khazarzar-evagrius-ponticus-scholia-in-proverbia:1 · narrative
Source
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ Παροιμία ἐστὶν λόγος δι' αἰσθητῶν πραγμάτων σημαίνων πράγματα νοητά. Βασιλεία Ἰσραήλ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ θεοῦ καὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους ἢ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. 3 1, γνῶναι σοφίαν καὶ παιδείαν Τούτου χάριν, φησίν, «ἐβασίλευσεν ἐν Ἰσραὴλ τοῦ γνῶναι παιδείαν καὶ σοφίαν». Καὶ σοφία μέν ἐστιν γνῶσις σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν τούτοις θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία δέ ἐστιν μετριοπάθεια παθῶν περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη. 4 1, καὶ κρίμα κατευθύνειν Τὸ κρίμα κατευθύνειν ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον δηλοῖ. Τρία δὲ κριτήρια ἐν ἡμῖν, αἴσθησις, λόγος, νοῦς· καὶ αἴσθησις μὲν τῶν αἰσθητῶν, λόγος δὲ ὀνομάτων καὶ ῥημάτων καὶ τῶν λεγομένων, νοῦς δὲ τῶν νοητῶν. 5 1, εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως Ὥσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά· 6 1, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν Οἱ κτώμενοι κακίαν ἐξουθενήσουσι σοφίαν καὶ παιδείαν· λόγῳ δέ, ὡς οἶμαι, οὐδεὶς ἐξουθενεῖ σοφίαν καὶ παιδείαν. 7 1, στέφανον γὰρ χαρίτων ἕξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ Ὥσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω καὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν.
English
SCHOLIA ON THE PROVERBS. A proverb is a statement that signifies intelligible things through perceptible things. The kingdom of Israel is spiritual knowledge containing the accounts concerning God and incorporeal and corporeal things and judgment and providence, or revealing the contemplation concerning ethics and physics and theology. 3 1, to know wisdom and instruction. For this reason, he says, "he reigned in Israel to know instruction and wisdom." And wisdom is knowledge of bodies and incorporeal things and of the judgment and providence contemplated in them; instruction is moderation of passions, contemplated in the passionate or irrational part of the soul. 4 1, and to direct judgment. To direct judgment indicates that the criterion is right and undistorted. There are three criteria in us: sensation, reason, mind; and sensation is of perceptible things, reason of names and words and things spoken, mind of intelligible things. 5 1, and piety toward God is the beginning of sensation. Just as through the senses the mind applies itself to perceptible things, so too through the virtues it surveys intelligible things. 6 1, but wisdom and instruction the impious will despise. Those who acquire vice will despise wisdom and instruction; but, as I think, no one despises wisdom and instruction by reason. 7 1, for you will receive a crown of graces on your head and a golden collar around your neck. Just as the head and the neck here signify the mind, so too the crown and the collar here signify knowledge.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:2 · narrative
Source
Αὕτη γὰρ ἡ συνήθεια τοῦ πνεύματος τοῦ ἁγίου πολλοῖς ὀνόμασιν ὀνομάζειν τὸν θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ τὸν νοῦν καὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν καὶ τὴν κακίαν καὶ τὴν ἀγνωσίαν καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ. Οὐχ ἁπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὥς τινες οἴονται· διαφόρων γὰρ ἐνεργειῶν εἰσι γνωσρίσματα, θεοῦ τε διὰ τῶν ἀγγέλων ἐν ἡμῖν ἐνεργοῦντος καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων τε πρὸς ἡμᾶς καὶ ἡμῶν πρὸς αὐτούς. 8 1, τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα· πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων Ἡ κτῆσις τοῦ δικαίου ἐστὶν σοφία καὶ σύνεσις καὶ φρόνησις· «κτῆσαι γάρ, φησί, σοφίαν καὶ κτῆσαι σύνεσιν» καὶ «ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν». Καταλαμβάνονται δὲ τὴν κτῆσιν ταύτην οἱ ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων παρὰ θεῷ, ἵνα τυφλωθεὶς ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων. Τούτους σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμβάνοντες ἀπ' αὐτῶν τὴν τοῦ θεοῦ πανοπλίαν, τὴν περικεφαλαίαν καὶ τὸν θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ. 10 1, 14.1–2 τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν· κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες. Κοινὸν δέ ἐστιν ὃ μὴ τοῦ ἑνός ἐστι θεοῦ. 11 1, οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς Δίκτυόν ἐστιν κόλασις αἰώνιος παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπ' ἀπωλείᾳ τῶν κακῶς ἀπ' αὐτῶν ἐκφύντων πτερῶν. 12 1, σοφία ἐν ἐξόδοις ὑμνεῖται· ἐν δὲ πλατείαις παρρησίαν ἄγει·
English
For this is the habit of the Holy Spirit, to name God and his angels and the mind and virtue and knowledge and evil and ignorance and the devil himself and his angels by many names. But it does not set down the names without reason, as some think; for they are indications of different activities—of God working in us through the angels, and of us in him, and of the demons toward us and of us toward them. 8 1, let us lay hold of his costly possession; and let us fill our houses with spoils. The possession of the righteous is wisdom and understanding and prudence; for "get wisdom," it says, "and get understanding," and "the one who gets prudence loves himself." But the impious lay hold of this possession, persuading the righteous to do something forbidden by God, so that the mind, blinded by sin, may fall away from these holy possessions. Those whom the demons conquer, they despoil, taking from them the whole armor of God—the helmet and the breastplate and the sword of the spirit, which is the word of God. 10 1, 14.1–2 but cast your lot among us; and let us all have a common purse. These are co-heirs of the adversaries—those who partake of the same wickedness as they. And common is that which does not belong to the one God. 11 1, for not unjustly are nets spread for the winged. A net is eternal punishment brought by the righteous judge upon unclean souls, for the destruction of the wings that have grown badly from them. 12 1, wisdom is hymned in the exits; and in the broad streets she brings boldness.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:3 · narrative
Source
1, ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται· ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας. Τοιαύτη δὲ καὶ ἡ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα. Τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατεῖαν λέγει· «πλάτυνον γάρ, φησίν, τὸ στόμα σου καὶ πληρώσω αὐτὸ» καὶ «πλατύνθητε δὴ καὶ ὑμεῖς» ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος. Καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς ὑμνεῖται ἡ σοφία·
ἐν δὲ τῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν παρρησίαν ἄγει. Ἄκρον δὲ τεῖχος αὐτῆς τὴν ἄκραν ἀπάθειαν λέγει, εἴπερ «οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος», ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυὶδ λέγων· «οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ», τουτέστιν τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. Πύλας δὲ δυναστῶν τὰς ἀρετὰς τῶν σοφῶν λέγει· «ἀνοίξατε γάρ μοι, φησίν, πύλας δικαιοσύνης» καὶ «οἱ δυνάσται θυμώδεις εἰσίν· οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς». 13 1, τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι· καταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· «ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται»; Ἢ τάχα οὕτως χαίρει ἡ σοφία ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου καὶ ἐπὶ τῇ τοῦ λῃστοῦ ἀπωλείᾳ τοῦ πιστεύσαντος τῷ Χριστῷ. Τοῦ μὲν γὰρ τὸν λῃστὴν ἡ σοφία, τοῦ δὲ τὸν τελώνην ἀπώλεσεν.
English
On the tops of the walls it is proclaimed; and at the gates of rulers it takes its seat. He now calls "exodus" the soul that has gone out from evil and ignorance. Such also is the exodus of the sons of Israel, which came to be after the generation that followed the judgment and teaching of God. He calls the same soul "broad" also: "For enlarge," he says, "your mouth, and I will fill it," and "be enlarged also yourselves," in Paul's words to the Corinthians. And by the soul that thus goes out, wisdom is hymned;
but in the soul that is enlarged through the virtues, it brings forth boldness of speech. He calls its "topmost wall" the highest impassibility, since indeed "those who love the law wrap themselves in a wall," and David also prays concerning this wall, saying: "Let the walls of Jerusalem be built," that is, evidently the things of such a soul that have fallen down because of the affair of Uriah. He calls the "gates of rulers" the virtues of the wise: "Open for me," he says, "the gates of righteousness," and "rulers are prone to anger; let them not drink wine, lest having drunk they forget wisdom and are not able to judge the weak rightly." Therefore I also will laugh at your destruction; I will rejoice greatly when destruction comes upon you. How then does Solomon say earlier: "But he who rejoices over one who is perishing will not be held guiltless"? Or perhaps wisdom rejoices in this way, as it rejoiced over the destruction of Matthew the tax collector and over the destruction of the robber who believed in Christ. For wisdom destroyed the one as a robber, and the other as a tax collector.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:4 · narrative
Source
14 1, 27.1–3 καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ ἢ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία Πολιορκία ἐστὶν διδασκαλία ἠθικὴ τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα. 15 1, οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς Εἰ ἐφ' ἡμῖν ἐστιν τὸ θέλειν προσέχειν ταῖς τῆς σοφίας βουλαῖς καὶ μὴ θέλειν προσέχειν, γεγόναμεν αὐτεξούσιοι. Ὅμοιον τούτῳ ἐστὶν καὶ τὸ «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». 16 1, ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων ἐστίν, οὕτως καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσίν, μήτε δαίμονες ὄντες, μήτε ἄγγελοι χρηματίζοντες μέχρι τῆς συντελείας τοῦ αἰῶνος. 17 1, ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐν ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ. 18 2, υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, 2, ὑπακούσεται σοφίας τὸ οὖς σου Οὗτος κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ ὁ ποιῶν αὐτήν, εἴπερ καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται. 19 2, 3.1–2 ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου Νῦν φωνὴν τὴν ἀπάθειαν τῆς ψυχῆς ὀνομάζει· αὕτη γὰρ πέφυκεν ἐπικαλεῖσθαι γνῶσιν θεοῦ. Οὕτω καὶ ὁ Δαυὶδ λέγει· «φωνῇ μου πρὸς κύριον ἐκέκραξα»· καὶ πάλιν·
English
And if suddenly a tumult comes upon you, and the overthrow likewise comes like a storm, or when tribulation and siege come upon you. A siege is ethical teaching that overthrows the soul that has been badly built. Nor did they wish to attend to my counsels. If the willing to attend to the counsels of wisdom and the not willing to attend are in our power, we have become free in will. Similar to this is also the saying: "If you are willing and hear me, you shall eat the good things of the earth; but if you are not willing and do not hear me, a sword shall devour you; for the mouth of the Lord has spoken these things." For because they wronged the innocent, they shall be slain. Just as the innocent are between the righteous and the unrighteous, so also all human beings are between angels and demons, being neither demons nor reckoned as angels until the consummation of the age. But the one who hears me shall dwell in hope and shall rest without fear from every evil. The one free from passion rests without fear from every evil thought. Son, if, having received the utterance of my commandment, you hide it within yourself, your ear shall heed wisdom. This one hides the commandment of God—the one who does it—since even the demons are said to snatch it away by not permitting us to do it. For if you call upon wisdom and give your voice to understanding. Now he names the soul's freedom from passion "voice," for this is naturally suited to call upon the knowledge of God. So also David says: "With my voice I cried out to the Lord"; and again:
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:5 · narrative
Source
«πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.» 20 2, τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις Τότε συνήσεις πῶς ὁ φόβος τοῦ κυρίου ἀρχὴ σοφίας ἐστὶν καὶ πῶς τῆς τοῦ θεοῦ γνώσεως γίνεται πρόξενος. Προϋπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν πρὸς τὸ δυνηθῆναι συνιέναι φόβον κυρίου. Καὶ προσάξομεν δὲ ταῦτα τοῖς τὴν μὲν σοφίαν καὶ τὴν σύνεσιν ἐξουθενοῦσιν, καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν θεὸν ὡς ἐπὶ εὐχερὲς πρᾶγμα. 21 2, τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς Ἄξονας λέγει τὰς ἐντολὰς τοῦ θεοῦ τὰς ἀγούσας ἡμᾶς ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. Καὶ ὁ Δαυίδ φησιν· «διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην.» 22 2, ἵνα ῥύσηται ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν Οἱ μὲν ἅγιοι ἄγγελοι πάντα λαλοῦσι πιστά· ἄνθρωποι δὲ τὰ μὲν πιστά, τὰ δὲ ἄπιστα· ὁ δὲ διάβολος οὐδὲν πιστόν, ἀντὶ τοῦ οὐ πίστεως ἄξιον. Ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, εἴγε ἄνθρωπος πονηρὸς ἐπέσπειρε τὰ ζιζάνια. 23 2, υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη Εἰ ἡ βουλὴ ποιὰ νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; Πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; Ὡς γὰρ περὶ ζῴου λογικοῦ τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται.
