ΕΙΣ ΤΟ ΑΠΟΣΤΟΛΙΚΟΝ ΡΗΤΟΝ Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.
αʹ. Πρὸς τὰς τοῦ μέλιτος πηγὰς καὶ τήμερον ὑμᾶς χειραγωγῆσαι βούλομαι, μέλιτος οὐδέποτε κόρον ἔχοντος. Τοιαύτη γὰρ τῶν Παύλου ῥημάτων ἡ φύσις, καὶ πάντες δὲ, ὅσοι πληροῦσι τὰς ἑαυτῶν καρδίας ἐκ τῶν πηγῶν τούτων, διὰ τοῦ Πνεύματος τοῦ ἁγίου φθέγγονται· μᾶλλον δὲ καὶ μέλιτος ἀρετὴν ἀπο κρύπτει πᾶσαν ἡ τῶν θείων ἡδονὴ λογίων. Καὶ τοῦτο δηλῶν ὁ Προφήτης ἔλεγεν, Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Οὐ μέλιτος δέ ἐστιν ἡδίων μόνον, ἀλλὰ καὶ χρυσίου καὶ λίθου παντὸς τιμιωτέρα καὶ ἀργυρίου παντὸς καθαρωτέρα ἡ ἡδονὴ τῶν θείων λογίων.
Τὰ λόγια γὰρ Κυρίου, φησὶ, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Διὰ τοῦτο καί τις σοφὸς ἔλεγεν· Ἐσθίειν μέλι πολὺ οὐ καλὸν, τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. Ἐξ ἐκείνου μὲν γὰρ καὶ νόσος οὐκ οὖσα τίκτεται πολλάκις, ἀπὸ δὲ τούτων καὶ τὴν οὖσαν ἀῤῥωστίαν ἀποθέσθαι δυνάμεθα· καὶ τὸ μὲν μέλι κατὰ πέψιν διαφθείρεται, τὰ δὲ λόγια τὰ θεῖα, ὅταν πεφθῇ, τότε καὶ ἡδίω γίνε ται καὶ χρησιμώτερα, αὐτοῖς τε τοῖς ἔχουσι, καὶ ἑτέροις πολλοῖς. Καὶ τραπέζης μέν τις αἰσθητῆς μετὰ δαψιλείας ἀπολαύων, εἶτα ἐκεῖθεν ἐρευγόμενος, ἀηδὴς τῷ κοινωνοῦντι γίνεται· ἀπὸ διδασκαλίας δέ τις ἐρευξάμενος πνευματικῆς, πολλῆς τῆς εὐωδίας μετα δίδωσι τῷ πλησίον. Ὁ γοῦν Δαυῒδ τοιαύτης συνεχῶς ἀπολαύων ἑστιάσεως ἔλεγεν, Ἐξηρεύξατο ἡ καρ δία μου λόγον ἀγαθόν. Ἔστι γὰρ καὶ πονηρὸν λόγον ἐρεύξασθαι.
ON THE APOSTOLIC SAYING: But because of fornications, let each man have his own wife.
1. I wish today as well to lead you by the hand to the springs of honey, honey that never cloys. For such is the nature of Paul's words, and all who fill their own hearts from these springs speak through the Holy Spirit; indeed, the sweetness of the divine oracles surpasses the excellence of all honey. Declaring this, the Prophet said, How sweet to my throat are your words, beyond honey in my mouth. Nor is the sweetness of the divine oracles only sweeter than honey, but also more precious than gold and every stone, and purer than all silver.
For the words of the Lord, he says, are pure words, silver tried in fire, tested for the earth, purified sevenfold. Therefore also a certain wise man said: To eat much honey is not good, but glorious words must be honored. For from that, often even a sickness that was not there is produced, but from these we are able to put away even the sickness that is present; and honey is corrupted in digestion, but the divine oracles, when they have been digested, then become both sweeter and more useful, both to those who possess them and to many others. And one who enjoys a perceptible table with abundance, and then belches from it, becomes unpleasant to his companion; but one who has belched from spiritual teaching imparts much fragrance to his neighbor. At any rate David, continually enjoying such a banquet, said, My heart has belched forth a good word. For it is possible to belch forth an evil word as well.
Καὶ καθάπερ ἐπὶ τῆς αἰσθητῆς τρα πέζης κατὰ τὴν φύσιν τῶν ἐδεσμάτων καὶ ἡ τῆς ἐρυγῆς ποιότης ἐκδίδοται· οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν ῥημάτων δυνάμεως, οἷάπερ ἂν σιτῶνται, τοιαῦτα καὶ ἐρεύγονται πολλοὶ τῶν ἀνθρώπων.
Οἷον ἐὰν εἰς θέατρον ἀναβῇς καὶ πορνικῶν ᾀσμάτων ἀκούσῃς, τοιαῦτα καὶ ἐρεύξῃ πάντως εἰς τὸν πλησίον ῥήματα· ἂν δὲ εἰς τὴν ἐκκλησίαν ἐλθὼν, μετάσχῃς ἀκουσμάτων πνευματικῶν, τοιαύτας ἕξεις καὶ τὰς ἐρυγάς. Διὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν, Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, τῆς τραπέζης, ἧς ἀεὶ μετεῖχε, τὴν βρῶσιν ἡμῖν ἐνδεικνύμενος. Τούτῳ καὶ ὁ Παῦλος πειθόμενος, παρῄνει λέγων· Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ' εἴ τις ἀγαθός. Καὶ τίς ἐστιν ὁ σαπρὸς, φησίν; Ἐὰν μάθῃς τὸν ἀγαθὸν, τότε εἴσῃ καὶ τὸν σαπρόν· πρὸς γὰρ τὴν ἀντιδιαστολὴν ἐκείνου τοῦ τον τέθεικε. Τίς οὖν ἐστιν ὁ ἀγαθὸς, οὐδὲν δεήσῃ παρ' ἐμοῦ μαθεῖν· αὐτὸς γὰρ ἡμῖν αὐτοῦ τὴν φύσιν ἡρμήνευσεν. Εἰπὼν γὰρ, Εἴ τις ἀγαθὸς, ἐπήγαγε, Πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας, δεικνὺς ὅτι οὗτός ἐστιν ἀγαθὸς ὁ τὸν πλησίον οἰκοδομῶν. Ὥσπερ οὖν ὁ οἰκοδομῶν, ἀγαθὸς, οὕτως ὁ καθαιρῶν, σαπρὸς καὶ φαῦλος. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, εἰ μὲν ἔχεις τι τοιοῦτον εἰπεῖν, ὃ δύναται βελτίω ποιῆσαι τὸν ἀκούοντα, μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· εἰ δὲ μηδὲν τοι οῦτον ἔχεις, ἀλλὰ πονηρὰ καὶ διεφθαρμένα ῥήματα, σίγησον, μὴ κατηγορήσῃς τοῦ πλησίον.
And just as at a physical table, the quality of the belching corresponds to the nature of the foods, so too with the power of words: whatever people feed on, such things do many of them also belch forth.
For example, if you go up to a theater and hear pornographic songs, you will certainly belch forth words of the same kind to your neighbor; but if you come to the church and partake of spiritual things heard, you will have belches of the same kind. This is why the Prophet also said, "My heart has belched forth a good word," showing us the food of the table he always partook of. Paul, persuaded by this, also exhorted, saying: "Let no corrupt word proceed out of your mouth, but if any is good." And what is the corrupt word? he says. If you learn the good, then you will also know the corrupt; for he set it down in contrast to that one. What then is the good? You will not need to learn it from me; for he himself has explained its nature to us. For having said, "If any is good," he added, "for the building up of the Church," showing that the good man is the one who builds up his neighbor. Therefore just as the one who builds up is good, so the one who tears down is corrupt and base. And you too, then, beloved, if you have something of that sort to say which can make the hearer better, do not hold back a word in the time of salvation; but if you have nothing of that sort, but rather wicked and corrupt words, be silent, and do not accuse your neighbor.
Οὗτος γὰρ ὁ λόγος σαπρός ἐστιν, οὐκ οἰκοδομῶν τὸν ἀκούοντα, ἀλλὰ καὶ καταστρέφων. Ἄν τε γὰρ ἀρετῆς ἐπιμε λῆται, πρὸς ἀπόνοιαν αἴρεται πολλάκις· ἄν τε ἠμελημένος ᾖ, ῥᾳθυμότερος γίνεται. Ἂν αἰσχρὸν μέλλῃς φθέγγεσθαι ῥῆμα καὶ γέλωτος γέμον, σίγησον. Καὶ γὰρ καὶ οὗτος ὁ λόγος σαπρός ἐστι, τόν τε λέγοντα τόν τε ἀκούοντα ἀσελγεστέρους ποιῶν, καὶ τὰς ἐν ἑκάστῳ πονηρὰς ἐπιθυμίας ἀνάπτων.
