ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Other ·

De sancta pentecoste

John Chrysostom · khazarzar

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 35 passages · 9,432 words

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

0 commentary units 0 derived notes 0 open questions 35 narrative
What the kinds mean

Pipeline notes

  • coverageNo English translation was located by an automated check of the source corpus and one library catalogue. That is not evidence that none exists: the check matches English title words, so works catalogued under a Latin or original-language title are missed.
  • limitThe English is a machine draft produced passage by passage from the transcribed Greek; no human has verified it. The commentary is model-written and cites only keys the pipeline could resolve.
  • registerRegister: other in ancient Greek; the English keeps the liturgical formulae and the vocatives rather than normalising them.
  • structurePassages: 35 narrative.
  • sourceSource edition: khazarzar.
  • sourceLicence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer

Term index

CopticRenderingCountFirst
no glossary terms recorded
khazarzar-john-chrysostom-de-sancta-pentecoste:1 · narrative
Source
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ, Καὶ διὰ τί σημεῖα νῦν οὐ γίνεται, καὶ ὅτι τὰ πραττόμενα καὶ λεγόμενα παρ' ἡμῶν ἀναγράφεται. Ὁμιλία αʹ. αʹ. Πάλιν ἑορτὴ, καὶ πάλιν πανήγυρις, καὶ πάλιν ἡ Ἐκκλησία τῷ πλήθει τῶν τέκνων κομᾷ, ἡ πολύτεκνος αὕτη καὶ φιλότεκνος. Ἀλλὰ τί τῆς φιλοτεκνίας ὄφελος, ὅταν ἑορταῖς μόνον, ἀλλὰ μὴ διηνεκῶς βλέπῃ τὰ ποθούμενα πρόσωπα τῶν παιδίων, ὥσπερ ἂν εἴ τις ἱμάτιον ἔχων καλὸν μὴ συγχωροῖτο αὐτῷ χρῆσθαι διηνεκῶς; Ἱμάτιον γὰρ τῆς Ἐκκλησίας τῶν παραγινομένων τὸ πλῆθός ἐστι, καθάπερ καὶ ὁ προφήτης φησὶν ἄνωθεν πρὸς τὴν Ἐκκλησίαν λέγων· Πάντας αὐτοὺς περιθήσεις ὡς κόσμον νυμφίου, καὶ ὡς στολὴν νύμφης. Καθάπερ οὖν γυνή τις σώφρων καὶ ἐλευθέρα κατεσταλμένον μέχρι τῶν σφυρῶν ἔχουσα τὸν χιτωνίσκον εὐπρεπεστέρα φαίνεται καὶ βελτίων· οὕτω καὶ ἡ Ἐκκλησία φαιδροτέρα σήμερον δείκνυται τὰ πλήθη τῶν ὑμετέρων σωμάτων περιβαλλομένη, καὶ κατεσταλμένον ἔχουσα τὸ ἱμάτιον. Οὐδὲν γὰρ αὐτῆς σήμερον μέρος γυμνόν ἐστιν ἰδεῖν, καθάπερ ἐν ταῖς ἔμπροσθεν ἡμέραις· ἀλλὰ τῆς γυμνώσεως ἐκείνης αἴτιοι οἱ παραγενόμενοι σήμερον μόνον, οἱ μὴ ἀεὶ τὴν μητέρα περιστέλλοντες. Ὅτι δὲ οὐ μικρὸς κίνδυνος γυμνὴν τὴν μητέρα περιορᾷν, ἀναμνησθῶμεν παλαιᾶς ἱστορίας· ἀναμνησθῶμεν τοῦ γυμνὸν ἰδόντος τὸν πατέρα, καὶ δόντος κόλασιν τῆς ὄψεως ἐκείνης. Καίτοι γε ἐκεῖνος οὐκ ἐποίησε γυμνὸν τὸν πατέρα· ἀλλ' εἶδε μόνον γυμνὸν ὄντα τὸν πατέρα· καὶ οὐδὲ οὕτως ἀπηλλάγη τιμωρίας, ἐπειδὴ εἶδε μόνον· οἱ δὲ σήμερον παραγενόμενοι, καὶ πρὸ τούτου μὴ παραγενόμενοι, οὐχ ὁρῶσι γυμνὴν τὴν μητέρα, ἀλλὰ γυμνὴν ποιοῦσιν αὐτήν.
English
ON HOLY PENTECOST: And why signs are not now performed, and that what is done and said by us is recorded. Homily 1. 1. Again a festival, and again a solemn assembly, and again the Church exults in the multitude of her children, she who is rich in children and loves her children. But what is the benefit of loving her children, when she sees the beloved faces of her children only at festivals, and not continually? It is as if someone who has a beautiful garment were not permitted to use it continually. For the garment of the Church is the multitude of those who come, just as the prophet also says from of old, speaking to the Church: You shall clothe yourself with them all as with a bridegroom's ornament, and as with a bride's robe. Just as, therefore, a modest and freeborn woman who has her tunic let down to her ankles appears more comely and better, so too the Church shows herself more radiant today, clothed in the multitudes of your bodies, and having her garment let down. For no part of her is to be seen naked today, as in the former days; but the cause of that nakedness is those who have come today only, who do not always clothe their mother. And that it is no small danger to leave the mother naked, let us recall an ancient story; let us recall the one who saw his father naked, and gave punishment for that sight. And yet he did not make his father naked, but only saw his father naked; and not even so did he escape punishment, because he only saw; but those who come today, and did not come before this, do not see their mother naked, but make her naked.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:2 · narrative
Source
Εἰ δὲ ὁ γύμνωσιν ἰδὼν οὐκ ἐξέφυγε τιμωρίαν, οἱ γύμνωσιν ποιοῦντες ποίας ἂν εἶεν συγγνώμης ἄξιοι; Ταῦτα οὐχὶ πλῆξαι βουλόμενος λέγω, ἀλλ' ἵνα φύγωμεν τὴν τιμωρίαν, ἵνα φύγωμεν τὴν κατάραν τοῦ Χὰμ, ἵνα μιμησώμεθα τὴν εὔνοιαν τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, καὶ περιστέλλωμεν καὶ ἡμεῖς ἀεὶ τὴν μητέρα τὴν ἡμετέραν. Ἰουδαϊκοῦ φρονήματός ἐστι τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι μόνον τῷ Θεῷ· πρὸς ἐκείνους εἴρηται, Τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσῃ Κυρίῳ τῷ Θεῷ σου· ἡμᾶς δὲ διαπαντὸς βούλεται ὁ Θεὸς φαίνεσθαι αὐτῷ. Καὶ ἐκείνοις δὲ τῶν τόπων τὰ διαστήματα τοσαύτας ἐποίησε μόνας γίνεσθαι τὰς συνόδους· εἰς γὰρ τόπον ἕνα συνεκέκλειστο ἡ λατρεία τότε· διὰ τοῦτο καὶ τῆς συλλογῆς καὶ τῆς παρουσίας αὐτῶν εὐαρίθμητοι ἦσαν οἱ καιροί· εἰς γὰρ τὰ Ἱεροσόλυμα ἀνάγκη προσκυνεῖν ἦν, ἀλλαχοῦ δὲ οὐδαμοῦ. Διὰ τοῦτο ἐκέλευσε τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι τῷ Θεῷ· καὶ ἀπελογεῖτο ὑπὲρ αὐτῶν τῆς ὁδοῦ τὸ διάστημα· ὑπὲρ δὲ ἡμῶν οὐδεὶς ἀπολογήσεται τρόπος. Καὶ ἐκεῖνοι μὲν πανταχοῦ τῆς γῆς διεσπαρμένοι ἦσαν. Ἦσαν γὰρ, φησὶν, ἐν Ἱεροσολύμοις κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τοῦ ὑπὸ τὸν οὐρανόν· ἡμεῖς δὲ μίαν πόλιν οἰκοῦμεν ἅπαντες, ὑπὸ τοῖς αὐτοῖς τείχεσι καθήμεθα, καὶ πολλάκις οὐδὲ ἑνὶ στενωπῷ διειργόμεθα τῆς ἐκκλησίας, καὶ καθάπερ οἱ μακροῖς πελάγεσι διεστῶτες, οὕτως ὀλιγάκις πρὸς τὴν ἱερὰν ταύτην ἀπαντῶμεν σύνοδον. Καὶ ἐκείνους μὲν τρεῖς μόνους ἐκέλευσε καιροὺς ἑορτάζειν, ὑμᾶς δὲ ἀεὶ τοῦτο ποιεῖν ἐκέλευσεν· ἀεὶ γὰρ ἡμῖν ἐστιν ἑορτή.
English
But if the one who saw nakedness did not escape punishment, what forgiveness would those who make nakedness be worthy of? I say these things not wishing to strike, but so that we may flee the punishment, so that we may flee the curse of Ham, so that we may imitate the goodwill of Shem and Japheth, and so that we too may always cover our mother. It is a mark of Jewish thinking to appear before God only three times a year; to those it was said, Three times a year you shall appear before the Lord your God; but God wishes us to appear before him continually. And for them he made the distances between the places such that their gatherings were only so many; for at that time worship was confined to one place; for this reason the times of their assembly and presence were easily numbered; for it was necessary to worship in Jerusalem, and nowhere else. For this reason he commanded them to appear before God three times a year; and the distance of the journey made excuse for them; but for us no manner of excuse will be made. And they were scattered everywhere on the earth. For there were, it says, dwelling in Jerusalem devout Jewish men from every nation under heaven; but we all inhabit one city, we sit under the same walls, and often we are not even separated from the church by a single narrow street, and yet just like those separated by great expanses of sea, so rarely do we meet this sacred assembly. And for them he commanded to celebrate only three seasons, but for you he commanded to do this always; for for us it is always a festival.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:3 · narrative
Source
Καὶ ἵνα μάθητε ὅτι ἀεὶ ἑορτὴ, λέγω τῶν ἑορτῶν τὰς ὑποθέσεις, καὶ εἴσεσθε, ὅτι καθ' ἑκάστην ἡμέραν ἑορτή ἐστι. Τοίνυν παρ' ἡμῖν ἑορτὴ πρώτη τὰ ἐπιφάνια. Τίς οὖν ἡ ὑπόθεσις τῆς ἑορτῆς; Ἐπειδὴ Θεὸς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐπειδὴ ὁ Θεὸς ὁ μονογενὴς τοῦ Θεοῦ παῖς μεθ' ἡμῶν ἦν· ἀλλὰ τοῦτο ἀεί ἐστιν. Ἰδοὺ γὰρ, φησὶ, μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· διὸ πάσας τὰς ἡμέρας τὰ ἐπιφάνια δυνατὸν τελεῖν. Τοῦ Πάσχα ἡ ἑορτὴ τί βούλεται; τίς ἡ ὑπόθεσις αὐτῆς; Τὸν θάνατον τοῦ Κυρίου καταγγέλλομεν τότε· καὶ τοῦτό ἐστι τὸ Πάσχα· ἀλλ' οὐδὲ τοῦτο καιρῷ ὡρισμένῳ ποιοῦμεν. Βουλόμενος γὰρ ἡμᾶς ἀπαλλάξαι ὁ Παῦλος τῆς τῶν καιρῶν ἀνάγκης, καὶ δεικνὺς ὅτι δυνατὸν ἀεὶ Πάσχα ἐπιτελεῖν, Ὁσάκις γὰρ ἂν ἐσθίητε, φησὶ, τοῦτον τὸν ἄρτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Ἐπεὶ οὖν ἀεὶ δυνάμεθα τὸν θάνατον τοῦ Κυρίου καταγγέλλειν, ἀεὶ Πάσχα δυνάμεθα ἐπιτελεῖν. Βούλεσθε μαθεῖν, ὅτι καὶ αὕτη ἡ σήμερον ἑορτὴ δύναται καθ' ἑκάστην πληροῦσθαι, μᾶλλον δὲ καθ' ἑκάστην ἐστίν; Ἴδωμεν τίς ἡ ὑπόθεσις τῆς παρούσης ἑορτῆς, καὶ τίνος ἕνεκεν αὐτὴν ἄγομεν. Ὅτι τὸ Πνεῦμα πρὸς ἡμᾶς ἦλθε· καθάπερ γὰρ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων ἐστὶ τῶν πιστῶν· οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ. Πόθεν δῆλον; Ὁ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας.
English
And so that you may learn that there is always a festival—I mean the underlying meanings of the festivals—and you will know that every day is a festival. Therefore among us the first festival is the Epiphany. What, then, is the underlying meaning of the festival? Because God appeared on earth and conversed with men; because God the only-begotten Son of God was with us; but this is always. For behold, he says, I am with you all the days until the consummation of the age; therefore it is possible to celebrate the Epiphany all days. What does the festival of Pascha intend? What is its underlying meaning? We proclaim the death of the Lord then; and this is Pascha; but we do not do this at a fixed time either. For Paul, wishing to free us from the constraint of times, and showing that it is possible always to celebrate Pascha, says: For as often as you eat this bread and drink this cup, you proclaim the death of the Lord. Since, then, we can always proclaim the death of the Lord, we can always celebrate Pascha. Do you wish to learn that this present festival also can be fulfilled every day—or rather is every day? Let us see what is the underlying meaning of the present festival, and for whose sake we keep it. That the Spirit has come to us; for just as the only-begotten Son of God is with believing men, so also is the Spirit of God. From where is this clear? He who loves me, he says, will keep my commandments, and I will ask my Father, and he will give you another Paraclete, that he may remain with you forever, the Spirit of truth.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:4 · narrative
Source
Ὥσπερ οὖν ὁ Χριστὸς εἶπε περὶ ἑαυτοῦ, ὅτι Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ δυνάμεθα ἀεὶ τὰ ἐπιφάνια ἐπιτελεῖν· οὕτω καὶ περὶ τοῦ Πνεύματος εἶπεν, ὅτι εἰς τὸν αἰῶνα μεθ' ὑμῶν ἐστι, καὶ δυνάμεθα ἀεὶ πεντηκοστὴν ἐπιτελεῖν. βʹ. Καὶ ἵνα μάθητε, ὅτι ἔξεστιν ἡμῖν ἀεὶ ἑορτάζειν, καὶ οὐκ ἔστι καιρὸς ὡρισμένος, οὐδὲ ἀνάγκῃ χρόνον συγκεκλείσμεθα, ἀκούσατε τοῦ Παύλου τί φησιν· Ὥστε ἑορτάζωμεν. Καίτοι οὐκ ἦν τότε ἑορτὴ, ὅτε ταῦτα ἔγραφεν· οὐκ ἦν Πάσχα, οὐκ ἦν ἐπιφάνια, οὐκ ἦν πεντηκοστή· ἀλλὰ δεικνὺς, ὅτι οὐ καιρὸς ποιεῖ ἑορτὴν, ἀλλὰ συνειδὸς καθαρόν· ἑορτὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ εὐφροσύνη· εὐφροσύνην δὲ πνευματικὴν καὶ νοερὰν οὐδὲν ἄλλο ποιεῖ, ἀλλ' ἢ συνειδὸς πράξεων ἀγαθῶν· ὁ δὲ συνειδὸς ἔχων ἀγαθὸν καὶ πράξεις τοιαύτας, ἀεὶ ἑορτάζειν δύναται. Τοῦτο οὖν αὐτὸ δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ὁρᾷς πῶς οὐ καιρῶν σε κατέδησεν ἀνάγκῃ, ἀλλὰ συνειδὸς καθαρὸν ἔχειν παρεκελεύσατο; Ἐβουλόμην πᾶσαν τὴν διάλεξιν εἰς τοῦτο καταναλῶσαι· οἱ γὰρ διὰ χρόνου τινὰς λαβόντες εἰς τὰς χεῖρας τὰς ἑαυτῶν οὐκ εὐκόλως αὐτοὺς ἀφιᾶσιν· ἐπεὶ οὖν καὶ ὑμᾶς ἡμεῖς τοὺς δι' ἐνιαυτοῦ παραγινομένους εἴσω τῶν δικτύων ἐλάβομεν τῶν ἡμετέρων, οὐ βουλόμεθα ἀφεῖναι τήμερον, ἀλλ' ἵνα μὴ κενοὶ τῶν περὶ τῆς ἑορτῆς ἀναχωρήσητε λόγων, ἀπὸ τῆς παραινέσεως ταύτης ἐπὶ τὴν ὑπόθεσιν τῆς ἑορτῆς ἀγαγεῖν χρὴ τὴν διάλεξιν.
