ΚΑΤΑ ΜΕΘΥΟΝΤΩΝ, Καὶ εἰς τὴν ἀνάστασιν, λόγος λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ τοῦ Πάσχα.
αʹ. Ἀπεθέμεθα τῆς νηστείας τὸ φορτίον, ἀλλὰ μὴ ἀποθώμεθα τῆς νηστείας τὸν καρπόν· ἔστι γὰρ φορτίον ἀποθέσθαι νηστείας, καὶ καρπὸν δρέπεσθαι νηστείας. Παρῆλθεν ὁ πόνος τῶν ἀγώνων, ἀλλὰ μὴ παρέλθῃ ἡ σπουδὴ τῶν κατορθωμάτων· ἀπῆλθεν ἡ νηστεία, ἀλλὰ μενέτω ἡ εὐλάβεια· μᾶλλον δὲ οὐδὲ ἡ νηστεία ἀπῆλθεν. Ἀλλὰ μὴ φοβηθῆτε· τοῦτο γὰρ εἶπον οὐχὶ ἑτέραν ὑμῖν κηρύσσων Τεσσαρακοστὴν, ἀλλὰ τὴν αὐτὴν ὑμῖν ἀρετὴν καταγγέλλων. Παρῆλθεν ἡ νηστεία ἡ σωματικὴ, ἀλλ' οὐ παρῆλθεν ἡ νηστεία ἡ πνευματική· αὕτη βελτίων ἐκείνης, κἀκείνη διὰ ταύτην ἐγένετο. Ὥσπερ, ὅτε ἐνηστεύετε, ἔλεγον ὑμῖν ὅτι ἔστι νηστεύοντα μὴ νηστεύειν, οὕτω καὶ νῦν λέγω ὅτι ἔστι μὴ νηστεύοντα νηστεύειν. Τάχα αἴνιγμα εἶναι δοκεῖ τὸ λεγόμενον, ἀλλ' ἐγὼ τὴν λύσιν ἐπάγω τῷ ζητήματι· Πῶς ἔστι νηστεύοντα μὴ νηστεύειν; Ὅταν τις βρωμάτων μὲν ἀπέχηται, ἁμαρτημάτων δὲ μὴ ἀπέχηται. Πῶς ἔστι μὴ νηστεύοντα νηστεύειν; Ὅταν τις τροφῆς μὲν ἀπολαύῃ, ἁμαρτίας δὲ μὴ γεύηται. Αὕτη βελτίων ἐκείνης ἡ νηστεία, οὐ βελτίων δὲ μόνον, ἀλλὰ καὶ κουφοτέρα· ἐπ' ἐκείνης τῆς νηστείας ἀσθένειαν προεβάλλοντο πολλοὶ σωματικὴν, κνησμὸν χαλεπόν. Ψώρας ἐμπέπλησμαι, φησὶν, ἀλουσίαν οὐχ ὑπομένω, ἡ ὑδροποσία με διαφθείρει, λαχάνων ἀπογεύεσθαι οὐ δύναμαι. Πολλὰ τοιαῦτα ἤκουον τότε λεγόντων πολλῶν· ἐπὶ τῆς νηστείας ταύτης οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν. Ἀπόλαυε λουτρῶν, μέτεχε τραπέζης, οἰνοποσίᾳ κέχρησο συμμέτρῳ, κἂν κρεῶν ἀπογεύεσθαι μέλλῃς, ὁ κωλύων οὐδείς·
Against the Drunkards, and on the Resurrection of our Lord Jesus Christ, a discourse delivered on the holy and great Lord's Day of Pascha.
1. We have laid down the burden of the fast, but let us not lay down the fruit of the fast; for it is possible to lay down the burden of the fast and to pluck the fruit of the fast. The toil of the contests has passed, but let not the zeal for good deeds pass; the fast has departed, but let piety remain; or rather, the fast has not even departed. But do not be afraid; for I said this not proclaiming to you another Lent, but announcing to you the same virtue. The bodily fast has passed, but the spiritual fast has not passed; this is better than that, and that came to be for the sake of this. Just as, when you were fasting, I told you that it is possible for one who fasts not to fast, so now I say that it is possible for one who does not fast to fast. Perhaps what is said seems to be a riddle, but I bring the solution to the question: How is it possible for one who fasts not to fast? When someone abstains from foods but does not abstain from sins. How is it possible for one who does not fast to fast? When someone enjoys food but does not taste of sin. This fast is better than that, and not only better but also lighter; under that fast many put forward bodily weakness, a grievous itching. I am full of scabs, says one, I cannot endure the lack of bathing, drinking water ruins me, I cannot taste vegetables. Many such things I heard many people saying then; under this fast there is nothing of the sort to say. Enjoy baths, partake of the table, use wine in moderation, and even if you are going to taste meat, there is no one to prevent you.
πάντων ἀπόλαυσον, μόνον ἁμαρτίας ἀπόστηθι. Εἶδες πῶς πᾶσιν αὕτη ῥᾳδία ἡ νηστεία; Οὐκ ἔστι σώματος ἀσθένειαν προβάλλεσθαι· τῆς ψυχῆς καθαρόν ἐστι τὸ κατόρθωμα. Ἔστι καὶ μὴ πίνοντα οἶνον, μεθύειν, καὶ πίνοντα οἶνον σωφρονεῖν· καὶ ὅτι ἔστιν ἄνευ οἴνου μέθη, ἄκουσον τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου· καὶ πῶς ἔστιν ἄνευ οἴνου μεθύειν; Ὅταν τὸ ἄκρατον τῶν παθῶν μὴ κεράσῃς εὐσεβεῖ λογισμῷ. Ἔστι καὶ πίνοντα οἶνον μὴ μεθύειν· καὶ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν τοῦτο ἐπέταξεν ὁ Παῦλος τῷ Τιμοθέῳ γράφων οὕτως· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ ἔκστασις τῶν κατὰ φύσιν φρενῶν, παρατροπὴ λογισμῶν, ἐρημία διανοίας, πενία συνέσεως. Ταῦτα δὲ οὐχ ἡ μέθη ποιεῖ μόνη ἡ ἐξ οἴνου, ἀλλὰ καὶ μέθη ἡ ἐξ ὀργῆς καὶ ἐπιθυμίας ἀτόπου. Καθάπερ γὰρ πυρετὸν μὲν ποιεῖ ἀγρυπνία, ποιεῖ δὲ κόπος, ποιεῖ δὲ ἀθυμία, ποιεῖ δὲ χυμὸς διεφθαρμένος, καὶ διάφορος μὲν ἡ ὑπόθεσις, ἓν δὲ τὸ πάθος καὶ τὸ νόσημα· οὕτω καὶ ἐπὶ τούτων· ποιεῖ μὲν οἶνος μέθην, ποιεῖ δὲ ἐπιθυμία, ποιεῖ δὲ χυμὸς διεφθαρμένος, καὶ διάφορος μὲν ἡ ὑπόθεσις, ἓν δὲ τὸ πάθος καὶ τὸ νόσημα. Ἀπεχώμεθα μέθης· οὐ λέγω ἀπεχώμεθα οἴνου, ἀλλ' ἀπεχώμεθα μέθης· οὐκ οἶνος ποιεῖ μέθην· κτίσμα γάρ ἐστι Θεοῦ, Θεοῦ δὲ κτίσμα οὐδὲν ποιεῖ πονηρὸν, ἀλλὰ προαίρεσις πονηρὰ ποιεῖ μέθην. Καὶ ὅτι ἔστι καὶ ἄλλως μεθύειν οὐχὶ οἴνῳ μόνῳ, ἄκουσον τί φησιν ὁ Παῦλος· Μὴ μεθύσκεσθε οἴνῳ· δεικνὺς ὅτι ἔστι καὶ ἄλλως μεθύσκεσθαι· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία.
Enjoy all things; only depart from sin. Do you see how this fast is easy for all? It is not possible to plead weakness of the body; the accomplishment belongs to the soul, and it is clean. It is possible for a man not drinking wine to be drunk, and for a man drinking wine to be sober-minded; and that there is drunkenness without wine, hear the prophet saying: Woe to those who are drunk without wine. And how is it possible to be drunk without wine? When you do not temper the unmixed draught of the passions with pious reason. It is also possible for a man drinking wine not to be drunk; and if this were not so, Paul would not have commanded this to Timothy, writing thus: Use a little wine for your stomach's sake and your frequent infirmities. For drunkenness is nothing other than an ecstasy of the natural faculties of the mind, a perversion of reasonings, a desertion of the understanding, a poverty of comprehension. But these things are produced not by drunkenness from wine alone, but also by the drunkenness that comes from anger and from disordered desire. For just as sleeplessness produces fever, and toil produces it, and despondency produces it, and a corrupted humor produces it, and the occasion is different but the passion and the disease are one; so also in these matters: wine produces drunkenness, and desire produces it, and a corrupted humor produces it, and the occasion is different but the passion and the disease are one. Let us abstain from drunkenness; I do not say, let us abstain from wine, but let us abstain from drunkenness. It is not wine that produces drunkenness; for it is a creature of God, and no creature of God produces evil, but an evil choice produces drunkenness. And that it is possible to be drunk in another way, not by wine alone, hear what Paul says: Be not drunk with wine, showing that it is possible to be drunk in another way as well: Be not drunk with wine, in which is dissoluteness.