Ὥσπερ οὖν τῷ πυρὶ τὰ ξύλα τροφὴ γίνεται καὶ ὕλη, οὕτω τοῖς πονηροῖς βουλεύμασι τὰ ῥήματα. Διὰ τοῦτο οὐ χρὴ πάντα, ἅπερ ἂν ἔχωμεν ἐν διανοίᾳ, φθέγγεσθαι πάντως· ἀλλὰ σπουδάζειν μὲν καὶ τῆς διανοίας αὐτῆς ἐξορίζειν τὰς πονηρὰς ἐπιθυμίας καὶ πᾶσαν αἰσχρὰν ἔννοιαν. Εἰ δέ ποτε λαθόντες παραδεξόμεθα ῥυπαροὺς λογισμοὺς, μηδέποτε διὰ τῆς γλώττης αὐτοὺς ἐκφέρωμεν, ἀλλ' ἀποπνίγωμεν αὐτοὺς διὰ τῆς σιγῆς. Καὶ γὰρ καὶ θη ρία καὶ ἑρπετὰ εἰς λάκκον ἐμπίπτοντα, ἂν μὲν εὕρῃ τινὰ διέξοδον ἄνωθεν, ἀναβάντα ἀγριώτερα γίνεται· ἂν δὲ μένῃ κάτω διηνεκῶς συγκεκλεισμένα, πάντοθεν ἀπόλλυται ῥᾳδίως καὶ ἀφανίζεται· οὕτω δὴ καὶ τὰ πονηρὰ ἐνθυμήματα, ἂν μὲν εὕρῃ τινὰ διὰ τοῦ στό ματος ἡμῶν καὶ τῶν ῥημάτων ἔξοδον, ἀνάπτει τὴν ἔνδον φλόγα· ἂν δὲ ἀποκλείσῃς αὐτὰ διὰ τῆς σιγῆς, ἀσθενέστερα γίνεται, καὶ καθάπερ λιμῷ τηκόμενα τῇ σιωπῇ, ταχέως ἐναποθνήσκει τῇ διανοίᾳ. Ὥστε κἂν ἐπιθυμήσῃς τινὰ αἰσχρὰν ἐπιθυμίαν, μὴ φθέγξῃ δὲ ῥῆμα αἰσχρὸν, κατέσβεσας καὶ τὴν ἐπιθυμίαν.
For this kind of talk is rotten, not building up the hearer but even tearing him down. For if a man devotes himself to virtue, he is often lifted up to arrogance; and if he is negligent, he becomes more slack. If you are about to utter a shameful word full of laughter, be silent. For this kind of talk too is rotten, making both the speaker and the hearer more licentious, and kindling the evil desires in each person.
Just as wood becomes food and fuel for fire, so words become fuel for evil designs. For this reason it is not necessary to utter absolutely everything that we may have in our mind; but we should strive even to banish evil desires from the mind itself and every shameful thought. And if at some point we unknowingly admit filthy reasonings, let us never bring them out through the tongue, but let us smother them through silence. For wild beasts and reptiles too, when they fall into a pit, if they find some way out from above, climb up and become fiercer; but if they remain below continually shut in, they are easily destroyed from every side and vanish. So too evil thoughts: if they find some exit through our mouth and words, they kindle the flame within; but if you shut them in through silence, they become weaker, and as if wasting away from hunger by silence, they quickly die within the mind. So that even if you desire some shameful desire, but do not utter a shameful word, you have quenched the desire as well.
Οὐκ ἔχεις διάνοιαν καθαράν; Κἂν στόμα ἔχε καθαρὸν, καὶ μὴ κενώσῃς ἔξω τὸν βόρβορον, ἵνα μὴ καὶ ἕτερον καὶ σαυτὸν καταβλάψῃς. Οὐ γὰρ τοῖς λέγουσι μόνον, ἀλλὰ καὶ τοῖς ἀκούουσιν αἰσχρὰ φθεγγομένων ἑτέρων πολλὴ προσγίνεται κηλίς. Διὰ τοῦτο παραινῶ καὶ συμβουλεύω, μὴ μόνον τοῦ λέγειν τὰ τοιαῦτα, ἀλλὰ καὶ λεγόντων ἑτέρων τοῦ ἀκούειν ἀπέχεσθαι, καὶ τῷ θείῳ προσηλῶσθαι νόμῳ διηνεκῶς. Τὸν γὰρ τοιοῦτον καὶ ὁ Προφήτης μακαρίζει, λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
βʹ. Ἐν μὲν οὖν τοῖς ἔξωθεν συλλόγοις, εἰ καί τι λεχθείη ποτὲ χρηστὸν, ἀλλ' ἐν πολλοῖς τοῖς φαύλοις μό λις ἓν ὑγιὲς οἱ πολλοὶ φθέγγονται· ἐπὶ δὲ τῶν θείων Γραφῶν τοὐναντίον ἅπαν· πονηρὸν μὲν οὐδένα οὐδέ ποτε ἀκούσῃ λόγον, πάντας δὲ σωτηρίας καὶ πολλῆς γέμοντας φιλοσοφίας· οἷα δὴ καὶ τὰ σήμερον ἡμῖν ἀναγνωσθέντα. Τίνα δὲ ταῦτά ἐστι; Περὶ δὲ ὧν ἐγράψατέ μοι, φησὶ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτε σθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. Περὶ γάμων ὁ Παῦλος νομοθετεῖ, καὶ οὐκ αἰσχύνεται, οὐδὲ ἐρυθριᾷ· καὶ μάλα εἰκότως. Εἰ γὰρ ὁ Δεσπότης αὐτοῦ γάμον ἐτίμησε, καὶ οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ τῇ παρουσίᾳ καὶ τῷ δώρῳ τὸ πρᾶγμα ἐκόσμησε (καὶ γὰρ καὶ δῶρα τῷ γάμῳ μείζονα ἁπάντων εἰσήνεγκε, τὴν τοῦ ὕδατος φύσιν εἰς οἶνον μεταβαλὼν), πῶς ὁ δοῦλος ἠρυθρίασεν ἂν περὶ γάμου νομοθετῶν;
Do you not have a pure mind? Even if you have a pure mouth, do not empty out the filth, lest you harm both another and yourself. For not only to those who speak but also to those who hear, when others utter shameful things, great defilement comes. Therefore I exhort and advise that you abstain not only from speaking such things but also from hearing them when others speak, and that you be continually fastened to the divine law. For the Prophet also calls such a man blessed, saying: Blessed is the man who did not walk in the counsel of the ungodly, and did not stand in the way of sinners, and did not sit in the seat of the pestilent; but his will is in the law of the Lord, and in his law he will meditate day and night.
2. In gatherings outside the church, then, even if something useful is ever said, yet amid many worthless things the many scarcely utter one sound word; but in the divine Scriptures it is the opposite in every way: you will never hear any wicked word, but all are full of salvation and great philosophy—such indeed are the things read to us today. And what are these? Now concerning the things of which you wrote to me, he says, it is good for a man not to touch a woman; but because of fornications, let each man have his own wife, and each woman her own husband. Paul legislates concerning marriage, and he is not ashamed, nor does he blush; and very reasonably so. For if his Master honored marriage and was not ashamed, but adorned the matter both by his presence and by his gift (for he brought to the marriage greater gifts than all, changing the nature of water into wine), how would the servant have blushed when legislating concerning marriage?
Οὐ γὰρ πονηρὸν ὁ γάμος πρᾶγμα, ἀλλὰ πονηρὸν ἡ μοι χεία, πονηρὸν ἡ πορνεία· γάμος δὲ πορνείας ἀναιρε τικὸν φάρμακον.
Μὴ τοίνυν αὐτὸν ἀτιμάζωμεν ταῖς διαβολικαῖς πομπαῖς· ἀλλ', ὅπερ ἐποίησαν οἱ ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ οἱ νῦν γυναῖκας λαμβάνοντες ποιείτωσαν, τὸν Χριστὸν ἐχέτωσαν μέσον. Καὶ πῶς δυνατὸν τοῦτο γενέσθαι, φησί; Δι' αὐτῶν τῶν ἱερέων· Ὁ δεχόμενος γὰρ, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται. Ἂν τοίνυν τὸν διάβολον ἀπελάσῃς, ἂν τὰ πορνικὰ ᾄσματα, καὶ τὰ κεκλασμένα μέλη, καὶ τὰς ἀτάκτους χορείας, καὶ τὰ αἰσχρὰ ῥήματα, καὶ τὴν διαβολικὴν πομπὴν, καὶ τὸν θόρυβον, καὶ τὸν κεχυμένον γέλωτα καὶ τὴν λοιπὴν ἐξελάσῃς ἀσχημοσύνην, εἰσαγάγῃς δὲ τοὺς ἁγίους Χριστοῦ δούλους, καὶ ὁ Χριστὸς δι' αὐτῶν παρέσται πάντως μετὰ τῆς μητρὸς καὶ τῶν ἀδελ φῶν· Ὃς γὰρ ἂν ποιήσῃ, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστι.
