ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΚΛΟΓΑΙ ΜΑΡΤΥΡΙΩΝ ΠΡΟΣ ΙΟΥΔΑΙΟΥΣ ΑΠΟ ΤΗΣ ΠΑΛΑΙΑΣ Μετά τινος ἐπεξεργασίας περὶ τῆς ἁγίας Τριάδος· ὅτι Λόγον, καὶ Πνεῦμα ἔχει ὁ Θεὸς, κατὰ τὰς Γραφάς· Λόγον ἐνυπόστατον καὶ ζῶντα, καὶ Πνεῦμα ὡσαύτως. Λέγει Δαβὶδ ἐν δευτέρῳ καὶ τριακοστῷ ψαλμῷ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ τῶν.» Οὐ Λόγος οὖν ὑπάρχει ἀέρος τύπωσις σημαντικὴ διὰ φωνητικῶν ὀργάνων ἐκφερομένη, οὔτε Πνεῦμα στόματος ἀτμὸς, ἐκ τῶν ἀναπνευστικῶν μερῶν ἐξωθούμενος, ἀλλὰ Λόγος μὲν ὁ πρὸς Θεὸν ἐν ἀρχῇ, καὶ Θεὸς ὤν· Πνεῦμα δὲ στόματος Θεοῦ, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Τρία τοίνυν νόει, τὸν προστάττοντα Κύριον, τὸν δημιουργοῦντα Λόγον, τὸν στερεοῦντα, τουτέστι τὸ Πνεῦμα· τὴν γὰρ στερέωσιν, τὸν ἁγιασμὸν εἶπε καὶ τὴν συμπλήρωσιν. Ἵνα δὲ μάθῃς ὅτι οὐ τούτῳ λέγει τῷ προφορικῷ, ἀλλὰ τῷ ἐνυποστάτῳ, ὁ αὐτὸς ἀλλα χοῦ λέγει· «Ἀποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Λόγος δὲ ἀνυπόστατος οὐκ ἀποστέλλεται. Καὶ πάλιν· «Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐ τοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.» Καὶ πάλιν· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» «Τίς ἔστη ἐν ὑποστηρίγματι Κυρίου, καὶ εἶδε τὸν Λόγον αὐτοῦ;» Λόγος δὲ ἀνθρώπου οὐ θεωρεῖται. Ὁρᾷς, ὅτι οὐκ ἀκουστὸν, ἀλλ' ὁρατὸν Λόγον λέγει, δῆλον τὸν ἐνυπόστατον, ὁπότε κατὰ τὸν εἰκότα λογι σμὸν, οὐδὲ χώραν ἔχει ἐπὶ Θεοῦ τὸ τοῦ ἀνυποστάτου λόγου.
OF SAINT GREGORY, BISHOP OF NYSSA, SELECTIONS OF TESTIMONIES AGAINST THE JEWS FROM THE OLD TESTAMENT, with some elaboration concerning the Holy Trinity: that God has a Word and a Spirit, according to the Scriptures—a Word subsistent and living, and a Spirit likewise. David says in the thirty-second psalm: "By the Word of the Lord the heavens were established, and by the Spirit of his mouth all their power." Therefore the Word is not a significant impression of air borne along by vocal organs, nor is the Spirit of the mouth a vapor expelled from the respiratory parts, but the Word is he who was with God in the beginning and was God; and the Spirit of God's mouth is the Spirit of truth, which proceeds from the Father. Understand, then, three things: the Lord who commands, the Word who creates, and the Spirit who establishes—that is, who gives solidity; for he called the establishing sanctification and completion. And so that you may learn that he speaks not of the uttered word but of the subsistent Word, the same writer says elsewhere: "He will send his Word and melt them; he will breathe his Spirit, and waters shall flow." But a word without subsistence is not sent. And again: "He sent his Word and healed them, and delivered them from their corruptions." And again: "You will send forth your Spirit, and they shall be created, and you will renew the face of the earth." "Who has stood in the support of the Lord and has seen his Word?" But the word of a man is not seen. Do you see that he speaks of a Word not audible but visible—clearly the subsistent Word—since by any fitting reasoning the notion of a non-subsistent word has no place in God.
Ἡμᾶς γὰρ ἐκόσμησεν ὁ Δημιουργὸς λόγῳ, διὰ τὰς πρὸς ἀλλήλους συνουσίας, καὶ τὸ γινώσκειν ἡμᾶς τὰ ἀλλήλων διὰ τοῦ λόγου. Συντελεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα πρὸς τὴν τοῦ σώματος σύστασιν, διὰ τὸ προσίεσθαι, καὶ πάλιν ἀπωθεῖσθαι αὐτό· ἐπὶ δὲ Θεοῦ, τοῦ καὶ μόνου ἀσωμάτου, οὐ δυνατὸν ὑπολαβεῖν ταῦτα. «Ἔτη τελεῖς, ὁ Θεὸς, τῇ δυνάμει σου. Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.» Ἐκ προσώπου τῆς Σοφίας, τουτέστι τοῦ Υἱοῦ, «Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ· καὶ ἐγὼ ἤμην, ᾗ ἔχαιρε· καθ' ἡμέραν ηὐφραινόμην τῷ προσώπῳ αὐτοῦ.» Ποίαν οὖν ἔχει χώραν ταῦτα, εἰ μὴ ἦν ἐνυπόστατον πρόσωπον; Οὐ γάρ ἐστιν ἄλλος, πρὸς ὃν διαλεχθῇ· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ἀλλ' ἤρκεσεν αὐτῷ μόνη βούλησις εἰς τὴν τῶν πάντων δημιουργίαν. Εἴρηται γάρ· «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων.» Τὸ ἐνυπόστατον τοῦ ἁγίου Πνεύματος θάλποντος καὶ ζωογονοῦντος εἰς τὴν μέλλουσαν γονὴν τὰ πάντα, τῆς Γραφῆς δηλούσης. Ὧν οὕτως ἐχόντων, σαφὴς ἡ τῆς ἁγίας Τριάδος, Πα τρὸς, φημὶ, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἀπόδειξις. Αὕτη γοῦν πρὸς ἑαυτὴν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς τὸ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Μεμορφώμεθα γὰρ νοητῶς πρὸς τὴν εἰκόνα τοῦ Μονογενοῦς. Καὶ πάλιν· «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.» Ὅτιδὲ διὰ τοῦ Λόγου τὰ πάντα ἐδημιούργησεν ὁ Θεὸς, σαφὲς ἀφ' ὧν ἐπὶ ἑκάστου τῶν δημιουργημάτων γέγραπται τὸ, «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω,» τῆς Γραφῆς σημαινούσης τὴν διὰ τοῦ Λόγου δημιουργίαν·
For the Creator adorned us with reason, for the sake of our interactions with one another, and so that we might know each other's affairs through reason. And the spirit also contributes to us for the constitution of the body, through its admitting and again rejecting it; but in the case of God, who alone is incorporeal, it is not possible to conceive these things. "Years you will accomplish, O God, in your power. And Christ is the power of God, and the wisdom of God." From the person of Wisdom, that is, of the Son: "When he prepared the heaven, I was present with him; and I was there, in which he delighted; daily I rejoiced in his presence." What place, then, do these things have, if he were not a subsistent person? For there is no other to whom he might speak: "For who has known the mind of the Lord, or who has become his counselor?" But his will alone sufficed for the creation of all things. For it is said: "And the Spirit of God was borne over the waters." The Scripture showing that the subsistence of the Holy Spirit warms and gives life to all things for the generation to come. Since these things are so, the demonstration of the holy Trinity—of the Father, I say, and of the Son, and of the Holy Spirit—is clear. This holy and consubstantial Trinity, then, said to itself: "Let us make man in our image and according to our likeness. And God made man; in the image of God he made him." For we have been formed intellectually according to the image of the Only-Begotten. And again: "Behold, Adam has become as one of us." And that God created all things through the Word is clear from what is written concerning each of the created things: "And God said: Let there be," the Scripture signifying the creation through the Word.
εἰ γὰρ μὴ τοῦτο ἦν, ἤρκει εἰπεῖν· Καὶ ἐποίησεν ὁ Θεὸς οὐρανὸν, καὶ γῆν, καὶ τὰ λοιπά· καὶ πάλιν· Προστάξαντος τοῦ Θεοῦ ἐγενήθη τὸ στερέωμα· καὶ πάλιν, Διεχώρισεν ὁ Θεός. Καὶ ὅταν ἀκούσῃς τὸ, «Εἶπεν ὁ Θεὸς,» εὐθὺς τῇ ἐννοίᾳ σύναγε τὸν ἀκούσαντα τοῦ εἰπόντος· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς φωστῆρας.» Τίς εἶπε, καὶ τίς ἤκουσε; Καὶ ἐπὶ πλείοσι τόποις τῆς
Παλαιᾶς ἔστιν εὑρεῖν, ἠρέμα ὑποδεικνυμένης τῆς ἁγίας Τριάδος τὴν ὑπόστασιν καὶ τὸ ὁμοούσιον αὐτῆς· οἷον ὡς ἐπὶ τοῦ Ἀβραάμ· «Ὤφθη» γὰρ, φησὶν, «αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς, εἶδε· καὶ ἰδοὺ τρεῖς ἄνδρες παρειστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδοὺ προσέδραμεν εἰς συνάντησιν αὐτῶν, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν. Καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου.»
Καὶ μεθ' ἕτερα· «Εἶπε δὲ πρὸς αὐτόν· Ποῦ Σάῤῥα ἡ γυνή σου; Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐν τῇ σκηνῇ. Εἶπε δέ· Ἐπαναστρέφων ἥξω πρὸς σὲ, κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου.» Ἰδοὺ δὴ φησὶν ὀφθῆναι μὲν αὐτῷ τὸν Θεὸν, εἶναί γε μὴν τρεῖς ἄνδρας τοὺς ἑωραμένους· αὐτὸν δὲ πάλιν οὐχ ὡς τρισὶν εἰπεῖν· Κύριοι, εἰ εὕρηκα χάριν ἐναντίον ὑμῶν, μὴ παρέλθητε τὸν παῖδα ὑμῶν. Κύριον δὲ μοναδικῶς τοὺς τρεῖς ὀνομάζοντα, καὶ ὡς ἕνα καταίρειν ἀξιοῦντα, καὶ ὡς εἷς φωνεῖ· Ἥξω. Ὅρα οὖν τοὺς ὀφθέντας τρεῖς μὲν ὄντας, καὶ ὑφεστῶτας ἰδιοσυστάτως ἕκαστον· τῷ γε μὴν τῆς ὁμοουσίας λόγῳ συνειλημμένους εἰς ἕνα, καὶ τὰς διαλέξεις ποιησαμένους.