English
Give heed to the voice of my supplication." 20 2, Then you will understand the fear of the Lord, and you will find the knowledge of God. Then you will understand how the fear of the Lord is the beginning of wisdom, and how it becomes the cause of the knowledge of God. But wisdom and understanding must exist beforehand, so that one is able to understand the fear of the Lord. And we shall apply these things to those who despise wisdom and understanding, but wish to take refuge in fearing God as though it were an easy matter. 21 2, Then you will understand righteousness and judgment, and you will set straight all good axles. He calls the commandments of God "axles," which lead us to the knowledge of God. And David says: "For this cause I was set straight toward all your commandments." 22 2, That it may deliver you from an evil way, and from a man who speaks nothing faithful. The holy angels speak all things faithfully; but men speak some things faithfully and some things unfaithfully; but the devil speaks nothing faithfully, that is, nothing worthy of faith. For he now calls the devil a "man," if indeed a wicked man sowed the tares. 23 2, Son, let not an evil counsel seize you, which forsakes the teaching of youth and forgets the divine covenant. If counsel is a certain movement of the mind, how did it forsake the teaching of youth? And how did it forget the divine covenant? For he speaks to us of evil counsel as of a rational living being.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:6 · narrative
Source
Ἢ νῦν κακὴν βουλὴν τὸν διάβολον λέγει. Οὗτος γὰρ κακῶς ἐβουλεύσατο εἰπὼν τὸ «ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· ἔσομαι ὅμοιος τῷ ὑψίστῳ». Ἐπελάθετο δὲ καὶ τῆς θείας γνώσεως καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος, ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθ' ἣν καὶ ζηλωτὸς ἦν ἐν τοῖς ξύλοις τοῦ παραδείσου. 24 2, πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς «Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ» καὶ «οὕτως τρέχετε ἵνα καταλάβητε». Ὅσοι «καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς», οὗτοι καταλαμβάνουσι τρίβους εὐθείας. Καὶ «τὸ ἔλεός σου, φησίν, καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου». 26 2, 21.1–2 χρηστοὶ ἔσονται οἰκήτορες γῆς· ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ Οἱ μὲν ἐν ἀκακίᾳ, φησίν, μείναντες ὑπελείφθησαν ἐν τῇ γῇ, τουτέστιν ἐν τῇ γνώσει· οἱ δὲ διὰ κακίαν ἐκπεσόντες διὰ χρηστότητος πάλιν ἐπανελεύσονται. 27 3, υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου· τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ νομίμως βιούς, οὗτος μέμνηται τοῦ νόμου ὁ ζῶν κατ' αὐτόν. Καὶ εἰ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ θεοῦ ὁ ποιῶν αὐτά, οὗτος ἀπόλλυσιν αὐτὰ ὁ μὴ βουλόμενος πράττειν αὐτά· «οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησίν, παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.» 28 3, ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ θεῷ· ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου Μὴ ἐπαρθῇς, φησί, θεοῦ σοφίαν κτησάμενος. Ὅτι δὲ τὴν τοῦ θεοῦ ἐνταῦθα λέγει σοφίαν καὶ οὐ τὴν ἀνθρωπίνην, δι' ὧν ἐπιφέρει δείκνυσι·
English
Or now he calls the devil a wicked counsel. For he counseled wickedly when he said, "I will set my throne above the stars; I will be like the Most High." But he also forgot divine knowledge, abandoning the teaching of his youth, which youth indicates his former state, in which he was also enviable among the trees of paradise. 24 2, All who walk in it will not turn back, nor will they attain straight paths; for they are not overtaken by years of life. "For he loves those who pursue righteousness," and "So run that you may attain." As many as "are overtaken by years of life," these attain straight paths. And "Your mercy," he says, "will pursue me all the days of my life." 26 2, 21.1–2 The good will be inhabitants of the earth; the guileless will be left in it. Those who remained in guilelessness, he says, were left in the earth, that is, in knowledge; but those who fell away through wickedness will come back again through goodness. 27 3, Son, do not forget my laws; but let your heart keep my words. If he who does not live lawfully forgets the law, he who lives according to it remembers the law. And if he who does them keeps the words of God, he who does not wish to practice them destroys them; "for not the hearers of the law," he says, "are righteous before God, but the doers of the law will be justified." 28 3, Be persuaded with your whole heart in God; but do not exalt yourself in your own wisdom. Do not be exalted, he says, having acquired the wisdom of God. And that he here speaks of the wisdom of God and not human wisdom, he shows by what he adds.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:7 · narrative
Source
«ἐν πάσαις γάρ, φησίν, ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου.» 29 3, τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου Ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἐπιμελείας τύχωσιν, τὸ τηνικαῦτα ἐροῦσι· «κύριε, τίς ὅμοιός σοι; πάντα γάρ, φησί, τὰ ὀστᾶ μου ἐροῦσι· κύριε, κύριε, τίς ὅμοιός σοι;» Ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς πάντως ἐρεῖ τὸ «ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην». Ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τὸ «κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην». Ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητική· «κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Ἐρεῖ δὲ καὶ ἡ λογιστικὴ τὸ «διελογισάμην ἡμέρας ἀρχαίας». Κατὰ ταῦτα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. 30 3, 15.1–2 τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ποιούμενος θεωρήμασιν ἀνεπίδεκτος γίνεται λογισμῶν ἀκαθάρτων. 31 3, εὔγνωστός ἐστι πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ Νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ' αὐτῆς. 32 3, ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται, εἴπερ «ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς». Εἰ δὲ τὸ δένδρον τῆς ζωῆς ἡ τοῦ θεοῦ σοφία ἐστίν, δικαίως ἅψασθαι κωλύεται τούτου τοῦ ξύλου· «εἰς γὰρ κακότεχνον, φησίν, ψυχὴν σοφία οὐκ εἰσελεύσεται.» 33 3, ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τῆν γῆν· ἡτοίμασεν δὲ οὐράνους ἐν φρονήσει·
English
For in all your ways," he says, "know her, that she may make straight your paths." Then there will be healing for your body and care for your bones. When the powers of the soul obtain care, then they will say: "Lord, who is like you? For all my bones, he says, will say: Lord, Lord, who is like you?" For the memory-power of the soul, having obtained care, will certainly say: "I remembered God and was glad." Likewise the contemplative power will say: "I considered your works and was amazed." And similarly the desiring power: "Lord, all my desire is before you." And the reasoning power will say: "I reasoned about ancient days." According to these things it will also happen with the other powers. She is more precious than costly stones; nothing evil opposes her. Against wisdom alone are the demons unable to cast thoughts into the heart of the one who has been made wise, not being permitted; for the mind, being occupied with the contemplations of wisdom, becomes unreceptive to impure thoughts. She is well known to all who draw near to her. A pure mind draws near to wisdom; but the impure one will be removed far from her. She is a tree of life to all who hold fast to her. From this tree Adam is prevented from partaking after the transgression, since "from the fruits of righteousness a tree of life grows." But if the tree of life is the wisdom of God, he is justly prevented from touching this tree; for "into a soul that devises evil," he says, "wisdom will not enter." God founded the earth by wisdom; he prepared the heavens by understanding.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:8 · narrative
Source
3, ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν· νέφη δὲ ἐρρύησαν δρόσους Ἣν ἐνταῦθα γῆν εἶπεν, Παῦλος ὁ ἅγιος πλάτος ὠνόμασεν καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους ὀνομάζει βάθος καὶ τὰ δεδροσωμένα νέφη μῆκος καλεῖ. Ταῦτα δὲ πάντα λογικῶν ἐστι φύσεων σύμβολα διαιρουμένων κόσμοις καὶ σώμασι κατ' ἀναλογίαν τῆς καταστάσεως. 34 3, ἵνα ζήσῃ ἡ ψυχή σου καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ Τράχηλον τὴν ψυχὴν εἶπεν τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ κυρίου. 35 3, ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ Πρόσκομμά ἐστι φύσεως λογικῆς λογισμὸς ἀκάθαρτος ἢ γνῶσις ψευδής. 36 3, ἐὰν κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ
καθεύδῃς, ἡδέως ὑπνώσεις 3, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας Ἐντεῦθεν γινώσκομεν ὅτι ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας νύκτωρ ἡμῖν ἐπισυμβαινούσας. Τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραΰτης καὶ ἀοργησία καὶ μακροθυμία καὶ ὅσα πέφυκε ταρασσόμενον καταστέλλειν θυμόν, εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φάσματα εἴωθε γίνεσθαι. 37 3, μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μή τι εἰς σὲ ἐργάσηται κακόν Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακόν. 38 3, κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν· ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται Ἄγνοια κυρίου ἐν ψυχαῖς ἀσεβῶν· γνῶσις δὲ θεοῦ ἐν ψυχαῖς δικαίων. 39 3, κύριος ὑπερηφάνοις ἀντιτάσσεται·
English
In perception the abysses were broken open, and the clouds dripped with dew. What he here called earth, holy Paul named breadth, and what are here called heavens he in Ephesians calls height, and what are figuratively called abysses he names depth, and the dew-laden clouds he calls length. All these are symbols of rational natures, divided among worlds and bodies in proportion to their state. 34 "That your soul may live, and grace be about your neck." He called the soul a neck, the soul that bore the yoke of the Lord. 35 "That you may walk in confidence in peace in all your ways, and your foot shall not stumble." A stumbling block of rational nature is an unclean thought or false knowledge. 36 "If you sit, you shall be without fear; and if you sleep, you shall sleep sweetly; and you shall not fear sudden terror, nor the assaults of the ungodly when they come." From this we learn that almsgiving removes the fearful fantasies that come upon us by night. The same does gentleness and freedom from anger and long-suffering, and all things that are by nature able to calm a troubled temper, since fearful apparitions are wont to arise from the disturbance of the temper. 37 "Do not strive with a man without cause, lest he do you some evil." This enmity toward one's neighbor works some evil. 38 "The curse of God is in the houses of the ungodly, but the dwellings of the righteous are blessed." Ignorance of the Lord is in the souls of the ungodly, but knowledge of God is in the souls of the righteous. 39 "The Lord opposes the proud.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:9 · narrative
Source
ταπεινοῖς δὲ δίδωσιν χάριν Ὥσπερ τοῖς ἀδίκοις ὁ κύριος ὡς δικαιοσύνη ἀντιτάσσεται καὶ τοῖς ψεύσταις ὡς ἀλήθεια, οὕτω καὶ τοῖς ὑπερηφάνοις ὡς ταπεινοφροσύνη ἀντιτάσσεται. 40 3, δόξαν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν Γνῶσιν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ἐτίμησαν ἀγνωσίαν. 41 4, δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν Σημειωτέον ἐνταῦθα ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως καὶ μὴ κατευοδούμενον. Ἐκεῖ γὰρ δῶρα ἄδικα τὰ προστάγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ. 42 4, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε Οὗτος ἐγκαταλιμπάνει τὸν νόμον ὁ παραβαίνων αὐτόν. 43 4, περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε Εἰ ἐφ' ἡμῖν ἐστι τὸ χαρακῶσαι τὴν σοφίαν, αἱ δὲ ἀρεταί εἰσιν ἐφ' ἡμῖν, οἱ χάρακες ἄρα δηλοῦσιν ἐνταῦθα τὰς ἀρετάς, αἵτινες ὑψοῦσι τὴν γνῶσιν τὴν τοῦ θεοῦ. 44 4, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων· στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου Στέφανος χαρίτων καὶ στέφανος τρυφῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ἥτις καὶ ὑπερασπίζει ἡμῶν πάντα λογισμὸν ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆς. 45 4, ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεταί σοι ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδὸν τὴν εἰποῦσαν· «ἐγώ εἰμι ἡ ὁδός.» Πολλὰς δὲ εἴρηκεν ὁδοὺς τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ. 46 4, ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκεῖ· ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις.
English
But he gives grace to the humble. Just as the Lord opposes the unjust as righteousness, and the liars as truth, so also he opposes the proud as humility. 40 3, The wise shall inherit glory, but the ungodly have exalted dishonor. The wise shall inherit knowledge, but the ungodly have honored ignorance. 41 4, For I give you a good gift. It must be noted here that he calls the law a good gift because of the one who receives gifts in his bosom unjustly and does not prosper. For there he calls the commandments of the evil one unjust gifts, which the mind, when it receives them, does not prosper in its ways. 42 4, Do not forsake my law. This is the one who forsakes the law: the one who transgresses it. 43 4, Fence it about, and it will exalt you. If it is in our power to fence in wisdom, and the virtues are in our power, then the fences here signify the virtues, which exalt the knowledge of God. 44 4, that she may give to your head a crown of graces; and with a crown of delight she will shield you. The crown of graces and the crown of delight is the knowledge of God, which also shields us, thrusting away every passionate thought and every false knowledge. 45 4, Hear, my son, and receive my words, and the years of your life shall be multiplied for you, that many ways of life may become yours. These many ways lead to one way, the one that said, "I am the way." And he has called the virtues many ways, which lead to the knowledge of Christ. 46 4, In whatever place they encamp, do not go there; but turn aside from them and pass by. The place of this army is wickedness and falsely named knowledge.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:10 · narrative
Source
47 4, οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος ἀπ' αὐτῶν, οὐ κοιμῶνται Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσεβέσιν οὐ δίδωσιν ὕπνον ὁ κύριος. Ἐντεῦθεν δὲ ἔστι καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ δαίμονες. 48 4, οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας· οἴνῳ δὲ παρανόμῳ μεθύσκονται Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ, φησίν, αὐτοῦ ἐστιν ἡ ἀσέβεια καὶ οἶνος παρανομία. 49 4, αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέραν ἡμῖν ἐπιλάμψῃ. 50 4, αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασιν πῶς προσκόπτουσιν Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται οὐδὲ τὴν αἰτίαν γινώσκουσι πόθεν προσκόπτουσιν, ἀλλ' οὐδ' αὐτὸ τοῦτο ἴσασιν ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶ γνώρισμα τῆς ἐσχάτης ἀνοίας. 51 4, ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ' ὧν γεννᾶται τὸ ὕδωρ τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις ἡ τοῦ Χριστοῦ. Καὶ ὁ Δαυίδ· «ὤφθησαν, φησίν, αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης», παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. 52 4, οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλέφαρά σου νευέτω δίκαια Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά. 53 4, μὴ
English
47 4, For they do not sleep unless they have done evil; sleep has been taken from them, they do not slumber. If the Lord gives sleep to his beloved, and the ungodly are not his beloved, then the Lord does not give sleep to the ungodly. From this it is possible to show persuasively that demons are not even by nature capable of sleeping. 48 4, For these feed on the bread of ungodliness; and they are drunk with lawless wine. From this we learn by what the army of the opposing power is nourished; for its bread, he says, is ungodliness, and its wine is lawlessness. 49 4, But the ways of the righteous shine like light; they go before and enlighten, until the day is established. Our virtues go before us and enlighten us, until the sun of righteousness shines upon us with his own day. 50 4, But the ways of the ungodly are dark; they do not know how they stumble. The ungodly do not even understand the manner in which they sin, nor do they know the cause from which they stumble; indeed, they do not even know this very thing, that they are transgressing the law, which is the mark of the utmost folly. 51 4, That your springs may not fail you, keep them in your heart. He calls the virtues springs, from which is born the living water, which is the knowledge of Christ. And David says: "The springs of the waters appeared, and the foundations of the world were uncovered," clearly at the coming of our Savior Christ. 52 4, Let your eyes look straight ahead; and let your eyelids nod to what is just. Those who have passionless thoughts and true doctrines, these see what is straight. 53 4, Do not
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:11 · narrative
Source
ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά· ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν. Νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς ἡδονὰς δεξιά· «βορέας γάρ, φησίν, σκληρὸς ἄνεμος· ὀνόματι δὲ ἐπιδέξιος καλεῖται», βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. 54 4, β αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου· τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει Συμφωνεῖ τούτοις τὸ «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον» καὶ «φυλάξῃ πόλιν» καὶ ἑξῆς.
