Εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον, εἰς τὴν δραχμὴν, καὶ εἰς τὸ, "Ἄνθρωπός τις εἶχε δύο υἱούς." Πάλιν οἱ κόλποι Χριστοῦ ἄπαυστον νᾶμα τῆς ἀγάπης μέλιμα βλαστάνουσι· πάλιν ἡ τοῦ Χριστοῦ λαμπαδοῦχος σοφία ἅψασα λύχνον, καὶ ἐπὶ τὴν λυχνίαν τοῦ σταυροῦ ἐπιθεῖσα, πᾶσαν τὴν οἰκουμένην δᾳδουχεῖ πρὸς εὐσέβειαν. Τούτῳ τῷ λύχνῳ χρησαμένη ἡ τοῦ Θεοῦ σοφία, τὴν μίαν τῶν δραχμῶν ἀπολωλυῖαν ζητήσασα, καὶ εὑραμένη, ταῖς ἐννέα δραχμαῖς τῶν ἀγγέλων συνέζευξε. Τίς δὲ ἂν εἴη ἡ γυνὴ ἡ ἔχουσα τὰς δέκα δραχμὰς, ἀναγκαῖον, ἀγαπητοὶ, εἰπεῖν. Αὕτη ἐστὶν ἡ τοῦ Θεοῦ σοφία, ἔχουσα τὰς δέκα δραχμάς. Ποίας; Ψήφισον· ἀγγέλους, ἀρχαγγέλους, Ἀρχὰς, Ἐξουσίας, Δυνάμεις, Θρόνους, Κυριότητας, Χερουβὶμ, Σεραφὶμ, καὶ Ἀδὰμ τὸν πρωτόπλαστον. Ταύτην τὴν δραχμὴν τοῦ Ἀδὰμ ὑπὸ τῆς τοῦ διαβόλου κακίας ἐκβοσκηθεῖσαν, καὶ εἰς τόνδε τὸν βυθὸν τοῦ βίου καθελκυσθεῖσαν, καὶ ταῖς πολυφθόγγοις ἡδοναῖς τῶν ἁμαρτημάτων χωσθεῖσαν, ἐλθοῦσα ἡ τοῦ Θεοῦ σοφία ἀνεύρατο. Πῶς εὕρατο, ἀγαπητοί; Ἦλθεν ἐξ οὐρανῶν, λαμβάνει τὸν ὀστράκινον λύχνον τοῦ σώματος, ἅπτει τῷ φωτὶ τῆς θεότητος, ἐπιτίθησι τῇ λυχνίᾳ τοῦ σταυροῦ, ζητεῖ τὴν δραχμὴν, εἰς τὴν αὐλὴν καὶ τῶν ἀγγέλων νομὴν ἐμάνδρευσεν αὐτήν. Ἀλλ' ἴσως ἐροῦσί τινες τῶν ἐνθάδε ἑστώτων, οἵτινες μετὰ τὸ βάπτισμα ἥμαρτον, λέγοντες· Τί πρὸς ἡμᾶς, εἰ Ἀδὰμ ἐσώθη; πῶς ἡμεῖς ἐλεηθῶμεν; πῶς σωθῶμεν, ὅτι μετὰ τὸ βάπτισμα ἠνομήσαμεν; Πρὸς οὓς λέγομεν· Οἱ τοιοῦτοι, μὴ φοβεῖσθε, μὴ θροεῖσθε, μὴ ταράσσεσθε, μὴ ἀθυμεῖτε· οὐ γὰρ περὶ μὲν τοῦ Ἀδὰμ ἐμέλησε τῷ Θεῷ, ὑμῶν δὲ κατεφρόνησεν·
Into the Gospel according to Luke, into the drachma, and into that passage, "A certain man had two sons." Again the bosoms of Christ put forth the unceasing stream of love as honey-sweet; again the lamp-bearing wisdom of Christ, having lit a lamp and placed it upon the lampstand of the cross, leads the whole inhabited world as with a torch toward piety. Using this lamp, the wisdom of God sought the one drachma that had been lost, and having found it, joined it to the nine drachmas of the angels. But who the woman is who has the ten drachmas, it is necessary, beloved, to say. She is the wisdom of God, who has the ten drachmas. Of what sort? Count them: angels, archangels, Principalities, Authorities, Powers, Thrones, Dominions, Cherubim, Seraphim, and Adam the first-formed. This drachma of Adam, having been grazed away by the wickedness of the devil, and dragged down into this abyss of life, and buried under the many-voiced pleasures of sins, the wisdom of God came and found. How did she find it, beloved? She came from the heavens, she takes the earthen lamp of the body, she lights it with the light of the Godhead, she places it upon the lampstand of the cross, she seeks the drachma, and she penned it into the courtyard and pasture of the angels. But perhaps some of those standing here, who sinned after baptism, will say: What is it to us if Adam was saved? How shall we be shown mercy? How shall we be saved, since we transgressed after baptism? To these we say: Such as you, do not fear, do not be alarmed, do not be troubled, do not lose heart; for God did not care for Adam but despise you.