For if this were not so, it would have sufficed to say: "And God made heaven and earth, and the rest"; and again: "At God's command the firmament came to be"; and again: "God separated." And when you hear "God said," immediately in your thought join the one who heard to the one who spoke: "And God said: Let there be lights. And God made the lights." Who spoke, and who heard? And in many places of the
Old Testament one can find the subsistence of the holy Trinity and its consubstantiality gently indicated; for example, in the case of Abraham: for "God appeared," it says, "to him by the oak of Mamre, as he sat at the door of his tent at midday. And looking up with his eyes, he saw: and behold, three men stood over him; and behold, he ran to meet them, and bowed to the ground. And he said: Lord, if I have found favor before you, do not pass by your servant."
And after other things: "And he said to him: Where is Sarah your wife? And he said: Behold, in the tent. And he said: I will return to you at this time in due season, and Sarah your wife will have a son." Behold, then, it says that God appeared to him, yet that the ones seen were three men; and again he did not speak as to three: "Lords, if I have found favor before you, do not pass by your servant." But he names the three as "Lord" in the singular, and deems them worthy to come down as one, and speaks as one: "I will come." Observe, then, that those who appeared were three, and each subsisted with his own distinct subsistence; yet by the principle of consubstantiality they are comprehended into one, and made their conversations.
Τίς δὲ πρὸς τίνα ἔλεγεν· «Δεῦτε, καταβάντες συγχέωμεν τὴν γλῶσσαν αὐτῶν;» Ἢ δῆλον πρὸς ὃν εἶπεν· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ, «Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης·» καὶ πάλιν· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·» καὶ πάλιν, «Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν;» Τί δὲ τὸ, «Ἔβρεξε Κύριος πῦρ καὶ θεῖον παρὰ Κυρίου;» Τί δὲ τὸ ἐκ προσώπου τοῦ Θεοῦ, «Καὶ πᾶς ὁ ἐκχέων αἷμα, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον;» Ὁρᾷς ὅτι ὁ Θεὸς ἐν εἰκόνι τοῦ Θεοῦ ἐποίησε; Τὸ δὲ ἐν τῇ Ἐξόδῳ πῶς νοητέον· «Καὶ ὀρθρίσας Μωϋσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινᾶ, καθότι συνέταξεν αὐτῷ Κύριος. Καὶ ἔλαβε Μωϋσῆς τὰς πλάκας τὰς λιθίνας. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη ἐκεῖ, καὶ ἐλάλησε τῷ ὀνόματι Κυρίου. Καὶ παρῆλθε Κύριος ἀπὸ προσώπου Κυρίου.» Ποῖος ἄρα ἐλάλησε Κύριος ἐν ὀνόματι Κυρίου; καὶ ποῖος παρ ῆλθε Κύριος ἀπὸ προσώπου Κυρίου; Τί δὲ τὸ πρὸς Ἰακὼβ εἰρημένον, «Ἐγώ εἰμι ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ;» Πῶς δὲ τὸ, «Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;» Τίνι, καὶ ποίου Θεοῦ; Λέγει Μωσῆς· «Καὶ ἔδωκε Κύριος ὅρον, λέγων· Ἐν τῇ αὔριον ἡμέρᾳ ποιήσει Κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς·» καὶ πάλιν· «Ἴσχυε, Ζοροβάβελ, διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, καὶ ὁ Λόγος μου ὁ ἀγαθὸς, καὶ τὸ Πνεῦμά μου ἐν μέσῳ ὑμῶν.» Τίς οὖν χρεία τριῶν μνησθῆναι, εἰ μὴ ἕκαστον ἐν ἰδίᾳ ὑποστάσει; Καὶ πάλιν·
But who was it speaking, and to whom, when he said, "Come, let us go down and confuse their tongue"? Or is it clear to whom he said, "From the womb, before the morning star, I begot you"; and, "Before the sun his name, and before the moon"; and again, "The Lord said to me: You are my Son, today I have begotten you. Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession"; and again, "I will be to him a Father, and he shall be to me a Son"? And what is this, "The Lord rained fire and brimstone from the Lord"? And what is this, spoken in the person of God, "And everyone who sheds blood, in return for his blood it shall be shed, because in the image of God I made man"? Do you see that God made [man] in the image of God? And how is what is in Exodus to be understood: "And Moses rose early and went up to Mount Sinai, as the Lord had commanded him. And Moses took the tablets of stone. And the Lord came down in a cloud, and stood there, and spoke in the name of the Lord. And the Lord passed by from the face of the Lord." Which Lord, then, spoke in the name of the Lord? And which Lord passed by from the face of the Lord? And what is this said to Jacob, "I am the one who appeared to you in the place of God"? And how is this, "Let all the angels of God worship him"? To whom, and of what God? Moses says: "And the Lord gave a limit, saying: On the next day the Lord will perform this word upon the earth"; and again: "Be strong, Zerubbabel, because I am with you, and my good Word, and my Spirit in your midst." What need, then, is there to mention three, unless each is in his own hypostasis? And again:
«Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοι μοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ.» Καὶ οὐκ εἶπε· Καταβήσομαι. «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται.» Καὶ μετά τινα· «ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.» Οὐκ εἶπε· Τὴν ἡμέραν μου. «Καὶ ἔσται, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Καὶ οὐκ εἶπε· Τὸ ὄνομά μου. Καὶ πάλιν· «Κύριος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, τοῦ ἰδεῖν τὸν στεναγμὸν τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου.» Οὐκ εἶπε· Τὸ ὄνομα αὐτοῦ. Καὶ πάλιν· «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.» Καὶ πάλιν· «Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.» Τίς οὖν ὁ Κύριος παρὰ τῷ Θεῷ; Ἐκ προσώπου τοῦ Θεοῦ· «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ
And the Lord said to Moses: "Go down, testify to the people, and sanctify them today and tomorrow, and let them wash their garments, and let them be ready for me against the third day. For on the third day the Lord will come down upon Mount Sinai in the sight of all the people." And he did not say: "I will come down." And it shall be in the last days, says the Lord, I will pour out of my Spirit upon all flesh, and your sons shall prophesy, and your daughters shall dream dreams. And after some words: "The sun shall be turned into darkness, and the moon into blood, before the great and manifest day of the Lord comes." He did not say: "My day." "And it shall be, whoever calls upon the name of the Lord shall be saved." And he did not say: "My name." And again: "The Lord looked down from heaven upon the earth, to see the groaning of the prisoners, to loose the sons of those put to death, to declare in Zion the name of the Lord." He did not say: "His name." And again: "He who dwells in the heavens shall laugh at them, and the Lord shall mock them." And again: "To you, O Lord, I will cry, and to my God I will make supplication." Who then is the Lord beside God? From the person of God: "I have overthrown you, as God overthrew Sodom and
Γόμοῤῥα, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου, τίνι ἀπεκαλύφθη;» Οὐκ εἶπε· Καὶ ὁ βραχίων σου. Ἰδοὺ ἀποδέδεικται σὺν Θεῷ διὰ πλειόνων τῆς ἁγίας καὶ ὁμοουσίου Τριά δος αἱ ὑποστάσεις. Βʹ. Τοῦ αὐτοῦ ἕτερα περὶ τῆς ἐνσάρκου τοῦ Κυρίου παρουσίας. «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» »Ὁ Θεὸς ἐμ φανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Καὶ πάλιν· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» Καὶ πάλιν, «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.» «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ Ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.» «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύ γατερ Ἱερουσαλήμ. Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου.» Τίς δέ ποτε τῶν βασιλέων, ὄνῳ καθήμε νος, εἰς Ἱερουσαλὴμ εἰσῆλθε; Καὶ πάλιν, «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.
Gomorrah, when he saw his glory. "Lord, who has believed our report? And the arm of the Lord, to whom has it been revealed?" He did not say, "And your arm." Behold, it has been demonstrated with God through many [passages]—the hypostases of the holy and consubstantial Trinity. 2. Of the same author, other [testimonies] concerning the incarnate coming of the Lord. "This is our God; no other shall be reckoned beside him. He has devised every way of knowledge, and has given it to Jacob his child, and to Israel his beloved. And after these things he appeared on the earth, and conversed with men." "God will come openly, our God, and he will not keep silence." And again: "The God of gods will appear in Zion." And again, "God is the Lord, and he has appeared to us." "Suddenly the Lord will come to his temple, whom you seek, and the Angel of the covenant, whom you desire." "Rejoice greatly, daughter of Zion; proclaim, daughter of Jerusalem. Behold, your King comes to you, gentle, and mounted on a beast of burden and a colt, the foal of a donkey." But who among kings ever entered Jerusalem seated on a donkey? And again, "Delight and be glad, daughter of Zion, because I am coming, and I will dwell in your midst, says the Lord.