English
Just as Christ said of himself, "Behold, I am with you all the days until the end of the age," and we can always celebrate the Epiphany, so too he said of the Spirit, "He is with you forever," and we can always celebrate Pentecost. 2. And so that you may learn that it is permitted for us always to celebrate, and that there is no fixed season, nor are we confined to a time by necessity, hear what Paul says: "Therefore let us celebrate the festival." And yet it was not a festival at that time when he wrote these things; it was not Passover, it was not Epiphany, it was not Pentecost; but he was showing that it is not the season that makes a festival, but a pure conscience. For a festival is nothing other than gladness; and nothing else produces spiritual and rational gladness but a conscience of good deeds; and he who has a good conscience and such deeds can always celebrate. This very thing, then, Paul was showing when he said: "Therefore let us celebrate the festival, not with old leaven, nor with the leaven of malice and wickedness, but with the unleavened bread of sincerity and truth." Do you see how he did not bind you by the necessity of seasons, but exhorted you to have a pure conscience? I wished to spend this whole discourse on this point; for those who have received certain things after a long time into their own hands do not easily let them go. Since, then, we too have caught you, who come once a year, within our nets, we do not wish to let you go today, but so that you may not depart empty of words about the festival, we must lead the discourse from this exhortation to the theme of the festival.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:5 · narrative
Source
Πολλὰ μὲν οὖν πολλάκις ἐξ οὐρανοῦ κατῆλθεν εἰς τὴν γῆν ἀγαθὰ τῷ κοινῷ τῶν ἀνθρώπων γένει· οἷα δὲ σήμερον, οὐδέποτε κατηνέχθη πρὸ τούτου. Μάθετε γοῦν οἷα τὰ πρότερα, οἷα τὰ σήμερον, ἵνα καὶ ἑκατέρων ἴδητε τὴν διαφοράν. Ἔβρεξεν ὁ Θεὸς μάννα ἐπὶ τὴν γῆν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον γὰρ ἀγγέλων ἔφαγεν ἄνθρωπος· μέγα ὄντως καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἄξιον. Μετ' ἐκεῖνο κατηνέχθη πῦρ, καὶ πλανώμενον τὸν Ἰουδαϊκὸν δῆμον διώρθωσε, καὶ ἥρπασε τὴν θυσίαν ἀπὸ τοῦ βωμοῦ κατηνέχθη πάλιν ὑετὸς λιμῷ τηκομένων ἁπάντων, καὶ πολλὴν τὴν εὐετηρίαν εἰργάσατο. Μεγάλα ταῦτα καὶ θαυμαστά· ἀλλὰ τὰ παρόντα πολλῷ μείζονα· οὐ γὰρ μάννα καὶ πῦρ καὶ ὑετὸς κατηνέχθη σήμερον, ἀλλ' ὄμβρος χαρισμάτων πνευματικῶν· νιφάδες ἠνέχθησαν ἄνωθεν, οὐχὶ τὴν γῆν πρὸς καρποφορίαν ἐγείρουσαι, ἀλλὰ τὴν ἀνθρωπίνην πείθουσαι φύσιν τὸν καρπὸν τῆς ἀρετῆς τῷ τῶν ἀνθρώπων ἀποδοῦναι γεωργῷ. Καὶ οἱ ῥανίδα ἐκεῖθεν δεξάμενοι εὐθέως τῆς φύσεως ἐπελανθάνοντο τῆς ἑαυτῶν, καὶ ἐξαίφνης ἀγγέλων ἐπληροῦτο πᾶσα ἡ γῆ· ἀγγέλων οὐχὶ ἐπουρανίων, ἀλλ' ἐν ἀνθρωπίνῳ σώματι τῶν ἀσωμάτων
English
Many good things have often come down from heaven to earth for the common race of mankind, but such things as today have never before been brought down. Learn, then, what the former things were and what today's are, so that you may see the difference between them. God rained manna upon the earth and gave them bread from heaven, for man ate the bread of angels—truly great and worthy of God's love for mankind. After that, fire came down and corrected the erring Jewish people and snatched the sacrifice from the altar; again, rain came down when all were wasting away with famine, and it produced great abundance. These things are great and wonderful, but the present things are far greater; for today it was not manna and fire and rain that came down, but a shower of spiritual gifts. Flakes were brought down from above, not rousing the earth to fruitfulness, but persuading human nature to render the fruit of virtue to the farmer of men. And those who received the drops from there immediately forgot their own nature, and suddenly the whole earth was filled with angels—not heavenly angels, but those incorporeal beings in a human body.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:6 · narrative
Source
δυνάμεων τὴν ἀρετὴν ἐπιδεικνυμένων. Οὐ γὰρ ἐκεῖνοι κάτω κατέβησαν, ἀλλ' ὃ θαυμαστότερον ἦν, οἱ κάτω πρὸς τὴν ἀρετὴν ἀνέβησαν τὴν ἐκείνων· οὐ γὰρ τὴν σάρκα ῥίψαντες γυμναῖς ταῖς ψυχαῖς περιῄεσαν, ἀλλὰ μένοντες ἐν τῇ φύσει, τῇ προαιρέσει ἄγγελοι ἐγένοντο. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲ ἡ προτέρα τιμωρία τιμωρία ἦν, ὅτε εἶπεν, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, διὰ τοῦτό σε ἀφῆκε μένειν ἐν τῇ γῇ, ἵνα μειζόνως ἡ τοῦ Πνεύματος δειχθῇ δύναμις. διὰ χοϊκοῦ σώματος τοιαῦτα ἐργαζομένη. Ἦν γὰρ ἰδεῖν γλῶτταν πηλίνην δαίμοσιν ἐπιτάττουσαν· ἦν ἰδεῖν χεῖρα πηλίνην ἰωμένην νοσήματα· μᾶλλον δὲ οὐ χεῖρα πηλίνην μόνον ἦν ἰδεῖν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, πηλίνων σωμάτων σκιὰς καὶ θανάτου καὶ δυνάμεων ἀσωμάτων περιγενομένας, τῶν δαιμόνων λέγω. Καθάπερ γὰρ ἡλίου φανέντος ἐλαύνεται τὸ σκότος, καταδύεται θηρία πρὸς τοὺς οἰκείους φωλεοὺς, ἀνδροφόνοι καὶ λῃσταὶ καὶ τυμβωρύχοι πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀνατρέχουσιν· οὕτω Πέτρου φανέντος καὶ φωνὴν ἀφιέντος, ἠλαύνετο τὸ σκότος τῆς πλάνης, ἀνεχώρει διάβολος, ἐδραπέτευον δαίμονες, ἀνῄρητο παθήματα σωμάτων, ἐθεραπεύετο νοσήματα ψυχῶν, ἠλαύνετο κακία πᾶσα, ἀρετὴ πρὸς τὴν γῆν ἐπανήγετο. Καὶ καθάπερ ἐκ ταμιείων βασιλικῶν ἐχόντων χρυσίον καὶ λίθους τιμίους κἂν μικρόν τις δυνηθῇ ἐξενεγκεῖν τῶν ἀποκειμένων ἐνδόξως, κἂν ἕνα λίθον μόνον, πολὺν ἐργάζεται τὸν πλοῦτον τῷ κατεχομένῳ· οὕτω καὶ ἀπὸ τῶν στομάτων τῶν ἀποστολικῶν· ταμιεῖα γὰρ βασιλικὰ ἦν τὰ στόματα ἐκείνων θησαυρὸν ἰαμάτων ἔχοντα ἀποκείμενον· καὶ ἕκαστον ῥῆμα ἐξιὸν πολὺν εἰργάζετο πλοῦτον πνευματικόν.
English
displaying the virtue of powers. For those men did not come down below, but—what was more wonderful—those below ascended to their virtue; for they did not cast off the flesh and go about with naked souls, but remaining in their nature, by their choice they became angels. And so that you may learn that even the former punishment was not a punishment, when he said, "Earth you are, and to earth you shall go," for this reason he left you to remain on the earth, so that the power of the Spirit might be shown more greatly, working such things through a body of clay. For one could see a tongue of clay commanding demons; one could see a hand of clay healing diseases; or rather, one could see not only a hand of clay, but—what was far more wonderful—the shadows of clay bodies prevailing over death and over incorporeal powers, I mean the demons. For just as when the sun appears the darkness is driven away, beasts retreat to their own dens, and murderers and robbers and tomb-robbers run up to the peaks of the mountains; so when Peter appeared and uttered his voice, the darkness of error was driven away, the devil withdrew, demons fled, the passions of bodies were destroyed, the diseases of souls were healed, all wickedness was driven away, and virtue was brought back to the earth. And just as from royal treasuries containing gold and precious stones, if someone is able to bring out even a little of what is stored up gloriously, even a single stone only, he produces great wealth for the one who possesses it; so also from the mouths of the apostles—for those mouths were royal treasuries, holding a stored-up treasure of healings—and each word that came out produced great spiritual wealth.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:7 · narrative
Source
Ἦν τότε ἀληθῶς ἰδεῖν, ὅτι τὰ λόγια Κυρίου ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· ὅπερ γὰρ οὐκ ἠδύναντο χρυσὸς, οὐδὲ λίθος τίμιος, τοῦτο ἐποίει τὰ ῥήματα Πέτρου. Πόσα γὰρ τάλαντα χρυσίου τὸν χωλὸν ἐκ γενετῆς διορθώσασθαι ἴσχυον; Ἀλλὰ τὸ ῥῆμα Πέτρου ἴσχυσε τῆς φύσεως ἀνελεῖν ταύτην τὴν πήρωσιν. Εἶπεν, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι,καὶ περιπάτει, καὶ ὁ λόγος ἔργον ἐγένετο. Εἶδες πῶς ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν; εἶδες πῶς ταμιεῖα βασιλικὰ ἦν ἐκείνων τὰ στόματα; Ὄντως ἰατροὶ τῆς οἰκουμένης ἐκεῖνοι, καὶ γεωργοὶ, καὶ κυβερνῆται· ἰατροὶ μὲν, ἐπειδὴ νοσήματα ἐθεράπευον· γεωργοὶ δὲ, ἐπειδὴ τὸν λόγον τῆς εὐσεβείας κατέσπειρον· κυβερνῆται δὲ, ἐπειδὴ τὸ κλυδώνιον τῆς πλάνης ἔπαυσαν. Διὰ τοῦτο ποτὲ μέν φησι· Πορευθέντες ἀσθενοῦντας θεραπεύετε, ὡς πρὸς ἰατροὺς διαλεγόμενος· ποτὲ δὲ, Ἰδοὺ ἀποστέλλω ὑμᾶς θερίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιάκατε, ὡς πρὸς γεωργοὺς διαλεγόμενος· καὶ πάλιν ἀλλαχοῦ· Ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· καὶ τῷ Πέτρῳ, Μὴ φοβοῦ, φησὶν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν, ὡς πρὸς κυβερνήτας καὶ ἁλιεῖς ὁμιλῶν· καὶ ἦν ἰδεῖν θαύματα ἐπὶ θαύμασι. Καὶ γὰρ ἡ φύσις ἡ ἡμετέρα πρὸ δέκα ἡμερῶν εἰς τὸν θρόνον ἀνέβη τὸν βασιλικὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον κατέβη σήμερον πρὸς τὴν φύσιν τὴν ἡμετέραν· ἀνήνεγκεν ὁ Κύριος τὴν ἀπαρχὴν τὴν ἡμετέραν, καὶ κατήνεγκε τὸ Πνεῦμα τὸ ἅγιον. Ἕτερος Κύριος διανέμων τὰ δῶρα ταῦτα· καὶ γὰρ τὸ Πνεῦμα Κύριός ἐστι, καὶ διενείμαντο τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα.
English
Then one could truly see that the oracles of the Lord are desirable beyond gold and much precious stone; for what gold could not do, nor precious stone, the words of Peter did. For how many talents of gold could have healed the man lame from birth? But the word of Peter had power to abolish that crippling of nature. He said, In the name of Jesus Christ, rise and walk, and the word became deed. Did you see how they are desirable beyond gold and much precious stone? Did you see how those men's mouths were royal treasuries? Truly they were physicians of the world, and farmers, and pilots: physicians, because they healed diseases; farmers, because they sowed the word of piety; pilots, because they stopped the surge of error. Therefore at one time he says, Go, heal the sick, as speaking to physicians; and at another, Behold, I send you to reap what you have not labored for, as speaking to farmers; and again elsewhere, I will make you fishers of men; and to Peter, he says, Fear not, from now on you will be catching men, as conversing with pilots and fishermen; and one could see wonders upon wonders. For our nature ascended to the royal throne ten days ago, and the Holy Spirit came down today to our nature; the Lord carried up our firstfruits, and the Holy Spirit brought them down. Another Lord distributes these gifts; for the Spirit is Lord, and Father and Son and Holy Spirit divided among themselves the dispensation on our behalf.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:8 · narrative
Source
Οὔπω δέκα ἡμέρας εἶχεν ἀνελθὼν ὁ Χριστὸς, καὶ χαρίσματα ἡμῖν ἔπεμψε πνευματικὰ, δῶρα τῆς καταλλαγῆς ἐκείνης. Ἵνα γὰρ μηδεὶς ἀμφιβάλλῃ, καὶ διαπορῇ τί ποτε ἄρα ἂν ἀνελθὼν ὁ Χριστὸς ἐποίησεν· ἆρα κατήλλαξε τὸν Πατέρα; ἆρα ἵλεων αὐτὸν εἰργάσατο; βουλόμενος ἡμῖν δηλῶσαι, ὅτι κατήλλαξεν αὐτὸν τῇ φύσει τῇ ἡμετέρᾳ, τὰ δῶρα τῆς καταλλαγῆς ἔπεμψεν ἡμῖν εὐθέως. Τῶν γὰρ ἐχθρῶν ἑνουμένων καὶ καταλλαγέντων ἀλλήλοις, μετὰ τὴν καταλλαγὴν εὐθὺς ἐφέπονται αἵ τε φιλοτησίαι καὶ δεξιώσεις καὶ τὰ χαρίσματα. Ἐπέμψαμεν τοίνυν ἡμεῖς πίστιν, καὶ ἐλάβομεν ἐκεῖθεν χαρίσματα· ἐπέμψαμεν ὑπακοὴν, καὶ ἐλάβομεν δικαιοσύνην. γʹ. Καὶ ἵνα μάθητε, ὅτι τῆς καταλλαγῆς τοῦ Θεοῦ δῶρόν ἐστι τὸ δοθῆναι τὸ Πνεῦμα τὸ ἅγιον, ἀπὸ τῶν Γραφῶν ὑμᾶς πεῖσαι πειράσομαι, πρότερον ἀπὸ τοῦ ἐναντίου φανερὸν ποιῶν τὸν λόγον, καὶ δεικνὺς ὅτι ἀναστέλλει τοῦ Πνεύματος τὴν χάριν, ἐπειδὰν ἡμῖν ὀργίζηται· ἵνα ὅταν πεισθῇς, ὅτι τῆς ὀργῆς αὐτοῦ τεκμήριον τὸ μὴ εἶναι Πνεῦμα ἅγιον, καὶ ἴδῃς πάλιν Πνεῦμα καταπεμπόμενον, μάθῃς ὅτι εἰ μὴ κατηλλάγη, οὐκ ἂν ἔπεμψε Πνεῦμα ἅγιον. Πόθεν οὖν εἰσόμεθα τοῦτο; Ὁ Ἠλὶ πρεσβύτης ἄνθρωπος ἦν, τὰ μὲν ἄλλα ἐπιεικὴς καὶ σώφρων, παίδων δὲ πονηρίαν οὐκ εἰδὼς διορθώσασθαι, ἀλλὰ πέρα τοῦ μέτρου φιλῶν τὰ ἔκγονα. Ἀκούετε ὅσοι παῖδας ἔχετε, ὥστε μεμετρημένην ποιεῖσθαι τὴν φιλίαν καὶ τὴν αἰδῶ. Ὁ γὰρ Ἠλὶ ἐντεῦθεν παροξύνας τὸν Θεὸν, εἰς ὀργὴν αὐτὸν ἔῤῥιψε τοσαύτην, ὡς ἅπαν αὐτὸν ἀποστραφῆναι τὸ ἔθνος. Δεικνὺς τοίνυν ὁ ταῦτα γράψας, ὅτι σφόδρα αὐτοὺς ἀπέστραπτο ὁ Θεὸς, ἔλεγε·
English
Christ had not yet been ascended for ten days, and he sent us spiritual gifts, the gifts of that reconciliation. For so that no one might doubt or be at a loss as to what Christ did when he ascended—did he reconcile the Father? Did he make him propitious?—wishing to show us that he reconciled him to our nature, he sent us the gifts of reconciliation immediately. For when enemies are united and reconciled to one another, after the reconciliation the tokens of friendship and the right hands of fellowship and the gifts follow at once. We therefore sent faith, and we received gifts from there; we sent obedience, and we received righteousness. 3. And so that you may learn that the giving of the Holy Spirit is a gift of God's reconciliation, I shall attempt to persuade you from the Scriptures, first making the argument clear from the opposite case, and showing that he withholds the grace of the Spirit whenever he is angry with us; so that when you are persuaded that the absence of the Holy Spirit is a proof of his anger, and you see the Spirit sent down again, you may learn that if he had not been reconciled, he would not have sent the Holy Spirit. From where, then, shall we know this? Eli was an elderly man, in other respects gentle and temperate, but not knowing how to correct the wickedness of his children, rather loving his offspring beyond measure. Hear, all you who have children, so as to keep your affection and your respect measured. For Eli, having provoked God by this, threw him into such great anger that he turned away entirely from the whole nation. The one who wrote these things, then, showing that God had utterly turned away from them, said:
khazarzar-john-chrysostom-de-sancta-pentecoste:9 · narrative
Source
Ῥῆμα τίμιον ἦν, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα, τίμιον ἐνταῦθα τὸ σπάνιον λέγων· διὰ γὰρ τούτων ἐδήλωσεν, ὅτι τὰ τῆς προφητείας ἐσπάνιζε τότε. Πάλιν θρηνῶν ἄλλος καὶ ἀποδυρόμενος ἐπὶ τῇ ὀργῇ τοῦ Θεοῦ ἔλεγεν· Οὐκ ἔστιν ἄρχων, οὐδὲ προφήτης ἐν τῷ καιρῷ τούτῳ· καὶ πάλιν ὁ εὐαγγελιστής φησιν· Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Ἐπειδὴ γὰρ οὐδέπω ἐσταυρώθη, φησὶν, οὐκ ἦν Πνεῦμα ἅγιον ἐν τοῖς ἀνθρώποις δοθέν· τὸ γὰρ, ἐσταυρώθη, ἐστὶν Ἐδοξάσθη Εἰ γὰρ καὶ φύσει τὸ πρᾶγμα ἐπονείδιστον, ἀλλ' ἐπειδὴ ὑπὲρ τῶν φιλουμένων ἐγένετο, δόξαν αὐτὸ καλεῖ ὁ Χριστός. Καὶ τίνος ἕνεκεν, εἰπέ μοι, πρὸ τοῦ σταυροῦ οὐκ ἐδόθη τὸ Πνεῦμα; Ὅτι ἐν ἁμαρτίαις ἦν ἡ οἰκουμένη, ἐν προσκρούσμασι, καὶ ἔχθρᾳ, καὶ ἀτιμίᾳ· οὐδέπω τοῦ ἀμνοῦ προσενεχθέντος τοῦ τὴν ἁμαρτίαν αἴροντος τοῦ κόσμου. Ἐπεὶ οὖν οὐδέπω ἦν ὁ Χριστὸς σταυρωθεὶς, οὐδέπω ἦν καταλλαγὴ γενομένη· τῆς δὲ καταλλαγῆς μηδέπω γενομένης, εἰκότως οὐδὲ τὸ Πνεῦμα ἐπέμπετο, ὥστε καταλλαγῆς τεκμήριον τὸ Πνεῦμα ἀποσταλῆναι. Διὰ τοῦτο καὶ ὁ Χριστός φησι· Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ· ἐὰν μὴ ἀπέλθω, καὶ καταλλάξω τὸν Πατέρα, φησὶν, οὐ πέμπω ὑμῖν τὸν παράκλητον. Εἴδετε διὰ πόσων ἀπεδείξαμεν ὑμῖν, ὅτι τῆς ὀργῆς τοῦ Θεοῦ σημεῖόν ἐστι τὸ μὴ εἶναι Πνεῦμα ἅγιον ἐν ἀνθρώποις; Ῥῆμα τίμιον ἦν, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα· Οὐκ ἔστι γὰρ ἄρχων οὐδὲ προφήτης ἐν τῷ καιρῷ τούτῳ· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ.