ἀλλ' ἐκείνῳ μὲν εἰ ἐγένετο γυνὴ ἔχουσα δραχμὰς δέκα, σοὶ δὲ γίνεται πατὴρ εὔσπλαγχνος, ἔχων δύο υἱοὺς, καὶ τὸν πεπλανημένον πάλιν ἐναγκαλιζόμενος.
Τοῖς γὰρ πᾶσι τὰ πάντα γέγονεν, ἵνα τοὺς πάντας κερδήσῃ. Ἀρτίως ἠκούσαμεν τοῦ Εὐαγγελίου λέγοντος· Ἄνθρωπός τις εἶχε δύο υἱούς· καὶ προσελθὼν ὁ νεώτερος αὐτῶν τῷ πατρὶ εἶπε· Πάτερ, δός μοι τὴν οὐσίαν. Ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ οὐ μετὰ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν· κἀκεῖ ἀνήλωσε τὸν βίον αὑτοῦ, ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην· καὶ προσῆλθεν ἑνὶ τῶν πολιτῶν, καὶ πέμπει αὐτὸν ὁ πολίτης εἰς ἀγροὺς βόσκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ γενόμενος ἔφη· Πόσοι νῦν μίσθιοι παρὰ τῷ πατρί μου ἄρτων περισσεύουσιν, ἐγὼ δὲ ὧδε λιμῷ ἀπόλλυμαι; Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου· καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν, καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Τούτου δὲ τὸν νοῦν οὐκ ἔξω δεῖ περιζητεῖν, ἀλλ' ἐν ἡμῖν αὐτοῖς. Διὰ γὰρ ἡμᾶς εἴρηνται αἱ παραβολαὶ, καὶ δι' ἡμᾶς ἀναγινώσκονται, ἵνα μηδεὶς ἑαυτὸν ἀπελπίσῃ, κἂν σφόδρα ἁμαρτωλὸς τυγχάνῃ· ἀλλὰ προσέλθῃ τῷ Θεῷ μετανοῶν καὶ ζητῶν παρ' αὐτοῦ ἱλασμὸν, μάλιστα εἴ τις ὑμῶν διὰ τῆς πίστεως τῆς εἰς τὸν Κύριον γέγονε τοῦ Θεοῦ υἱός. Ὅσον γὰρ ἐδέξαντο αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.
But for her there was a woman who had ten drachmas; for you there is a compassionate father who has two sons, and again embraces the one who has wandered astray.
For he has become all things to all people, so that he might gain all. Just now we heard the Gospel saying: "A certain man had two sons; and the younger of them came to his father and said, 'Father, give me the portion of the estate.' And he divided his livelihood between them. And not many days later, the younger son gathered everything together and journeyed into a far country, and there squandered his livelihood, living prodigally. And when he had spent everything, a severe famine arose throughout that country; and he went to one of the citizens, and the citizen sent him into his fields to feed swine. And he longed to fill his belly with the carob pods that the swine were eating, and no one gave to him. But coming to himself, he said, 'How many hired servants of my father now have bread in abundance, while I am perishing here with hunger? I will arise and go to my father, and I will say to him, "Father, I have sinned against heaven and before you, and I am no longer worthy to be called your son; make me as one of your hired servants."'" It is not outside ourselves that we must seek the meaning of this man, but within ourselves. For it is for our sake that the parables were spoken, and for our sake that they are read, so that no one may despair of himself, even if he happens to be a very great sinner, but may come to God in repentance and seek from him propitiation—especially if any of you has become a son of God through faith in the Lord. For, it says, as many as received him, he gave them authority to become children of God.