Θαυμασίως ἐν βραχεῖ ῥήματι πᾶσαν τῆς μέθης τὴν κατηγορίαν εἶπε. Τί ἐστι, Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία; Ἀσώτους τῶν νέων ἐκείνους καλοῦμεν, τοὺς πατρῷον διαδεξαμένους κλῆρον, καὶ πάντα ἀθρόον ἐκφοροῦντας, καὶ μὴ λογιζομένους, τίνι χρὴ δοῦναι, καὶ πότε δοῦναι, ἀλλ' ἁπλῶς, καὶ ἱμάτια, καὶ χρυσίον, καὶ ἀργύριον, καὶ πάντα τὸν πατρῷον πλοῦτον διανέμοντας εἰς πόρνας καὶ λάγνους.
Τοιοῦτόν ἐστιν ἡ μέθη· ὥσπερ ἄσωτον λαβοῦσα νέον τὴν διάνοιαν τῶν μεθυόντων, καὶ αἰχμαλωτίσασα τὸν λογισμὸν, ἅπασαν ἡμῶν τὴν οὐσίαν τῶν νοημάτων ἀπερισκέπτως καὶ χωρίς τινος ἀκριβείας ἐκχέειν καταναγκάζει. Ὁ μεθύων οὐκ οἶδε τί μὲν εἰπεῖν χρὴ, τί δὲ σιγῆσαι, ἀλλ' ἀθύρωτον αὐτοῦ τὸ στόμα διηνεκῶς· μοχλὸς οὐκ ἐπίκειται, οὐδὲ θύρα τοῖς χείλεσιν· ὁ μεθύων οὐκ οἶδεν οἰκονομῆσαι τοὺς λόγους αὐτοῦ ἐν κρίσει, οὐκ οἶδε διαθεῖναι τὸν πλοῦτον τῆς διανοίας, οὐκ οἶδε τὰ μὲν ἀποθέσθαι, τὰ δὲ ἀναλῶσαι, ἀλλὰ πάντα ἐκεῖνα δαπάνη καὶ ἔξοδος. Ἑκούσιος μανία μέθη, προδοσία λογισμῶν· μέθη συμφορὰ καταγελωμένη, νόσημα χλευαζόμενον, δαίμων αὐθαίρετος, καὶ παραφροσύνης χαλεπωτέρα. βʹ. Βούλει μαθεῖν πῶς ὁ μεθύων καὶ τοῦ δαιμονῶντός ἐστι χείρων; Τὸν δαιμονῶντα πάντες ἐλεοῦμεν, τοῦτον δὲ μισοῦμεν· ἐκείνῳ συναλγοῦμεν, τούτῳ δὲ ὀργιζόμεθα καὶ ἀγανακτοῦμεν. Τί δήποτε; Ἐκείνῳ μὲν ἐπήρεια, τούτῳ δὲ ῥᾳθυμία τὸ πάθος· ἐκείνῳ ἐπιβουλὴ ἐχθρῶν, τούτῳ δὲ ἐπιβουλὴ λογισμῶν·
In a brief phrase he wonderfully set forth the whole accusation of drunkenness. What is it: Do not be drunk with wine, in which is debauchery? We call those of the young prodigal who have inherited their father's estate and carry everything off at once, and do not reckon to whom one ought to give, and when to give, but simply distribute both garments and gold and silver and all their father's wealth to prostitutes and lewd men.
Such is drunkenness: as if taking a prodigal young man, the mind of the drunkards, and taking captive their reasoning, it compels us to pour out all the substance of our thoughts recklessly and without any exactness. The drunkard does not know what he ought to say and what to keep silent, but his mouth is continually without a door; no bolt is laid upon it, nor a door upon his lips; the drunkard does not know how to manage his words in judgment, he does not know how to arrange the wealth of his mind, he does not know what to set aside and what to spend, but all those things are expense and outlay. Drunkenness is a voluntary madness, a betrayal of reasonings; drunkenness is a misfortune laughed to scorn, a disease mocked, a self-chosen demon, and harsher than insanity. Do you wish to learn how the drunkard is even worse than the demon-possessed? We all pity the demon-possessed, but this man we hate; we grieve with that one, but at this one we are angry and indignant. Why ever so? In that one the passion is an assault, but in this one it is negligence; in that one it is a plot of enemies, but in this one a plot of reasonings.
καὶ τοιαῦτα πάσχει τῷ δαιμονῶντι ὁ μεθύων, ὁμοίως περιφέρεται, ὁμοίως ἐξέστηκεν, ὁμοίως καταπίπτει, ὁμοίως διαστρέφει τὰς κόρας, ὁμοίως σπαίρει κείμενος ἐπὶ τῆς γῆς· ἀφρὸν ἐκ τοῦ στόματος προΐεται, καὶ οὕτως ἐκχεῖ σίελον σεσηπότα, καὶ δυσωδίας ἐμπέπλησται τὸ στόμα ἀφορήτου. Φίλοις ἀηδὴς ὁ τοιοῦτος, ἐχθροῖς καταγέλαστος, οἰκέταις εὐκαταφρόνητος, γυναικὶ ἀτερπὴς, πᾶσι φορτικὸς, τῶν ἀλόγων αὐτῶν ἀτερπέστερος. Τὰ ἄλογα μέχρι τότε πίνει ἕως ἂν διψῇ, καὶ τῇ χρείᾳ τὴν ἐπιθυμίαν ἵστησιν· οὗτος δὲ τῇ ἀκολασίᾳ παρέρχεται τὴν ἐπιθυμίαν, καὶ γέγονε τῶν ἀλόγων ἀλογώτερος· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι νόσημα τοσούτων γέμον κακῶν καὶ τοσαύτας ἔχον συμφορὰς οὐδὲ ἔγκλημα εἶναι νομίζεται· ἀλλ' ἐν ταῖς τῶν πλουτούντων τραπέζαις ἅμιλλα καὶ ἀγὼν ὑπὲρ τῆς ἀσχημοσύνης γίνεται ταύτης, καὶ φιλονεικοῦσι μειζόνως πρὸς ἀλλήλους, τίς ἑαυτὸν παραδειγματίσει, τίς πλείονα παράσχῃ γέλωτα, τίς μᾶλλον διαλύσει τὰ νεῦρα, τίς μᾶλλον καταλύσει τὴν δύναμιν, τίς τὸν κοινὸν Δεσπότην παροξυνεῖ πλέον· καὶ ἔστιν ἰδεῖν στάδιον καὶ ἅμιλλαν διαβολικήν. Ὁ μεθύων τῶν νεκρῶν ἀθλιώτερος· ἐκεῖνος μὲν γὰρ ἀναίσθητος κεῖται, καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος· οὗτος δὲ πρὸς τὴν τῶν κακῶν ἐργασίαν ἐστὶν ἐπιτήδειος· καὶ καθάπερ ἐν μνήματι τῷ σώματι τὴν ψυχὴν κατορύξας, νεκρὸν περιφέρει τὸ σῶμα. Εἶδες πῶς τοῦ δαιμονῶντός ἐστιν ἀθλιώτερος; πῶς τῶν νεκρῶν ἀναισθητότερος; Βούλει τὸ πάντων τούτων μεῖζον εἴπω καὶ χαλεπώτερον; Μεθύων ἄνθρωπος εἰς βασιλείαν οὐρανῶν εἰσελθεῖν οὐ δύναται· τίς ταῦτά φησι; Παῦλος. Μὴ πλανᾶσθε·
And the drunkard suffers such things as the demoniac: he is carried about in the same way, he is beside himself in the same way, he falls down in the same way, he distorts his eyes in the same way, he convulses in the same way as he lies on the ground; he lets foam from his mouth, and thus pours out rotted saliva, and his mouth is filled with unbearable stench. Such a man is disagreeable to friends, a laughingstock to enemies, easily despised by servants, unpleasant to his wife, a burden to all, more unpleasant than the irrational beasts themselves. The irrational beasts drink only as long as they thirst, and by their need they set a limit to their desire; but this man surpasses desire by his licentiousness, and has become more irrational than the irrational beasts. And what is worse, that a disease so full of evils and having so many calamities is not even considered a crime; but at the tables of the rich there is rivalry and a contest over this disgrace, and they strive against one another more greatly, who will make a spectacle of himself, who will provide more laughter, who will more loosen the sinews, who will more destroy his strength, who will provoke the common Master more; and one may see a stadium and a diabolical contest. The drunkard is more wretched than the dead; for the dead man lies insensible, and inactive toward both good and evil; but this man is fit for the working of evils; and as though he had buried his soul in the body as in a tomb, he carries about a dead body. Did you see how he is more wretched than the demoniac? How he is more insensible than the dead? Do you wish me to say what is greater and more grievous than all these? A drunken man cannot enter the kingdom of heaven. Who says this? Paul. Do not be deceived.
οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν. Ἤκουσας εἰς ποῖον αὐτὸν ἔταξε χορόν; Μετὰ τῶν ἡταιρηκότων, μετὰ τῶν πορνευσάντων, μετὰ τῶν εἰδωλολατρῶν, μετὰ τῶν μοιχῶν, μετὰ τῶν λοιδόρων, μετὰ τῶν πλεονεκτῶν, μετὰ τῶν ἁρπάγων. Τί οὖν, φησίν; ὁ μεθύων καὶ ὁ ἡταιρηκὼς τὸ αὐτό; ὁ μεθύων καὶ ὁ εἰδωλολάτρης τὸ αὐτό; Μή μοι λέγε ταῦτα, ἄνθρωπε· νόμους ἀνέγνων θείους, ἐμὲ τὰς εὐθύνας μὴ ἀπαίτει· Παῦλον ἐρώτησον, καὶ αὐτὸς ἀποκρίνεται. Εἰ μὲν γὰρ σὺν αὐτοῖς ἢ μὴ μετ' αὐτῶν κατατάττεται τῇ κολάσει, οὐκ ἔχω λέγειν· ὅτι δὲ καὶ ὁμοίως τῷ εἰδωλολάτρῃ τῆς βασιλείας τῶν οὐρανῶν ἐκπίπτει, τοῦτο σφόδρα ἂν διισχυρισαίμην· τούτου δὲ ὁμολογουμένου, τί λοιπὸν ἐμὲ εὐθύνας ἀπαιτεῖς τοῦ μέτρου τῆς ἁμαρτίας; Ὅταν γὰρ ἔξω μείνῃ τῶν θυρῶν, ὅταν ἐκπέσῃ τῆς βασιλείας, ὅταν ἔρημος γένηται τῆς σωτηρίας, ὅταν εἰς τὴν κόλασιν αἰώνιον παραπεμφθῇ· τί μοι μέτρα ἁμαρτημάτων καὶ ζυγὰ καὶ στάθμια προτείνεις; Ὄντως, ἀγαπητοὶ, δεινὸν ἡ μέθη καὶ χαλεπὸν πάνυ. Οὐ πρὸς ὑμᾶς λέγω· μὴ γένοιτο· πάνυ γὰρ πέπεισμαι, ὅτι καθαρὰ ὑμῶν ἡ ψυχὴ τοῦ νοσήματος καὶ τοῦ πάθους τούτου, καὶ τεκμήριον τῆς ὑγείας ἡ ἐνταῦθα διατριβὴ, ἡ μετὰ σπουδῆς σύνοδος, ἡ νήφουσα ἀκρόασις· οὐδεὶς
Neither fornicators, nor idolaters, nor adulterers, nor effeminate, nor homosexuals, nor thieves, nor the covetous, nor drunkards, nor revilers, nor extortioners will inherit the kingdom of God. Have you heard into what chorus he placed him? With the prostitutes, with the fornicators, with the idolaters, with the adulterers, with the revilers, with the covetous, with the extortioners. What then, he says? Is the drunkard and the prostitute the same? Is the drunkard and the idolater the same? Do not say these things to me, man; I have read the divine laws, do not demand the accounts from me; ask Paul, and he himself answers. For whether he is ranked with them or not with them in punishment, I cannot say; but that he falls from the kingdom of heaven in the same way as the idolater, this I would strongly assert; and this being admitted, what remains that you demand from me the measure of the sin? For when he remains outside the doors, when he falls from the kingdom, when he becomes destitute of salvation, when he is sent away into eternal punishment, why do you set before me measures of sins and balances and weights? Truly, beloved, drunkenness is terrible and very grievous. I do not speak to you; may it not be; for I am fully persuaded that your soul is pure of this disease and passion, and the proof of health is your stay here, your gathering with zeal, your sober hearing; no one
γὰρ οἴνῳ μεθύων ἐπιθυμεῖν θείων λογίων δύναται. Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι. Αὕτη ἡ καλὴ μέθη· κάρωσόν σου τὴν ψυχὴν τῷ Πνεύματι, ἵνα μὴ καρώσῃς τῇ μέθῃ· προκατάλαβε τὴν διάνοιαν καὶ τοὺς λογισμοὺς, ἵνα μὴ εὕρῃ χώραν ἐκεῖνο τὸ πάθος τὸ ἀναίσχυντον. Διὰ τοῦτο οὐκ εἶπε, Μετέχετε Πνεύματος, ἀλλὰ Πληροῦσθε Πνεύματος. Ἕως ἄνω τὴν διάνοιαν καθάπερ ποτήριον τοῦ Πνεύματος πλήρωσον, ἵνα μηδὲν ἐμβαλεῖν δυνηθῇ λοιπὸν ὁ διάβολος· οὐ γὰρ ἁπλῶς δεῖ μετέχειν λοιπὸν τοῦ Πνεύματος, ἀλλὰ πληροῦσθαι Πνεύματος, ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς, ὧν ἐπληρώθητε σήμερον. Διὰ τοῦτο θαῤῥῶ περὶ τῆς σωφροσύνης ὑμῶν. Ἔστιν ἡμῖν ποτήριον μέθης καλὸν, ἔστι ποτήριον μέθης σωφροσύνην ποιοῦν, οὐ παράλυσιν. Ποῖον δὲ τοῦτο; Τὸ ποτήριον τὸ πνευματικὸν, τὸ ποτήριον τὸ ἄχραντον τοῦ αἵματος τοῦ Δεσποτικοῦ. Ἐκεῖνο οὐ ποιεῖ μέθην, ἐκεῖνο οὐ ποιεῖ παράλυσιν· οὐ γὰρ παραλύει δύναμιν, ἀλλ' ἐγείρει δύναμιν· ἐκεῖνο οὐ καταλύει τὰ νεῦρα, ἀλλὰ τονοῖ τὰ νεῦρα· ἐκεῖνο γὰρ νῆψιν ποιεῖ, ἐκεῖνο αἰδέσιμον ἀγγέλοις, φοβερὸν δαίμοσι, τίμιον τοῖς ἀνθρώποις, ἐπέραστον τῷ Δεσπότῃ. Ὁρᾷς πῶς φησιν ὁ Δαυῒδ περὶ τοῦ ποτηρίου τούτου τοῦ πνευματικοῦ τοῦ ἐν τῇ τραπέζῃ ταύτῃ κειμένου; Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡσεὶ κράτιστον. Ἵνα γὰρ μὴ ἀκούσας μέθης ὄνομα φοβηθῇς εὐθέως, καὶ νομίσῃς ἀσθενείας εἶναι ποιητικὸν, ἐπήγαγεν ὅτι κράτιστόν ἐστι καὶ ἰσχυρόν.
For one who is drunk with wine cannot desire the divine oracles. Do not get drunk with wine, in which is debauchery, but be filled with the Spirit. This is the good drunkenness: stupefy your soul with the Spirit, so that you may not be stupefied by drunkenness; seize beforehand your mind and your thoughts, so that that shameless passion may find no place there. For this reason he did not say, "Partake of the Spirit," but "Be filled with the Spirit." Fill your mind to the brim like a cup of the Spirit, so that the devil may no longer be able to throw anything into it; for it is no longer necessary simply to partake of the Spirit, but to be filled with the Spirit, with psalms, hymns, and spiritual songs, with which you were filled today. For this reason I am confident about your chastity. We have a good cup of drunkenness; there is a cup of drunkenness that produces chastity, not paralysis. And what is this? The spiritual cup, the undefiled cup of the Master's blood. That cup does not produce drunkenness, that cup does not produce paralysis; for it does not paralyze power, but raises up power; that cup does not loosen the nerves, but strengthens the nerves; for that cup produces sobriety, that cup is reverenced by angels, feared by demons, honored by men, beloved by the Master. Do you see how David speaks of this spiritual cup that lies on this table? You prepared a table before me, in the presence of those who afflict me; you anointed my head with oil, and your cup makes drunk as the strongest. For so that, having heard the name of drunkenness, you might not immediately be afraid and think it produces weakness, he added that it is the strongest and most powerful.
Καινὸς τρόπος μέθης, ἰσχὺν ἐντίθησιν, ἐγκρατῆ ποιεῖ καὶ δυνατόν· ἀπὸ γὰρ τῆς πέτρας ἔῤῥευσε τῆς πνευματικῆς· οὐκ ἔστι παρατροπὴ λογισμῶν, ἀλλὰ προσθήκη λογισμῶν πνευματικῶν.