Καὶ οἶδα ὅτι βαρύς τισιν εἶναι δοκῶ καὶ φορτικὸς, ταῦτα παραινῶν καὶ παλαιὸν ἔθος ἐκ κόπτων. Πλὴν ἀλλ' οὐδέν μοι τούτου μέλει· οὐ γὰρ τῆς χάριτος τῆς παρ' ὑμῶν, ἀλλὰ τῆς ὠφελείας δέο μαι τῆς ὑμετέρας· οὐ τῶν κρότων καὶ τῶν
For marriage is not an evil thing, but evil is the adultery, evil is the fornication; marriage is a medicine that destroys fornication. Let us not, then, dishonor it with diabolical processions; but just as those in Cana of Galilee did, let those who now take wives also do: let them have Christ in their midst. And how is this possible, he says? Through the priests themselves; for he who receives you, he says, receives me. If, then, you drive away the devil, if you expel the fornicating songs, and the broken melodies, and the disorderly dances, and the shameful words, and the diabolical procession, and the clamor, and the unrestrained laughter, and the rest of the indecency, and bring in the holy servants of Christ, Christ himself will surely be present through them, together with his mother and his brothers; for whoever does, he says, the will of my Father, he is my brother and sister and mother. And I know that I seem to some to be burdensome and tiresome, giving this advice and cutting off an old custom. But nevertheless I care nothing for this; for I do not need the favor that comes from you, but your benefit; not the applause and the
ἐπαίνων, ἀλλὰ τοῦ κέρδους καὶ τῆς φιλοσοφίας. Μή μοι λεγέτω τις, ὅτι ἔθος ἐστίν· ὅπου ἁμαρτία τολμᾶται, ἔθους μὴ μνησθῇς· ἀλλ', εἰ μὲν πονηρὰ τὰ γινόμενα, κἂν παλαιὸν ἔθος ᾖ, κατάλυσον· ἂν δὲ μὴ πονηρὰ, κἂν συνήθεια μὴ ᾖ, εἰσάγαγε καὶ καταφύτευσον. Ὅτι δὲ οὐ παλαιὸν ἔθος ἦν τὸ τοιαῦτα ἀσχημονεῖν, ἀλλὰ καινοτομία τίς ἐστι τὰ γινόμενα, ἀναμνήσθητι πῶς ἔγημεν ὁ Ἰσαὰκ τὴν Ῥεβέκκαν, πῶς ὁ Ἰακὼβ τὴν Ῥχήλ. Καὶ γὰρ τῶν γάμων αὐτῶν μέμνηται ἡ Γραφὴ, καὶ πῶς εἰς τὰς οἰκίας τῶν νυμφίων ἤχθησαν αὗται αἱ νύμφαι λέγει, καὶ οὐδενὸς τοιούτου μέμνηται· ἀλλὰ συμπόσιον μὲν καὶ δεῖπνον ἐποιήσαντο τοῦ συν ήθους φαιδρότερον, καὶ τοὺς προσήκοντας ἐκάλεσαν εἰς τοὺς γάμους· αὐλοὶ δὲ, σύριγγες, καὶ κύμβαλα, καὶ τὰ οἰνώδη σκιρτήματα, καὶ ἡ λοιπὴ ἡ νῦν ἀσχη μοσύνη πᾶσα ἐκποδὼν ἦν. Οἱ δὲ ἐφ' ἡμῶν καὶ ὕμνους εἰς τὴν Ἀφροδίτην ᾄδουσι χορεύοντες, καὶ μοιχείας πολλὰς, καὶ γάμων διαφθορὰς, καὶ ἔρωτας παρανό μους, καὶ μίξεις ἀθέσμους, καὶ πολλὰ ἕτερα ἀσεβείας καὶ αἰσχύνης γέμοντα ᾄσματα κατ' ἐκείνην ᾄδουσι τὴν ἡμέραν, καὶ μετὰ μέθην καὶ τοσαύτην ἀσχημο σύνην δι' αἰσχρῶν ῥημάτων δημοσίᾳ τὴν νύμφην πομπεύουσι.
of praises, but of gain and philosophy. Let no one say to me, "It is a custom"; where sin is dared, do not mention custom; but if the things done are evil, even if it is an ancient custom, abolish it; but if they are not evil, even if it is not a habit, introduce and plant it. And that it was not an ancient custom to behave shamefully in such ways, but the things done are some innovation, remember how Isaac married Rebekah, how Jacob married Rachel. For the Scripture mentions their marriages, and says how these brides were brought into the houses of the bridegrooms, and mentions nothing of the kind; but they made a symposium and a dinner more splendid than the usual, and called their relatives to the wedding; but flutes, pipes, and cymbals, and the wine-laden leapings, and all the rest of the present shamefulness were absent. But those in our time, dancing, sing hymns to Aphrodite, and many songs about adulteries, and corruptions of marriages, and unlawful loves, and lawless unions, and many other things full of impiety and shame they sing on that day, and after drunkenness and so much shamefulness they parade the bride publicly with shameful words.
Πῶς οὖν αὐτὴν ἀπαιτεῖς σωφροσύνην, εἰπέ μοι, εἰς τοσαύτην ἀναίδειαν ἐκ πρώτης αὐτὴν παιδοτριβῶν τῆς ἡμέρας, καὶ παρασκευάζων ἐπ' ὄψεσιν αὐτῆς καὶ γίνεσθαι καὶ λέγεσθαι ταῦτα, ἃ μη δὲ σπουδαίοις ἀνδραπόδοις ἀκοῦσαι θέμις; Τοσοῦτον χρόνον ἐπόνεσεν ὁ πατὴρ μετὰ τῆς μητρὸς φυλάττων τὴν παρθένον, ὥστε μήτε εἰπεῖν, μήτε ἑτέρου ἀκοῦ σαι λέγοντός τι τῶν τοιούτων ῥημάτων, καὶ θαλάμους, καὶ γυναικωνίτιδας, καὶ φύλακας, καὶ θύρας, καὶ μοχλοὺς, καὶ τὰς ἐν ἑσπέρᾳ προόδους, καὶ τὸ μηδενὶ φαίνεσθαι μηδὲ τῶν ἐπιτηδείων, καὶ πολλὰ ἕτερα πλείονα τούτων πραγματευόμενος, καὶ σὺ πάντα ἐκεῖνα ἐν μιᾷ ἐλθὼν ἐξέχεας ἡμέρᾳ, ἀναίσχυντον αὐτὴν παρασκευάζων γενέσθαι διὰ τῆς ἀτίμου πομ πῆς ἐκείνης, καὶ διεφθαρμένα ῥήματα εἰς τὴν ψυχὴν εἰσάγων τῆς νύμφης; Οὐκ ἐντεῦθεν τὰ μετὰ ταῦτα κακά; οὐκ ἐντεῦθεν μοιχεῖαι καὶ ζηλοτυπίαι; οὐκ ἐντεῦθεν ἀπαιδίαι καὶ χηρεῖαι καὶ ὀρφανίαι ἄωροι; Ὅταν γὰρ τοὺς δαίμονας καλῇς διὰ τῶν ᾀσμάτων, ὅταν τὴν ἐκείνων ἐπιθυμίαν πληροῖς διὰ τῶν αἰσχρῶν ῥημάτων, ὅταν μίμους καὶ μαλακοὺς εἰς τὴν οἰκίαν εἰσάγῃς καὶ τὸ θέατρον ἅπαν, ὅταν πορνῶν ἐμπλή σῃς τὴν οἰκίαν, καὶ τῶν δαιμόνων ὁλόκληρον παρασκευάσῃς ἐκεῖ κωμᾶσαι τὸν χορὸν, τί προσδοκᾷς λοιπὸν ὑγιὲς, εἰπέ μοι; Τίνος δὲ ἕνεκεν καὶ ἱερέας εἰσ άγεις, μέλλων τῇ ὑστεραίᾳ τοιαῦτα τελεῖν; Βούλει φιλοτιμίαν ἐπιδείξασθαι κέρδος ἔχουσαν; Κάλεσον χοροὺς πενήτων. Ἀλλ' αἰσχύνῃ πάντως, καὶ ἐρυθριᾷς; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον, ὅταν τὸν μὲν διά βολον ἕλκων εἰς τὴν οἰκίαν, μηδὲν νομίζῃς αἰσχρὸν ποιεῖν, τὸν δὲ Χριστὸν μέλλων εἰσάγειν, ἐρυθριᾷς;
How then do you demand chastity of her, tell me, when from the very first day you train her for such great shamelessness, and arrange for these things both to be done and to be spoken in her sight, which it is not lawful even for earnest slaves to hear? For so long a time the father labored with the mother, guarding the maiden so that she might neither speak nor hear another speaking any such word, and procuring bridal chambers, and women's quarters, and guards, and doors, and bolts, and evening processions, and her appearing to no one, not even of the intimate friends, and many other things more than these—and you, having come, have poured out all those things in a single day, making her shameless through that dishonorable procession, and bringing corrupted words into the soul of the bride? Are not the evils that follow from here? Are not adulteries and jealousies from here? Are not childlessness and widowhoods and untimely orphanhoods from here? For when you call the demons through the songs, when you fulfill their desire through the shameful words, when you bring mimes and effeminate men into the house and the whole theater, when you fill the house with prostitutes, and arrange for the whole chorus of demons to revel there, what do you expect thereafter that is sound, tell me? And for what reason do you also bring in a priest, when you are about to perform such things on the next day? Do you wish to display a generosity that has gain? Call choirs of the poor. But are you altogether ashamed, and do you blush? And what is worse than this irrationality, when dragging the devil into the house you think you are doing nothing shameful, but when you are about to bring in Christ, you blush?
Ὥσπερ γὰρ πενήτων εἰσιόντων ὁ Χριστὸς παραγί νεται, οὕτω μαλακῶν καὶ μίμων ἐκεῖ χορευόντων ὁ διάβολος ἐν τῷ μέσῳ κωμάζει. Καὶ ἀπὸ μὲν τῆς δαπάνης ἐκείνης κέρδος οὐδὲν, ἀλλὰ καὶ πολλὴ γένοιτ' ἂν ἡ βλάβη· ἀπὸ δὲ τούτων τῶν ἀναλωμάτων πολύν τινα λήψῃ τὸν μισθὸν ταχέως. Ἀλλὰ οὐδεὶς ἐπὶ τῆς πόλεως τοῦτο εἰργάσατο; Ἀλλὰ σὺ κατάρξαι σπούδασον καὶ ἀρχηγὸς γενέσθαι τῆς καλῆς ταύτης συν ηθείας, ἵνα καὶ οἱ μετὰ ταῦτα εἰς σὲ ἀναφέρωσι.