Εἴ τις οὖν ὑμῶν διὰ τῆς εἰς τὸν Κύριον ἡμῶν πίστεως γέγονεν αὐτοῦ υἱὸς, καὶ ἐμακρύνθη ἀπ' αὐτοῦ, οὐ τόπῳ, ἀλλὰ τρόπῳ· εἴ τινος ἥψατο ὁ λιμὸς, οὐ τοῦ κοινοῦ ἄρτου, ἀλλὰ τοῦ ἐπουρανίου (Ἄρτον γὰρ, φησὶν, οὐρανῶν ἔδωκεν αὐτοῖς· ἄρτον
ἀγγέλων ἔφαγεν ἄνθρωπος)· καταλιπέτω τὰς μαχλώσας ἡδονὰς χοίροις ἐοικυίας, καὶ μηκέτι ἐπιθυμείτω κεράτια ἐσθίειν. Τί ἐστι τὰ κεράτια; Ξύλου καρπός. Τὰ κεράτια τῇ ἁμαρτίᾳ ἀπείκασται· ὥσπερ γὰρ τὰ κεράτια παρὰ τὴν ἀρχὴν τῆς γεύσεως γλυκαίνει, μετὰ δὲ τὴν γεῦσιν τραχύνει τὸν φάρυγγα· οὕτω καὶ ἡ ἁμαρτία ἐν μὲν τῇ ἀρχῇ τῆς γεύσεώς ἐστι γλυκεῖα, μετὰ δὲ τὴν γεῦσιν τραχεῖα. Καὶ τοῦτό ἐστι τὸ λεγόμενον ὑπὸ τοῦ σοφοῦ Σολομῶντος· Μὴ πρόσεχε φαύλῃ γυναικί. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρίσκεται, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Εἴ τινος ἥψατο λιμὸς τοῦ ἄρτου τοῦ οὐρανίου, προσελθέτω, ζητείτω. Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει, καὶ ὁ αἰτῶν λαμβάνει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Κροῦσον τῆς μετανοίας τὴν θύραν τοῖς ἀλαλήτοις σου στεναγμοῖς· μὴ φοβηθῇς αὐτὴν, οὐκ ἔστι σου ξένη ἡ θύρα· ὑπὲρ σοῦ ἀπέθανε. Κἂν εἴπῃς ἐν σεαυτῷ· Τίς ἐστιν; ἀποκρίνεταί σοι Χριστὸς καὶ λέγει· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Εἰπὲ καὶ σύ· Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Εἴ τις τὸ οὐράνιον βάπτισμα λαβὼν ἥμαρτεν, εἰς οὐρανὸν ἥμαρτεν. Ὁ γὰρ πρὸ τοῦ βαπτίσματος ἁμαρτάνων, ἐν γῇ ἁμαρτάνει· Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, τῷ Ἀδὰμ ἐῤῥέθη.
If any of you has become his son through faith in our Lord, and has been far removed from him—not in place, but in manner—and if hunger has touched anyone, not for common bread but for heavenly bread (for "Bread," he says, "from the heavens he gave them; man ate the bread of angels"), let him abandon the soft pleasures that resemble swine, and let him no longer desire to eat carob pods. What are the carob pods? The fruit of a tree. The carob pods are likened to sin; for just as carob pods are sweet at the beginning of tasting, but after the tasting roughen the throat, so also sin is sweet at the beginning of tasting, but after the tasting is rough. And this is what is said by the wise Solomon: Do not pay attention to a wicked woman. For honey drips from the lips of a prostitute, which for a time moistens your throat, but afterward is found more bitter than gall, and sharper than a double-edged sword. If hunger for the heavenly bread has touched anyone, let him come, let him seek. For everyone who seeks finds, and the one who asks receives, and to the one who knocks it will be opened. Knock at the door of repentance with your unspoken groans; do not fear it, the door is not foreign to you; he died for you. And even if you say within yourself, "Who is it?" Christ answers you and says, "I am the door of the sheep." Say also yourself: "I have sinned against heaven and before you." If anyone who has received the heavenly baptism has sinned, he has sinned against heaven. For the one who sins before baptism sins on earth; for "Earth you are, and to earth you shall return," was said to Adam.
