ΛΟΓΟΣ ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ ΠΕΡΙ ΘΕΟΛΟΓΙΑΣ Ἐπειδὴ ἀνεκαθήραμεν τῷ λόγῳ τὸν θεολόγον, οἷόν τε εἶναι χρὴ διελθόντες, καὶ οἷστισι φιλοσοφητέον, καὶ ἡνίκα, καὶ ὅσον· ὅτι ὡς οἷόν τε καθαρόν, ἵνα φωτὶ καταλαμβάνηται φῶς. καὶ τοῖς ἐπιμελεστέροις, ἵνα μὴ ἄγονος ᾖ εἰς ἄγονον χώραν ἐμπίπτων ὁ λόγος· καὶ ὅταν γαλήνην ἔχωμεν ἔνδον ἀπὸ τῆς ἔξω περιφορᾶς, ὥστε μή, καθάπερ οἱ λυττῶντες, τῷ πνεύματι διακόπτεσθαι· καὶ ὅσον ἐχωρήσαμεν, ἢ χωρούμεθα· ἐπειδὴ ταῦτα οὕτω, καὶ ἐνεώσαμεν ἑαυτοῖς θεῖα νεώματα, ὥστε μὴ σπείρειν ἐπ' ἀκάνθαις, καὶ τὸ πρόσωπον τῆς γῆς ὡμαλίσαμεν, τῇ γραφῇ τυπωθέντες τε καὶ τυπώσαντες· φέρε, τοῖς τῆς θεολογίας ἤδη προσβῶμεν λόγοις, προστησάμενοι τοῦ λόγου τὸν πατέρα, καὶ τὸν υἱόν, καὶ τὸ πνεῦμα τὸ ἅγιον, περὶ ὧν ὁ λόγος, ὥστε τὸν μὲν εὐδοκεῖν, τὸν δὲ συνεργεῖν, τὸ δὲ ἐμπνεῖν· μᾶλλον δὲ μίαν ἐκ τῆς μιᾶς θεότητος γενέσθαι τὴν ἔλλαμψιν ἑνικῶς διαιρουμένην, καὶ συναπτομένην διαιρέτως, ὃ καὶ παράδοξον.
Second Theological Oration—On Theology. Since we have cleansed the theologian by our discourse, having set forth what sort of person he must be, with whom he must philosophize, and when, and to what extent—that he be as pure as possible, so that light may be apprehended by light; and that he address the more attentive, lest the word fall on barren ground; and that we have calm within from the external turmoil, so that we are not, like those possessed, torn apart by the spirit; and to the extent we have been capable, or are capable—since these things are so, and we have plowed divine furrows for ourselves, so as not to sow among thorns, and have leveled the face of the earth, being both formed and forming by Scripture—come, let us now approach the words of theology, having set before our discourse the Father, the Son, and the Holy Spirit, concerning whom the discourse is, so that the one may be well pleased, the other may cooperate, and the third may inspire; or rather, that from the one Godhead there may be a single illumination, divided in a unified manner and united in a divided manner, which is also paradoxical.
2 Ἀνιόντι δέ μοι προθύμως ἐπὶ τὸ ὄρος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, προθυμουμένῳ τε ἅμα καὶ ἀγωνιῶντι, τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν ἀσθένειαν, ἵνα τῆς νεφέλης εἴσω γένωμαι, καὶ θεῷ συγγένωμαι (τοῦτο γὰρ κελεύει θεός), εἰ μέν τις Ἀαρών, συνανίτω καὶ στηκέτω πλησίον, κἂν ἔξω μένειν τῆς νεφέλης δέῃ, τοῦτο δεχόμενος. εἰ δέ τις Ναδάβ, ἢ Ἀβιοὺδ, ἢ τῆς γερουσίας, ἀνίτω μέν, ἀλλὰ στηκέτω πόρρωθεν, κατὰ τὴν ἀξίαν τῆς καθάρσεως. εἰ δέ τις τῶν πολλῶν καὶ ἀναξίων ὕψους τοιούτου καὶ θεωρίας, εἰ μὲν ἄναγνος πάντῃ, μηδὲ προσίτω, οὐ γὰρ ἀσφαλές· εἰ δὲ πρόσκαιρα γοῦν ἡγνισμένος, κάτω μενέτω, καὶ μόνης ἀκουέτω τῆς φωνῆς καὶ τῆς σάλπιγγος, τῶν ψιλῶν τῆς εὐσεβείας ῥημάτων· καπνιζόμενόν τε τὸ ὄρος βλεπέτω καὶ καταστραπτόμενον, ἀπειλήν τε ὁμοῦ καὶ θαῦμα τοῖς ἀνιέναι μὴ δυναμένοις. εἰ δέ τις θηρίον ἐστὶ πονηρὸν καὶ ἀνήμερον καὶ ἀνεπίδεκτον πάντῃ λόγων θεωρίας καὶ θεολογίας, μὴ ἐμφωλευέτω ταῖς ὕλαις κακούργως καὶ κακοηθῶς, ἵνα τινὸς λάβηται δόγματος ἢ ῥήματος, ἀθρόως προσπηδῆσαν, καὶ σπαράξῃ τοὺς ὑγιαίνοντας λόγους ταῖς ἐπηρείαις, ἀλλ' ἔτι πόρρωθεν στη κέτω, καὶ ἀποχωρείτω τοῦ ὄρους, ἢ λιθοβοληθήσεται, καὶ συντριβήσεται, καὶ ἀπολεῖται κακῶς κακός· λίθοι γὰρ τοῖς θηριώδεσιν οἱ ἀληθεῖς λόγοι καὶ στερροί. εἴτε πάρδαλις εἴη, συναποθνησκέτω τοῖς ποικίλμασιν. εἴτε λέων ἁρπάζων καὶ ὠρυόμενος καὶ ζητῶν ἥντινα βρῶσιν ποιήσεται τῶν ἡμετέρων ψυχῶν ἢ λέξεων· εἴτε σῦς καταπατῶν τοὺς καλούς τε καὶ διαυγεῖς μαργαρίτας τῆς ἀληθείας· εἴτε λύκος Ἀραβικὸς καὶ ἀλλόφυλος, ἢ καὶ τούτων ὀξύτερος τοῖς σοφίσμασιν·
As I eagerly ascend the mountain—or, to speak more truly, as I am both eager and anxious, the one because of hope, the other because of weakness—so that I may enter within the cloud and consort with God (for this is what God commands), if someone is an Aaron, let him ascend and stand near, even if he must remain outside the cloud, accepting this. But if someone is a Nadab or an Abioud, or one of the council of elders, let him ascend, but let him stand at a distance, according to the degree of his purification. But if someone is one of the many, unworthy of such a height and contemplation, if he is utterly impure, let him not even approach, for it is not safe; but if he has been purified at least for a time, let him remain below, and let him hear only the voice and the trumpet, the bare words of piety; let him see the mountain smoking and struck by lightning, both a threat and a wonder to those unable to ascend. But if someone is a wicked and savage beast, utterly incapable of receiving words of contemplation and theology, let him not lurk in the thickets with malice and ill intent, so as to seize upon some doctrine or phrase, suddenly springing forth and tearing apart the sound words with his insults; but let him stand still far off, and depart from the mountain, or he will be stoned, and crushed, and perish miserably, an evil man; for true and solid words are stones to the beastly. Whether it be a leopard, let it die along with its variegated markings; or a lion, seizing and roaring, seeking to make a meal of our souls or our phrases; or a boar, trampling the beautiful and translucent pearls of truth; or an Arabian wolf, a foreigner, or even sharper than these in its sophistries.
εἴτε ἀλώπηξ, δολερά τις ψυχὴ καὶ ἄπιστος, καὶ ἄλλοτε ἄλλη, τοῖς καιροῖς καὶ ταῖς χρείαις συμμορφουμένη, ἣν νεκρὰ τρέφει καὶ ὀδωδότα σώματα, ἢ ἀμπελῶνες μικροί, τῶν μεγάλων διαπεφευγότων· εἴτε τι ἄλλο τῶν ὠμοβόρων, καὶ ἀποβλήτων τῷ νόμῳ, καὶ οὐ καθαρῶν εἰς βρῶσίν τε καὶ ἀπόλαυσιν. βούλεται γὰρ τούτων ἀποχωρήσας ὁ λόγος οὕτω πλαξὶ στερραῖς καὶ λιθίναις ἐγγράφεσθαι, καὶ ταύταις ἀμφοτέρωθεν, διά τε τὸ φαινόμενον τοῦ νόμου καὶ τὸ κρυπτόμενον· τὸ μὲν τοῖς πολλοῖς καὶ κάτω μένουσι, τὸ δὲ τοῖς ὀλίγοις καὶ ἄνω φθάνουσιν. Τί τοῦτο ἔπαθον, ὦ φίλοι καὶ μύσται καὶ τῆς ἀληθείας συνερασταί; ἔτρεχον μὲν ὡς θεὸν καταληψόμενος, καὶ οὕτως ἀνῆλθον ἐπὶ τὸ ὄρος, καὶ τὴν νεφέλην διέσχον, εἴσω γενόμενος ἀπὸ τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ εἰς ἐμαυτὸν ὡς οἷόν τε συστραφείς. ἐπεὶ δὲ προσέβλεψα, μόλις εἶδον θεοῦ τὰ ὀπίσθια· καὶ τοῦτο τῇ πέτρᾳ
σκεπασθείς, τῷ σαρκωθέντι δι' ἡμᾶς θεῷ Λόγῳ· καὶ μικρὸν διακύψας, οὐ τὴν πρώτην τε καὶ ἀκήρατον φύσιν, καὶ ἑαυτῇ, λέγω δὴ τῇ τριάδι, γινωσκομένην, καὶ ὅση τοῦ πρώτου καταπετάσματος εἴσω μένει καὶ ὑπὸ τῶν χερουβὶμ συγκαλύπτεται, ἀλλ' ὅση τελευταία καὶ εἰς ἡμᾶς φθάνουσα. ἡ δέ ἐστιν, ὅσα ἐμὲ γινώσκειν, ἡ ἐν τοῖς κτίσμασι καὶ τοῖς ὑπ' αὐτοῦ προβεβλημένοις καὶ διοικουμένοις μεγαλειότης, ἤ, ὡς ὁ θεῖος Δαβὶδ ὀνομάζει, μεγαλοπρέπεια. ταῦτα γὰρ θεοῦ τὰ ὀπίσθια, ὅσα μετ' ἐκεῖνον ἐκείνου γνωρίσματα, ὥσπερ αἱ καθ' ὑδάτων ἡλίου σκιαὶ καὶ εἰκόνες ταῖς σαθραῖς ὄψεσι παραδεικνῦσαι τὸν ἥλιον, ἐπεὶ μὴ αὐτὸν προσβλέπειν οἶόν τε, τῷ ἀκραιφνεῖ τοῦ φωτὸς νικῶντα τὴν αἴσθησιν.
or a fox—some crafty and faithless soul, changing with the times and needs, conforming to circumstances, which feeds on dead and stinking bodies—or small vineyards, from which the great ones have escaped; or something else of the flesh-eating and rejected by the law, and not pure for food and enjoyment. For the word, having departed from these, wishes to be inscribed on solid and stone tablets, and on both sides, because of the visible and the hidden aspects of the law: the former for the many who remain below, the latter for the few who reach above. What has happened to me, O friends and initiates and fellow lovers of truth? I was running as if to seize God, and thus I ascended the mountain, and parted the cloud, entering within, away from matter and material things, and as far as possible, I gathered myself into myself. But when I looked, I barely saw the back parts of God; and this, sheltered by the rock—by the Word of God made flesh for us—and peeping out a little, I saw not the first and pure nature, known to itself, I mean to the Trinity, and as much as remains within the first veil and is concealed by the cherubim, but that which is last and reaches us. And this is, as far as I can know, the majesty in the creatures and in the things projected and governed by him, or, as the divine David names it, the magnificence. For these are the back parts of God: all that after him are his manifestations, like shadows and images of the sun on waters, shown to weak eyes, since it is not possible to look at the sun itself, which overcomes perception by the purity of its light.
οὕτως οὖν θεολογήσεις, κἂν ᾖς Μωυσῆς καὶ Φαραὼ θεός, κἂν μέχρι τρίτου κατὰ τὸν Παῦλον οὐρανοῦ φθάσῃς, καὶ ἀκούσῃς ἄρρητα ῥήματα· κἂν ὑπὲρ ἐκεῖνον γένῃ, ἀγγελικῆς τινὸς ἢ ἀρχαγγελικῆς στάσεώς τε καὶ τάξεως ἠξιωμένος. κἂν γὰρ οὐράνιον ἅπαν, κἂν ὑπερουράνιόν τι, καὶ πολὺ τὴν φύσιν ὑψηλότερον ἡμῶν ᾖ, καὶ ἐγγυτέρω θεοῦ, πλέον ἀπέχει θεοῦ καὶ τῆς τελείας καταλήψεως, ἢ ὅσον ἡμῶν ὑπεραίρει τοῦ συνθέτου καὶ ταπεινοῦ καὶ κάτω βρίθοντος κράματος.
4 Ἀρκτέον οὖν οὕτω πάλιν. θεὸν νοῆσαι μὲν χαλεπόν· φράσαι δὲ ἀδύνατον, ὥς τις τῶν παρ' Ἕλλησι θεολόγων ἐφιλοσόφησεν, – οὐκ ἀτέχνως ἐμοὶ δοκεῖν, ἵνα καὶ κατειληφέναι δόξῃ τῷ χαλεπὸν εἰπεῖν, καὶ διαφύγῃ τῷ ἀνεκφράστῳ τὸν ἔλεγχον. ἀλλὰ φράσαι μὲν ἀδύνατον, ὡς ὁ ἐμὸς λόγος, νοῆσαι δὲ ἀδυνατώτερον. τὸ μὲν γὰρ νοηθὲν τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἀλλ' ἀμυδρῶς γε, τῷ μὴ πάντῃ τὰ ὦτα διεφθαρμένῳ καὶ νωθρῷ τὴν διάνοιαν. τὸ δὲ τοσοῦτον πρᾶγμα τῇ διανοίᾳ περιλαβεῖν πάντως ἀδύνατον καὶ ἀμήχανον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν ὑψηλοῖς τε καὶ φιλοθέοις, καὶ ὁμοίως πάσῃ γεννητῇ φύσει, καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ καὶ τὸ παχὺ τοῦτο σαρκίον πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν. οὐκ οἶδα δέ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω καὶ νοεραῖς φύσεσιν, αἳ διὰ τὸ πλησίον εἶναι θεοῦ, καὶ ὅλῳ τῷ φωτὶ καταλάμπεσθαι, τυχὸν ἂν καὶ τρανοῖντο, εἰ καὶ μὴ πάντῃ, ἀλλ' ἡμῶν γε τελεώτερόν τε καὶ ἐκτυπώτερον, καὶ ἄλλων ἄλλαι πλεῖον ἢ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς τάξεως.
Thus you will theologize, even if you are a Moses and a god to Pharaoh, even if you reach the third heaven according to Paul and hear unspeakable words, even if you become higher than that, deemed worthy of some angelic or archangelic station and order. For even if you are entirely heavenly, even if you are something super-heavenly and far higher in nature than us, and nearer to God, you are further from God and from perfect comprehension than you surpass our composite, lowly, and downward-burdened mixture.
So we must begin again in this way: To conceive God is difficult, but to express him is impossible, as one of the Greek theologians philosophized—not without skill, it seems to me, so that he might both appear to have comprehended by saying it is difficult, and escape refutation by the inexpressibility. But to express him is impossible, as my argument holds, and to conceive him is even more impossible. For what is conceived might perhaps be revealed by speech, even if not adequately, yet dimly, to one whose ears are not entirely corrupted and whose mind is not sluggish. But to encompass such a thing with the mind is altogether impossible and unattainable, not only for the sluggish and downward-bent, but also for the exceedingly lofty and God-loving, and equally for every created nature, and for those whom this darkness and this thick flesh obstruct from the understanding of truth. I do not know, however, whether even the higher and intellectual natures, which because of their proximity to God are illuminated by the whole light, might perhaps be clear, if not entirely, yet more perfectly and distinctly than we, and some more and some less, according to the proportion of their rank.