English
A precious word it was, and there was no vision distinguishing it—calling "precious" here that which is rare; for by these things he showed that the things of prophecy were scarce at that time. Again another, lamenting and bewailing the wrath of God, said: There is no ruler, nor prophet in this time; and again the evangelist says: For the Holy Spirit was not yet, because Jesus was not yet glorified. For since he had not yet been crucified, he says, the Holy Spirit was not yet given among men; for "he was crucified" means "he was glorified." For even if the thing is by nature reproachful, yet since it happened for the sake of those beloved, Christ calls it glory. And for what reason, tell me, was the Spirit not given before the cross? Because the world was in sins, in offenses, and in enmity and dishonor; the Lamb who takes away the sin of the world had not yet been offered. Since, then, Christ had not yet been crucified, reconciliation had not yet taken place; and since reconciliation had not yet taken place, reasonably the Spirit was not sent either, so that the sending of the Spirit is a proof of reconciliation. For this reason Christ also says: It is expedient for you that I go away; for if I do not go away, he will not come; if I do not go away, he says, and reconcile the Father, I do not send you the Paraclete. Do you see through how many things we have demonstrated to you that the absence of the Holy Spirit among men is a sign of the wrath of God? A precious word it was, and there was no vision distinguishing it; for There is no ruler nor prophet in this time; for the Holy Spirit was not yet, because Jesus was not yet glorified. It is expedient for you that I go away; for if I do not go away, he will not come.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:10 · narrative
Source
Οὐκοῦν σημεῖόν ἐστι τῆς ὀργῆς τοῦ Θεοῦ τὸ μὴ εἶναι Πνεῦμα ἅγιον. Ὅταν ἴδῃς Πνεῦμα ἅγιον καταπεμπόμενον δαψιλῶς, μηδὲν λοιπὸν ἀμφιβάλλῃς περὶ τῆς καταλλαγῆς. Καὶ ποῦ, φησὶν, ἔστι Πνεῦμα ἅγιον νῦν; Τότε μὲν γὰρ καλῶς λέγει, ὅτε σημεῖα ἐγίνετο, καὶ νεκροὶ ἠγείροντο, καὶ λεπροὶ πάντες ἐκαθαίροντο· νῦν δὲ πόθεν δείξομεν, ὅτι πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον ἡμῖν; Μὴ δείσητε· ἀποδείκνυμι γὰρ, ὅτι καὶ νῦν Πνεῦμα ἅγιόν ἐστιν ἐν ἡμῖν. Πῶς καὶ τίνι τρόπῳ; Καὶ γὰρ εἰ μὴ Πνεῦμα ἅγιόν ἐστιν ἐν ἡμῖν, πῶς ἂν οὗτοι οἱ κατὰ τὴν ἱερὰν νύκτα ταύτην φωτισθέντες τῶν ἁμαρτιῶν ἀπηλλάγησαν; οὐδὲ γὰρ ἔστιν ἁμαρτημάτων ἀπαλλαγῆναι ἄνευ τῆς τοῦ Πνεύματος ἐνεργείας. Ἀκούσατε γοῦν τοῦ Παύλου λέγοντος· Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις ποικίλαις· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου· καὶ πάλιν ἀλλαχοῦ· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὐ κλέπται, οὐ πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἶδες ἅπαντα τὰ εἴδη τῆς κακίας; Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε. Πῶς; τοῦτο γὰρ τὸ ζητούμενον, εἰ διὰ τοῦ ἁγίου Πνεύματος τὴν κακίαν ἀπεθέμεθα. Οὐκοῦν ἄκουσον·
English
Therefore it is a sign of the wrath of God that the Holy Spirit is not present. When you see the Holy Spirit sent down abundantly, then doubt no longer about the reconciliation. And where, he says, is the Holy Spirit now? For then he speaks well, when signs were happening, and the dead were being raised, and all lepers were being cleansed; but now, from where shall we show that the Holy Spirit is present with us? Do not be afraid; for I will demonstrate that even now the Holy Spirit is in us. How, and in what manner? For if the Holy Spirit is not in us, how would these who were enlightened on this sacred night have been released from their sins? For it is not possible to be released from sins without the working of the Spirit. Hear Paul, then, saying: For we ourselves were once foolish, disobedient, led astray, enslaved to various desires; but when the kindness and love of mankind of our Savior God appeared, not by works of righteousness which we ourselves did, but according to his own mercy he saved us through the washing of regeneration and renewal of the Holy Spirit; and again elsewhere: Do not be deceived: neither fornicators, nor idolaters, nor adulterers, nor the soft, nor homosexuals, nor thieves, nor the greedy, nor drunkards, nor revilers, nor robbers will inherit the kingdom of God. Did you see all the forms of wickedness? And such were some of you, but you were washed, but you were sanctified, but you were justified. How? For this is what is being sought—whether it was through the Holy Spirit that we put away wickedness. Therefore listen:
khazarzar-john-chrysostom-de-sancta-pentecoste:11 · narrative
Source
Ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες ὅτι τὸ Πνεῦμα τὸ ἅγιον τὴν κακίαν ἅπασαν ἐκείνην ἀπήλειψε; δʹ. Ποῦ νῦν εἰσιν οἱ βλασφημοῦντες τοῦ Πνεύματος τὴν ἀξίαν; Εἰ μὲν γὰρ μὴ ἀφίησιν ἁμαρτήματα, εἰκῇ παραλαμβάνεται εἰς τὸ βάπτισμα· εἰ δὲ ἀφίησιν ἁμαρτήματα, εἰκῇ βλασφημεῖται ὑπὸ τῶν αἱρετικῶν. Εἰ μὴ Πνεῦμα ἦν ἅγιον, Κύριον Ἰησοῦν εἰπεῖν οὐκ ἠδυνάμεθα· Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Εἰ μὴ Πνεῦμα ἦν ἅγιον, τὸν Θεὸν παρακαλέσαι οὐκ ἠδυνάμεθα οἱ πιστοί· λέγομεν γὰρ, Πάτερ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ οὖν Κύριον καλέσαι οὐκ ἠδυνάμεθα, οὕτως οὐδὲ Πατέρα τὸν Θεὸν καλέσαι ἠδυνάμεθα. Πόθεν δῆλον; Ἐκ τοῦ αὐτοῦ ἀποστόλου λέγοντος, Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον, ἀββᾶ ὁ Πατήρ. Ὥστε ὅταν καλέσῃς τὸν Πατέρα, ἀναμνήσθητι, ὅτι τοῦ Πνεύματος τὴν ψυχὴν κινοῦντος ἠξιώθης τῆς προσηγορίας ἐκείνης. Εἰ μὴ Πνεῦμα ἦν, λόγος σοφίας καὶ γνώσεως ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἦν· Ὧ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως. Εἰ μὴ Πνεῦμα ἅγιον ἦν, ποιμένες καὶ διδάσκαλοι ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἦσαν· καὶ γὰρ οὗτοι διὰ τοῦ Πνεύματος γίνονται, καθὼς καὶ ὁ Παῦλός φησιν· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους. Ὁρᾷς ὅτι καὶ τοῦτο διὰ τοῦ Πνεύματος;
English
But you were sanctified, but you were justified in the name of the Lord Jesus, and in the Spirit of our God. Do you see that the Holy Spirit wiped away all that wickedness? 4. Where now are those who blaspheme the dignity of the Spirit? For if he does not forgive sins, he is received into baptism in vain; but if he does forgive sins, he is blasphemed in vain by the heretics. If there were no Holy Spirit, we could not call Jesus Lord; for no one can say Jesus is Lord, except in the Holy Spirit. If there were no Holy Spirit, we the faithful could not call upon God; for we say, Our Father who is in the heavens. Therefore, just as we could not call him Lord, so neither could we call God Father. From what is this clear? From the same apostle saying, And because you are sons, God sent the Spirit of his Son into your hearts, crying, Abba, Father. So when you call upon the Father, remember that it was by the Spirit moving your soul that you were deemed worthy of that name. If there were no Spirit, there would be no word of wisdom and knowledge in the Church; for to one is given through the Spirit a word of wisdom, and to another a word of knowledge. If there were no Holy Spirit, there would be no shepherds and teachers in the Church; for these too come to be through the Spirit, just as Paul also says: In whom the Holy Spirit placed you as shepherds and overseers. Do you see that this too is through the Spirit?
khazarzar-john-chrysostom-de-sancta-pentecoste:12 · narrative
Source
Εἰ μὴ Πνεῦμα ἅγιον ἦν ἐν τῷ κοινῷ τούτῳ πατρὶ καὶ διδασκάλῳ, οὐκ ἂν ὅτε πρὸ μικροῦ ἀνέβη ἐπὶ τὸ ἱερὸν βῆμα τοῦτο, καὶ πᾶσιν ὑμῖν ἔδωκεν εἰρήνην, καὶ ἐπεφθέγξασθε αὐτῷ κοινῇ πάντες, Καὶ τῷ Πνεύματί σου· διὰ τοῦτο οὐκ ἀναβαίνοντι μόνον, οὐδὲ διαλεγομένῳ πρὸς ὑμᾶς, οὐδὲ εὐχομένῳ ὑπὲρ ὑμῶν ταύτην ἐπιφθέγγεσθε τὴν ῥῆσιν, ἀλλ' ὅταν παρὰ τὴν ἱερὰν ταύτην ἑστήκῃ τράπεζαν, ὅταν τὴν φρικτὴν ἐκείνην θυσίαν ἀναφέρειν μέλλῃ· ἴσασι γὰρ οἱ μεμυημένοι τὸ λεγόμενον· οὐ πρότερον ἅπτεται τῶν προκειμένων, ἕως ἂν ὑμῖν αὐτὸς ἐπεύξηται τὴν παρὰ τοῦ Κυρίου χάριν, καὶ ὑμεῖς ἐπιφθέγξησθε αὐτῷ, Καὶ τῷ Πνεύματί σου, διὰ τῆς ἀποκρίσεως αὐτῆς ἀναμιμνήσκοντες αὐτοὺς ὅτι οὐδὲν αὐτὸς ὁ παρὼν πράττει, οὐδὲ ἀνθρωπίνης ἐστὶ φύσεως κατορθώματα τὰ προκείμενα δῶρα, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις παροῦσα καὶ πᾶσιν ἐφιπταμένη τὴν μυστικὴν ἐκείνην κατασκευάζει θυσίαν. Εἰ γὰρ καὶ ἄνθρωπός ἐστιν ὁ παρὼν, ἀλλ' ὁ Θεός ἐστιν ὁ ἐνεργῶν δι' αὐτοῦ. Μὴ τοίνυν πρόσεχε τῇ φύσει τοῦ ὁρωμένου, ἀλλ' ἐννόει τὴν χάριν τὴν ἀόρατον. Οὐδὲν ἀνθρώπινον τῶν γινομένων ἐν τῷ ἱερῷ τούτῳ βήματι. Εἰ μὴ Πνεῦμα παρῆν, οὐκ ἂν συνέστη ἡ Ἐκκλησία· εἰ δὲ συνίσταται ἡ Ἐκκλησία, εὔδηλον ὅτι τὸ Πνεῦμα πάρεστι. Τίνος οὖν ἕνεκεν, φησὶ, σημεῖα οὐ γίνεται νῦν; Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε· παρὰ πολλῶν γὰρ ἀκούω τοῦτο, καὶ συνεχῶς καὶ ἀεὶ ζητούμενον· διὰ τί τότε γλώσσαις ἐλάλουν πάντες οἱ βαπτιζόμενοι, νῦν δὲ οὐκέτι; Μάθωμεν πρότερον τί τὸ λαλεῖν γλώσσαις, καὶ τότε ἐροῦμεν καὶ τὴν αἰτίαν. Τί οὖν ἐστι γλώσσαις λαλεῖν;
English
If the Holy Spirit were not in this common father and teacher, he would not, when he recently ascended this sacred bema and gave peace to you all, have had you all say to him in common, "And with your spirit." For this reason you utter this phrase to him not only when he ascends, nor only when he discourses with you, nor only when he prays on your behalf, but when he stands at this sacred table, when he is about to offer that fearful sacrifice—for those who have been initiated know what is meant—he does not first touch the things set before him until he himself has prayed for the grace from the Lord on your behalf, and you have said to him, "And with your spirit," by that very response reminding yourselves that he who is present does nothing of himself, nor are the gifts set before us achievements of human nature, but the grace of the Spirit, present and hovering over all, prepares that mystical sacrifice. For even if the one present is a man, it is God who works through him. Do not, then, attend to the nature of what is seen, but consider the grace that is invisible. Nothing that happens in this sacred bema is human. If the Spirit were not present, the Church would not stand; but if the Church stands, it is evident that the Spirit is present. For what reason, then, he says, are signs not performed now? Here pay close attention to me, for I hear this from many, asked continually and always: why did all who were baptized then speak in tongues, but now no longer? Let us first learn what speaking in tongues is, and then we will state the reason as well. What, then, is speaking in tongues?
khazarzar-john-chrysostom-de-sancta-pentecoste:13 · narrative
Source
Ὁ βαπτιζόμενος εὐθέως ἐφθέγγετο τῇ τῶν Ἰνδῶν φωνῇ, τῇ τῶν Αἰγυπτίων, τῇ τῶν Περσῶν, τῇ τῶν Σκυθῶν, τῇ τῶν Θρᾳκῶν, καὶ εἷς ἄνθρωπος πολλὰς ἐλάμβανε γλώσσας, καὶ οὗτοι οἱ νῦν εἰ ἦσαν τότε βαπτισθέντες, εὐθέως ἂν ἤκουσας αὐτῶν διαφόροις φθεγγομένων φωναῖς. Καὶ γὰρ ὁ Παῦλος, φησὶν, εὗρέ τινας βαπτισθέντας ἐν τῷ βαπτίσματι Ἰωάννου, καὶ λέγει αὐτοῖς· Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Λέγουσιν αὐτῷ· ἀλλ' οὐδὲ εἰ ἔστι Πνεῦμα ἅγιον, ἠκούσαμεν· καὶ εὐθέως ἐκέλευσεν αὐτοὺς βαπτισθῆναι· Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθεν ἐπ' αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐλάλουν ἅπαντες γλώσσαις. Τίνος οὖν χάριν συνεστάλη, καὶ ἀνηρέθη ἐξ ἀνθρώπων ἡ χάρις αὕτη νῦν; Οὐχὶ ἀτιμάζοντος ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ καὶ σφόδρα τιμῶντος. Πῶς; ἐγὼ λέγω. Ἀνοητότερον οἱ ἄνθρωποι διέκειντο τότε, τῶν εἰδώλων προσφάτως ἀπηλλαγμένοι, καὶ παχυτέρα καὶ ἀναισθητοτέρα αὐτῶν ἡ διάνοια ἔτι ἦν, καὶ πρὸς τὰ σωματικὰ πάντα ἐπτόηντο καὶ ἐκεχήνεσαν, καὶ οὐδεμία αὐτοῖς οὐδέπω ἔννοια δωρεῶν ἀσωμάτων ἦν, οὐδὲ εἴδεσαν τί ποτέ ἐστι νοητὴ χάρις, καὶ πίστει μόνῃ θεωρουμένη· διὰ τοῦτο σημεῖα ἐγίνετο. Τῶν γὰρ χαρισμάτων τῶν πνευματικῶν τὰ μὲν ἀόρατά ἐστι, καὶ πίστει καταλαμβάνεται μόνῃ· τὰ δὲ καὶ αἰσθητὸν ἐνδείκνυται σημεῖον πρὸς τὴν τῶν ἀπίστων πληροφορίαν. Οἷόν τι λέγω· ἁμαρτιῶν ἄφεσις νοητόν ἐστι πρᾶγμα, ἀόρατόν ἐστι χάρισμα· πῶς γὰρ καθαίρονται ἡμῶν αἱ ἁμαρτίαι, οὐχ ὁρῶμεν τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς. Τί δήποτε; Ὅτι ψυχή ἐστιν ἡ καθαιρομένη· ψυχὴ δὲ ὀφθαλμοῖς σώματος οὐχ ὁρᾶται.