γʹ. Ταύτην μεθύωμεν τὴν μέθην· ἐκείνης δὲ ἀπεχώμεθα, ἵνα μὴ καταισχύνωμεν τὴν παροῦσαν ἑορτήν· ἑορτὴ γὰρ ἡ παροῦσα οὐχὶ τῆς γῆς μόνον, ἀλλὰ καὶ τοῦ οὐρανοῦ. Σήμερον ἐν γῇ χαρὰ, σήμερον ἐν οὐρανῷ χαρά· εἰ γὰρ ἑνὸς ἁμαρτωλοῦ ἐπιστρέφοντος, χαρὰ ἐπὶ γῆς καὶ οὐρανοῦ, πολλῷ μᾶλλον τῆς οἰκουμένης ἁπάσης ἐξαρπασθείσης τῶν χειρῶν τοῦ διαβόλου χαρὰ ἔσται ἐν οὐρανῷ. Νῦν σκιρτῶσιν ἄγγελοι, νῦν χαίρουσιν ἀρχάγγελοι, νῦν τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μεθ' ἡμῶν ἑορτάζει τὴν παροῦσαν ἑορτήν· οὐκ ἐπαισχύνονται τοὺς συνδούλους, ἀλλὰ συγχαίρουσι τοῖς ἡμετέροις ἀγαθοῖς. Εἰ γὰρ ἡμετέρα ἡ χάρις ἡ παρὰ τοῦ Δεσπότου, ἀλλὰ κοινὴ καὶ ἐκείνων ἡ ἡδονή. Καὶ τί λέγω τοὺς συνδούλους; Αὐτὸς ὁ Δεσπότης αὐτῶν τε καὶ ἡμῶν οὐκ ἐπαισχύνεται συνεορτάζειν. Καὶ τί χρὴ λέγειν, ὅτι οὐκ ἐπαισχύνεται; Ἐπιθυμίᾳ, φησὶν, ἐπεθύμησα τὸ Πάσχα τοῦτο μεθ' ὑμῶν φαγεῖν· εἰ δὲ τὸ Πάσχα ἐπεθύμησεν ἡμῖν συνεορτάσαι, δῆλον ὅτι καὶ τὴν ἀνάστασιν. Ὅταν οὖν ἄγγελοι χαίρωσι, καὶ ἀρχάγγελοι, καὶ πασῶν τῶν οὐρανίων δυνάμεων ὁ Δεσπότης ἡμῖν συνεορτάζῃ, τίς λείπεται λοιπὸν εἰς ἀθυμίαν λόγος; Μηδεὶς πένης ἔστω κατηφὴς διὰ τὴν πενίαν· ἑορτὴ γὰρ αὕτη πνευματική· μηδεὶς πλούσιος ἐπαιρέσθω διὰ τὸν πλοῦτον· οὐδὲν γὰρ ἀπὸ τῶν χρημάτων εἰς τὴν ἡδονὴν τῆς ἑορτῆς εἰσενεγκεῖν δύναται ταύτης.
A new kind of drunkenness, it instills strength, makes one self-controlled and powerful; for it flowed from the spiritual rock; it is not a perversion of thoughts, but an addition of spiritual thoughts.
3. Let us be drunk with this drunkenness; but let us abstain from that other, so that we may not put to shame the present feast; for the present feast is not of the earth only, but also of heaven. Today there is joy on earth, today there is joy in heaven; for if there is joy on earth and in heaven over one sinner who repents, much more will there be joy in heaven when the whole inhabited world has been snatched from the hands of the devil. Now the angels leap for joy, now the archangels rejoice, now the Cherubim and the Seraphim celebrate the present feast with us; they are not ashamed of their fellow servants, but rejoice together in our good things. For if the grace that comes from the Master is ours, yet their pleasure is shared as well. And why do I speak of fellow servants? Their Master and ours is not ashamed to celebrate together with them. And why must one say that he is not ashamed? With desire, he says, I have desired to eat this Passover with you; and if he desired to celebrate the Passover with us, it is clear that he desired also the resurrection. When, then, angels rejoice, and archangels, and the Master of all the heavenly powers celebrates the feast with us, what reason for despondency is left? Let no poor man be downcast because of his poverty; for this is a spiritual feast; let no rich man be puffed up because of his wealth; for he can contribute nothing from his money to the pleasure of this feast.
Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν τῶν βιωτικῶν, ἔνθα πολὺς ἄκρατος, ἔνθα τράπεζα πλήθουσα καὶ ἀδηφαγία, ἔνθα ἀσχημοσύνη, καὶ γέλως, ἔνθα πᾶσα πομπὴ Σατανικὴ, εἰκότως ὁ μὲν πένης κατηφὴς, ὁ δὲ πλούσιος ἐν φαιδρότητι· τί δήποτε; Ὅτι ὁ μὲν πλούσιος δαψιλῆ παρατίθεται τράπεζαν, καὶ μᾶλλον ἀπολαύει τρυφῆς, ὁ δὲ πένης ἀπὸ τῆς πενίας κωλύεται· τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείξασθαι· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μία τράπεζα καὶ τῷ πλουσίῳ καὶ τῷ πένητι, κἂν πλούσιός τις ᾖ, οὐδὲν τῇ τραπέζῃ προσθεῖναι δύναται· κἂν πένης, οὐδὲν ἔλαττον παρὰ τῆς πενίας τὰ τῆς κοινωνίας διακείσεται· θεία γάρ ἐστιν ἡ χάρις· καὶ τί θαυμάζεις εἰ πλουσίῳ καὶ πένητι; Αὐτῷ γὰρ τῷ βασιλεῖ τῷ τὸ διάδημα περικειμένῳ, τῷ τὴν ἁλουργίδα ἔχοντι, τῷ τὴν ἐξουσίαν ἐγκεχειρισμένῳ τῆς γῆς, ἐκείνῳ τῷ βασιλεῖ, καὶ τῷ πτωχῷ τῷ πρὸς τὴν ἐλεημοσύνην καθεζομένῳ μία
τράπεζα πρόκειται. Τοιαῦτα τὰ δῶρα τὰ Δεσποτικά· οὐ τοῖς ἀξιώμασι διαιρεῖ τὴν κοινωνίαν, ἀλλὰ τῇ προαιρέσει καὶ τῇ διανοίᾳ. Ὅταν γὰρ ἴδῃς ἐν ἐκκλησίᾳ πένητα πλουσίῳ παρεστῶτα, ἰδιώτῃ ἄρχοντα εὐτελῆ τῷ ὑπερέχοντι, τὸν ἔξω τρέμοντα τὴν δυναστείαν, ἔσω ἀδεῶς συμπαρεστῶτα τῇ δυναστείᾳ, νόησον τί ἐστι, Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνῶν. Λύκον τοίνυν καλεῖ ἡ Γραφὴ τὸν πλούσιον, ἀρνίον τὸν πτωχόν. Καὶ πόθεν τοῦτο, ὅτι Κοινωνήσει λύκος ἀρνίῳ, ὃν τρόπον πλούσιος μετὰ πτωχοῦ; Πρόσεχε ἀκριβῶς. Ἕστηκε πολλάκις πλούσιος καὶ πένης ἐν ἐκκλησίᾳ· κατέλαβεν ἡ ὥρα τῶν θείων μυστηρίων·
For at the external worldly festivals, where there is much unmixed wine, where the table is full and gluttony, where there is indecency and laughter, where there is all Satanic pomp, naturally the poor man is downcast, but the rich man is in cheerfulness. Why ever is this? Because the rich man sets out a lavish table and enjoys luxury more, while the poor man is prevented by his poverty from displaying the same munificence. But here there is nothing of the sort: one table for both the rich man and the poor man. Even if someone is rich, he cannot add anything to the table; even if poor, the things of communion are no less for him because of his poverty, for the grace is divine. And why do you marvel if it is for rich and poor? For to the king himself, who wears the diadem, who has the purple robe, who has been entrusted with authority over the earth—to that king, and to the beggar who sits for alms, one table is set before them. Such are the Master's gifts: he does not divide communion by rank, but by disposition and intent. For when you see in the church a poor man standing beside a rich man, a common man beside a ruler, a lowly man beside one who excels, one who trembles at power outside standing fearlessly together with power inside, consider what this is: Then the wolf shall feed together with the lambs. So Scripture calls the rich man a wolf, and the poor man a lamb. And from where is this, that a wolf shall have communion with a lamb, in the way a rich man with a poor man? Pay close attention. Often a rich man and a poor man have stood in the church; the hour of the divine mysteries has come.