Κἂν ζηλώσῃ τις, κἂν μιμήσηται τοῦτο τὸ ἔθος, πρὸς τοὺς ἐξετάζοντας ἕξουσι λέγειν οἱ ἔγγονοι καὶ οἱ ἐξ ἐγγόνων, ὅτι Ὁ δεῖνα τὸν καλὸν τοῦτον νόμον πρῶτος εἰσήγαγεν. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων, ἐν τοῖς συμποσίοις, οἱ πρὸς τὸ φιλοτιμότερον τὰς ἀνονήτους ταύτας λειτουργίας ἐξάγοντες, παρὰ πολλῶν ᾄδονται· πολλῷ μᾶλλον ἐπὶ τῆς λειτουργίας τῆς πνευματικῆς ἅπαντες ἐπαινέσονται, καὶ χάριν ὁμολογήσουσι τῷ πρώτῳ τὴν θαυμαστὴν ταύτην ἀρχὴν εἰσαγαγόντι, καὶ ἔσται τὸ αὐτὸ καὶ φιλοτιμία καὶ κέρδος. Καὶ γὰρ ὑφ' ἑτέρων τοῦτο κατορθούμενον, σοὶ, τῷ πρώτῳ φυ τευσαμένῳ, τῶν καρπῶν ἐκείνων οἴσει τὴν ἀμοιβήν· τοῦτό σε καὶ πατέρα
For just as when the poor enter, Christ is present, so when effeminate men and mimes dance there, the devil revels in their midst. And from that expense there is no profit, but great harm may even result; but from these expenditures you will quickly receive a great reward. But has no one in the city done this? Rather, be eager to begin and to become the leader of this noble custom, so that those after you may refer it to you.
And if anyone emulates it, if anyone imitates this custom, your descendants and their descendants will have this to say to those who inquire: that such-and-such a person first introduced this noble law. For if in the case of external contests, at banquets, those who stage these unprofitable services with greater ambition are sung of by many, how much more in the case of spiritual service will all praise and give thanks to the one who first introduced this wonderful beginning, and it will be both an honor and a profit. For even when this is accomplished by others, it will bring you, who first planted it, the recompense of those fruits; this will make you also a father
ποιήσει ταχέως, τοῦτο καὶ τῶν τικτομένων προστήσεται, καὶ τὸν νυμφίον τῇ νύμφῃ συγκαταγηράσαι παρασκευάσει. Ὥσπερ γὰρ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ συνεχῶς ὁ Θεὸς, λέγων, ὅτι Ἔσονται οἱ υἱοὶ ὑμῶν ὀρφανοὶ, καὶ αἱ γυναῖκες ὑμῶν χῆραι· οὕτω καὶ τοῖς ἐν ἅπασιν αὐτῷ πειθο μένοις καὶ γῆρας λιπαρὸν καὶ πάντα μετὰ τούτων δώσειν ὑπισχνεῖται τὰ ἀγαθά.
γʹ. Καὶ Παύλου δὲ ἔστιν ἀκοῦσαι τοῦτο λέγοντος, ὅτι θανάτους ἀώρους πολλάκις ἁμαρτημάτων ἐποίησε πλῆθος. Διὰ τοῦτο γὰρ, φησὶν, ἐν ὑμῖν πολλοὶ ἀσθε νεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ὅτι δὲ πένητες τρεφόμενοι οὐδὲν τοιοῦτον ἀφιᾶσι συμπεσεῖν, ἀλλὰ, κἂν γένηταί τι τῶν ἀδοκήτων, ταχίστην ἐπάγου σιν αὐτοῦ τὴν διόρθωσιν, ἀπὸ τῆς κόρης μάνθανε τῆς ἐν Ἰόππῃ. Καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην περιστάντες οἱ τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον. Τοσοῦτον εὐχὴ χηρῶν καὶ πενήτων γέλωτος παντὸς καὶ χορείας ἐστὶ χρησιμωτέρα. Ἐνταῦθα πρὸς μίαν ἡμέραν ἡ τέρψις, ἐκεῖ διηνεκὲς τὸ κέρδος. Ἐννόησον ἡλίκον ἐστὶ τοσαύτας ἐπὶ τῆς κεφαλῆς εὐλογίας λαβοῦσαν τὴν νύμφην, εἰς τὴν οἰκίαν εἰσιέναι τοῦ νυμφίου.
He will quickly bring this about, and he will also stand as protector over those who are born, and he will cause the bridegroom to grow old together with the bride. For just as God continually threatens those who sin, saying, "Your sons will be orphans, and your wives widows," so also to those who obey him in all things he promises to give both a prosperous old age and all good things along with these.
3. And one may hear Paul also saying this, that a multitude of sins has often brought about untimely deaths. For this reason, he says, many among you are weak and sick, and a good number are asleep. But that the poor who are nourished cause nothing of the sort to happen, but even if some unexpected thing occurs, they bring its correction most swiftly—learn this from the girl in Joppa. For once, when she lay dead, the poor who were nourished stood around her and wept and raised her up, and brought her back to life. So much more useful is the prayer of widows and the poor than all laughter and dancing. Here the pleasure lasts for one day; there the profit is continual. Consider how great a thing it is for the bride, having received so many blessings upon her head, to enter the house of the bridegroom.
Πόσων στεφάνων ταῦτα σεμνότερα; πόσου χρησιμώτερα πλούτου; ὡς τά γε νῦν γινόμενα ἐσχάτης παραπληξίας καὶ παραφροσύνης ἐστίν. Εἰ γὰρ μηδὲ κόλασις, μηδὲ τιμωρία τις ἔκειτο τοῖς τὰ τοιαῦτα ἀσχημονοῦσιν, ἐννόησον ὅσης ἐστὶ τιμωρίας, ἀνέχε σθαι τοσαύταις πλυνομένους λοιδορίαις, δημοσίᾳ, πάντων ἀκουόντων, ὑπὸ ἀνθρώπων μεθυόντων καὶ διεφθαρμένων τὸν νοῦν. Οἱ μὲν γὰρ πένητες λαμβά νοντες εὐλογοῦσι, μυρία συνεύχονται τὰ ἀγαθά· ἐκεῖ νοι δὲ μετὰ τὴν μέθην, μετὰ τὴν ἀδηφαγίαν, πάντα βόρβορον σκωμμάτων κατὰ τῆς τῶν γαμούντων καταχέουσι κεφαλῆς, ἅμιλλάν τινα διαβολικὴν πρὸς ἀλ λήλους ἔχοντες· καὶ καθάπερ ἐχθρῶν ὄντων τῶν συνιόντων, οὕτως οἱ προσήκοντες αὐτοῖς φιλοτιμοῦνται πρὸς ἀλλήλους, ἐν τῷ ῥητὰ καὶ ἄῤῥητα λέγειν ὀνείδη περὶ τῶν γημάντων, μιμῆσαι τοὺς ἀντιτεταγμένους· καὶ ἡ πρὸς ἀλλήλους τούτων φιλονεικία μεθ' ὑπερβολῆς ἁπάσης τὸν νυμφίον μετὰ τῆς νύμφης καταισχύνεσθαι παρασκευάζει. Ἆρ' οὖν ἑτέραν ζητήσομεν ἀπόδειξιν, εἰπέ μοι, τῶν δαιμόνων κινούντων τὰς ἐκείνων ψυχὰς ταῦτα καὶ γίνεσθαι καὶ λέγεσθαι παρ' αὐτῶν; Τίς οὖν ἀμφισβητήσει λοιπὸν, ὅτι δαιμόνων κινούντων τὰς ἐκεί νων ψυχὰς καὶ λέγεται ταῦτα πάντα καὶ γίνεται παρ' ἐκείνων; Οὐκ ἔστιν οὐδείς· καὶ γὰρ τοιαῦται τοῦ δια βόλου αἱ ἀντιδόσεις, λοιδορίαι, καὶ μέθαι, καὶ παρα φροσύνη ψυχῆς. Εἰ δέ τις οἰωνίζοιτο τὸ πένητας ἀντὶ τούτων εἰσάγεσθαι, καὶ συμφορᾶς λέγοι εἶναι σύμβολα ταῦτα, μαθέτω καὶ τοῦτο, ὅτι οὐ τὸ πένητας τρέφε σθαι καὶ χήρας, ἀλλὰ τὸ μαλακοὺς καὶ πόρνας, τοῦτο ἁπάσης ἀηδίας καὶ μυρίων ἐστὶ σύμβολον κακῶν.
How much more honorable are these things than crowns? How much more useful than wealth? For what is happening now is the height of madness and insanity. For even if no punishment or penalty were laid up for those who behave so shamefully, consider how great a punishment it is to endure being washed over with so many insults, publicly, with everyone listening, by men who are drunk and corrupted in mind. For the poor, when they receive, bless and pray for countless good things; but those men, after their drunkenness, after their gluttony, pour every kind of filth of mockery over the head of the married couple, having a certain devilish rivalry against one another; and just as if those who are joining together were enemies, so their relatives vie with one another in speaking both express and unspeakable insults about the married couple, imitating those drawn up in battle against them; and their contentiousness toward one another, with every excess, causes the bridegroom together with the bride to be put to shame. Shall we then seek another proof, tell me, that it is the demons who move their souls and that these things are both done and said by them? Who then will any longer dispute that, with demons moving their souls, all these things are both said and done by them? There is no one; for such are the devil's exchanges: insults, and drunkenness, and madness of soul. But if anyone should take it as an omen that the poor are brought in instead of these, and should say that these are symbols of misfortune, let him learn this too, that it is not the feeding of the poor and widows, but of catamites and prostitutes, that is a symbol of all disgust and countless evils.