English
The one who was baptized immediately spoke in the language of the Indians, the language of the Egyptians, the language of the Persians, the language of the Scythians, the language of the Thracians, and one man received many tongues; and these men here, if they had been baptized then, you would immediately have heard them speaking in different voices. For indeed Paul, it says, found certain men who had been baptized with the baptism of John, and says to them: "Did you receive the Holy Spirit when you believed?" They say to him: "But we have not even heard whether there is a Holy Spirit." And immediately he ordered them to be baptized; and when Paul laid his hands on them, the Holy Spirit came upon them, and they all spoke in tongues. For what reason, then, has this grace been withdrawn and abolished from among men now? Not because God is dishonoring us, but indeed greatly honoring us. How? I will say. Men were more foolishly disposed then, having recently been delivered from idols, and their mind was still coarser and more insensitive, and they were excited and gaping after all bodily things, and there was not yet any conception in them of incorporeal gifts, nor did they know what ever is the noetic grace that is contemplated by faith alone; for this reason signs came to be. For of the spiritual gifts, some are invisible and are grasped by faith alone, while others display even a perceptible sign for the assurance of the unbelieving. What sort of thing do I mean? Forgiveness of sins is a noetic matter, an invisible gift; for how our sins are cleansed, we do not see with the eyes of the flesh. Why, then? Because it is the soul that is cleansed; and the soul is not seen by the eyes of the body.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:14 · narrative
Source
Ἡ μὲν οὖν κάθαρσις τῶν ἁμαρτημάτων νοητὴ δωρεά τίς ἐστιν ὀφθαλμοῖς οὐ δυναμένη σώματος γενέσθαι φανερά· τὸ δὲ γλώσσαις διαφόροις λαλεῖν ἐστι μὲν καὶ αὐτὸ νοητῆς ἐνεργείας τοῦ Πνεύματος· αἰσθητὸν μέντοι παρέχεται τὸ σημεῖον, καὶ τοῖς ἀπίστοις εὐσύνοπτον. Τῆς γὰρ ἔνδον ἐν τῇ ψυχῇ γινομένης ἐνεργείας, τῆς ἀοράτου λέγω, ἡ ἔξω γλῶττα ἀκουομένη φανέρωσίς τίς ἐστι καὶ ἔλεγχος. Διὰ τοῦτο καὶ ὁ Παῦλος λέγει· Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον. Ἐγὼ μὲν οὖν νῦν χρείαν οὐκ ἔχω σημείων. Τίνος ἕνεκεν; Ὅτι καὶ χωρὶς σημείου δόσεως πιστεύειν μεμάθηκα τῷ Δεσπότῃ. Ὁ γὰρ ἀπιστῶν ἐνεχύρου δεῖται· ἐγὼ δὲ πιστεύων οὐ δέομαι ἐνεχύρου οὐδὲ σημείου· ἀλλὰ κἂν μὴ λαλήσω γλώσσῃ, οἶδα ὅτι ἐκαθάρθην ἐκ τῶν ἁμαρτιῶν. Ἐκεῖνοι δὲ τότε οὐκ ἐπίστευον, εἰ μὴ ἔλαβον σημεῖον· διὰ τοῦτο αὐτοῖς ἐδίδοτο σημεῖα, ὥσπερ ἐνέχυρον τῆς πίστεως ἧς ἐπίστευον. Ὥστε οὐχ ὡς πιστοῖς, ἀλλ' ὡς ἀπίστοις ἐδίδοτο τὰ σημεῖα, ἵνα γένωνται πιστοί· οὕτω καὶ Παῦλός φησι· Τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις. Ὁρᾶτε, ὅτι οὐχὶ ἀτιμάζοντος ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ τιμῶντός ἐστι τὸ συστεῖλαι τὴν τῶν σημείων ἐπίδειξιν; Βουλόμενος γὰρ δεῖξαι τὴν πίστιν ἡμῶν, ὅτι χωρὶς ἐνεχύρων καὶ σημείων αὐτῷ πιστεύομεν, τοῦτο πεποίηκεν· ἐκεῖνοι μὲν γὰρ εἰ μὴ ἔλαβον πρῶτον σημεῖον καὶ ἐνέχυρον, οὐκ ἂν αὐτῷ ἐπίστευον περὶ τῶν ἀφανῶν· ἐγὼ δὲ καὶ χωρὶς τούτου πᾶσαν ἐπιδείκνυμι πίστιν· τοῦτο οὖν αἴτιον τοῦ μὴ γίνεσθαι σημεῖα νῦν.
English
The cleansing of sins, then, is an intelligible gift, one that cannot become visible to the eyes of the body. But speaking in different languages is also itself an activity of the intelligible Spirit; yet it provides a perceptible sign, and one easily seen by unbelievers. For when the activity takes place within, in the soul—I mean the invisible activity—the tongue heard outside is a kind of manifestation and proof. This is why Paul also says: To each one the manifestation of the Spirit is given for what is beneficial. I, then, now have no need of signs. For what reason? Because I have learned to believe the Master even without the gift of a sign. For the one who disbelieves needs a pledge; but I, who believe, need no pledge nor sign; but even if I do not speak in a tongue, I know that I have been cleansed from my sins. But those people then did not believe unless they received a sign; this is why signs were given to them, as a pledge of the faith they were coming to believe. So then, signs were given not as to believers but as to unbelievers, so that they might become believers. Thus Paul also says: Signs are not for those who believe, but for unbelievers. Do you see that it is not God dishonoring us but honoring us that he has curtailed the display of signs? For wishing to show our faith—that we believe him without pledges and signs—he has done this. For those people would not have believed him about unseen things unless they had first received a sign and a pledge; but I demonstrate all faith even without this. This, then, is the reason that signs do not occur now.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:15 · narrative
Source
εʹ. Ἐβουλόμην καὶ περὶ τῆς ὑποθέσεως τῆς ἑορτῆς εἰπεῖν, καὶ δεῖξαι τί ποτέ ἐστι πεντηκοστὴ, καὶ διὰ τί ἐν τῇ ἑορτῇ ταύτῃ τὸ χάρισμα δίδοται, καὶ διὰ τί ἐν γλώσσαις πυρίναις, καὶ διὰ τί μετὰ δέκα ἡμέρας· ἀλλ' ὁρῶ πρὸς μῆκος τὴν διδασκαλίαν ἐκτεινομένην· διὸ ὀλίγα προσθεὶς καταπαύσω τὸν λόγον· Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· οὐχὶ πυρὸς, ἀλλ' ὡσεὶ πυρὸς, ἵνα μηδὲν αἰσθητὸν ὑποπτεύσῃς περὶ τοῦ Πνεύματος. Καθάπερ γὰρ ἐπὶ τῶν Ἰορδανείων ῥείθρων οὐχὶ περιστερὰ κατέβη, ἀλλ' ἐν εἴδει περιστερᾶς· οὕτω καὶ ἐνταῦθα οὐχὶ πῦρ, ἀλλ' ἐν εἴδει πυρός. Καὶ πάλιν ἀνωτέρω φησίν· Ὡσεὶ φερομένης πνοῆς βιαίας· οὐχὶ πνοῆς βιαίας, ἀλλ' ὡς φερομένης πνοῆς βιαίας. Τίνος δὲ ἕνεκεν ὁ μὲν Ἰεζεκιὴλ οὐ δι' ὁμοιώσεως πυρὸς λαμβάνει τὸ χάρισμα τῆς προφητείας, ἀλλὰ διὰ βιβλίου, οἱ δὲ ἀπόστολοι διὰ πυρὸς λαμβάνουσι τὰ χαρίσματα; Περὶ μὲν γὰρ ἐκείνου φησὶν, ὅτι ἔδωκεν εἰς τὸ στόμα αὐτοῦ κεφαλίδα βιβλίου, καὶ ἐγγέγραπται κατάλεγμα καὶ μέλος καὶ οὐαὶ, καὶ ἦν τὰ ὀπίσω καὶ τὰ ἔμπροσθεν γεγραμμένα· καὶ ἔφαγεν αὐτὸ, καὶ ἐγένετο ἐν τῷ στόματι ὡς μέλι γλυκάζον.
English
5. I wished also to speak about the subject of the festival, and to show what Pentecost actually is, and why the gift is given on this festival, and why in tongues of fire, and why after ten days; but I see the teaching extending to great length; therefore, having added a few things, I will bring my discourse to an end. When the day of Pentecost was being fulfilled, there appeared to them tongues divided as if of fire—not of fire, but as if of fire, so that you might suspect nothing perceptible concerning the Spirit. For just as at the streams of the Jordan it was not a dove that descended, but in the form of a dove, so also here it was not fire, but in the form of fire. And again, further above, it says: as of a violent wind being borne along—not of a violent wind, but as of a violent wind being borne along. And for what reason did Ezekiel receive the gift of prophecy not through a likeness of fire, but through a book, while the apostles receive the gifts through fire? For concerning that one it says that he gave into his mouth a roll of a book, and there was written in it a catalogue and a song and a woe, and the back and the front were written on; and he ate it, and it became in his mouth sweet as honey.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:16 · narrative
Source
Περὶ δὲ τῶν ἀποστόλων οὐχ οὕτως· ἀλλ' Ὤφθησαν αὐτοῖς γλῶσσαι ὡσεὶ πυρός. Τίνος οὖν ἕνεκεν ἐκεῖ βιβλίον καὶ γράμματα, ἐνταῦθα δὲ γλῶσσα καὶ πῦρ; Ὅτι ἐκεῖνος μὲν ἀπῄει κατηγορήσων ἁμαρτημάτων, καὶ θρηνήσων συμφορὰς Ἰουδαϊκάς· οὗτοι δὲ ἐξῄεσαν τὰ τῆς οἰκουμένης ἁμαρτήματα δαπανήσοντες· διὰ τοῦτο ἐκεῖνος μὲν γραμματεῖον ἐλάμβανε τῶν μελλουσῶν συμφορῶν ὑπόμνησιν· οὗτοι δὲ πῦρ ἐλάμβανον, ὥστε κατακαῦσαι τὰ τῆς οἰκουμένης ἁμαρτήματα, καὶ ἀφανίσαι πάντα. Καθάπερ γὰρ πῦρ εἰς ἀκάνθας ἐμπῖπτον πάσας αὐτὰς ἀφανίσει ῥᾳδίως, οὕτω καὶ τοῦ Πνεύματος ἡ χάρις ἐδαπάνα τῶν ἀνθρώπων τὰς ἁμαρτίας. Ἀλλ' οἱ ἀναίσθητοι Ἰουδαῖοι τούτων γενομένων, δέον καταπεπλῆχθαι καὶ τρέμειν καὶ προσκυνεῖν τὸν διδόντα τὴν δωρεὰν, πάλιν τὴν οἰκείαν ἄνοιαν ἐπιδείκνυνται μέθην κατηγοροῦντες τῶν πεπληρωμένων τοῦ Πνεύματος ἀποστόλων· Οὗτοι γὰρ, φησὶ, γλεύκους μεμεστωμένοι εἰσίν. Ἐννόησον ἀγνωμοσύνην ἀνθρώπων, καὶ σκόπησον εὐγνωμοσύνην ἀγγέλων. Οἱ μὲν γὰρ ἄγγελοι ὅτε εἶδον τὴν ἀπαρχὴν ἀναγομένην τὴν ἡμετέραν, ἔχαιρον καὶ ἔλεγον· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· οἱ δὲ ἄνθρωποι ἰδόντες τὴν τοῦ Πνεύματος χάριν καταβᾶσαν πρὸς ἡμᾶς λέγουσιν, ὅτι μεθύουσιν οἱ δεξάμενοι τὴν χάριν, καὶ οὐδὲ ἡ ὥρα τοῦ ἔτους αὐτοὺς ἐδυσώπησε· γλεῦκος γὰρ ἐν ἔαρος ὥρᾳ οὐκ ἂν εὑρεθείη ποτέ· τότε δὲ ἔαρ ἦν. Ἀλλ' ἐκεῖνοι μὲν ἀφείσθωσαν· ἡμεῖς δὲ σκοπῶμεν τὴν ἀντίδοσιν τοῦ φιλανθρώπου Θεοῦ. Ἔλαβε τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας ὁ Χριστὸς, καὶ ἀντέδωκεν ἡμῖν τοῦ Πνεύματος τὴν χάριν·
English
But concerning the apostles it was not so; rather, there appeared to them tongues as of fire. For what reason, then, was there a book and letters, but here a tongue and fire? Because that one was going to accuse sins and lament the calamities of the Jews; but these were going out to consume the sins of the world. For this reason that one received a tablet as a reminder of the calamities to come; but these received fire, so as to burn up the sins of the world and destroy them all. For just as fire falling upon thorns will easily destroy them all, so also the grace of the Spirit consumed the sins of men. But the senseless Jews, when these things had happened—though they ought to have been struck with amazement and to tremble and worship the giver of the gift—again display their own folly by accusing of drunkenness the apostles who had been filled with the Spirit: For these men, it says, are full of new wine. Consider the ignorance of men, and observe the good sense of angels. For the angels, when they saw our firstfruits being led up, rejoiced and said: Lift up your gates, you rulers, and be lifted up, you everlasting gates, and the King of glory shall enter in. But men, when they saw the grace of the Spirit descending to us, say that those who received the grace are drunk, and not even the season of the year made them ashamed; for new wine could never be found in the season of spring, and then it was spring. But let those men be dismissed; and let us consider the recompense of the man-loving God. Christ received the firstfruits of our nature, and gave us in return the grace of the Spirit.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:17 · narrative