Εἴ τις δὲ Χριστὸν ἐνεδύσατο ἐν τῷ βαπτίσματι, οὐκ ἔτι γῆ τυγχάνει, ἀλλ' οὐρανός· Οἷος γὰρ ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Εἴ τις οὖν ἥμαρτε μετὰ τὸ βάπτισμα, εἰς οὐρανὸν ἥμαρτε. Διὸ προσερχέσθω καὶ λεγέτω· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
Διὰ τί; λέγε τὴν αἰτίαν. Τὴν τῷ αἵματι Ἰησοῦ καρδίαν μου ἐῤῥαντισμένην, ῥοδοειδῶς ἀνθοῦσαν, ταῖς ἡδοναῖς ἐβορβόρωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Σὲ παρώξυνα, τὸ Πνεῦμά σου τὸ ἅγιον παρεπίκρανα, τὴν ἐξαστράπτουσαν στολὴν τῆς πίστεως τῇ ἁμαρτίᾳ ἐσπίλωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Τὴν ἐλευθερωθεῖσάν μου ψυχὴν τῷ βαπτίσματι, καὶ χιονωθεῖσαν τῷ φωτίσματι, σκοτίσας τῇ ἁμαρτίᾳ, ἐδούλωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Αἱ τοῦ σώματός μου αἰσθήσεις τῇ κραιπάλῃ μεθυσθεῖσαι, καθάπερ παράφοροι θεραπαινίδες, τὴν ἑαυτῶν δέσποιναν ψυχὴν τῇ ἀκολασίᾳ προέδωκαν· νυνὶ δὲ διὰ τῆς νηστείας ταύτας παιδεύσας, τὴν ψυχήν μου σωφρονίσω· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Οἶδα λοιπὸν τὴν πλάνην τοῦ Ἐχθροῦ, οἶδα αὐτοῦ τὰ σκελίσματα, οἶδα τὴν τῆς γαστριμαργίας αὐτοῦ βελοστασίαν, φεύγω κραιπάλην, δι' ἧς λύει τοὺς τόνους τῆς σωφροσύνης, διώκω τὴν νηστείαν τὴν τὸ νήφειν μοι παρέχουσαν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐργάσομαι κἀγὼ εἰς τὸν ἀμπελῶνά σου·
But if anyone has put on Christ in baptism, he is no longer earth, but heaven; for "as was the man of dust, so also are those who are of dust; and as is the heavenly man, so also are those who are heavenly." For "as many of you as were baptized into Christ have put on Christ." If, then, anyone has sinned after baptism, he has sinned against heaven. Therefore let him come forward and say: "Father, I have sinned against heaven and before you; I am no longer worthy to be called your son."
Why? State the reason. My heart, sprinkled with the blood of Jesus and blooming like a rose, I have defiled with pleasures: "I am no longer worthy to be called your son." I provoked you, I grieved your Holy Spirit, I stained with sin the flashing robe of faith: "I am no longer worthy to be called your son." My soul, which was set free by baptism and made white as snow by illumination, I darkened with sin and enslaved: "I am no longer worthy to be called your son; make me as one of your hired servants." The senses of my body, made drunk with debauchery, like crazed maidservants, betrayed their own mistress, the soul, to licentiousness; but now, having disciplined them through this fasting, I will bring my soul to soundness: "Make me as one of your hired servants." I know henceforth the deceit of the Enemy, I know his stumbling-blocks, I know his archery of gluttony; I flee debauchery, through which he loosens the sinews of self-control; I pursue fasting, which grants me sobriety: "Make me as one of your hired servants." I too will work in your vineyard.