55 5, μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, 5, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου Τὸ λίπος τὴν ἡδονὴν σημαίνει, ἀφ' ἧς τίκτεται ἡ ἀκαθαρσία, ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδὲν ἔστι πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν. 56 5, 5.1–2 τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνόμασεν. Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ Δαυὶδ λέγων· «καταβήτωσαν εἰς ᾅδου ζῶντες.» 58 5, ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται· σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ «οὐκ οἴδασι πῶς προσκόπτουσιν». 59 5, μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν· μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν.
English
You should not turn aside to the right nor to the left, but turn your foot away from an evil way. For virtue is a mean; therefore they say that courage is between recklessness and cowardice. Now he calls "right" not the things that are right by nature, but the things that appear right to some because of pleasures; "for the north wind," he says, "is a harsh wind, but by name it is called favorable," calling the evil one "north wind" symbolically, from which all evils on the earth have been kindled. 54 4, b He himself will make your paths straight, and he will lead your ways forward in peace. To these things agree "unless the Lord builds a house" and "guards a city," and so on.
55 5, Do not pay attention to a worthless woman; for honey drips from the lips of a prostitute woman, which for a time makes your throat smooth; 5, afterward, however, you will find it more bitter than gall and sharper than a double-edged sword. The smoothness signifies pleasure, from which impurity is born, whose offspring are vice and ignorance, than which nothing more bitter can be found among things that have come to be. 56 5, 5.1–2 For the feet of folly lead those who use it with death down to Hades. The one he called above a prostitute, he now named folly. David prays on behalf of those who go down to Hades with death, saying: "Let them go down alive into Hades." 58 5, For she does not enter the ways of life; but her paths are slippery and not easily known. If her paths are not easily known, well has it been said: "They do not know how they stumble." 59 5, Make your way far from her; do not come near the doors of her houses. Here he called "way" the mind that journeys toward virtue.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:12 · narrative
Source
Ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας. 60 5, ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· «ἀνελεήμων γὰρ θυμός, φησίν, καὶ ὀξεῖα ὀργή.» 61 5, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τὰς τοῦ Χριστοῦ καὶ τὸ αἷμα καταναλίσκουσι κοινὸν αὐτὸ ἡγησάμενοι· «ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.» 62 5, παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς Ἦν ὅτε οὐκ ἦν κακία καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. Πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς. Τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. 63 5, πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή. Τοῖς μὲν γὰρ προσελθοῦσι ταῖς ἀρεταῖς βαθὺ φρέαρ εἶναι δοκεῖ, τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή. Οὕτω καὶ ὁ σωτὴρ «ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη». Ἡ δὲ Σαμαρεῖτις φρέαρ αὐτὴν ὀνομάζει·
English
Or perhaps he commands virtue to separate us from evil. 60 5, lest you give your life to others and your livelihood to the merciless. From this we know that the spirited part prevails in the demons; for "merciless is wrath," he says, "and sharp is anger." 61 5, when the flesh of your body is worn away. Through the vices the wicked wear away the flesh of Christ and consume his blood, reckoning it as common; for "he who eats my flesh," he says, "and drinks my blood has eternal life, and I will raise him up on the last day." 62 5, I was almost in every evil in the midst of the church and assembly. There was a time when evil was not, and there will be a time when it will not be; but there was no time when virtue was not, nor will there be a time when it will not be; for the seeds of virtue are indelible. And this one too persuades me—he who was almost, and not completely, in every evil, and the rich man in Hades judged for his evil and pitying his brothers. And to show mercy is the fairest seed of virtue. 63 5, drink waters from your own vessels and from your own wells of a spring. Knowledge is both a well and a spring. For to those who have come to the virtues it seems a deep well, but to the impassible and pure, a spring. So too the Savior "sat by the spring; it was about the sixth hour." And the Samaritan woman calls it a well.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:13 · narrative
Source
«κύριε γάρ, φησίν, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ.» 64 5, ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου Εἰ ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει, αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἡ γνῶσις ἄρα τοῦ θεοῦ ἀπ' ἀρχῆς ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει· «υἱὲ γάρ, φησί, μή σε καταλάβῃ βουλὴ κακή»–τὸν διάβολον λέγων ὡς κακῶς βουλευσάμενον–, «ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη.» Λήθη δὲ καὶ ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι, ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη καὶ ζωῆς θάνατος δεύτερος. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτιπερ ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή. Μήτηρ μὲν ἐπειδὴ ὁ διδάξας με δι' αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας. Γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε «ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν». Ἀδελφὴ δὲ ὅτι
ἐγώ τε καὶ αὐτὴ ἐκ τοῦ ἑνὸς γεγόναμεν θεοῦ καὶ πατρός· «εἶπον γάρ, φησίν, τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι.» 65 5, ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ· ἐν γὰρ ταύτῃ τῇ φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ Εἰ «χάρις καὶ φιλία ἐλευθεροῖ», ἀρετὴ δὲ καὶ γνῶσις ἐλευθεροῖ ψυχὴν λογικήν, ἡ χάρις καὶ ἡ φιλία ἀρετὴ καὶ γνῶσίς ἐστιν. Εἰ δὲ ἡ ἔλαφος ἐκ τῆς φιλίας, ὁ δὲ πῶλος ἐκ τῆς χάριτος γεννᾶται, ἡ μὲν ἔλαφός ἐστιν θεωρίας σύμβολον, ὁ δὲ πῶλος τῆς ἀπαθείας· ἡ μὲν γὰρ ἐξ ἀρετῶν, ἡ δὲ ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν.
English
For, Lord," it says, "you have no bucket and the well is deep." 64 5, Let your fountain of water be your own, and rejoice with the wife of your youth. If the woman here signifies the knowledge of God, and this was given to us from youth, then the knowledge of God was given to us from the beginning, which Solomon above calls the teaching of youth: "For, son," it says, "let not evil counsel seize you"—speaking of the devil as having counselled evilly—"she who forsakes the teaching of youth and forgets the divine covenant." And forgetfulness and forsaking of knowledge and possession are secondary things, just as sickness is the last state relative to health and death the second relative to life. At the same time this too must be known, that the same knowledge is called both mother and wife and sister. Mother, because he who taught me through it has begotten me, as Paul through the gospel begat the Galatians. Wife, because being with me it brings forth virtues and right doctrines, since indeed "wisdom brings forth prudence for a man." Sister, because
I and she have come to be from the one God and Father: "For I said," it says, "that your wisdom is my sister." 65 5, Let the deer of friendship and the foal of your graces converse with you; and let your own lead you and be with you at every time; for in this friendship, being carried along, you will be manifold. If "grace and friendship set free," and virtue and knowledge set free the rational soul, then grace and friendship are virtue and knowledge. And if the deer is from friendship, and the foal is born from grace, the deer is a symbol of contemplation, and the foal of impassibility; for the one naturally comes from virtues, the other from knowledge.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:14 · narrative
Source
Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ. Τὸ πολλοστὸν εἶναι τὸ πλῆθός ἐστιν ἔχειν θεωρημάτων. Πλῆθος δέ ἐστιν τῶν ὠφελουμένων. 68 5, μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις ταῖς μὴ ἰδίαις Τὸ «μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν», τινὲς μὲν περὶ τῆς ἔξωθεν σοφίας νομίσουσι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐκ ἀναγκαῖον διὰ τὰς ἐγκεκρυμμένας ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας ἐκλήψονται καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν ἑρμηνεύσουσιν οὕτως, ὅτι οὐ δυνατὸν ἄνθρωπον ὄντα παντάπασιν ἀπέχεσθαι πονηρῶν λογισμῶν, μὴ χρονίζειν μέντοιγε ἐν αὐτοῖς δυνατὸν καὶ ὅτι ἀγκάλας τὰς ἀλλοτρίας τοὺς πονηροὺς λογισμοὺς ὀνομάζει τοὺς συνέχοντας τὴν ψυχὴν καὶ μὴ λανθάνοντας τὸν καρδιογνώστην θεόν. 69 6, υἱέ, ἐὰν ἐγγύῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ Πᾶς ὁ τὸν φίλον τῶν ἀποστόλων Χριστὸν ἐγγυώμενος ὡς δικαιοσύνην καὶ ἀλήθειαν παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις διὰ τὴν πρὸς τὸν σωτῆρα φιλίαν· φιλία γάρ ἐστιν πνευματικὴ γνῶσις θεοῦ, καθ' ἣν καὶ οἱ ἅγιοι φίλοι χρηματίζουσι τοῦ θεοῦ. Οὕτω καὶ Ἰωάννης ὁ βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου καὶ Μωσῆς καὶ οἱ ἀπόστολοι· «οὐκέτι γάρ, φησίν, ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.» «Παρόξυνε δέ», φησίν, διὰ προσευχῶν καὶ δεήσεων, «καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω» λέγων· «φύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ» καὶ «ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με» καὶ «ἕνεκα τῶν ἐχθρῶν μου μὴ παραδῷς με εἰς χεῖρας θλιβόντων με», «ὅτι ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς».
English
Virtue and the knowledge of God are proper to the rational nature. To be "many" is to have a multitude of thoughts. And a multitude is [a multitude] of those who are benefited. 68 5, Be not much with a strange woman, neither hold [her] in embraces that are not your own. The phrase "Be not much with a strange woman" — some will think it is said concerning external wisdom, with which it is not necessary to linger long because of the deceits hidden within it; but others will take it concerning vice, and will interpret "not to be much with it" thus: that it is not possible for a man to abstain altogether from evil thoughts, yet it is possible not to linger in them; and that he calls "embraces that are not his own" the evil thoughts that hold the soul fast and do not escape the notice of God, who knows the heart. 69 6, Son, if you become surety for your friend, you will deliver your hand to an enemy. Everyone who becomes surety for the friend of the apostles, Christ, delivers his own soul, as righteousness and truth, to the enemies who are accustomed to wage war against men because of friendship toward the Savior; for friendship is spiritual knowledge of God, according to which the saints also are called friends of God. Thus also John the Baptist was a friend of the bridegroom, and Moses, and the apostles; "for no longer," he says, "do I call you servants, but friends." "But provoke," he says, through prayers and supplications, "also your friend for whom you became surety," saying: "Guard me, Lord, from the hand of a sinner," and "from an unjust man deliver me," and "for the sake of my enemies do not deliver me into the hands of those who afflict me," "for for your sake we are put to death all the day long; we were reckoned as sheep for slaughter.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:15 · narrative
Source
70 6, μὴ δῷς ὕπνον σοῖς ὄμμασιν μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις Ὕπνος μέν ἐστι ψυχῆς ἡ κατ' ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα. Διὸ καὶ πρὸ τοῦ νυσταγμοῦ ὁ λόγος τὸν ὕπνον κωλύει· «ἐρρέθη γάρ, φησί, τοῖς ἀρχαίοις· οὐ φονεύσεις· ἐγὼ δὲ λέγω· οὐκ ὀργισθήσῃ.» Καὶ ἐνταῦθα γὰρ φαίνεταί μοι τὸν ὕπνον κωλύων ὁ νόμος, τὸν δὲ νυσταγμὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἴγε ὁ μὲν περικόπτει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν, τὸ δὲ τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν. 71 6, ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος· 6, ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὤν, 6, ἑτοιμάζεται θέρους τὴν τροφήν Σημειωτέον ἐνταῦθα ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν καὶ ἐναρμόνιον κίνησιν σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ σοφώτερος λέγεται. Πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴγε τὰ σύμπαντα δοῦλα τοῦ θεοῦ; Ἢ μήποτε ὁ θεὸς δεσπότης λέγεται διχῶς, ὡς δημιουργὸς καὶ ὡς γινωσκόμενος. Διὸ καὶ ὁ Παῦλος γράφει· «νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ», δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν, «ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.» Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, ἄλογος ὤν, δηλονότι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος, καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην ὁ μύρμηξ κατὰ ταύτην τὴν δεσποτείαν καὶ εἶναι πάλιν ὑπὸ δεσπότην ὡς δημιουργὸν ἔχων τὸν θεόν. 72 6, α.1 ἢ πορεύθητι πρὸς τὴν μέλισσαν... 6, β.1 ἧς τοὺς πόνους
English
70 6, Give not sleep to your eyes, nor slumber to your eyelids. Sleep is the sin of the soul in act; but slumber is the first impure thought taking form in the soul. Therefore the law also forbids sleep before slumber: "For it was said," he says, "to the ancients, You shall not kill; but I say, You shall not be angry." And here, it seems to me, the law forbids sleep, and the Gospel of Christ forbids slumber, since the one cuts off sin in act, and the other the evil first taking form in thought. 71 6, Go to the ant, you sluggard, and be zealous when you see her ways, and become wiser than she; 6, for she, having no field nor anyone to compel her, nor being under a master, 6, prepares her food in summer. It should be noted here that he calls the ant's natural and harmonious motion wisdom; for the wiser is said to be wiser than the wise. And how is she not under a master, if all things are servants of God? Or perhaps God is called master in two ways, as creator and as known. Therefore Paul also writes: "But now, having been freed from sin and enslaved to God," clearly in virtue and knowledge, "you have your fruit unto sanctification, and the end eternal life." But if the ant has no share in such an end, being irrational, clearly she is also free from such slavery; so it is well said that the ant is not under a master in this sense of mastery, and again is under a master, having God as her creator. 72 6, a.1 Or go to the bee... 6, b.1 whose labors
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:16 · narrative
Source
βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομὼν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν, διὰ δὲ τῆς μελίσσης τὴν θεωρίαν τῶν γεγονότων σημαίνειν καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι καὶ σοφοὶ καὶ ἀνόητοι πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται. Καὶ φαίνεται μέν μοι ὁ κηρὸς αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν, τὸ δ' ἐναποκείμενον αὐτῷ μέλι σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν. Καὶ ὁ μὲν κηρὸς παρελεύσεται· «ὁ οὐρανὸς γάρ, φησίν, καὶ ἡ γῆ παρελεύσεται»· τὸ δὲ μέλι οὐ παρελεύσεται. Οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, περὶ ὧν λέγει ὁ Σολομών· «κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς»· καὶ ὁ Δαυίδ· «ὡς γλυκέα, φησί, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.» 73 Τὸ ἀποτέλεσμα τοῦ πόνου πόνον ὠνόμασεν. ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα κακίαν καὶ ἀγνωσίαν, ὧν ἡ ἀγρυπνία ποιεῖ τινα «ὡς στρουθίον μονάζον ἐπὶ δώματι». 75 6, εἶτ' ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς Πενία ἐστὶ στέρησις γνώσεως· ἔνδεια δὲ σπάνις τῶν ἀρετῶν. 76 6, ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασιν δακτύλων Προσεκτέον ἐνταῦθα μήποτε ἄρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκουσιν οἱ ἀντικείμενοι τοὺς ἑαυτῶν λογισμοὺς ἐν ἡμῖν τρεφομένους, ἐπιδὴ καρδιογνώστην μόνον τὸν θεὸν πεπιστεύκαμεν εἶναι.