Καὶ κατα φεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.» Καὶ πάλιν, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσ ώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» Καὶ πάλιν, «Στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν.» Καὶ μετὰ βραχέα, «Ἔδειξέ μοι Κύριος τὸν Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου· καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε. Καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς τὸν Ἰησοῦν, λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύσῃ, καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου.» Καὶ πάλιν, «Ἄκουε δὴ, Ἰησοῦς, ὁ ἱερεὺς ὁ μέγας.» Ἡσαΐας, «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.» (Καὶ πάλιν, «Καὶ βασιλέα μέγαν ὄψεσθε.» Θεὸν δὲ οὐδεὶς ὁρᾷ.) Καὶ πάλιν· «Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν.» Καὶ πάλιν· «Ἰδοὺ πάρειμι τῷ ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου.» Δαβὶδ, «Ὁ καθήμε νος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι. Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Καὶ πάλιν, «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον.» Τὸ ἀτάραχον καὶ ἄνευ ψόφου τῆς καταβάσεως σημαίνων· ἐπὶ γὰρ τὴν γῆν ὑετὸς καταβαίνων, ψόφον ποιεῖ· ἐπὶ δὲ πόκον ἐρίου καταβαίνων, οὐ ποιεῖ. Μιχαίας, «Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα·
And many nations shall flee to the Lord in that day, and they shall be to him for a people. And again, "Behold, I send my angel before your face, who will prepare your way before you." And again, "His feet shall stand in that day upon the mount of Olives, which is opposite Jerusalem on the east." And shortly after, "The Lord showed me Jesus, the great priest, standing before the face of the angel of the Lord; and the devil stood at his right hand to oppose him. And the Lord said to the devil, The Lord rebuke you, devil. And the angel of the Lord testified to Jesus, saying, Thus says the Lord Almighty: If you walk in my ways, and if you keep my commandments, then you also shall judge my house." And again, "Hear now, Jesus, the great priest." Isaiah: "I became manifest to those who did not seek me, and I was found by those who did not ask for me." (And again, "And you shall see a great king." But no one sees God.) And again: "The Lord shall appear against them, and shall utterly destroy all the gods of the nations." And again: "Behold, I am present to the nation that did not call upon my name." David: "You who sit upon the cherubim, appear. Stir up your power, and come to save us." And again, "He shall come down like rain upon the fleece." Signifying the calm and noiseless character of his descent; for rain coming down upon the earth makes a noise, but coming down upon a fleece of wool, it does not. Micah: "And you, Bethlehem, land of Judah, are by no means least among the rulers of Judah;
ἐκ γὰρ σοῦ ἐξελεύσεταί μοι ἡγούμενος, ὃς ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ· καὶ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος.» Μωσῆς, «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσει πρὸς ὑμᾶς· καὶ ἔσται, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται.» Πολλοὶ ἀνέστησαν προφῆται. Ἆρα περὶ ποίου αὐ τῶν λέγει; Οὗτος δὲ ὁ ἀναστησόμενος, ἆρα τὰ Μω σέως διδάξει, ἢ ἕτερα; Εἰ μὲν τὰ Μωσέως, τί τὸ περίεργον, ἄλλον ἀναστῆναι ἀρκοῦντος Μωσέως; Εἰ δὲ ἕτερα, εἰπάτωσαν, καὶ ποῖα ἦν τὰ διδάγματα αὐτοῦ, καὶ τίς ὁ προφήτης; τῶν γὰρ νενομισμένων οὐδεὶς ἔξωθεν, ἢ ἐδίδαξεν, ἢ ᾔτησε παρ' αὐτῶν τι. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς ἐκύρωσε τὴν περὶ ἑαυτοῦ προφητείαν, εἰπὼν, «Ὀρθῶς πάντα ἐλάλη σαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ μέσου τῶν ἀδελ φῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ.» Σκόπει οὖν τὴν δύναμιν τοῦ ῥητοῦ. Οὐδὲ γὰρ ἄλλῳ προφήτῃ εἶπε δεδωκέναι ῥῆμα· αὐτοὶ γὰρ δουλοπρεπῶς διακονοῦντες ἔλεγον· «Τάδε λέγει
For from you shall come forth for me a leader who will shepherd my people Israel; and his goings forth are from the beginning, from the days of eternity. Moses says, "The Lord our God will raise up for you a prophet from among your brothers, like me; you shall hear him in all things, whatever he may speak to you; and it shall be that whoever does not hear that prophet shall be utterly destroyed." Many prophets arose. About which of them, then, does he speak? And this one who is to arise—will he teach the things of Moses, or other things? If the things of Moses, what is the need for another to arise, when Moses is sufficient? But if other things, let them say both what his teachings were and who the prophet is; for none of those held in honor taught anything from outside, nor asked anything of them. And God himself, the God of all, confirmed the prophecy concerning himself, saying, "They have spoken all things rightly: I will raise up for them a prophet from the midst of their brothers, like you; and I will put my word in his mouth." Consider, then, the force of the saying. For he did not say that he had given his word to another prophet; for they, serving in slavish fashion, said, "Thus says
Κύριος.» Αὐτὸς δὲ κατὰ τὸ πατρικὸν ἀξίωμα, ἔλεγε τῷ λεπρῷ, «Θέλω, καθαρίσθητι.» Τοῖς τεθνεῶσι, «Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι·» καὶ, «Λάζαρε, δεῦρο ἔξω.» Τῇ θαλάσσῃ ἐπιτιμᾷ, καὶ τοῖς πνεύμασιν ἐν ἐξουσίᾳ, λέγων, «Σιώπα, πεφίμωσο.» Τί δὲ τὸ, «Προφήτην ὥσπερ σέ;» Ἀντιπαραθέντες τὰ Μωσέως τοῖς Χριστοῦ εὑρήσομεν ἐπὶ σχολῆς, καὶ αὐτὸ δὲ τὸ εἰρημένον ὑπὸ Μωσέως ἐν τῷ νόμῳ, ὅτι οὐκ ἔστιν ἐπ' αὐτῶν προσθεῖναι, καὶ οὐκ ἔστιν ἀπ' αὐτῶν ἀφελεῖν. Εἶτα καὶ εἰπὼν, «Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς,» σημαίνει τὸ ὑπέροχον τοῦ προφητευομένου. Ἡσαΐας, «Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας.» Δαβὶδ, «Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθε τήσει αὐτήν· Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.» Καὶ πάλιν, «Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου. Ὤμοσα Δαβὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Ἐν τοῖς Παραλειπομένοις· «Καὶ ἔσται ὅταν πληρω θῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πα τέρων σου. Καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃ ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱὸν, καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, καθὼς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου. Καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου· καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος·
Lord." And he himself, in accordance with his Father's authority, said to the leper, "I will; be cleansed." To the dead, "Young man, I say to you, arise"; and, "Lazarus, come out." He rebukes the sea, and the spirits with authority, saying, "Be silent, be still." And what is the meaning of "a prophet like you"? Having set the things of Moses side by side with the things of Christ, we shall find at leisure, and indeed the very thing said by Moses in the law, that it is not possible to add to them, and it is not possible to take away from them. Then also, having said, "You shall hear him in all things, whatever he may speak to you," he signifies the pre-eminence of the one prophesied. Isaiah: "Behold our God; behold the Lord comes with strength, and his arm with dominion." David: "The Lord swore to David in truth, and he will not set it aside: From the fruit of your womb I will set upon your throne." And again, "I have made a covenant with my chosen ones. I swore to David my servant: Forever I will prepare your seed, and I will build up your throne for generation and generation." In the Chronicles: "And it shall be, when your days are fulfilled and you sleep with your fathers, that I will raise up your seed after you, which shall be from your womb, and I will prepare his kingdom. He himself shall build me a house, and I will set up his kingdom forever. I will be to him a Father, and he himself shall be to me a Son, and I will not withdraw my mercy from him, as I withdrew it from those before you. And I will establish him in my house; and his kingdom shall be forever.
καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.» Σολομὼν, «Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ Δαβὶδ τῷ Πατρί μου· εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς.» Ἱερεμίας, «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» Ἀμώς· «Ἐπικαλεῖστο τὸν Θεόν σου· ἑτοιμάζου, Ἱερουσαλὴμ, ὅτι ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀποστέλλων εἰς ἀνθρώπους τὸν Χριστόν μου, ποιῶν ὄρθρον, καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Μιχαίας, «Ἀκούσατε, λαοὶ πάντες, λόγον, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται Κύριος ἐν ἡμῖν εἰς μαρτύριον, Κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ, διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καταβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Ὁ Ἰακὼβ ἐν ταῖς ἐντολαῖς, «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Βαλαὰμ, «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει τοὺς υἱοὺς Σήθ· καὶ ἔσται Ἐδὼμ κληρονομία ἐθνῶν. «Δαβὶδ δὲ τούτων οὐ περιεγένετο. Εἰ δὲ περὶ τῶν ἐξ αὐτοῦ ἔδει εἰπεῖν, Ἀνατελοῦσιν ἄστρα ἐξ Ἰακὼβ, καὶ ἡγούμενοι ἐξ Ἰσραήλ. Ἡσαΐας»Ἰδοὺ ὁ δεσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται οἱ ὑψηλοὶ, καὶ πεσοῦνται μαχαίρᾳ. Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πε σεῖται.
And his throne shall be set upright forever." Solomon: "And now, Lord God of Israel, let your word be confirmed to David my father: if God will truly dwell with men upon the earth." Jeremiah: "And he is a man, and who shall know him?" Amos: "Call upon your God; prepare yourself, Jerusalem, for I am he who establishes thunder, and creates the spirit, and sends my Christ to men, making the dawn and the mist, and treading upon the high places of the earth." Micah: "Hear, all you peoples, the word, and let the earth give heed, and all who dwell in it; and the Lord shall be among us as a witness, the Lord from his holy temple, for behold, the Lord goes forth from his place, he shall come down upon the high places of the earth." Jacob in the commandments: "There shall not fail a ruler from Judah and a leader from his thighs, until he comes to whom it is reserved. And he is the expectation of the nations." Balaam: "A star shall rise from Jacob, and a man from Israel, and he shall crush the chiefs of Moab, and shall plunder the sons of Seth; and Edom shall be an inheritance of the nations." But David did not prevail over these. But if it was necessary to speak concerning those from him, "Stars shall rise from Jacob, and leaders from Israel." Isaiah: "Behold, the Lord, the master, Sabaoth, will shake the glorious ones with strength, and the lofty shall be broken in their pride, and the lofty shall be brought low, and they shall fall by the sword. And Lebanon with its high places shall fall.
Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει· ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ἐνδόξους τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν Πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀλήθειαν ἠλειμμένος τὰς πλευρὰς αὐτοῦ.» Καὶ μετ' ὀλίγα· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυ σις αὐτοῦ τιμή.» Δαβὶδ, «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως περὶ τοὺς μετόχους σου.» Ὁρᾷς ὅτι ὁ Θεὸς χρίεται παρὰ τοῦ Θεοῦ· ἐνανθρω πίσας γὰρ γέγονεν «ἀρχιερεὺς, καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν.» Καὶ
And there shall come forth a rod out of the root of Jesse, and a flower shall rise up out of the root, and the Spirit of God shall rest upon him, the spirit of wisdom and understanding, the spirit of counsel and might, the spirit of knowledge and godliness; the spirit of the fear of God shall fill him. He shall not judge according to appearance, nor reprove according to speech; but he shall judge the lowly with judgment, and he shall reprove the glorious ones of the earth, and he shall smite the earth with the word of his mouth, and with the Spirit through his lips he shall destroy the ungodly; and he shall be girded with righteousness about his waist, and anointed with truth about his sides. And a little after: "And it shall be in that day, the root of Jesse, and he who rises up to rule the nations; upon him shall the nations hope, and his rest shall be honor." David: "Your throne, O God, is forever and ever; a rod of uprightness, the rod of your kingdom. You have loved righteousness and hated lawlessness; therefore God, your God, has anointed you with the oil of gladness above your fellows." Do you see that God is anointed by God? For having become man, he has become "high priest and apostle of our confession." And
μετ' ὀλίγα, «Καὶ σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν,» τοῦ χρισθέντος δηλαδή. Γʹ. Περὶ τῆς γεννήσεως αὐτοῦ τῆς ἐκ Παρθένου. Ἡσαΐας, «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐ[μ]μα νουήλ·» ὃ ἑρμηνεύεται, Μεθ' ἡμῶν ὁ Θεός· «Καὶ πρὶν ἐπιγνῶναι πατέρα, ἢ μητέρα, λήψεται δύνα μιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔδεται.» Καὶ Σολομὼν προφητικῶς, «Παῖς ἤμην εὐφυὴς, ψυχῆς τε ἔλαχον ἀγαθῆς· μᾶλλον δὲ ἀγαθὸς ὢν, ἦλθον εἰς σῶμα ἀμίαντον.» (Τίς οὖν πρὸ γεννή σεως ἦν ἀγαθός; καὶ τίς ἦλθεν εἰς σῶμα ἀμίαντον;) Ἡσαΐας, «Καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θαυμαστὸς, Σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, Ἄρχον εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Καὶ πάλιν, «Ἰδοὺ ἡ δάμαλις τέτοκε, καὶ οὐ τέτοκε.» Τοῦτο δὲ δηλοῖ τὴν Παρθένον. Καὶ πάλιν, «Βούτυρον, καὶ μέλι φάγεται.» Τούτῳ γὰρ ἐτρέφετο κατιούσης τῆς μητρὸς αὐτοῦ ἀπὸ τῆς ἀπογραφῆς· ὕστερον γὰρ εὐπόρησεν γάλακτος. Καὶ πάλιν, «Οὕτως λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων·
After a little, “And you, Lord, founded the earth, and the heavens are the works of your hands. They will perish, but you remain; and all will grow old like a garment, and like a cloak you will roll them up, and they will be changed. But you are the same, and your years will not fail,” clearly of the anointed one. 3. Concerning his birth from the Virgin. Isaiah: “Behold, the virgin will conceive in the womb and bear a son, and they will call his name Emmanuel,” which is translated, God with us; “And before he knows father or mother, he will take the power of Damascus and eat the spoils of Samaria.” And Solomon prophetically: “I was a well-endowed child, and I obtained a good soul; rather, being good, I came into an undefiled body.” (Who, then, was good before his birth? And who came into an undefiled body?) Isaiah: “And they will wish they had been burned with fire, because a child was born to us, and a son was given to us, whose rule is upon his shoulder, and his name is called Angel of great counsel, Wonderful, Counselor, Mighty God, Ruler, Prince of peace, Father of the age to come.” And again, “Behold, the heifer has calved, and has not calved.” And this signifies the Virgin. And again, “He will eat butter and honey.” For with this he was fed when his mother came down from the registration; for later she had an abundance of milk. And again, “Thus says the Lord of hosts: Egypt has labored, and the trade of the Ethiopians;
καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ δια βήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.» Ἰεζεκιὴλ, «Καὶ ἐπέτρεψέ με Κύριος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, καὶ αὕτη ἦν κεκλεισμένη· καὶ εἶπε Κύριος πρὸς μέ· Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται, καὶ ἐξελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη.» Ἡσαΐας, «Ἐκ κοιλίας μητρὸς ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Μάχαιραν ὀξεῖαν.» Δανιὴλ, «Ἰδοὺ ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὸν ἀνδριάντα, καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε τὴν οἰκουμένην.» Ὁ οὖν τμηθεὶς λίθος ἄνευ χειρὸς, ἔστιν ὁ γεννηθεὶς ἄνευ σπορᾶς ἀνδρός. Ἡσαΐας πάλιν, «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, οὐδὲ ὁ λαός με συνῆκε.» Καὶ πάλιν, «Λάβε τόμον καινοῦ χάρτου μεγάλου, καὶ γράψον ἐν αὐτῷ γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.»
And the Sabeans, lofty men, will pass over to you, and they will be your servants, and they will follow after you bound with handcuffs, and they will pass over to you, and they will worship you and pray in you, because God is in you, and there is no God besides you. For you are God, and we did not know it, the God of Israel, the Savior. Ezekiel: "And the Lord turned me along the way of the gate that looks toward the east, and it was closed; and the Lord said to me: Son of man, this gate shall be closed, and no one shall pass through it, because the Lord, the God of Israel, shall enter and go out through it, and it shall be closed." Isaiah: "From my mother's womb I called his name a sharp sword." Daniel: "Behold, a stone was cut without hands, and it struck the image, and it became a great mountain, and it filled the inhabited world." The stone, then, that was cut without a hand is the one born without the seed of a man. Isaiah again: "Hear, O heavens, and give ear, O earth, for the Lord has spoken: I have begotten sons and raised them up, but they have rejected me. The ox knows its owner, and the donkey the manger of its lord; but Israel did not know me, nor did the people understand me." And again: "Take a scroll of a great new sheet, and write on it with a man's pen, to make swift plunder of spoils. And I went to the prophetess, and she conceived in the womb and bore a son; and the Lord said to me: Call his name Quickly Plunder, Swiftly Spoil.
Τόμον οὖν καινὸν νοοῦμεν τὴν Παρθένον· ὥσπερ γὰρ ὁ χάρτης καινός ἐστι καθαρὸς, ἄγραφος ὢν, οὕτως καὶ ἡ Παρθένος ἁγία ἀμύητος ἀνδρός. Καὶ πάλιν, «Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται.» Οὐδὲν δὲ ἄρσεν διανοίγει μήτραν, ἀλλ' ἡ κοινωνία ἀνδρὸς πρὸς γυναῖκα. Τὸ γοῦν εἰρημένον περὶ τοῦ Κυρίου νοητέον. Συμβαίνει δὲ πολλοὺς τῶν πρωτοτόκων εἶναι ἀσεβεῖς, καὶ ἁμαρτωλούς. Πῶς οὖν οὗτοι ἅγιοι τῷ Κυρίῳ, διὰ τοῦτο καὶ ἄμωμοι; διὰ τί δὲ μὴ καὶ πᾶν θῆλυ; Δῆλον οὖν, ὅτι αὐτὸς ἅγιος καὶ ἄμωμος μόνος, Δαβίδ. «Μήτηρ Σιὼν ἐρεῖ, Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.» Δʹ. Περὶ θαυμάτων, ὧν ἔμελλε ποιεῖν ἐνανθρω πίσας ὁ Κύριος. Ἱερεμίας, «Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γέ νους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν
τῷ σκότει, Ἀνακαλύφθητε.» Καὶ ὅτι οὐ περὶ ψιλοῦ ἀνθρώπου λέγει, αὐτὸς ἦν ὁ εἰπὼν, «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Ἡσαΐας, «Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται.» Καὶ πάλιν, «Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται, ὡς ἔλαφος, ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» Καὶ πάλιν, «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.»
We understand the Virgin, then, as a new volume; for just as the paper is new and clean, being unwritten, so too the Virgin is holy, uninitiated by a man. And again, "Every male that opens the womb shall be called holy to the Lord." But no male opens the womb, except by the union of a man with a woman. What was said, then, must be understood concerning the Lord. Yet it happens that many of the firstborn are impious and sinners. How then are these holy to the Lord, and for this reason also blameless? And why not every female as well? It is clear, then, that he alone is holy and blameless—David. "Mother Zion will say, A man, and a man was born in her, and he himself founded her, the Most High." IV. Concerning the wonders which the Lord was going to perform when he became man. Jeremiah: "Behold, I have set you as a covenant of a people, and as a light of the nations, to establish the earth and to inherit an inheritance of the desert, saying to those in bonds, Come out; and to those in darkness, Be revealed." And that he does not speak concerning a mere man, he himself was the one who said, "This is our God, no other will be reckoned beside him." Isaiah: "Be strong, hands that hang down and knees that are paralyzed; comfort, you of little soul in mind; be strong, do not fear. Behold our God, behold the Lord comes with strength." And again, "Then the eyes of the blind will be opened, and the ears of the deaf will hear; then the lame will leap like a deer, and the tongue of the stammerers will be clear." And again, "The Spirit of the Lord is upon me, for which reason he has anointed me; he has sent me to proclaim good news to the poor, to proclaim release to captives and recovery of sight to the blind.
Εʹ. Περὶ προδοσίας.
Δαβὶδ, «Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.» ʹ. Περὶ Πάθους.
«Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται Κύριος εἰς κρίσιν, καὶ στή σει τὸν λαὸν αὐτοῦ εἰς κρίσιν. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτῶν.» Δαβὶδ, «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐ τοῦ.» Ἱερεμίας, «Πνεῦμα προσώπου ἡμῶν Θεὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.» Ἡσαΐας, «Αὐτὸς τὰς ἀνομίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται καὶ ἡμεῖς ἐλογισάμεθα αὐ τὸν ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.
5. Concerning the Betrayal.
David: "He who eats my bread has magnified his heel against me." 9. Concerning the Passion.
"My people, those who call you blessed lead you astray, and they trouble the path of your feet. But now the Lord will stand for judgment, and he will set his people for judgment. The Lord himself will come for judgment with the elders of the people, and with their rulers." David: "Why did the nations rage, and the peoples meditate vain things? The kings of the earth stood by, and the rulers were gathered together against the Lord and against his Christ." Jeremiah: "The breath of our face, the Lord God, was taken in their corruptions, of whom we said, In his shadow we shall live among the nations." Isaiah: "He bears our lawless deeds, and he is grieved for us, and we accounted him in toil, and in plague, and in affliction. But he was wounded for our sins, and he was weakened for our lawless deeds. The chastisement of our peace was upon him, by his bruise we were healed. All we like sheep went astray; each went astray in his own way. And the Lord delivered him for our sins; and he, because he was afflicted, does not open his mouth. As a sheep he was led to the slaughter, and as a lamb before the one shearing him is voiceless, so he does not open his mouth in his humiliation, because his life is taken from the earth; for the sins of my people he was led to death.
Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνο μίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Καὶ μετά τινα, «Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησε, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.» Ἐκ τούτων δῆλον ὅτι οὐ περὶ τοῦ λαοῦ τοῦ ἀπαχθέντος ἐν Βαβυλῶνι ὁ Προφήτης λέγει, ὥς τινες ὑπέλαβον. Πῶς γὰρ ἂν ὁ λαὸς, ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον; ἢ ποῖος λαὸς, καὶ ποίου λαοῦ; Καὶ πάλιν, «Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Καὶ πάλιν, «Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Καὶ πάλιν ὁ ταῦτα εἰπὼν, εἶπε, «Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;» Δαβὶδ, «Ὅτι ἐκύκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἱερεμίας, «Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων.» Καὶ πάλιν, «Δεῦτε, καὶ ἐμβάλλωμεν ξύλον εἰς
And I will give the wicked in place of his burial, and the rich in place of his death, because he committed no lawlessness, nor was deceit found in his mouth. And after some things, "Therefore he himself will inherit many, and will divide the spoils of the strong, in return for which his soul was delivered to death, because he committed no lawlessness, and was counted among the lawless; and he himself bore the sins of many, and for their sins he was delivered." From these things it is clear that the Prophet is not speaking about the people led away in Babylon, as some supposed. For how could the people be led to death from the sins of the people? Or what people, and of what people? And again, "I gave my back to scourges, and my cheeks to blows, and I did not turn my face away from the shame of spittings." And again, "He had no form, nor beauty, but his form was dishonored, failing beside the sons of men." And again, the one who said these things said, "And who will declare his generation?" David: "For many dogs encircled me; a gathering of evildoers surrounded me. They dug my hands and my feet; they counted all my bones. But they themselves looked and gazed upon me; they divided my garments among themselves, and upon my clothing they cast a lot." Jeremiah: "But I, like an innocent lamb being led to be sacrificed, did not know." And again, "Come, and let us cast wood into
τὸν ἄρτον αὐτοῦ· καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ τῶν ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι.» Ζαχαρίας, «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κερα μέως, καθὰ συνέταξέ μοι Κύριος.»
Ζʹ. Περὶ τοῦ σταυροῦ, καὶ τοῦ γενομένου σκότους. «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπ έναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγεῖται ὑμῖν. Τὸ πρωῒ ἐρεῖς· Πῶς ἐγένετο ἑσπέρα; καὶ τὸ ἑσπέρας· Πῶς ἐγένετο πρωΐ;» Ἀμὼς, «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεὸς, Δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς.» Ἱερεμίας, «Ἐπέδυσεν ὁ ἥλιος ἔτι μεσούσης τῆς ἡμέρας.» Ἡσαΐας, «Ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀντι λέγοντα, καὶ ἀπειθοῦντα.» Καὶ πάλιν, «Ἄρατε σύσσημον εἰς τὰ ἔθνη.» Καὶ πάλιν, «Καὶ τότε ταῦτα συντελεσθήσεται, λέγει Κύριος, ὅταν ξύλον ξύλων κλιθῇ, καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα στάξει.» Ζαχαρίας, «Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· τὸ πρὸς ἑσπέραν ἔσται φῶς.» Δαβὶδ, «Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον· καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ὧν οὐδὲν ἔχουσι ἐπὶ Δαβὶδ δεῖξαι γενόμενον. Καὶ πάλιν, «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ.» Ζαχαρίας, «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα, καὶ ἐπ' ἄνδρα τοῦ λαοῦ μου·
his bread; and let us wipe him out from the land of the living, and his name shall no longer be remembered." Zechariah: "And I took the thirty pieces of silver, the price of the one who was priced, whom they priced from the sons of Israel; and they gave them for the potter's field, just as the Lord commanded me."
Z'. Concerning the cross, and the darkness that came to be. "You shall see your life hanging before your eyes, and you shall not believe, even if someone recounts it to you. In the morning you shall say, 'How did evening come?' and in the evening, 'How did morning come?'" Amos: "And it shall be in that day, says the Lord God, the sun shall set at midday, and the light shall grow dark in the day." Jeremiah: "The sun went down while it was still midday." Isaiah: "All the day long I stretched out my hands to a people that contradicts and disobeys." And again, "Raise a signal for the nations." And again, "And then these things shall be accomplished, says the Lord, when wood is bent upon wood, and rises up, and when blood drips from wood." Zechariah: "And it shall be, in that day there shall be no light; and that day shall be known to the Lord; and it shall be neither day nor night; and toward evening there shall be light." David: "And I waited for one who would grieve with me, and there was none, and for one who would comfort, and I found none; and they gave me gall for my food, and for my thirst they gave me vinegar to drink." None of which things they are able to show happened in the case of David. And again, "They placed me in the lowest pit." Zechariah: "Sword, awake against the shepherd, and against the man of my people;
πάταξον τὸν ποιμένα μου, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.» Καὶ πάλιν, «Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ.» Ηʹ. Περὶ ἀναστάσεως Χριστοῦ. Δαβὶδ τὴν ἀνάστασιν αὐτοῦ προορῶν ἔλεγεν· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος.» Καὶ πάλιν, «Ἀνάστα, Κύριε· σῶσόν με, ὁ Θεός μου.» Καὶ πάλιν, «Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.» Καὶ πάλιν, «Ἀνάστα, Κύριε, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.» Ἡσαΐας, «Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι, νῦν ὄψεσθε, νῦν σωθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν.» Ὠσηὲ, «Καὶ ζητήσουσι τὸ πρόσωπόν μου ἐν θλίψει αὐτῶν, καὶ ὀρθριοῦσι πρὸς μὲ, λέγοντες, Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς· ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα, διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.» Δαβὶδ, «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Καὶ πάλιν, «Ἐγε νήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.» Τίς δὲ ἐλεύθερος θανάτου, εἰ μὴ ὁ Θεός; Γέγονε γὰρ ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ταπεινώσας τὴν ἑαυτοῦ σάρκα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἡσαΐας, «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον·
Strike my shepherd, and the sheep of the flock will be scattered." And again, "And in that day, there shall be upon the horse's bridle, Holiness to the Lord." 8. Concerning the resurrection of Christ. David, foreseeing his resurrection, said: "Awake, why do you sleep, Lord? Arise, and do not cast us off forever." And again, "Arise, Lord; save me, my God." And again, "Arise, Lord, help us, and redeem us for your name's sake." And again, "Arise, Lord, judge the earth, for you shall inherit among all the nations." Isaiah: "Now I will arise, says the Lord; now I will be glorified; now I will be exalted; now you shall see; now you shall be saved; the strength of your spirit shall be in vain." Hosea: "And they shall seek my face in their affliction, and they shall rise early to me, saying, Let us go and return to the Lord our God, for he has seized us, and he will heal us; he will strike, and he will bind us up; he will heal us after two days; on the third day we shall rise before him, and we shall know, and pursue to know the Lord, and we shall find him as the morning ready." David: "For you will not abandon my soul to Hades, nor will you give your Holy One to see corruption." And again, "I was awakened as a man without help, free among the dead." But who is free from death, except God? For he became as a man without help, humbling his own flesh to the point of death, even death on a cross. Isaiah: "Behold, I lay in Zion a cornerstone, chosen, precious,
καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.» Γέγονε γὰρ «εἰς κεφαλὴν γωνίας,» ἑτέρας δηλαδὴ οἰκοδομῆς τῆς κατὰ τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ θαυμαστὴ ἐπὶ ὀφθαλ μοῖς ἡμῶν. Θʹ. Περὶ τῆς ἀναλήψεως.
Δαβὶδ, «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.» Ὅτι δὲ περὶ τοῦ Σωτῆρος ἡμῶν λέλεκται, Δανιὴλ λέγει, «Ἐθεώρουν,» φησὶ, «καὶ ἰδοὺ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο.» Καὶ μετά τινα, «Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος· καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσήχθη· αὐτῷ ἐδόθη ἡ τιμὴ, καὶ ἡ ἀρχὴ, καὶ ἡ βασιλεία· καὶ
πάντες οἱ λαοὶ, φυλαὶ, καὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσει, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Καὶ ἀλλαχοῦ Δαβὶδ, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.»
Ιʹ. Περὶ τῆς δόξης τῆς Ἐκκλησίας.
Δαβὶδ, «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.»
and whoever believes in him will not be put to shame. For he has become "the head of the corner," that is, of another building, the one according to the Church, which is wonderful in our eyes. 9. Concerning the ascension.
David: "God has gone up with a shout, the Lord with the sound of a trumpet." And that this is said concerning our Savior, Daniel says: "I was watching," he says, "and behold, thrones were set, and the Ancient of Days sat." And after some things: "And behold, with the clouds of heaven, one coming as a Son of Man; and he came to the Ancient of Days, and was brought near; to him was given the honor, and the dominion, and the kingdom; and all peoples, tribes, and tongues will serve him; his authority is an everlasting authority, which will not pass away, and his kingdom will not be destroyed." And elsewhere David: "The Lord said to my Lord: Sit at my right hand, until I make your enemies a footstool for your feet."
10. Concerning the glory of the Church.
David: "The queen stood at your right hand, in clothing of woven gold, clothed, adorned.
ΙΑʹ. Περὶ τῆς περιτομῆς.
Ἐροῦσι δὲ πάντες οἱ Ἰουδαῖοι, ὅτι Εἰ τὸν αὐτὸν Θεὸν σέβεσθε, τί μὴ περιτέμνεσθε, ἢ ζῶα προσφέρετε εἰς θυσίαν, ἢ σαββατίζετε, τῶν Γραφῶν περὶ τούτων διαγορευουσῶν; Ἀκούσονται οὖν, ὅτι ἡ περιτομὴ οὐκ ἦν ἐξ ἀρχῆς, ἀλλ' ἐν χρόνῳ ἐγένετο, ὡς καὶ ἐν χρόνῳ παυσομένη· ἔπειτα, ὅτι ὁ Θεὸς δια ταξάμενος τοῖς πατράσι τὴν περιτομὴν, αὐτὸς εἶπεν, «Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.» Καὶ πάλιν αἰτιώμενος τοὺς Ἰουδαίους λέγει, «Πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, ὁ δὲ λαὸς οὗτος τῇ καρ δίᾳ.» Καὶ πάλιν, «Περιτέμνεσθε τὴν καρδίαν ὑμῶν, καὶ μὴ τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν.» Καὶ πάλιν, «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις· ἀλλὰ περιτέμνεσθε τὸ σκληρὸν τῆς καρδίας ὑμῶν.» Ἱερεμίας, «Καὶ περιτέμνεσθε τῷ Θεῷ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.» Ὅτι δὲ οὐδένα δικαιοῖ ἡ περιτομὴ, δῆλον ἐκ τούτων· Ἀβραὰμ ἀπερίτμητος εὐηρέστησε τῷ Θεῷ· πρῶτον γὰρ ὤφθη εὐαρεστῶν, καὶ τότε αὐτῷ τὴν περιτομὴν δίδωσι. Καὶ οἱ ἐν τῇ ἐρήμῳ, δὲ γεννηθέντες, ἐν τοῖς τεσσαράκοντα ἔτεσιν ἀπερίτμητοι ἦσαν· καὶ οἱ ἀπὸ Ἀδὰμ ὁμοίως ἕως Ἀβραὰμ εὐηρέστησαν τῷ Θεῷ, πάντες ἀπερίτμητοι ἦσαν· διὰ γὰρ τὸ ἐπιμίγνυσθαι τὸν λαὸν εἰς τὰ ἔθνη, ἐδόθη ἡ περιτομὴ, καὶ ἡ αἰτία δήλη·
11. Concerning circumcision.
But all the Jews will say, "If you worship the same God, why are you not circumcised, or bring animals for sacrifice, or keep the Sabbath, when the Scriptures prescribe these things?" They will hear, then, that circumcision was not from the beginning, but came into being in time, as it will also cease in time; and further, that God, who appointed circumcision for the fathers, himself said, "Behold, the days are coming, says the Lord, when I will make with the house of Israel a new covenant, not according to the covenant that I made with their fathers in the day when I took them by the hand to lead them out of the land of Egypt, because they did not remain in my covenant, and I disregarded them, says the Lord." And again, accusing the Jews, he says, "All the nations are uncircumcised in the flesh, but this people is uncircumcised in heart." And again, "Circumcise your hearts, and not the flesh of your foreskin." And again, "Break up for yourselves new ground, and do not sow among thorns; but circumcise the hardness of your heart." Jeremiah: "And circumcise for God the foreskin of your heart." That circumcision justifies no one is clear from these things: Abraham, while uncircumcised, was well-pleasing to God; for he first appeared as well-pleasing, and then he gives him circumcision. And those born in the wilderness were uncircumcised during the forty years; and those from Adam likewise up to Abraham were well-pleasing to God, all being uncircumcised. For because the people were mixing with the nations, circumcision was given, and the reason is clear.
