενος ἐξαρπάσαι τὸν ἄρχοντα τῶν ἐγκλημάτων, τούτους τίθησι τοὺς νόμους, καί φησι· Σὺ παραιτοῦ, καὶ σὺ μὴ κατάλεγε. Ἂν αὐτὴ βούληται οἴκοθεν καὶ παρ' ἑαυτῆς αἱρεῖσθαι ταῦτα, ποιείτω· σὺ μέντοι μὴ καταδέξῃ μηδέπω, ἵνα μὴ λέγωσιν ὅτι Νεωτέραν οὖσαν, γήμασθαι βουλομένην, οἰκίας προστῆναι, ὁ δεῖνα κατηνάγκασε· διὰ τοῦτο ἔπεσε, καὶ ὑπεσκελίσθη. Σὺ μὴ καταλέξῃς αὐτὴν, ἵνα, κἂν πέσῃ, τῶν ἐγκλημάτων ᾖς ἀπηλλαγμένος· κἂν μὴ πέσῃ, μετὰ πλείονος ἀσφαλείας τῷ προσήκοντι καιρῷ καταλέξῃς. Εἰ δὲ λέγει, Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, ἄκουσον ποίας φησὶ νεωτέρας, τὰς μετὰ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ βουλομένας γαμεῖν, τὰς φλυάρους, τὰς περιέργους, τὰς περιερχομένας τὰς
English
What then is it that is said? Pay close attention, beloved, to the very meaning of the word. For he did not say, "Let her become a widow not less than sixty years old," but, "Let her be enrolled as a widow"; and again he did not say, "Let younger widows not be enrolled," but, "But refuse the younger widows"; for he is speaking these things to Timothy. For since many men are easily caught in slander, and have sharpened their tongues against the leaders of the Church, wishing to snatch the ruler away from accusations, he lays down these laws and says: You refuse, and you do not enroll. If she herself wishes from home and of her own accord to choose these things, let her do it; do you, however, not receive her yet, so that they may not say, "A certain one compelled her, being younger and wishing to marry, to take charge of a household; for this reason she fell and was tripped up." Do not enroll her, so that, even if she falls, you may be free of accusations; and even if she does not fall, you may enroll her with greater safety at the proper time. But if he says, "I wish younger widows to marry, to bear children," hear what sort of younger widows he means: those who, after growing wanton against Christ, wish to marry, the gossipy, the meddlesome, those who go about the
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:6 · narrative
Source
οἰκίας, τὰς λαλούσας τὰ μὴ δέοντα, τὰς ἐκτραπείσας ὀπίσω τοῦ Σατανᾶ. Οὐ γὰρ εἰπὼν ἁπλῶς, Βούλομαι νεωτέρας γαμεῖν, ἐσίγησεν, ἀλλὰ λέγει καὶ ποίας νεωτέρας, καὶ τὰ πτώματα αὐτῶν ἔπεισι. Ποῖα πτώματα; Ὅταν καταστρηνιάσωσι, φησὶ, τοῦ Χριστοῦ, γαμεῖσθαι θέλουσι, καὶ ἀργαὶ μανθάνουσι, καὶ περίεργοι, περιερχόμεναι τὰς οἰκίας, λαλοῦσαι τὰ μὴ δέοντα, καὶ ἐξετράπησαν. Τίνος ὀπίσω; Τοῦ Σατανᾶ. Ἐπεὶ οὖν μετὰ τὸ χηρείαν ἑλέσθαι, καὶ ταύτην πᾶσαν ὑπομεῖναι τὴν ἀσχημοσύνην, βούλονται γαμῆσαι πάλιν, βέλτιον πρὶν ἔχεσθαι, καὶ τὰς πρὸς τὸν Χριστὸν καταπατῆσαι συνθήκας, ἐπὶ τοῦτο ἐλθεῖν· ὡς εἰ μή τις εἴη τοιαύτη, οὐκ ἐπιτίθησιν ἀνάγκην γάμου δευτέρου. δʹ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δῆλον ἐκεῖθεν. Εἰ γὰρ ὡς νόμον τοῦτο τέθεικε πάσαις ταῖς γυναιξὶ τὸ γαμεῖν καὶ οἰκοδεσποτεῖν, περιττῶς ἐκεῖνα ἀπῄτει, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε· περιττῶς κἀκεῖνό φησι τὸ, Ἑνὸς ἀνδρὸς γεγονυῖα. Εἰ γὰρ πάσας τὰς νεωτέρας κελεύεις γαμεῖσθαι, πῶς δυνήσεταί τις ἑνὸς ἀνδρὸς εἶναι γυνή; Ὥστε πρὸς ἐκείνας ὁ λόγος αὐτῷ. Οὕτω καὶ ἐπὶ τῆς συνουσίας τῆς κατὰ τὸν γάμον ποιεῖ. Εἰπὼν γὰρ, Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε· ἵνα μὴ νομίζῃς τὸ πρᾶγμα νόμον εἶναι, προστίθησι τὴν αἰτίαν ὕστερον λέγων· Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐκ ἐπιταγὴν, διὰ τὴν ἀκρασίαν ὑμῶν.
English
of houses, those who speak what they ought not, those who have turned aside after Satan. For he did not simply say, "I desire younger women to marry," and then fall silent, but he also says what sort of younger women, and he recounts their falls. What falls? "When they grow wanton against Christ," he says, "they desire to marry, and they learn to be idle, and busybodies, going about houses, speaking what they ought not, and they have turned aside." After whom? After Satan. Since, then, after choosing widowhood and enduring all that shamefulness, they wish to marry again, it is better to come to this before being held fast and trampling on their covenants with Christ; so that if there is no such woman, he does not impose the necessity of a second marriage. 4. And that this is true is clear from that. For if he had laid this down as a law for all women—to marry and manage a household—he would have been demanding those things superfluously: if she raised children, if she washed the feet of the saints, if she relieved the afflicted, if she followed every good work; superfluously he also says that, "having been the wife of one man." For if you command all the younger women to marry, how will anyone be able to be the wife of one man? So his word is directed to those women. He does the same also in the case of marital intercourse. For having said, "Do not deprive one another, except by agreement for a time, that you may devote yourselves to fasting and prayer, and come together again"—lest you think the matter is a law, he adds the reason afterward, saying, "lest Satan tempt you." "But this I say by way of concession, not command, because of your lack of self-control.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:7 · narrative
Source
Ὥσπερ οὖν οὐ πᾶσιν ἐκεῖ ταῦτα διαλέγεται, ἀλλὰ τοῖς ἀκρατεστέροις τῶν ἀνθρώπων καὶ εὐαλώτοις· οὕτω καὶ ἐνταῦθα ταῖς εὐχειρώτοις τῶν γυναικῶν, καὶ μὴ δυναμέναις ἐνεγκεῖν τὸν μετὰ ἀκριβείας βίον τῆς χηρείας, ταύταις παραινεῖ καὶ συμβουλεύει δεύτερον ἐπεισάγειν νυμφίον. Ἡ γὰρ χηρεία διπλοῦν τι πρᾶγμά ἐστι. Τί ποτέ ἐστι διπλοῦν; Ἔργων ἐπίδειξις ἀγαθῶν, καὶ τιμῆς ὑπεροχὴ μεγίστης. Καθάπερ οὖν καὶ ἡ ἀρχὴ διπλοῦν τι πρᾶγμά ἐστιν· ἔχει γὰρ καὶ ἔργα καὶ ἀξίωμα· ἀξίωμα μὲν ἀρχῆς ἡ ἐξουσία, καὶ ἡ παρὰ τῶν πολλῶν θεραπεία, καὶ αὐτὸ τὸ εἶναι ἄρχοντα· ἔργα δὲ ἀρχῆς, τὸ βοηθεῖν τοῖς ἀδικουμένοις, κωλύειν τοὺς ἀδικοῦντας, προεστάναι τῶν πόλεων, διανυκτερεύειν ἐν ταῖς κοιναῖς τῶν πραγμάτων φροντίσι, καὶ μυρία ἕτερα· οὕτω καὶ ἡ χηρεία καὶ ἀξίωμά ἐστι καὶ ἔργον· ἀξίωμά ἐστιν, αὐτὸ τὸ χήρα εἶναι, μέγιστον ὂν, ὡς ἀπεδείξαμεν ἔμπροσθεν· ἔργον ἐστὶ, τὸ μὴ δεύτερον ἐπεισάγειν ἄνδρα, ἀλλ' ἀρκεσθῆναι τῷ προτέρῳ, τὸ τεκνοτροφῆσαι, τὸ ξενοδοχῆσαι, τὸ ἁγίων πόδας νίψαι, τὸ θλιβομένοις ἐπαρκέσαι, τὸ παντὶ ἔργῳ ἀγαθῷ ἐπακολουθῆσαι. Ὁ τοίνυν Παῦλος περὶ αὐτῶν διαλεγόμενος, τὰ μὲν ἔργα τῆς χήρας ἀφίησιν αὐτὴν πάντα ἐπιτελεῖν· εἰς δὲ τὸ ἀξίωμα τῆς χήρας, καὶ τὸν χορὸν, καὶ τὴν τάξιν οὐκ ἀφίησιν αὐτὴν εἰσελθεῖν, ἕως ἂν ἑξηκοστὸν ἔτος παρέλθῃ, μονονουχὶ λέγων· Ποιείτω μὲν τὰ τῆς χήρας ἔργα, τῆς δὲ τιμῆς ἀξιούσθω τότε, ὅταν πάντα ἐπιδειξαμένη καὶ τὴν ἀπὸ τοῦ χρόνου λοιπὸν ἀσφάλειαν ἔχῃ, καὶ τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν, καὶ τὴν ἔξωθεν μαρτυρίαν. Μηδεὶς γυναιξὶ μόνον τὸν λόγον τοῦτον ἐπιτήδειον εἶναι νομιζέτω.
English
Just as, then, he does not speak these things to everyone there, but to the more incontinent and easily caught among men, so also here he exhorts and advises those women who are easy to handle and unable to endure the life of widowhood with strictness, to bring in a second bridegroom. For widowhood is a twofold thing. What is this twofold thing? A display of good works, and a preeminence of the greatest honor. Just as rule also is a twofold thing—for it has both works and dignity; the dignity of rule is authority, and the attendance of the many, and the very fact of being a ruler; but the works of rule are to help the wronged, to hinder those who do wrong, to preside over cities, to spend the night in common cares for affairs, and countless other things—so also widowhood is both a dignity and a work. It is a dignity: the very fact of being a widow, which is the greatest thing, as we demonstrated earlier. It is a work: not to bring in a second husband, but to be content with the first; to raise children; to show hospitality; to wash the feet of the saints; to provide for the afflicted; to follow after every good work. Paul, then, when speaking about them, allows her to perform all the works of a widow; but into the dignity of a widow, and the choir, and the order, he does not allow her to enter until the sixtieth year has passed, almost saying: Let her do the works of a widow, but let her be deemed worthy of the honor then, when, having displayed all things, she has henceforth both the security that comes from time and the proof that comes from works and the testimony from without. Let no one think that this word is suitable for women only.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:8 · narrative
Source
Καὶ γὰρ καὶ ἀνδράσιν ἐστὶ χρήσιμος, ἵνα καὶ αὐτοὶ στέργωσι τὰς ἑαυτῶν καὶ ἀπελθούσας, καὶ μὴ λεαίνας συγκατοικίζωσι τοῖς παιδίοις, μητρυιὰς ἐπεισάγοντες, καὶ τὴν ἀσφάλειαν τὴν ἑαυτῶν ἅπασαν ἀνατρέποντες. εʹ. Ταῦτα δὲ λέγομεν οὐχὶ νομοθετοῦντες δεύτερον ἀποστρέφεσθαι γάμον, ἀλλὰ παραινοῦντες καὶ συμβουλεύοντες μετὰ σωφροσύνης ἀρκεῖσθαι τῷ προτέρῳ. Ἕτερόν ἐστιν παραινεῖν καὶ συμβουλεύειν, ἕτερον νομοθετεῖν. Ὁ μὲν γὰρ παραινῶν καὶ συμβουλεύων, κύριον ἀφίησι τὸν ἀκούοντα τῆς τῶν συμβουλευομένων αἱρέσεως εἶναι· ὁ δὲ νομοθετῶν, ταύτην παραιτεῖται τὴν ἐξουσίαν αὐτῶν. Ἀλλ' ἡ Ἐκκλησία οὐ νομοθετεῖ ταῦτα, ἀλλὰ παραινεῖ μόνον· καὶ γὰρ καὶ δεύτερον ἐπέτρεψε γάμον ὁ Παῦλος, οὕτως εἰπών· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ. Ὥσπερ οὖν
καλὸν μὲν ὁ γάμος, κρείσσων δὲ ἡ παρθενία· οὕτω καλὸν μὲν καὶ ὁ δεύτερος γάμος, κρείσσων δὲ αὐτοῦ ὁ πρῶτος καὶ μόνος. Οὐ τοίνυν ἐκβάλλομεν δεύτερον γάμον, οὐδὲ νομοθετοῦμεν ταῦτα, ἀλλὰ παραινοῦμεν, εἴ τις δύναιτο σωφρονεῖν, ἐπὶ τῷ προτέρῳ μένειν. Παραινοῦμεν δὲ καὶ συμβουλεύομεν καὶ δι' αὐτὴν τῆς οἰκίας τὴν ἀσφάλειαν· μάχης γὰρ πολλάκις καὶ πολέμων καθημερινῶν ὁ δεύτερος γάμος ἀρχὴ καὶ πρόφασις γέγονε. Πολλάκις γοῦν ἀνὴρ ἐπὶ τραπέζης καθήμενος, τῆς προτέρας γυναικὸς ἀναμνησθεὶς ἐπὶ τῆς δευτέρας, ἐδάκρυσεν ἠρέμα· ἡ δὲ εὐθέως ἠγρίανε, καὶ καθάπερ θηρίον ἐπεπήδησε, τῆς φιλοστοργίας αὐτὸν τῆς πρὸς ἐκείνην ἀπαιτοῦσα δίκην·
English
For it is also useful for men, so that they too may love their own wives even after they have departed, and not live with lionesses alongside their little children, bringing in stepmothers and overturning all their own security. 5. We say these things not as legislating that a second marriage is to be shunned, but as exhorting and advising that one be content with the first with chastity. It is one thing to exhort and advise, another to legislate. For the one who exhorts and advises leaves the hearer free to choose what is advised; but the one who legislates sets aside this authority of theirs. But the Church does not legislate these things, but only exhorts; for Paul also permitted a second marriage, saying thus: A woman is bound by law for as long as her husband lives; but if her husband dies, she is free to be married to whom she wishes, only in the Lord; but she is more blessed if she remains so. Just as, then, marriage is good, but virginity is better, so also a second marriage is good, but the first and only one is better than it. We do not, therefore, cast out second marriage, nor do we legislate these things, but we advise, if anyone can be chaste, to remain with the first. And we exhort and advise also for the very security of the household; for a second marriage has often become the beginning and pretext of strife and daily wars. Often, at any rate, a man sitting at table, reminded of his first wife in the presence of the second, wept quietly; and she immediately grew savage and leaped upon him like a wild beast, exacting from him justice for his affection toward that one.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:9 · narrative
Source