περιτεμῶ κἀγὼ τῇ δρεπάνῃ τοῦ Πνεύματος τῆς ἔνδοθέν μου κειμένης ἀμπέλου λογικῆς τὰ περιττὰ κλήματα, μᾶλλον δὲ ἐγκλήματα· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Γεωργήσω κἀγὼ τὸν βότρυν τῆς ἀγάπης γλυκύτατον· ὑπερείσω κἀγὼ καθάπερ χάρακας τῇ ψυχῇ μου τὰς ἐντολὰς τοῦ Κυρίου, ἵνα μὴ εἰς γῆν συρομένη ὑπὸ ὄφεως συλαγωγῆται· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Εἰς οὐρανοὺς αὐτὴν βλέπειν κατεργάσομαι· ἕλικας φιλαδελφίας αὐτὴν ἐκτείνειν παρασκευάσω, ἵνα τοὺς εἰς γῆν συρομένους πένητας ἐναγκαλιζομένη διαβαστάζῃ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
Δός μοι πάλιν, πάτερ, τὸ ἄροτρον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων· γεωρ γήσω τὴν αὔλακα τῆς ψυχῆς μου, ἐξαρῶ τὰ ἀκανθηφόρα καὶ βλαβοποιὰ τοῦ Πονηροῦ βλαστήματα, ἐπισπερῶ αὐτῇ τὰ οὐράνια σπέρματα. Σοῦ γὰρ ἐπομβροῦντος ἄνωθεν τὸν ἔλεον, ἡ αὖλαξ τῆς ψυχῆς μου καρποφορήσει, ἡ μὲν τριάκοντα, ἡ δὲ ἑξήκοντα, ἡ δὲ ἑκατόν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Μὴ ἀπώσῃς με, πάτερ· οὐ γὰρ παντελῶς με Ἐχθρὸς ἐκνευρίσας, τὴν στολὴν τῆς πίστεως ἀπέδυσεν. Εἰ γὰρ τὸ τῆς σωφροσύνης μου κάλλος ἐσπίλωσεν, ἀλλ' οὖν γε τοῖς εἰδώλοις με αὐτοῦ
I too will circumcise with the sickle of the Spirit the superfluous branches—or rather, the accusations—of the rational vine that lies within me: Make me as one of your hired servants. I too will cultivate the sweetest cluster of love; I too will set the commandments of the Lord around my soul like stakes, so that it is not dragged to the ground by the serpent and carried off as prey: Make me as one of your hired servants. I will bring it about that it looks toward the heavens; I will prepare it to extend the tendrils of brotherly love, so that embracing the poor who are dragged along the ground, it may carry them through: Make me as one of your hired servants.
Give me again, Father, the plow of the cross upon my shoulders; I will till the furrow of my soul, I will pull up the thorn-bearing and harmful shoots of the Evil One, I will sow heavenly seeds in it. For when you pour down your mercy from above, the furrow of my soul will bear fruit, some thirtyfold, some sixtyfold, some a hundredfold: Make me as one of your hired servants. Do not cast me away, Father; for the Enemy did not completely enervate me and strip off the robe of faith. For even if he has defiled the beauty of my chastity, yet at least to his idols me
λατρεύειν οὐδέποτε ἔκαμψε· σὲ οὐκ ἠρνησάμην, Κύριέ μου. Εἰ καὶ ἥμαρτον ἐν τῇ ἀκμῇ τῆς νεότητός μου, ἀλλ' οὖν γε κνίσσαν εἰδώλων κατεπάτησα, εἰκόνας δαιμόνων κατέστρεψα, ξόανα εἰδώλων ἐξῄσχυνα, διάβολον ἐνεφύσησα, δαίμοσιν ἐνέπτυσα. Νυνὶ δὲ τοῖς σοῖς ἴχνεσι προσπίπτω, ὁ Κύριός μου, καὶ ὁ Θεός μου· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐὰν οὕτω μετανοήσῃς, ἐὰν οὕτως ἐξομολογήσῃ· ἔτι πόῤῥω σοῦ ἀπέχοντος προστρέχει ὁ οὐράνιος Πατὴρ, πνεύματι ἐπιπίπτων σου τῷ τραχήλῳ τῆς ψυχῆς, τὸ τῆς χάριτός σοι ζυγὸν ἐπιτιθεὶς, καὶ τῇ ζεύγλῃ τῆς ἀληθείας τὸν αὐχένα τῆς καρδίας σου περισφίγγων· φιλήματι λύει σου τὴν ἔχθραν, καὶ λέγει τοῖς ἑαυτοῦ δούλοις τοῖς ἱερεῦσι· Φέρετε τὴν πρώτην στολήν. Οὐκ εἶπε, Φέρετε μίαν στολὴν, ἀλλὰ, Φέρετε τὴν πρώτην στολὴν, ἵνα δείξῃ τὴν πρώτην τοῦ βαπτίσματος ἀξίαν σοι διδομένην. Φέρετε αὐτῷ τὴν πρώτην στολὴν, καὶ ἐνδύσατε αὐτόν· καὶ δότε