5 Τοῦτο μὲν οὖν ἐνταῦθα κείσθω· τὸ δὲ ἡμέτερον, οὐχ ἡ εἰρήνη τοῦ θεοῦ μόνον ὑπερέχει πάντα νοῦν καὶ κατάληψιν, οὐδὲ ὅσα τοῖς δικαίοις ἐστὶν ἐν ἐπαγγελίαις ἀποκείμενα, τὰ μήτε ὀφθαλμοῖς ὁρατά, μήτε ὠσὶν ἀκουστά, μήτε διανοίᾳ θεωρητά, κατὰ μικρὸν γοῦν, οὐδὲ ἡ τῆς κτίσεως ἀκριβὴς κατανόησις· καὶ γὰρ καὶ ταύτης πείσθητι τὰς σκιὰς ἔχειν μόνον, ὅταν ἀκούσῃς· Ὄψομαι τοὺς οὐρα νούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, καὶ τὸν ἐν αὐτοῖς πάγιον λόγον· ὡς οὐχὶ νῦν ὁρῶν, ὀψόμενος δὲ ἔστιν ὅτε· ἀλλὰ πολὺ πρὸ τούτων ἡ ὑπὲρ ταῦτα, καὶ ἐξ ἧς ταῦτα, φύσις ἄληπτός τε καὶ ἀπερίληπτος· λέγω δέ, οὐχ ὅτι ἔστιν, ἀλλ' ἥτις ἐστίν. οὐ γὰρ κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ ματαία ἡ πίστις ἡμῶν, οὐδὲ τοῦτό ἐστιν ὃ δογματίζομεν· μὴ πάλιν τὴν εὐγνωμοσύνην ἡμῶν ἀθείας λάβῃς ἀρχὴν καὶ συκοφαντίας, καὶ κατεπαρθῇς ὡς ὁμολο γούντων τὴν ἄγνοιαν. πλεῖστον γὰρ διαφέρει τοῦ εἶναί τι πεπεῖσθαι τὸ τί ποτέ ἐστι τοῦτο εἰδέναι. Τοῦ μὲν γὰρ εἶναι θεόν, καὶ τὴν πάντων ποιητικήν τε καὶ συνεκτικὴν αἰτίαν, καὶ ὄψις διδάσκαλος, καὶ ὁ φυσικὸς νόμος· ἡ μὲν τοῖς ὁρωμένοις προσβάλλουσα, καὶ πεπηγόσι καλῶς καὶ ὁδεύουσι, καὶ ἀκινήτως, ἵνα οὕτως εἴπω, κινουμένοις καὶ φερομένοις· ὁ δὲ διὰ τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος. πῶς γὰρ ἂν καὶ ὑπέστη τόδε τὸ πᾶν, ἢ συνέστη, μὴ θεοῦ τὰ πάντα καὶ οὐσιώσαντος καὶ συνέχοντος; οὐδὲ γὰρ κιθάραν τις ὁρῶν κάλλιστα ἠσκημένην καὶ τὴν ταύτης εὐαρμοστίαν καὶ εὐταξίαν, ἢ τῆς κιθαρῳδίας αὐτῆς
Let this be set down here. But our own [teaching]—not only does the peace of God surpass every mind and comprehension, nor only those things that are laid up for the righteous in promises, things neither visible to eyes, nor audible to ears, nor conceivable by the mind, at least not easily, nor even the precise understanding of creation (for be persuaded that even of this you have only shadows, when you hear: "I will see the heavens, works of your fingers, the moon and stars, and the fixed order in them"—as if not seeing now, but about to see at some time); but far before these, the nature that is above them and from which they come is ungraspable and incomprehensible. I mean, not that it is, but what it is. For our proclamation is not empty, nor our faith vain, nor is this what we dogmatize—lest you take our good sense as a beginning of atheism and slander, and exalt yourself as though we confess ignorance. For there is a very great difference between being convinced that something exists and knowing what that something is. For that God exists, and is the creative and sustaining cause of all things, both sight and natural law teach: sight, by engaging with things seen, which are well fixed and moving, and moving without motion, so to speak, and being carried; and natural law, by inferring from things seen and ordered the originator of these. For how could this universe have come to be or hold together, if God had not both given substance to all things and sustains them? For neither does one, seeing a beautifully crafted lyre and its harmony and good order, or the lyre-playing itself,
ἀκούων, ἄλλο τι ἢ τὸν τῆς κιθάρας δη μιουργὸν καὶ τὸν κιθαρῳδὸν ἐννοήσει, καὶ πρὸς αὐτὸν ἀναδραμεῖται τῇ διανοίᾳ, κἂν ἀγνοῶν τύχῃ ταῖς ὄψεσιν. οὕτω καὶ ἡμῖν τὸ ποιη τικὸν δῆλον, καὶ τὸ κινοῦν καὶ τηροῦν τὰ πεποιημένα, κἂν μὴ διανοίᾳ περιλαμβάνηται· καὶ λίαν ἀγνώμων ὁ μὴ μέχρι τούτων προιὼν ἑκουσίως καὶ ταῖς φυσικαῖς ἑπόμενος ἀποδείξεσιν. ἀλλ' οὐδὲ τοῦτο εἶναι θεόν, ὅπερ ἐφαντάσθημεν, ἢ ἀνετυπωσάμεθα, ἢ λόγος ὑπέγραψεν. εἰ δέ τις ἐν περινοίᾳ τούτου ποτὲ κἂν ἐπὶ ποσὸν ἐγένετο, τίς ἡ ἀπόδειξις; τίς οὕτως εἰς ἔσχατον σοφίας ἀφίκετο; τίς τοσούτου χαρίσματος ἠξιώθη ποτέ; τίς οὕτω τὸ στόμα τῆς διανοίας ἤνοιξε καὶ εἵλκυσε πνεῦμα, ἵνα τῷ τὰ πάντα ἐρευνῶντι καὶ γινώσκοντι καὶ τὰ βάθη τοῦ θεοῦ πνεύματι θεὸν καταλάβῃ, καὶ μηκέτι τοῦ πρόσω δέηται, τὸ ἔσχατον ὀρεκτὸν ἔχων ἤδη, καὶ εἰς ὃ πᾶσα σπεύδει καὶ πολιτεία τοῦ ὑψηλοῦ καὶ διάνοια; Τί γάρ ποτε ὑπολήψῃ τὸ θεῖον, εἴπερ ὅλαις ταῖς λογικαῖς πιστεύεις ἐφόδοις; ἢ πρὸς τί σε ὁ λόγος ἀνάξει βασανιζόμενος, ὦ φιλοσοφώτατε σὺ καὶ θεολογικώτατε καὶ καυχώμενε εἰς τὰ ἄμετρα; πότερον σῶμα; καὶ πῶς τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτιστον, καὶ ἀναφές, καὶ ἀόρατον; ἢ καὶ ταῦτα σώματα; τῆς ἐξουσίας· οὐ γὰρ αὕτη φύσις σωμάτων. ἢ σῶμα μέν, οὐχὶ ταῦτα δέ; τῆς παχύτητος· ἵνα μηδὲν πλέον ἡμῶν ἔχῃ τὸ θεῖον. πῶς γὰρ σεπτόν, εἰ περιγραπτόν; ἢ πῶς φεύξεται τὸ ἐκ στοιχείων συγκεῖσθαι καὶ εἰς αὐτὰ πάλιν ἀναλύεσθαι, ἢ καὶ ὅλως λύεσθαι; σύνθεσις γὰρ ἀρχὴ μάχης· μάχη δὲ διαστάσεως· ἡ δὲ λύσεως· λύσις δὲ ἀλλότριον πάντῃ θεοῦ καὶ τῆς πρώτης φύσεως.
When he hears, will he think of something other than the maker of the cithara and the citharode, and will he not run back in his mind to him, even if he happens not to know him by sight? So also for us the creative power is clear, and that which moves and preserves the things created, even if it is not comprehended by the mind; and he is very ungrateful who does not proceed willingly at least this far, following the natural proofs. But not even this is God, that which we have imagined or formed an impression of, or which reason has described. But if someone has ever, even to some extent, been in a state of comprehension of this, what is the proof? Who has ever arrived at such an extreme of wisdom? Who has ever been deemed worthy of so great a gift? Who has so opened the mouth of the mind and drawn in breath, that by investigating and knowing all things and the depths of God with the spirit he might comprehend God, and no longer need anything further, having already the ultimate object of desire, and that toward which every pursuit of the lofty and every intellect hastens? For what will you suppose the divine to be, if you trust all the logical approaches? Or to what will reason, when examined, lead you, O most philosophical and theological one, who boast beyond measure? Is it body? And how can it be infinite, indefinite, formless, intangible, invisible? Or are these also bodies? What license! For this is not the nature of bodies. Or is it body, but not these things? What crudeness! So that the divine has nothing more than we. For how can it be venerable if it is circumscribed? Or how will it escape being composed of elements and being resolved back into them, or being dissolved at all? For composition is the beginning of strife; strife, of separation; separation, of dissolution; dissolution is entirely alien to God and to the first nature.
οὐκ οὖν διάστασις, ἵνα μὴ λύσις· οὐδὲ μάχη, ἵνα μὴ διάστασις· οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη· διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσις. ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος ἀνιὼν οὕτως ἵσταται.
8 Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν καὶ πληροῦν τὰ πάντα θεόν, κατὰ τό· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος, καί· Πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην, εἰ τὸ μὲν περιγράφοι, τὸ δὲ περιγράφοιτο; ἢ γὰρ διὰ κενοῦ χωρήσει τοῦ παντός, καὶ τὰ πάντα οἰχήσεται ἡμῖν, ἵν' ὑβρισθῇ θεός, καὶ σῶμα γενόμενος, καὶ οὐκ ἔχων ὅσα πεποίηκεν· ἢ σῶμα ἐν σώμασιν ἔσται, ὅπερ ἀδύνατον· ἢ πλακήσεται καὶ ἀντιπαρατεθήσεται, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται, καὶ τὸ μὲν τέμνει, ὑπὸ δὲ τοῦ τμηθήσεται, ὃ καὶ τῶν Ἐπικουρείων ἀτόμων ἀτοπώτερόν τε καὶ γραωδέστερον· καὶ οὕτω διαπεσεῖται ἡμῖν, καὶ σῶμα οὐχ ἕξει, οὐδὲ πῆξίν τινα, ὁ περὶ τοῦ σώματος λόγος. εἰ δὲ ἄυλον φήσομεν, εἰ μὲν τὸ πέμπτον, ὥς τισιν ἔδοξε, καὶ τὴν κύκλῳ φορὰν φερόμενον, ἔστω μὲν ἄυλόν τι καὶ πέμπτον σῶμα, εἰ βούλονται δέ, καὶ ἀσώματον, κατὰ τὴν αὐτόνομον αὐτῶν τοῦ λόγου φορὰν καὶ ἀνάπλασιν· οὐδὲν γὰρ νῦν περὶ τούτου διοίσομαι. κατὰ τί δὲ τῶν κινουμένων ἔσται καὶ φερο μένων, ἵνα μὴ λέγω τὴν ὕβριν, εἰ τὰ αὐτὰ τοῖς πεποιημένοις ὁ πεποιηκὼς κινηθήσεται, καὶ τοῖς φερομένοις ὁ φέρων, εἴ γε καὶ τοῦτο δώσουσι; τί δὲ τὸ τοῦτο πάλιν κινοῦν; τί δὲ τὸ τὸ πᾶν κινοῦν; κἀκεῖνο τί; καὶ τί πάλιν ἐκεῖνο; καὶ τοῦτο εἰς ἄπειρον. πῶς δὲ οὐκ ἐν τόπῳ πάντως, εἴ γε φερόμενον;
Therefore there is no separation, lest there be dissolution; nor conflict, lest there be separation; nor composition, lest there be conflict; for this reason it is not a body, lest there be composition. The argument, ascending from the last to the first, halts thus.
8 How then will it be preserved that God pervades all things and fills all things, according to: "Do I not fill heaven and earth?" says the Lord, and "The Spirit of the Lord has filled the inhabited world," if one thing is bounded and the other is bounded? For either he will pass through the void of the universe, and all things will be lost to us, so that God is insulted, becoming a body, and not containing what he has made; or a body will be among bodies, which is impossible; or he will be interwoven and juxtaposed, like liquids that mix, and he will cut and be cut, which is more absurd and more old-womanish than the atoms of the Epicureans; and thus the argument about the body will collapse for us, and he will have no body nor any stability. But if we say he is immaterial, if it is the fifth element, as some thought, moving in a circle, let it be something immaterial and a fifth body, if they wish, and even incorporeal, according to their autonomous movement and refashioning of the argument; for I will not now dispute about this. But according to what among moving and carried things will he be, not to mention the insult, if the maker will be moved in the same way as the things made, and the carrier as the things carried, if indeed they grant this? And what again moves this? And what moves the whole? And that, what? And that again, what? And this to infinity. And how is he not entirely in a place, if he is carried?
εἰ δὲ ἄλλο τι παρὰ τὸ πέμπτον φήσουσιν, εἰ μὲν ἀγγελικόν, πόθεν ὅτι ἄγγελοι σώματα, καὶ τίνα ταῦτα; καὶ πόσον ὑπὲρ ἄγγελον εἴη θεός, οὗ λειτουργὸς ἄγγελος; εἰ δὲ ὑπὲρ ταῦτα, πάλιν εἰσήχθη σωμάτων ἐσμὸς ἀλόγιστος, καὶ φλυαρίας βυθός, οὐδαμοῦ στῆναι δυνάμενος. Οὕτω μὲν οὖν οὐ σῶμα ἡμῖν ὁ θεός. οὐδὲ γὰρ ἤδη τις τοῦτο τῶν θεοπνεύστων ἢ εἶπεν ἢ παρεδέξατο, οὐδὲ τῆς ἡμετέρας αὐλῆς ὁ λόγος. λείπεται δὴ ἀσώματον ὑπολαμβάνειν. ἀλλ' εἰ ἀσώματον, οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν τε καὶ περιεκτικόν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται. τί γὰρ ὄντι αὐτῷ κατὰ τὴν φύσιν καὶ τὴν ὑπόστασιν ὑπάρχει τὸ μὴ ἀρχὴν ἔχειν, μηδὲ ἐξίστασθαι, μηδὲ περατοῦσθαι; ἀλλ' ὅλον τὸ εἶναι περιλαμβάνειν λείπεται
προσφιλοσοφεῖν τε καὶ προσεξετάζειν τῷ γε νοῦν θεοῦ ἀληθῶς ἔχοντι καὶ τελεωτέρῳ τὴν θεωρίαν. ὡς γὰρ οὐκ ἀρκεῖ τὸ σῶμα εἰπεῖν, ἢ τὸ γεγεννῆσθαι, πρὸς τὸ καὶ τό, περὶ ὃ ταῦτα, παραστῆσαί τε καὶ δηλῶσαι, ἀλλὰ δεῖ καὶ τὸ ὑποκείμενον τούτοις εἰπεῖν, εἰ μέλλοι τελείως καὶ ἀποχρώντως τὸ νοούμενον παραστήσεσθαι· ἢ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἵππος τοῦτο τὸ ἐνσώματον καὶ γεννώμενον καὶ φθειρόμενον· οὕτως οὐδὲ ἐκεῖ στήσεται μέχρι τοῦ εἰπεῖν ἃ μή ἐστιν ὁ τὴν τοῦ ὄντος πολυπραγμονῶν φύσιν, ἀλλὰ δεῖ, πρὸς τῷ εἰπεῖν ἃ μή ἐστι, καὶ ὅ ἐστιν εἰπεῖν, –ὅσῳ καὶ ῥᾷον ἕν τι περιλαβεῖν, ἢ τὰ πάντα καθ' ἕκαστον ἀπειπεῖν, –ἵνα ἔκ τε τῆς ἀναιρέσεως ὧν οὔκ ἐστι, καὶ τῆς οὗ ἐστὶ θέσεως, περιληφθῇ τὸ νοούμενον.
If they should claim something other than the fifth, if it is angelic, whence is it that angels are bodies, and what are these? And how much would God be above an angel, whose minister is an angel? But if it is above these, again an irrational swarm of bodies is introduced, and a depth of nonsense, unable to stand anywhere. Thus, then, God is not a body for us. For no one among the inspired has either said or accepted this, nor is it the argument of our court. It remains, then, to suppose him incorporeal. But if incorporeal, this is not yet indicative and comprehensive of the essence, just as the unbegotten, the unoriginate, the unchangeable, the imperishable, and all that is said about God or to be about God are not. For what is it that belongs to him in his nature and hypostasis, to have no beginning, not to change, not to be limited? But it remains to encompass the whole of being
to philosophize further and examine more closely for one who truly has a mind of God and a more perfect contemplation. For just as it is not enough to say body, or to have been born, to present and make clear the thing about which these are said, but one must also state the subject underlying these, if the thing thought is to be presented perfectly and adequately—for either man or ox or horse is this embodied and born and perishable thing—so too there one will not stop at saying what the one who inquires into the nature of being is not, but one must, in addition to saying what it is not, also say what it is—insofar as it is easier to encompass one thing than to deny each of all things—so that from both the removal of what it is not and the positing of what it is, the thing thought may be encompassed.