κἂν ἐπαινέσαι τὴν ἀπελθοῦσαν θελήσῃ, γίνεται πολέμου καὶ μάχης πρόφασις ἡ τῶν ἐγκωμίων ὑπόθεσις. Καὶ πρὸς μὲν τοὺς ἐχθροὺς ἀπελθόντας σπενδόμεθα, καὶ μετὰ τῆς ζωῆς αὐτῶν καὶ τὴν πρὸς αὐτοὺς καταλύομεν ἔχθραν· ἐπὶ δὲ τῶν γυναικῶν τοὐναντίον ἅπαν. Ἣν γὰρ οὐκ εἶδεν, ἧς οὐκ ἤκουσε, παρ' ἧς οὐδὲν ἔπαθε δεινὸν, ταύτην μισεῖ καὶ ἀποστρέφεται, καὶ οὐδὲ ὁ θάνατος τὸ μῖσος σβέννυσι. Τίς εἶδε, τίς ἤκουσε ζηλοτυπουμένην κόνιν, καὶ πολεμουμένην τέφραν; ϛʹ. Ἀλλ' οὐ μέχρι τούτου τὸ δεινόν· ἀλλὰ κἂν γένωνται παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γένωνται, πόλεμος πάλιν καὶ μάχη. Μὴ γενομένων μὲν γὰρ ὀδυνᾶται μειζόνως, καὶ διὰ τοῦτο, καθάπερ πολεμίους καὶ τὰ μέγιστα ἠδικηκότας τοὺς τῆς προτέρας ὁρᾷ, διὰ τῆς ἐκείνων ζωῆς τῆς οἰκείας ἀπαιδίας σαφεστέραν λαμβάνουσα αἴσθησιν. Ἂν δὲ γένωνται, πάλιν οὐκ ἔλαττον τὸ δεινόν. Ὁ μὲν γὰρ ἀνὴρ πολλάκις φιλοστόργως πρὸς τὴν ἀπελθοῦσαν διακείμενος ἀντέχεται τούτων, φιλῶν τε ὁμοῦ καὶ ἐλεῶν τῆς ὀρφανίας αὐτούς· ἐκείνη δὲ πανταχοῦ τοὺς αὐτῆς προτιμᾶσθαι βούλεται, καὶ οὐδὲ ἐν ἀδελφῶν τάξει, ἀλλ' ἐν οἰκετῶν ἀπεῤῥιμμένων εἶναι βούλεται τούτους· ἅπερ ἅπαντα οἰκίαν ἀνατρέψαι δύναιτ' ἂν, καὶ τῷ γεγαμηκότι ποιῆσαι τὸν βίον ἀβίωτον. Διὰ ταῦτα παραινοῦμεν, εἰ δυνατὸν, σωφρονεῖν, στέργειν τῷ προτέρῳ γάμῳ, καὶ μήτε νυμφίους τὰς γυναῖκας, μήτε γυναῖκας τοὺς ἄνδρας ἐπεισάγειν, ὥστε μὴ τὴν οἰκίαν ἀνατρέπεσθαι πᾶσαν. Τίνος δὲ ἕνεκεν περὶ χηρείας διαλεγόμενος, οὐκ ἠρκέσθη τῷ προτέρῳ μόνῳ, τῷ εἰπεῖν, Ἑνὸς ἀνδρὸς γυνή;
English
And even if she wishes to praise the one who has departed, the subject of her eulogies becomes a pretext for war and battle. And with enemies who have departed we make peace, and along with their lives we also dissolve our enmity toward them; but in the case of wives, everything is the opposite. For the woman he did not see, whose voice he never heard, from whom he suffered nothing terrible, this one he hates and turns away from, and not even death extinguishes the hatred. Who has seen, who has heard of dust being made an object of jealousy, and ashes being warred against? 6. But the evil does not stop there; but even if children are born from the second wife, and even if they are not, there is war again and battle. For when they are not born, she grieves more greatly, and for this reason she looks upon the children of the former wife as enemies and as those who have done her the greatest wrong, since through their life she receives a clearer perception of her own childlessness. But if they are born, again the evil is no less. For the husband, often disposed affectionately toward the one who has departed, clings to these children, loving them and at the same time pitying them for their orphanhood; but she wants her own children preferred everywhere, and she wants these to be not even in the rank of brothers but of cast-out slaves; all of which could overturn a household and make life unlivable for the married man. For these reasons we advise, if possible, to be self-controlled, to be content with the first marriage, and that neither husbands bring in wives nor wives bring in husbands, so that the whole household not be overturned. But for what reason, when discoursing about widowhood, was he not satisfied with the first alone, with saying, A woman of one husband?
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:10 · narrative
Source
Ἵνα μάθῃς, ὅτι χήραν ποιεῖ οὐ τὸ μὴ γαμῆσαι δεύτερον μόνον ἁπλῶς, ἀλλὰ τὸ κομᾷν ἐν ἔργοις ἀγαθοῖς, ἐν ἐλεημοσύνῃ καὶ φιλανθρωπίᾳ, καὶ ταῖς τῶν ξένων θεραπείαις. Εἰ γὰρ τὰς παρθένους οὐδὲν ὠφέλησεν ἡ παρθενία (καίτοι πολλῷ μείζων χηρείας ἡ παρθενία), ἀλλ' ἀπῆλθον, σβεσθέντος αὐταῖς τοῦ πυρὸς τῶν λαμπάδων, ἠτιμωμέναι, ἐπειδὴ τὸν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἐλεημοσύνης οὐκ ἔσχον ἐπιδεῖξαι καρπὸν, πολλῷ μᾶλλον αἱ χῆραι. Ἐκείνης γοῦν ἀκούσας τῆς παραβολῆς ὁ Παῦλος, καὶ φοβούμενος ὑπὲρ τούτων, πολλὴν ὑπὲρ τοῦ πράγματος ποιεῖται τὴν ἀκριβολογίαν, ἵνα μὴ τῇ μονογαμίᾳ θαῤῥοῦσαι τῆς λοιπῆς ἀρετῆς καταμελήσωσι· διὰ τοῦτό φησιν, Ἐν ἔργοις καλοῖς μαρτυρουμένη· ὥσπερ γὰρ καλὸν ἡ παρθενία, χωρὶς δὲ τῶν λοιπῶν ἄκαρπος γέγονε, καὶ τοῦ νυμφῶνος ἀπέκλεισεν· οὕτω καλὸν ἡ χηρεία, χωρὶς δὲ τῆς λοιπῆς ἀρετῆς μάταιόν ἐστι καὶ περιττόν. Διὰ τοῦτο οὐ μέχρι τοῦ μὴ δεύτερον ἐπεισάγειν ἄνδρα τὴν παραίνεσιν ἔστησεν ὁ Παῦλος, ἀλλὰ καὶ ἕτερα πολλῷ πλείονα καὶ μείζονα ἀπαιτεῖ παρὰ τῆς χήρας. Καὶ καθάπερ οἱ τοὺς στρατιώτας καταλέγοντες σώματος ζητοῦσιν εὐεξίαν, οὕτω καὶ οὗτος εἰς τὸ τοῦ Χριστοῦ στρατόπεδον αὐτὴν καταλέγων, ψυχῆς εὐεξίαν ἐζήτησε καὶ εὐτονίαν καὶ τὴν ἐν ἅπασι τοῖς ἀγαθοῖς ἔργοις σπουδὴν, οὕτω λέγων· Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν. εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Τούτων γὰρ ἕκαστον δοκεῖ μὲν εἶναι ῥῆμα ψιλὸν, πολλὴν δὲ ἐν ἑαυτῷ συνέχει τὴν ζωήν. ζʹ. Καὶ εἰ δοκεῖ, πρῶτον, ἐξετάσωμεν ὃ πρῶτον αὐτὸς τέθεικεν· Εἰ ἐτεκνοτρόφησε.
English
So that you may learn that it is not simply the not marrying a second time that makes a widow, but her being adorned in good works, in almsgiving and love for humanity, and in the care of strangers. For if virginity profited those virgins nothing (and yet virginity is far greater than widowhood), but they departed, their lamps' fire extinguished, put to shame, since they had no fruit of love for humanity and almsgiving to show, how much more so widows. At any rate, Paul, having heard that parable and fearing for these, makes great exactness concerning the matter, so that those trusting in monogamy might not neglect the rest of virtue. For this reason he says, well attested in good works. For just as virginity is good, but without the rest it has proved fruitless and shut them out of the bridal chamber, so widowhood is good, but without the rest of virtue it is vain and superfluous. For this reason Paul did not stop his exhortation at not bringing in a second husband, but he also demands many far greater and more important things from the widow. And just as those who enlist soldiers seek bodily fitness, so too he, enlisting her into the army of Christ, sought fitness and vigor of soul and zeal in all good works, saying thus: if she raised children, if she showed hospitality, if she washed the feet of the saints, if she relieved the afflicted, if she followed every good work. For each of these seems to be a bare word, but it contains much life in itself. 7. And if it seems good, let us first examine what he himself placed first: if she raised children.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:11 · narrative
Source
Τροφὴν γὰρ ἐνταῦθα λέγει οὐ ταύτην τὴν ψιλὴν καὶ παρὰ τοῖς πολλοῖς νομιζομένην, τὸ μὴ λιμῷ φθειρομένους περιιδεῖν τοὺς παῖδας· τοῦτο γὰρ οὐδὲ αὐτὴ τῆς φύσεως ἡ ἀνάγκη ἀφίησι παραμεληθῆναί ποτε· ὅθεν οὐδὲ
προσταγμάτων ὑπὲρ τούτου χρεία καὶ νόμων, ἵνα τὰ ἔκγονα τρέφωσιν αἱ χῆραι· ἀλλὰ τὴν τῆς δικαιοσύνης ἐπιμέλειαν, τὴν ἀνατροφὴν τὴν μετ' εὐλαβείας ἐνταῦθά φησιν· ὡς αἵ γε μὴ οὕτω τρέφουσαι, παιδοκτόνοι μᾶλλόν εἰσιν ἢ μητέρες. Τοῦτο οὐ πρὸς γυναῖκας μόνον λέγω, ἀλλὰ καὶ πρὸς ἄνδρας. Καὶ γὰρ πολλοὶ πολλάκις τῶν πατέρων, ὅπως μὲν ἵππος γένοιτο καλὸς τῷ παιδὶ, καὶ ὅπως οἰκία λαμπρὰ, καὶ ὅπως πολυτελὴς ἀγρὸς, πάντα ποιοῦσι καὶ πραγματεύονται· ὅπως δὲ αὐτῷ ψυχὴ γένοιτο καλὴ καὶ προαίρεσις εὐσεβὴς, οὐδένα ἔχουσι λόγον. Καὶ τοῦτό ἐστιν, ὃ τὴν οἰκουμένην ἀνατρέπει πᾶσαν, ὅτι τῶν οἰκείων ἀμελοῦμεν παίδων, καὶ τῶν μὲν κτημάτων αὐτῶν ἐπιμελούμεθα, τῆς δὲ ψυχῆς αὐτῶν καταφρονοῦμεν, ἐσχάτης ἀνοίας πρᾶγμα ὑπομένοντες. Τὰ μὲν γὰρ κτήματα κἂν πολλὰ ᾖ καὶ πολυτελῆ, τοῦ δυναμένου μετ' ἀρετῆς αὐτὰ οἰκονομεῖν οὐκ ὄντος σπουδαίου, πάντα ἀπολεῖται καὶ οἰχήσεται μετ' αὐτοῦ, καὶ βλάβην ἐσχάτην ἐνέγκοι τῷ κεκτημένῳ· ἂν δὲ ἡ ψυχὴ γενναία γένηται καὶ φιλόσοφος, κἂν μηδὲν ἔνδον ἀποκείμενον ᾖ, τὰ πάντων δυνήσεται μετὰ ἀδείας συσχεῖν. Δεῖ τοίνυν σκοπεῖν, οὐχ ὅπως αὐτοὺς πλουσίους ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ τοῖς τοιούτοις ποιήσωμεν, ἀλλ' ὅπως ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ καὶ κτήσει τῆς ἀρετῆς πάντων γένοιντ' ἂν εὐπορώτεροι·
English
For here he calls "nourishment" not this bare thing that is commonly supposed, namely, not to overlook one's children perishing with hunger; for not even nature's own necessity ever allows this to be neglected; and hence there is no need of commands and laws about this, that widows should feed their offspring. But he means here the care of righteousness, the rearing of children with piety; since those who do not rear them in this way are child-murderers rather than mothers. I say this not only to women but also to men. For often many fathers do and contrive everything so that a fine horse may be had for their son, and a splendid house, and a costly field; but that a beautiful soul and a pious disposition may be had for him, they take no account. And this is what overturns the whole world, that we neglect our own children, and care for their possessions but despise their souls, enduring a thing of the utmost folly. For possessions, even if they be many and costly, when there is no one of good character able to manage them with virtue, will all be lost and perish with him, and bring the utmost harm to the one who possesses them; but if the soul be noble and philosophic, even if nothing be stored up within, it will be able to hold fast all things with security. It is necessary, then, to consider not how we may make them rich in silver and gold and such things, but how they may become more abundantly supplied than all in piety and philosophy and the possession of virtue.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:12 · narrative
Source
ὅπως μὴ πολλῶν δέοιντο, ὅπως μὴ περὶ τὰ βιωτικὰ καὶ τὰς νεωτερικὰς ἐπιθυμίας ὦσιν ἐπτοημένοι. Καὶ τὰς εἰσόδους αὐτῶν, καὶ τὰς ἐξόδους μετ' ἀκριβείας περιεργάζεσθαι χρὴ, τὰς διατριβὰς, τὰς συνουσίας, εἰδότας ὅτι τούτων ἀμελουμένων, οὐδεμίαν ἕξομεν παρὰ τῷ Θεῷ συγγνώμην. Εἰ γὰρ τῆς τῶν ἄλλων προνοίας ἀπαιτούμεθα τὰς εὐθύνας (Ἕκαστος γὰρ μὴ τὸ ἑαυτοῦ ζητείτω, φησὶν, ἀλλὰ τὸ τοῦ πλησίον), πόσῳ μᾶλλον τῆς τῶν παίδων; Οὐ κατῴκισά σοι, φησὶν, αὐτὸν ἐξ ἀρχῆς; ἐπέστησα δέ σε αὐτῷ διδάσκαλον καὶ προστάτην καὶ κηδεμόνα καὶ ἄρχοντα; τὴν ἐξουσίαν αὐτοῦ πᾶσαν φέρων εἰς τὰς σὰς ἐνέθηκα χεῖρας; Ἁπαλὸν ὄντα διαπλάττειν ἐκέλευσα, καὶ ῥυθμίζειν· ποίαν ἂν ἔχοις συγγνώμην, εἰ περιίδοις αὐτὸν ἀποσκιρτήσαντα; Τί γὰρ ἂν εἴποις; ὅτι δυσήνιός ἐστι καὶ τραχύς; Ἀλλ' ἐξ ἀρχῆς ἔδει ταῦτα προορῶντα, ὅτε εὐήνιος ἦν, καὶ κομιδῆ νέος, χαλινοῦν μετ' ἀκριβείας, ἐθίζειν πρὸς τὰ δέοντα, ῥυθμίζειν, κολάζειν αὐτοῦ τὰ νοσήματα τῆς ψυχῆς. Ὅτε εὐκολωτέρα ἡ ἐργασία, τότε τὰς ἀκάνθας ἐκτέμνειν ἔδει, ὅτε ἁπαλωτέρας οὔσης τῆς ἡλικίας εὐκολώτερον ἀνεσπῶντο, καὶ οὐκ ἂν ἀμελούμενα τὰ πάθη, καὶ αὐξανόμενα, δυσκατέργαστα γέγονε. Διὰ τοῦτό φησι, Κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτοῦ, ὅτε εὐκολωτέρα γένοιτ' ἂν ἡ παιδαγωγία. Οὐκ ἐπιτάττει δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς συνεφάπτεταί σοι τοῦ ἔργου. Καὶ πῶς, καὶ τίνι τρόπῳ; Ὁ κακολογῶν πατέρα ἢ μητέρα, φησὶ, θανάτῳ τελευτάτω. Ὁρᾷς πόσον αὐτοῖς ἐπέστησε φόβον; πόσην ἐπετείχισεν ἀγωνίαν; πῶς δυνατήν σου τὴν ἀρχὴν ἐποίησε;
English
so that they may not be in need of many things, so that they may not be frantic about the necessities of life and youthful desires. And it is necessary to scrutinize with precision their comings in and their goings out, their pastimes, their associations, knowing that if these things are neglected, we shall have no forgiveness from God. For if we are held to account for the provision of others (for "let each one not seek his own," he says, "but that of his neighbor"), how much more for that of children? "Did I not," he says, "place him with you from the beginning? Did I not set you over him as teacher and protector and guardian and ruler? Did I not put all his authority into your hands? I commanded you to mold and to shape him while he was tender; what forgiveness could you have, if you overlooked him when he ran away? For what would you say? That he is hard to rein and rough? But from the beginning you ought to have foreseen these things, when he was easy to rein and very young, to bridle him with precision, to accustom him to what is fitting, to shape him, to punish the diseases of his soul. When the work was easier, then you ought to have cut out the thorns, when, the age being more tender, they were more easily pulled up, and the passions, if neglected and growing, would not have become hard to deal with. Therefore he says, "Bend his neck from youth," when the training would be easier. And he does not only command, but he himself also takes hold with you of the work. And how, and in what way? "He who speaks evil of father or mother," he says, "let him end in death." Do you see how great a fear he set over them? How great an agony he built up as a wall around them? How he made your authority powerful?