εἴληφε γὰρ τὴν ἀρχὴν τὰ τῆς περιτομῆς ἐκ τοῦ Ἀβραὰμ, ὃν ἀγαπή σας ὑπὲρ πάντας τοὺς τότε ὁ Θεὸς, ἐξ αὐτοῦ γεννη θήσεσθαι καὶ τὸν Χριστὸν κατὰ σάρκα προέθετο. Ἵνα οὖν ὅπερ ἐβουλήθη, καθαρῶς γενέσθαι δυνηθῇ, καὶ ἀνοθεύτως, τούτου χάριν ἐδέησε περιτομῆς, καὶ τῆς περὶ τὰ λοιπὰ γένη ἀμιξίας, ἵνα ὥσπερ τι διάφραγμα, τῶν λοιπῶν αὐτοὺς ἀνθρώπων χωρίζῃ ὁ νόμος. Ὅθεν καὶ τεχθέντος τοῦ δι' ὃν ταῦτα γέγονε, λοιπὸν ὡς περιττὰ τῷ Θεῷ τὰ παρὰ τὴν ἀρχαίαν ξενίζοντα κατάστασιν ἐκβέβληνται.
ΙΒʹ. Περὶ θυσιῶν.
Ὁμοίως ὁ Θεὸς βοᾷ, λέγων· «Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι περὶ θυσιῶν, καὶ ὁλοκαυτωμάτων οὐκ ἐνετειλάμην πρὸς τοὺς πατέρας ὑμῶν, ἀφ' ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης.» Ἡσαΐας, «Μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐκπορευομένοις ἐκ γῆς Αἰγύπτου προσενεγκεῖν μοι ὁλοκαυτώματα καὶ θυ σίαν;» Καὶ πάλιν, «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων, καὶ τρά γων οὐ βούλομαι· οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον θυμίαμα βδέλυγμά μοι ἐστί. Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ Σάββατα ὑμῶν, καὶ
For circumcision had its beginning from Abraham, whom God loved above all those of that time, and foreordained that Christ too would be born of him according to the flesh. So that what he willed might be able to come to be purely and without adulteration, for this reason circumcision was needed, and the avoidance of mixing with the other nations, so that the law might separate them from the rest of mankind like a kind of barrier. Hence, when the one for whose sake these things came to be was born, the things that were strange to the ancient order were thereafter cast out by God as superfluous.
12. Concerning sacrifices.
In the same way God cries out, saying: "As I live, says the Lord, concerning sacrifices and whole burnt offerings I did not command your fathers, from the day I brought them up out of the land of Egypt, and until this day." Isaiah: "Did I not command your fathers, when they came out of the land of Egypt, to offer me whole burnt offerings and sacrifice?" And again: "What to me is the multitude of your sacrifices, says the Lord? I am full of the whole burnt offerings of rams, and the fat of lambs and the blood of bulls and goats I do not want; nor if you come to appear to me. For who sought these things from your hands? You shall no longer tread my court. If you bring me fine flour, the incense is vain, it is an abomination to me. Your new moons, and your Sabbaths, and
ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν, καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου.» Καὶ πάλιν, «Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» Δαβὶδ, «Οὐ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι.» Καὶ πάλιν, «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.» Καὶ πάλιν, «Θῦ σον τῷ Θεῷ θυσίαν αἰνέσεως.» Ἀμὼς, «Μεμί σηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, (καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν,) οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων οὐκ ἀκούσομαι.» Μαλαχίας, «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου, καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.» ΙΓʹ. Περὶ τοῦ Σαββατίζειν.
I do not endure the great day; my soul hates your fasts and idleness and your feasts. And again, Wash yourselves, and become clean, remove the wickednesses from your souls. David: I will not eat the flesh of bulls, or drink the blood of goats. And again, I will not receive calves from your house, nor he-goats from your flocks. And again, Sacrifice to God a sacrifice of praise. Amos: I have hated, I have rejected your feasts, and I will not smell in your assemblies; for even if you bring me whole burnt offerings and your sacrifices, I will not accept them, and I will not look upon your saving appearances. Remove from me the sound of your songs, and I will not hear the psalm of instruments. Malachi: There is no will of mine in you, says the Lord Almighty, and I will not receive a sacrifice from your hands, for from the rising of the sun, and to its setting, my name has been glorified among the nations, and in every place incense is offered to my name, and a pure sacrifice; for great is my name among the nations, says the Lord Almighty. 13. Concerning Sabbath-keeping.
Τὸ Σάββατον ἐδόθη αὐτοῖς, τοῦ καταπαῦσαι τὴν φιλοχρήματον αὐτῶν ἐπιθυμίαν. Τοῦ λαοῦ γὰρ πενομένου, ἐξελθόντος ἐκ τῆς Αἰγύπτου, καὶ μηδὲν ἔχοντος, πλὴν ὧν ἐχρήσαντο παρὰ τῶν Αἰγυπτίων, σπουδὴν ἐποιεῖτο ἕκαστος διὰ τοῦ ἀνενδότου πόνου πλοῦτον ἑαυτῷ περιποιῆσαι. Διὸ λέγει, «Ἓξ ἡμέρας ἐργᾷ· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ ποιήσεις πᾶν ἔργον ἐν αὐτῇ.» Καὶ τὴν αἰτίαν ἐπιφέρει, ἵνα ἀναπαύσῃ σὺ, καὶ ἡ γυνή σου, καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, καὶ ὁ παῖς σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου. Ἐπεί τοι τίνος ἕνεκεν ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ κυκλῶν τὴν Ἱεριχὼ μετὰ σαλπίγγων ἐπὶ ἑπτὰ ἡμέρας, οὐκ ἐσχόλασε τῷ Σαββάτῳ; Πῶς δὲ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεται παιδίον; Διὰ τί δὲ ἐν ἡμέρᾳ Σαββάτου τίκτει γυνή; Πῶς δὲ καὶ οἱ ἱερεῖς πᾶσαν θυσίαν ἐν Σαββάτῳ ποιοῦσι; Πῶς δὲ ἥλιος, καὶ σελήνη, καὶ ἄστρα τὸν ὡρισμένον δρόμον ἐκτελεῖ καὶ τῷ Σαββάτῳ; ΙΔʹ. Περὶ τοῦ κατασφραγίζεσθαι.
Δαβὶδ, «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσ ώπου σου, Κύριε.» Καὶ πάλιν, «Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.» Καὶ πάλιν, «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Ἰεζεκιὴλ, «Υἱὲ ἀνθρώπου, δίελθε μέ σον τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνθρώπων, τῶν στεναζόντων, καὶ κατ ωδυνωμένων ἐπὶ ταῖς ἀδικίαις, ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν, «Ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστου ἡ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ·
The Sabbath was given to them to put a stop to their love of money. For when the people were poor, having come out of Egypt and possessing nothing except what they had borrowed from the Egyptians, each one made it his eager business, through unremitting toil, to procure wealth for himself. Therefore he says, "Six days you shall labor, but on the seventh day you shall do no work in it." And he adds the reason: that you may rest, you and your wife, and your son, and your daughter, and your servant, and your ox, and your beast of burden. Otherwise, for what reason did Joshua the son of Nun, circling Jericho with trumpets for seven days, not rest on the Sabbath? How is a child circumcised on the eighth day? Why does a woman give birth on the day of the Sabbath? How is it that the priests perform every sacrifice on the Sabbath? How do the sun, and the moon, and the stars complete their appointed course even on the Sabbath? 14. Concerning being sealed. David: "The light of your countenance, O Lord, has been marked upon us." And again, "Show me a sign for good; and let those who hate me see it and be ashamed, because you, O Lord, have helped me and comforted me." And again, "You have given a sign to those who fear you, that they may flee from before the bow." Ezekiel: "Son of man, pass through the midst of Jerusalem, and give the sign upon the foreheads of the men who groan and are grieved over the injustices that are committed in the midst of them." And again, "Six men were coming from the gate that looks toward the north, and each had his axe in his hand;
ἀκούοντες πορεύεσθε εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείσασθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε· πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυ ναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας, ἐφ' οὕς ἐστι τὸ σημεῖόν μου, μὴ ἐγγίσητε.» Περὶ δὲ τοῦ θύειν αὐτοὺς εἴρηται, οὐχ ὅτι ὁ Θεὸς ἐδεῖτο θυ σιῶν, ἢ ὁλοκαυτωμάτων, ἀλλ' ἐπειδὴ ἡ Λευϊτικὴ φυλὴ οὐκ εἶχε κλῆρον ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὅτι αὐτὸς ὁ Θεὸς κλῆρος αὐτῆς, ταύτην ἔδωκεν αὐτοῖς εἰς τὸ τρέφεσθαι πρόφασιν· οὐκ ἐβούλετο γὰρ αὐτοὺς ἱερα τεύοντας, ἀπὸ πόνου καὶ πραγματείας, ἤγουν καπηλείας, τρέφεσθαι.
ΙΕʹ. Περὶ τοῦ Εὐαγγελίου.