ὁ δὲ ἃ μὲν οὔκ ἐστι λέγων, σιωπῶν δὲ ὅ ἐστι, ποιεῖ παραπλήσιον, ὥσπερ ἂν εἰ τὰ πέντε δὶς ὅσα ἐστὶν ἐρωτώμενος ὅτι μὲν οὐ δύο λέγοι, οὐδὲ τρεῖς, οὐδὲ τέσσαρες, οὐδὲ πέντε, οὐδὲ εἴκοσιν, οὐδὲ τριάκοντα, οὐδέ τινα, ἵνα συνελὼν εἴπω, τῶν ἐντὸς δεκάδος ἢ δεκαδικῶν ἀριθμῶν· ὅτι δὲ εἴη δέκα μὴ λέγοι, μηδὲ ἐρείδοι τὸν νοῦν τοῦ ἐρωτῶντος εἰς τὸ ζητούμενον. πολλῷ γὰρ ῥᾷον καὶ συντομώτερον ἐκ τοῦ ὅ ἐστιν ὅσα οὔκ ἐστι δηλῶσαι, ἢ ἐκ τοῦ ἀνελεῖν ἃ μή ἐστιν ὅ ἐστιν ἐνδεί ξασθαι. ἢ τοῦτο μὲν παντὶ δῆλον. Ἐπεὶ δέ ἐστιν ἀσώματον ἡμῖν τὸ θεῖον, μικρόν τι προσεξετάσωμεν· πότερον οὐδαμοῦ τοῦτο, ἢ ἔστιν ὅπου; εἰ μὲν γὰρ οὐδαμοῦ, ζητήσαι τις ἂν τῶν ἄγαν ἐξεταστικῶν, πῶς ἂν καὶ εἴη. εἰ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδαμοῦ τυχὸν οὐδὲ ὄν. εἰ δέ ἐστί που, πάντως ἐπείπερ ἐστὶν ἢ ἐν τῷ παντὶ ἢ ὑπὲρ τὸ πᾶν. ἀλλ' εἰ μὲν ἐν τῷ παντί, ἤ τινι, ἢ πανταχοῦ. καὶ εἰ μὲν ἔν τινι, ὑπ' ἐλάττονος περι γραφήσεται τοῦ τινός, εἰ δὲ πανταχοῦ, ὑπὸ πλείονος καὶ ἄλλου πολλοῦ, λέγω δὲ τὸ περιεχόμενον τοῦ περιέχοντος, εἰ τὸ πᾶν ὑπὸ τοῦ παντὸς μέλλοι περισχεθήσεσθαι, καὶ μηδένα τόπον εἶναι περι γραφῆς ἐλεύθερον. ταῦτα μέν, εἰ ἐν τῷ παντί. καὶ ποῦ πρὶν γενέσθαι τὸ πᾶν; οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἀπορίαν. εἰ δὲ ὑπὲρ τὸ πᾶν, ἆρ' οὐδὲν ἦν τὸ διορίζον αὐτὸ τοῦ παντός; ποῦ δὲ τὸ ὑπὲρ τοῦτο; καὶ πῶς ἐνοήθη τὸ ὑπεραῖρον καὶ ὑπεραιρόμενον, οὐκ ὄντος ὅρου τινὸς τοῦ τέμνοντος ταῦτα καὶ διορίζοντος; ἢ χρὴ πάντως εἶναι τὸ μέσον, καὶ ᾧ περατοῦται τὸ πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν; καὶ τί ἄλλο τοῦτο ἢ τόπος ἐστίν, ὅνπερ ἐφύγομεν;
But he who says what it is not, yet is silent about what it is, does something similar—as if, when asked what twice five is, he should say that it is not two, nor three, nor four, nor five, nor twenty, nor thirty, nor any number, to put it briefly, among those within the decade or the decimal numbers, yet should not say that it is ten, nor fix the mind of the questioner upon what is sought. For it is much easier and shorter to indicate what it is not from what it is, than to show what it is by removing what it is not. Or this is obvious to everyone. Since the divine is incorporeal for us, let us examine a little further: is this nowhere, or is it somewhere? For if it is nowhere, one of the more inquisitive might ask how it could even exist. For if what is not is nowhere, what is nowhere is perhaps not even existent. But if it is somewhere, then since it exists, it is either in the universe or beyond the universe. But if it is in the universe, it is either in something or everywhere. And if it is in something, it will be encompassed by that something, which is lesser; if it is everywhere, it will be encompassed by something greater and much else—I mean the contained by the container, if the universe is to be encompassed by the universe, and no place is free from circumscription. These things, if it is in the universe. And where was it before the universe came to be? For this too is no small difficulty. But if it is beyond the universe, then was there nothing separating it from the universe? And where is the beyond? And how was the transcending and that which is transcended conceived, when there is no boundary cutting and separating them? Or must there necessarily be a middle, and that by which the universe and the beyond the universe are bounded? And what else is this but place, which we have fled?
καὶ οὔπω λέγω τὸ περιγραπτὸν πάντως εἶναι τὸ θεῖον, καὶ εἰ διανοίᾳ καταληπτόν· ἓν γὰρ περιγραφῆς εἶδος καὶ ἡ κατάληψις. Τίνος οὖν ἕνεκεν ταῦτα διῆλθον. καὶ περιεργότερον ἴσως ἢ κατὰ τὰς τῶν πολλῶν ἀκοάς, καὶ κατὰ τὸν νῦν κεκρατηκότα τύπον τῶν λόγων, ὃς τὸ γενναῖον καὶ ἁπλοῦν ἀτιμάσας τὸ σκολιὸν καὶ γριφοειδὲς ἐπεισήγαγεν· ὡς ἐκ τῶν καρπῶν τὸ δένδρον γινώσκεσθαι, λέγω δὲ τὸ ἐνεργοῦν τὰ τοιαῦτα δόγματα σκότος ἐκ τοῦ ζόφου τῶν λεγομένων; οὐ γὰρ ἵνα καὶ αὐτὸς παράδοξα λέγειν δόξω, καὶ περιττὸς φαίνωμαι τὴν σοφίαν, πλέκων συνδέσμους καὶ διαλύων κρατούμενα· τοῦτο δὴ τὸ μέγα θαῦμα τοῦ Δανιήλ· ἀλλ' ἵν' ἐκεῖνο δηλώσαιμι, ὅ μοι λέγειν ὁ λόγος ἀπ' ἀρχῆς ὥρμησεν. τοῦτο δὲ ἦν τί; τὸ μὴ ληπτὸν εἶναι ἀνθρωπίνῃ διανοίᾳ τὸ θεῖον, μηδὲ ὅλον ὅσον ἐστὶ φαντάζεσθαι· καὶ τοῦτο οὔτε διὰ φθόνον, –μακρὰν γὰρ τῆς θείας φύσεως φθόνος, τῆς γε ἀπαθοῦς καὶ μόνης ἀγαθῆς καὶ κυρίας, καὶ μάλιστα τῶν ἑαυτοῦ κτισμάτων περὶ τὸ τιμιώτατον· τί γὰρ Λόγῳ πρὸ τῶν λογικῶν; ἐπεὶ καὶ αὐτὸ τὸ ὑποστῆναι τῆς ἄκρας ἀγαθότητος· –οὔτε εἰς τιμὴν ἑαυτοῦ καὶ δόξαν τοῦ πλήρους, ἵνα τῷ ἀνεφίκτῳ τὸ τίμιον ἔχῃ καὶ τὸ σεβάσμιον. τοῦτο γὰρ πάντως σοφιστικὸν καὶ ἀλλότριον, μὴ ὅτι θεοῦ, ἀλλ' οὐδὲ ἀνθρώπου μετρίως ἐπιεικοῦς, καί τι δεξιὸν ἑαυτῷ συνειδότος, ἐκ τοῦ κωλύειν ἑτέρους τὸ πρωτεῖον πορίζεσθαι. Ἀλλ' εἰ μὲν καὶ δι' ἄλλας αἰτίας, εἰδεῖεν ἂν οἱ ἐγγυτέρω θεοῦ, καὶ τῶν ἀνεξιχνιάστων αὐτοῦ κριμάτων ἐπόπται καὶ θεωροί, εἴπερ εἰσί τινες τοσοῦτοι τὴν ἀρετήν, καὶ ἐν ἴχνεσιν ἀβύσσου περιπα τοῦντες, τὸ δὴ λεγόμενον.
And I do not yet say that the divine is altogether circumscribed, even if it is comprehensible by the mind; for comprehension is one form of circumscription. For what purpose, then, have I gone through these things, and perhaps more elaborately than suits the ears of the many, and contrary to the now prevailing style of discourse, which, having dishonored the noble and simple, has introduced the crooked and enigmatic—as if the tree is known from its fruit, I mean the one that produces such doctrines, darkness from the gloom of what is said? Not that I myself might seem to speak paradoxes and appear extraordinary in wisdom, weaving together connectives and dissolving established things—that great wonder of Daniel—but in order to make clear that which my argument set out to say from the beginning. And what was this? That the divine is not graspable by the human mind, nor can it be imagined in its entirety as it is. And this is neither due to envy—for envy is far from the divine nature, which is impassible, alone good, and sovereign, especially concerning its most honorable creatures; for what is the Word to rational beings? Since even the very subsistence is from the highest goodness—nor for the sake of its own honor and the glory of the fullness, so that it might have worth and reverence through being unattainable. For this is altogether sophistical and alien, not only to God, but not even to a moderately decent human being who is conscious of some rightness in himself, to procure preeminence by hindering others. But if it is also for other reasons, those closer to God and the spectators and beholders of his inscrutable judgments would know, if indeed there are any so great in virtue, walking, as the saying goes, in the tracks of the abyss.
ὅσον δ' οὖν ἡμεῖς κατειλήφαμεν, μικροῖς μέτροις μετροῦντες τὰ δυσθεώρητα, τάχα μέν, ἵνα μὴ τῷ
ῥᾳδίῳ τῆς κτήσεως ῥᾴστη γένηται καὶ ἡ τοῦ κτηθέντος ἀποβολή· φιλεῖ γὰρ τὸ μὲν πόνῳ κτηθὲν μᾶλλον κρατεῖσθαι, τὸ δὲ ῥᾳδίως κτηθὲν καὶ ἀποπτύεσθαι τάχιστα, ὡς πάλιν ληφθῆναι δυνάμενον· καὶ οὕτως εὐεργεσία καθίσταται τὸ μὴ πρόχειρον τῆς εὐεργεσίας, τοῖς γε νοῦν ἔχουσι. τάχα δέ, ὡς μὴ ταὐτὸν ἡμᾶς τῷ πεσόντι ἑωσφόρῳ πάσχειν, ἐκ τοῦ τὸ φῶς ὅλον χωρῆσαι κατέναντι κυρίου παντοκρά τορος τραχηλιᾷν, καὶ πίπτειν ἐκ τῆς ἐπάρσεως πτῶμα πάντων ἐλεεινότατον. τυχὸν δέ, ἴν' ᾖ τι πλέον ἐκεῖθεν ἆθλον φιλοπονίας καὶ λαμπροῦ βίου τοῖς ἐνταῦθα κεκαθαρμένοις καὶ μακροθυμοῦσι πρὸς τὸ ποθούμενον. διὰ τοῦτο μέσος ἡμῶν τε καὶ θεοῦ ὁ σωματικὸς οὗτος ἵσταται γνόφος, ὥσπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰγυπτίων καὶ τῶν Ἑβραίων. καὶ τοῦτό ἐστιν ἴσως, ὃ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, τὴν ἡμετέραν παχύτητα, δι' ἣν ὀλίγοι καὶ μικρὸν διακύπτουσιν. τοῦτο μὲν οὖν φιλοσοφείτωσαν οἷς ἐπιμελὲς, καὶ ἀνίτωσαν ἐπὶ πλεῖστον τῆς διασκέψεως. ἡμῖν δ' οὖν ἐκεῖνο γνώριμον τοῖς δεσμίοις τῆς γῆς, ὅ φησιν ὁ θεῖος Ἰερεμίας, καὶ τὸ παχὺ τοῦτο σαρκίον περιβεβλημένοις, ὅτι ὥσπερ ἀδύνατον ὑπερβῆναι τὴν ἑαυτοῦ σκιάν, καὶ τῷ λίαν ἐπειγομένῳ, –φθάνει γὰρ ἀεὶ τοσοῦτον, ὅσον καταλαμβάνεται, –ἢ τοῖς ὁρατοῖς πλησιάσαι τὴν ὄψιν δίχα τοῦ ἐν μέσῳ φωτὸς καὶ ἀέρος, ἢ τῶν ὑδάτων ἔξω τὴν νηκτὴν φύσιν διολισθαίνειν, οὕτως ἀμήχανον τοῖς ἐν σώμασι δίχα τῶν σωματικῶν πάντῃ γενέσθαι μετὰ τῶν νοουμένων.
But as far as we have comprehended, measuring the difficult-to-see with small measures, perhaps it is so that the ease of acquisition may not make the loss of what is acquired easy; for what is acquired with toil is more likely to be retained, while what is acquired easily is very quickly spat out, as it can be taken again; and thus the lack of readiness in the benefaction becomes a benefit, at least for those who have sense. Perhaps also it is so that we may not suffer the same as the fallen Morning Star, who from having received the whole light before the Lord Almighty became haughty and fell from his exaltation a most pitiable fall. And perhaps it is so that there may be some further prize from there for industry and a bright life for those who are purified here and are patient for what they desire. For this reason, this bodily darkness stands between us and God, like the cloud of old between the Egyptians and the Hebrews. And this is perhaps what he set as darkness, a concealment of himself, our own thickness, through which few and only a little peep out. Let those who are concerned with this philosophize about it, and let them go as far as possible in the inquiry. But for us, prisoners of the earth, as the divine Jeremiah says, and clothed in this thick flesh, it is known that just as it is impossible to overstep one's own shadow, even for one who is very swift—for it always reaches as far as it is overtaken—or for the eyes to approach visible things without the light and air in between, or for the swimming nature to slip through outside the waters, so it is impossible for those in bodies to be altogether with the objects of the mind without bodily things.
ἀεὶ γάρ τι παρεμπεσεῖται τῶν ἡμετέρων, κἂν ὅτι μάλιστα χωρίσας ἑαυτὸν τῶν ὁρωμένων ὁ νοῦς, καὶ καθ' ἑαυτὸν γενόμενος, προσβάλλειν ἐπιχειρῇ τοῖς συγγενέσι καὶ ἀοράτοις. γνώσῃ δὲ οὕτως. Οὐ πνεῦμα καὶ πῦρ καὶ φῶς, ἀγάπη τε καὶ σοφία καὶ δικαιο σύνη, καὶ νοῦς καὶ λόγος, καὶ τὰ τοιαῦτα, αἱ προσηγορίαι τῆς πρώτης φύσεως; τί οὖν; ἢ πνεῦμα νοήσεις δίχα φορᾶς καὶ χύσεως; ἢ πῦρ ἔξω τῆς ὕλης, καὶ τῆς ἄνω φορᾶς, καὶ τοῦ ἰδίου χρώματός τε καὶ σχήματος; ἢ φῶς οὐκ ἀέρι σύγκρατόν τε καὶ ἀφετὸν τοῦ οἷον γεννῶντός τε καὶ φωτίζοντος; νοῦν δὲ τίνα; μὴ τὸν ἐν ἄλλῳ, καὶ οὗ κινήματα τὰ διανοήματα, ἠρεμοῦντα ἢ προβαλλόμενα; λόγον δὲ τίνα παρὰ τὸν ἡσυχάζοντα ἐν ἡμῖν, ἢ χεόμενον; ὀκνῶ γὰρ εἰπεῖν, λυόμενον. εἰ δὲ καὶ σοφίαν, τίνα παρὰ τὴν ἕξιν, καὶ τὴν ἐν τοῖς θεωρήμασιν, εἴτε θείοις, εἴτε καὶ ἀνθρωπίνοις; δικαιοσύνην τε καὶ ἀγάπην, οὐ διαθέσεις ἐπαινουμένας, καὶ τὴν μὲν τῆς ἀδικίας, τὴν δὲ τοῦ μίσους ἀντίπαλον, ἐπιτεινομένας τε καὶ ἀνιεμένας, προσ γινομένας τε καὶ ἀπογινομένας, καὶ ὅλως ποιούσας ἡμᾶς καὶ ἀλλοι ούσας, ὥσπερ αἱ χρόαι τὰ σώματα; ἢ δεῖ τούτων ἀποστάντας ἡμᾶς αὐτὸ καθ' ἑαυτὸ τὸ θεῖον ἐκ τούτων ἰδεῖν, ὡς οἷόν τε, μερικήν τινα φαντασίαν ἐκ τῶν εἰκασμάτων συλλεγομένους; τίς οὖν ἡ μηχανὴ ἐκ τούτων τε καὶ μὴ ταῦτα; ἢ πῶς ταῦτα πάντα, καὶ τελείως ἕκαστον, τὸ ἓν τῇ φύσει ἀσύνθετον καὶ ἀνείκαστον; οὕτω κάμνει ἐκβῆναι τὰ σωματικὰ ὁ ἡμέτερος νοῦς, καὶ γυμνοῖς ὁμιλῆσαι τοῖς ἀσωμάτοις, ἕως σκοπεῖ μετὰ τῆς ἰδίας ἀσθενείας τὰ ὑπὲρ δύναμιν. ἐπεὶ ἐφίεται μὲν πᾶσα λογικὴ φύσις θεοῦ καὶ τῆς πρώτης αἰτίας·
always something of our own will intrude, even if the mind, having separated itself as much as possible from visible things and become by itself, attempts to approach what is akin and invisible. You will know it thus. Are not spirit and fire and light, love and wisdom and justice, and mind and word, and such things, the appellations of the first nature? What then? Will you conceive spirit without motion and diffusion? Or fire apart from matter, and from upward motion, and from its own color and shape? Or light not mixed with air and separable from that which generates and illuminates it? And what mind? Not the one in another, whose movements are thoughts, at rest or projecting? And what word besides the one that is silent in us, or that which is poured out? I hesitate to say, dissolved. And if wisdom, what besides the disposition and that in speculations, whether divine or human? And justice and love, are they not praised dispositions, the one opposed to injustice, the other to hatred, intensified and relaxed, acquired and lost, and altogether making us and altering us, just as colors affect bodies? Or must we, standing apart from these, see the divine itself by itself from these, as far as possible, gathering some partial image from likenesses? What then is the device to be from these and yet not these? Or how are all these, and each perfectly, the one nature, uncompounded and without likeness? Thus our mind struggles to escape corporeal things and to commune with the incorporeal nakedly, as long as it considers with its own weakness things beyond its power. For every rational nature yearns for God and the first cause.