Source
καὶ καθάπερ ἐν μακρῷ πολέμῳ γίνεται, ὅταν μάχη λυθῇ, καὶ εἰρήνη γένηται, οἱ πρὸς ἀλλήλους ἀπεχθῶς ἔχοντες ἐνέχυρα καὶ ὅμηρα ἀλλήλοις ἀντιδιδόασιν· οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ καὶ ἐπὶ τῆς ἀνθρωπίνης ἐγένετο φύσεως· ἔπεμψεν αὐτῷ ἐνέχυρα καὶ ὅμηρα τὴν ἀπαρχὴν ἣν ἀνήνεγκεν ὁ Χριστός· ἀντέπεμψεν ἡμῖν αὐτὸς ἐνέχυρα καὶ ὅμηρα τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ ἐνέχυρα καὶ ὅμηρα ἔχομεν, δῆλον ἐντεῦθεν· τὰ γὰρ ἐνέχυρα καὶ ὅμηρα βασιλικοῦ γένους εἶναι χρή· διὰ τοῦτο καὶ Πνεῦμα ἅγιον ἡμῖν κατεπέμφθη, ὡς τῆς βασιλικωτάτης οὐσίας ὄν· καὶ ὁ παρ' ἡμῖν δὲ ἀνενεχθεὶς ἐκ γένους ἦν βασιλικοῦ· ἀπὸ γὰρ τοῦ σπέρματος ἦν Δαυΐδ. Διὰ τοῦτο οὐκ ἔτι δέδοικα, ὅτι ἡ ἀπαρχὴ ἡμῶν ἄνω κάθηται· διὰ τοῦτο κἂν σκώληκά μοι τις εἴπῃ ἀτελεύτητον, κἂν πῦρ ἄσβεστον, κἂν ἑτέρας κολάσεις καὶ τιμωρίας, οὐ φοβοῦμαι λοιπόν· μᾶλλον δὲ φοβοῦμαι μὲν, οὐκ ἀπογινώσκω δὲ τῆς σωτηρίας τῆς ἐμαυτοῦ. Εἰ γὰρ μὴ μεγάλα ἀγαθὰ ὁ Θεὸς περὶ τοῦ γένους ἡμῶν ἐβουλεύετο, οὐκ ἂν τὴν ἀπαρχὴν ἡμῶν ἔλαβεν ἄνω. Πρὸ τούτου μὲν εἰς τὸν οὐρανὸν βλέποντες καὶ τὰς ἀσωμάτους ἐννοοῦντες δυνάμεις σαφεστέραν τὴν εὐτέλειαν ὁρῶμεν τὴν ἡμετέραν, ἀπὸ τῆς συγκρίσεως τῶν ἄνω δυνάμεων· νῦν δὲ ὅταν βουληθῶμεν τὴν εὐγένειαν ἡμῶν ἰδεῖν, εἰς τὸν οὐρανὸν ἄνω βλέπομεν, εἰς τὸν θρόνον αὐτὸν τὸν βασιλικόν· ἐκεῖ γὰρ ἡ ἐξ ἡμῶν ἀπαρχὴ κάθηται. Οὕτω καὶ ἐλεύσεται ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ κρίνων ἡμᾶς. Παρασκευαζώμεθα τοίνυν, ὥστε μὴ τῆς δόξης ἐκείνης ἐκπεσεῖν· ἥξει γὰρ πάντως καὶ οὐ χρονιεῖ ὁ κοινὸς ἡμῶν Δεσπότης·
English
And just as happens in a long war, when the battle is ended and peace is made, those who were hostile to one another exchange pledges and hostages with each other; so it also happened between God and human nature. He sent to him pledges and hostages: the firstfruits which Christ offered up. He in turn sent back to us pledges and hostages: the Holy Spirit. And that we have pledges and hostages is clear from this: for pledges and hostages must be of royal stock. For this reason the Holy Spirit was sent down to us, as being of the most royal essence; and the one offered up from our side was also of royal stock, for he was from the seed of David. For this reason I am no longer afraid, because our firstfruits sits above. For this reason, even if someone speaks to me of an unending worm, or unquenchable fire, or other punishments and penalties, I am no longer afraid; or rather, I am afraid, but I do not despair of my own salvation. For if God had not intended great good things for our race, he would not have taken our firstfruits above. Before this, when we looked up to heaven and thought of the incorporeal powers, we saw our own lowliness more clearly by comparison with the powers above; but now, whenever we wish to see our own nobility, we look up to heaven, to the royal throne itself, for there sits the firstfruits from among us. Thus also the Son of God will come from heaven to judge us. Let us therefore prepare ourselves, so as not to fall from that glory; for our common Master will surely come and will not delay.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:18 · narrative
Source
ἥξει στρατόπεδα ἐπαγόμενος, ἀγγέλων τάγματα, ἀρχαγγέλων συμμορίας, μαρτύρων φρατρίας, δικαίων χοροὺς, προφητῶν καὶ ἀποστόλων δήμους, καὶ ἐν μέσῳ τῶν στρατοπέδων ἀΰλων ἐκείνων ὁ βασιλεὺς φαινόμενος ἐν ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ δόξῃ. ʹ. Πάντα τοίνυν ποιῶμεν, ὥστε μὴ τῆς δόξης ἐκείνης ἐκπεσεῖν. Βούλεσθε εἴπω καὶ τὰ φοβερά; οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα διορθώσωμαι. Τότε πυρὸς ποταμὸς πρὸ τοῦ βήματος ἐκείνου σύρεται· τότε βίβλοι ἀνοίγονται· δικαστήριον ἔστη φοβερὸν καὶ φρικῶδες. Διὰ τοῦτο καθάπερ ἐν δικαστηρίῳ τὰ ὑπομνήματα τῆς ἡμετέρας ζωῆς ἀναγινώσκεται, καὶ πολλὰ περὶ τῶν βιβλίων τούτων φασὶν οἱ προφῆται. Καὶ ὁ μὲν Μωϋσῆς φησιν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγραψας· ὁ δὲ Χριστὸς πάλιν πρὸς τοὺς μαθητὰς ἔλεγεν· Ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν ὁ προφήτης Δαυΐδ· Ἐν
English
He will come leading armies, ranks of angels, companies of archangels, brotherhoods of martyrs, choirs of the righteous, assemblies of prophets and apostles, and in the midst of those immaterial armies the King will appear in some ineffable and unutterable glory. Let us therefore do all things so as not to fall away from that glory. Do you wish me to speak also of the fearful things? Not to grieve you, but to correct you. Then a river of fire is drawn along before that judgment seat; then books are opened; a fearful and dreadful tribunal has been set. For this reason, as in a court of law, the records of our life are read aloud, and the prophets say many things about these books. And Moses says: If you forgive them their sin, forgive it; but if not, blot me also out of the book which you have written. And Christ again said to the disciples: Do not rejoice in this, that the demons are subject to you; but rejoice that your names are written in the heavens. And again the prophet David: In
khazarzar-john-chrysostom-de-sancta-pentecoste:19 · narrative
Source
τῷ βιβλίῳ σου πάντες γραφήσονται, ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς· καὶ πάλιν· Ἐξαλειφθήτωσαν ἐκ βιβλίου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Ὁρᾷς ὅτι οἱ μὲν ἐξαλείφονται, οἱ δὲ ἐγγράφονται; βούλει μαθεῖν, ὅτι οὐχ οἱ δίκαιοι ἐγγράφονται ἐν ταῖς βίβλοις ἐκείναις μόνον, ἀλλὰ καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐκεῖ ἐγγέγραπται; Ἑορτῆς καιρὸς, μάθωμεν περὶ πραγμάτων δυναμένων ἀπαλλάξαι ἡμᾶς τῆς κολάσεως· φοβερὸς ὁ λόγος, ἀλλὰ καὶ χρήσιμος καὶ λυσιτελής· ἀπαλλάττει γὰρ τῆς πείρας τῆς διὰ τῶν πραγμάτων· μάθωμεν τοίνυν ὅτι τὰ ἁμαρτήματα ἐγγράφεται, καὶ ὅπερ ἂν ἐνταῦθα φθεγξώμεθα, ἀναφέρεται εὐθέως ἐκεῖ καὶ ἐγγράφεται. Καὶ πόθεν δῆλον τοῦτο; οὐ γὰρ δεῖ ὑπὲρ τῶν τοιούτων ἁπλῶς ἀποφαίνεσθαι. Ὁ Μιχαίας φησὶ πρὸς Ἰουδαίους· Οὐαὶ οἱ παροξύνοντες τὸν Κύριον. Καὶ πῶς, φησὶ, παρωξύναμεν αὐτόν; Ἐν τῷ λέγειν ὑμᾶς, Πᾶς ποιῶν πονηρὸν καλὸς ἐνώπιον Κυρίου. Οἰκετῶν ἀγνωμόνων ῥήματα· καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν· ἐν τοῖς διεφθαρμένοις, φησὶν, ἐν τοῖς μὴ δεδουλευκόσιν αὐτῷ. Ἰδοὺ ἡμεῖς ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ μακαρίζομεν ἀλλοτρίους· ἡμεῖς γὰρ, φησὶ, καθ' ἑκάστην δουλεύομεν, καὶ ἕτεροι τῶν ἀγαθῶν ἀπολαύουσι. Τοιαῦτα καὶ δοῦλοι πολλάκις περὶ τῶν δεσποτῶν λέγουσιν· ἀλλ' ἄνθρωπον μὲν περὶ ἀνθρώπου λέγειν ταῦτα, οὐχ οὕτω δεινὸν, καίπερ ὂν δεινόν· τὸ δὲ περὶ τοῦ κοινοῦ τῆς οἰκουμένης Δεσπότου ταῦτα φθέγγεσθαι, Δεσπότου τοῦ ἐλεήμονος καὶ φιλανθρώπου, πάσης ἂν εἴη μεῖζον καταδίκης καὶ τῆς ἐσχάτης ἄξιον τιμωρίας. Ἀλλ' ἵνα μάθῃς, ὅτι ἐγγράφεται τὰ τοιαῦτα ῥήματα, ἄκουσον τί φησιν ὁ προφήτης·
English
In your book all will be written; days will be formed, and no one in them. And again: Let them be blotted out of the book of the living, and let them not be written with the righteous. Do you see that some are blotted out and others are inscribed? Do you wish to learn that not only the righteous are inscribed in those books, but our sins also are written there? It is the time of a festival; let us learn about matters that are able to deliver us from punishment. The word is fearful, but also useful and profitable, for it delivers us from the experience that comes through deeds. Let us learn, then, that sins are written down, and whatever we utter here is carried over there at once and written down. And from where is this clear? For one must not make assertions about such matters without proof. Micah says to the Jews: Woe to those who provoke the Lord. And how, they say, have we provoked him? By your saying, Everyone who does evil is good before the Lord. These are the words of foolish servants, and in them he himself took pleasure—in the corrupt, he says, in those who have not served him. Behold, we have kept his ordinances, and we call strangers blessed; for we, they say, serve every day, and others enjoy the good things. Such things servants often say about their masters; but for a man to say these things about a man is not so terrible, although it is terrible; but to utter these things about the common Master of the world, the Master who is merciful and loving to mankind, would be greater than any condemnation and worthy of the utmost punishment. But so that you may learn that such words are written down, hear what the prophet says:
khazarzar-john-chrysostom-de-sancta-pentecoste:20 · narrative
Source
Ἰδοὺ ταῦτα ἐγγέγραπται ἐν βίβλῳ ζώντων εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Ἐγγράφεται δὲ, οὐκ ἐπειδὴ ὁ Θεὸς ἀναμνήσῃ τὴν ἡμέραν, ὥσπερ ἔλεγχόν τινα καὶ κατηγορίαν εἰς μέσον παράγων τὸ βιβλίον. Τάχα κατέσεισα ὑμῶν τὴν διάνοιαν τῷ φόβῳ· οὐχὶ τὴν ὑμετέραν, ἀλλὰ τὴν ἐμαυτοῦ πρότερον. Φέρε οὖν ἐκλύσω τὸν λόγον, μᾶλλον δὲ τὸν φόβον· μᾶλλον δὲ οὐκ ἐκλύσω, ἀλλὰ παραμυθήσομαι· μενέτω γὰρ καθαίρων τὴν διάνοιαν ὑμῶν· τὸ δὲ ἀφόρητον αὐτοῦ περιέλωμεν. Πῶς οὖν αὐτὸν δυνησόμεθα περιελεῖν; Ἂν δείξωμεν, ὅτι οὐκ ἐγγράφεται μόνον, ἀλλὰ καὶ ἐξαλείφεται ἁμαρτήματα. Ἐν δικαστηρίῳ γὰρ ἅπερ ἂν ἐπὶ ὑπομνημάτων ὁ δικαζόμενος φθέγξηται, πάντως ἐγγράφεται διηνεκῶς, καὶ ἐξαλειφθῆναι οὐκ ἔνι λοιπόν· ἐν ἐκείνῳ δὲ τῷ βιβλίῳ κἂν φθέγξῃ τινὰ πονηρὰ, καὶ βουληθῇς, πάλιν ἐξαλείφεται. Πόθεν δῆλον; Ἀπὸ τῆς Γραφῆς· Ἀπόστρεψον γὰρ, φησὶ, τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Οὐδεὶς δὲ ἐξαλείψει τὸ μὴ γεγραμμένον ὥστε ἐπειδὴ ἐγγεγραμμένα ἦσαν, παρακαλεῖ ἐξαλειφθῆναι. Διδάσκει δὲ καὶ πῶς ἐξαλείφονται ἕτερός τις λέγων· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται αἱ ἁμαρτίαι. Οὐχὶ ἐξαλείφονται μόνον, ἀλλὰ καὶ ἀποκαθαίρονται, ὥστε μηδὲ λείψανον μένειν τῆς ἀλοιφῆς. Οὐ τὰ μετὰ τὸ βάπτισμα δὲ ἐξαλείφεται μόνον, ἀλλὰ καὶ ἃ πρὸ τοῦ λουτροῦ ἐγγέγραπτο ἐξηλείφθη πάντα ἐκεῖνα τῷ τοῦ βαπτίσματος ὕδατι καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ, καθάπερ Παῦλός φησιν, ὅτι Ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ὃ ἦν ἐναντίον ἡμῶν, καὶ αὐτὸ ἦρεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ.