ἐξωθεῖται ὁ πλούσιος ὡς ἀμύητος, ἵσταται δὲ ὁ πένης ἐντὸς τῶν οὐρανίων σκηνῶν, καὶ οὐκ ἀγανακτεῖ ὁ πλούσιος· οἶδε γὰρ ἑαυτὸν ἀλλότριον τῶν θείων μυστηρίων. Ἀλλ' ὢ τῆς θείας χάριτος! οὐ μόνον ὁμοτιμία ὑπάρχει ἐν τῇ ἐκκλησίᾳ διὰ τὴν τοῦ Θεοῦ χάριν, ἀλλὰ καὶ ἡνίκα ἵστανται, πολλάκις ὁ πένης τὸν πλούσιον πρωτεύει ἐν τῇ εὐσεβείᾳ, καὶ οὐδὲν ὠφέλησεν ὁ πλοῦτος τὸν ἔχοντα ἐκτὸς εὐσεβείας, οὐδὲ πενία τὸν πιστὸν ἐζημίωσε παρεστῶτα αὐτὸν μετὰ θάῤῥους τῷ ἁγίῳ θυσιαστηρίῳ. Ταῦτα δὲ λέγω, ἀγαπητοὶ, περὶ τῶν κατηχουμένων, καὶ οὐ περὶ τῶν ἁπλῶς πλουσίων. Ἐννόησον, ἀγαπητὲ, πῶς ὑποχωρεῖ τῆς ἐκκλησίας δεσπότης, καὶ παρεδρεύει τοῖς μυστηρίοις πιστὸς οἰκέτης· ἀναχωρεῖ δέσποινα, καὶ μένει ἡ θεράπαινα· Πρόσωπον γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει. Οὐκ ἔστι τοίνυν ἐν τῇ Ἐκκλησίᾳ δοῦλος καὶ ἐλεύθερος· ἀλλ' ἐκεῖνον οἶδε δοῦλον ἡ Γραφὴ τὸν τῇ ἁμαρτίᾳ δεδουλωμένον. Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ ἐκεῖνον οἶδεν ἐλεύθερον τὸν ὑπὸ τῆς θείας χάριτος ἠλευθερωμένον. Μετὰ τῆς αὐτῆς παῤῥησίας καὶ ὁ βασιλεὺς καὶ ὁ πένης πρὸς τὴν τράπεζαν ἔρχονται ταύτην, μετὰ τῆς αὐτῆς τιμῆς, πολλάκις δὲ ὁ πένης καὶ μετὰ πλείονος τιμῆς· τί δήποτε; Ὅτι ὁ μὲν βασιλεὺς μυρίοις ἐμπεπλεγμένος πράγμασιν, ὥσπερ ναῦς πανταχόθεν περιῤῥαντίζεται, καὶ πολλὰ προστρίβεται ἁμαρτήματα· ὁ δὲ πένης ὑπὲρ ἀναγκαίας φροντίζων μόνον τροφῆς, καὶ τὸν ἀπράγμονα καὶ ἡσύχιον ἐπανῃρημένος βίον, ἠρεμῶν, ὥσπερ ἐν λιμένι καθήμενος μετὰ πολλῆς τῆς ἀσφαλείας τῇ τραπέζῃ προσέρχεται.
The rich man is thrust out as uninitiated, but the poor man stands within the heavenly tabernacles, and the rich man is not indignant; for he knows himself to be a stranger to the divine mysteries. But O the divine grace! Not only does equality exist in the church through the grace of God, but even when they stand, often the poor man takes precedence over the rich man in piety, and wealth has profited nothing to its possessor apart from piety, nor has poverty harmed the faithful man as he stands with boldness at the holy altar. But I say these things, beloved, concerning the catechumens, and not concerning the merely wealthy. Consider, beloved, how a master withdraws from the church, and a faithful servant sits by the mysteries; a mistress withdraws, and the maidservant remains; for God does not regard the person of a man. There is, then, in the Church neither slave nor free; but Scripture knows that man to be a slave who is enslaved to sin. For he who commits sin, it says, is a slave of sin; and it knows that man to be free who has been freed by divine grace. With the same boldness both the king and the poor man come to this table, with the same honor, and often the poor man even with greater honor. Why ever so? Because the king, entangled in countless affairs, is sprinkled as it were by a ship from every side, and incurs many sins; but the poor man, caring only for necessary food, and having chosen the untroubled and quiet life, at rest, as it were sitting in a harbor, comes to the table with great security.
Πάλιν ἐν ταῖς ἑορταῖς ταῖς ἔξωθεν ὁ μὲν πένης ἐν κατηφείᾳ, ὁ δὲ πλούσιος ἐν φαιδρότητι, οὐ διὰ τὴν τράπεζαν μόνον, ἀλλὰ καὶ διὰ τὰ ἱμάτια· ὅπερ γὰρ ἐπὶ τῆς τραπέζης πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν ἱματίων ὑπομένουσιν. Ὅταν γὰρ ἴδῃ ὁ πένης τὸν εὔπορον καὶ πολυτελεστέραν περιβεβλημένον στολὴν, πλήττεται, καὶ ταλανίζει παρὰ πάντας ἑαυτόν. Ἐνταῦθα δὲ καὶ αὕτη ἡ ἔνδεια ἀνῄρηται· ἓν γὰρ παρὰ πᾶσίν ἐστιν ἱμάτιον, τὸ λουτρὸν τὸ σωτήριον· Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Μὴ τοίνυν καταισχύνωμεν τὴν ἑορτὴν ταύτην τῇ μέθῃ· καὶ γὰρ ὁ Δεσπότης ἡμῶν πλουσίους καὶ πένητας ὁμοίως ἐτίμησε, καὶ δούλους καὶ δεσπότας· ἀλλὰ ἀμειψώμεθα τὸν Δεσπότην τῆς περὶ ἡμᾶς εὐνοίας· ἀμοιβὴ δὲ ἀρίστη, πολιτεία καθαρὰ, καὶ ψυχὴ νήφουσα. Αὕτη ἡ ἑορτὴ καὶ ἡ πανήγυρις οὐ χρημάτων δεῖται, οὐδὲ δαπάνης, ἀλλὰ προαιρέσεως καὶ διανοίας ἀρίστης· τοιαῦτα γὰρ ἐνταῦθα τὰ ὤνια. Οὐδὲν σωματικὸν ἐνταῦθα πωλεῖται, ἀλλὰ ἀκρόασις θείων λογίων, εὐχαὶ Πατέρων, εὐλογίαι ἱερέων, ὁμόνοια, καὶ εἰρήνη καὶ συμφωνία, πνευματικὰ τὰ δῶρα, πνευματικὸς ὁ μισθός. Ἑορτάσωμεν τὴν ἑορτὴν ταύτην τὴν μεγίστην καὶ λαμπρὰν, ἐν ᾗ ἀνέστη ὁ Κύριος· ἑορτάσωμεν δὲ αὐτὴν φαιδρῶς ὁμοῦ καὶ θεοσεβῶς· ἀνέστη γὰρ ὁ Κύριος, καὶ τὴν οἰκουμένην ἑαυτῷ συνανέστησεν· αὐτὸς μὲν ἀνέστη, τοῦ θανάτου τὰ δεσμὰ διαῤῥήξας. Ἥμαρτεν Ἀδὰμ καὶ ἀπέθανεν· ἀλλ' οὐχ ἥμαρτεν ὁ Χριστὸς, καὶ ἀπέθανε. Καινὸν καὶ παράδοξον τοῦτο· ἐκεῖνος ἥμαρτε, καὶ ἀπέθανεν, οὗτος οὐχ ἥμαρτε, καὶ ἀπέθανε·
Again, at the festivals of the outside world, the poor man is in dejection, but the rich man in cheerfulness, not only because of the table but also because of the garments; for what they suffer at the table, this they also endure in the matter of garments. For when the poor man sees the wealthy man clothed in a more costly robe, he is struck, and counts himself wretched beyond all others. But here even this poverty has been done away with; for there is one garment among all, the saving bath; for "as many of you," it says, "as were baptized into Christ, have put on Christ." Let us not, then, put this festival to shame with drunkenness; for our Master honored rich and poor alike, slaves and masters; but let us repay the Master for his goodwill toward us; and the best repayment is a pure conduct and a sober soul. This festival and assembly needs no money, nor expense, but a best purpose and mind; for such are the wares here. Nothing bodily is sold here, but the hearing of divine words, the prayers of the Fathers, the blessings of the priests, concord, and peace and harmony; the gifts are spiritual, the reward is spiritual. Let us celebrate this festival, the greatest and most splendid, on which the Lord arose; and let us celebrate it both cheerfully and piously; for the Lord arose, and raised up the whole world with himself; he arose, having burst the bonds of death. Adam sinned and died; but Christ did not sin, and died. This is new and paradoxical: that one sinned and died, this one did not sin and died;