Πολλάκις γὰρ ἀπ' αὐτῆς τῆς ἡμέρας ἐκ τῶν φίλων τὸν νυμφίον αἰχμάλωτον λαβοῦσα ἀπῆλθεν ἡ πόρνη, καὶ τὸν ἔρωτα τὸν πρὸς τὴν νύμφην ἔσβεσε, καὶ τὴν εὔνοιαν ὑπέσυρε, καὶ τὴν ἀγάπην, πρὶν ἐξαφθῆναι, κατέλυσε, καὶ μοιχείας ἐγκατέβαλε σπέρματα. Ταῦτα δεδοικέναι τοὺς πατέρας ἐχρῆν, εἰ καὶ μηδὲν ἕτερον, καὶ κωλύειν τῶν μίμων καὶ τῶν ὀρχουμένων τὰς εἰς τοὺς γάμους παρουσίας. Γάμος γὰρ, οὐχ ἵνα ἀσελγῶ μεν εἰσενήνεκται, οὐδ' ἵνα πορνεύωμεν, ἀλλ' ἵνα σωφρονῶμεν. Ἄκουσον γοῦν τοῦ Παύλου λέγοντος· Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Δύο γὰρ ταῦτά ἐστι, δι' ἅπερ εἰσενήνεκται γάμος, ἵνα τε σω φρονῶμεν, καὶ ἵνα πατέρες γινώμεθα· τῶν δὲ δύο τούτων προηγουμένη ἡ τῆς σωφροσύνης ἐστὶ πρόφα σις. Ἐπειδὴ γὰρ εἰσῆλθεν ἐπιθυμία, εἰσῆλθε καὶ γά μος τὴν ἀμετρίαν ἐκκόπτων, καὶ πείθων μιᾷ χρῆ σθαι γυναικί. Τὰς γὰρ παιδοποιίας οὐχ ὁ γάμος ποιεῖ πάντως, ἀλλ' ἐκεῖνο τὸ ῥῆμα τοῦ Θεοῦ τὸ λέγον, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν· καὶ μαρτυροῦσιν ὅσοι γάμῳ μὲν ἐχρήσαντο, πατέρες δὲ οὐκ ἐγένοντο. Ὥστε
For often, from that very day, the prostitute has taken the bridegroom captive from among his friends and departed, and has quenched his love for the bride, and has undermined his goodwill, and has destroyed his affection before it was kindled, and has sown seeds of adultery. Fathers ought to have feared these things, even if nothing else, and to have prevented the appearances of mimes and dancers at weddings. For marriage was instituted not that we might be licentious, nor that we might commit fornication, but that we might be chaste. Hear at any rate Paul saying: But because of fornications, let each man have his own wife, and let each woman have her own husband. For these are the two things for which marriage was instituted: that we might be chaste, and that we might become fathers. And of these two, the pretext of chastity is the primary one. For since desire entered in, marriage also entered in, cutting off excess and persuading us to have dealings with one woman. For marriages do not altogether produce childbearing, but that word of God which says, Be fruitful and multiply and fill the earth; and all those bear witness who have entered into marriage but have not become fathers. So that
προηγουμένη αὕτη ἡ αἰτία, ἡ τῆς σωφροσύνης, καὶ μάλιστα νῦν, ὅτε ἡ οἰκουμένη πᾶσα τοῦ γένους ἡμῶν ἐμπέπλησται.
Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ποθεινὸν τὸ τῶν παίδων ἦν, διὰ τὸ μνημόσυνον καὶ λείψανα καταλιμπάνειν ἕκαστον τῆς ἑαυτοῦ ζωῆς. Ἐπειδὴ γὰρ ἀναστάσεως οὐδέπω ἦσαν ἐλπίδες, ἀλλ' ὁ θάνατος ἐκράτει, καὶ μετὰ τὴν ἐντεῦθεν ζωὴν ἀπόλλυσθαι ἐνόμιζον οἱ τελευτῶντες, ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων εἰκόνας ἐμψύχους μένειν, καὶ τὸ γέ νος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τοῖς ἐκείνων μεγίστην εἶναι παράκλησιν τὰ ἐκείνων ἔκγονα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο μάλιστα ποθεινὰ τὰ τέκνα ἦν, ἄκουσον τί πρὸς τὸν Ἰὼβ ἀποδύρεται μετὰ τὰς πολλὰς πληγὰς ἡ γυνή. Ἰδοὺ, φησὶν, ἀπώλετο τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου. Καὶ πάλιν ὁ Σαοὺλ πρὸς τὸν Δαυΐδ· Ὄμοσόν μοι, ἵνα μὴ ἀφανίσῃς τὸ σπέρμα μου, καὶ τὸ ὄνομά μου μετ' ἐμέ. Ἐπειδὴ δὲ λοιπὸν ἡ ἀνάστασις ἐπὶ θύραις, καὶ θανάτου λόγος οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν ὁδεύομεν βελτίω τῆς οὔσης, περιττὴ ἡ περὶ ταῦτα σπουδή. Εἰ γὰρ παίδων ἐπιθυμεῖς, πολλῷ βελ τίους καὶ χρησιμωτέρους δυνήσῃ κτήσασθαι νῦν, ὅτε πνευματικαί τινες ὠδῖνες εἰσήχθησαν, καὶ βελτίων τόκος, καὶ γηροκόμοι χρησιμώτεροι. Ὥστε μία τίς ἐστι γάμου πρόφασις, τὸ μὴ πορνεύειν, καὶ διὰ τοῦτο τὸ φάρμακον εἰσενήνεκται τοῦτο.
This is the foremost reason for chastity, and especially now, when the whole inhabited world has been filled with our race.
For in the beginning, children were desirable, because each person left behind a memorial and remains of his own life. For since there were not yet any hopes of resurrection, but death held sway, and those who died thought they perished after this present life, God gave the consolation that comes from children, so that living images of those who had departed might remain, and our race might be preserved, and for those about to die, and for their relatives, their offspring might be the greatest comfort. And so that you may learn that it was especially for this reason that children were desirable, hear what Job's wife laments to him after his many blows: "Behold," she says, "your memorial has perished from the earth—your sons and your daughters." And again Saul to David: "Swear to me that you will not destroy my seed, and my name after me." But since resurrection is now at the doors, and there is no account of death, but we journey toward another life better than the present one, zeal about these things is superfluous. For if you desire children, you will be able to acquire far better and more useful ones now, when certain spiritual birth-pangs have been introduced, and a better offspring, and more useful supporters in old age. So there is one reason for marriage—not to commit fornication—and it is for this that this remedy has been introduced.
Εἰ δὲ μέλλοις καὶ μετὰ γάμον κεχρῆσθαι πορνείαις, περιττῶς ἦλθες ἐπὶ τὸν γάμον, καὶ εἰκῆ καὶ μάτην· μᾶλλον δὲ οὐκ εἰκῆ καὶ μάτην μόνον, ἀλλὰ καὶ ἐπὶ βλάβῃ. Οὐ γάρ ἐστιν ἴσον οὐκ ἔχοντα γυναῖκα πορνεύειν, καὶ μετὰ γάμον πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖν. Οὐδὲ γὰρ πορνεία τὸ τοιοῦτο λοιπόν ἐστιν, ἀλλὰ μοιχεία. Εἰ γὰρ καὶ παράδοξόν ἐστι τὸ εἰρημένον, ἀλλ' ἀληθές. δʹ. Οὐκ ἀγνοοῦμεν γὰρ ὅτι πολλοὶ μοιχείαν νομίζου σιν, ὅταν τις ὕπανδρον φθείρῃ γυναῖκα μόνον· ἐγὼ δὲ κἂν δημοσίᾳ πόρνῃ, κἂν θεραπαινίδι, κἂν ἄλλῃ τινὶ γυναικὶ ἄνδρα οὐκ ἐχούσῃ πρόσχῃ κακῶς καὶ ἀκολάστως, ἔχων γυναῖκα, μοιχείαν τὸ τοιοῦτον εἶναί φημι. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῶν ὑβριζομένων, ἀλλὰ καὶ ἀπὸ τῶν ὑβριζόντων τὸ τῆς μοιχείας συνίσταται ἔγκλημα. Μὴ γάρ μοι τοὺς ἔξωθεν νόμους εἴπῃς νῦν, οἳ τὰς μὲν γυναῖκας μοιχευομένας εἰς δικαστήριον ἕλκουσι καὶ εὐθύνας ἀπαιτοῦσιν, ἄνδρας καὶ γυναῖκας ἔχοντας καὶ θεραπαινίσι προφθειρομένους οὐκ ἀπαιτοῦσιν εὐθύνας· ἀλλ' ἐγώ σοι τὸν τοῦ Θεοῦ νόμον ἀναγνώσομαι, ὁμοίως καὶ ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τοῦ ἀνδρὸς ἀγανακτοῦντα, καὶ μοιχείαν εἶναι τὸ πρᾶγμα λέγοντα. Εἰπὼν γὰρ, Καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω, ἐπήγαγε· Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔ νοιαν ἀποδιδότω. Τί ποτε δηλοῦν βουλόμενος τοῦτο εἶπεν; ἆρα ἵνα τὰς προσόδους αὐτῇ τῶν χρη μάτων διατηρήσῃ; ἵνα τὴν προῖκα σώαν; ἵνα ἱμάτια παράσχῃ πολυτελῆ; ἵνα τράπεζαν δαψιλεστέραν, ἵνα ἐξόδους λαμπράς; ἵνα οἰκετῶν θεραπείαν πολλήν; Τί λέγεις; ποῖον εὐνοίας εἶδος ζητεῖς; καὶ γὰρ ταῦτα πάντα εὐνοίας ἐστίν.