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:13 · narrative
Source
Τίνα οὖν ἀπολογίαν ἔχοιμεν ἂν εἰπεῖν, ὅταν αὐτὸς μὲν, ἐπειδὰν ἡμεῖς ὑβριζώμεθα, μηδὲ τῆς ζωῆς αὐτῶν φείδηται· ἡμεῖς δὲ, ὑβριζομένου τοῦ Θεοῦ παρ' αὐτῶν, μηδὲ ἀγανακτεῖν αὐτοῖς ὑπομένωμεν; Ἐγὼ, φησὶν, οὐδὲ ἀποκτεῖναι παραιτοῦμαι τὸν ὑβρίζοντά σε· σὺ δὲ οὐδὲ ῥήματι λυπεῖν ἀνέχῃ, φησὶ, τὸν τοὺς ἐμοὺς καταπατοῦντα νόμους. Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Ὁρᾷς αὐτὸν ὑβρίζοντα εἰς τὸν πεποιηκότα, καὶ οὐ δυσχεραίνεις, εἰπέ μοι, οὐδὲ φοβεῖς καὶ ἐπιτιμᾷς, καὶ ταῦτα εἰδὼς, ὅτι καὶ τοῦτο αὐτὸς ὁ Θεὸς ἐκώλυσεν, οὐκ ἐπειδὴ βλάβη τις εἰς ὑβριζόμενον γίνεται (ἀνώλεθρον γὰρ τὸ Θεῖον), ἀλλ' ὑπὲρ τῆς ἐκείνου σωτηρίας; Ὁ γὰρ περὶ τὸν Θεὸν ἀγνώμων γενόμενος καὶ ἀναίσθητος, πολλῷ μᾶλλον εἰς τὸν γεγεννηκότα, καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ἐμπαροινῆσαι δυνήσεται. ηʹ. Μὴ τοίνυν ἀμελῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακειμένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκιμοι καὶ λαμπροί. Τὸν γὰρ ἀρετῇ συζῶντα καὶ ἐπιεικείᾳ πάντες αἰδοῦνται καὶ τιμῶσι, κἂν ἁπάντων πενέστερος ᾖ, ὥσπερ οὖν τὸν πονηρὸν καὶ διεστραμμένον ἀποστρέφουσι καὶ μισοῦσιν ἅπαντες, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν. Οὐ τοῖς ἄλλοις δὲ μόνον
English
What defense, then, could we offer, when he himself, whenever we are insulted, does not even spare their lives; but we, when God is insulted by them, do not even endure to be indignant with them? "I," he says, "do not even refuse to kill the one who insults you; but you," he says, "do not even bear to grieve him with a word—the one who tramples on my laws." And where are these things worthy of forgiveness? You see him insulting the one who made him, and you are not vexed, tell me, nor do you fear and rebuke him—and this, knowing that God himself also forbade this, not because any harm comes to the one insulted (for the Divine is indestructible), but for the sake of that man's salvation? For the one who has become senseless and insensible concerning God will be able far more to rage against the one who begot him, and against his own soul. 8. Let us not, then, be negligent, knowing that for those who are well disposed in the things pertaining to God, they will also be distinguished and illustrious in the present life. For everyone reveres and honors the one who lives with virtue and equity, even if he is poorer than all, just as, in turn, everyone turns away from and hates the wicked and perverse man, even if he has acquired great wealth. And not only to others
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:14 · narrative
Source
ἀνθρώποις ἔσται αἰδέσιμος, ἀλλὰ καὶ σοὶ τῷ γεγεννηκότι ποθεινότερος, πλὴν τῆς φύσεως οὐκ ἐλάττονα ἑτέραν ὑπόθεσιν ἔχων πρὸς τὸ φιλεῖσθαι τὴν ἀρετήν· οὐ ποθεινότερος δὲ μόνον, ἀλλὰ καὶ χρησιμώτερος ἔσται σοι θεραπεύων, δουλεύων, γηροκομῶν. Ὥσπερ γὰρ οἱ περὶ τὸν Θεὸν ἀγνώμονες καὶ τῶν γεγεννηκότων καταφρονοῦσιν· οὕτως οἱ τὸν πεποιηκότα θεραπεύοντες, ἐν πολλῇ καὶ τοὺς γεγεννηκότας ἔχουσι τῇ τιμῇ. Ἵνα οὖν καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις εὐδοκιμῇ, καί σοι τὴν ζωὴν ἡδεῖαν ποιῇ, καὶ τῆς μελλούσης ἀπαλλάττῃ κολάσεως, πᾶσαν ἐπιδείκνυσο περὶ αὐτὸν τὴν σπουδήν. Ὅτι γὰρ οἱ τῶν παίδων ἀμελοῦντες, κἂν τἄλλα ὦσιν ἐπιεικεῖς καὶ μέτριοι, διὰ ταύτην τὴν ἁμαρτίαν τὴν ἐσχάτην ὑποστήσονται δίκην, ἱστορίαν σοί τινα διηγήσομαι παλαιάν. Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις ἐπιεικὴς τὰ ἄλλα καὶ μέτριος, Ἠλεῖ τῷ ὀνόματι. Ἦν οὖν οὗτος Ἠλεῖ δύο παῖδας ἔχων εἰς ἔσχατον πονηρίας ἐληλακότας· οὐ κατεῖχε δὲ, οὐδὲ ἐκώλυε· μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ τῆς προσηκούσης δὲ ἀκριβείας καὶ σφοδρότητος. Δέον γὰρ μαστιγῶσαι, τῆς πατρῴας ἐκβαλεῖν οἰκίας, πάντα ἐπιδείξασθαι διορθώσεως τρόπον, παρῄνει καὶ συνεβούλευε μόνον, οὕτω λέγων· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως· ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Τί λέγεις; τὸν Δεσπότην ὕβρισαν, καὶ τέκνα καλεῖς; ἠγνόησαν τὸν πεποιηκότα, καὶ σὺ ἐπιγινώσκεις αὐτῶν τὴν συγγένειαν; Διὰ τοῦτό φησιν, ὅτι οὐκ ἐνουθέτει αὐτούς·
English
He will be respected by men, but he will also be more dear to you who begot him; yet besides nature, he has another ground for being loved, no less than nature—namely, virtue. And he will not only be more dear, but also more useful to you, serving you, waiting on you, caring for you in your old age. For just as those who are ungrateful toward God also despise those who begot them, so those who serve the one who made them hold those who begot them also in great honor. Therefore, so that he may be well esteemed both before God and before men, and may make your life pleasant, and may deliver you from the punishment to come, show all diligence concerning him. For that those who neglect their children, even if in other respects they are gentle and moderate, will undergo the last penalty for this sin, I will tell you a certain ancient story. There was a certain priest among the Jews, gentle in other respects and moderate, by the name of Eli. This Eli had two sons who had been driven to the utmost of wickedness; he did not restrain them, nor did he hinder them—or rather, he did restrain and hinder them, but not with the fitting strictness and vehemence. For when he ought to have scourged them, cast them out of his paternal house, and shown every manner of correction, he only exhorted and advised them, saying thus: "No, children, no, do not do so; for the report is not good which I hear about you." What are you saying? They insulted the Master, and you call them children? They did not know the one who made them, and do you acknowledge their kinship? This is why he says, "because he did not rebuke them.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:15 · narrative
Source
νουθεσία γάρ ἐστιν, οὐκ ἐὰν ἁπλῶς συμβουλεύσωμεν, ἀλλ' ἐὰν σφοδρότερον καὶ τομώτερον καὶ ὅσην ἡ τοῦ τραύματος ἀπαιτεῖ σηπεδὼν, τοσαύτην ἐπαγάγωμεν τὴν πληγήν. Οὐ τοίνυν ἀρκεῖ τὸ εἰπεῖν, οὐδὲ τὸ παραινέσαι μόνον, ἀλλὰ καὶ πολὺν ἐπιτειχίσαι δεῖ τὸν φόβον, ὥστε τὴν τῆς νεότητος περικόψαι ῥᾳθυμίαν. Ἐπεὶ οὖν παρῄνει μὲν, οὐ παρῄνει δὲ ὡς ἔδει, τοῖς πολεμίοις αὐτοὺς ἐξέδωκε, καὶ μάχης γενομένης, ἔπεσον ἐπὶ τῆς παρατάξεως, καὶ τὴν ἀγγελίαν οὐκ ἐνεγκὼν, πεσὼν συνετρίβη καὶ αὐτὸς καὶ ἀπέθανεν. Ὁρᾷς ὅτι δικαίως εἶπον, ὅτι καὶ παιδοκτόνοι οἱ πατέρες εἰσὶν, οἱ μὴ σφοδρῶς τοῖς αὐτῶν κεχρημένοι παισὶ ῥᾳθυμοῦσι, μηδὲ τὴν κατὰ Θεὸν ἀπαιτοῦντες αὐτοὺς εὐλάβειαν; Οὕτω γοῦν ὁ Ἠλεῖ παιδοκτόνος ἐγένετο. Εἰ γὰρ οἱ πολέμιοι κατέσφαξαν αὐτοῦ τοὺς υἱοὺς, ἀλλὰ τῆς σφαγῆς οὗτος αἴτιος ἐγένετο, διὰ τῆς περὶ αὐτοὺς ῥᾳθυμίας ἀποστήσας τοῦ Θεοῦ τὴν βοήθειαν, καὶ γυμνοὺς καὶ ἐρήμους δείξας τοῖς βουλομένοις αὐτοὺς ἀνελεῖν. Οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπώλεσε. θʹ. Τοῦτο δὴ πολλοὶ καὶ τῶν νῦν πατέρων πάσχουσιν· οὐ βουλόμενοι μαστῖξαι, οὐδὲ ἐπιτιμῆσαι ῥήμασιν, οὐδὲ λυπῆσαι τοὺς ἑαυτῶν υἱοὺς ἀτάκτως ζῶντας καὶ παρανόμως, πολλάκις εἶδον ἐπὶ τοῖς ἐσχάτοις ἁλόντας, εἰς δικαστήριον ἁρπαγέντας, ὑπὸ δημίων ἀποτμηθέντας. Ὅταν γὰρ σὺ μὴ παιδεύσῃς, ὅταν σὺ μὴ σωφρονίσῃς, μιαροῖς ἀνθρώποις καὶ διεφθαρμένοις σαυτὸν ἀναμίξας, καὶ κοινωνήσας τῆς πονηρίας αὐτοῖς, ὑπὸ τοῖς κοινοῖς ἄγονται νόμοις καὶ κολάζονται πάντων ὁρώντων·
English
For admonition is not simply a matter of our giving advice, but of our applying a blow as severe and sharp as the corruption of the wound demands. It is not enough, then, to speak, nor merely to exhort; one must also build up a great fear, so as to cut off the recklessness of youth. Since, then, he gave advice but not as he ought, he handed them over to the enemies, and when battle was joined, they fell in the line of battle; and he, unable to bear the report, fell and was crushed, and he too died. Do you see that I spoke rightly when I said that fathers are also child-killers—those who do not deal severely with their reckless children, nor require of them the fear of God? In this way, at any rate, Eli became a child-killer. For even if the enemies slaughtered his sons, he was the cause of the slaughter, since through his recklessness toward them he caused the help of God to depart, and left them naked and deserted to those who wished to destroy them. And not only them, but he destroyed himself as well. 9. This is exactly what many fathers today also suffer: unwilling to flog, unwilling to rebuke with words, unwilling to grieve their own sons who live disorderly and lawlessly, they have often seen them caught in the worst crimes, dragged into court, cut down by executioners. For when you do not discipline, when you do not bring them to their senses, having mixed yourself with foul and corrupt men and shared in their wickedness, they are led under the common laws and punished while all look on.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:16 · narrative
Source
καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούντων τὴν ἀγοράν. Ποίοις γὰρ ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται τοῖς ἀπαντῶσιν αὐτῷ μετὰ τὴν τοιαύτην τοῦ παιδὸς ἀσχημοσύνην καὶ συμφοράν; Διὸ δέομαι καὶ ἀντιβολῶ πολλὴν τῶν οἰκείων παίδων ποιεῖσθαι τὴν πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητεῖν αὐτῶν τῆς ψυχῆς. Διδάσκαλος εἶ τῆς οἰκίας ἁπάσης, καὶ τὴν γυναῖκα καὶ τοὺς υἱούς σοι παραπέμπει συνεχῶς ὁ Θεός. Καὶ νῦν μέν φησιν ὁ Παῦλος περὶ τῶν γυναικῶν· Εἰ δέ τι μανθάνειν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· νῦν δὲ περὶ τῶν παίδων, Ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, Νόμισον ἀγάλματα χρυσᾶ ἔχειν ἐπὶ τῆς οἰκίας, τὰ παιδία· καθ' ἑκάστην ἡμέραν αὐτὰ ῥύθμιζε καὶ περισκόπει μετὰ ἀκριβείας, καὶ παντὶ τρόπῳ τὴν ψυχὴν αὐτῶν κατακόσμει καὶ διάπλαττε· μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελουμένων
English