Δαβὶδ, «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Καὶ πάλιν, «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην!» Ιςʹ. Περὶ τῆς ἀπιστίας τῶν Ἰουδαίων, καὶ περὶ τῶν ἐθνῶν Ἐκκλησίας. Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ, «Οὔτε ἔγνως, οὔτε ἠπίστασο, οὔτε ἀπ' ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ᾔδειν γὰρ, ὅτι ἀπειθῶν ἀπειθήσεις.» Καὶ πάλιν, «Μέγα τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Μιχαίας, «Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοι μον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσι πρὸς αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ φωτιοῦσιν ἡμᾶς ταῖς ὁδοῖς αὐτοῦ·
Hearing, go into the city, and strike, and do not spare with your eyes, and do not have pity: old man, and young man, and virgin, and infant, and women kill for utter destruction; but upon all on whom is my sign, do not touch. And concerning their sacrificing, it has been said, not that God needed sacrifices or whole burnt offerings, but since the tribe of Levi had no lot in the land of promise, because God himself is its lot, he gave this to them as a pretext for being fed; for he did not wish them, while serving as priests, to be fed from labor and business, that is, from huckstering.
15. Concerning the Gospel.
David: "The Lord will give a word to those who proclaim good news with great power." And again: "How beautiful are the feet of those who proclaim good news of peace!" 16. Concerning the unbelief of the Jews, and concerning the Church of the Gentiles. Isaiah, in the person of God: "Neither did you know, nor did you understand, nor from the beginning did I open your ears; for I knew that you would surely disobey." And again: "Great is his name among the Gentiles, and in every place incense is offered to my name, and a pure sacrifice." Micah: "And it shall be in the last days that the mountain of the Lord shall be manifest, prepared upon the tops of the mountains, and it shall be exalted above the hills; and peoples shall hasten to it, and many nations shall go, and shall say, Come, let us go up to the mountain of the Lord, and to the house of the God of Jacob; and he will enlighten us in his ways.
ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.» Ἱερεμίας, «Καὶ εἶπε Κύριος πρός με, ἰδοὺ δέδωκα τοὺς λόγους μου ἐν τῷ στόματί σου· ἰδοὺ κατέστησάσε σήμερον ἐπ' ἔθνη, καὶ βασιλεῖς ἐκριζοῦν, καὶ κατακόπτειν, καὶ ἀπολ λύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυτεύειν.» Καὶ εἰ ταῦτα περὶ Ἱερεμίου, ποίας βασιλείας ἐξεῤῥίζωσεν, ἢ ποῖα ἔθνη ἀπώλεσεν; Ἀλλὰ περὶ τοῦ Κυρίου εἴρηται, ἐκριζώσαντος ἀπὸ πάσης ψυχῆς πιστευούσης αὐτῷ τὴν βασιλείαν τοῦ Ἀντικειμένου, ὃς κατέστρεψε τὰ οἰκοδομήματα τῆς κακίας, καὶ τῶν μοχθηρῶν δογμά των, καταφυτεύσας τὰ κρείττονα. Δαβὶδ, «Ῥῦσαί με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κε φαλὴν ἐθνῶν. Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Μωϋσῆς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς Ἀβραὰμ, «Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ πέρατα τῆς γῆς.» Καὶ πάλιν, «Ἀπο στρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ' ἐσχάτων, ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν. Υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς· αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.» Καὶ ἀλλαχοῦ, «Δώσει,» φησὶν, «τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ.» Ἡσαΐας, «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶ σιν.
For out of Zion shall go forth the law, and the word of the Lord from Jerusalem." Jeremiah: "And the Lord said to me, Behold, I have given my words in your mouth; behold, I have set you this day over nations and over kingdoms, to root out, and to cut down, and to destroy, and to build up, and to plant." And if these things are about Jeremiah, what kingdom did he root out, or what nations did he destroy? But it is said of the Lord, who rooted out from every soul that believes in him the kingdom of the Adversary, who overthrew the buildings of wickedness and of corrupt doctrines, and planted the better things. David: "Deliver me from the strife of the people, you shall set me as head of the nations. A people whom I did not know served me; at the hearing of the ear they obeyed me; foreign sons lied to me; foreign sons grew old and limped from their paths." Moses, from the person of God, to Abraham: "And in you all the ends of the earth shall be blessed." And again: "I will turn my face away from them, and I will show what shall befall them in the last days, for it is a perverse generation. Sons in whom there is no faith; they provoked me to jealousy with what is not God, they angered me with their idols, and I will provoke them to jealousy with what is not a nation; with a foolish nation I will anger them." And elsewhere: "He shall give," it says, "the wicked in place of his burial." Isaiah: "I became manifest to those who did not seek me, I was found by those who did not ask for me.
(Εἶπα, Ἰδοὺ πάρειμι ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου.») Δαβὶδ, «Ἀπηλλοτριω μένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Περὶ δὲ τῶν ἐθνῶν λέγει, «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Περὶ Ἰουδαίων, «Δι' ὑμᾶς βλασφημεῖται τὸ ὄνομά μου διὰ παντὸς ἐν τοῖς ἔθνεσι.» Μαλαχίας, «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ.» (Περὶ Ἐθνῶν δὲ, «Ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς Ἔθνεσι, λέγει Κύριος παν τοκράτωρ·») «καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσ άγεται τῷ ὀνόματί μου, καὶ μέγα τὸ ὄνομά μου ἐν τοῖς Ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.» (Περὶ δὲ Ἰουδαίων λέγει,) «Ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.» Δαβὶδ, «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Μωϋσῆς, «Ἔασόν με ἐξαλεῖψαι τὸν λαὸν τοῦτον, καὶ δώσω σοι ἔθνος μέγα, καὶ πολὺ, μᾶλλον τούτου.» Ἡσαΐας περὶ Ἰουδαίων, «Ἀκούετελόγον Κυρίου υἱοὶ Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας.» Καὶ πάλιν, «Τὰ Σάββατα ὑμῶν, καὶ τὰς νεομηνίας μισεῖ ἡ ψυχή μου· καὶ τὰς εὐχὰς ὑμῶν οὐ προσδέξομαι· λούσασθε, καθαροὶ γί νεσθε· αἱ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι.» Καὶ ὅτι τοῦ νόμου σαφῶς διαγορεύοντος τὸ μὴ δεῖν ἔξω Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ ἑορτάζειν κατὰ τὸ, «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών· καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλὴμ,» γέγραπται, «Ὅτι προσκυνήσουσι τῷ Κυρίῳ ἐκ τοῦ τόπου αὐτοῦ ἕκαστος.» Καὶ πάλιν ὁ Προφήτης, «Μέγα τὸ ὄνομα αὐτοῦ ἐν τοῖς Ἔθνεσι, καὶ ἐν
(I said, "Behold, I am present to a nation that did not call upon my name.") David: "I have become estranged from my brothers, and a stranger to the sons of my mother." And concerning the nations he says, "I will declare your name to my brothers; in the midst of the Church I will sing praise to you." Concerning the Jews: "Because of you my name is blasphemed continually among the nations." Malachi: "I have no will in you, says the Lord Almighty." (And concerning the nations: "For from the rising of the sun to its setting my name has been glorified among the nations, says the Lord Almighty.") "And in every place incense is offered to my name, and great is my name among the nations, says the Lord Almighty." (And concerning the Jews he says,) "But you profane it." David: "Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession." Moses: "Let me alone, that I may blot out this people, and I will give you a great and numerous nation, greater than this one." Isaiah concerning the Jews: "Hear the word of the Lord, you rulers of Sodom; give ear to the law of God, you people of Gomorrah." And again: "Your sabbaths and your new moons my soul hates; and your prayers I will not accept. Wash yourselves, become clean; your hands are defiled with blood." And that, while the law clearly declares that one must not celebrate outside Jerusalem and the temple, according to the words, "To you praise is due, O God, in Zion; and to you a vow shall be repaid in Jerusalem," it is written, "For each shall worship the Lord from his own place." And again the Prophet: "Great is his name among the nations, and in
παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματι αὐτοῦ, καὶ θυσία καθαρά.» «Ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ πάσης τῆς γῆς.» Τί δὲ καινότερον τοῦ τῶν Χριστιανῶν ὀνόμα τος; Καὶ ὁ Δαβὶδ, «Ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος» Καὶ ὅτι μὲν τὸ εἰπεῖν τὸν Δαβὶδ τὸ, «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ,» σημαίνει τὸ πρὸς τὰ Ἔθνη τὸ τῶν ὑπὸ νόμον ἄμικτον. Ἡσαΐας, «Πληρωθήσεται πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλῦψαι θάλασσαν.» Δαβὶδ, «Μνη σθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα. τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Καλὸν δὲ καὶ τὸ πυθέσθαι τῶν Ἰουδαίων, τίς ὁ κρατῶν ἐστι νῦν ἄρα, πότερον ὁ Μωσαϊκὸς νόμος, οὗ παράβασίς ἐστι νῦν, καὶ οὐ τήρησις, διὰ τὸ μηδὲ τὸν ναὸν, ἢ τὸν τόπον εἶναι, ἢ προφήτην προμηνύοντά τι τῶν μελλόντων, ἢ τὴν κιβωτὸν, ἐν ᾗ αἱ πλάκες, καὶ ἡ Δεκάλογος, ἐν οἷς ἔδει τὰς τρεῖς ἑορτὰς πληροῦν, καὶ οὐκ ἀλλαχοῦ. Καὶ, «Ὅτι ἀρθήσεται ἀπὸ τῶν Ἰουδαίων ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Τοῦτο δ' ἂν εἴη τὸ Χριστιανῶν ἔθνος, τοὺς προσήκοντας καρποὺς τῆς κατὰ Θεὸν πολιτείας ἐπιδεικνύμενον. Δαβὶδ, «Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἐξομολογεῖται δὲ τῷ Πατρὶ, οὐ τὰς ἑαυτοῦ ἁμαρτίας ὁ ἄμωμος, ἀλλὰ τὰς τῶν ἐπ' αὐτῷ πιστευόντων·
In every place incense is offered to his name, and a pure sacrifice. "But the Lord will destroy you; and to those who serve me a new name shall be called, which shall be blessed in all the earth." And what is newer than the name of the Christians? And David: "They shall declare his righteousness to a people that shall be born, which the Lord has made." And that David's saying, "God settles the solitary in a house," signifies the unmixed separation of those under the law from the nations. Isaiah: "The whole earth shall be filled with the knowledge of the Lord, as much water covers the sea." David: "All the ends of the earth shall remember and turn to the Lord, and all the families of the nations shall worship before him, for the kingdom is the Lord's, and he rules over the nations." And it is good also to ask the Jews who is their ruler now — whether it is the law of Moses, whose transgression is now, and not observance, because neither the temple, nor the place, nor a prophet foretelling any of the things to come, nor the ark in which were the tablets and the Decalogue, in which they had to fulfill the three feasts, and not elsewhere. And, "The kingdom of God shall be taken away from the Jews, and given to a nation producing its fruits." And this would be the nation of the Christians, displaying the fruits proper to a life lived according to God. David: "Confession and majesty are his work, and his righteousness endures forever and ever." And the blameless one confesses to the Father, not his own sins, but those of those who believe in him.