καταλαβεῖν δὲ ἀδυνατεῖ, δι' ἃς εἶπον αἰτίας. κάμνουσα δὲ τῷ πόθῳ, καὶ οἷον σφαδάζουσα, καὶ τὴν ζημίαν οὐ φέρουσα, δεύ τερον ποιεῖται πλοῦν, ἢ πρὸς τὰ ὁρώμενα βλέψαι, καὶ τούτων τι ποιῆσαι θεόν, κακῶς εἰδυῖα, –τί γὰρ τῶν ὁρατῶν τοῦ ὁρῶντος καὶ πόσον ἐστὶν ὑψηλότερόν τε καὶ θεοειδέστερον, ἵν' ᾖ τὸ μὲν προσκυνοῦν, τὸ δὲ προσκυνούμενον; –ἢ διὰ τοῦ κάλλους τῶν ὁρωμένων καὶ τῆς εὐταξίας θεὸν γνωρίσαι, καὶ ὁδηγῷ τῇ ὄψει τῶν ὑπὲρ τὴν ὄψιν χρήσασθαι, ἀλλὰ μὴ ζημιωθῆναι θεὸν διὰ τῆς μεγαλοπρεπείας τῶν ὁρωμένων.
14 Ἐντεῦθεν οἱ μὲν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ἀστέρων πλῆθος, οἱ δὲ οὐρανὸν αὐτὸν ἅμα τούτοις, οἷς καὶ τὸ πᾶν ἄγειν δεδώκασι κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς κινήσεως· οἱ δὲ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, διὰ τὸ χρειῶδες, ὧν ἄνευ οὐδὲ συστῆναι δυνατὸν τὸν ἀνθρώπινον βίον· οἱ δὲ ὅ τι τύχοιεν ἕκαστος τῶν ὁρατῶν
ἐσεβάσθησαν, ὧν ἑώρων τὰ κάλλιστα θεοὺς προστησάμενοι. εἰσὶ δὲ οἳ καὶ εἰκόνας καὶ πλάσματα, πρῶτα μὲν τῶν οἰκείων, οἵ γε περιπαθέστεροι καὶ σωματικώτεροι, καὶ τιμῶντες τοὺς ἀπελθόντας τοῖς ὑπομνήμασιν· ἔπειτα καὶ τῶν ξένων, οἱ μετ' ἐκείνους καὶ μακρὰν ἀπ' ἐκείνων, ἀγνοίᾳ τῆς πρώτης φύσεως, καὶ ἀκολουθίᾳ τῆς παραδοθείσης τιμῆς, ὡς ἐννόμου καὶ ἀναγκαίας, ἐπειδὴ χρόνῳ τὸ ἔθος βεβαιωθὲν ἐνομίσθη νόμος. οἶμαι δὲ καὶ δυναστείαν τινὲς θεραπεύοντες, καὶ ῥώμην ἐπαινέσαντες, καὶ κάλλος θαυμάσαντες, θεὸν ἐποίησαν τῷ χρόνῳ τὸν τιμώμενον, προσλαβόμενοί τινα καὶ μῦθον τῆς ἐξεπάτης ἐπίκουρον.
But to comprehend it is impossible, for the reasons I have stated. And being weary with longing, and, as it were, struggling, and not bearing the loss, it makes a second voyage, either to look at visible things and to make some one of them a god, knowing ill—for what of visible things is higher and more godlike than the one who sees, and how great is the difference, that one should be the worshipper and the other the worshipped?—or to recognize God through the beauty of visible things and their good order, and to use sight as a guide to things beyond sight, but not to lose God through the magnificence of visible things.
14 Hence some have worshipped the sun, others the moon, others the host of stars, others the heaven itself together with these, to which they have also assigned the governance of the whole according to the quality or quantity of their motion; others the elements—earth, water, air, fire—because of their usefulness, without which human life cannot subsist; others whatever each chanced upon among visible things, setting up as gods the most beautiful things they saw. There are also those who have worshipped images and statues, first of their own kindred—those who are more emotional and more corporeal, honoring the departed with memorials; then also of strangers, those after them and far removed from them, in ignorance of the first nature, and in consequence of the honor handed down, as if it were lawful and necessary, since custom, confirmed by time, came to be considered law. And I think that some, flattering power, praising strength, and admiring beauty, have made a god in time of the one honored, also taking up some myth as an aid to deception.
Οἱ ἐμπαθέστεροι δὲ αὐτῶν καὶ τὰ πάθη θεοὺς ἐνόμισαν, ἢ θεοῖς ἐτίμησαν, θυμόν, καὶ μιαιφονίαν, καὶ ἀσέλγειαν, καὶ μέθην, καὶ οὐκ οἶδ' ὅ τι ἄλλο τῶν τούτοις παραπλησίων, οὐ καλὴν οὐδὲ δικαίαν ταύτην ἀπολογίαν εὑράμενοι τῶν οἰκείων ἁμαρτημάτων. καὶ τοὺς μὲν ἀφῆκαν κάτω, τοὺς δὲ ὑπὸ γῆν ἔκρυψαν, –τοῦτο συνετῶς μόνον, –τοὺς δὲ ἀνήγαγον εἰς τὸν οὐρανόν. ὢ τῆς γελοίας κληροδοσίας. εἶτα ἑκάστῳ τῶν πλασμάτων ὄνομά τι θεῶν ἢ δαι μόνων ἐπιφημίσαντες, κατὰ τὴν ἐξουσίαν καὶ αὐτονομίαν τῆς πλάνης, καὶ ἀγάλματα ἱδρυσάμενοι, ὧν καὶ τὸ πολυτελὲς δέλεαρ, αἵμασί τε καὶ κνίσσαις, ἔστι δὲ οἵ γε καὶ πράξεσι λίαν αἰσχραῖς, μανίαις τε καὶ ἀνθρωποκτονίαις, τιμᾷν τοῦτο ἐνόμισαν. τοιαύτας γὰρ ἔπρεπεν εἶναι θεῶν τοιούτων καὶ τὰς τιμάς. ἤδη δὲ καὶ κνωδάλοις, καὶ τετραπόδοις, καὶ ἑρπετοῖς, καὶ τούτων τοῖς αἰσχίστοις τε καὶ γελοιοτάτοις, ἑαυτοὺς καθύβρισαν, καὶ τούτοις φέροντες τὴν τοῦ θεοῦ δόξαν προσέθηκαν· ὡς μὴ ῥᾴδιον εἶναι κρῖναι, ποτέρον δεῖ καταφρονεῖν μᾶλλον τῶν προσκυνούντων ἢ τῶν προσκυνουμένων. τάχα δὲ καὶ πολὺ πλέον τῶν λατρευόντων, ὅτι λογικῆς ὄντες φύσεως, καὶ χάριν θεοῦ δεξάμενοι, τὸ χεῖρον ὡς ἄμεινον προεστήσαντο. καὶ τοῦτο τοῦ πονηροῦ τὸ σόφισμα, τῷ καλῷ καταχρησαμένου πρὸς τὸ κακόν, οἷα τὰ πολλὰ τῶν ἐκείνου κακουργημάτων. παραλαβὼν γὰρ αὐτῶν τὸν πόθον πλανώμενον κατὰ θεοῦ ζήτησιν, ἵν' εἰς ἑαυτὸν περισπάσῃ τὸ κράτος, καὶ κλέψῃ τὴν ἔφεσιν, ὥσπερ τυφλὸν χειραγωγῶν ὁδοῦ τινὸς ἐφιέμενον, ἄλλους ἀλλαχοῦ κατεκρήμνισε, καὶ διέσπειρεν εἰς ἕν τι θανάτου καὶ ἀπωλείας βάραθρον.
The more passionate among them even considered the passions to be gods, or honored as gods such things as anger, bloodshed, licentiousness, drunkenness, and I know not what else akin to these, finding in this no fair or just excuse for their own sins. And some they left below, others they hid beneath the earth—this alone they did sensibly—and others they raised up to heaven. O what a ridiculous allotment! Then, having affixed to each of their creations the name of some god or demon, according to the authority and self-will of their error, and having set up images, whose costly bait is there, they thought to honor this with blood and burnt offerings, and some even with utterly shameful acts, with frenzies and human sacrifices. For such honors were fitting for such gods. And already they have debased themselves with beasts, quadrupeds, reptiles, and with the most shameful and ridiculous of these, and have attached to them the glory of God, so that it is not easy to judge whether one should rather despise the worshippers or the worshipped. Perhaps indeed much more the worshippers, because, being of rational nature and having received the grace of God, they set the worse before them as the better. And this is the cunning device of the Evil One, who misused the good for evil, as is the case with many of his malefactions. For having taken their desire, which was wandering in search of God, in order to draw the power to himself and steal their longing, like one leading a blind man who yearns for a certain road, he cast them down in different directions and scattered them into some abyss of death and destruction.
16 Οὗτοι μὲν δὴ ταῦτα· ἡμᾶς δὲ ὁ λόγος δεξάμενος ἐφιεμένους θεοῦ, καὶ μὴ ἀνεχομένους τὸ ἀνηγεμόνευτόν τε καὶ ἀκυβέρνητον, εἶτα τοῖς ὁρωμένοις προσβάλλων καὶ τοῖς ἀπαρχῆς ἐντυγχάνων, οὔτε μέχρι τούτων ἔστησεν, –οὐ γὰρ ἦν λόγου δοῦναι τὴν ἡγεμονίαν τοῖς ὁμοτίμοις κατὰ τὴν αἴσθησιν, –καὶ διὰ τούτων ἄγει πρὸς τὸ ὑπὲρ ταῦτα, καὶ δι' οὗ τούτοις τὸ εἶναι περίεστιν. τί γὰρ τὸ τάξαν τὰ οὐράνια καὶ τὰ ἐπίγεια, ὅσα τε δι' ἀέρος καὶ ὅσα καθ' ὕδατος, μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανόν, καὶ γῆν, καὶ ἀέρα, καὶ φύσιν ὕδατος; τίς ταῦτα ἔμιξε καὶ ἐμέρισεν; τίς ἡ κοινωνία τούτων πρὸς ἄλληλα, καὶ συμφυία, καὶ σύμπνοια; ἐπαινῶ γὰρ τὸν εἰρηκότα, κἂν ἀλλότριος ᾖ. τί τὸ ταῦτα κεκινηκὸς καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; ἆρ' οὐχ ὁ τεχνίτης τούτων, καὶ πᾶσι λόγον ἐνθείς, καθ' ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; τίς δὲ ὁ τεχνίτης τούτων; ἆρ' οὐχ ὁ πεποιηκὼς ταῦτα καὶ εἰς τὸ εἶναι παραγαγών; οὐ γὰρ δὴ τῷ αὐτομάτῳ δοτέον τοσαύτην δύναμιν. ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου. τίνος τὸ τάξαι; καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν. τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ' οὓς πρῶτον ὑπέστη λόγους; ἑτέρου τινός, ἢ τοῦ αὐτομάτου; ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. τοῦτο δὲ τί ποτε ἄλλο πλὴν θεός; οὕτως ὁ ἐκ θεοῦ λόγος, καὶ πᾶσι σύμφυτος, καὶ πρῶτος ἐν ἡμῖν νόμος, καὶ πᾶσι συνημμένος, ἐπὶ θεὸν ἡμᾶς ἀνήγαγεν ἐκ τῶν ὁρωμένων. καὶ δὴ λέγωμεν ἀρξάμενοι πάλιν. Θεόν, ὅ τί ποτε μέν ἐστι τὴν φύσιν καὶ τὴν οὐσίαν, οὔτε τις εὗρεν ἀνθρώπων πώποτε, οὔτε μὴ εὕρῃ.
These then are those things. But as for us, reason, having received us who yearn for God and cannot endure what is unguided and unsteered, and then applying itself to visible things and encountering them from the beginning, did not stop at these—for it was not reasonable to give leadership to things of equal rank according to perception—and through these it leads us to what is beyond them, and to that by which these things have their being. For what is it that ordered the heavenly and the earthly, all that is through the air and all that is in water, and even more than these, heaven, earth, air, and the nature of water? Who mixed and divided these? What is the community of these with each other, their growing together, and their common breath? For I praise the one who said this, even if he is a stranger. What is it that has set these in motion and leads the unceasing and unhindered motion? Is it not the craftsman of these things, who has placed reason in all, according to which the whole is borne and conducted? And who is the craftsman of these things? Is it not the one who made them and brought them into being? For we must not attribute such power to chance. For let the coming to be be from chance. To whom does the ordering belong? And this, if you wish, let us grant. To whom does the preserving and guarding according to the principles by which they first subsisted belong? To some other, or to chance? Clearly to some other besides chance. And what else is this but God? Thus reason from God, innate in all, and the first law in us, and conjoined to all, has led us up to God from visible things. And so let us begin again. What God is in nature and essence, no human has ever found, nor will ever find.
ἀλλ' εἰ μὲν εὑρήσει ποτέ, ζητείσθω τοῦτο καὶ φιλοσοφείσθω παρὰ τῶν βουλομένων. εὑρήσει δέ, ὡς ἐμὸς λόγος, ἐπειδὰν τὸ
θεοειδὲς τοῦτο καὶ θεῖον, λέγω δὲ τὸν ἡμέτερον νοῦν τε καὶ λόγον, τῷ οἰκείῳ προσμίξῃ, καὶ ἡ εἰκὼν ἀνέλθῃ πρὸς τὸ ἀρχέτυπον, οὗ νῦν ἔχει τὴν ἔφεσιν. καὶ τοῦτο εἶναί μοι δοκεῖ τὸ πάνυ φιλοσοφούμενον, ἐπιγνώσεσθαι ποτε ἡμᾶς, ὅσον ἐγνώσμεθα. τὸ δὲ νῦν εἶναι βραχεῖά τις ἀπορροὴ πᾶν τὸ εἰς ἡμᾶς φθάνον, καὶ οἷον μεγάλου φωτὸς μικρὸν ἀπαύγασμα. ὥστε καὶ εἴ τις ἔγνω θεόν, ἢ ἐγνωκέναι μεμαρτύρηται, τοσοῦτον ἔγνω, ὅσον ἄλλου μὴ τὸ ἴσον ἐλλαμφθέντος φανῆναι φωτοειδέστερος. καὶ τὸ ὑπερβάλλον τέλειον ἐνομίσθη, οὐ τῇ ἀληθείᾳ, τῇ δὲ τοῦ πλησίον δυνάμει παραμετρούμενον.
18 Διὰ τοῦτο Ἐνὼς μὲν ἤλπισεν ἐπικαλεῖσθαι τὸν κύριον. ἐλπὶς τὸ κατορθούμενον ἦν, καὶ τοῦτο οὐ γνώσεως, ἀλλ' ἐπικλήσεως. Ἐνὼχ δὲ μετετέθη μέν, οὔπω δὲ δῆλον, εἰ θεοῦ φύσιν περιλαβὼν ἢ περιληψόμενος. τοῦ δὲ Νῶε καλὸν ἡ εὐαρέστησις, τοῦ καὶ κόσμον ὅλον ἐξ ὑδάτων διασώσασθαι πιστευθέντος, ἢ κόσμου σπέρματα, ξύλῳ μικρῷ φεύγοντι τὴν ἐπίκλυσιν. Ἀβραὰμ δὲ ἐδικαιώθη μὲν ἐκ πίστεως, ὁ μέγας πατριάρχης, καὶ θύει θυσίαν ξένην καὶ τῆς μεγάλης ἀντίτυπον. θεὸν δὲ οὐχ ὡς θεὸν εἶδεν, ἀλλ' ὡς ἄνθρωπον ἔθρεψε, καὶ ἐπῃνέθη, σεβασθεὶς ὅσον κατέλαβεν.
But whether it will ever find it, let this be investigated and philosophized by those who wish. It will find it, in my account, when this godlike and divine thing—I mean our mind and reason—mingles with its own kind, and the image ascends to the archetype, for which it now has the desire. And this seems to me to be the whole point of philosophy: that we will one day know to the extent that we are known. But for now, everything that reaches us is a small outflow, like a tiny gleam from a great light. So that even if someone has known God, or is attested to have known him, he has known only as much as one who, having been illuminated more than another, appears more luminous. And the surpassing degree was considered perfect, not in truth, but measured by the capacity of the neighbor.
18 For this reason Enos hoped to call upon the Lord. The hope was the achievement, and this was not of knowledge, but of invocation. Enoch was translated, but it is not yet clear whether he comprehended or will comprehend the nature of God. Noah’s merit was his good standing, he who was entrusted with saving the whole world from the waters, or the seeds of the world, on a small ark fleeing the flood. Abraham was justified by faith, the great patriarch, and he offers a strange sacrifice, a type of the great one. But he did not see God as God; he fed him as a man, and was praised, having revered as much as he comprehended.