But if you intend to engage in fornication even after marriage, you have come to marriage superfluously, and in vain and to no purpose—or rather, not in vain and to no purpose only, but even to your harm. For it is not the same thing to commit fornication when one has no wife, and to do this same thing again after marriage. For such a thing is no longer fornication, but adultery. For even if what is said is paradoxical, it is nevertheless true. 4. For we are not ignorant that many consider it adultery only when someone corrupts a woman who has a husband; but I say that if a man, having a wife, shamefully and licentiously consorts with a public prostitute, or a maidservant, or any other woman who has no husband, such a thing is adultery. For the charge of adultery is constituted not only by those who are wronged, but also by those who do the wronging. For do not cite to me now the laws of the outside world, which drag women who commit adultery into court and exact penalties, but do not exact penalties from men who have wives and yet ruin maidservants; but I will read to you the law of God, which is equally indignant over the woman and over the man, and declares the matter to be adultery. For having said, "And let each one have his own wife," he added: "Let the husband render to the wife the due goodwill." Wishing to make what clear did he say this? Is it so that he might preserve for her the revenues of money? So that he might keep her dowry safe? So that he might provide costly garments? So that he might provide a more lavish table, splendid outings, a great retinue of servants? What do you say? What kind of goodwill do you seek? For all these things are [acts] of goodwill.
Οὐδέν τι τοιοῦτο λέγω, φησὶν, ἀλλὰ τὴν σωφροσύνην καὶ τὴν σεμνότητα. Τὸ σῶμα τοῦ ἀνδρὸς οὐκέτι τοῦ ἀνδρὸς, ἀλλὰ τῆς γυναικός. Τηρείτω τοίνυν αὐτῇ τὸ κτῆμα σῶον, καὶ μὴ μειού τω, μηδὲ παραφθειρέτω· καὶ γὰρ τῶν οἰκετῶν ἐκεῖ νος εὔνους λέγεται, ὃς ἂν τὰ δεσποτικὰ δεξάμενος χρήματα, μηδὲν ἐξ αὐτῶν διαφθείρῃ. Ἐπειδὴ τοίνυν τῆς γυναικός ἐστι κτῆμα τὸ τοῦ ἀνδρὸς σῶμα, εὔνους ἔστω περὶ τὴν παρακαταθήκην ὁ ἀνήρ. Ὅτι γὰρ τοῦτό φησιν, εἰπὼν, Τὴν εὔνοιαν ἀποδιδότω, ἐπ ήγαγεν· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώμα τος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Ὅταν τοίνυν ἴδῃς πόρνην δελεάζουσαν, ἐπιβουλεύουσαν, ἐρῶσαν τοῦ σώματος, εἰπὲ πρὸς αὐτήν· Οὐκ ἔστιν ἐμὸν τὸ σῶμα, τῆς γυναικός ἐστι τῆς ἐμῆς· οὐ τολμῶ καταχρήσασθαι, οὔτε ἑτέρᾳ τοῦτο ἐνδοῦναι γυναικί.
Τοῦτο καὶ γυνὴ ποιείτω. Πολλὴ γὰρ ἐνταῦθα ἡ ἰσοτιμία· καίτοι γε ἐν τοῖς ἄλλοις πολλὴν δίδωσιν ὑπεροχὴν ὁ Παῦλος, οὕτω λέγων· Πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα, ἵνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν· ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· καὶ, Κεφαλὴ γυναικὸς ὁ ἀνὴρ, καὶ, Ὀφείλει ἡ γυνὴ ὑποτάσ σεσθαι τῷ ἀνδρί. Καὶ πάλιν ἐν τῇ Παλαιᾷ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Πῶς οὖν ἐνταῦθα ἴσην ἀντίδοσιν δουλείας καὶ δεσποτείας εἰσήγαγε; Τὸ γὰρ εἰπεῖν, Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνὴ, ἰσότητά τινα πολλήν ἐστιν εἰσάγοντος.
I say none of this, but rather chastity and dignity. The body of the husband no longer belongs to the husband, but to the wife. Let her therefore keep this possession intact for him, and let him neither diminish nor corrupt it; for among household servants that one is called loyal who, having received his master's goods, destroys none of them. Since, then, the husband's body is the wife's possession, let the husband be loyal concerning the deposit. For to show that this is what he means, after saying, "Let her render the good will," he added: "The wife does not have authority over her own body, but the husband; likewise also the husband does not have authority over his own body, but the wife." Whenever, then, you see a prostitute enticing, plotting, lusting after your body, say to her: "It is not mine; it belongs to my wife. I do not dare to misuse it, nor to give it over to another woman."
Let the wife do this as well. For here there is great equality of honor; although in other matters Paul gives great preeminence, saying thus: "Nevertheless, let each one of you so love his own wife as himself; and let the wife fear her husband"; and, "The husband is the head of the wife"; and, "The wife ought to be subject to her husband." And again in the Old Testament: "Your turning shall be toward your husband, and he shall rule over you." How, then, has he here introduced an equal exchange of servitude and lordship? For the words, "The wife does not have authority over her own body, but the husband; likewise also the husband does not have authority over his own body, but the wife," are those of one introducing a great equality.
Καὶ καθάπερ ἐκεῖνος δεσπότης ἐστὶ τοῦ σώ ματος αὐτῆς, οὕτω καὶ αὕτη δέσποινα τοῦ ἐκείνου σώματος. Τίνος οὖν ἕνεκεν τοσαύτην ἰσοτιμίαν εἰσ ήγαγεν; Ὅτι ἐνταῦθα ἀναγκαία ἡ ὑπεροχή· ἔνθα δὲ σωφροσύνης καιρὸς καὶ σεμνότητος, οὐδὲν ἔχει πλέον τῆς γυναικὸς ὁ ἀνὴρ, ἀλλ' ὁμοίως ἐκείνῃ κολάζεται, τοὺς τοῦ γάμου παραφθείρας νόμους· καὶ μάλα εἰκό τως. Οὐ γὰρ διὰ τοῦτο ἦλθεν ἡ γυνὴ πρὸς σὲ, καὶ πατέρα καὶ μητέρα ἐγκατέλιπε καὶ τὸν οἶκον ἅπαντα, ἵνα καθυβρίζηται, ἵνα θεραπαινίδιον εὐτελὲς ἐπεισ άγῃς αὐτῇ, ἵνα μυρίους ποιῇς πολέμους, συνέμπορον ἔλαβες, καὶ κοινωνὸν τοῦ βίου, καὶ ἐλευθέραν, καὶ ὁμότιμον.
Πῶς γὰρ οὐκ ἄτοπον τὴν προῖκα αὐ τῆς ὑποδεχόμενον, πᾶσαν ἐπιδείκνυσθαι εὔνοιαν, καὶ μηδὲν αὐτῆς ἐλαττοῦν· ὃ δὲ τῆς προικός ἐστιν ἁπά σης τιμιώτερον, τὴν σωφροσύνην καὶ τὴν σεμνότητα καὶ τὸ σῶμα τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἐκείνης κτῆμα, διαφθείρειν τε καὶ μιαίνειν; Ἂν τὴν προῖκα μειώ σῃς, τῷ κηδεστῇ δίδως λόγον· ἂν τὴν σωφροσύνην μειώ σῃς, τῷ Θεῷ τὰς εὐθύνας ὑφέξεις, τῷ τὸν γάμον εἰσαγαγόντι, καὶ τὴν γυναῖκα ἐγχειρίσαντι. Καὶ ὅτι τοῦ τό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ τῶν μοιχευόντων· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. Ὁρᾷς δι' ὅσων ὁ λόγος ἀπέδειξεν ὅτι μοιχεία ἐστὶν, οὐ μόνον τὸ ὕπανδρον γυναῖκα διαφθείρειν, ἀλλὰ καὶ τὸ ἡντιναοῦν πόρνην, ἔχοντα γυναῖκα; Ὥσπερ γὰρ μοιχεύεσθαι γυναῖκα λέγομεν, κἂν εἰς οἰκέτην, κἂν εἰς ὁντιναοῦν ἁμάρτῃ, ἄνδρα ἔχουσαν·
And just as he is master of her body, so too she is mistress of his body. For what reason, then, did he introduce such great equality of honor? Because here superiority is necessary; but where chastity and dignity are at stake, the husband has no advantage over the wife, but is punished equally with her if he corrupts the laws of marriage; and very reasonably so. For it was not for this that the woman came to you, and left father and mother and the whole household, so that she might be insulted, so that you might bring in a cheap little maidservant over her, so that you might wage countless wars. You took her as a companion, and a partner in life, and a free woman, and one of equal honor.