English
Behold, these things are written in the book of the living as a memorial before God. And it is written, not because God needs to be reminded of the day, as though he were bringing the book forward as some proof and accusation. Perhaps I shook your mind with fear—not yours, but my own first. Come then, let me relax the word—or rather, the fear; or rather, I will not relax it, but comfort you. For let it remain, purifying your mind; but let us remove what is unbearable in it. How then shall we be able to remove it? If we show that sins are not only written but also blotted out. For in a court of law, whatever the defendant says is recorded in the minutes and is altogether written down permanently, and it can no longer be blotted out; but in that book, even if you speak certain wicked things, and you wish it, they are blotted out again. From where is this clear? From the Scripture: Turn away your face from my sins, it says, and blot out all my iniquities. But no one blots out what has not been written; so, since they had been written, he begs that they be blotted out. And another teaches also how they are blotted out, saying: By alms and acts of faith sins are cleansed away. They are not only blotted out but also cleansed away, so that not even a remnant of the smearing remains. And not only are sins after baptism blotted out, but also all those things that had been written before the washing were blotted out by the water of baptism and the cross of Christ, as Paul says: Having blotted out the handwriting that was against us, which was opposed to us, and he has taken it out of the way, nailing it to the cross.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:21 · narrative
Source
Εἶδες πῶς ἐξηλείφθη τὸ χειρόγραφον ἐκεῖνο; καὶ οὐκ ἐξηλείφθη μόνον, ἀλλὰ καὶ διεῤῥάγη, τῶν ἥλων τοῦ σταυροῦ σχισάντων αὐτὸ, ὥστε γενέσθαι ἄχρηστον. Ἀλλ' ἐκεῖνα μὲν χάριτι καὶ φιλανθρωπίᾳ τῆς τοῦ σταυρωθέντος Χριστοῦ ἰσχύος πάντα ἐξήλειπται· τὰ δὲ μετὰ τὸ βάπτισμα πολλῆς χρείαν ἔχει σπουδῆς, ὥστε ἐξαλειφθῆναι πάλιν. Ἐπειδὴ μηδ' ἔστι δεύτερον λουτρὸν, ἀλλὰ τῶν δακρύων δεῖται τῶν ἡμετέρων, μετανοίας, ἐξομολογήσεως, ἐλεημοσύνης, εὐχῆς, καὶ τῆς ἄλλης ἁπάσης εὐλαβείας· οὕτω καὶ μετὰ τὸ βάπτισμα ἐκκαθαίρεται ἁμαρτήματα μετὰ πόνου πολλοῦ καὶ καμάτου. Πᾶσαν τοίνυν ἐπιδειξώμεθα σπουδὴν, ὥστε αὐτὰ ἐξαλεῖψαι ἐντεῦθεν, καὶ αἰσχύνης καὶ τῆς κολάσεως ἀπαλλαγῆναι τῆς ἐκεῖ. Κἂν γὰρ μυρία ὦμεν ἡμαρτηκότες, ἂν ἐθέλωμεν δυνησόμεθα ἅπαντα ταῦτα ἀποθέσθαι τῶν ἁμαρτημάτων τὰ φορτία. Βουληθῶμεν τοίνυν· πολλῷ γὰρ βέλτιον μικρὸν ἐνταῦθα πονήσαντας ἀπαραιτήτου κολάσεως ἀπαλλαγῆναι, ἢ τὸν βραχὺν τοῦτον ῥᾳθυμήσαντας χρόνον εἰς τὰς ἀθανάτους ἐκείνας ἐμπεσεῖν τιμωρίας. Ὥρα δὲ λοιπὸν ἀναλογίσασθαι τὰ εἰρημένα· ἐπετιμήσαμεν τοῖς δι' ἐνιαυτοῦ μόνον παραγινομένοις, ὅτι τὴν μητέρα περιορῶσι γυμνουμένην· ἀνεμνήσαμεν αὐτοὺς παλαιᾶς ἱστορίας, καὶ κατάρας καὶ εὐλογίας· διελέχθημεν περὶ ἑορτῶν Ἰουδαϊκῶν, καὶ τίνος ἕνεκεν τρὶς τοῦ ἐνιαυτοῦ κελεύει τοὺς Ἰουδαίους φαίνεσθαι αὐτῷ ὁ Θεός· εἴπομεν ὅτι ἑορτὴ διαπαντός ἐστι καὶ Πεντηκοστὴ, καὶ Πάσχα, καὶ Ἐπιφάνεια· εἴπομεν ὅτι ἑορτὴν συνειδὸς ποιεῖ καθαρὸν, οὐχ ἡμερῶν καὶ χρόνων περίοδος· μετ' ἐκεῖνο ἐξέβημεν ἐπὶ τὰ δῶρα τὰ ἄνωθεν κατενεχθέντα·
English
Do you see how that handwriting was blotted out? And it was not only blotted out, but also torn apart, the nails of the cross having split it, so that it became useless. But those things were all blotted out by the grace and love of humanity of the power of the crucified Christ; but the sins after baptism need much zeal, so as to be blotted out again. Since there is not even a second washing, but it needs our tears, repentance, confession, almsgiving, prayer, and all the rest of piety; thus even after baptism sins are cleansed with much toil and labor. Let us therefore show all zeal, so as to blot them out from here, and to be delivered from shame and from the punishment there. For even if we have sinned ten thousand times, if we are willing we will be able to lay aside all these burdens of sins. Let us therefore be willing; for it is far better, having toiled a little here, to be delivered from inexorable punishment, than, having been slack for this brief time, to fall into those immortal torments. And now it is time to reckon up what has been said: we rebuked those who come only once a year, because they overlook their mother being stripped bare; we reminded them of ancient history, and of curses and blessings; we discoursed about Jewish festivals, and for what reason God commands the Jews to appear before him three times a year; we said that there is a festival at all times, and Pentecost, and Pascha, and Epiphany; we said that it is a clean conscience that makes a festival, not the cycle of days and times; after that we went on to the gifts brought down from above;
khazarzar-john-chrysostom-de-sancta-pentecoste:22 · narrative
Source
εἴπομεν ὅτι καταλλαγῆς ἐστι τοῦτο σημεῖον· ἐδείξαμεν ὅτι πάρεστι Πνεῦμα ἅγιον διὰ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων, διὰ τῆς ἀποκρίσεως τῆς πρὸς τὸν ποιμένα, διὰ τοῦ λόγου τῆς σοφίας, καὶ τῆς γνώσεως, διὰ τῶν χειροτονιῶν, διὰ τῆς θυσίας τῆς μυστικῆς· εἴπομεν ὅτι ὅμηρα ἀλλήλων καὶ ἐνέχυρα κατέχομεν· προσεθήκαμεν τὴν αἰτίαν, δι' ἣν τὰ σημεῖα ἀνῄρηται νῦν ἐκ τοῦ μέσου· μετὰ ταῦτα ἀνεμνήσαμεν τοῦ φοβεροῦ δικαστηρίου, καὶ τῶν τότε ἀνοιγομένων βιβλίων, καὶ ὅτι πάντα ἡμῶν ἐγγράφεται τὰ ἁμαρτήματα· ἀπεδείξαμεν ὅτι ἐξαλείφεται πάλιν, καὶ ἂν θέλωμεν. Ταῦτα πάντα μέμνησθε· εἰ δὲ μὴ δυνατὸν πάντα, ἀντὶ πάντων τοῦ περὶ τῶν βιβλίων μέμνησθε λόγου· καὶ πάντα ὅσα ἂν ἀποκρίνησθε, ὡς ἔχοντες τὸν παρεστῶτα, καὶ γράφοντα, οὕτω φθέγγεσθε μετὰ ἀσφαλείας, καὶ κατέχετε διαπαντὸς ἐνακμάζοντα τῇ μνήμῃ τὸν λόγον τοῦτον· ἵνα οἱ μὲν ἐν τῇ βίβλῳ τῶν δικαίων ἐγγεγραμμένοι προσθῆτε τοῖς κατορθώμασιν, οἱ δὲ πολλὰ ἔχοντες ἐγγεγραμμένα ἁμαρτήματα, ἀπαλείψαντες αὐτὰ ἐνταῦθα οὐδενὸς εἰδότος, ἀπαλλαγῶμεν τῆς δημοσιεύσεως ἐκείνης. Καὶ γὰρ δυνατὸν, καθὼς ἀπεδείξαμεν, διὰ σπουδῆς καὶ προσευχῆς καὶ εὐλαβείας ἐπιτεταμένης ἀπαλεῖψαι τὰ ἐγγεγραμμένα ἁμαρτήματα ἅπαντα. Τοῦτο τοίνυν διὰ παντὸς σπουδάζωμεν τοῦ χρόνου, ἵνα ἀπελθόντες ἐκεῖ δυνηθῶμέν τινος συγγνώμης τυχεῖν, καὶ πάντες ἀπαραιτήτους φυγεῖν κολάσεις·
English
We said that this is a sign of reconciliation; we showed that the Holy Spirit is present through the forgiveness of sins, through the answer given to the shepherd, through the word of wisdom and of knowledge, through the ordinations, through the mystical sacrifice; we said that we hold hostages and pledges of one another; we added the reason why the signs have now been removed from among us; after this we recalled the fearful judgment, and the books that are then opened, and that all our sins are written down; we demonstrated that they are blotted out again, even if we wish it. Remember all these things; but if all of them is not possible, then instead of all of them remember the discourse about the books; and whatever you answer, speak with confidence as those who have the one standing by and writing, and hold fast continually, flourishing in your memory, this word: so that those who are written in the book of the righteous may add to their good deeds, and those who have many sins written down, having blotted them out here with no one knowing, may be delivered from that public proclamation. For it is possible, just as we demonstrated, through zeal and prayer and intensified devotion to blot out all the written sins. Let us therefore strive for this at all times, so that when we depart to that place we may be able to obtain some forgiveness, and all escape the inexorable punishments.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:23 · narrative
Source
ὧν γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας καταξιωθῆναι τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ Ὁμιλία βʹ. αʹ. Μεγάλα, ἀγαπητοὶ, καὶ πάντα λόγον ἀνθρώπινον ὑπερβαίνοντα τὰ σήμερον ἡμῖν δωρηθέντα παρὰ τοῦ φιλανθρώπου Θεοῦ χαρίσματα· διά τοι τοῦτο κοινῇ πάντες χαίρωμεν, καὶ σκιρτῶντες ἀνυμνήσωμεν τὸν ἡμέτερον Δεσπότην. Ἑορτὴ γὰρ ἡμῖν καὶ πανήγυρις ἡ σήμερον ἡμέρα. Ὥσπερ γὰρ ἐπὶ τῆς τῶν ὡρῶν καὶ τῶν τροπῶν ἐναλλαγῆς ἑτέρα τὴν ἑτέραν διαδέχεται, οὕτω δὴ καὶ ἐπὶ τῆς Ἐκκλησίας ἑορτὴ ἑορτὴν διαδεχομένη, οὕτως ἡμᾶς εἰς ἀλλήλας παραπέμπουσι. Πρῴην μὲν οὖν ἑωρτάσαμεν τὸν σταυρὸν, τὸ πάθος, τὴν ἀνάστασιν, μετὰ ταῦτα τὴν εἰς οὐρανὸν ἄνοδον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· σήμερον δὲ λοιπὸν εἰς αὐτὸ τὸ τέλος ὑπηντήσαμεν τῶν ἀγαθῶν, εἰς αὐτὴν τὴν μητρόπολιν ἐφθάσαμεν τῶν ἑορτῶν, εἰς αὐτὸν τὸν καρπὸν παρεγενόμεθα τῆς τοῦ Κυρίου ἐπαγγελίας. Ἐὰν γὰρ ἀπέλθω, φησὶν, ἐγὼ, ἄλλον Παράκλητον πέμψω ὑμῖν, καὶ οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς.
English
May it be granted to us all, having been delivered from these things, to be deemed worthy of the kingdom of the heavens, by the grace and love for humanity of our Lord Jesus Christ, with whom to the Father, together with the Holy Spirit, be glory, might, honor, now and always, and unto the ages of ages. Amen. HOMILY 2, ON HOLY PENTECOST. 1. Great, beloved, and surpassing every human word are the gifts today bestowed on us by the God who loves humanity; for this reason let us all rejoice together, and leaping for joy let us hymn our Master. For today is a feast and a solemn assembly for us. For just as in the change of the seasons and the times one succeeds another, so also in the Church, feast succeeding feast, they send us on to one another. The other day we celebrated the cross, the passion, the resurrection, and after these the ascent of our Lord Jesus Christ into heaven; but today at last we have come to the very end of the good things, we have reached the very metropolis of the feasts, we have arrived at the very fruit of the promise of the Lord. For if I depart, he says, I will send you another Comforter, and I will not leave you orphans.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:24 · narrative
Source
Εἴδετε κηδεμονίαν; εἴδετε φιλανθρωπίαν ἄφατον; Πρὸ τούτων τῶν ἡμερῶν ἀνῆλθεν εἰς οὐρανὸν, τὸν βασιλικὸν ἀνέλαβε θρόνον, τὴν ἐν δεξιᾷ τοῦ Πατρὸς καθέδραν ἀπείληφε, καὶ σήμερον ἡμῖν τὴν ἐπιδημίαν τοῦ Πνεύματος τοῦ ἁγίου χαρίζεται, καὶ δι' αὐτοῦ τὰ μυρία ἡμῖν ἀπὸ τῶν οὐρανῶν ἀγαθὰ χορηγεῖ. Τί γὰρ, εἰπέ μοι, τῶν συνεχόντων, τὴν σωτηρίαν τὴν ἡμετέραν οὐχὶ διὰ τοῦ Πνεύματος ἡμῖν ᾠκονόμηται; διὰ τούτου δουλείας ἀπαλλαττόμεθα, εἰς ἐλευ50.464 θερίαν καλούμεθα, εἰς υἱοθεσίαν ἀναγόμεθα, καὶ ἄνωθεν, ὡς εἰπεῖν, ἀναπλαττόμεθα, τὸ βαρὺ καὶ δυσῶδες τῶν ἁμαρτημάτων φορτίον ἀποτιθέμεθα· διὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἱερέων βλέπομεν χοροὺς, διδασκάλων ἔχομεν τάγματα· ἀπὸ τῆς ἐντεῦθεν πηγῆς καὶ ἀποκαλύψεων δωρεαὶ, καὶ ἰαμάτων χαρίσματα· καὶ τὰ λοιπὰ πάντα, ὅσα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ κοσμεῖν εἴωθεν, ἐντεῦθεν ἔχει τὴν χορηγίαν. Καὶ βοᾶ Παῦλος λέγων· Ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Καθὼς βούλεται, φησὶν, οὐ καθὼς προστάττεται· διαιροῦν, οὐ διαιρούμενον· αὐθεντοῦν, οὐκ αὐθεντίᾳ ὑποκείμενον. Τὴν γὰρ αὐτὴν ἐξουσίαν, ἥνπερ ἐμαρτύρησε τῷ Πατρὶ, ταύτην καὶ τῷ ἁγίῳ Πνεύματι ἀνατίθησιν ὁ Παῦλος. Καὶ ὥσπερ ἐπὶ τοῦ Πατρός φησιν· Ὁ δὲ Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, οὕτω καὶ ἐπὶ τοῦ ἁγίου Πνεύματος· Ταῦτα δὲ πάντα, φησὶν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Εἶδες ἀπηρτισμένην ἐξουσίαν; Ὧν γὰρ ἡ οὐσία μία, δῆλον ὅτι καὶ ἡ αὐθεντία μία· καὶ ὧν ἰσότιμος ἡ ἀξία, τούτων καὶ ἡ δύναμις καὶ ἡ ἐξουσία μία.
English
Did you see the providence? Did you see the ineffable love for humanity? Before these days he ascended into heaven, he took up the royal throne, he received the seat at the right hand of the Father, and today he grants us the visitation of the Holy Spirit, and through him he supplies us from the heavens with countless good things. For tell me, which of the things that pertain to our salvation has not been accomplished for us through the Spirit? Through him we are set free from slavery, we are called to freedom, we are brought to adoption as sons, and, so to speak, we are remolded from above, we lay aside the heavy and foul burden of sins; through the Holy Spirit we see choirs of priests, we have ranks of teachers; from this fountain here come both gifts of revelations and graces of healings; and all the rest, whatever customarily adorns the Church of God, has its supply from here. And Paul cries out, saying: All these things the one and the same Spirit works, distributing to each one individually just as he wills. Just as he wills, he says, not just as he is commanded; distributing, not being distributed; exercising authority, not subject to authority. For the same authority that he attested to the Father, this same he also ascribes to the Holy Spirit. And just as he says of the Father: But God is the one who works all things in all, so also of the Holy Spirit: But all these things, he says, the one and the same Spirit works, distributing to each one individually just as he wills. Did you see the complete authority? For those whose essence is one, it is clear that their authority is also one; and those whose worth is of equal honor, their power and authority is also one.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:25 · narrative
Source
Διὰ τούτου τὴν ἀπαλλαγὴν τῶν ἁμαρτημάτων εὑράμεθα· διὰ τούτου πᾶσαν κηλῖδα ἀπενιψάμεθα· διὰ τῆς τούτου δωρεᾶς ἐξ ἀνθρώπων ἄγγελοι γεγόναμεν οἱ τῇ χάριτι προσδραμόντες, οὐ τὴν φύσιν μεταβληθέντες, ἀλλ' ὃ πολλῷ θαυμαστότερόν ἐστι, μένοντες ἐν τῇ φύσει τῇ ἀν50.465 θρωπίνῃ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπιδεικνύμεθα. Τοιαύτη γὰρ ἡ τοῦ ἁγίου Πνεύματος δύναμις· καὶ καθάπερ τὸ πῦρ τοῦτο τὸ αἰσθητὸν, ἐπειδὰν λάβῃ τὸν πηλὸν τὸν διαλελυμένον, ὄστρακον ἰσχυρὸν αὐτὸν ἀποδείκνυσιν· οὕτω δὴ καὶ τὸ πῦρ τοῦ Πνεύματος, ἐπειδὰν λάβῃ ψυχὴν εὐγνώμονα, κἂν εὕρῃ πηλοῦ μᾶλλον διαλελυμένην, σιδήρου στεῤῥοτέραν αὐτὴν ἀπεργάζεται· καὶ τὸν πρὸ μικροῦ τῷ βορβόρῳ τῶν ἁμαρτημάτων μεμολυσμένον, ἀθρόον τοῦ ἡλίου λαμπρότερον ἀναδείκνυσι. Καὶ τοῦτο διδάσκων ἡμᾶς ὁ μακάριος Παῦλος ἐβόα λέγων· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὔτε λοίδοροι, οὔτε ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν.