And along with the calamity the shame becomes greater, when all point the finger at the father after that man's death and make the marketplace inaccessible to him. For with what eyes will he be able to look back at those who meet him after such disgrace and calamity of his child? Therefore I beg and implore you to take great forethought for your own children, and everywhere to seek the salvation of their soul. You are the teacher of the whole household, and God continually entrusts to you both your wife and your sons. And now Paul says concerning women: If they wish to learn anything, let them ask their own husbands at home; and now concerning children: Bring them up in the discipline and admonition of the Lord. Consider that you have golden statues in your house—your little children; each day set them in order and examine them with precision, and in every way adorn and mold their soul; imitate the blessed Job, who even for their offenses in thought
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:17 · narrative
Source
δεδοικὼς, προσέφερεν ὑπὲρ αὐτῶν θυσίας, καὶ πολλὴν αὐτῶν ἐποιεῖτο τὴν πρόνοιαν. Μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ ἐκεῖνος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ' ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐκγόνοις μετὰ ἀκριβείας παρακαταθοῖτο. Καὶ μαρτυρεῖ ταύτην αὐτοῦ τὴν ἀρετὴν ὁ Θεὸς οὕτω λέγων· Ἤδειν γὰρ, ὅτι συντάξει Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ τὰ κρίματα καὶ τὰ δικαιώματα. Καὶ ὁ Δαυῒδ δὲ, ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα καὶ συνεχῶς ἔλεγεν· ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδὲν ἐμπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας οὐδὲν ὄφελός σοι τῆς βασιλείας καὶ τῆς πολλῆς ταύτης δυνάμεως. Ταῦτα καὶ τοιαῦτα ἔλεγεν, εἰ καὶ μὴ τοῖς ῥήμασι τούτοις. ιʹ. Ταῦτα καὶ ἡμεῖς, καὶ ζῶντες, καὶ μέλλοντες τελευτᾷν, πρὸς τοὺς παῖδας τοὺς ἑαυτῶν διαλεγώμεθα, καὶ πείθωμεν αὐτοὺς, ὅτι μέγας πλοῦτος, καὶ κληρονομία ἀδιάπτωτος, καὶ θησαυρὸς ἀνεπηρέαστος ὁ τοῦ Θεοῦ φόβος ἐστί· καὶ σπουδάζωμεν μὴ χρήματα αὐτοῖς καταλιμπάνειν τὰ ἀπολλύμενα, ἀλλὰ εὐσέβειαν τὴν μένουσαν καὶ μὴ δαπανωμένην. Εὐσεβείας μὲν γὰρ οὐκ οὔσης καὶ τὰ ὄντα ἀπόλλυται χρήματα μετὰ κινδύνων καὶ τῆς ἐσχάτης αἰσχύνης· ταύτης δὲ παρούσης καὶ τὰ οὐκ ὄντα προσγίνεται. Ἐὰν ἀναθρέψῃς σὺ καλῶς τὸ παιδίον, οὕτω κἀκεῖνος τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὗτος τὸν υἱόν·
English
Fearing, he offered sacrifices on their behalf and took great forethought for them. Imitate Abraham; for he too was not zealous for money and possessions, but for the divine laws, so as to entrust their careful observance to his descendants. And God bears witness to this virtue of his, saying thus: "For I knew that Abraham will command his children to keep my judgments and my statutes." And David also, when he was dying, calling his own son, instead of a great inheritance, gave these charges and said continually: "If you wish, my child, to live according to the laws of God, nothing unexpected will befall you, but all things will come to you smoothly, and you will enjoy great security; but if you fall away from that help, your kingdom and this great power will profit you nothing." These and such things he said, even if not in these very words. 10. Let us also speak these and such things to our own children, both while we live and when we are about to die, and let us persuade them that the fear of God is great wealth, an unfailing inheritance, and an inviolable treasure; and let us strive not to leave them money that perishes, but piety that remains and is not spent. For when piety is absent, even the money that exists is lost amid dangers and the utmost shame; but when it is present, even what does not exist is added. If you raise your child well, so will he raise his own son, and this one his son;
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:18 · narrative
Source
καὶ καθάπερ σειρά τις καὶ ἀκολουθία πολιτείας ἀρίστης μέχρι παντὸς βαδιεῖται, παρὰ σοῦ λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, καὶ τῆς τῶν ἐγγόνων ἐπιμελείας σοι φέρουσα τοὺς καρπούς. Εἰ μετὰ ἀκριβείας οἱ πατέρες τοὺς ἑαυτῶν ἐπαίδευον παῖδας, οὐ νόμων, οὐ δικαστηρίων ἔδει, οὐ τιμωριῶν καὶ κολάσεων καὶ τῶν δημοσίων φόνων. Δικαίῳ γὰρ, φησὶ, νόμος οὐ κεῖται. Ἐπειδὴ δὲ καταμελοῦμεν αὐτῶν, διὰ τοῦτο μείζοσιν αὐτοὺς περιβάλλομεν κακοῖς, καὶ ταῖς τῶν δημίων ἐκδίδομεν χερσὶ, καὶ εἰς τὰ βάραθρα συνεχῶς ὠθοῦμεν· Ὁ γὰρ περιψύχων τὸν υἱὸν τὸν ἑαυτοῦ, καταδεσμεύσει τὰ τραύματα αὐτοῦ, φησί. Τί ἐστιν Ὁ περιψύχων; Ὁ ἐλεῶν, ὁ κολακεύων, ὁ θεραπεύων ὑπὲρ τὸ μέτρον. Σφοδρότητος γὰρ οὗτος καὶ ἐπιμελείας δεῖται καὶ φόβων. Ταῦτα λέγω οὐχ ἵνα λίαν τραχεῖς ὦμεν τοῖς παισὶν, ἀλλ' ἵνα μὴ εὐκαταφρόνητοι πρὸς αὐτοὺς φαινώμεθα. Εἰ γὰρ γυνὴ τὸν ἄνδρα φοβεῖσθαι ὀφείλει, πολλῷ μᾶλλον τὸ παιδίον τὸν πατέρα. Καὶ μή μοι λέγε, ὅτι ἀδύνατον περιγενέσθαι τῆς νεότητος. Εἰ γὰρ χήραν γυναῖκα ἀπαιτεῖ τὴν πρόνοιαν ταύτην ὁ Παῦλος, πολλῷ μᾶλλον τοὺς ἄνδρας· εἰ ἀδύνατον ἦν, οὐκ ἂν ἐπέταξεν. Ἀλλ' ἡ πᾶσα πονηρία παρὰ τὴν ἡμετέραν γίνεται ῥᾳθυμίαν, καὶ τὸ μὴ ἐξ ἀρχῆς, μηδὲ ἐκ πρώτης ἡλικίας εἰς εὐλάβειαν ἐνάγειν αὐτούς. Ἀλλ' ὅπως μὲν τῆς ἔξωθεν μετάσχοιεν παιδεύσεως, καὶ εἰς στρατείαν τελέσαιεν, σπουδάζομεν, καὶ χρήματα καταβάλλομεν, καὶ φίλους ἀξιοῦμεν, καὶ πολλαῖς κεχρήμεθα ταῖς περιδρομαῖς· ὅπως δὲ εὐδοκιμήσαιεν παρὰ τῷ βασιλεῖ τῶν ἀγγέλων, οὐδένα ποιούμεθα λόγον.
English
And just as a kind of chain and sequence of the best conduct will proceed forever, receiving its beginning and root from you, and bringing you the fruits of care for your descendants. If fathers educated their own children with precision, there would be no need of laws, no need of courts, no need of punishments and penalties and public executions. For, he says, the law is not laid down for a righteous man. But since we neglect them, for this reason we surround them with greater evils, and deliver them into the hands of the executioners, and constantly push them into the pits. For he who spoils his own son, he says, will bind up his wounds. What is "he who spoils"? He who pities, who flatters, who indulges beyond measure. For this one needs severity and care and fears. I say these things not so that we may be too harsh with our children, but so that we may not appear contemptible to them. For if a wife ought to fear her husband, much more should the child fear the father. And do not tell me that it is impossible to overcome youth. For if Paul requires this forethought of a widow woman, much more of men; if it were impossible, he would not have commanded it. But all wickedness comes from our own negligence, and from not leading them to reverence from the beginning, nor from their earliest age. But that they may share in external education, and be enrolled for military service, we are eager, and we pay out money, and we petition friends, and we make many rounds; but that they may be well spoken of before the King of the angels, we make no account.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:19 · narrative
Source
Καὶ εἰς θεάματα μὲν συνεχῶς συγχωροῦμεν ἀναβαίνειν, εἰς ἐκκλησίαν δὲ οὐκ ἀναγκάζομεν οὐδέποτε· ἀλλὰ κἂν ἅπαξ ἢ δεύτερον παραγένηται τὸ παιδίον, ἁπλῶς καὶ εἰκῆ καὶ μάτην καὶ ψυχαγωγίας ἕνεκεν ἐνταῦθα παραγίνεται. Οὐκ ἐχρῆν δὲ οὕτως· ἀλλ' ὥσπερ εἰς διδασκαλεῖον πέμποντες τῶν μαθημάτων ἀπαιτοῦμεν τὰς εὐθύνας, οὕτω καὶ εἰς ἐκκλησίαν πέμποντες, μᾶλλον δὲ ἄγοντες. Οὐ γὰρ ἑτέροις αὐτοὺς ἐπιτρέπειν, ἀλλ' αὐτοὺς κατέχοντας ἐνταῦθα εἰσιέναι ἐχρῆν, καὶ τῆς ἐνταῦθα ἀκροάσεως καὶ διδασκαλίας τὴν μνήμην ἀπαιτεῖν ἔδει. Οὕτω γὰρ, οὕτω ῥᾴων ἐγίνετο καὶ εὔκολος ἡμῖν ἡ τῶν παίδων διόρθωσις· εἰ γὰρ καὶ ἐν τῇ οἰκίᾳ διαπαντὸς ἤκουον ὑμῶν διαλεγομένων περὶ φιλοσοφίας, καὶ συμβουλευόντων αὐτοῖς τὰ δέοντα, καὶ τὰ ἐνταῦθα αὐτοῖς προσετίθετο μετ' ἐκείνων, καὶ ταχέως ἂν τῶν καλῶν τούτων σπερμάτων γενναῖον ἡμῖν ἐπεδείξαντο καρπόν. Ἀλλ' οὐδὲν τούτων ποιοῦμεν, ἀλλὰ πάρεργα ἡμῖν τὰ ἀναγκαῖα· κἂν παραινέσῃ τις περὶ τούτων, γέλως εὐθέως·
English
And we continually allow them to go up to spectacles, but we never compel them to go to church; yet even if the child attends once or twice, he comes here casually and at random and in vain and for the sake of entertainment. But it ought not to be so; rather, just as when we send them to a school we demand an account of their lessons, so also when we send them to church—or rather, when we lead them. For we ought not to entrust them to others, but keeping them ourselves, we should bring them in here, and we should demand from them an account of the hearing and teaching here. For thus, thus the correction of our children would become easier and more manageable for us; for if they were always hearing you at home discoursing about philosophy and advising them on what they ought to do, and if the things here were added to those, they would quickly show us a noble fruit of these good seeds. But we do none of these things; rather, the necessary things are to us a side matter; and if anyone gives advice about these things, it is immediately laughter.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:20 · narrative
Source
καὶ διὰ τοῦτο τὰ ἄνω κάτω γεγένηται, καὶ οὓς οὐ παιδεύουσιν οἱ γονεῖς, οἱ ἔξωθεν παιδεύουσι νόμοι. ιαʹ. Οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, ὅταν τὸν υἱὸν τὸν σὸν ὁ δικαστὴς κολάσῃ καὶ σωφρονέστερον ποιήσῃ, καὶ τῆς ἔξωθεν ἐκεῖνος δέηται διορθώσεως, τοσοῦτον ἐξ ἀρχῆς σοι συνοικήσας χρόνον; οὐκ ἐγκαλύπτῃ καὶ καταδύῃ; Τολμᾷς δὲ ὅλως, εἰπέ μοι, πατὴρ ἔτι καλεῖσθαι, οὕτω προδοὺς τὸν υἱὸν, καὶ τὴν ἀναγκαίαν οὐκ εἰσενεγκὼν αὐτῷ φορὰν, ἀλλὰ περιιδὼν ὑπὸ πάσης διαφθαρέντα κακίας; Κἂν μὲν δραπέτην τινὰ ἴδῃς ῥαπίζοντα τὸ παιδίον, ἀγανακτεῖς καὶ ὀργίζῃ καὶ δυσχεραίνεις, θηρίου χαλεπώτερον ἐπιπηδήσας τῇ τοῦ τυπτήσαντος ὄψει· τὸν δὲ διάβολον καθ' ἑκάστην ἡμέραν ὁρῶν αὐτὸν ῥαπίζοντα, δαίμονας εἰς ἁμαρτήματα ἐνάγοντας, καθεύδεις καὶ οὐκ ἀγανακτεῖς, οὐδὲ ἐξαρπάζεις τοῦ χαλεπωτάτου θηρίου τὸν υἱόν; Πάλιν ἂν μὲν ὑπὸ δαίμονος ἐνεργῆται, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης· ἁμαρτίας δὲ, ἣ παντὸς δαίμονός ἐστι χαλεπωτέρα, συνεχῶς ἐνοχλούσης, οὐδὲν πλέον ποιεῖς; Καὶ τὸ μὲν παρὰ δαίμονος ἐνοχλεῖσθαι χαλεπὸν οὐδέν· οὐ γὰρ εἰς γέενναν ἐμβαλεῖν τὸ δαιμόνιον δύναται πάντως, ἀλλ' ἐὰν νήφωμεν, καὶ στεφάνους ἡμῖν ὁ πειρασμὸς οὗτος οἴσει λαμπροὺς καὶ περιφανεῖς, ὅταν εὐχαρίστως φέρωμεν τὰς τοιαύτας ἐπηρείας· τὸν δὲ ἁμαρτίᾳ συζῶντα ἀμήχανον σωθῆναί ποτε, ἀλλ' ἀνάγκη πάντως καὶ ἐνταῦθα ἐπονείδιστον εἶναι, καὶ ἀπελθόντα ἐκεῖ ἀθάνατα πάλιν κολάζεσθαι.