English
Kings and private individuals are brought to health. By the ant, Solomon seems to sketch out for us the practical way; by the bee, he signifies the contemplation of created things and of the very One who made them, which both pure and impure, both wise and foolish, bring to the health of the soul. And the wax seems to me to hold the place of the account of the things themselves, while the honey stored within it is a symbol of their contemplation. And the wax will pass away—for "heaven and earth," he says, "will pass away"—but the honey will not pass away. For neither will the words of our Savior Christ pass away, concerning which Solomon says: "Good words are honeycombs, and their sweetness is the healing of the soul"; and David says: "How sweet to my throat are your words, beyond honey to my mouth." He called the result of toil toil. How long, sluggard, will you lie there? And when will you arise from sleep? This sleep is naturally inclined to fall upon the rational soul alone; for here it signifies vice and ignorance, from which watchfulness makes one "like a solitary sparrow on a housetop." Then poverty comes upon you like a bad traveler, and want like a good runner. Poverty is the deprivation of knowledge; want is the scarcity of the virtues. The same one winks with the eye, signals with the foot, and teaches with the nods of his fingers. We must take heed here, lest perhaps through such movements of the body the adversaries know the thoughts of ours that are nourished within us, since we have believed that God alone is the knower of hearts.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:17 · narrative
Source
77 6, ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἶμα δίκαιον Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ κτᾶται αἷμα δίκαιον, οὗ στερισκομένη λέγεται ἀποθνῄσκειν ψυχὴ λογική· «ψυχὴ γάρ, φησίν, ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.» Εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστιν δηλονότι καὶ αἷμα ἄδικον, ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψιν καὶ τρεφόμενοι τῷ ἄρτῳ τοῦ ψεύδους. Καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοὺς θυσίαν προσάγοντες τῷ μόνῳ θεῷ τὸ ἄδικον διαφθείρουσιν αἷμα. Ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος ἡ γένεσις τοῦ δικαίου αἵματος καὶ τῇ φθορᾷ τοῦ δικαίου αἵματος ἡ γένεσις τοῦ ἀδίκου αἵματος. Ἀλλὰ τοῦτο μὲν νῦν γενέσθαι πέφυκεν, ἀπ' ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν κακίας ὑπέστη δικαιοσύνη, ὡς οὐδὲ κατὰ φθορὰν νόσου ὑγεία, τῶν παιδίων μετὰ τῆς ὑγείας ἀπ' ἀρχῆς τικτομένων. 78 6, ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν Ἀδελφοί εἰσιν οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν, οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις. Τὸ δὲ ἐκκαίει, ὡς οἶμαι, προστέθειται διὰ τοὺς ἐμπαθεῖς λογισμοὺς ἀνάπτοντας θυμὸν μὲν πρὸς ὀργὴν καὶ μῖσος, ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας. Τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασεν τοῦ πονηροῦ βέλη πεπυρωμένα τιτρώσκοντα τὴν ψυχὴν καὶ θάνατον ἐργαζόμενα.
English
An eye of the insolent, an unjust tongue, hands that shed righteous blood. Everyone who eats the flesh of Christ and drinks his blood acquires righteous blood, deprived of which the rational soul is said to die; for "the soul that sins, it shall die," he says. And if there is righteous blood, there is evidently also unjust blood, which those gather in themselves who devour the food given to the Ethiopian peoples and feed on the bread of falsehood. And those who sacrifice to foreign gods consume their own righteous blood; but those who offer themselves as a sacrifice to the only God destroy the unjust blood. And the generation of righteous blood will certainly follow the destruction of unjust blood, and the generation of unjust blood the destruction of righteous blood. But this has naturally come to be now, yet from the beginning it was not so; for righteousness did not come into being through the destruction of wickedness, just as health does not come through the destruction of disease, since children are born from the beginning with health. An unjust witness kindles falsehoods and sends judgments between brothers. Brothers are those who have the gift of adoption and are under the same father, Christ, whom the witness of injustice attempts to separate, casting disturbances and judgments among them. And "kindles," as I think, has been added because of the passionate thoughts that set ablaze anger toward wrath and hatred, and desire toward shameful deeds. These thoughts the holy Paul also called the fiery arrows of the evil one, wounding the soul and working death.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:18 · narrative
Source
79 6, φύλασσε, υἱέ, νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου... 6, ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω Τὴν μητέρα προστάσσει ἐπάγεσθαι, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα ἡμᾶς κατὰ θεόν. Καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος. Ἀλλ' ἐπειδὴ οὐ δυνατὸν αὐτὸν γνῶναι τὸν θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι, ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ αὐτόν, οὐ βλέπει τὸ φῶς, ὅπερ ἐστὶ ἡ γνῶσις αὐτοῦ τοῦ θεοῦ. 80 6, ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς καὶ ὁδὸς ζωῆς, ἔλεγχος καὶ παιδεία Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς. Καὶ τάχα λύχνος ἐστὶν ἡ παλαιὰ διαθήκη· «ἐκεῖνος γὰρ ἦν ὁ
λύχνος ὁ καιόμενος καὶ φαίνων»· φῶς δὲ ἡ νέα διαθήκη· «ἐγὼ γάρ, φησίν, εἰμὶ τὸ φῶς τοῦ κόσμου.» 81 6, τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας ὅση καὶ ἑνὸς ἄρτου. 82 6, ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; 6, ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδακατακαύσει; Οὗτος ἀποδεσμεῖ τὸ πῦρ ἐν τῷ κόλπῳ, ὁ συγχωρῶν τὸν ἀκάθαρτον λογισμὸν ἐν τῇ καρδίᾳ χρονίζοντα διαφθείρειν τοὺς ὀρθοὺς λογισμούς. Καὶ οὗτος ἐπὶ τῶν ἀνθράκων περιπατεῖ, ὁ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας τὴν ἑαυτοῦ ψυχὴν ἀπολλύων. 83 6, οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον οὐκ ἀθῳωθήσεται οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς Γυναῖκα ὕπανδρον τὴν κακίαν λέγει· ταύτης γὰρ ἀνὴρ ὁ διάβολος ὁ γεννῶν μετ' αὐτῆς τοὺς παρανόμους υἱούς.
English
79 6, Keep, my son, the laws of your father, and do not thrust away the ordinances of your mother... 6, When you walk, bring her along, and let her be with you. He commands that the mother be brought along, who is the wisdom that begets us according to God. And yet it would have been fitting for him to say the father; for he is more suited to be with the son. But since it is not possible for him to know God before the contemplation of created things, for this reason he commands that the mother and not the father be brought along, so that through the mother the son may see the father; for if she does not give birth to him, he does not see the light, which is the knowledge of God himself. 80 6, For the commandment of the law is a lamp and a light and a way of life, reproof and instruction. For the commandment of the law is a lamp and a light. And perhaps the lamp is the old covenant; "for that one was the lamp burning and shining"; and the light is the new covenant; "for I, he says, am the light of the world." 81 6, For the price of a harlot is as much as one loaf of bread. For the pleasure of evil is as great as one loaf of bread. 82 6, Will anyone bind fire in his bosom, and not burn his garments? 6, Or will anyone walk upon coals of fire, and not burn his feet? This one binds fire in his bosom: the one who allows the unclean thought, lingering in the heart, to corrupt right thoughts. And this one walks upon the coals: the one who through sin in action destroys his own soul. 83 6, Thus he who goes in to a woman married to a husband shall not be held guiltless, nor anyone who touches her. He calls evil a woman married to a husband; for her husband is the devil, who begets with her the lawless sons.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:19 · narrative
Source
Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους· «ὑμεῖς, φησίν, ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ.» 84 6, οὐ θαυμαστὸν ἐάν τις ἁλῷ κλέπτων· κλέπτει γὰρ ἵνα ἐμπλήσῃ ψυχὴν πεινῶσαν· 6, ἐὰν δὲ ἁλῷ, ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν Ἐὰν δὲ ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ ὁ πρότερον δι' ἔνδειαν γνώσεως κλέπτων ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ σωτῆρος ἡμῶν σοφίας. 85 6, ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῆ αὐτοῦ περιποιεῖται Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ μοιχός ἐστιν τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν καὶ ἀπ' ἀρχῆς γεγονότος ἀνθρωποκτόνου. 86 6, μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως Ἐνταῦθα δείκνυσιν ὅτι τὸν διάβολον ἕξομεν τῶν πεπραγμένων ἡμῖν κατήγορον ἐν ἡμέρᾳ τῆς κρίσεως. Τοῦτο δὲ καὶ ὁ ἅγιος Παῦλός φησιν· «ἵν' ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων τι λέγειν περὶ ἡμῶν φαῦλον.»
87 7, α υἱέ, τίμα τὸν κύριον καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον Εἰ διὰ τῆς παραβάσεως τοῦ νόμου τις τὸν θεὸν ἀτιμάζει, διὰ τοῦ ποιεῖ δηλονότι τὸν νόμον τιμᾷ τὸν θεὸν. 88 7, εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι· τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ Ἀδελφὴ ἡμῶν ἡ σοφία ἐστίν, διότι ὁ ποιήσας τὴν ἀσώματον φύσιν πατὴρ καὶ ταύτην πεποίηκεν. Σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ τὴν θεωρίαν σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ προνοίας, ἧς εἶδός ἐστι καὶ ἡ φρόνησις καὶ ἡ γνῶσις καὶ ἡ παιδεία καὶ ἡ σύνεσις.
English
And the Savior also in the Gospels says to the Jews: "You are of your father the devil." 84 6, It is no wonder if someone is caught stealing; for he steals in order to fill a hungry soul. 6, But if he is caught, he will repay sevenfold, and giving all that he has he will ransom himself. But if he is caught by true knowledge, he will thrust away all false knowledge, he who previously, through lack of knowledge, was stealing from the wisdom that was made foolish by our Savior. 85 6, But the adulterer, through lack of understanding, procures destruction for his own soul. Everyone who has shared in wickedness is an adulterer of the devil, who first married wickedness and from the beginning became a murderer of man. 86 6, For the fury of a man full of jealousy for her will not spare in the day of judgment. Here he shows that we shall have the devil as accuser of the things we have done in the day of judgment. And this is what the holy Paul also says: "so that the one who is opposed may be put to shame, having nothing evil to say about us."