Ἰακὼβ δὲ κλίμακα μὲν ὑψηλὴν ἐφαντάσθη τινά, καὶ ἀγγέλων ἄνοδον, καὶ στήλην ἀλείφει μυστικῶς, ἴσως ἵνα τὸν ὑπὲρ ἡμῶν ἀλειφέντα λίθον παραδηλώσῃ, καὶ Εἶδος Θεοῦ τόπῳ τινὶ προσηγορίαν δίδωσιν εἰς τιμὴν τοῦ ὀφθέντος, καὶ ὡς ἀνθρώπῳ τῷ θεῷ προσπαλαίει, ἥτις ποτέ ἐστιν ἡ πάλη θεοῦ πρὸς ἄνθρωπον, ἢ τάχα τῆς ἀνδρω πίνης ἀρετῆς πρὸς θεὸν ἀντεξέτασις, καὶ σύμβολα τῆς πάλης ἐπὶ τοῦ σώματος φέρει, τὴν ἧτταν παραδεικνύντα τῆς γενητῆς φύσεως, καὶ ἆθλον εὐσεβείας τὴν μεταβολὴν τῆς προσηγορίας λαμβάνει, μετονομασθεὶς ἀντὶ Ἰακὼβ Ἰσραήλ, τοῦτο δὴ τὸ μέγα καὶ τίμιον ὄνομα· ἐκεῖνο δὲ οὔτε αὐτὸς οὔτε τις ὑπὲρ αὐτὸν μέχρι σήμερον ἐκαυχήσατο τῶν δώδεκα φυλῶν, ὧν πατὴρ ἦν, ὅτι θεοῦ φύσιν ἢ ὄψιν ὅλην ἐχώρησεν.
19 Ἠλίᾳ δὲ οὔτε πνεῦμα βίαιον, οὔτε πῦρ, οὔτε συσσεισμός, ὡς τῆς ἱστορίας ἀκούεις, ἀλλ' ἡ αὔρα τις ὀλίγη τὴν τοῦ θεοῦ παρου σίαν, καὶ ταῦτα οὐ φύσιν, ἐσκιαγράφησεν· Ἠλίᾳ τίνι; ὃν καὶ ἅρμα πυρὸς ἀνάγει πρὸς οὐρανόν, δηλοῦν τοῦ δικαίου τὸ ὑπὲρ ἄνθρωπον. Μανωὲ δὲ τὸν κριτὴν πρότερον, καὶ Πέτρον τὸν μαθητὴν ὕστερον, πῶς οὐ τεθαύμακας; τὸν μὲν οὐδὲ ὄψιν φέροντα τοῦ φαντασθέντος θεοῦ, καὶ διὰ τοῦτο, Ἀπολώλαμεν, ὦ γύναι, λέγοντα, θεὸν ἑωρά καμεν· ὡς οὐ χωρητῆς οὔσης ἀνθρώποις οὐδὲ φαντασίας θείας, μὴ ὅτι γε φύσεως· τὸν δὲ καὶ τὸν φαινόμενον Χριστὸν τῷ πλοίῳ μὴ προσιέμενον, καὶ διὰ τοῦτο ἀποπεμπόμενον. καίτοιγε θερμό τερος τῶν ἄλλων εἰς ἐπίγνωσιν Χριστοῦ Πέτρος, καὶ διὰ τοῦτο μακαριζόμενος, καὶ τὰ μέγιστα πιστευόμενος.
Jacob envisioned a high ladder, an ascent of angels, and anointed a pillar mystically, perhaps to prefigure the stone anointed for our sake, and gave the name "Place of God" to a certain location in honor of what was seen, and wrestled with God as with a man—whatever that wrestling of God with a man may be, or perhaps the testing of human virtue against God—and bears on his body the marks of the wrestling, showing the defeat of the created nature, and receives as a prize for piety the change of his name, being renamed Israel instead of Jacob—that great and honorable name. But neither he nor anyone above him among the twelve tribes of which he was father has boasted up to this day that he comprehended the nature or entire vision of God.
To Elijah, neither a violent wind, nor fire, nor an earthquake—as you hear in the story—but a slight breeze sketched the presence of God, and this not the nature. To which Elijah? The one whom a fiery chariot carries up to heaven, showing the righteous man's transcendence of humanity. Manoah the judge earlier, and Peter the disciple later—how have you not marveled? The former could not even bear the vision of the God he saw, and therefore said, "We are lost, O wife, for we have seen God," since not even a divine vision is comprehensible to humans, let alone the nature. The latter did not accept the Christ who appeared to him in the boat, and for that reason was sent away. Yet Peter was more fervent than the others in recognizing Christ, and for this reason was blessed and entrusted with the greatest things.
τί δ' ἂν εἴποις περὶ Ἠσαίου, καὶ Ἰεζεχιὴλ τοῦ τῶν μεγίστων ἐπόπτου, καὶ τῶν λοιπῶν προφητῶν; ὧν ὁ μὲν τὸν Κύριον Σαβαὼθ εἶδε καθήμενον ἐπὶ θρόνου δόξης, καὶ τοῦτον ὑπὸ τῶν ἑξαπτερύγων σεραφὶμ κυκλούμενον καὶ αἰνούμενον καὶ ἀποκρυπτόμενον, ἑαυτόν τε τῷ ἄνθρακι καθαιρόμενον, καὶ πρὸς τὴν προφητείαν καταρτιζόμενον· ὁ δὲ καὶ τὸ ὄχημα τοῦ θεοῦ τὰ χερουβὶμ διαγράφει, καὶ τὸν ὑπὲρ αὐτῶν θρόνον, καὶ τὸ ὑπὲρ αὐτοῦ στερέωμα, καὶ τὸν ἐν τῷ στερεώματι φανταζόμενον, καὶ φωνὰς δή τινας, καὶ ὁρμάς, καὶ πράξεις, καὶ ταῦτα εἴτε φαντασία τις ἦν ἡμερινή, μόνοις θεωρητὴ τοῖς ἁγίοις, εἴτε νυκτὸς ἀψευδὴς ὄψις, εἴτε τοῦ ἡγεμονικοῦ τύπωσις συγγινομένη τοῖς μέλλουσιν ὡς παροῦσιν, εἴτε τι ἄλλο προφητείας εἶδος ἀπόρρητον, οὐκ ἔχω λέγειν· ἀλλ' οἶδεν ὁ τῶν προφητῶν θεός, καὶ οἱ τὰ τοιαῦτα ἐνεργούμενοι. πλὴν οὔτε οὗτοι περὶ ὧν ὁ λόγος, οὔτε τις ἄλλος τῶν κατ' αὐτούς, ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ κυρίου, κατὰ τὸ γεγραμμένον, οὐδὲ θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν.
What would you say about Isaiah, and Ezekiel, the beholder of the greatest visions, and the rest of the prophets? Of whom one saw the Lord Sabaoth seated on a throne of glory, and this one surrounded by the six-winged seraphim, praised and hidden, and himself purified by the coal, and prepared for prophecy; and the other describes the chariot of God, the cherubim, and the throne above them, and the firmament above that, and the one appearing in the firmament, and certain voices, and movements, and actions—and whether this was a daytime vision, visible only to the saints, or a truthful night vision, or an impression of the ruling mind communing with future things as if present, or some other ineffable form of prophecy, I cannot say; but the God of the prophets knows, and those who are engaged in such things. Yet neither these, of whom the account speaks, nor any other like them, stood in the hypostasis and essence of the Lord, according to what is written, nor did they see or declare the nature of God.
20 Παύλῳ δὲ εἰ μὲν ἔκφορα ἦν ἃ παρέσχεν ὁ τρίτος οὐρανός, καὶ ἡ μέχρις ἐκείνου πρόοδος ἢ ἀνάβασις ἢ ἀνάληψις, τάχα ἄν τι περὶ θεοῦ πλέον ἔγνωμεν, εἴπερ τοῦτο ἦν τὸ τῆς ἁρπαγῆς μυστήριον. ἐπεὶ δὲ ἄρρητα ἦν, καὶ ἡμῖν σιωπῇ τιμάσθω. τοσοῦτον δὲ ἀκούσω μεν αὐτοῦ Παύλου λέγοντος, ὅτι ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. ταῦτα καὶ τὰ τοιαῦτα ὁμολογεῖ ὁ μὴ ἰδιώτης τὴν γνῶσιν, ὁ δοκιμὴν ἀπειλῶν τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ὁ μέγας τῆς ἀληθείας προαγωνιστὴς καὶ διδάσκαλος. διὸ καὶ πᾶσαν τὴν κάτω γνῶσιν οὐδὲν ὑπὲρ τὰ ἔσοπτρα καὶ τὰ αἰνίγματα τίθεται, ὡς ἐν μικροῖς τῆς ἀληθείας ἱσταμένην ἰνδάλμασιν. εἰ δὲ μὴ λίαν δοκῶ τισὶ περιττὸς καὶ περίεργος τὰ τοιαῦτα ἐξετάζων, οὐδὲ ἄλλα τινὰ τυχὸν ἢ ταῦτα ἦν, ἃ μὴ δύναται νῦν βασταχθῆναι, ἅπερ ὁ Λόγος αὐτὸς ὑπῃνίσσετο, ὥς ποτε βασταχθησόμενα καὶ τρανωθησόμενα· καὶ ἃ μηδ' ἂν αὐτὸν δυνηθῆναι χωρῆσαι τὸν κάτω κόσμον Ἰωάννης ὁ τοῦ Λόγου πρόδρομος, ἡ μεγάλη τῆς ἀληθείας φωνή, διωρίζετο.
As for Paul, if the things which the third heaven provided, and the progress or ascent or assumption up to that point, were communicable, we might perhaps have known something more about God, if indeed that was the mystery of the rapture. But since they were ineffable, let them be honored by us with silence. Let us, however, hear Paul himself saying this much, that we know in part and prophesy in part. These and similar things are confessed by one who is no layman in knowledge, who threatens the test of the Christ speaking in him, the great champion and teacher of the truth. For this reason he sets all lower knowledge as nothing beyond mirrors and riddles, as standing in small images of the truth. And if I do not seem to some too superfluous and meddlesome in examining such things, perhaps these were none other than those which cannot now be borne, which the Word himself hinted at, as things that will one day be borne and made clear; and which John, the forerunner of the Word, the great voice of the truth, declared that even the lower world itself could not contain.
21 Πᾶσα μὲν οὖν ἀλήθεια καὶ πᾶς λόγος δυστέκμαρτός τε καὶ δυσθεώρητος· καὶ οἷον ὀργάνῳ μικρῷ μεγάλα δημιουργοῦμεν, τῇ ἀνθρωπίνῃ σοφίᾳ τὴν τῶν ὄντων γνῶσιν θηρεύοντες, καὶ τοῖς νοητοῖς προσβάλλοντες μετὰ τῶν αἰσθήσεων, ἢ οὐκ ἄνευ αἰσθή σεων, ὑφ' ὧν περιφερόμεθα καὶ πλανώμεθα, καὶ οὐκ ἔχομεν γυμνῷ τῷ νοὶ γυμνοῖς τοῖς πράγμασιν ἐντυγχάνοντες μᾶλλόν τι προσιέναι τῇ ἀληθείᾳ, καὶ τὸν νοῦν τυποῦσθαι ταῖς καταλήψεσιν. ὁ δὲ περὶ θεοῦ λόγος, ὅσῳ τελεώτερος, τοσούτῳ δυσεφικτότερος, καὶ πλείους τὰς ἀντιλήψεις ἔχων καὶ τὰς λύσεις ἐργωδεστέρας. πᾶν γὰρ τὸ ἐνιστάμενον, κἂν βραχύτατον ᾖ, τὸν τοῦ λόγου δρόμον ἐπέσχε καὶ διεκώλυσε, καὶ τὴν εἰς τὸ πρόσω φορὰν διέκοψεν· ὥσπερ οἱ τοὺς ἵππους τοῖς ῥυτῆρσιν ἀθρόως μεθέλκοντες φερομένους, καὶ τῷ ἀδοκήτῳ τοῦ τιναγμοῦ περιτρέποντες. οὕτω Σολομὼν μέν, ὁ σοφι σάμενος περισσὰ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν καὶ καθ' ἑαυτόν, ᾧ τὸ τῆς καρδίας πλάτος δῶρον θεοῦ, καὶ ἡ ψάμμου δαψιλεστέρα χύσις τῆς θεωρίας, ὅσῳ πλέον ἐμβατεύει τοῖς βάθεσι, τοσούτῳ πλέον ἰλιγγιᾷ, καὶ τέλος τι ποιεῖται σοφίας εὑρεῖν ὅσον διέφυγεν. Παῦλος δὲ πειρᾶται μὲν ἐφικέσθαι, οὔπω λέγω τῆς τοῦ θεοῦ φύσεως, τοῦτο γὰρ ᾔδει παντελῶς ἀδύνατον ὄν, ἀλλὰ μόνον τῶν τοῦ θεοῦ κριμάτων· ἐπεὶ δὲ οὐχ εὑρίσκει διέξοδον οὐδὲ στράσιν τῆς ἀναβάσεως, οὐδὲ εἴς τι φανερὸν τελευτᾷ πέρας ἡ πολυπραγμοσύνη τῆς διανοίας, ἀεί τινος ὑποφαινομένου τοῦ λείποντος· ὢ τοῦ θαύματος (ἵνα καὶ αὐτὸς πάθω τὸ ἴσον).
Every truth and every account is both hard to discern and hard to contemplate; and as if with a small tool we fashion great things, hunting down the knowledge of beings with human wisdom, and attacking intelligible things with the senses, or not without the senses, by which we are carried about and wander, and we do not, with the naked mind encountering naked realities, approach the truth any more, nor is the mind formed by its apprehensions. But the account concerning God, the more perfect it is, the more difficult to attain, and it has more objections and more laborious solutions. For every objection, even the slightest, checks and hinders the course of the argument, and breaks its forward motion, just as those who suddenly pull back the reins on horses in full career overturn them by the unexpectedness of the jolt. Thus Solomon, who was wise beyond all who came before him and beyond himself, to whom the breadth of heart was a gift of God, and the outpouring of contemplation more abundant than sand, the more he delves into the depths, the more he grows dizzy, and makes it an end of wisdom to find how much has escaped him. And Paul attempts to reach, I do not say the nature of God—for he knew this to be utterly impossible—but only the judgments of God; but since he finds no way out nor any resting place for the ascent, nor does the meddlesomeness of the mind end in any clear limit, with something lacking always appearing—O the wonder (that I too may suffer the same).
ἐκπλήξει περιγράφει τὸν λόγον, καὶ πλοῦτον Θεοῦ καὶ βάθος τὸ τοιοῦτο καλεῖ, καὶ ὁμολογεῖ τῶν τοῦ θεοῦ κριμάτων τὸ ἀκατάληπτον, μονονουχὶ τὰ αὐτὰ τῷ Δαβὶδ φθεγγόμενος, ποτὲ μὲν ἄβυσσον πολλὴν ὀνομάζοντι τὰ τοῦ θεοῦ κρίματα, ἧς οὐκ ἔστι τὴν ἕδραν ἢ μέτρῳ ἢ αἰσθήσει λαβεῖν, ποτὲ δὲ τεθαυμαστῶσθαι τὴν γνῶσιν ἐξ ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ συστάσεως λέγοντι, κεκραταιῶσθαί τε πλέον ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ περίδραξιν.
22 Ἵνα γὰρ τἄλλα ἐάσας, φησί, πρὸς ἐμαυτὸν βλέψω, καὶ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν καὶ σύμπηξιν, τίς ἡ μίξις ἡμῶν; τίς ἡ κίνη σις; πῶς τὸ ἀθάνατον τῷ θνητῷ συνεκράθη; πῶς κάτω ῥέω, καὶ ἄνω φέρομαι; πῶς ψυχὴ περιγράφεται; πῶς ζωὴν δίδωσι, καὶ πάθους μεταλαμβάνει; πῶς ὁ νοῦς καὶ περιγραπτὸς καὶ ἀόριστος, ἐν ἡμῖν μένων, καὶ πάντα ἐφοδεύων τάχει φορᾶς καὶ ῥεύσεως; πῶς μεταλαμβάνεται λόγῳ καὶ μεταδίδοται, καὶ δι' ἀέρος χωρεῖ, καὶ μετὰ τῶν πραγμάτων εἰσέρχεται; πῶς αἰσθήσει κοινωνεῖ, καὶ συστέλλεται ἀπὸ τῶν αἰσθήσεων; καὶ ἔτι πρὸ τούτων, τίς ἡ πρώτη πλάσις ἡμῶν καὶ σύστασις ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ; καὶ τίς ἡ τελευταία μόρφωσις καὶ τελείωσις; τίς ἡ τῆς τροφῆς ἔφεσις καὶ διάδοσις; καὶ τίς ἤγαγεν ἐπὶ τὰς πρώτας πηγὰς καὶ τοῦ ζῆν ἀφορμὰς αὐτο μάτως; πῶς σιτίοις μὲν σῶμα, λόγῳ δὲ ψυχὴ τρέφεται; τίς ἡ τῆς φύσεως ὁλκὴ καὶ πρὸς
amazement circumscribes the account, and calls such a thing wealth of God and depth, and confesses the incomprehensibility of the judgments of God, almost uttering the same words as David, who sometimes calls the judgments of God a great abyss, whose seat cannot be grasped either by measure or by sense, and sometimes says that knowledge is to be wondered at from himself and his own constitution, and that it is strengthened more than according to his own power and grasp.