δακτύλιον, τὸ δεῖγμα τοῦ πλούτου, τὸν τοῦ θησαυροῦ φύλακα, τὸν ἀῤῥαβῶνα τῆς χάριτος, τὴν σφραγῖδα τοῦ Πνεύματος. Καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ· τουτέστι, Τοῖς τοῦ Εὐαγγελίου λόγοις τὸ ἴχνος τῆς ψυχῆς αὐτοῦ περισφίγξατε· ἵνα μὴ πάλιν ὁ ὄφις τὴν πτέρναν ὑπολείξας, εἰς τὴν προτέραν αὐτὸν πλάνην τῆς ἁμαρτίας κατασύρῃ. Καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν. Τίς ἐστιν οὗτος, ἢ πάντως Χριστὸς, μετὰ τὸ βάπτισμα διδόμενος τοῖς ἀξίοις, καθὼς λέγει ὁ Ἀπόστολος· Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; Φέρετε, φαγόντες εὐφρανθῶμεν. Τίς ἄρα ἐν Ἰουδαίοις καὶ Ἕλλησι πιστεύσει, ὅτι μόσχος ἐσφάγη, καὶ κόσμος ἐστάθη;
I never ceased to serve you; I did not deny you, my Lord. Even if I sinned in the prime of my youth, yet I trampled on the fat of idols, I overturned the images of demons, I disfigured the carved idols, I breathed upon the devil, I spat upon the demons. But now I fall at your feet, my Lord and my God: Make me as one of your hired servants. If you repent in this way, if you confess in this way, while you are still far off the heavenly Father runs to you, falling upon the neck of your soul in the Spirit, placing upon you the yoke of grace, and fastening the neck of your heart to the yoke-beam of truth; by a kiss he dissolves your enmity, and says to his own servants the priests: Bring the first robe. He did not say, Bring a robe, but, Bring the first robe, that he might show that the first dignity of baptism is being given to you. Bring him the first robe, and clothe him; and give a ring, the token of wealth, the guardian of the treasure, the pledge of grace, the seal of the Spirit. And shoes for his feet; that is, Gird the footsteps of his soul with the words of the Gospel, so that the serpent may not again lick his heel and drag him back into his former error of sin. And bring the fatted calf. Who is this, if not certainly Christ, given after baptism to those who are worthy, as the Apostle says: In whom dwells all the fullness of the Godhead bodily? Bring it, and let us eat and be merry. Who then among Jews and Greeks will believe that a calf was slain, and the world was established?
Ὢ μόσχος Παρθένου δαμάλιδος, τέκνον ἱερὸν ἀνηρότου μήτρας! ὢ μόσχος ὁ σφαγεὶς καὶ ζῶν, καὶ πάντοτε ὑφ' ἡμῶν ἑστιώμενος, καὶ ἀδαπάνητος μένων!
Διὸ, ἀγαπητοὶ, εἰς τὸν εὐσταθῆ καὶ εὔδιον λιμένα τὴν ἄγκυραν τοῦ λόγου ἡμῶν χαλάσαντες, παραπέμψωμεν ὑμᾶς τῇ τοῦ ἁγίου Πνεύματος ἐμβολῇ, καὶ τῇ εὐρύθμῳ αὐτοῦ γλώσσῃ διατεμόντες πέλαγος τῶν θείων Γραφῶν, εἰς οὐράνιον πόλιν χειραγωγήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ καὶ προσκυνητῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
O calf of a virgin heifer, sacred child of an unplowed womb! O calf that was slain and lives, and is always feasted on by us, and remains unexhausted!
Therefore, beloved, having let down the anchor of our word into the calm and fair haven, let us send you on with the guidance of the Holy Spirit, and having cut across the sea of the divine Scriptures with his well-ordered tongue, he will lead you by the hand to the heavenly city in Christ Jesus our Lord, to whom be the glory and the might, together with the Father, with the holy and adorable Spirit, now and always, and unto the ages of ages. Amen.