87 7, My son, honor the Lord and you will be strong; but besides him, fear no other. If through transgression of the law someone dishonors God, then clearly through doing the law he honors God. 88 7, Say that wisdom is your sister; and procure prudence as a familiar friend for yourself. Wisdom is our sister, because the Father who made the incorporeal nature has also made this. And by "wisdom" here he does not mean the Son of God, but the contemplation of bodies and incorporeal things and of the judgment and providence in them, of which prudence and knowledge and instruction and understanding are also a form.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:20 · narrative
Source
89 7, ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται Οἱ πρὸς χάριν ἐμβαλλόμενοι λόγοι οἱ ἐμπαθεῖς εἰσι λογισμοί. 90 7, ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, 7, ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν 7, παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς 7, καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης, 7, ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα νῦν ὀνομάζει· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται τοῖς βουλομένοις ὁδεύειν τὴν πλατεῖαν ὁδὸν καὶ εὐρύχωρον καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν. Ἀλλ' ἐνταῦθα προσεκτέον τί φησιν ὁ Σολομὼν περὶ τῆς κακίας, ὅτι οὐχ αὕτη τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν πλατεῖαν ἀπάγει οὐδ' ἀναγκάζει πορεύεσθαι ἐν διόδοις οἴκων αὐτῆς ἢ προσεγγίζειν γωνίᾳ ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ, ἀλλ' ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς «συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας». Ἡσυχίαν νυκτερινὴν καὶ γνοφώδη τὴν ἀκάθαρτον κατάστασιν ὠνόμασε τῆς ψυχῆς, καθ' ἣν ἀναπτομένη τὴν ἁμαρτίαν διὰ τοῦ σώματος κατεργάζεται. 92 7, χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατείαις, παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει, 7, εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι
English
89 7, that she may keep you from a strange and evil woman, if she casts at you words that are for favor. The words cast for favor are the passionate thoughts. 90 7, for from the window out of her house, peering into the streets, 7, whomever she sees of the foolish children, a young man lacking in wits, 7, passing by a corner in the byways of her houses 7, and speaking in the evening darkness, whenever there is a nocturnal and gloomy quiet, 7, and the woman meets him, having a harlot's appearance, who makes the hearts of the young fly out. He now calls the flesh of man a window; for through this the evil one works his deceits upon men who wish to walk the broad and spacious way that leads away to destruction. But here one must attend to what Solomon says about wickedness, that it does not in the beginning lead a man away to the broad way, nor compel him to walk in the byways of her houses or to draw near a corner or to speak in the evening darkness, but if it sees someone giving himself over to pleasures, straightway "it meets him, having a harlot's appearance, who makes the hearts of the young fly out." He has named the nocturnal and gloomy quiet the impure condition of the soul, in which, being inflamed, it works out sin through the body. 92 7, for for a time she roams outside, and for a time in the streets, at every corner she lies in wait, 7, then having laid hold of him she kissed him. Those who roam in the streets receive adultery and fornication and theft
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:21 · narrative
Source
λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες καὶ ἄλλων τινῶν ἀπειρημένων πραγμάτων φαντασίας λαμβάνοντες. Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι, γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα, γωνία ἄρα νοητή ἐστιν ἀκάθαρτος λογισμός. Τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν. Φίλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθὲς πρὸς αἰσχρὰν ἐργασίαν τὴν ψυχὴν ἐκκαλούμενον. 94 7, ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σου· ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε· 7, κειρίαις τέτακα τὴν κλίνην μου· ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ' Αἰγύπτου· 7, διέρραγκα τὴν κοίτην μου κρόκῳ· τὸν δὲ οἶκόν μου κινναμώμῳ Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχῦναι διὰ τῶν κειριῶν καὶ τῆς κλίνης καὶ τῶν ἀμφιτάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου, ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει παρὰ τοῖς ἐφευρεταῖς γινόμενα τῶν κακῶν. 95 7, οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ· πεπόρευται δὲ ὁδὸν μακράν, 7, ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ· δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ Εἰ «δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ», πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον. 96 7, ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς Τῶν ἐρῳδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. Τούτων ὁ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει·
English
thoughts; but those who wander outside these are moved contrary to nature, seeking the bed of males and receiving fantasies of certain other forbidden things. If of the thoughts some are pure and some impure, and if of lines some are called straight and others bent—and an angle is a bent line—then an intelligible angle is an impure thought. That wickedness lies in wait at every angle therefore shows that through all impure thoughts it deceives the soul. And a demonic kiss is a passionate thought calling the soul out to shameful action. 94 7, for this cause I came out to meet you; desiring your face I have found you; 7, I have spread my bed with coverlets; I have strewn it with tapestries from Egypt; 7, I have sprinkled my couch with saffron; and my house with cinnamon. Wickedness seeks to shame the face of our soul through the coverlets and the bed and the tapestries and the saffron and the cinnamon, which signify evil and various passions arising among the inventors of evils. 95 7, for my husband is not at home; he has gone on a long journey, 7, taking a bundle of silver in his hand; after many days he will return to his house. If "after many days he will return to his house," Paul, gazing very spiritually upon the economy, writes that death, the last enemy, is abolished. 96 7, and he followed her, made foolish. Of herons there are three kinds: the kepphos, the white one, and the one called the starling. Of these the kepphos mates and copulates with difficulty;
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:22 · narrative
Source
κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησι ἐκ τῶν ὀφθαλμῶν καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς. Ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ Τῶν περὶ τὰ ζῷα ἱστοριῶν παρεθήκαμεν. Ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζῴου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθουμένου τῇ πόρνῃ γυναικί, κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι' ἀκολασίαν. [Οἷον διακινηθείς.] 97 7, πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκεν Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς· φονεύει δὲ ταῖς ἁμαρτίαις.
98 8, ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν· ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν Μεταξὺ θρασύτητος καὶ δειλίας ἡ ἀνδρεία ἕστηκεν. 99 8, παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει· ἐν δὲ εἰσόδοις ὑμνεῖται Τὴν σοφίαν ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαί φησιν, τουτέστι παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν· ἔξοδον γὰρ καὶ εἴσοδον τὸν ἐξερχόμενον καὶ εἰσερχόμενον ὀνομάζει. Πολλάκις δὲ ἐσημειωσάμεθα τὴν συνήθειαν αὐτοῦ ταύτην, ὅτι ἀπὸ τῶν ἕξεων ὀνομάζει τοὺς κεκτημένους τὰς ἕξεις ἤτοι τὰς ἀρίστας ἢ τὰς χειρίστας. 100 8, νοήσατε, ἄκακοι, πανουργίαν· οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκεν τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ. 101 8, 10.1–2 λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον... 8, κρείσσων γὰρ σοφία λίθων πολυτελῶν Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας, ἐπάγει·
English
For it cries out and, as they say, when mounting it discharges blood from its eyes and gives birth poorly and painfully. These things, then, we have set down from Aristotle's Histories of Animals. And the Scripture seems to have made its expression from the story of the bird called the cepphus, of the man who is persuaded by the harlot woman, being made like the cepphus and becoming like the bird through licentiousness. [As if stirred up.] 97 7, for she has wounded many and cast them down, and countless are those whom she has slain. She wounds us by our thoughts; she slays us by our sins.
98 8, for she is on the high peaks; and in the midst of the paths she stands. Between boldness and cowardice courage stands. 99 8, for she sits beside the gates of rulers; and in the entrances she is hymned. He says that Wisdom is hymned sometimes in the exits, sometimes in the entrances, that is, among those who go out from wickedness and enter into virtue; for he calls the one who goes out and the one who enters an exit and an entrance. And often we have noted this habit of his, that from the states he names those who possess the states, whether the best or the worst. 100 8, understand, you simple ones, cunning; and you who are untaught, take heart to yourselves. Here he has called virtue the heart that comes upon the heart. 101 8, 10.1–2 receive instruction and not silver, and knowledge above gold that has been tested... 8, for wisdom is better than precious stones. Here he has taken wisdom as a kind of instruction and knowledge; for having set instruction and knowledge first, he adds:
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:23 · narrative
Source
«κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν», ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περιεχομένης ἐν τῇ σοφίᾳ, ἥτις ἐστὶν πρῶτον χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, εἴπερ «διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας». Τὸ δ' αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας. 102 8, 13.1–2 φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν τὸν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν.
103 9, 2.1–2 ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον Ἡ αὐτὴ τροφὴ καὶ κρέας ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ λάχανα καὶ οἶνος. Πλὴν οἱ ἄφρονες ὡς ἄρτων αὐτῆς λέγονται μεταλαμβάνειν καὶ ὡς οἴνου κεκερασμένου. Εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος»; Κρατήρ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους. 105 9, ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλός ἐστι Χριστοῦ, ὁ δὲ Χριστὸς σοφία ἐστίν, Παῦλος ἄρα ὁ ἀπόστολος δοῦλος σοφίας ἐστίν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ τῶν προφητῶν τὸν λόγον συνάξομεν, δούλους τῆς σοφίας αὐτοὺς ἀποδείξαντες. 106 9, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα Τοῦτο τὸ κήρυγμα μόνον ἐστὶν ὑψηλὸν τόπους γνώσεως κηρῦσσον θεοῦ. 107 9, ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν Οὐκ εἶπεν τῶν ἐμῶν κρεῶν·
English
For wisdom is better than precious stones, since instruction and knowledge are contained in wisdom, which is first a gift of the Holy Spirit, if indeed "through the Spirit is given the word of wisdom." And this same thing is also called the spirit of adoption. 102 8, 13.1–2 The fear of the Lord hates injustice, both insolence and pride and the ways of the wicked. It should be noted that by injustice and insolence and pride he means the unjust man and the insolent man and the proud man, naming him from his worst disposition.
103 9, 2.1–2 She has slaughtered her own victims, she has mixed her own wine into a mixing bowl. The same food is called both meat and bread and milk and vegetables and wine. Except that the foolish are said to partake of her as of breads and as of mixed wine. But if this is so, how shall we understand "man ate the bread of angels"? A mixing bowl is spiritual knowledge containing the accounts concerning incorporeal and corporeal things and judgment and providence. 105 9, she sent out her own servants. If Paul the apostle is a servant of Christ, and Christ is wisdom, then Paul the apostle is a servant of wisdom. And in the same way also for the remaining apostles and prophets we shall gather the account, having shown them to be servants of wisdom. 106 9, calling together with a lofty proclamation to her mixing bowl, saying. This proclamation alone is lofty, proclaiming places of the knowledge of God. 107 9, Come, eat of my breads and drink wine which I have mixed for you. He did not say "of my meats.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:24 · narrative
Source
«τελείων γάρ ἐστιν ἡ στερεὰ τροφή.» 108 9, μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς, μᾶλλον δὲ περὶ φόβου θεοῦ αὐτοῖς διαλέγεσθαι, ὅστις πείθει αὐτοὺς ἀποστῆναι κακίας. 109 9, α τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς Εἰ «τὸ γνῶναι τὸν νόμον διανοίας ἐστὶν ἀγαθῆς», καὶ τὸ ποιῆσαι τὴν ἐντολὴν διανοίας ἐστὶν ἀγαθῆς. Πλὴν πρότερον τὸ ποιῆσαι τὴν ἐντολὴν τοῦ γνῶναι τὸν νόμον, εἴπερ ἡ γνῶσις μετὰ τὴν κάθαρσιν προσγίνεσθαι πέφυκεν. 110 9, α ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους· ὁ δ' αὐτὸς διώξεται ὄρνεα πετόμενα Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος καὶ ναυαγήσας περὶ τὴν πίστιν. 111 9, β ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος· τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται Ἀπέλιπεν γὰρ τὴν ἄμπελον τὴν εἰποῦσαν· «ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα», καί· «ὁ πατήρ μου ὁ γεωργός ἐστιν.» 112 9, ξ.3 συνάγει δὲ χερσὶν ἀκαρπίαν Ἀκαρπία ἐστὶ κακία καὶ ἄγνοια. 113 9, γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην Ὡς διδακτῆς οὔσης τῆς αἰσχύνης, εἴρηται τὸ «οὐκ ἐπίσταται αἰσχύνην». Καὶ ὁ Δαυὶδ τὸν τοῦ θεοῦ φόβον διδακτὸν εἶναι λέγει· «δεῦτε γάρ, φησίν, τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς.» Εἰ δὲ ὁ φόβος καὶ ἡ αἰσχύνη πάθη ψυχῆς ἐστι φυσικά, πῶς διδακτά ἐστιν; Ἢ τάχα φόβον λέγει κυρίου τὴν διδασκαλίαν τὴν περὶ φόβου κυρίου τὴν διδάσκουσαν ἡμᾶς ὅπως δεῖ ἀπὸ κακίας ἐκκλίνειν, εἴγε «τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ».
English
For solid food is for the mature." Do not reprove the wicked, lest they hate you. One must not reprove the wicked who are sinning, but rather speak to them about the fear of God, which persuades them to depart from evil. But to know the law is [the mark] of a good understanding. If "to know the law is [the mark] of a good understanding," then to do the commandment is also [the mark] of a good understanding. Yet doing the commandment comes before knowing the law, since knowledge naturally comes after purification. He who leans upon falsehoods, this one will shepherd winds; and the same man will pursue flying birds. [This means] one who is carried about by every wind of teaching and has suffered shipwreck concerning the faith. For he has abandoned the ways of his own vineyard; and he has wandered from the axles of his own farm. For he abandoned the vine that said, "I am the vine, you are the branches," and, "My Father is the vinedresser." And he gathers barrenness with his hands. Barrenness is wickedness and ignorance. A foolish and shameless woman becomes destitute of a morsel, she who does not know shame. Since shame is something teachable, it has been said, "she does not know shame." And David says that the fear of God is teachable: "Come, he says, children, listen to me, I will teach you the fear of the Lord." But if fear and shame are natural passions of the soul, how are they teachable? Or perhaps he calls the fear of the Lord the teaching concerning the fear of the Lord that teaches us how one ought to turn aside from evil, since "by the fear of the Lord everyone turns aside from evil.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:25 · narrative
Source
Καὶ πάλιν αἰσχύνην ὀνομάζει τοὺς περὶ μετανοίας καὶ αἰσχύνης λόγους τοὺς ἄγοντας ἡμᾶς εἰς συναίσθησιν τῶν οἰκείων ἁμαρτημάτων. Οὕτω καὶ ὁ Δαυίδ φησιν· «ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας», τουτέστιν ὄψομαι τοὺς λόγους τοὺς περὶ οὐρανῶν καὶ σελήνης καὶ ἀστέρων. 114 9, ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ «Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους καὶ μετὰ τοῦτο πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος.» 115 9, α ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν Οὐ δεῖ τὸν νοῦν ἐγχρονίζειν τοῖς φαύλοις νοήμασιν· «οὐδεὶς γὰρ ἀποδήσει πῦρ ἐν κόλπῳ καὶ τὰ ἱμάτια οὐ κατακαύσει.» 116 9, ξ ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς Ὥσπερ παρὰ τῷ θεῷ ἐστιν πηγὴ ζωῆς, οὕτω καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου. Εἰ δὲ ἡ τοῦ θεοῦ πηγὴ ἀρετῆς καὶ γνώσεώς ἐστιν πηγή, ἡ τοῦ διαβόλου πηγὴ δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶν πηγή. Ὡσαύτως δὲ καὶ ἐπὶ ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον. 117 10, οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους· δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου «Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους», οὓς ἐπὶ γῆς ἐθησαύρισαν, «ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν». 118 10, 3
English
And again he calls shame the words concerning repentance and shame that lead us to a consciousness of our own sins. Thus also David says: "I will look upon the heavens, the works of your fingers, the moon and the stars which you founded"—that is, I will look upon the words concerning the heavens and the moon and the stars. 114 9, "Lay hold sweetly of hidden bread and of the sweet water of theft." "The bread of falsehood was sweet to them, and after this their mouth shall be filled with gravel." 115 9, a But leap away, do not linger in the place, nor set your eye upon her. The mind must not linger over wicked thoughts; "for no one will bind fire in his bosom and not burn his garments." 116 9, x But keep away from alien water, and do not drink from an alien spring. Just as there is a spring of life with God, so also with the devil there is a spring of death. And if the spring of God is a spring of virtue and knowledge, the spring of the devil is plainly a spring of wickedness and ignorance. And one must understand the same likewise concerning rivers and wells and waters and rains. 117 10, "Treasures will not profit the lawless; but righteousness shall deliver from death." "Treasures will not profit the lawless," which they have treasured up on earth, "where moth and decay destroy and where thieves break in and steal." 118 10, 3
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:26 · narrative
Source
οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν· ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει Εἰ ἡ ζωὴ τῶν ἀσεβῶν ἡ κακία ἐστίν, ταύτην δὲ ἀνατρέψει ὁ κύριος, ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν ὁ κύριος παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ἵνα γένηται ὁ θεὸς τὰ «πάντα ἐν πᾶσιν». 119 10, ὁδοὺς ζωῆς φυλάσσει παιδεία· παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ πλάνης αὐτῇ γίνεται πρόξενος. 120 10, καλύπτουσιν ἔχθραν χείλη δίκαια· οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν Ἔχθραν τὴν κακίαν λέγει· διὰ γὰρ ταύτης ἐχθροὶ γινόμεθα τοῦ θεοῦ· «εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ.» Εἰ δὲ ἡ ἔχθρα ἡ κακία ἐστίν, ἡ φιλία ἡ ἀρετή ἐστιν καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ, δι' ἧς φίλοι γινόμεθα τοῦ θεοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ γὰρ ταύτης τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. 121 10, ἐπιθυμία δὲ δικαίου δεκτή «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου», φησὶν ὁ Δαυίδ. 122 10, φόβος κυρίου προστίθησιν ἡμέρας· ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται Εἰ «φόβος κυρίου προστίθησιν ἡμέρας», «ἀρχὴ δὲ σοφίας φόβος κυρίου», αἱ ἡμέραι αὗται μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι, ὑπὲρ ὧν εὔχεται καὶ ὁ Δαυὶδ λέγων· «μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου.» Ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανε, περὶ οὗ εἴρηται· «καὶ Ἀβραὰμ ἀπέθανε πρεσβύτης καὶ πλήρης ἡμερῶν.» 123 10, δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει·
English
The Lord will not starve a righteous soul, but he will overthrow the life of the ungodly. If the life of the ungodly is wickedness, and the Lord will overthrow this, then obviously the ungodly will at some point not be ungodly; for after this overthrow the Lord will hand over the kingdom to God and the Father, so that God may become "all in all." 119. Discipline guards the paths of life, but undisciplined discipline wanders. He calls an undisciplined discipline the evil conduct of the soul, which also becomes for it the cause of wandering. 120. Righteous lips cover hatred, but those who bring forth insults are most foolish. He calls wickedness hatred; for through it we become enemies of God. "For if, while we were enemies," says Paul, "we were reconciled to God through the death of his Son." And if hatred is wickedness, then friendship is virtue and the knowledge of God, through which we become friends of God and of the holy powers; for on the basis of this friendship, the friends of the same one are also friends of one another. 121. The desire of a righteous man is acceptable. "O Lord, all my desire is before you," says David. 122. The fear of the Lord adds days, but the years of the ungodly will be made few. If "the fear of the Lord adds days," and "the beginning of wisdom is the fear of the Lord," these days are parts of wisdom, produced by the sun of righteousness, for which David also prays, saying: "Do not bring me up in the midst of my days." And Abraham also, having fulfilled these days, died, concerning whom it is said: "And Abraham died, an old man and full of days." 123. A righteous man will not give way for the age.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:27 · narrative
Source
ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν Τὸν αἰῶνα ἀντὶ τοῦ διὰ βίου. Καὶ ὁ Παῦλος· «οὐ μὴ φάγω, φησίν, κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω», αἰῶνα τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ διάστημα ὀνομάζων. 124 10, χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας· στόμα δὲ ἀσεβῶν ἀποστρέφεται Στόμα νῦν τὸν νοῦν εἴρηκεν.