English
And this is why everything has been turned upside down, and those whom the parents do not educate, the laws outside educate. 11. Are you not ashamed and do you not blush, tell me, when the judge punishes your son and makes him more self-controlled, and he needs correction from outside, after he has lived with you so long a time from the beginning? Do you not cover yourself and sink down? And do you dare, tell me, to be called a father at all, having so betrayed your son, and not having brought to him the necessary nurture, but having overlooked him as he was corrupted by every vice? And if you see some runaway slave slapping your child, you are indignant and angry and displeased, leaping upon the face of the one who struck him more fiercely than a wild beast; but when you see the devil slapping him every day, and demons leading him into sins, do you sleep and are you not indignant, nor do you snatch your son from the most savage beast? Again, if he is afflicted by a demon, you run to all the saints, and you trouble those on the peaks of the mountains, so that they may free him from that madness; but when sin, which is more grievous than any demon, afflicts him continually, do you do nothing more? And to be afflicted by a demon is nothing grievous; for the demon cannot by all means cast one into Gehenna, but if we are sober, this trial will bring us bright and illustrious crowns, when we bear such assaults thankfully; but for one who lives with sin it is impossible ever to be saved, but he must by all means be both disgraceful here, and when he departs there be punished again with deathless punishment.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:21 · narrative
Source
Ἀλλ' ὅμως ταῦτα εἰδότες, ὑπὲρ μὲν τῶν ἐλαττόνων πολλὴν ποιούμεθα σπουδὴν, ὑπὲρ δὲ τῶν μειζόνων οὐδὲ διαναστῆναι βουλόμεθα· καὶ δαιμονῶντα μὲν ὁρῶντες θρηνοῦμεν, ἁμαρτάνοντα δὲ ὁρῶντες οὐδὲ αἰσθανόμεθα· δέον τότε κατακόπτεσθαι καὶ ὀδύρεσθαι, μᾶλλον δὲ οὐκ ὀδύρασθαι μόνον, ἀλλὰ καὶ κατέχειν καὶ χαλινοῦν, συμβουλεύειν, παραινεῖν, φοβεῖν, ἐπιτιμᾷν, παντὶ τρόπῳ θεραπείας τὴν ἀῤῥωστίαν ἀπελαύνειν ἐκείνην, καὶ τὴν χήραν μιμεῖσθαι ταύτην, περὶ ἦς ὁ Παῦλός φησιν· Εἰ ἐτεκνοτρόφησεν. Οὐ γὰρ πρὸς ἐκείνην μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας τοῦτον ἀποτείνει τὸν λόγον, καὶ πᾶσι παραινεῖ λέγων, Ἐκτρέφετε τὰ παιδία ἐν νουθεσίᾳ Κυρίου. Πρῶτον γὰρ τοῦτο καὶ μέγιστόν ἐστι τῶν ἀγαθῶν· ὅπερ οὖν καὶ παρὰ τῆς χήρας πρῶτον ἀπῄτησεν· εἶτα μετὰ τοῦτό φησιν, Εἰ ἐξενοδόχησε. Τί λέγεις, εἰπέ μοι; χήραν γυναῖκα ξενοδοχίαν ἀπαιτεῖς; οὐ γὰρ ἀρκεῖ τὸ θρέψαι παιδία; Οὐχὶ, φησίν· ἀλλὰ δεῖ καὶ τοῦτο προσεῖναι, καὶ μετὰ τὴν τῶν οἰκείων προστασίαν, καὶ τῶν ἀλλοτρίων ἔχειν πρόνοιαν χρὴ, καὶ τὴν οἰκίαν ἀνοῖξαι τοῖς ξένοις. Ἀπῆλθεν ὁ ἀνήρ· πᾶσαν τὴν περὶ ἐκεῖνον σπουδὴν περὶ τοὺς ξένους ἀνάλωσον. Τί οὖν, φησὶν, εἰ πένης εἴη; Οὐκ ἔστιν ἐκείνης τῆς χήρας πενεστέρα τῆς ἐν ἀλεύρῳ μικρῷ καὶ ἐλαίου κυάθῳ τὸν μέγαν προφήτην ὑποδεξαμένης τὸν Ἠλίαν. Καὶ γὰρ καὶ ἐκεῖ παιδία παρῆν· ἀλλ' οὔτε ἡ σπάνις τῶν ὄντων, οὔτε ἡ τοῦ λιμοῦ τυραννὶς, οὔτε ὁ προσδοκώμενος θάνατος, οὐχ ἡ τῶν παιδίων φροντὶς, οὐχ ἡ χηρεία, οὐκ ἄλλο οὐδὲν ἐγένετο κώλυμα τῇ φιλοξένῳ γυναικί. ιβʹ. Οὕτω πανταχοῦ οὐ μέτρα οὐσίας, ἀλλὰ μέτρα διανοίας ζητεῖται.
English
But nevertheless, knowing these things, we take great pains over lesser matters, while over greater ones we are not even willing to bestir ourselves. And when we see someone possessed by a demon we lament, but when we see someone sinning we do not even notice it—though then we ought to be cut to the heart and to wail, or rather not merely to wail but also to restrain and bridle him, to counsel, to exhort, to frighten, to rebuke, and by every manner of cure to drive out that sickness, and to imitate that widow of whom Paul says: "If she has brought up children." For he extends this word not to her alone but to all, and he exhorts all, saying, "Bring up your children in the discipline of the Lord." For this is the first and greatest of good things, which indeed he also required first from the widow; then after this he says, "If she has shown hospitality." What do you say, tell me? Do you require hospitality of a widow? Is it not enough that she has raised children? No, he says; but this too must be present, and after the care of one's own, one must also have forethought for strangers, and open one's house to guests. Her husband has departed; spend all the zeal you had for him on strangers. What then, he says, if she is poor? She is not poorer than that widow who, with a little flour and a measure of oil, received the great prophet Elijah. For there too were children present; but neither the scarcity of what she had, nor the tyranny of the famine, nor the death she expected, nor care for her children, nor her widowhood, nor anything else became a hindrance to that hospitable woman. 12. Thus everywhere it is not the measure of one's substance but the measure of one's mind that is sought.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:22 · narrative
Source
Ὁ μεγαλόψυχος καὶ τῇ διανοίᾳ πλούσιος, κἂν ἁπάντων ἀνθρώπων πενέστερος ἐν χρήμασιν ᾖ, πάντας ὑπερβῆναι δυνήσεται καὶ φιλοξενίᾳ καὶ ἐλεημοσύνῃ, καὶ τῇ λοιπῇ πάσῃ φιλοφροσύνῃ· ὁ μικρολόγος καὶ πτωχὸς τὴν διάνοιαν, καὶ χαμαὶ ἕρπων, κἂν ἁπάντων εὐπορώτερος ᾖ, πάντων ἐστὶ πτωχότερος καὶ ἀπορώτερος· διὰ τοῦτο πρὸς τὰ τοιαῦτα ἅπαντα ὀκνεῖ καὶ ἀναδύεται. Καὶ ὥσπερ οὐδὲν ἐπὶ τοῦ πένητος ἡ πενία γένοιτ' ἂν κώλυμα πρὸς ἐλεημοσύνην διὰ τὸν τῆς διανοίας πλοῦτον· οὕτως οὐδὲν ἐπὶ τοῦ πλουτοῦντος ἡ εὐπορία συμπρᾶξαι δυνήσεται πρὸς τὴν φιλοφροσύνην διὰ τὴν τῆς διανοίας πενίαν. Καὶ τὰ παραδείγματα ἐγγύθεν· ἡ μὲν γὰρ χήρα καὶ ἐν ἀλεύρῳ μικρῷ τὸν προφήτην ἐδέξατο· ὁ δὲ Ἀχαὰβ τοσοῦτον κεκτημένος πλοῦτον, καὶ τῶν ἀλλοτρίων ἐπεθύμησεν. Οὕτως οὐκ ἔστι χρημάτων πλοῦτος, ἀλλὰ πλοῦτος διανοίας ὁ παρέχων ἡμῖν εὐκολίαν περὶ τὴν ἐλεημοσύνην· ἐπεὶ καὶ ἡ χήρα ἐκείνη διὰ δύο μόνον ὀβολῶν μυρίους πλουσίους
ὑπερηκόντισε, καὶ οὐκ ἐγένετο κώλυμα ἡ πενία. Αὕτη μὲν οὖν ἡ πενία μείζονα τὴν ἐλεημοσύνην εἰργάσατο· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν, Ἡ κατὰ βάθους πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Οὐ γὰρ τοῦτο χρὴ σκοπεῖν, ὅτι δύο κατέβαλεν ὀβολοὺς, ἀλλ' ὅτι μόνους ἔχουσα τούτους, οὐκ ἐφείσατο, ἀλλ' ὁλόκληρον τὴν οὐσίαν εἰσήνεγκε, θαυμάζειν αὐτὴν χρὴ καὶ στεφανοῦν. Οὐ τοίνυν περιουσίας, ἀλλὰ προθυμίας ἡμῖν δεῖ, ὅταν ὑποδεχώμεθα ξένους. Ὥσπερ γὰρ ταύτης παρούσης οὐδὲν βλάβος γένοιτ' ἂν ἀπὸ πενίας, οὕτως ἀπούσης οὐδὲν ὄφελος γένοιτ' ἂν ἐξ εὐπορίας. Τί λέγεις;
English
The great-souled man and rich in mind, even if he is poorer in money than all men, will be able to surpass all in hospitality and almsgiving and in all the rest of kindly generosity. The petty-minded man and poor in mind, crawling on the ground, even if he is more well-off than all, is poorer and more resourceless than all; therefore he shrinks back and recoils from all such things. And just as poverty would be no hindrance to almsgiving in the case of the poor man, because of the wealth of his mind, so neither will abundance be able to cooperate toward kindly generosity in the case of the rich man, because of the poverty of his mind. And the examples are near at hand: for the widow received the prophet with a little flour; but Ahab, having acquired so great wealth, coveted even what belonged to others. Thus it is not wealth of money, but wealth of mind, that gives us readiness in almsgiving; since that widow also, by two mites alone, outdid ten thousand rich men, and poverty was no hindrance. This poverty, then, produced a greater almsgiving; which indeed Paul also says: Their poverty which was deep abounded unto the wealth of their simplicity. For one must not look at this, that she cast in two mites, but that, having only these, she did not spare them, but brought in her whole substance; she must be admired and crowned. Therefore we need not abundance but eagerness, when we receive strangers. For just as, when this is present, no harm could come from poverty, so, when it is absent, no benefit could come from abundance. What do you say?