For, leaving aside other things, he says, I will look to myself, and to the whole human nature and composition: what is our mixture? what is our motion? how was the immortal blended with the mortal? how do I flow downward and am borne upward? how is the soul circumscribed? how does it give life and partake of passion? how is the mind both circumscribed and unlimited, remaining in us and traversing everything with the speed of motion and flux? how is it received by reason and transmitted, and how does it pass through air and enter with things? how does it commune with sense and withdraw from the senses? and before these, what is our first formation and constitution in the workshop of nature? and what is the final shaping and perfection? what is the desire for and distribution of food? and what led to the first sources and starting points of life spontaneously? how is the body nourished by foods, but the soul by reason? what is the attraction of nature and toward
ἄλληλα σχέσις τοῖς γεννῶσι καὶ τοῖς γεννω μένοις, ἵνα τῷ φίλτρῳ συνέχηται; πῶς ἑστηκότα τε τὰ εἴδη καὶ τοῖς χαρακτῆρσι διεστηκότα, ὧν τοσούτων ὄντων αἱ ἰδιότητες ἀνέφικτοι; πῶς τὸ αὐτὸ ζῶον θνητὸν καὶ ἀθάνατον, τὸ μὲν τῇ μεταστάσει, τὸ δὲ τῇ γεννήσει; τὸ μὲν γὰρ ὑπεξῆλθε, τὸ δὲ ἀντεισῆλθεν, ὥσπερ ἐν ὁλκῷ ποταμοῦ μὴ ἑστῶτος καὶ μένοντος. πολλὰ δ' ἂν ἔτι φιλοσοφήσαις περὶ μελῶν καὶ μερῶν, καὶ τῆς πρὸς ἄλληλα τούτων εὐαρμοστίας, πρὸς χρείαν τε ὁμοῦ καὶ κάλλος συνεστώτων τε καὶ διεστώτων, προεχόντων τε καὶ προεχομένων, ἑνουμένων τε καὶ σχιζομένων, περιεχόντων τε καὶ περιεχομένων, νόμῳ καὶ λόγῳ φύσεως. πολλὰ περὶ φωνῶν καὶ ἀκοῶν· πῶς αἱ μὲν φέρονται διὰ τῶν φωνητικῶν ὀργάνων, αἱ δὲ ὑποδέχονται, διὰ τῆς ἐν μέσῳ τοῦ ἀέρος πληγῆς καὶ τυπώσεως ἀλλήλαις ἐπιμιγνύμεναι. πολλὰ περὶ ὄψεως ἀρρήτως κοινωνούσης τοῖς ὁρατοῖς, καὶ μόνῳ τῷ βούλεσθαι καὶ ὁμοῦ κινουμένης, καὶ ταὐτὸν τῷ νοὶ πασχούσης· μετὰ γὰρ τοῦ ἴσου τάχους ἐκεῖνός τε μίγνυται τοῖς νοουμένοις καὶ αὕτη τοῖς ὁρωμένοις. πολλὰ περὶ τῶν ἄλλων αἰσθήσεων, αἳ παραδοχαί τινές εἰσι τῶν ἔξωθεν, λόγῳ μὴ θεωρούμεναι. πολλὰ περὶ τῆς ἐν ὕπνοις ἀναπαύσεως, καὶ τῆς δι' ὀνειράτων ἀναπλάσεως, μνήμης τε καὶ ἀναμνήσεως, λογισμοῦ τε καὶ θυμοῦ καὶ ἐφέσεως, καὶ συντόμως εἰπεῖν, ὅσοις ὁ μικρὸς οὗτος κόσμος διοικεῖται, ὁ ἄνθρωπος. Βούλεισοι καὶ τὰς τῶν ἄλλων ζώων διαφορὰς πρός τε ἡμᾶς καὶ πρὸς ἄλληλα, φύσεις τε καὶ γενέσεις καὶ ἀνατροφάς, καὶ χώρας, καὶ ἤθη, καὶ οἷον πολιτείας καταριθμήσωμαι; πῶς τὰ μὲν ἀγελαῖα, τὰ δὲ μοναδικά;
the relation of parents to offspring, that they may be held together by affection? How the forms are fixed and distinct in their characters, and yet so many that their properties are beyond reach? How the same animal is both mortal and immortal—mortal by its passing away, immortal by generation? For one has departed, the other has entered in its place, as in the flow of a river that does not stand still. And you might still philosophize much about limbs and parts, and the harmonious arrangement of these toward one another, their fitting together and standing apart for both use and beauty, their projecting and being projected, their being united and divided, their containing and being contained, according to the law and reason of nature. Much about voices and hearings: how some are carried through the vocal organs, while others receive them, mingling with one another through the striking and impression of the air in between. Much about sight, which communicates ineffably with visible things, moving at the mere will and simultaneously, and experiencing the same as the mind: for with equal speed the mind mingles with things thought, and sight with things seen. Much about the other senses, which are certain receptions of external things, not contemplated by reason. Much about rest in sleep, and the formation through dreams, about memory and recollection, about reasoning and passion and desire, and, to speak concisely, all by which this little cosmos, man, is governed. Do you wish me also to enumerate the differences of other animals in relation to us and to one another—their natures, generations, upbringings, habitats, habits, and, as it were, their constitutions? How some are gregarious, others solitary?
τὰ μὲν ποηφάγα, τὰ δὲ σαρκοβόρα; τὰ μὲν θυμοειδῆ, τὰ δὲ ἥμερα; τὰ μὲν φιλάνθρωπα καὶ σύντροφα, τὰ δὲ ἀτίθασσα καὶ ἐλεύθερα; καὶ τὰ μὲν οἷον ἐγγύτερα λόγου τε καὶ μαθή σεως, τὰ δὲ παντελῶς ἄλογα καὶ ἀμαθέστατα; τὰ μὲν πλειόνων αἰσθήσεων, τὰ δὲ ἐλαττόνων; τὰ μὲν ἀκίνητα, τὰ δὲ μεταβατικά; τὰ μὲν ταχύτατα, τὰ δὲ παχύτατα; τὰ μὲν ὑπερβάλλοντα μεγέθει καὶ κάλλει ἢ τῷ ἑτέρῳ τούτων, τὰ δὲ βραχύτατα ἢ δυσειδέστατα ἣ καὶ ἀμφότερα; τὰ μὲν ἄλκιμα, τὰ δὲ ἀσθενῆ; τὰ μὲν ἀμυντικά, τὰ δὲ ὕποπτα καὶ ἐπίβουλα; τὰ μὲν φυλακτά, τὰ δὲ ἀφύλακτα; τὰ μὲν φίλεργα καὶ οἰκονομικά, τὰ δὲ παντάπασιν ἀργὰ καὶ ἀπρονόητα; καὶ ἔτι πρὸ τούτων, πῶς τὰ μὲν ἑρπυστικά, τὰ δὲ ὄρθια; τὰ μὲν φιλόχωρα, τὰ δὲ ἀμφίβια; τὰ μὲν φιλόκαλα, τὰ δὲ ἀκαλλώπιστα; συζυγῆ τε καὶ ἀζυγῆ; σώφρονά τε καὶ ἀκόλαστα; πολύγονά τε καὶ οὐ πολύγονα; μακρόβιά τε καὶ ὀλιγόβια; κάμνοι ἂν ἡμῖν ὁ λόγος τοῖς κατὰ μέρος ἐπεξιών.
24 Σκέψαιμοι καὶ νηκτὴν φύσιν τῶν ὑδάτων διολισθαίνουσαν, καὶ οἷον ἱπταμένην κατὰ τῆς ὑγρᾶς φύσεως, καὶ τοῦ μὲν ἰδίου σπῶσαν ἀέρος, τῷ ἡμετέρῳ δὲ κινδυνεύουσαν, ὥσπερ καὶ ἡμεῖς ἐν τοῖς ὕδασιν· ἤθη τε καὶ πάθη, καὶ μίξεις καὶ γονάς, καὶ μεγέθη καὶ κάλλη, φιλοχωρίας τε καὶ πλάνας, συνόδους τε καὶ ἀποχωρήσεις, καὶ ἰδιότητας μικροῦ τοῖς ἐπιγείοις παραπλησίας, ἔστι δὲ ὧν καὶ κοινωνίας καὶ ἰδιότητας ἀντιθέτους, ἔν τε εἴδεσι καὶ ὀνόμασιν. σκέψαι μοι καὶ ὀρνέων ἀγέλας, καὶ ποικιλίας ἔν τε σχήμασι καὶ χρώμασι, τῶν τε ἄλλων καὶ τῶν ᾠδικῶν· καὶ τίς τῆς τούτων μελῳ δίας ὁ λόγος, καὶ παρὰ τίνος;
Some are herbivorous, some carnivorous; some high-spirited, some tame; some friendly to humans and domestic, some untamable and free; and some are, as it were, closer to reason and learning, while others are utterly irrational and most unteachable; some have more senses, some fewer; some are stationary, some mobile; some are very swift, some very slow; some excel in size or beauty or both, while others are very small or very ugly or both; some are strong, some weak; some are defensive, some suspicious and treacherous; some are watchful, some unwary; some are industrious and thrifty, while others are utterly idle and improvident; and before these, how some are creeping, some upright; some fond of one place, some amphibious; some fond of adornment, some unadorned; gregarious and solitary; temperate and licentious; prolific and not prolific; long-lived and short-lived. Our discourse would grow weary in going through them in detail.
Consider also the swimming nature of the waters, gliding through and, as it were, flying over the liquid element, drawing its own air but endangered in ours, just as we are in the waters: their habits and passions, their unions and births, their sizes and beauties, their attachments to places and wanderings, their gatherings and departures, and properties in small things similar to those of land creatures, and in some cases even communities and opposite properties, both in forms and names. Consider also the flocks of birds, and the variety in both shapes and colors, especially of the songbirds: and what is the account of their melody, and from whom does it come?
τίς ὁ δοὺς τέττιγι τὴν ἐπὶ στήθους μαγάδα, καὶ τὰ ἐπὶ τῶν κλάδων ᾄσματά τε καὶ τερετίσματα, ὅταν ἡλίῳ κινῶνται τὰ μεσημβρινὰ μουσουργοῦντες, καὶ καταφωνῶσι τὰ ἄλση, καὶ ὁδοιπόρον ταῖς φωναῖς παραπέμπωσι; τίς ὁ κύκνῳ συνυφαίνων τὴν ᾠδήν, ὅταν ἐκπετάσῃ τὸ πτερὸν ταῖς αὔραις, καὶ ποιῇ μέλος τὸ σύριγμα; ἐῶ γὰρ λέγειν τὰς βιαίους φωνάς, καὶ ὅσα τέχναι σοφίζονται κατὰ τῆς ἀληθείας. πόθεν ταῶς, ὁ ἀλαζὼν ὄρνις καὶ Μηδικός, οὕτω φιλόκαλος καὶ φιλότιμος, ὥστε (καὶ γὰρ αἰσθά νεται τοῦ οἰκείου κάλλους), ὅταν ἴδῃ τινὰ πλησιάζοντα, ἢ ταῖς θηλείαις, ὥς φασι, καλλωπίζηται, τὸν αὐχένα διάρας, καὶ τὸ πτερὸν κυκλοτερῶς περιστήσας τὸ χρυσαυγὲς καὶ κατάστερον,
θεατρίζει τὸ κάλλος τοῖς ἐρασταῖς μετὰ σοβαροῦ τοῦ βαδίσματος; ἡ μὲν οὖν θεία γραφὴ καὶ γυναικῶν θαυμάζει σοφίαν τὴν ἐν ὑφάσμασι, Τίς ἔδωκε, λέγουσα, γυναιξὶν ὑφάσματος σοφίαν καὶ ποικιλτικὴν ἐπιστήμην; ζώου λογικοῦ τοῦτο, καὶ περιττοῦ τὴν σοφίαν, καὶ μέχρι τῶν οὐρανίων ὁδεύοντος. Σὺ δέ μοι θαύμασον καὶ ἀλόγων φυσικὴν σύνεσιν, καὶ τοὺς λόγους παράστησον. πῶς μὲν ὄρνισι καλιαὶ πέτραι τε καὶ δένδρα καὶ ὄροφοι, εἰς ἀσφάλειάν τε ὁμοῦ καὶ κάλλος ἐξησκημέναι, καὶ τοῖς τρεφομένοις ἐπιτηδείως; πόθεν δὲ μελίσσαις τε καὶ ἀράχναις τὸ φιλεργὸν καὶ φιλότεχνον, ἵνα ταῖς μὲν τὰ κηρία πλέκηται καὶ συνέχηται δι' ἑξαγώνων συρίγγων καὶ ἀντιστρόφων, καὶ τὸ ἑδραῖον αὐταῖς διὰ τοῦ μέσου διατειχίσματος καὶ ἀλλαγῆς ἐπιπλεκομένων ταῖς εὐθείαις τῶν γωνιῶν πραγματεύηται, καὶ ταῦτα ἐν ζοφεροῖς οὕτω τοῖς σίμβλοις καὶ ἀοράτοις τοῖς πλάσμασιν·
Who gave the cicada the plectrum on its chest, and the songs and chirps on the branches, when they move with the sun, making music at midday, and fill the groves with sound, and accompany the traveler with their voices? Who weaves the song for the swan, when it spreads its wing to the breezes and makes the whistling a melody? For I pass over the violent sounds, and all that arts contrive against the truth. Whence the peacock, the vainglorious and Median bird, so fond of beauty and ambitious (for it is aware of its own beauty), that when it sees someone approaching, or, as they say, adorns itself for the females, it raises its neck, and having set its golden and starry tail in a circle, it displays its beauty to its admirers with a haughty gait? Now divine scripture also admires the wisdom of women in weaving: "Who gave," it says, "to women the wisdom of weaving and the art of embroidery?" This belongs to a rational being, one of exceptional wisdom, and one that travels even to the heavens. But you, for your part, marvel at the natural intelligence of irrational beings, and set forth the reasons. How is it that for birds, nests are rocks and trees and roofs, fashioned both for security and beauty, and suitable for the young? Whence for bees and spiders the love of work and art, so that for the former the honeycombs are woven and held together by hexagonal tubes and alternating ones, and their stability is contrived through the middle partition and the alternation of angles interwoven with the straight lines, and this in such dark hives and invisible constructions?
αἱ δὲ διὰ λεπτῶν οὕτω καὶ ἀερίων σχεδὸν τῶν νημάτων πολυειδῶς διατεταμένων πολυπλόκους τοὺς ἱστοὺς ἐξυφαίνωσι, καὶ ταῦτα ἐξ ἀφανῶν τῶν ἀρχῶν, οἴκησίν τε ὁμοῦ τιμίαν, καὶ θήραν τῶν ἀσθενεστέρων εἰς τροφῆς ἀπόλαυσιν; ποῖος Εὐκλείδης ἐμιμήσατο ταῦτα, γραμμαῖς ἐμφιλοσοφῶν ταῖς οὐκ οὔσαις, καὶ κάμνων ἐν ταῖς ἀποδείξεσι; τίνος Παλαμήδους τακτικὰ κινήματά τε καὶ σχήματα γεράνων, ὥς φασι, καὶ ταὐτὰ παιδεύματα κινουμένων ἐν τάξει, καὶ μετὰ ποικίλης τῆς πτήσεως; ποῖοι Φειδίαι καὶ Ζεύξιδες καὶ Πολύγνωτοι, Παρράσιοί τέ τινες καὶ Ἀγλαοφῶντες, κάλλη μεθ' ὑπερβολῆς γράφειν καὶ πλάττειν εἰδότες; τίς Κνώσσιος Δαιδάλου χορὸς ἐναρμόνιος, νύμφῃ πονηθεὶς εἰς κάλλους περιουσίαν, ἢ λαβύρινθος Κρητικὸς δυσδιέξοδος καὶ δυσέλικτος, ποιητικῶς εἰπεῖν, καὶ πολ λάκις ἀπαντῶν ἑαυτῷ τοῖς τῆς τέχνης σοφίσμασι; καὶ σιωπῶ μυρμήκων ταμιεῖά τε καὶ ταμίας, καὶ θησαυρισμὸν τροφῆς τῷ καιρῷ σύμμετρον, τἄλλα τε ὅσα περὶ ὁδῶν καὶ περὶ ἡγουμένων καὶ τῆς ἐν τοῖς ἔργοις εὐταξίας ἔγνωμεν ἱστορούμενα. Εἰ τούτων ἐφικτὸς ὁ λόγος σοι, καὶ τὴν περὶ ταῦτα σύνεσιν ἔγνως, σκέψαι καὶ φυτῶν διαφοράς, μέχρι καὶ τῆς ἐν φύλλοις φιλοτεχνίας πρὸς τὸ ἥδιστόν τε ἅμα ταῖς ὄψεσι καὶ τοῖς καρποῖς χρησιμώτατον. σκέψαι μοι καὶ καρπῶν ποικιλίαν καὶ ἀφθονίαν, καὶ μάλιστα τῶν ἀναγκαιοτάτων τὸ κάλλιστον. καὶ σκέψαι μοι καὶ δυνάμεις ῥιζῶν καὶ χυμῶν καὶ ἀνθέων καὶ ὀδμῶν, οὐχ ἡδίστων μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐπιτηδείων, καὶ χρωμάτων χάριτας καὶ ποιότητας. ἔτι δὲ λίθων πολυτελείας καὶ διαυγείας·
And those which, through such fine and almost airy threads, stretched out in manifold ways, weave intricate webs, and this from invisible beginnings, both a precious dwelling and a hunt for the weaker for the enjoyment of food? What Euclid imitated these things, philosophizing with lines that do not exist, and laboring in his demonstrations? Of what Palamedes are the tactical movements and formations of cranes, as they say, and the same lessons of those moving in order, and with varied flight? What Phidias and Zeuxis and Polygnotus, and some Parrhasius and Aglaophon, who knew how to paint and sculpt beauties to excess? What Cnossian chorus of Daedalus, wrought for a bride in abundance of beauty, or a Cretan labyrinth, difficult to exit and hard to unravel, to speak poetically, and often meeting itself with the sophistries of art? And I pass over in silence the storehouses and stewards of ants, and the storing of food proportionate to the season, and all the other things we have learned from history concerning their paths and leaders and good order in their works. If the account of these things is attainable for you, and you have understood the understanding concerning them, consider also the differences of plants, even to the artistry in leaves for both the most pleasant to the sight and the most useful for fruits. Consider for me also the variety and abundance of fruits, and especially the most beautiful of the most necessary. And consider for me also the powers of roots and juices and flowers and scents, not only the most pleasant, but also those suitable for health, and the graces and qualities of colors. And further, the costliness and transparency of stones.