διὰ τίς Ἵνα ὁ ἁμαρτὼν καὶ ἀποθανὼν διὰ τοῦ μὴ ἁμαρτόντος μὲν, ἀποθανόντος δὲ, δυνηθῇ τοῦ θανάτου τὰς λαβὰς ἀποδύσασθαι. Οὕτω καὶ ἐπὶ χρημάτων γίνεται· Ὀφείλει τις πολλάκις, καὶ οὐκ ἔχων καταβαλεῖν κατέχεται ἐν δεσμοῖς· ἄλλος οὐκ ὀφείλων, δυνάμενος δὲ καταβαλεῖν, καταθεὶς, ἀπέλυσε τὸν
ὑπεύθυνον· οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονεν· Ὤφειλεν ὁ Ἀδὰμ, κατείχετο ὑπὸ τοῦδιαβόλου, ἀλλ' οὐκ εἶχε καταβαλεῖν· οὐκ ὤφειλεν ὁ Χριστὸς, οὐδὲ κατείχετο ὑπὸ τοῦ διαβόλου, ἀλλ' ἠδύνατο καταθεῖναι τὸ χρέος. Ἦλθε, κατέβαλε θάνατον ὑπὲρ τοῦ κατεχομένου ὑπὸ τοῦ διαβόλου, ἵνα ἐκεῖνον ἀπολύσῃ. δʹ. Εἶδες τῆς ἀναστάσεως τὰ κατορθώματα; Διπλοῦν ἀπεθάνομεν ἡμεῖς θάνατον, οὐκοῦν διπλῆν προσδοκήσωμεν τὴν ἀνάστασιν. Αὐτὸς ἁπλοῦν ἀπέθανε θάνατον· διὰ τοῦτο καὶ ἁπλῆν ἀνέστη ἀνάστασιν· πῶς; Ἐγὼ λέγω· Ἀπέθανεν ὁ Ἀδὰμ καὶ τῷ σώματι, καὶτῇ ψυχῇ· ἀπέθανε καὶ τῇ ἁμαρτίᾳ καὶ τῇ φύσει· Ἧ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε. Καὶ μὴν οὐκ αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανε τῇ φύσει, ἀλλὰ τῇ ἁμαρτίᾳ ἀπέθανεν· ἐκεῖνος ὁ θάνατος τῆς ψυχῆς, οὗτος ὁ θάνατος τοῦ σώματος. Ὅταν δὲ ἀκούσῃς ὅτι θάνατος ψυχῆς, μὴ νομίσῃς ψυχὴν ἀποθνήσκειν· ἀθάνατος γάρ ἐστι· θάνατος δὲ ψυχῆς, ἁμαρτία καὶ κόλασις αἰωνία. Διὰ τοῦτο καὶ ὁ Χριστός φησι, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· τὸ δὲ ἀπολλύμενον ὑφέστηκε μὲν, ἕξω δὲ τῆς ὄψεως τοῦ ἀπολέσαντός ἐστιν. Ἀλλ' ὅπερ ἔλεγον, ἐφ' ἡμῶν διπλοῦς ὁ θάνατος·
Why is it that the one who sinned and died might, through the one who did not sin but did die, be able to strip off the grasp of death? So it is also with money: often someone owes and, not having the means to pay, is held in bonds; another owes nothing, but being able to pay, he pays and releases the one who is liable. So it happened also with Adam: Adam owed, and was held by the devil, but he did not have the means to pay; Christ owed nothing, nor was he held by the devil, but he was able to pay the debt. He came, he paid death on behalf of the one held by the devil, in order to release him. Do you see the achievements of the resurrection? We died a double death, so let us expect a double resurrection. He died a single death; for this reason he also rose in a single resurrection. How? I say: Adam died both in body and in soul; he died to sin and to nature. "On the day you eat from the tree, you shall surely die." And yet he did not die in nature on that very day, but he died to sin; that was the death of the soul, this is the death of the body. But when you hear of the death of the soul, do not suppose that the soul dies; for it is immortal; the death of the soul is sin and eternal punishment. For this reason Christ also says, "Do not fear those who kill the body but cannot kill the soul; rather fear the one who can destroy both soul and body in Gehenna." What is destroyed has indeed existed, but it is outside the sight of the one who destroyed it. But, as I was saying, in our case death is double.
οὐκοῦν καὶ τὴν ἀνάστασιν διπλῆν γενέσθαι δεῖ. Ἐπὶ τοῦ Χριστοῦ ἁπλοῦς ὁ θάνατος· οὐ γὰρ ἥμαρτεν ὁ Χριστός· ἀλλὰ καὶ αὐτὸς ὁ ἁπλοῦς θάνατος δι' ἡμᾶς· οὐ γὰρ ὤφειλε τὸν θάνατον ἐκεῖνος· οὐ γὰρ ἦν ὑπεύθυνος ἁμαρτίᾳ, διὸ οὐδὲ θανάτου· διὰ τοῦτο ἐκεῖνος μὲν ἀνέστη τὴν ἀνάστασιν τὴν ἀπὸ τοῦ ἁπλοῦ θανάτου· ἡμεῖς δὲ διπλοῦν ἀποθανόντες θάνατον, διπλῆν καὶ τὴν ἀνάστασιν ἀνιστάμεθα· μίαν μὲν ἀνέστημεν τέως τὴν ἀπὸ τῆς ἁμαρτίας· συνετάφημεν γὰρ αὐτῷ ἐν τῷ βαπτίσματι, καὶ συνηγέρθημεν αὐτῷ διὰ τοῦ βαπτίσματος. Μία αὕτη ἀνάστασις ἀπαλλαγὴ ἁμαρτημάτων· δευτέρα δὲ ἀνάστασις ἡ τοῦ σώματος· ἔδωκε τὴν μείζονα, προσδόκα καὶ τὴν ἐλάττονα· αὕτη γὰρ πολὺ μείζων ἐκείνης· πολὺ γὰρ μεῖζον ἁμαρτιῶν ἀπαλλαγῆναι, ἢ σῶμα ἰδεῖν ἀνιστάμενον. Διὰ τοῦτο ἔπεσε τὸ σῶμα, ἐπειδὴ ἥμαρτεν· οὐκοῦν εἰ ἀρχὴ τοῦ πεσεῖν ἡ ἁμαρτία, ἀρχὴ τοῦ ἀναστῆναι τὸ ἀπαλλαγῆναι τῆς ἁμαρτίας. Ἀνέστημεν λοιπὸν τὴν μείζονα ἀνάστασιν, τὸν χαλεπὸν θάνατον τῆς ἁμαρτίας ῥίψαντες, καὶ ἀποδυσάμενοι τὸ παλαιὸν ἱμάτιον· μὴ τοίνυν ὑπὲρ τῆς ἐλάττονος ἀπαγορεύσωμεν. Ταύτην καὶ ἡμεῖς πάλαι τὴν ἀνάστασιν ἀνέστημεν, ὅτε ἐβαπτίσθημεν· καὶ οἱ τὴν τοῦ βαπτίσματος δὲ νῦν ἑσπέραν καταξιωθέντες, τὰ καλὰ ταῦτα ἀρνία. Πρὸ τῆς χθὲς ὁ Χριστὸς ἐσταυρώθη, ἀλλ' ἀνέστη τῇ παρελθούσῃ νυκτί· καὶ οὗτοι πρὸ τῆς χθὲς ὑπὸ τῆς ἁμαρτίας κατείχοντο, ἀλλὰ συνανέστησαν· ἐκεῖνος σώματι ἀπέθανε, καὶ σώματι ἀνέστη· οὗτοι ἁμαρτίᾳ ἦσαν τεθνηκότες, καὶ ἀπὸ ἁμαρτιῶν ἀνέστησαν ἐλευθερωθέντες. Ἡ μὲν οὖν γῆ κατὰ τὸν καιρὸν τοῦτον τοῦ ἔαρος ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα ἡμῖν ἐκδίδωσιν ἄνθη·
Therefore the resurrection must also be twofold. In the case of Christ, death was single; for Christ did not sin. But even that single death was for our sake; for he did not owe death, since he was not liable to sin, and therefore not to death either. For this reason he rose in the resurrection that comes from the single death. But we, having died a twofold death, rise also in a twofold resurrection. For the present we have risen with the one resurrection that comes from sin; for we were buried with him in baptism, and we were raised with him through baptism. This is the one resurrection, the release from sins. The second resurrection is that of the body. He has given the greater; expect also the lesser. For this is much greater than that: to be released from sins is much greater than to see a body rising. For this reason the body fell, because it sinned. If, then, sin is the beginning of the fall, release from sin is the beginning of rising. We have therefore already risen in the greater resurrection, having cast off the grievous death of sin and stripped off the old garment. Let us not, then, give up over the lesser. This resurrection we too rose in long ago, when we were baptized; and so have those now deemed worthy of the evening of baptism, these fair lambs. Before yesterday Christ was crucified, but he rose in the night that has passed; and these before yesterday were held fast by sin, but they rose together with him. He died in the body and rose in the body; these had died to sin and rose, set free from their sins. Now the earth at this season of spring yields us roses and violets and the other flowers.