125 11, οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι καὶ ναυαγοῦντες περὶ τὴν πίστιν. 126 11, πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ· μισεῖ δὲ ἦχον ἀσφαλείας Ἦχον ἀσφαλείας τοὺς περὶ σωτηρίας λόγους ὠνόμασεν. 127 11, τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλήμων· ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων Ἐνταῦθα τὴν ψύχην ἄντικρυς προσεῖπεν σῶμα. Καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς εὐαγγελίοις σῶμα τὴν ψυχὴν ὀνομάζει, «ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός», λύχνον μὲν εἰπὼν τὸν νοῦν–αὐτὸς γάρ ἐστιν γνώσεως δεκτικός–, σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς, ὅπερ τινὲς μὲν ἄλογον, τινὲς δὲ παθητικὸν μέρος καλοῦσιν.
English
But the ungodly shall not inhabit the earth forever, meaning throughout their life. And Paul says, "I will not eat meat forever, lest I cause my brother to stumble," calling "forever" the interval that extends along with the constitution of his life. 124 10, The lips of righteous men drip graces; but the mouth of the ungodly is turned away. Here he has called the mind "mouth."
125 11, Those who have no governance fall like leaves; but salvation exists in much counsel. Being carried about by every wind of teaching and shipwrecked concerning the faith. 126 11, An evil man does evil when he mingles with a righteous man; but he hates the sound of safety. He has called the words concerning salvation "the sound of safety." 127 11, A merciful man does good to his own soul; but the merciless destroys his own body. Here he has called the soul "body" outright. And Christ also in the Gospels calls the soul "body," saying, "The lamp of the body is the eye," calling the mind the lamp—for this is receptive of knowledge—and the body the spirited and desiring part of the soul, which some call the irrational part, and others the passible part.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:28 · narrative
Source
128 11, χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται· ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστῶν Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος. Καὶ οὗτος σπείρει δικαιοσύνην ὁ περὶ ἀρετῶν καὶ θεοῦ γνώσεως προϊέμενος λόγους. 129 11, εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶν δὲ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται Τοῖς τὰ ἴδια σπείρουσι καὶ πλείονα ποιοῦσιν ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττονούμενοι. Εἰ δὲ οἱ τὰ ἴδια σπείροντές εἰσιν οἱ εἰς τὸ πνεῦμα σπείροντες καὶ ζωὴν θερίζοντες, οἱ συνάγοντές εἰσιν οἱ εἰς τὴν σάρκα σπείροντες καὶ φθορὰν συνάγοντες ἑαυτοῖς. 130 11, ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν· εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος Ὅμοιόν ἐστι τούτῳ καὶ τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἐν τοῖς εὐαγγελίοις λεγόμενον· «οὐδεὶς λύχνον ἅψας τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν καὶ φαίνει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.» 131 11, τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν· ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν Εἰ τεκτονική ἐστιν ἐργασία ἀγαθῶν καὶ πρακτική ἐστιν
English
128 11, He who puts his hands to hands unjustly will not go unpunished; but he who sows righteousness will receive a reward of the faithful. This one puts his hands to hands unjustly: the one who becomes a teacher of evil deeds and doctrines. And this one sows righteousness: the one who sends forth words about virtues and the knowledge of God. 129 11, There are those who sow their own things and make more; and there are those who gather and are diminished. Those who sow their own things and make more are opposed by those who gather and are diminished. But if those who sow their own things are those who sow to the spirit and reap life, those who gather are those who sow to the flesh and gather corruption for themselves. 130 11, He who holds back grain would leave it to the nations; but a blessing is on the head of the one who shares. Similar to this is also what is said by our Savior in the Gospels: "No one, having lit a lamp, puts it under a bushel, but on the lampstand, and it shines for all who are in the house." 131 11, He who devises good things seeks a good favor; but those who seek out evil things, it will overtake them. If the work of a craftsman is a work of good things and is practical
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:29 · narrative
Source
ἐργασία ἀρετῶν, ἡ πρακτική ἐστιν ἡ τεκτονική. 132 11, ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς· ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται ὁ Ἀδὰμ τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλών, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. 133 12, κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται «Μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ Δαυίδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.» 134 13, ὁ ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν· θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν Πλοῦτος ἀσεβῶν κακία. Οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτὸν δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας ἤτοι νῦν ἢ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι γενόμενοι ἐπάνω πέντε καὶ δέκα πόλεων. Καὶ ὁ Παῦλός φησιν· «κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ.» 135 14, πάντα ἐναντία ἀνδρὶ ἄφρονι· ὅπλα δὲ αἰσθήσεως χείλη σοφά «Οὐκ ἀντιτάσσεται» γὰρ τῇ σοφίᾳ «οὐδὲν πονηρόν», διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες. 136 14, οἰκίαι ἀφρόνων ὀφειλήσουσι καθαρισμόν· οἰκίαι δὲ δικαίων δεκταί Ἵνα καθαροὶ γενόμενοι ἴδωσι τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος ὅπερ πάσῃ λογικῇ φύσα τετήρηται. 137 14, τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος· ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός Διανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ἅσπερ ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν. 138 14, μεριοῦνται ἄφρονες κακίαν·
English
The practice of virtues is the craft of building. 132 11, From the fruit of righteousness grows a tree of life; but the souls of the lawless are taken away before their time. This tree of life is the one planted in the middle of paradise, which Adam is prevented from touching after his sin, having cast away the seeds of righteousness, from which the tree of life grows. 133 12, Better is the man who finds favor with the Lord, but the lawless man will be passed over in silence. "Never be silent toward me," says David, "lest I become like those who go down into the pit." 134 13, The good man will inherit sons of sons; but the wealth of the ungodly is stored up for the righteous. The wealth of the ungodly is wickedness. But the righteous will consume it, clearly through good teaching, either now or also in the age to come, becoming over fifteen cities. And Paul says: "But by your hardness and impenitent heart you store up for yourself wrath on the day of wrath and of the revelation of the righteous judgment of God." 135 14, All things are contrary to a foolish man; but wise lips are weapons of perception. For "nothing wicked" opposes wisdom, because it is an invincible weapon; for only the demons are powerless against it. 136 14, The houses of fools will owe purification; but the houses of the righteous are acceptable, so that having become pure they may see God; for this is the blessed end that is kept for every rational nature. 137 14, The bold-hearted man will be filled with his own ways; but a good man with his thoughts. By "thoughts" he now meant the dispositions of the virtues, which he set in contrast to the ways of the bold-hearted man. 138 14, Fools will divide wickedness;
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:30 · narrative
Source
οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως Ἀντέθηκε τὴν κακίαν τῇ αἰσθήσει. Εἰ δὲ ἡ κακία τῇ ἀρετῇ ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν. 139 15, ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή· οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» 140 15, παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων· οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. 141 15, πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά· οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός Ἡσυχία ἐστὶν ἀποχὴ κακίας. 142 15, ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ Ὁδοὺς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. 143 15, α δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων· διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται Παύλου κηρύξαντος· «οἵ ποτε ὄντες ἐχθροὶ κατηλλάγησαν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ»· πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται, ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· «οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.» 144 16, μαντεῖον ἐπὶ χείλεσι βασιλέως· ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ Καρδιογνώστης ἐστὶν ὁ Χριστὸς καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. 145 16, θυμὸς βασιλέως ἄγγελος θανάτου· ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους θυμὸς τοῦ θεοῦ καλεῖται. 146 16, νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου·
English
But the unscrupulous will gain mastery of perception. He has set vice in opposition to perception. And if vice is opposed to virtue, then perception here signifies virtue. 139 15, In abundant righteousness there is great strength; but the impious will be destroyed root and branch from the earth. "Unless your righteousness abounds more than that of the scribes and Pharisees, you will not enter the kingdom of heaven." 140 15, The discipline of the guileless is recognized by those who pass by; but those who hate reproofs come to a shameful end. By "reproofs" he now meant the commandments; for these reprove us when we sin. 141 15, At all times the eyes of the wicked await evil things; but the good are at rest throughout. Rest is abstinence from evil. 142 15, The ways of life are the thoughts of the prudent, that by turning aside from Hades he may be saved. He calls "ways of life" the practical virtues that lead to knowledge. 143 15, Acceptable to the Lord are the ways of righteous men; and through them even enemies become friends. As Paul proclaimed: "Those who once were enemies were reconciled to God through the death of his Son." Yet one must consider whether all enemies become friends through the righteous, so that Christ may say to all: "No longer do I call you servants, but friends." 144 16, An oracle is on the lips of the king; and in judgment his mouth will not err. Christ is the knower of hearts, and he will judge the world in righteousness. 145 16, The wrath of a king is a messenger of death; but a wise man will appease him. The messenger who knows the words concerning punishment is called the wrath of God. 146 16, The nestlings of wisdom are more desirable than gold;
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:31 · narrative
Source
νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον Γνῶσις σοφίας ὑπὲρ χρυσίον· γνῶσις δὲ φρονήσεως ὑπὲρ ἀργύριον. 147 16, 17.3–4 ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται· ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις· παιδεία δὲ ἀφρόνων κακή Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν. Εἰ δὲ παιδεία ἀφρόνων ἡ κακία ἐστίν, ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν.
149 16, καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος· ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα. 150 16, ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκε συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι. Τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομών, ὡς οἶμαι, διὰ ταύτης τῆς παροιμίας δεδήλωκε, σκολιὸν μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πυρσευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοῦ διδασκομένους καὶ φίλους τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις.
English
Nestlings of understanding are more to be chosen than silver. The knowledge of wisdom is above gold; and the knowledge of understanding is above silver. 147 16, 17.3–4 He who receives instruction shall be among the good; and he who keeps reproofs shall be made wise. He calls the commandments of God reproofs; for these reprove us when we sin. The thought is a fountain of life to those who possess it; but the instruction of fools is evil. The instruction that is not subject to reproof he has now called the instruction of fools. And if vice is the instruction of fools, then the instruction that is not subject to reproof is folly.
149 16, The heart of the wise shall understand the things from his own mouth; and upon his lips he shall carry discernment. He called knowledge discernment, from the fact that it discerns all things. 150 16, A crooked man sends forth evils and kindles a torch of deceit for the wicked and separates friends. The word means that the demons, having learned from the devil to set upon the saints and to try to separate them from the knowledge which by nature joins them in friendship to the heavenly powers. And this same thing, I think, Solomon has indicated through this proverb, calling the devil a crooked man, and the evil demons kindled deceits, that is, those who are taught, and friends the saints who are joined to one another through knowledge.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:32 · narrative
Source
151 16, στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά· οὗτος κάμινός ἐστιν κακῶν Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον. 152 16, εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις· παρὰ δὲ κυρίου πάντα τὰ δίκαια Σημειωτέον ὅτι κόλπους ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων. Οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει. Εἰ δ' ἐστὶ καὶ κόλπος ψεκτός, τὴν ἀγνωσίαν δηλονότι δηλώσει.