ἐπειδή σοι πάντα προὔθηκεν, ὥσπερ ἐν πανδαισίᾳ κοινῇ, ὅσα τε ἀναγκαῖα, καὶ ὅσα πρὸς ἀπόλαυσιν, ἡ φύσις· ἵν', εἰ μή τι ἄλλο, ἐξ ὧν εὐεργετῇ, γνωρίσῃς θεόν, καὶ τῷ δεῖσθαι γένῃ σεαυτοῦ συνετώτερος. ἐντεῦθεν ἔπελθέ μοι γῆς πλάτη καὶ μήκη, τῆς κοινῆς πάντων μητρός, καὶ κόλπους θαλαττίους ἀλλήλοις τε καὶ τῇ γῇ συνδεομένους, καὶ ἀλσῶν κάλλη, καὶ ποταμούς, καὶ πηγὰς δαψιλεῖς τε καὶ ἀενάους, οὐ μόνον ψυχρῶν καὶ ποτίμων ὑδάτων, καὶ τῶν ὑπὲρ γῆς, ἀλλὰ καὶ ὅσαι ὑπὸ γῆν ῥέουσαι, καὶ σήραγγάς τινας ὑποτρέχουσαι, εἶτ' ἐξωθούμεναι βιαίῳ τῷ πνεύματι καὶ ἀντιτυπούμεναι, εἶτ' ἐκπυρούμεναι τῷ σφοδρῷ τῆς πάλης καὶ τῆς ἀντιθέσεως, ὅπη παρείκοι κατὰ μικρὸν ἀναρρήγνυνται, καὶ τὴν τῶν θερμῶν λουτρῶν χρείαν ἐντεῦθεν ἡμῖν χαρίζονται πολλαχοῦ τῆς γῆς, καὶ μετὰ τῆς ἐναντίας δυνάμεως ἰατρείαν ἄμισθον καὶ αὐτόματον. εἰπὲ πῶς καὶ πόθεν ταῦτα. τί τὸ μέγα τοῦτο καὶ ἄτεχνον ὕφασμα. οὐχ ἧττον ἐπαινετὰ τῆς πρὸς ἄλληλα σχέσεως, ἢ καθ' ἕκαστον θεωρούμενα; πῶς γῆ μὲν ἕστηκε παγία καὶ ἀκλινής; ἐπὶ τίνος ὀχουμένη, καὶ τίνος ὄντος τοῦ ὑπερείδοντος; καὶ τίνος ἐκεῖνο πάλιν; οὐδὲ γὰρ ὁ λόγος ἔχει, ἐφ' ὃ ἐρεισθῇ, πλὴν τοῦ θείου θελήματος. καὶ πῶς ἡ μὲν εἰς ὀρῶν κορυφὰς ἀνηγμένη, ἡ δὲ εἰς πεδία καθεζομένη, καὶ τοῦτο πολυειδῶς καὶ ποικίλως, καὶ ταῖς κατ' ὀλίγον ἐναλλαγαῖς μεθισταμένη, πρός τε τὴν χρείαν ἐστὶν ἀφθονωτέρα, καὶ τῷ ποικίλῳ χαριεστέρα; καὶ ἡ μὲν εἰς οἰκήσεις νενεμημένη, ἡ δὲ ἀοίκητος, ὅσην αἱ ὑπερ βολαὶ
Since He has set before you everything, as in a common feast, both what is necessary and what is for enjoyment, nature—so that, if nothing else, from the benefits you receive, you may recognize God, and by your need become wiser than yourself. From here, go through for me the breadths and lengths of the earth, the common mother of all, and the hollows of the seas bound together with each other and with the earth, and the beauties of groves, and rivers, and abundant and ever-flowing springs, not only of cold and drinkable waters, and those above the earth, but also those flowing beneath the earth, running through certain caverns, then forced out by violent wind and repelled, then set on fire by the vehemence of the struggle and opposition, where they burst forth little by little as it gives way, and from this they grant us the use of hot baths in many places of the earth, and along with the opposite power, a gratuitous and spontaneous healing. Tell me how and whence these things come. What is this great and artless web? Are they not no less praiseworthy for their relation to each other than when each is considered individually? How does the earth stand firm and unshaken? On what is it borne, and what is it that supports it? And what is that again? For reason has nothing on which to rest, except the divine will. And how is it that some is raised into mountain peaks, while some settles into plains, and this in manifold and varied ways, changing by gradual alternations, both more abundant for use and more graceful in variety? And how is it that some is divided into dwellings, while some is uninhabited, as much as the excesses
τῶν ὀρῶν ἀποτέμνονται, καὶ ἄλλη πρὸς ἄλλο τι πέρας σχιζομένη καὶ ἀποβαίνουσα, τῆς τοῦ θεοῦ μεγαλουργίας ἐναργέστατόν ἐστι γνώρισμα; Θαλάττης δέ, εἰ μὲν μὴ τὸ μέγεθος εἶχον θαυμάζειν, ἐθαύ μασα ἂν τὸ ἥμερον, καὶ πῶς ἵσταται λελυμένη τῶν ἰδίων ὅρων ἐντός· εἰ δὲ μὴ τὸ ἥμερον, πάντως τὸ μέγεθος. ἐπεὶ δὲ ἀμφότερα, τὴν ἐν ἀμφοτέροις δύναμιν ἐπαινέσομαι. τί τὸ συναγαγόν; τί τὸ δῆσαν; πῶς ἐπαίρεταί τε καὶ ἵσταται, ὥσπερ αἰδουμένη τὴν γείτονα γῆν; πῶς καὶ δέχεται ποταμοὺς πάντας, καὶ ἡ αὐτὴ διαμένει διὰ πλήθους περιουσίαν, ἢ οὐκ οἶδ' ὅτι χρὴ λέγειν; πῶς ψάμμος ὅριον αὐτῇ, τηλικούτῳ στοιχείῳ; ἔχουσί τι λέγειν οἱ φυσικοὶ καὶ σοφοὶ τὰ μάταια, καὶ κυάθῳ μετροῦντες ὄντως τὴν θάλασσαν, τὰ τηλι καῦτα ταῖς ἑαυτῶν ἐπινοίαις; ἢ συντόμως ἐγὼ παρὰ τῆς γραφῆς τοῦτο φιλοσοφήσω καὶ τῶν μακρῶν λόγων πιθανώτερόν τε καὶ ἀληθέστερον; Πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος. τοῦτο τῆς ὑγρᾶς φύσεως ὁ δεσμός. πῶς δὲ τὸν χερσαῖον ναυτίλον ἄγει ξύλῳ μικρῷ καὶ πνεύματι, –τοῦτο οὐ θαυμάζεις ὁρῶν; οὐδ' ἐξίσταταί σου ἡ διάνοια; –ἵνα γῆ καὶ θάλασσα δεθῶσι ταῖς χρείαις καὶ ταῖς ἐπιμιξίαις, καὶ εἰς ἓν ἔλθῃ τῷ ἀνθρώπῳ τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὴν φύσιν; τίνες δὲ πηγῶν αἱ πρῶται πηγαί, ζήτησον, ἄνθρωπε, εἴ τί σοι τούτων ἐξιχνεῦσαι ἢ εὑρεῖν δυνατόν. καὶ τίς ὁ ποταμοῖς σχίσας καὶ πεδία καὶ ὄρη, καὶ δοὺς τὸν δρόμον ἀκώλυτον; καὶ πῶς ἐκ τῶν ἐναντίων τὸ θαῦμα, μήτε θαλάσσης ἐπεξιούσης, μήτε ποταμῶν ἱσταμένων;
Mountains are cut off, and one ridge branching off toward another limit and diverging—is this not the most evident sign of God's great work? As for the sea, if I could not marvel at its size, I would have marveled at its gentleness, and how it stands, though fluid, within its own boundaries. But if not at its gentleness, then certainly at its size. Since it has both, I will praise the power in both. What brought it together? What bound it? How does it rise and stand, as if respecting the neighboring land? How does it receive all rivers, yet remain the same through the abundance of their multitude—or I know not what to call it? How is sand its boundary, for so great an element? Do the natural philosophers and the wise in vain things have anything to say, who truly measure the sea with a ladle, such great things by their own contrivances? Or shall I briefly philosophize this from Scripture, more convincingly and truly than long arguments? A decree encircled the face of the water. This is the bond of the liquid nature. And how does it guide the land-dwelling sailor with a small piece of wood and wind—do you not marvel at this when you see it? Does your mind not stand amazed?—so that land and sea are bound together by needs and interminglings, and things so far apart by nature come together for man? What are the first sources of springs—inquire, O man, if it is possible for you to trace or find any of these. And who divided rivers, and plains, and mountains, and gave them an unhindered course? And how, from opposites, comes the wonder—neither does the sea advance, nor do the rivers stand still?
τίς δὲ ἡ τῶν ὑδάτων τροφή, καὶ τί τὸ ταύτης διάφορον, τῶν μὲν ἄνωθεν ἀρδομένων, τῶν δὲ ταῖς ῥίζαις ποτιζομένων, ἵνα τι καὶ αὐτὸς κατα τρυφήσω τοῦ λόγου, θεοῦ τὴν τρυφὴν ἐξηγούμενος; Ἄγε δὴ γῆν ἀφεὶς καὶ τὰ περὶ γῆν, πρὸς τὸν ἀέρα κουφίσθητι τοῖς τῆς διανοίας πτεροῖς, ἵνα σοι καθ' ὁδὸν ὁ λόγος προίῃ· κἀκεῖθεν ἀνάξω σε πρὸς τὰ οὐράνια, καὶ τὸν οὐρανὸν αὐτόν, καὶ τὰ ὑπὲρ οὐρανόν. καὶ τοῖς ἑξῆς ὀκνεῖ μὲν προσβῆναι ὁ λόγος, προσβήσεται δὲ ὅμως ὁπόσον ἔξεστι. τίς ὁ χέας ἀέρα, τὸν πολὺν τοῦτον πλοῦτον καὶ ἄφθονον, οὐκ ἀξίαις, οὐ τύχαις μετρούμενον, οὐχ ὅροις κρατούμενον, οὐχ ἡλικίαις μεριζόμενον, ἀλλὰ κατὰ τὴν τοῦ μάννα δια νομὴν αὐταρκείᾳ περιλαμβανόμενον καὶ ἰσομοιρίᾳ τιμώμενον· τὸ τῆς πτηνῆς φύσεως ὄχημα, τὴν ἀνέμων ἕδραν, τὴν ὡρῶν εὐκαιρίαν, τὴν ζώων ψύχωσιν, μᾶλλον δὲ τῆς ψυχῆς πρὸς τὸ σῶμα συντήρησιν, ἐν ᾧ σώματα, καὶ μεθ' οὗ λόγος, ἐν ᾧ φῶς καὶ τὸ φωτιζόμενον, καὶ ἡ ὄψις ἡ δι' αὐτοῦ ῥέουσα; σκόπει δέ μοι καὶ τὰ ἑξῆς· οὐ γὰρ συγχωροῦμαι τῷ ἀέρι δοῦναι τὴν ἅπασαν· δυναστείαν τῶν τοῦ ἀέρος εἶναι νομιζομένων. τίνα μὲν ἀνέμων ταμιεῖα; τίνες δὲ θησαυροὶ χιόνος; τίς δὲ ὁ τετοκὼς βώλους δρόσου, κατὰ τὸ γεγραμμένον; ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται κρύσταλλος;
What is the nourishment of waters, and what is the difference in this, some being watered from above, others being watered at the roots, so that I too may luxuriate in discourse, expounding the luxury of God? Come now, leaving earth and things concerning earth, be lifted up to the air on the wings of your mind, so that the discourse may proceed along your path; and from there I will lead you up to the heavenly things, and to heaven itself, and to what is beyond heaven. The discourse hesitates to proceed to what follows, but it will proceed nonetheless as far as is possible. Who poured out the air, this great and abundant wealth, measured not by worth, not by lots, not restrained by boundaries, not divided by ages, but, like the distribution of manna, encompassed by self-sufficiency and honored by equal share—the vehicle of the winged nature, the seat of the winds, the opportune season of the seasons, the ensoulment of living beings, or rather the preservation of the soul in relation to the body, in which are bodies, and with which is reason, in which are light and that which is illuminated, and the vision that flows through it? And consider also what follows; for I am not permitted to give over to the air the entire dominion of what are thought to be things of the air. What are the storehouses of the winds? What are the treasuries of snow? Who is it that has produced clods of dew, according to what is written? And from what belly does frost come forth?