For how is it not absurd that when you receive her dowry, you show every goodwill and diminish nothing of it; but the thing that is more precious than the whole dowry—her chastity and dignity and your own body, which is her possession—you corrupt and defile? If you diminish the dowry, you give an account to your father-in-law; if you diminish her chastity, you will render an account to God, who brought marriage in and entrusted the wife to you. And that this is true, hear what Paul says about adulterers: For he who rejects this rejects not man, but God, who gives his Holy Spirit into you. Do you see through how many points the argument has demonstrated that it is adultery not only to corrupt a married woman, but also to corrupt any prostitute whatever while having a wife? For just as we say a woman is adulterated, even if she sins with a slave or with anyone at all, while having a husband;
οὕτω καὶ ἄνδρα μοιχεύειν ἂν εἴποι μεν, κἂν εἰς θεραπαινίδα, κἂν εἰς ἡντιναοῦν δημώδη γυναῖκα ἀσελγαίνῃ, γυναῖκα ἔχων αὐτός. Μὴ τοίνυν ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, μηδὲ τῷ διαβόλῳ προτείνωμεν ἡμῶν τὴν ψυχὴν διὰ τῆς ἁμαρτίας ταύ της. Καὶ γὰρ ἐντεῦθεν αἱ μυρίαι τῶν οἴκων ἀνατροπαὶ, οἱ μυρίοι πόλεμοι· ἐντεῦθεν τὰ τῆς ἀγάπης ὑποῤῥεῖ, καὶ τὰ τῆς εὐνοίας ὑποσύρεται. Ὥσπερ γὰρ ἀμήχανον σώφρονα ἄνθρωπον ὑπεριδεῖν γυναικὸς καὶ καταφρονῆσαί ποτε· οὕτως ἀμήχανον ἄνθρωπον ἀσελ γῆ καὶ ἀκόλαστον φιλεῖν τὴν γυναῖκα τὴν ἑαυτοῦ, κἂν ἁπάντων εὐμορφοτέρα ᾖ. Ἀπὸ γὰρ σωφροσύνης ἀγάπη τίκτεται, ἀπὸ δὲ ἀγάπης τὰ μυρία ἀγαθά. Λιθίνας τοίνυν νόμιζε τὰς λοιπὰς γυναῖκας, εἰδὼς ὅτι μετὰ γάμον, κἂν ἀκολάστοις ἴδῃς ὀφθαλμοῖς ἑτέραν γυναῖκα, κἂν δημοσίαν, κἂν ὕπανδρον, τοῖς τῶν μοιχῶν ἐγκλήμασιν ὑπεύθυνος γέγονας. Ταῦτα σεαυτῷ καθ' ἑκάστην ἔπᾳδε τὰ ῥήματα· κἂν ἴδῃς ἐπιθυμίαν ἄλλης γυναικὸς ἐγειρομένην ἐν σοὶ, εἶτα ἐκ τούτου σοι τὴν γυναῖκα ἀηδῆ φαινομένην, εἴσελθε εἰς τὸν θάλαμον, καὶ τὸ βιβλίον ἀναπτύξας τοῦτο, καὶ λαβὼν Παῦλον μεσίτην, καὶ συνεχῶς ἐπᾴδων ταῦτα τὰ ῥή ματα, κατάσβεσον τὴν φλόγα. Καὶ οὕτω καὶ ἡ γυνὴ πάλιν ἔσται σοι ποθεινοτέρα, οὐδεμιᾶς ἐπιθυμίας τὴν πρὸς αὐτὴν εὔνοιαν ὑποσυ ρούσης· οὐχ ἡ γυνὴ δὲ ἔσται ποθεινοτέρα μόνον, ἀλλὰ καὶ σὺ σεμνότερος πολλῷ καὶ ἐλευθεριώτερος δόξεις εἶναι. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν αἰσχρότερον ἀν θρώπου μετὰ γάμον πορνεύοντος. Οὐ γὰρ δὴ μόνον τὸν κηδεμόνα καὶ τοὺς φίλους καὶ τοὺς ἀπαντῶντας, ἀλλὰ καὶ αὐτοὺς ἐρυθριᾷ τοὺς οἰκέτας.
Thus we would say that a man commits adultery even if he acts licentiously with a maidservant, even if with any common woman whatsoever, while he himself has a wife. Let us not, then, be negligent of our own salvation, nor stretch out our soul to the devil through this sin. For from this come the countless ruinings of households, the countless wars; from this the things of love flow away, and the things of goodwill are swept away. For just as it is impossible for a chaste man to look down on and despise a woman, so it is impossible for a licentious and dissolute man to love his own wife, even if she be more beautiful than all. For from chastity love is born, and from love come countless good things. Consider, then, the rest of women as stones, knowing that after marriage, even if you look with licentious eyes upon another woman, even if a public woman, even if a married woman, you have become liable to the charges of adulterers. Chant these words to yourself each day; and if you see desire for another woman rising in you, and then from this your wife appearing distasteful to you, enter into the bridal chamber, and opening this book, and taking Paul as mediator, and continually chanting these words, quench the flame. And thus your wife will again be more desirable to you, with no desire sweeping away your goodwill toward her; and not only will your wife be more desirable, but you too will seem far more dignified and more generous. For there is nothing, nothing more shameful than a man committing fornication after marriage. For he is ashamed not only before his guardian and his friends and those he meets, but even before the servants themselves.
Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ τὴν οἰκίαν αὐτὴν δεσ
μωτηρίου παντὸς ἀηδεστέραν ὄψεται, πρὸς τὴν ἐρωμένην βλέπων, καὶ τὴν πόρνην διηνεκῶς φανταζόμενος.
εʹ. Βούλει μαθεῖν ἀκριβῶς ὅσον ἐστὶ τὸ δεινόν; Ἐν νόησον οἷον οἱ τὰς γυναῖκας ἑαυτῶν ὑποπτεύοντες ζῶσι βίον, πῶς ἀηδῆ τὰ σιτία, ἀηδῆ ποτά. Δηλητηρίων ἡ τράπεζα δοκεῖ γέμειν φαρμάκων· καὶ ὥσπερ ὄλεθρον, μυρίων γέμουσαν κακῶν, οὕτω φεύγουσι τὴν οἰκίαν. Οὐχ ὕπνος αὐτοῖς ἐστιν, οὐ νὺξ προσηνὴς, οὐ συνουσία φίλων, οὐκ αὐταὶ αἱ τοῦ ἡλίου ἀκτῖνες· ἀλλὰ καὶ παρ' αὐτοῦ τοῦ φωτὸς ἐνοχλεῖσθαι νομίζου σιν, οὐχ ὅταν ἴδωσι μοιχευομένην τὴν γυναῖκα μόνον, ἀλλὰ κἂν ἁπλῶς ὑποπτεύωσι. Ταῦτα νόμιζε καὶ τὴν γυναῖκα πάσχειν, ὅταν ἀκούσῃ παρ' ὁτουοῦν, ἢ καὶ ὑποπτεύσῃ, ὅτι πόρνῃ γυναικὶ σαυτὸν ἐξέδωκας. Ταῦτα λογιζόμενος, μὴ τὰς μοιχείας φεῦγε μόνον, ἀλλὰ καὶ τὰς ὑποψίας· κἂν ἀδίκως ὑποπτεύσῃ, θεράπευσον καὶ πεῖσον. Οὐ γὰρ ἐξ ἔχθρας ἢ ἀπονοίας, ἀλλ' ἀπὸ κηδεμονίας τοῦτο ποιεῖ, καὶ τοῦ σφόδρα δεδοικέναι περὶ τοῦ κτήματος τοῦ ἰδίου. Κτῆμα γὰρ αὐτῆς ἐστιν, ὥσπερ ἔφθην εἰπὼν, τὸ σῶμα τὸ σὸν, καὶ κτῆμα τῶν ὄντων ἁπάντων τιμιώτερον.
And this is not the only terrible thing, but that he will see his own house more disagreeable than any prison, as he looks at his beloved and continually imagines the prostitute. 5. Do you wish to learn precisely how great the evil is? Consider what kind of life those who suspect their own wives live, how disagreeable their food, how disagreeable their drink. The table seems to them full of poisonous drugs; and as though it were a destruction full of countless evils, so they flee from their house. They have no sleep, no pleasant night, no company of friends, not even the very rays of the sun; but they think they are troubled even by the light itself, not only when they see their wife being seduced, but even if they merely suspect it. Consider that your wife suffers these same things when she hears from anyone, or even suspects, that you have given yourself to a prostitute. Reflecting on these things, flee not only adulteries but also suspicions; and even if she suspects unjustly, tend to her and persuade her. For she does this not from hatred or desperation, but from care and from fearing exceedingly for her own possession. For her possession, as I said before, is your body, and a possession more precious than all that exists.
Μὴ τοίνυν αὐτὴν περὶ τὰ μέγιστα ἀδικήσῃς, μηδὲ καιρίαν δῷς τὴν πληγήν. Εἰ γὰρ ἐκείνης καταφρονήσεις, ἀλλὰ τὸν Θεὸν φοβήθητι, τὸν ἔκδικον τῶν τοιούτων, τὸν ἀφορήτους κολάσεις τοῖς τοιούτοις ἀπειλήσαντα ἁμαρτήμασι. Τῶν γὰρ τοιαῦτα τολμώντων, φησὶν, Ὁ σκώληξ οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Εἰ δὲ οὐ σφόδρα σε δάκνει τὰ μέλλοντα, τὰ γοῦν παρόντα σε φοβείτω. Πολλοὶ γοῦν τῶν πόρναις προσεχόντων καὶ ἐνταῦθα κακοὶ κακῶς ἀπώλοντο, περιεργίας ὑπομείναντες ὑπὸ τῶν πορνευομένων γυ ναικῶν. Φιλονεικοῦσαι γὰρ ἐκεῖναι τῆς μὲν συνοικούσης αὐτῷ καὶ κατεγγυηθείσης ἀποστῆσαι γυναικὸς, τῷ δὲ αὐτῶν ἔρωτι προσδῆσαι τέλεον, μαγγανείας ἐκίνησαν, καὶ φίλτρα κατεσκεύασαν, καὶ πολλὰς γοητείας ἔῤῥαψαν· εἶτα οὕτως εἰς ἀῤῥωστίαν αὐτὸν ἐμβαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι, καὶ τηκεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς, ἀπήνεγκαν τῆς παρούσης ζωῆς. Εἰ μὴ φοβῇ τὴν γέενναν, ἄνθρωπε, τὰς γοητείας αὐτῶν φοβήθητι. Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὐτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα ῥάψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη, μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα, ὥστε μηδὲ ἐλεεῖσθαι κακῶν πάσχοντα. Τίς γὰρ ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον, καὶ πάντας τοὺς προσάγοντας θηρίοις;
Do not, then, wrong her in the greatest matters, nor deal the fatal blow. For if you despise her, at least fear God, the avenger of such things, who has threatened unbearable punishments for such sins. For of those who dare such things, he says, Their worm shall not die, and the fire shall not be quenched. And if the things to come do not sting you sharply, at least let the present things make you afraid. For many, indeed, of those who attach themselves to prostitutes have here also perished miserably in misery, enduring the meddling of the women who commit fornication. For those women, striving to estrange him from the wife who lives with him and was betrothed to him, and to bind him completely to their own love, stirred up sorceries, and prepared love-potions, and stitched together many enchantments; then, having thus cast him into a grievous sickness, and delivered him over to corruption, and to long wasting away, and surrounded him with countless evils, they carried him off from the present life. If you do not fear Gehenna, O man, fear their sorceries. For when you have made yourself, through this licentiousness, destitute of God's alliance, and stripped yourself of help from above, the prostitute, taking you with impunity, and calling her own demons, and stitching her spells, and working her plots, gets the better of your salvation with great ease, making you a reproach and a laughingstock of all the inhabitants of the city, so that you are not even pitied when you suffer evils. For who, he says, will pity a charmer bitten by a snake, and all those who approach wild beasts?