153 17, οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων· ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη Εἰ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας», πᾶς ὁ ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσποτῶν. Ὁ δὲ τοιοῦτος γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ' ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικὴν καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. Οὕτω καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ τὴν γῆν τῆς ἐπαγγελίας ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γεγονότων γνώσεως σύμβολον. Πλὴν τοῦτο ἰστέον ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν τῇ Ἰούδα γνώσει ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός.
English
151 16, He who fixes his eyes calculates crooked things, and with his lips he defines all evils; this man is a furnace of evils. The spirit of dew, blowing gently, scatters the flame of this furnace. 152 16, All things come into the bosom of the unjust; but all just things are from the Lord. It should be noted that here he has called the hearts of the unjust "bosoms." And I think that everywhere "bosom" signifies either the mind or knowledge. But if there is also a blameworthy bosom, it will clearly signify ignorance.
153 17, A prudent servant will rule over foolish masters; and among brothers he will divide portions. If "everyone who commits sin is a slave of sin," then everyone who has departed from evil and through the virtues has ruled over foolish demons has ruled over masters. And such a man will also become a steward of the mysteries of God, giving spiritual knowledge to each of the brothers in proportion to his condition—giving milk to drink to the Corinthian, but feeding the Ephesian with solid food, discoursing on height and length and breadth and depth, and through these dimensions signifying the division of the rational nature, which contains the accounts concerning the judgment and providence of God, being very deep and escaping the human condition. Thus also Joshua the son of Nun divided the land of promise among the twelve tribes, which is a symbol of the knowledge of God and of the things that have come to be by him. Nevertheless, this must be known: that the accounts concerning the incarnation of Christ and his sojourn lie stored up in the knowledge of Judah; for Christ is born in his lot.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:33 · narrative
Source
Οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα καὶ Βενιαμίν, ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν καταστάσεων ἡγοῦμαι διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομολογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς δεξιᾶς. 154 17, κακὸς ὑπακούει γλώσσης παρανόμων· δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων ὁ τοὺς ἀδίκους δεχόμενος παρ' αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς, οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, τουτέστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. 155 17, α τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. Ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος διδάσκει δι' ὧν γράφει τὸ «ἐν παντὶ ἐπλουτίσθητε ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ». Εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες «ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι»· πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολόν, πολλῶν ἀπίστων περιβεβλημένος πλοῦτον, πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου. 156 17, οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίῳ χείλη ψευδῆ «Τίς
English
I think that the words concerning providence are fitting to the condition of the hidden Judah and Benjamin, names which I consider to be distinguishing marks of different and pure conditions—since Judah, indeed, is interpreted as "confession," and Benjamin as "son of days" or "son of the right hand." 154 17, A wicked man listens to the tongue of the lawless; but the righteous does not pay attention to false lips. This man listens to the tongues of the lawless—the one who receives unjust thoughts from them and hastens to act according to them—to which the righteous man is said not to pay attention, that is, not to nourish them further within himself. 155 17a, To the faithful man the whole world of money belongs; but to the faithless man not even an obol. The faithful man, he says, will see the words of this world, which he has figuratively called the money of the mind; but the faithless man will not know the word even of an ordinary thing, because of the impurity of his soul. And that knowledge of God is the wealth of the soul, Paul teaches through what he writes: "You were enriched in every knowledge and in all wisdom." But if anyone wishes to show that this is not the meaning of this proverb, let him say where those who went about "in sheepskins, in goatskins, being ill-treated, afflicted, destitute" had an abundance of money; and how the faithless man will not have even an obol, when he is clothed with the wealth of many faithless men—I mean of many kings and rulers of this world. 156 17, Faithful lips will not be fitting for a fool, nor false lips for a righteous man. Who
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:34 · narrative
Source
γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;» 157 17, ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησιν φίλους καὶ οἰκείους Διὰ μὲν τῆς δικαιοσύνης τὴν ἀδικίαν κρύπτομεν, διὰ δὲ τῆς σωφροσύνης τὴν ἀκολασίαν καὶ πάλιν διὰ τῆς ἀγάπης τὸ μῖσος καὶ διὰ τῆς ἀφιλαργυρίας τὴν πλεονεξίαν. Κρύπτομεν δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν καὶ διὰ τῆς πραΰτητος τὴν θρασύτητα, ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει. Καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολῖταί τινες τῶν ἁγίων λέγονται γεγονέναι καὶ οἰκεῖοι τῆς Ἱερουσαλήμ, «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν». 158 17, ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος; Τοιοῦτος δὲ ἐγένετο κατὰ τὴν ἔρημον πρὸς τὸν θεὸν ὁ Ἰσραήλ, πρὸς ὃν Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησίν· «γενεὰ σκολιὰ καὶ διεστραμμένη ταῦτα κυρίῳ ἀνταποδίδοτε.» 159 17, ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης· προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη Δικαιοσύνῃ ἕπεται γνῶσις· προηγεῖται δὲ τῆς ἀγνοίας κακία. 160 17, ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ Ὅμοιός ἐστιν τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρὸν καὶ τὸ μὲν φῶς ὀνομάζων σκότος, τὸ δὲ σκότος φῶς. 161 17, ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται Χρήματα ἄφρονός ἐστιν αἱ περὶ τὰ καθ' ἕκαστον αὐτοῦ πράγματα ἀφροσύναι·
English
For what participation has righteousness with unrighteousness, or what fellowship has light with darkness? He who hides injustices seeks friendship; but he who hates to hide separates friends and kindred. Through righteousness we hide unrighteousness, and through temperance licentiousness, and again through love hatred, and through love of poverty covetousness. And we hide arrogance through humility, and recklessness through gentleness, seeking spiritual friendship, which signifies holy knowledge. And in Paul certain of the saints are said to have become fellow-citizens and kindred of Jerusalem, "having been built upon the foundation of the apostles and prophets." He who repays evils for goods, evils shall not be moved from his house. If he who repays evils for evils is a transgressor, how much more is he who repays evils for goods more transgressive? Such did Israel become toward God in the wilderness, to whom Moses says in Deuteronomy: "A crooked and perverse generation, do you repay these things to the Lord?" The beginning of righteousness gives authority to words; but sedition and strife precede want. Knowledge follows righteousness; but wickedness precedes ignorance. He who judges the unjust as just, and the just as unjust, is unclean and abominable before God. Like this one is he who says the bitter is sweet and the sweet bitter, and names the light darkness, and the darkness light. Why have riches come to be for a fool? For the heartless will not be able to acquire wisdom. The riches of a fool are his follies concerning his individual affairs.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:35 · narrative
Source
διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς κτήσασθαι σοφίαν ἀδυνατεῖ. 162 17, α ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά «Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν», ὅτι «κύριος ὑπερηφάνοις ἀντιτάσσεται», «ἐμπεσεῖται εἰς κακά». 163 17, 17.1–2 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι· ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν Εἰ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶν ἀδελφοί, οἱ ἄγγελοι δὲ καὶ οἱ δίκαιοι ἄνθρωποι Χριστοῦ εἰσιν υἱοί, οἱ ἄγγελοι ἄρα καὶ οἱ ἅγιοι ἄνθρωποι ἀλλήλων εἰσὶν ἀδελφοί, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι. 164 17, τούτου γὰρ χάριν γεννῶνται «Τούτου γὰρ χάριν γεννῶνται» ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώπους ὁδηγήσωσιν ἀπὸ κακίας ἐπ' ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ, εἴγε «καὶ αὐτὴ ἡ κτίσις στενάζει καὶ συνωδίνει ἡμῖν καὶ ὑπετάγη τῇ ματαιότητι οὐχ ἑκοῦσα». 165 17, ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά Οὗτός ἐστιν εὐμετάβολος ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος. 166 17, λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί· ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα οὐ κατευοδοῦνται ὁδοί· τὰ γὰρ ἐμπαθῆ νοήματα ὠνόμασε δῶρα παρὰ τῶν δαιμόνων ἡμῖν προσφερόμενα. Ἢ δῶρα ἐν κόλπῳ ἀσεβὴς λήψεται τοῦ ἐκκλῖναι ὁδοὺς κρίσεως. 167 17, καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν, οὐκ εὐφραίνεται πατὴρ ἐφ' υἱῷ ἀπαιδεύτῳ· υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ Ὁ μὲν φρόνιμος εὐφραίνει τὴν μητέρα· ὁ δὲ ἄφρων ὀδυνᾷ τὴν τεκοῦσαν αὐτόν. 168 17, πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ·
English
For through these things, having become heartless, he is unable to acquire wisdom. 162 17, a He who makes his own house high seeks destruction; but he who twists things so as to learn will fall into evils. "But he who twists things so as to learn," because "the Lord opposes the proud," "he will fall into evils." 163 17, 17.1–2 Let a friend exist for you at every season; and let brothers be useful in necessities. If the sons of Christ are brothers of one another, and the angels and the righteous men are sons of Christ, then the angels and the holy men are brothers of one another, being born by the spirit of adoption. 164 17, For this cause they are born "For this cause they are born" by wisdom, so that they might guide men from vice to virtue and from ignorance to the knowledge of God, since indeed "creation itself groans and suffers labor pains with us and was subjected to vanity, not willingly." 165 17, A man changeable in tongue will fall into evils. This is the changeable man who easily changes from virtue to vice. 166 17, For one who takes gifts in his bosom unjustly, his ways do not prosper; but the impious turns aside from the ways of righteousness. For one who takes unjust thoughts in his heart, his ways do not prosper; for he called the passionate thoughts "gifts" offered to us by the demons. Or, the impious will receive gifts in his bosom, so as to turn aside from the ways of judgment. 167 17, But the heart of a fool is grief to the one who possesses it; a father is not gladdened over an uneducated son; but a prudent son gladdens his mother. The prudent man gladdens his mother; but the fool grieves the one who bore him. 168 17, The countenance of a wise man is understanding;
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:36 · narrative
Source
οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρᾳ γῆς Καρδία δὲ ἄφρονος ἐν ἄκρᾳ κακίᾳ. 169 17, ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ Ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων υἱὸς μόνον τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσά ἐστιν· ἡ δὲ τεκοῦσα οὐ πάντως ἐστὶν καὶ μήτηρ. Ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μέν ἐστιν, μήτηρ δὲ οὐκ ἔστιν, ὅτι μηδὲ τοῦ τῆς υἱοθεσίας πνεύματος μετέσχηκε τὸ τεχθέν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν· τὴν δὲ τεκοῦσαν οὐκέτι μητέρα τοῦ παιδίου ἀποθανόντος. 170 17, ζημιοῦν ἄνδρα δίκαιον οὐ καλὸν οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις Οὐ
γὰρ ζητοῦσι τὰ ἡμῶν, ἀλλ' ἡμᾶς. 171 17, ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων· μακρόθυμος δὲ ἀνὴρ φρόνιμος Τὸν λογισμὸν τὸν κινοῦντα θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. Ἢ τὸν λόγον τὸν κινοῦντα τοῦ πλησίον αὐτοῦ θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. 172 17, ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται· ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος σιωπᾷ ἀπὸ σοφίας ὁ μηθὲν θέλων γνῶναι περὶ σοφίας· διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου.
English
But the eyes of the fool are at the end of the earth, and the heart of a fool is at the extremity of wickedness. 169 17, A foolish son is anger to a father and grief to her who bore him. The prudent son has both her who bore him and a mother; but the foolish son has only her who bore him; for the mother is also she who bore him, but she who bore him is not altogether also a mother. For if the child dies in wickedness and ignorance, she is indeed one who bore him, but she is not a mother, because the child has not partaken of the spirit of adoption. In the same way this will be understood both of perceptible mothers and of perceptible death; for we shall call her a mother and one who bore him, but no longer a mother of the child if the child has died. 170 17, To wrong a just man is not good nor holy, nor to plot against righteous rulers. For they do not seek our goods, but us. 171 17, He who spares to utter a harsh word is understanding; but a man slow to anger is prudent. He called the thought that stirs up anger a harsh word. Or he called the word that stirs up his neighbor's anger a harsh word. 172 17, To a foolish man who asks about wisdom, it will be reckoned as wisdom; but one who makes himself a questioner will seem to be prudent. If this man asks about wisdom—the one who wishes to learn something about wisdom—this man is silent from wisdom—the one who wishes to know nothing about wisdom; therefore the former is said to be more prudent than the latter.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:37 · narrative
Source
173 18, προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων· ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται Προφάσεις λέγει τὰς ἁμαρτίας· «τοῦ προφασίζεσθαι γάρ, φησίν, προφάσεις ἐν ἁμαρτίαις.» Φίλους δὲ πάντας τοὺς ἁγίους οἷς δι' ἀρετῆς συνήπτετο. 174 18, οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν· μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ Ἠγάπησεν γὰρ τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. 175 18, θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλὸν οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει Ὁ τὴν ἐνυπάρχουσαν κακίαν τῷ διαβόλῳ ἀποδεχόμενος καὶ κατ' αὐτὴν ἐνεργῶν, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς. 176 18, χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται Εἰ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ὁ δὲ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς, ἡ θρασύτης ἡμᾶς ἀποχωρίζει ἀπὸ τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ζωή.» Καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή· ἀντίκειται γὰρ τῇ θρασύτητι ἡ πραύτης. 177 18, ὀκνηροὺς καταβάλλει φόβος Ὀκνηροὺς καταβάλλει φόβος ἤτοι ὁ ἐχθρὸς φόβος ἢ ὁ τοῦ κυρίου χωρίζων αὐτοὺς τοῦ ὄκνου διὰ ἔργων ἀγαθῶν. 178 18, ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν Ἀνδρόγυνός ἐστιν ὁ μήτε διδάσκειν ἄλλον δυνάμενος μήτε μανθάνειν ὑφ' ἑτέρου βουλόμενος. 179 18, ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν Καὶ ὁ Παῦλός φησιν· «ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος χρήσιμον τῷ δεσπότῃ.» 180 18, ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου· αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται Τὸ ὄνομα τοῦ κυρίου τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει.