τίς ὁ δεσμεύων ὕδωρ ἐν νεφέλαις, καὶ τὸ μὲν ἱστὰς ἐπὶ τῶν νεφελῶν–ὢ τοῦ θαύματος– λόγῳ κρατουμένην φύσιν τὴν ῥέουσαν, τὸ δὲ ἐκχέων ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ σπείρων καιρίως καὶ ὁμοτίμως, καὶ οὔτε ἀφιεὶς ἅπασαν τὴν ὑγρὰν οὐσίαν ἐλευθέραν καὶ ἄσχετον, – ἀρκεῖ γὰρ ἡ ἐπὶ Νῶε κάθαρσις, καὶ τῆς ἑαυτοῦ διαθήκης οὐκ ἐπιλήσμων ὁ ἀψευδέστατος, –οὔτε ἀνέχων παντάπασιν, ἵνα μὴ πάλιν Ἠλίου τινὸς δεηθῶμεν, τὴν ξηρότητα λύοντος; Ἐὰν κλείσῃ, φησί, τὸν οὐρανόν, τίς ἀνοίξει; ἐὰν δὲ ἀνοίξῃ τοὺς καταράκτας, τίς συνέξει; τίς οἴσει τὴν ἐπ' ἀμφότερα τοῦ ὑετίζοντος ἀμετρίαν, ἐὰν μὴ τοῖς ἑαυτοῦ μέτροις καὶ σταθμοῖς διεξαγάγῃ τὰ σύμπαντα; τί μοι φιλοσοφήσεις περὶ ἀστραπῶν καὶ βροντῶν, ὦ βροντῶν ἀπὸ γῆς σὺ καὶ οὐδὲ μικροῖς σπινθῆρσι τῆς ἀληθείας λαμπόμενε; τίνας ἀτμοὺς ἀπὸ γῆς αἰτιάσῃ νέφους δημιουργούς, ἢ ἀέρος πύκνωσίν τινα, ἢ νεφῶν τῶν μανωτάτων θλίψιν ἢ σύρρηξιν, ἵνα ἡ μὲν θλίψις σοι τὴν ἀστραπήν, ἡ δὲ ῥῆξις τὴν βροντὴν ἀπεργάσηται; ποῖον δὲ πνεῦμα στενοχωρούμενον, εἶτα οὐκ ἔχον διέξοδον, ἵνα ἀστράψῃ θλιβόμενον, καὶ βροντήσῃ ῥηγνύμενον; εἰ τὸν ἀέρα διῆλθες τῷ λογισμῷ, καὶ ὅσα περὶ ἀέρα, ψαῦσον ἤδη σὺν
Who binds water in clouds, and sets some upon the clouds—O marvel—a flowing nature held by reason, and pours others upon the face of the whole earth, sowing them in due measure and equally, neither letting the whole liquid substance go free and unconstrained—for the cleansing at the time of Noah suffices, and the most truthful one is not forgetful of his own covenant—nor allowing it to cease altogether, lest we again need some Elijah to dissolve the drought? If he shuts, it is said, the heaven, who will open it? And if he opens the floodgates, who will hold them together? Who will bear the immoderation of the rain-giver in both directions, if he does not guide all things by his own measures and balances? Why will you philosophize about lightning and thunder, O you who thunder from the earth and are not illumined even by small sparks of truth? What vapors from the earth will you allege as creators of cloud, or some condensation of air, or compression or collision of the thinnest clouds, so that compression produces lightning for you, and collision thunder? And what wind, being confined and then having no outlet, so that it flashes when compressed and thunders when broken? If you have traversed the air in thought, and all that pertains to air, touch now also
ἐμοὶ καὶ οὐρανοῦ καὶ τῶν οὐρανίων. πίστις δὲ ἀγέτω πλέον ἡμᾶς ἢ λόγος, εἴπερ ἔμαθες τὸ ἀσθενὲς ἐν τοῖς ἐγγυτέρω, καὶ λόγον ἔγνως τὸ γνῶναι τὰ ὑπὲρ λόγον, ἵνα μὴ παντελῶς ἐπίγειος ᾖς ἢ περίγειος, ἀγνοῶν καὶ αὐτὸ τοῦτο, τὴν ἄγνοιαν. Τίς περιήγαγεν οὐρανόν, ἔταξεν ἀστέρας; μᾶλλον δέ, τί πρὸ τούτων οὐρανὸς καὶ ἀστέρες ἔχοις ἂν εἰπεῖν, ὁ μετέωρος, ὁ τὰ ἐν ποσὶν ἀγνοῶν, καὶ οὐδὲ σεαυτὸν μετρῆσαι δυνάμενος, τὰ δὲ ὑπὲρ τὴν σὴν φύσιν πολυπραγμονῶν, καὶ κεχηνὼς εἰς τὰ ἄμετρα; ἔστω γάρ σε κύκλους καὶ περιόδους καὶ πλησιασμοὺς καὶ ἀποχωρήσεις καταλαμβάνειν, ἐπιτολὰς καὶ ἀνατολάς, καὶ μοίρας τινὰς καὶ λεπτό τητας, καὶ ὅσοις σὺ τὴν θαυμασίαν σου ταύτην ἐπιστήμην ἀποσεμνύνεις· οὔπω τοῦτο κατάληψις τῶν ὄντων ἐστίν, ἀλλὰ κινήσεώς τινος ἐπιτήρησις, ἣ πλείονι γυμνασίᾳ βεβαιωθεῖσα, καὶ εἰς ἓν ἀγαγοῦσα τὰ τηρηθέντα πλείοσιν, εἶτα λόγον ἐπινοήσασα, ἐπιστήμη προσηγορεύθη· ὥσπερ τὰ περὶ σελήνην παθήματα γνώριμα γέγονε τοῖς πολλοῖς, τὴν ὄψιν ἀρχὴν λαβόντα τῆς γνώσεως. σὺ δέ, εἰ λίαν ἐπιστήμων εἶ τούτων, καὶ δικαίως ζητεῖς θαυμάζεσθαι, εἰπὲ τίς ἡ τῆς τάξεως αἰτία καὶ τῆς κινήσεως; πόθεν ἥλιος φρυκτωρεῖ πάσῃ τῇ οἰκουμένῃ καὶ πάσαις ὄψεσιν, ὥσπερ χοροῦ τινὸς κορυφαῖος, πλέον τοὺς ἄλλους ἀστέρας ἀποκρύπτων φαιδρότητι ἤ τινες ἐκείνων ἑτέρους; ἀπόδειξις δέ, οἱ μὲν ἀντιλάμπουσιν, ὁ δὲ ὑπερλάμπει, καὶ οὐδὲ ὅτι συνανίσχουσιν ἐᾷ γνωρίζεσθαι, καλὸς ὡς νυμφίος, ταχὺς ὡς γίγας καὶ μέγας· οὐδὲ γὰρ ἀνέχομαι ἄλλοθεν ἢ τοῖς ἐμοῖς τοῦτον ἀποσεμνύνειν·
To me belong both heaven and the heavenly. Let faith lead us more than reason, if you have learned the weakness in nearer things, and have known that reason is to know what is beyond reason, so that you may not be wholly earthly or earthbound, ignorant even of this very thing, ignorance. Who set the heaven in motion, who ordered the stars? Or rather, what before these are heaven and stars, could you say, you who are lofty, you who are ignorant of what lies at your feet, and cannot even measure yourself, yet meddle with what is beyond your nature, and gape at the immeasurable? For suppose you do grasp circles and periods and conjunctions and departures, risings and settings, and certain degrees and minutes, and all with which you dignify this wondrous science of yours—this is not yet comprehension of what exists, but observation of some motion, which, confirmed by more practice, and bringing together what has been observed by many, then devising a theory, has been called science; just as the affections of the moon have become known to many, taking sight as the beginning of knowledge. But you, if you are so very knowledgeable in these matters, and justly seek to be admired, tell me what is the cause of the order and the motion? Whence does the sun shine as a beacon to the whole inhabited world and to all eyes, like the leader of some chorus, concealing the other stars more by its brightness than some of those conceal others? Proof: some shine back, but it outshines, and does not even allow them to be known when they rise together, beautiful as a bridegroom, swift as a giant and great; for I cannot bear to dignify it from any other source than my own.
τοσοῦτος τὴν δύναμιν, ὥστε ἀπ' ἄλλων ἄκρων ἄλλα τῇ θερμότητι καταλαμβάνειν, καὶ μηδὲν διαφεύγειν αὐτοῦ τὴν αἴσθησιν, ἀλλὰ πᾶσαν πληροῦσθαι καὶ ὄψιν φωτὸς καὶ σωματικὴν φύσιν θερμότητος· θέροντος, ἀλλ' οὐ φλέγοντος, εὐκρασίας ἡμερότητι καὶ τάξει κινήσεως, ὡς πᾶσι παρόντος, καὶ πάντα ἐπίσης περιλαμβάνοντος. Ἐκεῖνο δέ σοι πηλίκον, εἰ κατενόησας· Τοῦτο ἐν αἰσθητοῖς ἥλιος, ὅπερ ἐν νοητοῖς θεός, ἔφη τις τῶν ἀλλοτρίων. αὐτὸς γὰρ ὄψιν φωτίζων, ὥσπερ ἐκεῖνος νοῦν· αὐτὸς καὶ τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον, ὥσπερ ἐκεῖνος τῶν νοουμένων. ἀλλὰ τί τὸ κινῆσαν αὐτὸν ἀπ' ἀρχῆς; τί δαὶ τὸ ἀεὶ κινοῦν καὶ περιάγον ἑστῶτα λόγῳ καὶ μὴ κινούμενον, ὄντως ἀκάμαντα, καὶ φερέσβιον, καὶ φυσίζωον, καὶ ὅσα ποιηταῖς ὕμνηται κατὰ λόγον, καὶ μήτε τῆς ἑαυτοῦ φορᾶς ποτὲ μήτε τῶν εὐεργεσιῶν ἱστάμενον; πῶς ἡμέρας δημιουργὸς ὑπὲρ γῆς καὶ νυκτὸς ὑπὸ γῆν; ἢ οὐκ οἶδ' ὅ τι χρὴ λέγειν ἡλίῳ προσβλέψαντα. τίς ἡ τούτων πρόσληψίς τε καὶ ἀνθυφαίρεσις, καὶ ἡ τῆς ἀνισότητος ἰσότης, ἵν' εἴπω τι καὶ παράδοξον; πῶς δὲ ὡρῶν ποιητής τε καὶ μεριστής, εὐτάκτως ἐπιγινομένων τε καὶ ἀπογινομένων, καὶ ὥσπερ ἐν χορῷ συμπλεκομένων ἀλλήλαις καὶ διισταμένων, τὸ μὲν φιλίας νόμῳ, τὸ δὲ εὐταξίας, καὶ κατὰ μικρὸν κιρναμένων, καὶ ταῖς ἐγγύτησι κλεπτομένων ταὐτὸν ἡμέραις τε καὶ νυξίν, ἵνα μὴ τῇ ἀηθείᾳ λυπήσωσιν; ἀλλ' ἴτω μὲν ἡμῖν ἥλιος·
So great is its power that from one extreme it seizes others with its heat, and nothing escapes its perception, but every vision of light and every bodily nature is filled with heat—warming, not burning, with the gentleness of good mixture and the order of motion, so that it is present to all and encompasses all equally. And what do you think of this, if you have considered it? "What the sun is among perceptible things, that God is among intelligible things," said one of the outsiders. For it illumines sight, as he does mind; it is also the most beautiful of visible things, as he is of intelligible things. But what set it in motion from the beginning? And what always moves and drives it around, while it stands still in reason and is not moved, truly untiring, life-bearing, and nature-nourishing, and all that poets have sung in accordance with reason, and never ceasing either from its own course or from its benefits? How is it the creator of day above the earth and of night below the earth? Or I know not what one should say when looking at the sun. What is the addition and subtraction of these things, and the equality of inequality, to speak somewhat paradoxically? And how is it the maker and divider of seasons, which come and go in good order, and like a chorus intertwine with and separate from each other, partly by the law of friendship, partly by that of good order, and are mixed gradually, and by their nearness steal the same from days and nights, so that they may not cause pain by their strangeness? But let the sun go for us.
σὺ δὲ ἔγνως σελήνης φύσιν, καὶ πάθη, καὶ μέτρα φωτός, καὶ δρόμους, καὶ πῶς ὁ μὲν ἡμέρας ἔχει τὴν δυναστείαν, ἡ δὲ νυκτὸς προκαθέζεται, καὶ ἡ μὲν θηρίοις δίδωσι παρρησίαν, ὁ δὲ ἄνθρωπον ἐπὶ τὸ ἔργον ἀνίστησιν, ἢ ὑψούμενος ἢ ταπεινούμενος πρὸς τὸ χρησιμώτατον; συνῆκας δὲ δεσμὸν Πλειάδος ἢ φραγμὸν Ὠρίωνος, ὡς ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, καὶ δόξης ἑκάστου διαφοράν, καὶ τάξιν κινήσεως, ἵνα σοι πιστεύσω διὰ τούτων πλέκοντι τὰ ἡμέτερα καὶ κατὰ τοῦ κτίστου τὴν κτίσιν ὁπλίζοντι;
31 Τί λέγεις; ἐνταῦθα στησόμεθα τοῦ λόγου μέχρι τῆς ὕλης καὶ τῶν ὁρωμένων; ἢ ἐπειδὴ τοῦ κόσμου παντὸς ἀντίτυπον τὴν Μωυσέως σκηνὴν οἶδεν ὁ λόγος, τοῦ ἐξ ὁρατῶν τε καὶ ἀοράτων λέγω συστήματος, τὸ πρῶτον καταπέτασμα διασχόντες, καὶ ὑπερβάντες τὴν αἴσθησιν, εἰς τὰ ἅγια παρακύψωμεν, τὴν νοητὴν φύσιν καὶ ἐπουράνιον; οὐκ ἔχομεν οὐδὲ ταύτην ἀσωμάτως ἰδεῖν, εἰ καὶ ἀσώματος,
πῦρ καὶ πνεῦμα προσαγορευομένην ἢ γινομένην. ποιεῖν γὰρ λέγεται τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· εἰ μὴ ποιεῖν μέν ἐστι τὸ συντηρεῖν τῷ λόγῳ, καθ' ὃν ἐγένοντο. πνεῦμα δὲ ἀκούει καὶ πῦρ· τὸ μὲν ὡς νοητὴ φύσις, τὸ δὲ ὡς καθάρσιος· ἐπεὶ καὶ τῆς πρώτης οὐσίας τὰς αὐτὰς οἶδα κλήσεις. πλὴν ἡμῖν γε ἀσώματος ἔστω, ἢ ὅτι ἐγγύτατα.
You have come to know the nature of the moon, its phases, its measures of light, its courses, and how the sun holds sway by day while the moon presides by night, and how the sun gives boldness to wild beasts while the sun rouses man to his work, whether rising or setting for the greatest benefit? Have you understood the Pleiades’ bond or Orion’s fence, as one who numbers the multitudes of stars and calls them all by name, and the difference in glory of each, and the order of their motion, that I might trust you through these things as you weave our affairs together and arm creation against the creator?
31 What do you say? Shall we stop our discourse here, at matter and visible things? Or, since the word knows Moses’ tabernacle as a copy of the whole cosmos—I mean the system composed of both visible and invisible things—shall we tear through the first veil, transcend sensation, and peep into the holy of holies, the intelligible and heavenly nature? We cannot see even this nature without a body, even though it is called or becomes incorporeal, fire and spirit. For it is said that he makes his angels spirits and his ministers a flame of fire—unless “to make” means to preserve by the word according to which they came to be. And one hears “spirit” and “fire”: the former as an intelligible nature, the latter as purifying; for I know the same appellations for the first substance as well. Nevertheless, let it be incorporeal for us, or as near as possible.
ὁρᾷς ὅπως ἰλιγγιῶμεν περὶ τὸν λόγον, καὶ οὐκ ἔχομεν οἷ προέλθωμεν, ἢ τοσοῦτον ὅσον εἰδέναι ἀγγέλους τινὰς καὶ ἀρχαγγέλους, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, λαμπρότητας, ἀναβάσεις, νοερὰς δυνάμεις, ἢ νόας, καθαρὰς φύσεις καὶ ἀκιβδήλους, ἀκινήτους πρὸς τὸ χεῖρον ἢ δυσκινήτους, περὶ τὸ πρῶτον αἴτιον ἀεὶ χορευούσας· ἢ πῶς ἄν τις αὐτὰς ἀνυμνήσειεν, ἐκεῖθεν ἐλλαμπομένας τὴν καθαρωτάτην ἔλλαμψιν, ἢ ἄλλως ἄλλην κατὰ τὴν ἀναλογίαν τῆς φύσεως καὶ τῆς τάξεως· τοσοῦτον τῷ καλῷ μορφουμένας καὶ τυπουμένας, ὥστε ἄλλα γίνεσθαι φῶτα καὶ ἄλλους φωτίζειν δύνασθαι ταῖς τοῦ πρώτου φωτὸς ἐπιρροαῖς τε καὶ διαδόσεσι· λειτουργοὺς θείου θελήματος, δυνατὰς ἰσχύι φυσικῇ τε καὶ ἐπικτήτῳ, πάντα ἐπιπορευομένας, πᾶσι πανταχοῦ παρούσας ἑτοίμως, προθυμίᾳ τε λειτουργίας καὶ κουφότητι φύσεως· ἄλλας ἄλλο τι τῆς οἰκουμένης μέρος διειληφυίας, ἢ ἄλλῳ τινὶ τοῦ παντὸς ἐπιτεταγμένας, ὡς οἶδεν ὁ ταῦτα τάξας καὶ διορίσας· πάντα εἰς ἓν ἀγούσας, πρὸς μίαν σύννευσιν τοῦ τὰ πάντα δημιουργήσαντος· ὑμνῳδοὺς θείας μεγαλειότητος, θεωροὺς δόξης αἰδίου καὶ αἰδίως, οὐχ ἵνα δοξασθῇ θεός, –οὐ γὰρ ἔστιν ὃ προστεθήσεται τῷ πλήρει, τῷ καὶ τοῖς ἄλλοις χορηγῷ τῶν καλῶν, –ἀλλ' ἵνα μὴ λείπῃ τὸ εὐεργετεῖσθαι καὶ ταῖς πρώταις μετὰ θεὸν φύσεσι; ταῦτα εἰ μὲν πρὸς ἀξίαν ὕμνηται, τῆς τριάδος ἡ χάρις, καὶ τῆς μιᾶς ἐν τοῖς τρισὶ θεότητος· εἰ δὲ τῆς ἐπιθυμίας ἐνδεέστερον, ἔχει τὸ νικᾷν καὶ οὕτως ὁ λόγος. τοῦτο γὰρ ἠγωνίζετο παραστῆσαι, ὅτι νοῦ κρείττων καὶ ἡ τῶν δευτέρων φύσις, μὴ ὅτι τῆς πρώτης καὶ μόνης, ὀκνῶ γὰρ εἰπεῖν, ὑπὲρ ἅπαντα.
You see how we reel around the argument, and have nowhere to advance, except so far as to know that there are some angels and archangels, thrones, dominions, principalities, powers, splendors, ascents, intellectual powers, or intellects, pure and unadulterated natures, immovable toward the worse or hard to move, always dancing around the first cause; or how one might hymn them, illumined from there with the purest illumination, or each differently according to the proportion of its nature and rank; so formed and stamped by the good that they become other lights and are able to illuminate others by the influxes and transmissions of the first light; ministers of the divine will, powerful by natural and acquired strength, traversing everything, readily present everywhere to all, by eagerness of service and lightness of nature; some having taken charge of one part of the inhabited world, others assigned to some other part of the whole, as the one who ordered and defined these things knows; all leading to one, to a single convergence toward the one who created all things; hymn-singers of divine majesty, spectators of eternal glory and eternally, not that God may be glorified—for nothing can be added to the full, to the one who supplies good things to others—but that the first natures after God may not lack being benefited. If these things have been hymned worthily, it is the grace of the Trinity and of the one divinity in the three; if more deficient than the desire, the argument still has the victory even so. For this it struggled to show, that the nature of the secondary beings is superior to intellect, not to mention the first and only nature—I hesitate to say—beyond all.