English
Through him we have found release from sins; through him we have washed away every stain; through his gift we have become angels out of men—we who have run to grace, not changed in nature, but—what is far more wonderful—while remaining in human nature we display the citizenship of angels. For such is the power of the Holy Spirit; and just as this perceptible fire, when it takes hold of clay that has been dissolved, makes it a strong potsherd, so too the fire of the Spirit, when it takes hold of a grateful soul, even if it finds it more dissolved than clay, makes it harder than iron; and the one who a little before was defiled by the mire of sins, it suddenly shows forth brighter than the sun. Teaching us this, the blessed Paul cried out, saying: Do not be deceived: neither fornicators, nor idolaters, nor adulterers, nor the effeminate, nor homosexuals, nor the covetous, nor thieves, nor drunkards, nor revilers, nor robbers will inherit the kingdom of God.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:26 · narrative
Source
Καὶ ἀπαριθμησάμενος ἅπαντα ὡς εἰπεῖν τῆς κακίας τὰ εἴδη, καὶ διδάξας, ὅτι οἱ τοιούτοις ὑπεύθυνοι ἁμαρτήμασιν ἀλλότριοι τῆς βασιλείας γίνονται, εὐθέως ἐπήγαγε· Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε. Πῶς καὶ τίνι τρόπῳ; εἰπέ· τοῦτο γάρ ἐστι τὸ ζητούμενον. Ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, φησὶ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες τοῦ ἁγίου Πνεύματος τὴν δύναμιν, ἀγαπητέ; εἶδες ὅτι τὸ Πνεῦμα τὸ ἅγιον πᾶσαν τὴν κακίαν ταύτην ἠφάνισε, καὶ τοὺς πρότερον παραδεδομένους ὑπὸ τῶν οἰκείων ἁμαρτημάτων, ἀθρόον εἰς τὴν ἀνωτάτω τιμὴν ἀνήγαγε; βʹ. Τίς οὖν ἂν κατ' ἀξίαν ὀδύραιτο καὶ θρηνήσειε τοὺς βλασφημεῖν ἐπιχειροῦντας τοῦ Πνεύματος τὴν ἀξίαν, οἳ καθάπερ τινὲς μεμηνότες οὐδὲ τῷ μεγέθει τῶν εὐεργεσιῶν τῆς οἰκείας ἀγνωμοσύνης ἀποσχέσθαι ἀνέχονται, ἀλλὰ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα πράττειν τολμῶσιν, ἀλλοτριοῦντες αὐτὸ, τό γε εἰς αὐτοὺς ἧκον, τῆς δεσποτικῆς ἀξίας, καὶ εἰς τὴν τῶν κτισμάτων τάξιν κατάγειν ἐπιχειροῦσιν; Οὓς ἐβουλόμην ἐρέσθαι, τίνος ἕνεκεν, ὦ οὗτοι, τοσοῦτον πόλεμον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας ἐπιδείκνυσθε; μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν σωτηρίας,
English
And having enumerated, so to speak, all the forms of wickedness, and having taught that those liable for such sins become strangers to the kingdom, he immediately added: And such were some of you, but you were washed, but you were sanctified, but you were justified. How and in what manner? Tell me, for this is what is being sought. In the name of the Lord Jesus Christ, he says, and in the Spirit of our God. Did you see the power of the Holy Spirit, beloved? Did you see that the Holy Spirit has made all this wickedness vanish, and has suddenly raised to the highest honor those who were previously handed over by their own sins? 2. Who then could worthily lament and bewail those who attempt to blaspheme the dignity of the Spirit, who, like men gone mad, do not even restrain their own senselessness in the face of the greatness of his benefactions, but dare to do everything against their own salvation, alienating him—as far as lies in them—from his masterly dignity, and attempting to drag him down to the rank of created things? I would wish to ask them: for what reason, O you men, do you display such great war against the dignity of the Spirit—or rather against your own salvation,
khazarzar-john-chrysostom-de-sancta-pentecoste:27 · narrative
Source
καὶ οὐδὲ εἰς ἔννοιαν λαβεῖν βούλεσθε τὰ παρὰ τοῦ Σωτῆρος τοῖς μαθηταῖς εἰρημένα; Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Εἶδες ὁμότιμον τὴν ἀξίαν; εἶδες συμφωνίαν ἀπηκριβωμένην; εἶδες τῆς Τριάδος τὸ ἀδιαίρετον; μή που διαφορὰ, ἢ ἐναλλαγὴ, ἢ ὑφαίρεσις; Τί τοῖς τοῦ Δεσπότου ῥήμασιν ὑμεῖς ἐπιδιατάσσεσθαι τολμᾶτε; ἢ οὐκ ἴστε, ὅτι καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, εἰ καί τίς ποτε ἐπιχειρήσειεν, ἢ εἰς τοσαύτην ἐξέλθοι τόλμαν, ὥστε προσθεῖναί τι τοῖς παρὰ τοῦ βασιλέως γράμμασιν, ἢ ἀφελεῖν, τοῦ ὁμογενοῦς ἡμῖν καὶ τῆς αὐτῆς φύσεως κοινωνοῦντος. τὴν ἐσχάτην ὑφίσταται δίκην, καὶ οὐδὲν αὐτὸν τῆς τιμωρίας ἐξελέσθαι δυνήσεται; Εἰ τοίνυν ἐπ' ἀνθρώπου τοσοῦτος ὁ κίνδυνος, ποία γένοιτο ἄν ποτε συγγνώμη τοῖς τοσαύτην ἀπόνοιαν ἐπιδεικνυμένοις, καὶ τὰ παρὰ τοῦ κοινοῦ Σωτῆρος ἡμῶν εἰρημένα παραφθείρειν ἐπιχειροῦσι, καὶ οὐδὲ Παύλου τοῦ τὸν Χριστὸν ἔχοντος ἐν ἑαυτῷ λαλοῦντα ἀκούειν βουλομένοις, λαμπρᾷ τῇ φωνῇ βοῶντος καὶ λέγοντος· Ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Εἰ τοίνυν οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε καρδία δέξασθαι ἠδυνήθη τὴν γνῶσιν τῶν ἡτοιμασμένων τοῖς ἀγαπῶσιν αὐτὸν, πόθεν ἡμεῖς, ὦ μακάριε Παῦλε, τούτων τὴν γνῶσιν σχεῖν δυνάμεθα; Μικρὸν ἀνάμεινον, καὶ ἀκούσῃ αὐτοῦ καὶ τοῦτο δηλοῦντος· ἐπήγαγε γοῦν λέγων· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Καὶ οὐδὲ μέχρι τούτου ἔστη·
English
And do you not even wish to grasp the things spoken by the Savior to his disciples? Go therefore and make disciples of all the nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit. Do you see the equal honor? Do you see the exact agreement? Do you see the indivisibility of the Trinity? Is there any difference, or interchange, or subtraction? Why do you dare to add your own ordinances to the words of the Master? Or do you not know that even in human affairs, if anyone should ever attempt it, or proceed to such audacity as to add anything to the king's letters, or to take anything away, he who shares our kindred and the same nature undergoes the ultimate penalty, and nothing will be able to rescue him from the punishment? If, then, there is such danger in the case of a man, what forgiveness could there ever be for those who display such great madness, and attempt to corrupt the things spoken by our common Savior, and are not even willing to listen to Paul, who has Christ speaking in him, crying out with a clear voice and saying: Eye has not seen, and ear has not heard, and it has not entered into the heart of man, the things which God has prepared for those who love him? If, then, neither eye has seen, nor ear has heard, nor has the heart been able to receive the knowledge of the things prepared for those who love him, from where, O blessed Paul, are we able to obtain the knowledge of these things? Wait a little, and you will hear him making this clear as well; for he added, saying: But God has revealed them to us through his Spirit. And he did not stop even there;
khazarzar-john-chrysostom-de-sancta-pentecoste:28 · narrative
Source
ἀλλ' ἵνα δείξῃ καὶ τῆς δυνάμεως τὸ μέγεθος, καὶ ὡς τῆς αὐτῆς ἐστιν οὐσίας τῷ Πατρὶ καὶ τῷ Υἱῷ, φησί· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Εἶτα βουλόμενος ἐξ ἀνθρωπίνων παραδειγμάτων ἀκριβεστέραν ἡμῖν ἐνθεῖναι τὴν διδασκαλίαν, ἐπήγαγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Εἶδες διδασκαλίαν ἀπηρτισμένην; Ὥσπερ, φησὶ, τὰ ἐν διανοίᾳ τοῦ ἀνθρώπου οὐχ οἷόν τε ἕτερόν τινα εἰδέναι, ἀλλ' αὐτὸς μόνος οἶδε τὰ ἑαυτοῦ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· ὃ μέγιστον καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ Πνεύματος τὴν ἀξίαν. Παράδειγμα γὰρ παρήγαγε μονονουχὶ λέγων, μὴ οἷόν τέ τινα τῶν ἀνθρώπων τὰ ἐν διανοίᾳ αὐτοῦ ἀγνοῆσαί ποτε. Ὥσπερ οὖν τοῦτο οὐ δυνατὸν, οὕτω καὶ τὰ τοῦ Θεοῦ μετὰ τοσαύτης ἀκριβείας, φησὶν, ἐπίσταται Πνεῦμα τὸ ἅγιον. Ἀλλ' οὐκ οἶδα πῶς οὐδὲ ταῦτα λέγων ὁ μακάριος οὗτος καθικνεῖται τῶν διὰ τὴν οἰκείαν πρόληψιν κατὰ τῆς ἑαυτῶν σωτηρίας τοσοῦτον ἐπιδεικνυμένων πόλεμον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας, καὶ τὸ ἧκον εἰς αὐτοὺς ἀλλοτριούντων αὐτὸ τῆς δεσποτικῆς ἀξίας, καὶ καταγόντων εἰς τὴν τῶν δημιουργημάτων εὐτέλειαν. Ἀλλ' εἰ καὶ ἐκεῖνοι φιλονείκως διάκεινται, ἀπεναντίας ἱστάμενοι τοῖς παρὰ τῆς θείας Γραφῆς εἰρημένοις, ἡμεῖς τὰ θεῖα διδάγματα ὡς χρησμοὺς ἄνωθεν κατενεχθέντας δεχόμενοι, τὴν προσήκουσαν δοξολογίαν ἀναπέμψωμεν, μετὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπιδεικνύμενοι.
English
But to show both the greatness of his power and that he is of the same essence as the Father and the Son, he says: For the Spirit searches all things, even the deep things of God. Then, wishing to implant in us a more exact teaching from human examples, he added: For who among men knows the things of a man, except the spirit of the man that is in him? So also no one knows the things of God, except the Spirit of God. Do you see the teaching brought to completion? Just as, he says, it is not possible for anyone else to know the things in a man's mind, but he alone knows his own things, so also no one knows the things of God, except the Spirit of God—which is the greatest and most sufficient proof of the Spirit's worth. For he brought forward an example, almost saying in so many words that it is not possible for any man ever to be ignorant of the things in his own mind. Just as, then, this is impossible, so also, he says, the Holy Spirit knows the things of God with equal exactness. But I do not know how this blessed man, even saying these things, fails to reach those who, through their own preconception, display so great a war against their own salvation and against the worth of the Spirit, alienating him, as far as lies in them, from the master's worth and bringing him down to the cheapness of created things. But even if those men are disposed to contention, standing opposed to what has been said by the divine Scripture, let us, receiving the divine teachings as oracles brought down from above, send up the fitting doxology, displaying the exactness of the truth together with the right faith.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:29 · narrative
Source
Πρὸς μὲν οὖν τοὺς ἐπιχειροῦντας ἐναντία τοῖς παρὰ τοῦ Πνεύματος εἰρημένοις διδάσκειν, ἱκανὰ τὰ εἰρημένα· ἀναγκαῖον δὲ εἰπεῖν πρὸς τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν ἡμῖν τὸ αἴτιον τῶν τοσούτων ἀγαθῶν οὐκ εὐθέως μετὰ τὴν αὐτοῦ ἄνοδον κεχάρισται ὁ Κύριος· ἀλλ' ἀφῆκεν ὀλίγας πρότερον ἐνδιατρίψαι ἡμέρας, καὶ καθ' ἑαυτοὺς γενέσθαι τοὺς μαθητὰς, καὶ τότε τὴν τοῦ Πνεύματος χάριν κατέπεμψεν. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ οὐδὲ τοῦτο γεγένηται. Ἐπειδὴ γὰρ ᾔδει τῶν ἀνθρώπων τὸ γένος οὐχ ὁμοίως τὰ ἐν χερσὶ θαυμάζοντας ἀγαθὰ, οὐδὲ κατ' ἀξίαν τιμῶντας ἐκεῖνα, ἅπερ ἂν ἡδέα καὶ μεγάλα καταφανῇ, ἂν μὴ καὶ τῶν ἐναντίων ἡ εἴσοδος παρεισέλθῃ· οἷόν τι λέγω· δεῖ γὰρ αὐτὸ σαφέστερον εἰπεῖν· ὁ ὑγιαίνων καὶ εὐεκτῶν τὸ σῶμα οὐκ αἰσθάνεται, οὐδὲ ἀκριβῶς εἰδέναι δύναται, ὅσα αὐτῷ ἀγαθὰ ἡ ὑγεία ἐχαρίζετο, εἰ μὴ καὶ τῆς νόσου πεῖραν λάβῃ τῆς ἀσθενείας παρεισελθούσης· καὶ ὁ τὴν ἡμέραν πάλιν βλέπων οὐχ ὁμοίως θαυμάζει τὸ φῶς, ἐὰν μὴ καὶ τὸ τῆς νυκτὸς σκότος διαδέξηται. Καὶ γὰρ ἡ τῶν ἐναντίων πεῖρα διδάσκαλος ἀεὶ γίνεται σαφὴς ἐκείνων, ὧν πρότερον ἐν ἀπολαύσει τυγχάνοντες ἦμεν.
English
What has been said is sufficient to address those who attempt to teach things contrary to what has been spoken by the Spirit. But it is necessary to say to your love why the Lord did not bestow on us the cause of so many good things immediately after his ascension, but allowed the disciples to remain a few days beforehand and to be by themselves, and only then sent down the grace of the Spirit. This too did not happen simply, nor at random, nor without purpose. For since he knew that the human race does not admire goods in hand in the same way, nor value them according to their worth—those things that appear pleasant and great—unless the entrance of their opposites also slips in. What I mean is this (for it must be stated more clearly): the one who is healthy and in good bodily condition does not perceive, nor can he know precisely how many good things health has granted him, unless he also experiences sickness when weakness slips in; and again, the one who sees the day does not admire the light in the same way unless the darkness of night succeeds it. For the experience of opposites always becomes a clear teacher of those things in the enjoyment of which we previously happened to be.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:30 · narrative
Source
Διά τοι τοῦτο καὶ τότε, ἐπειδὴ μυρίων ἦσαν ἀγαθῶν οἱ μαθηταὶ κατὰ τὴν αὐτοῦ παρουσίαν ἀπολαύσαντες, καὶ ἀπὸ τοῦ συνδιατρίβειν αὐτῷ ἐν πολλῇ ἦσαν εὐημερίᾳ· καὶ γὰρ οἱ τὴν Παλαιστίνην ἅπαντες οἰκοῦντες, ὥσπερ εἰς φωστῆράς τινας οὕτως εἰς τὰ τούτων ἐνέβλεπον πρόσωπα· ἐπειδὴ καὶ νεκροὺς ἀνίστων, καὶ λεπροὺς ἐκάθαιρον, δαίμονας ἤλαυνον, καὶ νοσήματα ἐθεράπευον, καὶ ἕτερα πολλὰ ἐπεδείκνυντο θαύματα· ἐπεὶ οὖν οὕτως ἦσαν περίβλεπτοι καὶ περιφανεῖς, διὰ τοῦτο συνεχώρησεν αὐτοὺς πρὸς ὀλίγον χωρισθῆναι τῆς τοῦ συμμαχοῦντος δυνάμεως, ἵνα ὅταν ἐν ἐρημίᾳ γένωνται, μάθωσιν ἡλίκον αὐτοῖς ἐχαρίζετο ἡ τῆς αὐτοῦ ἀγαθότητος παρουσία, καὶ εἰς αἴσθησιν ἐλθόντες τῶν παρελθόντων ἀγαθῶν μετὰ μείζονος τῆς προθυμίας ὑποδέξωνται καὶ τὴν τοῦ Παρακλήτου δωρεάν. Καὶ γὰρ ἀθυμοῦντας αὐτοὺς παρεκάλεσε, καὶ διὰ τὸν τοῦ διδασκάλου χωρισμὸν στυγνάζοντας καὶ κατηφείας πεπληρωμένους διὰ τοῦ οἰκείου φωτὸς κατηύγασε, καὶ κειμένους σχεδὸν ἀνέστησε, καὶ τῆς ἀθυμίας τὸ νέφος διεσκέδασε, καὶ τὴν ἀπορίαν ἔλυσεν. Ἐπειδὴ γὰρ ἦσαν ἀκούσαντες τῆς Δεσποτικῆς φωνῆς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· ἠπόρουν δὲ λοιπὸν καὶ ἠγνόουν, ὅποι δεῖ ἕκαστον τραπῆναι, καὶ πρὸς ποῖον δεῖ κλίμα τῆς οἰκουμένης κηρῦξαι τὸν λόγον, ἔρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει γλωσσῶν, ἑκάστῳ μερίζον τῆς κατὰ τὴν οἰκουμένην διδασκαλίας τὰ κλίματα, καὶ διὰ τῆς δοθείσης γλώττης καθάπερ δέλτῳ τινὶ γνωρίζον ἑκάστῳ τῆς ἐμπιστευθείσης ἀρχῆς τε καὶ διδασκαλίας τὸν ὅρον.