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:23 · narrative
Source
Παιδίων ἐπιμελεῖται ἡ χήρα καὶ διὰ τοῦτο οὐκ ἂν δύναιτο θεραπεύειν ξένους; Δι' αὐτὸ μὲν οὖν τοῦτο εὐκολώτερον τοῦτο ἐργάσεται, κοινωνοὺς ἔχουσα τῆς θεραπείας τοὺς υἱοὺς, συναντιλαμβανομένους καὶ συνεφαπτομένους αὐτῇ τῆς καλῆς ταύτης πραγματείας. Ὥστε οὐ κώλυμα, ἀλλὰ βοήθεια τῆς φιλοξενίας ἔσται τῶν παίδων τὸ πλῆθος, καὶ ἡ πολυχειρία πολλὴν τῇ διακονίᾳ παρέξει τὴν εὐκολίαν. Μὴ γάρ μοι πολυτελῆ τράπεζαν εἴπῃς· ἂν εἰς τὴν οἰκίαν δέξηται τὸν ξένον, ἂν τὰ ὄντα παραθῇ, ἂν πολλὴν ἐπιδείξηται τὴν φιλοφροσύνην, ἀπήρτισται τῆς ξενοδοχίας ὁ καρπὸς ἅπας. Εἰ γὰρ ποτήριον ψυχροῦ μόνον βασιλείαν οὐρανῶν προξενεῖ, τὸ καὶ ὁμωρόφιον ποιῆσαι, καὶ τραπέζης κοινωνὸν, καὶ ἀναπαῦσαι, πόσον οἴσει τὸν καρπὸν, εἰπέ μοι; Σκόπει δή μοι Παύλου τὴν ἀκρίβειαν. Οὐ γὰρ ἁπλῶς ξενοδοχίαν ἐνταῦθα ἀπαιτεῖ, ἀλλὰ τὴν μετὰ προθυμίας καὶ ζεούσης ψυχῆς καὶ διανοίας θερμῆς. Εἰπὼν γὰρ, Εἰ ἐξενοδόχησεν, ἐπήγαγεν, Εἰ ἁγίων πόδας ἔνιψεν. Οὐ θεραπαινίσιν ἐπιτρέπειν χρὴ αὐτὴν μετὰ τύφου καθημένην τοῦ ξένου τὴν θεραπείαν, ἀλλ' αὐτουργὸν γενέσθαι, καὶ τὸν καρπὸν ἁρπάζειν, καὶ μηδενὶ παραχωρεῖν τοῦ καλοῦ τούτου θησαυροῦ. Καὶ πῶ, τοῦτο γένοιτ' ἂν, φησίν; εἰ γὰρ εὐγενὴς εἴη καὶ περιφανὴς καὶ λαμπρὰ καὶ ἐπίσημος ἐκ προγόνων. αὐτὴ τοῦ ξένου νίψει τοὺς πόδας; καὶ πῶς οὐκ αἰσχρόν; Αἰσχρὸν μὲν οὖν τὸ μὴ νίπτειν, ἄνθρωπε. Κἂν γὰρ μυριάκις αὐτῆς τὴν εὐγένειαν ἐπάρῃς καὶ τὴν περιφάνειαν, καὶ τὴν λαμπρότητα, τῆς αὐτῆς μετέχει τῷ νιπτομένῳ φύσεως, καὶ σύνδουλός ἐστι τοῦ θεραπευομένου καὶ ὁμότιμος. ιγʹ.
English
Does the widow care for children and for this reason would not be able to serve strangers? For this very reason she will do this more easily, having her sons as partners in the service, assisting and joining with her in this noble enterprise. So the multitude of children will be not a hindrance but a help to hospitality, and the abundance of hands will provide great ease to the ministry. For do not tell me of an expensive table; if she receives the stranger into her house, if she sets before him what she has, if she shows great warmth of welcome, the whole fruit of hospitality is complete. For if a cup of cold water alone procures the kingdom of heaven, then to make him a housemate, and a sharer of one's table, and to give him rest—how much fruit will that bear, tell me? Consider, then, Paul's exactness. For he does not here demand hospitality in a simple way, but that which is with eagerness and a boiling soul and a fervent mind. For having said, If she has shown hospitality, he added, If she has washed the feet of the saints. She must not entrust the service of the stranger to maidservants while she sits in pride, but must become a worker herself, and snatch the fruit, and yield to no one this good treasure. And how, he says, could this happen? For if she is well-born and distinguished and illustrious and notable from her ancestors, will she herself wash the stranger's feet? And how is that not shameful? It is shameful, indeed, not to wash them, O man. For even if you extol her nobility and distinction and splendor ten thousand times, she shares the same nature as the one being washed, and is a fellow-servant of the one being served and of equal honor.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:24 · narrative
Source
Ἐννόησον τίς τῶν μαθητῶν τοὺς πόδας ἔνιψε, καὶ παῦσαί μοι περὶ εὐγενείας διαλεγόμενος. Ὁ κοινὸς τῆς οἰκουμένης Δεσπότης, ὁ τῶν ἀγγέλων βασιλεὺς καὶ ἔνιψε καὶ λέντιον περιεζώσατο, καὶ οὐχὶ τῶν μαθητῶν μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ προδότου. Εἶδες πόσον τὸ μέσον τοῦ νίπτοντος καὶ τῶν νιπτομένων; Ἀλλ' ὅμως τὸ μέσον ἅπαν τοῦτο κατέβη, καὶ ὁ Δεσπότης τὸν δοῦλον ἔνιψεν, ἵνα ἡ δούλη τὸν σύνδουλον μὴ ἐπαισχύνηται. Διὰ τοῦτο καὶ τοῦ προδότου, ἵνα μὴ μέλλῃς λέγειν, ὅτι εὐτελὴς καὶ εὐκαταφρόνητος ὁ μέλλων ἀπολαύειν τῆς θεραπείας. Εἰ γὰρ καὶ εὐτελὴς καὶ εὐκαταφρόνητος, ἀλλ' οὔπω κατὰ τὸν Ἰούδαν ἐστὶν, οὐδὲ τοιαῦτά σοι διέθηκεν, οἷα τὸν Δεσπότην ἐκεῖνος, μετὰ τὰς μυρίας εὐεργεσίας ἐπὶ προδοσίαν ἐλθών. Ἀλλ' ὅμως ἅπαντα ταῦτα προειδὼς ἔνιψεν, ἡμῖν νόμους τιθεὶς, ἵνα κἂν ἁπάντων ὦμεν ὑψηλότεροι, κἂν ἁπάντων λαμπρότεροι καὶ περιφανέστεροι, κἂν ἁπάντων χείρους οἱ μέλλοντες πρὸς ἡμᾶς κατάγεσθαι, μὴ διὰ τοῦτο αὐτῶν φεύγωμεν τὴν θεραπείαν, μηδὲ τὴν εὐτέλειαν ἐπαισχυνώμεθα. Σὺ δὲ, ὦ γύναι, ἐὰν μέν τινα ἴδῃς ἐν τοῖς βιωτικοῖς σοι βοηθοῦντα πράγμασιν, ἢ ἐν δικαστηρίῳ συμπράττοντα, ἢ ἐν ἄλλῳ τινὶ τοιούτῳ, καὶ ἀπαντᾷς, καὶ μετὰ πολλῆς δέχῃ τῆς εὐνοίας, καὶ χεῖρας καταφιλεῖς, καὶ ἀργύριον καταβάλλεις, καὶ τὰ τῶν θεραπαινίδων ποιεῖς· ἂν δὲ τὸν Χριστὸν εἰσελθόντα ἴδῃς, ὀκνεῖς καὶ καταδύῃ πρὸς τὴν αὐτοῦ θεραπείαν; Εἰ μὴ ὡς τὸν Χριστὸν δέχῃ τὸν ξένον, μὴ δέξῃ· εἰ δὲ ὡς τὸν Χριστὸν δέχῃ, μὴ ἐπαισχυνθῇς τοῦ Χριστοῦ νίψαι τοὺς πόδας. Οὐχ ὁρᾷς πόσοι τῶν ἐπηρεαζομένων εἰς ἀνδριάντων κατέφυγον πόδας;
English
Consider who it was that washed the feet of his disciples, and stop talking to me about noble birth. The common Master of the world, the King of the angels, both washed feet and girded himself with a towel—and not only his disciples' feet, but even those of the traitor himself. Do you see how great the distance between the one washing and those being washed? Yet all that distance he descended, and the Master washed the servant, so that the female servant might not be ashamed to wash her fellow servant. For this reason he washed even the traitor's feet, so that you might not be inclined to say that the one who is to receive the service is worthless and contemptible. For even if he is worthless and contemptible, he is not yet like Judas, nor has he done such things to you as that man did to his Master, coming to betrayal after countless benefits. Yet foreseeing all these things, he washed, laying down laws for us: that even if we are higher than all, even if we are more brilliant and more distinguished than all, even if those who are to be brought down to us are worse than all, we should not for this reason flee from serving them, nor be ashamed of their lowliness. But you, O woman, if you see someone helping you in the affairs of life, or assisting you in court, or in any other such matter, you meet him and receive him with great goodwill, and kiss his hands, and pay out silver, and do the things of slave-girls; but if you see Christ entering, do you hesitate and sink down at the thought of serving him? If you do not receive the stranger as Christ, do not receive him; but if you receive him as Christ, do not be ashamed to wash Christ's feet. Do you not see how many of those who are wronged have fled to the feet of statues?
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:25 · narrative
Source
Καίτοι γε ἀναίσθητος ἡ ὕλη, καὶ ἄψυχος ὁ χαλκός· ἀλλ' ὅμως ἐπειδὴ βασιλέων εἰσὶν εἰκόνες, προσεδόκησάν τινα καρπώσασθαι παρὰ τῶν ποδῶν ἐκείνων ὠφέλειαν. Σὺ δὲ οὐκ ἀναισθήτους πόδας, οὐδὲ ἄψυχον ὕλην, ἀλλ' εἰκόνα ἔνδον ἔχουσαν τὸν βασιλέα θεωροῦσα πρὸς σὲ
εἰσιοῦσαν, οὐ προστρέχεις, εἰπέ μοι, καὶ τοὺς πόδας κατέχεις, καὶ παντὶ θεραπεύῃ τρόπῳ; Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; πόσης δὲ οὐκ ἂν εἴη τοῦτο αἰσχύνης; Ἐννόησον τίνι κοινωνεῖς φυσωμένη, καὶ πρὸς ἀλαζονείαν ἐπαιρομένη, καὶ τοῦ ξένου τὴν θεραπείαν αἰσχυνομένη. Τῷ διαβόλῳ δηλονότι· ἐκείνου γὰρ ἡ ὑπερηφανία νόσημα. Ἂν δὲ προσδράμῃς, ἐννόησον τίνα μιμῇ. Τὸν Δεσπότην τὸν σὸν, καὶ τὸ τοῦ Χριστοῦ ποιεῖς ἔργον. Ποία τοίνυν αἰσχύνη, ἢ ποῖον ὄνειδος τῷ Δεσπότῃ κοινωνεῖν, εἰπέ μοι; Αἰσχύνη μὲν οὖν τὸ ταῦτα ἐπαισχύνεσθαι, καὶ νομίζειν ὄνειδος εἶναι, ὅπερ ἐποίησεν ὁ Χριστός· μεγάλα δύνανται πόδες ἁγίων εἰς οἰκίαν εἰσιόντες· αὐτὸ τὸ ἔδαφος ἁγιάζουσι, θησαυρὸν μυρίων εἰσάγουσιν ἀγαθῶν, φύσιν πεπηρωμένην διορθοῦνται, λιμὸν λύουσι, πολλὴν εἰσάγουσι τὴν εὐπορίαν. Οὕτω καὶ οἱ πόδες τοῦ Ἠλίου εἰς τὴν οἰκίαν τῆς χήρας εἰσ ελθόντες καινόν τινα καὶ παράδοξον εὐετηρίας ἐπεδείξαντο τρόπον. Ἄρουραν τὴν οἰκίαν τῆς χήρας ἐποίησε, καὶ τὴν ὑδρίαν ἅλωνα. Καινός τις τρόπος σπόρου καὶ ἀμητοῦ ἐγίνετο τότε· ἔσπειρεν εἰς τὸ τοῦ δικαίου στόμα, καὶ τὰ καταβληθέντα μετὰ πολλῆς τῆς ἀφθονίας ἐκ τῆς ὑδρίας ἐθέριζεν· ἔσπειρεν ἄλευρον, καὶ ἐθέριζεν ἄλευρον·
English
And yet the material is senseless, and the bronze is lifeless; but nevertheless, since they are images of kings, they expected to reap some benefit from those feet. But you—when you see not senseless feet, nor lifeless material, but an image having the King within, coming in to you—do you not run to meet it, tell me, and clasp the feet, and tend it in every way? And where are these things worthy of pardon? Of how much shame would this not be? Consider with whom you are in fellowship when you are puffed up, and lifted up to arrogance, and ashamed to tend the stranger. With the devil, clearly; for his is the disease of pride. But if you run forward, consider whom you imitate. Your own Master, and you do the work of Christ. What shame, then, or what reproach is it to be in fellowship with the Master, tell me? It is shame, rather, to be ashamed of these things, and to consider it a reproach—that very thing which Christ did. Great things can the feet of the saints accomplish when they enter a house: they sanctify the very floor, they bring in a treasure of countless good things, they set right a crippled nature, they loose famine, they bring in great abundance. Thus also the feet of Elijah, entering into the house of the widow, displayed a new and wondrous manner of plenty. He made the house of the widow a field, and the water-jar a threshing-floor. A new manner of sowing and reaping was happening then: he sowed into the mouth of the righteous man, and what was cast down he reaped from the water-jar with great abundance; he sowed meal, and he reaped meal.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:26 · narrative
Source
οὐκ ἐδεήθη βοῶν, καὶ ζεύγους, καὶ ἀρότρου, καὶ αὔλακος, οὐδὲ ὑετοῦ καὶ ἀέρος καὶ δρεπάνης, οὐδὲ ἅλωνος καὶ δραγμάτων, οὐδὲ ἀνέμων διακρινόντων ἀπὸ τοῦ καρποῦ τὰ ἄχυρα, οὐδὲ μύλης τριβούσης· ἀλλὰ ἐν μιᾷ καιροῦ ῥοπῇ τούτων ἁπάντων τὸ τέλος εὗρεν ἐπὶ τῆς ὑδρίας· καὶ δύο πηγὰς, τὴν μὲν ἀλεύρου, τὴν δὲ ἐλαίου διηνεκῶς ἀνῆκεν ἡ τοῦ προφήτου φωνή. ιδʹ. Τοιαῦτα τῶν ἁγίων τὰ δῶρα, καὶ δαψίλειαν καὶ εὐκολίαν ἔχει πολλήν. Τὰ μὲν γὰρ ἀπὸ τῆς γῆς δρεπόμενα δαπανᾶται, ἐκεῖναι δὲ αἱ πηγαὶ ἀντλούμεναι καθημέραν οὐκ ἐκενώθησαν, ἀλλ' ἦν ἰσοστάσιος πρὸς τὴν ἐκκένωσιν τῆς ἐπιῤῥοῆς ἡ μάχη. Τοιαῦτα χαρίζονται πόδες ἁγίων, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τούτων· καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς. Ἀλλ' ὥσπερ τιμώμενοι τοιαῦτα φέρουσι δῶρα, οὕτως ἀτιμαζόμενοι μεγάλην ἐπάγουσι κόλασιν καὶ πῦρ ἀπαραίτητον. Πόθεν τοῦτο δῆλον; Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς· Εἰς ἣν ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἄξιός ἐστιν ἐν αὐτῇ, κἀκεῖ μείνατε, καὶ εἰσερχόμενοι λέγετε· Εἰρήνη τῇ οἰκίᾳ ταύτῃ. Ἵνα γὰρ μὴ λέγῃς, Δαπανῶ τὰ χρήματα, ἀναλίσκω τὴν οὐσίαν, τράπεζαν παρατιθεῖσα τοῖς ξένοις, αὐτὸν πρότερον τὸν εἰσιόντα παρασκευάζει σοι κομίσαι ξένια καὶ δῶρα πᾶσαν ὑπερβαίνοντα περιουσίαν. Ποῖα δὴ ταῦτα; Τῆς εἰρήνης τὴν χορηγίαν. Ταύτης γὰρ ἴσον οὐδέν. Ὁρᾷς μεθ' ὅσης εὐπορίας ὁ ἅγιος εἰσέρχεται εἰς τὴν οἰκίαν; Τὸ ῥῆμα τοῦτο ψιλὸν μέν ἐστι, μυρίων δὲ ἀγαθῶν ὑπόθεσις. Τί γὰρ ἀσφαλέστερον οἰκίας γένοιτ' ἂν εἰρήνης ἀπολαυούσης;
English
He did not need oxen, or a yoke, or a plow, or a furrow, nor rain and air and a sickle, nor a threshing floor and sheaves, nor winds separating the chaff from the grain, nor a mill grinding them; but in a single turn of time he found the fulfillment of all these things at the water jar; and the voice of the prophet sent up two springs continually, one of flour and the other of oil. 14. Such are the gifts of the saints, and they possess both abundance and great ease. For the things harvested from the earth are consumed, but those springs, drawn from every day, were not emptied, but the contest of the inflow was evenly matched against the draining. Such things do the feet of the saints bestow, and indeed far more than these; and if I were not making my discourse long, I would have enumerated many such gifts. But just as, when honored, they bring such gifts, so when dishonored they bring great punishment and an inexorable fire. From where is this clear? Hear Christ himself saying to his disciples: Into whatever city or house you enter, ask who in it is worthy, and stay there, and as you enter say: Peace to this house. For so that you may not say, I am spending my money, I am consuming my substance, setting a table for strangers—he first prepares the one who enters to bring you gifts and presents surpassing all wealth. What then are these? The provision of peace. For nothing is equal to this. Do you see with how much abundance the saint enters the house? This word is bare, but it is the basis of countless good things. For what could be safer than a house enjoying peace?