Παρίημι τὴν τῶν χρημάτων ζημίαν, τὰς καθημερινὰς ὑποψίας, τὸν τῦφον, τὴν ἀπόνοιαν, τὴν ὕβριν τὴν παρὰ τῶν πορνῶν γινομένην εἰς τοὺς ἀνοήτους, ἃ θανάτων μυ ρίων ἐστὶ πικρότερα. Καὶ τὴν μὲν γυναῖκα πολλάκις οὐδὲ βαρὺ ῥῆμα εἰποῦσαν οὐκ ἤνεγκας, τὴν δὲ πόρ νην καὶ ῥαπίζουσαν προσκυνεῖς. Καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς, οὐδὲ εὔχῃ διαστῆναί σοι τὴν γῆν; Πῶς δυνήσῃ εἰς ἐκκλησίαν εἰσελθεῖν, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι; ποίῳ στόματι καλέσαι τὸν Θεὸν, ᾧ τὴν πόρνην ἐφίλησας; Καὶ οὐ δέδοικας, οὐδὲ φρίττεις, εἰπέ μοι, μή ποτε σκηπτὸς ἄνωθεν ἐνεχθεὶς καταφλέξῃ τὴν ἀναίσχυντόν σου κεφαλήν; Κἂν γὰρ τὴν γυναῖκα λάθῃς τὴν ἠδικημένην, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν οὐ λήσῃ ποτέ· ἐπεὶ καὶ τῷ μοιχῷ ἐκείνῳ τῷ λέγοντι, Σκότος κύκλῳ μου καὶ τοῖχοι, τί εὐλαβοῦμαι; ἀντεφθέγξατο ὁ σοφὸς ἐκεῖνος, οὕτω λέγων· Ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι, βλέποντες εἰς τὰ ἔργα τῶν ἀνθρώπων. Διὰ τοῦτο δὴ πάντα ὁ Παῦλος ἔλεγεν· Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς
I set aside the loss of money, the daily suspicions, the vanity, the recklessness, the insolence shown by prostitutes toward the foolish—things more bitter than ten thousand deaths. And often you did not endure even a heavy word from your wife, but a prostitute you worship even when she strikes you. And are you not ashamed, do you not blush, do you not pray that the earth may open for you? How will you be able to enter the church and lift your hands to heaven? With what mouth will you call upon God, when you have kissed a prostitute? And are you not afraid, do you not shudder, tell me, lest a thunderbolt be hurled from above and consume your shameless head? For even if you escape the notice of the wife you have wronged, you will never escape the unsleeping eye; since even to that adulterer who said, Darkness is round about me and walls—why should I be afraid? that wise man replied, saying: For the eyes of the Lord are ten thousand times brighter than the sun, seeing into the works of men. For this reason Paul said all these things: Let each man have his own wife, and let each woman have her own husband; let the husband render to the wife the affection owed her, and likewise the wife to the husband. Honey drips from the lips of a prostitute, she who toward
καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Ἰὸν ἔχει τῆς πόρνης τὸ φίλημα, ἰὸν λανθάνοντα καὶ ἐγ κεκρυμμένον.
Τί τοίνυν διώκεις ἡδονὴν κατάγνωσιν ἔχουσαν, ὄλεθρον τίκτουσαν, πληγὴν ἐπάγουσαν ἀνία τον, ἐξὸν εὐφραίνεσθαι καὶ μηδὲν πάσχειν δεινόν; Ἐπὶ γὰρ τῆς ἐλευθέρας γυναικὸς ὁμοῦ καὶ ἡδονὴ καὶ ἀσφάλεια καὶ ἄνεσις καὶ τιμὴ καὶ κόσμος καὶ συνει δὸς ἀγαθόν· ἐκεῖ δὲ πολλὴ μὲν ἡ πικρία, πολλὴ δὲ ἡ βλάβη, διηνεκὴς δὲ ἡ κατηγορία. Κἂν γὰρ μηδεὶς ἀν θρώπων ἴδῃ, τὸ συνειδὸς οὐδέποτε παύσεταί σου κατηγοροῦν· ἀλλ' ὅπουπερ ἂν ἀπέλθῃς, ἕψεται κατηγο ρῶν καὶ μεγάλα καταβοῶν, ὁ κατήγορος οὗτος. Ὥστε εἴ τις ἡδονὴν διώκει, οὗτος μάλιστα φευγέτω τὴν πρὸς τὰς πόρνας ὁμιλίαν. Οὐδὲν γὰρ ἐκείνης τῆς συνηθείας πικρότερον, οὐδὲν τῆς συνουσίας ἀηδέστερον, οὐδὲν τῶν τρόπων μιαρώτερον. Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ πηγὴ τοῦ ὕδατός σου σοὶ ἔστω πηγή. Πηγὴν ὕδατος ἔχων καθαρὰν, τί τρέχεις ἐπὶ λάκκον βορβόρου γέμοντα, γεέννης ὄζοντα, καὶ κολάσεως ἀφάτου; ποίαν ἕξεις ἀπολογίαν; τίνα συγγνώμην; Εἰ γὰρ οἱ πρὸ τοῦ γάμου πορνείᾳ προσέχοντες κολάζονται καὶ δίκην διδόασι, καθάπερ ἐκεῖνος ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, πολλῷ μᾶλλον οἱ μετὰ τὸν γάμον. Διπλοῦν γὰρ ἐνταῦθα καὶ τριπλοῦν τὸ ἔγκλημα γίνεται, ὅτι τε παραμυθίας ἀπολαύοντες, ἀπεσκίρτησαν εἰς τὴν ἀσέλ γειαν ἐκείνην, καὶ ὅτι τὸ πρᾶγμα οὐχὶ πορνεία μόνον, ἀλλὰ καὶ μοιχεία λογίζεται, ὃ πάσης ἁμαρτίας ἐστὶ χαλεπώτερον.
Anoint your throat for a season, but later you will find it more bitter than gall, and sharper than a double-edged sword. The kiss of the prostitute has venom, a venom that escapes notice and lies hidden.
Why, then, do you pursue a pleasure that carries condemnation, that gives birth to destruction, that brings a blow of grief, when it is possible to rejoice and suffer nothing terrible? For with a free woman there is at once pleasure and safety and ease and honor and adornment and a good conscience; but there the bitterness is great, the harm is great, and the accusation is unceasing. For even if no man sees, your conscience will never cease accusing you; but wherever you go, this accuser follows, accusing and crying out loudly. So if anyone pursues pleasure, let him above all flee association with prostitutes. For nothing is more bitter than that habit, nothing more distasteful than that intercourse, nothing more defiled than those ways. Let the hind of friendship and the foal of your graces consort with you; let the spring of your water be your own spring. Having a pure spring of water, why do you run to a cistern full of mire, reeking of Gehenna and of unspeakable punishment? What defense will you have? What pardon? For if those who give themselves to fornication before marriage are punished and pay the penalty, just like that man who wore the filthy garments, much more so those after marriage. For here the offense becomes double and triple: both because, enjoying comfort, they have broken away into that licentiousness, and because the matter is reckoned not only as fornication but also as adultery, which is more grievous than every sin.
Ταῦτ' οὖν καὶ ἑαυτοῖς καὶ ταῖς γυναιξὶν ἐπᾴδοντες οὕτω διατελῶμεν· διὸ δὴ καὶ αὐ τὸς εἰς ταῦτα καταλύσω τὰ ῥήματα· Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή.
Μετὰ ἀκριβείας ταῦτα φυλάξαντες τὰ ῥήματα, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐπὶ τῆς τραπέζης, καὶ ἐπὶ τῆς εὐνῆς, καὶ πανταχοῦ καὶ αὐτοὶ μελετῶμεν, καὶ τὰς γυναῖκας παιδεύωμεν, καὶ πρὸς ἡμᾶς λέγειν, καὶ παρ' ἡμῶν ἀκούειν, ἵνα σωφρόνως τὸν παρόντα ζήσαντες βίον, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
So let us continue to recite these words both to ourselves and to our wives. Therefore I too will bring my discourse to a close with these words: Because of fornications, let each man have his own wife, and let each woman have her own husband; let the husband render to the wife the affection that is due, and likewise the wife to the husband. The wife does not have authority over her own body, but the husband does; likewise the husband does not have authority over his own body, but the wife does.
Having carefully guarded these words, let us meditate on them everywhere—in the marketplace and at home, by day and in the evening, at the table and in bed—and let us teach our wives, both to speak them to us and to hear them from us, so that having lived the present life with chastity, we may attain the kingdom of heaven, by the grace and love for humanity of our Lord Jesus Christ, through whom and with whom be glory to the Father, together with the Holy Spirit, for ever and ever. Amen.