ὅτι τοῦ Δαβὶδ εἰπόντος, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου,» καὶ τὰ λοιπὰ, Ἡσαΐας σαφέστερον λέγει, «Λέγει ὁ Κύριος τῷ Χριστῷ μου Κύρῳ.» Λέγουσι δὲ εἰς Κύρον τὸν Πέρσην εἰρῆσθαι ταῦτα. Γελοῖον δέ· ποῦ γὰρ ἁρμόζει Κύρῳ τὰ λοιπὰ, «Ἐκράτησα τῆς δεξιᾶς σου· ἐπακούσουσιν ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ πύλας, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς;» Πῶς οὖν ἁρμόσει ταῦτα Κύρῳ, τῷ μικρὸν ὕστερον εἰς Μασαγέτας αἰσχρῶς ἀναιρεθέντι καὶ εἰς ἀσκὸν ἐκδαρέντι; καὶ μετὰ μικρὸν ἑρμηνεύει αὐτὰ ὁ αὐτὸς προφήτης, λέγων ἐκ προσώπου τοῦ Θεοῦ, «Ἐγὼ Κύριος ὁ Θεὸς ὁ καλέσας σε ἐν δικαιοσύνῃ· ἐκράτησα τῆς χειρός σου, καὶ ἰσχύσω σε, καὶ δώσω σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Καὶ πάλιν ὁ αὐτὸς Ἡσαΐας, «Καὶ εἶπέ μοι, Μέγα σοι τοῦτο, κληθῆναι παῖδά μου, καὶ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ στρέψαι· καὶ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» ΙΖʹ. Ὅτι πρὸ τῆς τοῦ Κυρίου δευτέρας παρουσίας ἐλεύσεται Ἠλίας.
For David said, "The Lord said to my Lord, Sit at my right hand," and the rest; Isaiah says more clearly, "The Lord says to my Christ, Cyrus." But they say these things were spoken of Cyrus the Persian. But this is ridiculous; for how do the rest fit Cyrus: "I held your right hand; nations shall hear before him, and I will break the strength of kings; I will open gates before him, and cities shall not be shut; I will go before you, and I will level mountains; I will shatter bronze doors, and break iron bars, and give you dark treasures"? How then shall these things fit Cyrus, who shortly afterward was shamefully killed by the Massagetae and flayed into a wineskin? And shortly after, the same prophet interprets these things, saying in the person of God, "I am the Lord God who called you in righteousness; I held your hand, and I will strengthen you, and I will give you as a covenant of a people, as a light of nations, to open the eyes of the blind, and to bring out from bonds those who are bound, and from the house of prison those who sit in darkness." And again the same Isaiah, "And he said to me, It is a great thing for you to be called my child, and to establish the tribes of Jacob, and to turn back the dispersion of Israel; and I have set you as a covenant of a people, as a light of nations, that you may be for salvation to the ends of the earth." 17. That before the second coming of the Lord, Elijah will come.
Μαλαχίας ὁ προφήτης λέγει, «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίας πατρῶν πρὸς υἱοὺς, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.» ΙΗʹ. Ὅτι κληθησόμεθα Χριστιανοί.
Ἡσαΐας λέγει, «Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό.» Καὶ πάλιν, «Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.» Ὠσηὲ, «Καὶ ἔσται ἐπ' ἐσχάτου τὸ ὄνομα αὐτοῦ ἐπιφανὲς ἐν πάσῃ τῇ γῇ, καὶ τῷ
ὀνόματι αὐτοῦ ἐπικληθήσονται λαοὶ πολλοὶ, καὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ πορευθέντες, ζήσονται ἐν αὐταῖς.» ΙΘʹ. Ὅτι ταραχθήσεται Ἡρώδης, καὶ οἱ μετ' αὐτοῦ πάντες. Ἱερεμίας φησὶ, «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως, καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται.»
Malachi the prophet says, "Behold, I send to you Elijah the Tishbite, before the great and glorious day of the Lord comes, who will restore the hearts of fathers to their sons, and the heart of a man to his neighbor, lest coming I strike the land utterly." 18. That we shall be called Christians.
Isaiah says, "Nations shall see your glory, and all the kings your righteousness, and he shall call you by a new name, which the Lord shall name." And again, "But to those who serve me a new name shall be given, which shall be blessed upon the earth." Hosea: "And in the last days his name shall be glorious in all the earth, and many peoples shall be called by his name, and walking in his ways, they shall live in them." 19. That Herod shall be troubled, and all those with him. Jeremiah says, "In that day, says the Lord, the heart of the king shall perish, and the heart of the rulers, and the priests shall be astonished, and the prophets shall marvel.
Κʹ. Περὶ τοῦ Βαπτίσματος.
Ἰεζεκιὴλ, «Καὶ εἶπε Κύριος πρός με· Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν, ἁγιάσει τὰ ὕδατα. Καὶ ἔσται, πάσῃ ψυχῇ, ἐφ' ἣν ἂν ἐπέλθῃ τὸ ὕδωρ τοῦτο, ζήσεται καὶ ἰαθήσεται·» Ἱερεμίας, «Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου.»
ΚΑʹ. Περὶ τῆς εἰς Αἴγυπτον τοῦ Κυρίου καθόδου. Ἡσαΐας λέγει, «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται πάντα τὰ χειροποίητα Αἰγύπτου.» Καὶ πάλιν, «Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθήσονται Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» ΚΒʹ. Περὶ τοῦ ἁγίου Πνεύματος. Ἡσαΐας, «Καὶ νῦν Κύριος ἐξαπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Τῆς Ἐξόδου, «Καὶ εἶπε τῷ Μωϋσεῖ· Ἀνάγαγέ μοι ἑβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ ἐπὶ σὲ Πνεύματος, καὶ ἐκχεῶ ἐπ' αὐτοὺς, καὶ ἀντιλήψομαί σε.» Δαβὶδ, «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.» Καὶ πάλιν, «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου;» Ἰὼβ, «Πνεῦμα θεῖον τὸ ποιῆσάν με.» Καὶ πάλιν, «Πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσά με.» Καὶ πάλιν, «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχήν. Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισί.» Ζαχαρίας, «Ἐγώ εἰμι ἐν ὑμῖν, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Σολομὼν, «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην.» Ἡσαΐας· «Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.
20. Concerning Baptism.
Ezekiel: "And the Lord said to me: This water that flows out toward Galilee shall sanctify the waters. And it shall be that every soul on which this water comes shall live and be healed." Jeremiah: "Behold, he shall come up like a lion from the midst of the Jordan."
21. Concerning the Lord's descent into Egypt. Isaiah says, "Behold, the Lord sits upon a swift cloud, and he shall come into Egypt, and all the handiworks of Egypt shall be shaken." And again, "The Lord shall be known to the Egyptians, and they shall fear the Lord in that day." 22. Concerning the Holy Spirit. Isaiah: "And now the Lord has sent me, and his Spirit." From Exodus: "And he said to Moses: Bring me seventy elders, and I will take from the Spirit that is upon you, and I will pour it upon them, and I will help you." David: "Create in me a clean heart, O God, and renew a right spirit within my inmost parts, and do not take your Holy Spirit away from me, and establish me with a governing spirit." And again, "Where shall I go from your Spirit?" Job: "The divine Spirit that made me." And again, "There is a spirit in mortals, but the breath of the Almighty is what teaches me." And again, "As the Lord lives, who has judged me thus, and the Almighty, who has embittered my soul. But the divine Spirit is what remains in my nostrils." Zechariah: "I am among you, and my Spirit stands in the midst of you." Solomon: "The Spirit of the Lord has filled the world." Isaiah: "They provoked the Holy Spirit, and it was turned to them for enmity.
̔Ο οἶκος τοῦ Ἰακὼβ παρώξυναν τὸ Πνεῦμα Κυρίου.» Ἰωήλ· «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» δηλαδὴ τὴν πιστεύουσαν, «καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν,» καὶ τὰ ἑξῆς. Ἡσαΐας· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με,» καὶ, «Ἐπαναπαύσεται ἐπ' αὐτὸν ἑπτὰ πνεύματα.» Καὶ, «Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδήγησεν αὐτούς.» Καὶ, «Πνεῦμα ἐπιστήμης ἔπλησε Βεσελεὴλ τὸν ἀρχιτέκτονα τῆς σκηνῆς· Πνεῦμα παροξυνόμενον, καὶ Πνεῦμα ἐξᾶραν Ἠλίαν ἐν ἅρματι, καὶ ζητηθὲν παρ' Ἐλισσαίου διπλάσιον.» Καὶ, «Πνεῦμα παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.» Καὶ, «Ἰδοὺ ὁ παῖς μου ὁ ἐκλεκτὸς, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν.» Καὶ, «Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος· Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκην οὐ διὰ τοῦ Πνεύματός μου.» Καὶ, «Ἐκεῖ συνήντησαν ἔλαφοι, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐχ ὑπελείφθη, διότι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ Πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς.» Καὶ ὅτι ἡ ἀνάστασις διὰ τοῦ Πνεύματος ἐνεργεῖται, Δαβὶδ λέγει· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.»
The house of Jacob provoked the Spirit of the Lord." Joel: "And it shall be in the last days that I will pour out of my Spirit upon all flesh," that is, upon those who believe, "and upon your sons, and upon your daughters," and so on. Isaiah: "The Spirit of the Lord is upon me, because he has anointed me," and, "Seven spirits shall rest upon him." And, "The Spirit of the Lord came down, and guided them." And, "The Spirit of knowledge filled Bezalel the chief craftsman of the tabernacle; a Spirit provoked, and a Spirit that lifted up Elijah in a chariot, and was sought by Elisha as double." And, "The Spirit shall go forth from me, and I have made every breath." And, "Behold my servant, my chosen one, my beloved, in whom my soul has delighted; I will put my Spirit upon him." And, "Woe, rebellious children, thus says the Lord: You have made a plan not by me, and a covenant not by my Spirit." And, "There the deer met, and saw each other's faces; they passed by in number, and not one of them was left behind, because the Lord commanded them, and his Spirit gathered them." And that the resurrection is accomplished through the Spirit, David says: "You will take away their spirit, and they shall fail, and return to their dust. You will send forth your Spirit, and they shall be created, and you will renew the face of the earth.