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:27 · narrative
Source
Εἰρήνην δὲ ἐπεύχονται οἱ ἅγιοι τοῖς ὑποδεχομένοις, οὐ τὴν πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ τὴν πρὸς ἡμᾶς αὐτούς. Πολλάκις γοῦν πόλεμον ἐν τοῖς λογισμοῖς ἔχομεν, καὶ μηδενὸς ἐνοχλοῦντος ταραττόμεθα, καὶ ἐπιθυμίαι πονηραὶ συνεχῶς ἡμῖν ἐπανίστανται. Καὶ ταύτην οὖν καταστέλλει τὴν μάχην ἐκεῖνο τῶν ἁγίων τὸ ῥῆμα, καὶ πολλὴν ἔνδον ποιεῖ γαλήνην. Ὁμοῦ τε γὰρ ἐκεῖνος ἐφθέγξατο, καὶ πᾶσα ἐνθύμησις διαβολικὴ καὶ λογισμὸς ἄτοπος ἐδραπέτευσεν ἐκ τῆς ἡμετέρας ψυχῆς· ὥστε μείζονα λαμβάνεις ἢ δίδως. Κἂν μὲν δέξωνται, φησὶν, ὑμᾶς, ἐλθέτω ἡ εἰρήνη ἐπ' αὐτούς· ἐὰν δὲ μὴ δέξωνται, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν, λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἢ τῇ πόλει ἐκείνῃ. Ὁρᾷς ὅτι ἀτιμαζόμενοι πόδες ἁγίων πόσον ἐπάγουσι πῦρ; Διὰ τοῦτο κελεύει νίπτειν αὐτοὺς, ἵνα θεραπευόμενοι πολλὴν ἡμῖν προξενήσωσι παρὰ τῷ Θεῷ τὴν παῤῥησίαν· ὁμοῦ δὲ καὶ ἐκεῖνο διὰ ταύτης ἡμᾶς παιδεύει τῆς παραινέσεως, τὰ τῆς φιλοξενίας ἔργα δι' ἑαυτῶν ἅπαντα ἐπιτελεῖν. Μίμησαι τὸν Ἀβραὰμ, γενοῦ θυγάτηρ ἐκείνου, ὃς τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων οἰκογενεῖς, αὐτὸς μετὰ τῆς γυναικὸς διενείματο τῆς φιλοξενίας τὸν καρπόν· καὶ ὁ μὲν δάμαλιν ἔφερεν, ἡ δὲ ἐφύρασεν ἄλευρον. Τούτους καὶ σὺ
English
The saints pray peace upon those who receive them—not only peace with one another, but also peace with ourselves. For often we have war among our thoughts, and though no one is troubling us, we are thrown into confusion, and evil desires rise up against us continually. That word of the saints, then, also quells this battle and brings great calm within. For as soon as that man spoke, every diabolical thought and every improper reasoning fled from our soul, so that you receive more than you give. And if they receive you, he says, let your peace come upon them; but if they do not receive you, shake off the dust of your feet. Truly, I say to you, it will be more tolerable for the land of Sodom and Gomorrah in that day than for that city. Do you see how much fire the feet of the saints bring upon those who dishonor them? For this reason he commands that they be washed, so that when they are cared for they may procure for us great boldness before God; and at the same time through this exhortation he teaches us to perform all the works of hospitality ourselves. Imitate Abraham, become his daughter—he who, having three hundred and eighteen household servants, himself together with his wife distributed the fruit of hospitality; and he brought a calf, while she kneaded flour. These also you
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:28 · narrative
Source
ζήλωσον· οὐ γὰρ τὸ δοῦναι χρήματα μόνον, ἀλλὰ καὶ τὸ διακονῆσαι τοῖς δεομένοις πολὺν ἔχει τὸν μισθόν. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι τοὺς ἑπτὰ ἐκείνους τοὺς περὶ Στέφανον ἐπέστησαν τῇ τοιαύτῃ διακονίᾳ. Καίτοι γε οὐδὲν οἴκοθεν ἐκεῖνοι παρεῖχον τοῖς πένησιν, ἀλλὰ τὰ παρ' ἑτέρων διδόμενα ᾠκονόμουν καλῶς· ἀλλ' ὅμως μέγαν ἀπηνέγκαντο τὸν μισθὸν, ὅτι τὰ παρ' ἑτέρων διδόμενα καλῶς καὶ μετὰ ἀκριβείας ᾠκονόμουν ἁπάσης. ιεʹ. Γενοῦ τοίνυν καὶ σὺ τῶν σαυτοῦ καλὸς οἰκονόμος, ἵνα διπλοῦν λάβῃς τὸν καρπὸν, καὶ τοῦ δοῦναι, καὶ τοῦ καλῶς οἰκονομῆσαι. Μὴ ἐπαισχυνθῇς διὰ τῆς σαυτοῦ χειρὸς θεραπεῦσαι τὸν πένητα. Ὁ Χριστὸς οὐκ ἐπαισχύνεται χεῖρα ἐκτεῖναι καὶ λαβεῖν διὰ τοῦ πένητος, καὶ σὺ χεῖρα ἐκτεῖναι καὶ δοῦναι ἀργύριον ἐπαισχύνῃ; Καὶ πῶς τοῦτο οὐκ ἐσχάτης ἀνοίας; Ἓν μόνον ἐστὶν αἰσχύνη, πονηρία καὶ ὠμότης καὶ ἀπανθρωπία· φιλοφροσύνη δὲ καὶ ἐλεημοσύνη καὶ φιλανθρωπία καὶ τὸ διακονεῖσθαι τοῖς δεομένοις λαμπροτέρους ἡμᾶς ἐργάζεται. Ὅσον γὰρ ἂν ᾖς πλουσία καὶ εὔπορος, τοσοῦτον ἐπαινέσονταί σε πάντες, ὅταν πρὸς τοὺς πτωχοὺς καὶ εὐτελεῖς καταβαίνῃς, οὐκ ἄνθρωποι δὲ μόνον, ἀλλὰ καὶ ἄγγελοι, καὶ ὁ τῶν ἀγγέλων Δεσπότης· οὐκ ἐπαινέσεται δὲ μόνον, ἀλλὰ καὶ ἀμείψεται διπλαῖς δωρεαῖς. Οὐ γὰρ τῆς ἐλεημοσύνης μόνον, ἀλλὰ καὶ τῆς ταπεινοφροσύνης πολλούς σοι παρασκευάσει τοὺς μισθούς. Μὴ τοίνυν ἐπαισχυνώμεθα ταῖς τῶν πενήτων θεραπείαις, μηδὲ παραιτώμεθα νίπτειν τῶν ξένων τοὺς πόδας· ἁγιάζονται γὰρ ἡμῶν αἱ χεῖρες διὰ τῆς τοιαύτης διακονίας·
English
Be zealous; for not only does giving money have a great reward, but so does ministering to those in need. This is why the apostles appointed those seven men around Stephen to such ministry. And yet those men provided nothing to the poor from their own resources, but they administered well what was given by others; nevertheless they received a great reward, because they administered well and with all carefulness what was given by others. 15. Therefore you too be a good steward of what is your own, so that you may receive a double fruit—both for giving and for stewarding well. Do not be ashamed to serve the poor with your own hand. Christ is not ashamed to stretch out his hand and receive through the poor, and are you ashamed to stretch out your hand and give silver? How is this not the utmost folly? There is only one shameful thing: wickedness, cruelty, and inhumanity; but kindness, almsgiving, philanthropy, and ministering to those in need make us more illustrious. For the richer and more prosperous you are, the more all will praise you when you descend to the poor and lowly—not only men, but also angels, and the Master of the angels; and he will not only praise you but will also repay you with double gifts. For he will prepare for you many rewards not only for the almsgiving but also for the humility. Therefore let us not be ashamed of services to the poor, nor refuse to wash the feet of strangers; for our hands are sanctified through such ministry.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:29 · narrative
Source
κἂν εἰς εὐχὴν αὐτὰς ἀνατείνῃς ἀπὸ τῆς θεραπείας ἐκείνης, ὁρῶν αὐτὰς ὁ Θεὸς δυσωπεῖται μᾶλλον, καὶ τὴν αἴτησιν δίδωσι. Τὸ μὲν γὰρ χρήματα δοῦναι, πολλῶν ἂν εἴη· τὸ δὲ δι' ἑαυτῶν θεραπεῦσαι τοὺς δεομένους καὶ μετὰ προθυμίας τοῦτο ποιῆσαι καὶ ἀγάπης καὶ φιλαδελφίας, πολλῆς καὶ μεγάλης δεῖται ψυχῆς καὶ φιλοσόφου. Καὶ τοῦτό ἐστιν, ὃ μάλιστα πάντων ὁ Παῦλος ἐπιζητεῖ, τοῖς ἐν θλίψει καὶ πενίᾳ καὶ περιστάσεσιν οὕτω κελεύων συναλγεῖν, ὡς ἐν τοῖς αὐτοῖς ὄντας δεινοῖς. Τοῖς γὰρ δεσμίοις, φησὶν, ὡς συνδεδεμένοι. Διόπερ οὐδὲ ἐνταῦθα τὸν λόγον ἔστησε μόνον, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν· Εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Τί ἐστιν· Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν; Ὥστε καὶ εἰς δεσμωτήριον εἰσιέναι, καὶ τοὺς δεδεμένους ἐπισκέπτεσθαι, καὶ ἀῤῥωστοῦντας ἐπισκοπεῖν, καὶ θλιβομένους παραμυθεῖσθαι, καὶ ὀδυνωμένους παρακαλεῖν, καὶ πάντα τρόπον τὰ κατὰ δύναμιν εἰσφέρειν ἅπαντα, καὶ μηδὲν ὅλως παραιτεῖσθαι τῶν εἰς σωτηρίαν καὶ ἀνάπαυσιν τῶν ἀδελφῶν γινομένων τῶν ἡμετέρων. Εἰ δὲ χήραν γυναῖκα τοσαῦτα ἀπαιτεῖ κατορθώματα, τίνος ἂν εἴημεν ἀπολογίας ἄξιοι οἱ ἄνδρες ἡμεῖς ταῦτα μὴ ποιοῦντες, ἃ γυναῖκας χήρας ποιεῖν ἐνομοθέτησεν ὁ Παῦλος; Ἀλλ' ἴσως ἂν εἴποι τις· Καὶ πῶς χήραν γυναῖκα τοσαύτην ἀπαιτεῖ ἀκρίβειαν, ὅτε δὲ περὶ παρθενίας ἐπέστελλεν, οὐδὲν διελέχθη τοιοῦτον; Πλείονα μὲν τούτων φιλοσοφίαν αὐτὰς ἀπῄτησεν. Ὅταν γὰρ εἴπῃ· Μεμέρισται ἡ γυνὴ καὶ ἡ παρθένος· καί· Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· καὶ πάλιν·
English
Even if you stretch out your hands in prayer on their behalf, because of that service God, seeing them, is more moved and grants the request. For to give money might belong to many; but to minister to those in need oneself, and to do this with zeal and love and brotherly affection, requires a great and noble and philosophic soul. And this is what Paul especially seeks above all, commanding those in affliction and poverty and distress to grieve with them in such a way as if they were in the same terrible circumstances. For to the prisoners, he says, as bound with them. Therefore he did not stop his discourse here only, but added another thing: If she relieved the afflicted, if she followed every good work. What is this: If she followed every good work? So as to enter even into prison, and to visit the bound, and to look after the sick, and to comfort the afflicted, and to encourage the sorrowing, and in every way to contribute everything according to one's ability, and to refuse nothing at all of the things that contribute to the salvation and rest of our brothers. But if he demands such great achievements of a widow woman, of what defense would we men be worthy, who do not do these things that Paul has ordained for widow women to do? But perhaps someone might say: And how does he demand such great strictness of a widow woman, when, writing about virginity, he said nothing of the kind? He demanded greater philosophy of them than these things. For when he says: The woman and the virgin are divided; and: The unmarried woman cares for the things of the Lord, how she may please the Lord; and again:
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:30 · narrative
Source
Τοῦτο δὲ λέγω διὰ τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως· οὐδὲν ἄλλο διὰ τούτων αἰνίττεται τῶν ῥημάτων ἀλλ' ἢ ὅτι τῶν βιωτικῶν ἁπάντων πραγμάτων καθάπαξ ἑαυτὴν ἀποῤῥήξασαν τὴν παρθένον ὁλόκληρον ἀναθεῖναι δεῖ τῷ Θεῷ τὴν ψυχὴν καὶ μηδὲν πρὸς τὴν γῆν ἔχειν κοινὸν, μηδὲ ποτὲ μὲν τούτοις, ποτὲ δὲ ἐκείνοις σχολάζειν, ἀλλὰ καθόλου τούτοις ἀποταξαμένην, ὅλην εἰς τὰ πνευμα-τικὰ πράγματα ἀναλίσκειν τὴν σχολήν. Καὶ ἡ παρα-βολὴ δὲ τῶν δέκα παρθένων αὐτὸ τοῦτο ἐδήλωσεν ἡμῖν. Διὰ τοῦτο γοῦν ἀπεκλείσθησαν τοῦ νυμφῶνος, ὅτι ἔλαιον οὐκ εἶχον· ἔλαιον δὲ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ φιλανθρωπία καὶ ἐλεημοσύνη καὶ φιλοφροσύνη καὶ προστασία τῶν ἀδικουμένων καὶ παράκλησις τῶν ὀδυνωμένων· ὅπερ οὐκ ἔχουσαι ἀπῆλθον ἐκεῖναι, καὶ τοῦ νυμφῶνος ἐξέπεσον. ϛʹ. Ταῦτ' οὖν εἰδότες ἅπαντα, καὶ γυναῖκες, καὶ ἄν-δρες, καὶ παρθένοι, καὶ γεγαμημέναι, καὶ χῆραι, πολλὴν τῆς ἐλεημοσύνης
ποιώμεθα σπουδήν· καὶ μὴ λέγωμεν, ὅτι ὁ δεῖνα πονηρὸς καὶ οὐκ ἄξιος εὖ πα-θεῖν, ὁ δεῖνα εὐτελὴς, ὁ δεῖνα ἀπεῤῥιμμένος. Μὴ πρὸς τὴν ἀξίαν ἴδῃς τοῦ δεομένου τῆς θεραπείας, ἀλλὰ πρὸς τὴν χρείαν μόνον. Κἂν γὰρ εὐτελὴς ᾖ καὶ ἀπεῤῥιμμένος, κἂν εὐκαταφρόνητος, ὁ Χριστὸς οὕτω σοι λογίζεται τὸν μισθὸν, ὡς αὐτὸς εὖ παθὼν δι' ἐκείνου. Ἵνα γὰρ μὴ πρὸς τὴν ἀξίαν βλέπωμεν τῶν εὐεργετουμένων, ἄκουσον τί φησι· Πεινῶντά με εἴ-δετε, καὶ ἐθρέψατε. Εἶτα ἐκείνων λεγόντων· Πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἐπήγαγε λέγων· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε· ὥστε οὐδεμία ἡμῖν καταλέλει-πται πρόφασις.