English
For this reason, then, since the disciples had enjoyed countless good things at his coming, and from being with him were in great prosperity—for all the inhabitants of Palestine looked upon their faces as upon certain luminaries, since they raised the dead, cleansed lepers, cast out demons, healed diseases, and displayed many other wonders—since, then, they were so conspicuous and illustrious, for this reason he allowed them to be separated for a short time from the power of the one who fought alongside them, so that when they were in the wilderness they might learn how great was the gift of his goodness that had been granted to them, and coming to a sense of the good things that had passed, they might receive the gift of the Paraclete with greater eagerness. For he encouraged them when they were disheartened, and when they were downcast because of the departure of the Teacher and filled with dejection, he illumined them with his own light, and raised them up when they were all but laid low, and scattered the cloud of despondency, and resolved their perplexity. For since they had heard the Master's voice, "Go, make disciples of all nations," but were then at a loss and did not know where each one ought to turn, and to what region of the world he ought to proclaim the word, the Holy Spirit comes in the form of tongues, distributing to each the regions of teaching throughout the world, and by the tongue given to each, as by a tablet, making known to each the boundary of the authority and teaching entrusted to him.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:31 · narrative
Source
Διὰ τοῦτο ἐν εἴδει γλωσσῶν τὸ Πνεῦμα παρεγένετο· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ' ἵνα καὶ παλαιᾶς ἡμᾶς ὑπομνήσῃ ὑποθέσεως. Ἐπειδὴ γὰρ τὸ παλαιὸν εἰς ἀπόνοιαν ἐξοκείλαντες οἱ ἄνθρωποι πύργον ἠβουλήθησαν κατασκευάσαι ἕως τοῦ οὐρανοῦ φθάνοντα, καὶ διὰ τῆς τῶν γλωσσῶν διαιρέσεως διεῖλεν αὐτῶν τὴν κακὴν συμφωνίαν· διὰ τοῦτο καὶ νῦν ἐν εἴδει γλωσσῶν πυρίνων ἐφίπταται αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα διαιρεθεῖσαν τὴν οἰκουμένην διὰ τούτου συνάψῃ. Καὶ ἐγένετο πρᾶγμα καινὸν καὶ παράδοξον· ὥσπερ γὰρ τότε τὸ παλαιὸν γλῶσσαι τὴν οἰκουμένην κατέτεμον, καὶ τὴν κακὴν συμφωνίαν εἰς διαίρεσιν ἤγαγον· οὕτω καὶ νῦν γλῶσσαι τὴν οἰκουμένην συνῆψαν, καὶ τὰ διεστῶτα εἰς ὁμόνοιαν συνήγαγον. Ἐν εἴδει μὲν οὖν γλωσσῶν διὰ τοῦτο, ὡσεὶ πυρὸς δὲ γλῶσσαι διὰ τὴν ἐν ἡμῖν ὑλομανήσασαν τῆς ἁμαρτίας ἄκανθαν. Καθάπερ γὰρ γῆ, ὅταν λιπαρὰ καὶ πίων οὖσα τυγχάνῃ, μὴ γεωργῆται δὲ, πολλὴν ἐπιδείκνυται τῶν ἀκανθῶν τὴν φοράν· οὕτω δὴ καὶ ἡ φύσις ἡ ἡμετέρα, καλὴ οὖσα διὰ τὸν παραγαγόντα, καὶ πρὸς τὸν τῆς ἀρετῆς καρπὸν ἐπιτηδείως ἔχουσα, διὰ τὸ μὴ δέξασθαι τὸ τῆς εὐσεβείας ἄροτρον, μηδὲ τὸν τῆς θεογνωσίας σπόρον, καθάπερ ἀκάνθας τινὰς καὶ ἑτέραν ἄχρηστον ὕλην τὴν ἀσέβειαν ἀπεγέννησε.
English
For this reason the Spirit came in the form of tongues; and not for this reason only, but also that he might remind us of an ancient event. For since in ancient times men, having slipped into folly, wished to build a tower reaching to heaven, and through the division of tongues he divided their evil concord; for this reason even now the Holy Spirit flies down upon them in the form of fiery tongues, so that through this he might join together the inhabited world that had been divided. And a new and wondrous thing came to pass; for just as then, in ancient times, tongues cut the inhabited world to pieces and brought the evil concord into division, so also now tongues joined the inhabited world together and gathered the things that stood apart into harmony. In the form of tongues, then, for this reason, and as of fire were the tongues, because of the thorn of sin that has grown wild within us. For just as the earth, when it happens to be rich and fat, but is not cultivated, displays a great crop of thorns; so also our nature, being good because of the one who brought it forth, and being fitly disposed toward the fruit of virtue, because it did not receive the plough of piety, nor the seed of the knowledge of God, brought forth impiety like so many thorns and other useless matter.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:32 · narrative
Source
Καὶ ὃν τρόπον τῆς γῆς τὸ πρόσωπον ἀπὸ τοῦ πλήθους τῶν ἀκανθῶν καὶ τῶν πονηρῶν βοτανῶν πολλάκις οὐ φαίνεται· οὕτω καὶ τὸ εὐγενὲς καὶ τὸ καθαρὸν τῆς ψυχῆς τῆς ἡμετέρας οὐ διεδείκνυτο, ἕως ὅτε παραγενόμενος ὁ γεωργὸς τῆς φύσεως τῆς ἀνθρωπίνης, καὶ τὸ πῦρ ἐπαφεὶς τοῦ Πνεύματος, ἐκάθηρέ τε αὐτὴν, καὶ πρὸς τὸ δέξασθαι τὸν σπόρον τὸν οὐράνιον ἐπιτηδείαν γενέσθαι παρεσκεύασε. γʹ. Τοσαῦτα ἡμῖν καὶ τούτων πλείονα διὰ τὴν παροῦσαν ἡμέραν ὑπῆρχε τὰ ἀγαθά. Διὸ παρακαλῶ πρὸς ἀξίαν τῶν δεδωρημένων ἡμῖν ἀγαθῶν, καὶ ἡμεῖς ἑορτάσωμεν, οὐ τὴν πύλην στεφανοῦντες, ἀλλὰ τὰς ψυχὰς καλλωπίζοντες· οὐ κοσμοῦντες τὴν ἀγορὰν παραπετάσμασιν, ἀλλὰ φαιδρύνοντες τὴν ψυχὴν τοῖς τῆς ἀρετῆς περιβολαίοις, ἵνα οὕτω δυνηθῶμεν καὶ τοῦ Πνεύματος τὴν χάριν ὑποδέξασθαι, καὶ τοὺς ἐντεῦθεν καρποὺς ἀποδέξασθαι. Τίς δέ ἐστιν ὁ καρπὸς τοῦ Πνεύματος; Ἀκούσωμεν Παύλου λέγοντος· Ὁ δὲ καρπὸς τοῦ Πνεύματος, φησὶν, ἀγάπη, χαρὰ, εἰρήνη. Ὅρα λέξεως ἀκρίβειαν, διδασκαλίας ἀκολουθίαν· προέταξε τὴν ἀγάπην, καὶ τότε τῶν ἑξῆς ἐμνημόνευσεν· ἔθηκε τὴν ῥίζαν, καὶ τότε τὸν καρπὸν ὑπέδειξε· κατέβαλε τὸν θεμέλιον, καὶ τότε τὴν οἰκοδομὴν ἐπήγαγεν· ἀπὸ τῆς πηγῆς ἤρξατο, καὶ τότε ἦλθεν ἐπὶ τοὺς ποταμούς. Οὐδὲ γὰρ πρότερον ἡ τῆς χαρᾶς ἐπεισελθεῖν ὑπόθεσις δύναται, ἂν μὴ πρότερον ἑαυτῶν εἶναι νομίσωμεν τὴν ἑτέρων εὐημερίαν, καὶ οἰκεῖα τὰ τοῦ πλησίον ἀγαθὰ λογισώμεθα· ταῦτα δὲ οὐκ ἄν ποτε ἐξ ἑτέρου φανείη τινὸς, ἂν μὴ τῆς ἀγάπης ὑπερβάλῃ ἡ τυραννίς. Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἁπάντων τῶν ἀγαθῶν.
English
And just as the face of the earth is often not visible because of the multitude of thorns and worthless plants, so also the noble and pure part of our soul was not shown forth, until the husbandman of human nature came, and applying the fire of the Spirit, he both cleansed it and prepared it to become fit to receive the heavenly seed. 3. So many goods, and more than these, have been ours because of the present day. Therefore I exhort you, in a manner worthy of the good things given to us, that we also celebrate the feast, not crowning the gate, but adorning our souls; not decorating the marketplace with hangings, but making the soul bright with the garments of virtue, so that in this way we may be able both to receive the grace of the Spirit and to welcome its fruits from this. And what is the fruit of the Spirit? Let us hear Paul saying: The fruit of the Spirit, he says, is love, joy, peace. Observe the precision of his wording, the sequence of his teaching: he set love first, and then mentioned the things that follow; he laid down the root, and then pointed out the fruit; he laid the foundation, and then brought on the building; he began from the fountain, and then came to the rivers. For the occasion of joy cannot enter in first, unless we first reckon the prosperity of others to be our own, and count the good things of our neighbor as our own; and these things would never appear from anything else, unless the sovereignty of love surpass. Love is the root and fountain and mother of all good things.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:33 · narrative
Source
Καὶ γὰρ ὡς ῥίζα μυρίους τοὺς κλάδους τῆς ἀρετῆς ἀναδίδωσι, καὶ ὡς πηγὴ πολλὰ τίκτει τὰ νάματα, καὶ ὡς μήτηρ εἴσω τῶν ἑαυτῆς κόλπων περισφίγγει τοὺς εἰς αὐτὴν καταφεύγοντας. Ὃ δὴ καὶ ὁ μακάριος Παῦλος συνιδὼν, καρπὸν αὐτὴν τοῦ Πνεύματος ἐκάλεσεν· ἀλλαχοῦ δὲ τοσοῦτον αὐτῇ τὸ προτέρημα ἐχαρίσατο, ὡς καὶ πλήρωμα αὐτὴν τοῦ νόμου προσειπεῖν· Πλήρωμα γὰρ νόμου, φησὶν, ἡ ἀγάπη. Ὁ μέντοι τῶν ἁπάντων Δεσπότης καὶ ὅρον ἀρκοῦντα καὶ χαρακτῆρα ἀξιόπιστον, εἰς τὸ φανῆναι τοὺς ἑαυτοῦ μαθητὰς, οὐχ ἕτερόν τινα, ἢ τὸν ἀπὸ τῆς ἀγάπης ἡμῖν προεβάλετο εἰπών· Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Διὸ, παρακαλῶ, ἐπ' αὐτὴν καταφύγωμεν ἅπαντες, καὶ ταύτῃ περιπλακῶμεν, καὶ μετ' αὐτῆς τὴν ἑορτὴν ταύτην ὑποδεξώμεθα· ὅπου γὰρ ἀγάπη, ἀργεῖ τῆς ψυχῆς τὰ ἐλαττώματα· ὅπου ἀγάπη, τὰ ἄλογα τῆς διανοίας σκιρτήματα πέπαυται. Ἡ ἀγάπη, φησὶν, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· ὅπου ἀγάπη πολιτεύεται, οὐδαμοῦ Κάϊν φονεύων τὸν ἀδελφόν. Ἄνελε τοῦ φθόνου τὴν πηγὴν, καὶ ἀνεῖλες τῶν κακῶν ἁπάντων τὸν ποταμόν· ἀπότεμε τὴν ῥίζαν, καὶ συνανεῖλες τὸν καρπόν.
English
For as a root it sends forth countless branches of virtue, and as a spring it gives birth to many streams, and as a mother it enfolds within its own bosom those who flee to it. This indeed the blessed Paul also perceived, and called it the fruit of the Spirit; and elsewhere he granted it such preeminence as even to call it the fulfillment of the law: For the fulfillment of the law, he says, is love. But the Master of all things, setting before us no other sufficient boundary and trustworthy mark by which his disciples might be shown forth, than that which comes from love, said: By this all will know that you are my disciples, if you have love for one another. Therefore, I beseech you, let us all flee to it, and embrace it, and with it receive this feast; for where love is, the defects of the soul are idle; where love is, the irrational impulses of the mind have ceased. Love, he says, does not boast, is not puffed up, does not behave indecently. Love does no evil to its neighbor; where love dwells, there is no Cain murdering his brother. Remove the source of envy, and you have removed the river of all evils; cut off the root, and you have cut off the fruit with it.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:34 · narrative
Source
Ταῦτα δὲ λέγω τῶν φθονούντων κηδόμενος μᾶλλον ἢ τῶν φθονουμένων· καὶ γὰρ ἐκεῖνοι μάλιστά εἰσιν οἱ τὰ μέγιστα ζημιούμενοι, καὶ πολὺν ἑαυτοῖς τὸν ὄλεθρον ἐπάγοντες· ἐπεί γε ὅτι τοῖς φθονουμένοις καὶ στεφάνων ὑπόθεσίς ἐστιν, εἰ βούλοιντο, τὸ φθονεῖσθαι. Καὶ ὅρα μοι πῶς Ἄβελ ὁ δίκαιος ᾄδεται, καὶ καθ' ἑκάστην ἀνακηρύττεται τὴν ἡμέραν, καὶ ἡ τῆς σφαγῆς ὑπόθεσις εὐδοξίας αὐτῷ γέγονεν ἀφορμή. Καὶ ὁ μὲν καὶ μετὰ τὴν τελευτὴν διὰ τοῦ αἵματος παῤῥησιάζεται, καὶ λαμπρᾷ τῇ φωνῇ κατηγορεῖ τοῦ μιαι50.469 φόνου· ὁ δὲ δῆθεν περιγενόμενος τὸν καρπὸν τῶν ἔργων διὰ τῆς ἀντιδόσεως τῶν ἔργων ἀπέλαβε, καὶ στένων καὶ τρέμων διῆγεν ἐπὶ τῆς γῆς· ὁ δὲ ἀνῃρημένος καὶ ἐπὶ τῆς γῆς κείμενος μετὰ τὴν τελευτὴν πλείονα τὴν παῤῥησίαν ἐπεδείκνυτο. Καὶ καθάπερ ἐκεῖνον ἡ ἁμαρτία καὶ ζῶντα τῶν νεκρῶν ἀθλιώτερον διάγειν παρεσκεύασεν· οὕτω τοῦτον ἡ ἀρετὴ, καὶ μετὰ τὴν τελευτὴν πλέον διαλάμπειν ἐποίησε. Διά τοι τοῦτο καὶ ἡμεῖς, ἵνα μείζονα καὶ ἐνταῦθα κἀκεῖ τὴν παῤῥησίαν κτησώμεθα, ἵνα πλείονα τὴν εὐφροσύνην τὴν ἀπὸ τῆς ἑορτῆς καρπωσώμεθα, πάντα μὲν τὰ ῥυπαρὰ τῆς ψυχῆς περιέλωμεν ἐνδύματα, μάλιστα τοῦ φθόνου τὸ περιβόλαιον ἀποδυσώμεθα. Κἂν γὰρ μυρία κατορθοῦν δόξωμεν, πάντων ἐκπεσούμεθα, τῆς πικρᾶς ἡμῖν καὶ ὠμῆς ταύτης ἐνοχλούσης λύμης· ἣν πάντας ἡμᾶς διαφυγεῖν γένοιτο, καὶ μάλιστα τοὺς τήμερον διὰ τῆς τοῦ λουτροῦ χάριτος, τὸ παλαιὸν τῶν ἁμαρτημάτων ἔνδυμα ἀποθεμένους, καὶ πρὸς τὰς ἡλιακὰς ἀκτῖνας ἀντιλάμπειν δυναμένους.
English
I say these things out of care for those who envy rather than for those who are envied; for it is those who suffer the greatest loss and bring great destruction upon themselves. Since envy itself, if they were willing, is a ground for crowns for those who are envied. And observe how Abel the righteous is celebrated and proclaimed each day, and the occasion of his slaughter became for him a starting point of glory. And he, even after death, through his blood speaks with boldness and with a clear voice accuses the murderer; but the one who seemingly prevailed received the fruit of his deeds through the requital of his deeds, and he lived on earth groaning and trembling; but the one who was slain and lies upon the earth showed greater boldness after death. And just as sin made that man, even while alive, live more wretched than the dead, so virtue made this man shine forth more even after death. For this reason we too, in order that we may gain greater boldness both here and there, in order that we may reap greater gladness from the festival, let us remove all the filthy garments of the soul, and above all let us strip off the cloak of envy. For even if we seem to accomplish countless good things, we shall fall from all of them, since this bitter and savage plague troubles us; may it be granted to us all to escape it, and especially to those who today through the grace of the bath have put off the old garment of sins and are able to shine back against the rays of the sun.
khazarzar-john-chrysostom-de-sancta-pentecoste:35 · narrative
Source
Ὑμεῖς μὲν οὖν, παρακαλῶ, οἱ σήμερον εἰς τὴν υἱοθεσίαν ἐγγραφέντες, οἱ τὸ λαμπρὸν τοῦτο περιβόλαιον ἐνδυσάμενοι, πάσῃ φυλακῇ τὴν φαιδρότητα ἐν ᾗ νῦν ἐστε διατηρήσατε, πανταχόθεν ἀποτειχίσαντες τῷ διαβόλῳ τὴν εἴσοδον, ἵνα δαψιλεστέρας ἀπολαύσαντες τῆς τοῦ Πνεύματος χάριτος, καρποφορῆσαι δυνηθῆτε ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατὸν, καὶ μετὰ παῤῥησίας ἀπαντῆσαι ἀξιωθείητε τῷ βασιλεῖ τῶν οὐρανῶν, ὅταν παραγίνεσθαι μέλλῃ, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ διανέμειν τοῖς μετ' ἀρετῆς τὸν παρόντα βίον διανύσασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
English
I exhort you, therefore, who today have been enrolled into adoption, who have put on this radiant garment, to preserve with all vigilance the brightness in which you now stand, walling off on every side the devil's entrance, so that, having enjoyed more abundantly the grace of the Spirit, you may be able to bear fruit, some thirtyfold, some sixtyfold, and some a hundredfold, and may be counted worthy to meet with boldness the King of the heavens when he is about to come, and to distribute the hidden good things to those who have completed the present life with virtue, in Christ Jesus our Lord, to whom be the glory and the might now and always, and unto the ages of ages. Amen.
Citation. Tergwame, “De sancta pentecoste”, khazarzar-john-chrysostom-de-sancta-pentecoste:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-john-chrysostom-de-sancta-pentecoste#s1
Colophon. Source: khazarzar · licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Baidu · cost: $0.0039 · generated 2026-11-15.