τὰ δὲ ὕδατα τῆς γῆς ἡμῖν τερπνότερον λειμῶνα ἔδειξε. Μὴ θαυμάσῃς εἰ ἀπὸ τῶν ὑδάτων ἐβλάστησαν ἄνθη· οὐδὲ ἡ γῆ κατὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ κατὰ τὸ ἐπίταγμα τοῦ Δεσπότου τὴν βλάστην ἐκδίδωσιν. Ἐξέδωκε καὶ ἐν ἀρχῇ τῶν ὑδάτων ἡ φύσις ζῶα κινούμενα· Ἐξαγαγέτω γὰρ, φησὶ, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ τὸ ἐπίταγμα ἔργον ἐγένετο, καὶ ἡ ἄψυχος ἐκείνη οὐσία ἔμψυχα ζῶα ἐξέφερεν· οὕτω καὶ νῦν, ἐξαγαγέτω τὰ ὕδατα, οὐχὶ ἑρπετὰ ψυχῶν ζωσῶν, ἀλλὰ πνευματικὰ χαρίσματα. Ἐξήγαγε τότε τὰ ὕδατα ἰχθύας ἀλόγους καὶ ἀφώνους, ἐξέβαλε νῦν ἰχθύας λογικοὺς καὶ πνευματικοὺς, ἰχθύας ὑπὸ τῶν ἀποστόλων ἁλιευθέντας· Δεῦτε γὰρ, φησὶ, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· ταύτην ἔλεγε τὴν ἁλιείαν τότε. Καινὸς ὄντως τῆς ἁλιείας ὁ τρόπος· οἱ ἁλιεύοντες ἐκ τῶν ὑδάτων ἐκβάλλουσιν, ἡμεῖς εἰς τὰ ὕδατα ἐνεβάλλομεν, καὶ οὕτως ἡλιεύσαμεν. Ἦν ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων κολυμβήθρα· μάθε τί ἴσχυσεν ἡ κολυμβήθρα ἐκείνη, ἵνα μάθῃς τὴν πτωχείαν τὴν Ἰουδαϊκὴν, ἵνα μάθῃς τὸν πλοῦτον τῆς Ἐκκλησίας. Κολυμβήθρα ὑδάτων ἦν, καὶ κατήρχετο ἄγγελος ἐκεῖ, καὶ
But the waters of the earth showed us a meadow more delightful. Do not marvel if flowers sprang up from the waters; for not even the earth gives forth its growth according to its own nature, but according to the command of the Master. The nature of the waters also brought forth living creatures in the beginning; for "Let the waters bring forth," it says, "creeping things of living souls," and the command became a deed, and that soulless substance brought forth living creatures. So also now, "Let the waters bring forth"—not creeping things of living souls, but spiritual graces. Then the waters brought forth fish irrational and voiceless; now they cast out fish rational and spiritual, fish caught by the apostles. For "Come," it says, "and I will make you fishers of men"—this fishing he meant then. Truly the manner of the fishing is new: those who fish cast out from the waters, but we cast into the waters, and thus we fished. There was once also among the Jews a pool; learn what power that pool had, that you may learn the poverty of the Jews, that you may learn the wealth of the Church. It was a pool of waters, and an angel descended there, and
ἐτάρασσε τὰ ὕδατα· εἶτα μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ἐπέβαινεν εἷς ἀσθενῶν καὶ ἐθεραπεύετο· εἷς μόνος τοῦ ἐνιαυτοῦ ἐθεραπεύετο, καὶ εὐθέως ἀνηλοῦτο ἡ χάρις, οὐ διὰ τὴν πτωχείαν τοῦ διδόντος, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν λαμβανόντων. Κατέβαινεν ἄγγελος τοίνυν εἰς τὴν κολυμβήθραν, καὶ ἐτάρασσε τὸ ὕδωρ, καὶ εἷς ἐθεραπεύετο· κατῆλθεν ὁ τῶν ἀγγέλων Δεσπό της εἰς τὸν Ἰορδάνην, καὶ ἐτάραξε τὸ ὕδωρ, καὶ τὴν οἰκουμένην ἅπασαν ἐθεράπευσε. Διὰ τοῦτο ἐκεῖ μὲν μετὰ τὸν πρῶτον ὁ δεύτερος κατελθὼν οὐκ ἐθεραπεύετο· Ἰουδαίοις γὰρ ἐδίδοτο ἡ χάρις τοῖς ἀσθενέσι, τοῖς πτωχοῖς· ἐνταῦθα δὲ μετὰ τὸν πρῶτον ὁ δεύτερος, μετὰ τὸν δεύτερον ὁ τρίτος, μετὰ τὸν τρίτον ὁ τέταρτος, κἂν δέκα, κἂν εἴκοσι, κἂν ἑκατὸν, κἂν μυρίους, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὴν κολυμβήθραν, οὐκ ἀναλίσκεται ἡ χάρις· οὐ δαπανᾶται ἡ δωρεά· οὐ ῥυποῦται τὰ νάματα. Καινὸς καθάρσεως τρόπος· οὐ γάρ ἐστι σωματικός· ἐπὶ μὲν γὰρ τῶν σωμάτων ὅταν πλείονας ἀποπλύνῃ τὰ νάματα, πλείονα τὴν κηλῖδα δέχεται· ἐνταῦθα δὲ ὅσῳ πλύνει πλείονας, τοσούτῳ καθαρώτερα γίνεται. εʹ. Εἶδες μέγεθος δωρεᾶς; Διατήρησον τὸ μέγεθος τῆς δωρεᾶς ταύτης, ὦ ἄνθρωπε. Οὐκ ἔξεστί σοι ἀδιαφόρως ζῇν· νόμον σαυτῷ θὲς μετὰ ἀκριβείας ἁπάσης· ἀγών ἐστι καὶ παλαίσματα· ὁ δὲ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Εἴπω σοι τρόπον ἕνα ἄριστον καὶ ἀσφαλῆ κατορθωμάτων; Τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, τίκτοντα δὲ ἁμαρτίας, ἐκβάλωμεν τῆς διανοίας. Ἔστι γὰρ τῶν πραγμάτων τὰ μὲν ἁμαρτήματα, τὰ δὲ οὐχ ἁμαρτήματα, ἁμαρτημάτων δὲ αἴτια·
He troubled the waters; then after the troubling of the water one sick man stepped in and was healed; one man a year was healed, and immediately the grace was exhausted, not because of the poverty of the giver, but because of the weakness of the receivers. An angel, then, descended into the pool, and troubled the water, and one was healed; the Lord of the angels descended into the Jordan, and troubled the water, and healed the whole inhabited world. For this reason there, after the first, the second who descended was not healed; for the grace was given to Jews, to the sick, to the poor; but here, after the first the second, after the second the third, after the third the fourth, whether ten, whether twenty, whether a hundred, whether ten thousand, whether you cast the whole inhabited world into the pool, the grace is not exhausted; the gift is not spent; the streams are not defiled. A new manner of cleansing; for it is not bodily; for in the case of bodies, when the waters wash more people, they receive a greater stain; but here, the more it washes, the purer it becomes. Do you see the greatness of the gift? Preserve the greatness of this gift, O man. It is not permitted you to live indifferently; set a law for yourself with all strictness; it is a contest and wrestlings; and the one who contends is self-controlled in all things. Shall I tell you one excellent and safe manner of right conduct? Those things which seem indifferent, but give birth to sins, let us cast out of our mind. For of things, some are sins, some are not sins, but are causes of sins.