English
I say this for the sake of what is honorable and for close attendance upon the Lord without distraction. By these words he hints at nothing else than that the virgin, having once for all torn herself away from all worldly affairs, must dedicate her whole soul to God and have nothing in common with the earth, nor be at leisure sometimes for these things and sometimes for those, but having renounced them altogether, must spend all her leisure on spiritual matters. And the parable of the ten virgins showed us this very thing. For this reason, then, they were shut out from the bridal chamber, because they had no oil. And the oil is nothing other than love for humanity and almsgiving and kindness and the protection of those who are wronged and the comforting of those in pain. Since those women did not have this, they departed and fell away from the bridal chamber. Knowing all these things, therefore—both women and men, both virgins and married women and widows—let us make great earnestness of almsgiving, and let us not say, "So-and-so is wicked and unworthy to be treated well; so-and-so is worthless; so-and-so is cast off." Do not look at the worthiness of the one who needs care, but only at his need. For even if he is worthless and cast off, even if he is contemptible, Christ reckons the reward to you as though he himself had been treated well through that man. For so that we should not look at the worthiness of those who are benefited, hear what he says: "I was hungry, and you fed me." Then, when they said, "When did we see you hungry and feed you?" he added, saying, "Inasmuch as you did it to one of these little ones, you did it to me"—so that no excuse at all is left to us.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:31 · narrative
Source
Ἵνα γὰρ μὴ λέγωμεν, ὅτι Ποῦ νῦν κατὰ τὸν Ἠλίαν εὑρεῖν; ποῦ δὲ κατὰ τὸν Ἐλισσαῖον; καὶ, Δός μοι τοιούτους ἄνδρας, καὶ μετὰ πάσης αὐ-τοὺς ὑποδέξομαι τῆς προθυμίας, καὶ οὐ παραιτήσο-μαι νίψαι τοὺς πόδας καὶ παντὶ θεραπεῦσαι τρόπῳ· ἵνα μὴ ταῦτα λέγωμεν, ὃ πολλῷ μεῖζόν ἐστιν, αὐτὸς ὁ τοῦ Ἠλίου καὶ τοῦ Ἐλισσαίου καὶ τῶν προφητῶν Δεσπότης ἁπάντων διὰ τῶν πενήτων ὑπέσχετο πρὸς ἡμᾶς εἰσιέναι, λέγων· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν μικρῶν, ἐμοὶ ἐποιήσατε. Ἀλλὰ μὴ παραδράμῃς τὸ εἰρημένον. Τὸ γὰρ, Πει-νῶντά με εἴδετε καὶ ἐθρέψατε, τέσσαρας ἀνάγκας ἐφίστησιν ἐλεημοσύνης· τὸ ἀξιόπιστον τοῦ αἰτοῦντος, ὅτι Δεσπότης ἐστὶν ὁ αἰτῶν· τὸ ἀναγκαῖον τῆς χρείας, ὅτι πεινᾷ· τὸ εὔκολον τῆς δόσεως, ὅτι τραφῆναι ζητεῖ καὶ ἄρτον αἰτεῖ μόνον, οὐχὶ τρυφήν· τὸ μέγεθος τῆς δωρεᾶς, ὅτι βασιλείαν ἀντὶ τούτων τῶν μικρῶν ἐπαγγέλλεται. Ἀπάνθρωπος εἶ καὶ ὠμὸς καὶ ἀνηλεής; Αἰδέσθητι, φησὶ, τὸ ἀξίωμα τοῦ αἰτοῦντος. Ἀλλ' οὐ δυσωπεῖ σε τὸ ἀξίωμα; Πρὸς τὴν συμφορὰν ἐπι-κάμφθητι. Ἀλλ' οὔτε τὰ τῆς συμφορᾶς εἰς ἔλεόν σε ἐπικάμπτει; Διὰ τὸ τῆς αἰτήσεως εὔκολον δός. Οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι; Οὐκοῦν διὰ τὸ μέγεθος τῶν ἐπηγγελμένων ἀγαθῶν παράσχες τῷ δεομένῳ. Ὁρᾷς τέσσαρας αἰτίας δυναμένας καὶ τὸν λίθον αὐτὸν, καὶ τὸν μικρολόγον, καὶ τὸν τετυφω-μένον, καὶ τὸν ἀνηλεῆ, καὶ τὸν νωθρότατον ἁπάντων ἀνθρώπων διαναστῆσαι; Τίς οὖν ἔσται συγγνώμη τοῖς μετὰ τοσαύτην παραίνεσιν καὶ συμβουλὴν τῶν δεο-μένων ὑπερορῶσιν; Εἴπω δὴ καὶ ἕτερον πρὸς τού-τοις·
English
For so that we may not say, "Where now can we find men like Elijah? Where like Elisha? Give me such men, and I will receive them with all eagerness, and I will not refuse to wash their feet and to serve them in every way"—so that we may not say these things, here is something far greater: the very Master of Elijah and Elisha and all the prophets has promised to come in to us through the poor, saying, "Inasmuch as you did it to one of these little ones, you did it to me." But do not pass over what has been said. For the words "I was hungry and you fed me" set before us four compelling reasons for almsgiving: the worthiness of the one who asks, because it is the Master who asks; the urgency of the need, because he is hungry; the ease of giving, because he seeks only to be fed and asks only for bread, not for luxury; the greatness of the gift, because in return for these small things he promises a kingdom. Are you inhuman and harsh and merciless? Be ashamed, he says, of the dignity of the one who asks. But does his dignity not move you? Be bent by his misfortune. But does neither his misfortune bend you to mercy? Give because of the ease of the request. Can neither his dignity, nor the urgency of his need, nor the ease of giving persuade you? Then because of the greatness of the good things promised, grant to the one in need. Do you see four reasons able to rouse even the stone itself, and the stingy man, and the puffed-up man, and the merciless man, and the laziest of all men? What excuse, then, will there be for those who, after so great an exhortation and counsel, overlook those in need? Let me also add another point besides these.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:32 · narrative
Source
ἀκουέτωσαν οἱ μεμυημένοι. Αὐτὸς, ὅταν δέῃ σε θρέψαι, οὐδὲ τῆς σαρκὸς φείδεται τῆς ἑαυτοῦ· ὅταν δέῃ σε ποτίσαι, οὐδὲ τοῦ αἵματος φείδεται, οὐδὲ φθο-νεῖ· σὺ δὲ οὐδὲ ἄρτου μεταδίδως, οὐδὲ ποτηρίου; Καὶ ποίαν ἕξεις συγγνώμην τοιαῦτα λαμβάνων, καὶ οὕτω τίμια, καὶ τῶν εὐτελῶν φειδόμενος; Ὅρα μὴ πολλάκις φειδόμενος τῷ Χριστῷ δοῦναι ἐπὶ κέρδει, δῷς ἐπὶ βλάβῃ τῷ διαβόλῳ. Ὅταν γὰρ πένησι μὴ δῶμεν, συκοφάνταις διδόαμεν· κλέπται πολλάκις, ἢ καὶ οἰκέται κακοῦργοι λαμβάνοντες ἀπῆλθον, ἢ καὶ ἕτεραι πραγμάτων περιστάσεις. Καὶ ταῦτα δὲ ὅταν διαφύγωμεν ἅπαντα, θάνατος ἐπελθὼν γυμνὸν ἀπ-ήγαγεν. Ἵν' οὖν μὴ ταῦτα γίνηται, προλαβόντες δῶ-μεν αἰτοῦντι τῷ Χριστῷ, καὶ εἰς τὸν ἄσυλον ἀποθώ-μεθα θησαυρὸν, ἵνα καὶ ὑπὲρ τῆς φυλακῆς καὶ ὑπὲρ τῆς προσόδου θαῤῥῶμεν. Οὐ γὰρ διατηρεῖ μόνον, ἅπερ ἔλαβε, μετὰ ἀκριβείας· ἀλλὰ μετὰ πλείονος αὐτὰ ἀποδίδωσί σοι τῆς προσθήκης πάλιν. Μὴ τοίνυν νομίζωμεν ἡμῖν ἐλαττοῦσθαι τὴν οὐσίαν, ὅταν ἐλεη-μοσύνην παρέχωμεν. Οὐ γὰρ ἐλαττοῦται, ἀλλ' αὔξε-ται· οὐ δαπανᾶται, ἀλλὰ πλεονάζει, καὶ πραγματεία τίς ἐστι καὶ σπόρος τὸ γινόμενον· μᾶλλον δὲ ἀμφο-τέρων τούτων κερδαλεώτερον καὶ ἀσφαλέστερον. Ἡ μὲν γὰρ ἐμπορία καὶ πνεύμασι καὶ κύμασι θαλάσσης ὑπόκειται καὶ ναυαγίοις πολλοῖς, καὶ τὰ σπέρματα καὶ αὐχμοῖς καὶ ἐπομβρίαις καὶ ἑτέραις ἀέρων ἀνωμαλίαις· τὰ δὲ εἰς τὴν χεῖρα τοῦ Χριστοῦ κατα-βαλλόμενα χρήματα ἀνώτερα πάσης ἐστὶν ἐπιβουλῆς. Οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ λαβόντος τὰ δοθέντα ἅπαξ·
English
Let those who have been initiated hear. He himself, when it is needful to feed you, does not spare even his own flesh; when it is needful to give you drink, he does not spare even his blood, nor does he begrudge it; but do you not even share a loaf, not even a cup? And what excuse will you have, receiving such things and so precious, yet sparing the cheap things? See that you do not often, by sparing in order to give to Christ for gain, give to the devil for harm. For when we do not give to the poor, we give to informers; often thieves, or even wicked servants, have taken and gone off with it, or other circumstances of affairs. And even when we escape all these things, death comes and leads us away naked. So that these things may not happen, let us take the lead and give to Christ when he asks, and lay it up in the inviolable treasury, so that we may have confidence both for its guarding and for its increase. For he does not merely keep safe what he has received with exactness, but he gives it back to you with a greater addition again. Let us not, then, think that our substance is diminished when we provide alms. For it is not diminished but increased; it is not spent but multiplied, and what happens is a kind of business and sowing—or rather, more profitable and safer than both of these. For commerce is subject to winds and waves of the sea and to many shipwrecks, and seeds to droughts and floods and other irregularities of the air; but money deposited into the hand of Christ is above every plot. No one can snatch from the hand of the one who has received what has once been given.
khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:33 · narrative
Source
ἀλλὰ μένει πολὺν ἡμῖν καὶ ἄφατον ἐργαζόμενα τὸν καρπὸν, καὶ τὸν ἄμητον ἐν καιρῷ φέροντα πλούσιον. Ὁ σπείρων γὰρ φειδομένως, φησὶ, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Σπείρωμεν τοίνυν μετὰ δαψιλείας, ἵνα καὶ
οὕτω θερίσωμεν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
but they remain, producing for us much and ineffable fruit, and bringing a rich harvest in due season. For "he who sows sparingly," it says, "will also reap sparingly; and he who sows in blessings will also reap in blessings." Let us therefore sow with abundance, so that we may also thus reap, and enjoy eternal life; which may we all attain, by the grace and love for humanity of our Lord Jesus Christ, with whom to the Father together with the Holy Spirit be glory, power, honor, now and always, and unto the ages of ages. Amen.
Citation. Tergwame, “In illud Vidua eligatur”, khazarzar-john-chrysostom-in-illud-vidua-eligatur:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-john-chrysostom-in-illud-vidua-eligatur#s1
Colophon. Source: khazarzar ·
licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0039 ·
generated 2026-11-15.