οἷον γέλως μὲν ἁμάρτημα οὐκ ἔστι φύσει, γίνεται δὲ ἁμάρτημα προενεχθεὶς ἐπὶ πλέον· ἀπὸ γὰρ γέλωτος εὐτραπελία, ἀπὸ εὐτραπελίας αἰσχρολογία, ἀπὸ αἰσχρολογίας αἰσχρὰ πράγματα, ἀπὸ πραγμάτων αἰσχρῶν κολάσεις καὶ τιμωρίαι. Ἄνελε οὖν τὴν ῥίζαν ἄνωθεν, ἵνα ἀνέλῃς ὅλον τὸ νόσημα· ἐὰν γὰρ τὰ ἀδιάφορα φυλαττώμεθα, οὐδέποτε εἰς τὰ κεκωλυμένα ἐμπεσούμεθα. Οὕτω καὶ γυναῖκας ἰδεῖν ἀδιάφορον εἶναι δοκεῖ πολλοῖς, ἀλλ' ἀπὸ τούτου ἐπιθυμία ἀκόλαστος τίκτεται, ἐκ τῆς ἐπιθυμίας πορνεία, ἀπὸ πορνείας πάλιν κόλασις καὶ τιμωρία. Οὕτω δὲ τρυφᾷν οὐδὲν δεινὸν εἶναι δοκεῖ, ἀλλ' ἐντεῦθεν μέθη καὶ τὰ ἐκ τῆς μέθης μυρία κακά. Ἀνέλωμεν τοίνυν πανταχοῦ τὰς ἀρχὰς τῶν ἁμαρτημάτων. Διὰ τοῦτο συνεχοῦς ἀπολαύετε διδασκαλίας καθ' ἡμέραν· διὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς σύναξιν ἐπιτελοῦμεν, τὴν πνευματικὴν ὑμῖν παρατιθέμενοι τράπεζαν, ποιοῦντες ὑμᾶς ἀπολαύειν θείων λογίων, ἀλείφοντες ὑμᾶς καθ' ἑκάστην ἡμέραν, καθοπλίζοντες ὑμᾶς κατὰ τοῦ διαβόλου· ἀγριώτερον γὰρ νῦν ἐπιτίθεται· ὅσῳ μείζων ἡ δωρεὰ, τοσούτῳ μείζων καὶ ὁ πόλεμος. Εἰ γὰρ ἐν τῷ παραδείσῳ ἕνα ὁ διάβολος ἰδὼν οὐκ ἤνεγκεν, ἐν τῷ οὐρανῷ τοσούτους ὁρῶν πῶς οἴσει, εἰπέ μοι; Ἐξηγρίανας τὸ θηρίον, ἀλλὰ μὴ φοβηθῇς· μείζονα δύναμιν ἔλαβες, μάχαιραν ἠκονημένην· ἐκείνῃ κέντησον τὸν ὄφιν. Διὰ τοῦτο ὁ Θεὸς ἀφῆκεν αὐτὸν ἀγριωθῆναι κατὰ σοῦ, ἵνα διὰ τῆς πείρας αὐτῆς μάθῃς τῆς ἰσχύος τῆς σῆς τὴν δύναμιν.
For instance, laughter is not by nature a sin, but when it is carried too far it becomes a sin; for from laughter comes buffoonery, from buffoonery foul speech, from foul speech shameful deeds, and from shameful deeds punishments and penalties. So cut off the root from above, that you may remove the whole disease; for if we guard against things indifferent, we shall never fall into things forbidden. Thus too, to look at women seems to many to be indifferent, but from this is born unchaste desire, from desire fornication, and from fornication again punishment and penalty. Thus too, to live in luxury seems to be nothing terrible, but from this comes drunkenness and the countless evils that come from drunkenness. Let us therefore everywhere remove the beginnings of sins. For this reason you enjoy continual teaching day by day; for this reason we hold the assembly for seven days in succession, setting before you the spiritual table, making you to enjoy divine words, anointing you each day, arming you against the devil; for he attacks more fiercely now; the greater the gift, the greater also the war. For if the devil, seeing one man in paradise, could not bear it, tell me, how will he bear it when he sees so many in heaven? You have made the beast fierce, but do not be afraid; you have received a greater power, a sharpened sword; with that pierce the serpent. For this reason God allowed him to become fierce against you, that through experience itself you might learn the power of your own strength.
Καὶ καθάπερ παιδοτρίβης ἄριστος τινὰ ῥυπῶντα, ἐκνενευρισμένον ἀθλητὴν, ἠμελημένον λαβὼν, ἀλείψας, γυμνάσας, εἰς εὐσαρκίαν ἀγαγὼν, οὐκ ἀφίησιν ἡσυχάζειν λοιπὸν, ἀλλ' εἰς τοὺς ἀγῶνας κατιέναι κελεύει, ἵνα αὐτὸν διδάξῃ διὰ τῆς πείρας ὅσην ἐνέθηκεν αὐτῷ δύναμιν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἠδύνατο μὲν γὰρ ἐχθρὸν ἐκ τοῦ μέσου λαβεῖν· ἀλλ' ἵνα σὺ μάθῃς τῆς χάριτος τὴν ὑπερβολὴν, τῆς πνευματικῆς δυνάμεως τὸ μέγεθος, ἢν ἔλαβες ἐκ τοῦ βαπτίσματος, ἀφίησιν αὐτὸν συμπλέκεσθαι, πολλάς σοι τῶν στεφάνων παρέχων τὰς ὑποθέσεις. Διὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς ἀπολαύετε διδασκαλίας, ὥστε ἀκριβῶς μαθεῖν τὰ παλαίσματα. Ἄλλως δὲ καὶ γάμος ἐστὶ πνευματικὸς τὰ γινόμενα· ἐπὶ δὲ γάμων ἕως ἑπτὰ ἡμερῶν αἱ παστάδες ἑστήκασι. Διὰ τοῦτο καὶ ἡμεῖς ἑπτὰ ἡμέρας ὑμῖν ἐνομοθετήσαμεν ἐνταῦθα πρὸς τὰς ἱερὰς ἑστάναι παστάδας. Ἀλλ' ἐκεῖ μὲν μετὰ τὰς ἑπτὰ ἡμέρας λύονται, ἐνταῦθα δὲ ἂν θέλῃς διὰ παντὸς ἐπὶ τῆς ἱερᾶς ἵστασαι παστάδος· καὶ ἐπὶ μὲν τῶν ἔξωθεν γάμων ἡ νύμφη μετὰ πρότερον
And just as the best trainer of athletes, when he takes in hand a man who is filthy, an athlete whose sinews are wasted, who has been neglected, anoints him, trains him, brings him to good condition of flesh, and no longer allows him to rest, but commands him to go down into the contests, so that he may teach him by experience how great a strength he has put into him—so also Christ did. For he could have taken the enemy out of the midst; but so that you might learn the exceeding greatness of the grace, the magnitude of the spiritual power which you received from baptism, he allows him to wrestle with you, furnishing you with many occasions for crowns. For this reason you enjoy instruction for seven days in succession, so as to learn the wrestlings accurately. And besides, what takes place is a spiritual marriage; and at marriages the bridal chambers stand until seven days. For this reason we also have ordained for you seven days here to stand at the sacred bridal chambers. But there, after the seven days, they are dissolved; here, if you wish, you stand at the sacred bridal chamber forever. And at the marriages outside, the bride, after first
μῆνα ἢ καὶ δεύτερον οὐκ ἔστιν οὕτως ἐπέραστος τῷ νυμφίῳ· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ὅσῳ ὁ χρόνος πρόεισι, τοσούτῳ θερμότεροι οἱ ἔρωτες τοῦ νυμφίου, τοσούτῳ γνησιώτεραι αἱ περιπλοκαὶ, τοσούτῳ πνευματικωτέρα ἡ συνουσία, ἐὰν νήφωμεν. Πάλιν ἐπὶ τῶν σωμάτων μετὰ νεότητα γῆρας· ἐνταῦθα μετὰ γῆρας νεότης, καὶ νεότης οὐδέ ποτε τέλος ἔχουσα, ἐὰν θέλωμεν. Μεγάλη ἡ χάρις, ἀλλ' ἔσται μείζων, ἐὰν θέλωμεν· καὶ ὁ Παῦλος μέγας ἦν ὅτε ἐβαπτίζετο, ἀλλὰ πολλῷ μείζων ἐγένετο μετὰ ταῦτα, ὅτε ἐκήρυσσε, συνέχυνε τοὺς Ἰουδαίους· μετὰ ταῦτα εἰς παράδεισον ἡρπάγη· εἰς τρίτον ἀνῆλθεν οὐρανόν. Ὥστε ἔξεστι καὶ ἡμῖν, ἐὰν θέλωμεν, αὐξῆσαι, καὶ τὴν δοθεῖσαν ἡμῖν χάριν μεγαλῦναι διὰ τοῦ βαπτίσματος· αὔξεται δὲ δι' ἔργων ἀγαθῶν, καὶ λαμπροτέρα γίνεται καὶ φαιδρότερον ἡμῖν παρέχει τὸ φῶς. Κἂν τοῦτο γένηται, μετὰ πολλῆς τῆς παῤῥησίας εἰς τὸν νυμφῶνα συνελευσόμεθα τῷ νυμφίῳ, καὶ τῶν ἀγαθῶν ἀπολαύσομεν τῶν ἀποκειμένων τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
For a month or even a second, she is not so beloved by the bridegroom; but here it is not so. Rather, the further time advances, the warmer the bridegroom's loves, the more genuine the embraces, the more spiritual the union, if we are sober. Again, in the case of bodies, after youth comes old age; here, after old age comes youth, and a youth that never has an end, if we so will. Great is the grace, but it will be greater, if we so will. And Paul was great when he was baptized, but he became much greater after these things, when he preached and confounded the Jews; after these things he was caught up into paradise; he ascended to the third heaven. So it is possible for us too, if we so will, to grow and to magnify the grace given to us through baptism. And it grows through good works, and becomes brighter and provides us with a more radiant light. And if this comes to pass, we shall come together with much boldness into the bridal chamber with the bridegroom, and we shall enjoy the good things laid up for those who love him; may it be granted to us all to obtain these, by the grace and love of humanity of our Lord Jesus Christ, with whom to the Father and the Holy Spirit be glory and worship unto the ages of ages. Amen.