English
173 18, A man who wishes to separate from friends seeks pretexts; but in every season he will be reproachful. He calls sins pretexts; for "to make pretexts," he says, "for sins." And friends are all the saints with whom he was joined through virtue. 174 18, One lacking in understanding has no need of wisdom; for he is rather led by folly, for he loved the darkness rather than the light. 175 18, To admire the face of the impious is not good, nor is it holy to turn aside from the just in judgment. He who accepts the wickedness that dwells in the devil and acts according to it, this man admires the face of the impious. 176 18, The lips of a fool lead him into evils; but his bold mouth calls upon death. If death is begotten of boldness, and death separates the soul from the true life, then boldness separates us from him who said, "I am the life." And just as death is begotten of boldness, so life is begotten of meekness; for meekness is opposed to boldness. 177 18, Fear casts down the slothful. Fear casts down the slothful—either the fear of the enemy, or the fear of the Lord that separates them from sloth through good works. 178 18, But the souls of the man-woman will hunger. A man-woman is one who is able neither to teach another nor willing to learn from another. 179 18, He who does not heal himself in his works is a brother to him who corrupts himself. And Paul also says, "If therefore anyone purifies himself, he will be a useful vessel to the master." 180 18, From the greatness of strength is the name of the Lord; and the righteous who run to him are exalted. The name of the Lord signifies the knowledge of God.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:38 · narrative
Source
Καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι· διὰ δὲ θεωρίας ὑψοῦνται. 181 18, πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς καὶ πρὸ δόξης ταπεινοῦται Ὥσπερ τῇ ὑπερηφανίᾳ ἕπεται συντριβή, οὕτως τῇ ταπεινώσει δόξα. 182 18, ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχειροῦντας. Καὶ ὁ Δαυίδ φησιν· «τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου καὶ» τότε «διηγήσασθαι» καὶ ἄλλοις «τὰ θαυμάσιά σου». Καὶ πάλιν ὁ Σολομών φησιν· «ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε.» 183 18, θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος· ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει; Ὥσπερ ὁ κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπειθοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσιν. Δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν καὶ πάντα δαίμονα ἀρετῆς ἐκπεπτωκότα καὶ γνώσεως. 184 18, δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν Τὸν βίον τὸν ὀρθὸν νῦν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ θεοῦ, ὅπερ καθέδραν τῶν ἁγίων δυνάμεων ὀνομάζει· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον. 185 18, ἀντιλογίας παύει κλῆρος· ἐν δὲ δυνάσταις ὁρίζει Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς. 186 18, θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς Ἐνταῦθα λέγει τὴν ψυχὴν εἶναι θανάτου καὶ
English
And through the upright life the righteous run to him; and through contemplation they are exalted. 181 18, Before destruction a man's heart is exalted, and before glory it is humbled. Just as destruction follows upon pride, so glory follows upon humility. 182 18, Whoever answers a word before hearing it, folly is his and reproach. This saying must be applied to those who have not received knowledge from God but attempt to teach others. And David says: "to hear the voice of your praise and" then "to declare" to others "your wonders." And again Solomon says: "what your eyes have seen, tell." 183 18, A prudent servant calms a man's anger; but who will endure a fainthearted man? Just as our Lord is said to become a leopard at a loss against those who transgress and a rock of stumbling against the disobedient, so also is the fainthearted man against those who sin. And he can call fainthearted also the wicked one and every demon that has fallen away from virtue and knowledge. 184 18, A man's gift broadens him and seats him among rulers. The upright life he has now called a man's gift, which broadens him and renders him worthy of the fullness of God, which he names the seat of the holy powers; for the seat of the mind is the best state, keeping the one who sits motionless or hard to move. 185 18, A lot puts an end to disputes; and among rulers it determines. Knowledge puts an end to folly; for this is the lot of the rational nature. 186 18, Death and life are in the hand of the tongue; and those who control it will eat its fruits. Here he says that the soul is of death and
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:39 · narrative
Source
ζωῆς δεκτικήν, ἀφ' ὧν τὸ αὐτεξούσιον αὐτῆς γεγονέναι κατασκευάζομεν. 187 18, ὃς εὗρεν γυναῖκα ἀγαθήν, εὗρεν χάριτας... 18, α.2 ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής «Ὃς εὗρεν» σοφίαν «ἀγαθήν, εὗρεν χάριτας». «Ὁ δὲ κατέχων» κακίαν «ἄφρων καὶ ἀσεβής».
189 19, πλοῦτος προστίθησι φίλους πολλούς· ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται. Ἡ γὰρ πνευματικὴ φιλία ἐστὶν ἀρετὴ καὶ γνῶσις θεοῦ, δι' ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν, εἴγε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις. Οὕτως καὶ ὁ σωτὴρ φίλους καλεῖ τοὺς δούλους ποτὲ τῆς μείζονος αὐτοὺς θεωρίας καταξιώσας. Οὕτω καὶ Ἀβραὰμ πλουτήσας ἐν γνώσει τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φίλοις φανεῖσιν αὐτῷ. Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γὰρ «καὶ ἀπέστη πνεῦμα θεοῦ ἀπὸ Σαοὺλ καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγε τὸν Σαούλ», πνεῦμα κυρίου λέγων τὸν ἄγγελον· «ὁ ποιῶν γάρ, φησίν, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» Ὅτι δὲ καὶ ἄγγελοι τοὺς ἀνθρώπους πεπίστευνται, διδάσκει ἐν τοῖς εὐαγγελίοις ὁ κύριος· «ὁρᾶτε, λέγων, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ πάλιν ὁ Ἰακώβ· «ὁ ἄγγελος ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν». Καὶ ὁ Ζαχαρίας·
English
...receptive of life, from which we establish that its free will has come to be. 187 18, He who has found a good wife has found favors... 18, a.2 But he who keeps an adulteress is foolish and impious. "He who has found" wisdom "that is good, has found favors." "But he who keeps" evil "is foolish and impious."
189 19, Wealth adds many friends; but the poor man is left even by the friend he has. Wealth of knowledge and wisdom adds to us many angels; but the impure man is separated even from the angel given to him from childhood. For spiritual friendship is virtue and knowledge of God, through which we are joined in friendship to the holy powers, since repentant men become a cause of joy to the angels. Thus also the Savior calls his servants friends, once he has deemed them worthy of the greater contemplation. Thus also Abraham, having grown wealthy in knowledge, sets out that mystical table for the friends who appeared to him at midday. But Saul is separated even from the friend he had because of his wickedness; for it is written, "And the spirit of God departed from Saul, and an evil spirit from the Lord choked Saul," calling the angel the spirit of the Lord; for "he who makes," it says, "his angels spirits and his ministers a flaming fire." And that angels also have been entrusted with men, the Lord teaches in the Gospels: "See," he says, "that you do not despise one of these little ones, for their angels always behold the face of my Father who is in heaven." And again Jacob: "the angel who delivers me from all evils." And Zechariah:
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:40 · narrative
Source
«καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.» 190 19, μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται· ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους τὸν δημιουργὸν βλασφημοῦσιν, οὗτοι ἐγκαλοῦσιν ἀδίκως. Καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνοχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετήν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. 191 19, 7.3–4 ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ· ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν Τὴν τοῦ θεοῦ γνῶσιν νῦν ὠνόμασεν ἔννοιαν καὶ τοὺς εἰδότας αὐτὴν τοὺς καθαροὺς τῇ καρδίᾳ. 192 19, 7.5–6 ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν· ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς κακίαν. 193 19, οὐ συμφέρει ἄφρονι τρυφή Οὔτε ἡ νοητὴ τρυφὴ οὔτε ἡ αἰσθητὴ συμφέρει τῷ ἄφρονι. Τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσί, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ κινηθήσεται. 194 19, ἐλεήμων ἀνὴρ μακροθυμεῖ· τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις Εἰ ὁ καυχώμενος ὀρθῶς ἐν κυρίῳ καυχᾶται, ὁ δὲ κύριος ἡμῶν σοφία ἐστίν, ὁ καυχώμενος ἄρα ὀρθῶς ἐν σοφίᾳ καυχᾶται. Τὸ καύχημα τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ὅπερ ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ, ἐπέρχεται τοῖς παρανόμοις, ἀπαλλάττον αὐτοὺς τῆς κακίας νῦν μὲν ἐνδεχομένως, ἀναγκαίως δὲ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. 195 19, βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος·
English
And the angel who spoke in me said. 190 19, A false witness shall not go unpunished; but he who brings an unjust accusation shall not escape. Those who, ignorant of the accounts concerning judgment and providence, blaspheme the Creator, these bring an unjust accusation. And again, those who, troubled by their own passions, think that virtue is unattainable, these bring an unjust accusation against the one who gave the law. 191 19, 7.3–4 A good thought will draw near to those who know it; but a prudent man will find it. He has now called the knowledge of God a thought, and those who know it the pure in heart. 192 19, 7.5–6 He who does many evil things brings wickedness to completion; but he who provokes words shall not be saved. Passionate thoughts provoke the soul to wickedness. 193 19, Luxury is not profitable for a fool. Neither intelligible luxury nor sensible luxury is profitable for the fool. For he will trample the former under his feet, being a pleasure-loving swine; and by sensible luxury his flesh will be stirred. 194 19, A merciful man is long-suffering; but his boast comes upon the lawless. If the one who boasts boasts rightly in the Lord, and our Lord is wisdom, then the one who boasts rightly boasts in wisdom. Therefore the boast of the long-suffering and merciful man, which is his wisdom and knowledge, comes upon the lawless, delivering them from wickedness now in a contingent manner, but necessarily in the age to come. 195 19, The threat of a king is like the gnashing of a lion;
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:41 · narrative
Source
ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ Ὁ κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος γίνεται πρὸς τοὺς ἁμαρτάνοντας, κατακαίων ξύλα, χόρτον, καλάμην καὶ τὴν σάρκα τὴν στρατευομένην κατὰ τοῦ πνεύματος ἀναλίσκων· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ καὶ περιψύχων τὸν ἐκ τῆς πρακτικῆς συμβαίνοντα καύσωνα. 196 19, οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας Τὴν ἀκάθαρτον ψυχὴν ἑταίραν ὠνόμασεν καὶ ταύτης τὸ μίσθωμα τὴν κατάστασιν εἴρηκεν, ἀφ' ἧς οὐ καθαραὶ γίνονται προσευχαί. 197 19, οἶκον καὶ ὕπαρξιν μεριοῦσι πατέρες παισίν· παρὰ δὲ κυρίου ἁρμόζεται γυνὴ ἀνδρί Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ
γνώσεως θεοῦ τῶν πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισὶ τοῦ κυρίου ἐστίν. Γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· «ἐράσθητι γάρ, φησί, τῆς σοφίας καὶ τηρήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ.» 198 19, ὃς φυλάσσει ἐντολὴν τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται Αἱ ἐντολαὶ ὡς πρὸς μὲν τὸν ἐντειλάμενον θεὸν καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς καλοῦνται ὁδοί. Καὶ πάλιν ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς ἐδόθησαν, αἱ ἐντολαὶ λέγονται μαρτύρια· διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ οὐκ ἀτιμώρητος ἔσται. 199 19, δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν· κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ Δόμα νῦν τὴν καθαρότητα τῆς καρδίας ὠνόμασεν· κατ' ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως.
English
But just as dew upon the grass, so is his cheerfulness. Our Lord becomes a consuming fire and an angry lion toward those who sin, burning up wood, hay, stubble, and consuming the flesh that wars against the spirit; but light and dew toward those who do right, showing them the accounts of things that have come to be, and quenching the fiery darts of the evil one, and cooling the scorching heat that arises from the practical life. 196 19, Prayers are not pure from the wages of a harlot. He called the impure soul a harlot, and he called her wage her condition, from which prayers do not become pure. 197 19, Fathers shall divide house and substance among their children; but a wife is fitted to a man by the Lord. To teach sons about virtue and the knowledge of God belongs to fathers; but to give wisdom to the children belongs to the Lord. For here he calls wisdom a wife; for "Desire wisdom," he says, "and she will keep you; honor her, that she may embrace you." 198 19, He who keeps a commandment keeps his own soul; but he who despises his own ways shall perish. The commandments, in relation to God who commanded them, are called commandments; but in relation to the mind that walks in them, they are called ways. And again, since they were given with heaven and earth as witnesses, the commandments are called testimonies; therefore the mind that receives them is also called a witness, and if it falsifies them, it shall not go unpunished. 199 19, He who has mercy on the poor lends to God; and according to his gift he will repay him. Here he called the purity of the heart a gift; for in proportion to our dispassion we are deemed worthy of knowledge.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:42 · narrative
Source
200 19, κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει Ἐγὼ νομίζω τὴν μὲν πολλὴν ζημίαν στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων, τὴν δὲ προσθήκην τῆς ψυχῆς ἀφανισμὸν τῶν φυσικῶν περὶ θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν περιπεσούσης. Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις φησίν· «τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ» ἀπολέσῃ καὶ «ζημιωθῇ». Ἀλλ' ἐνταῦθα μὲν ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν. 201 19, ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ' ἐσχάτων σου Μετὰ τὴν ὀρθὴν πολιτείαν ἐστὶν ἡ γνῶσις. Τὸ γὰρ ἐπ' ἐσχάτων ἐνταῦθα οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. 202 19, φόβος κυρίου εἰς ζωὴν ἀνδρί· ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται γνῶσις Εἰ «φόβος κυρίου εἰς ζωὴν ἀνδρί», «φόβος δὲ κυρίου παιδεία καὶ σοφία», ζωὴ τοῦ ἀνδρὸς παιδεία ἐστὶ καὶ σοφία. Ἀλλ' ὁ Χριστὸς λέγει· «ἐγώ εἰμι ἡ ζωή»· ὁ Χριστὸς ἄρα ἐστὶν παιδεία καὶ σοφία. Τὸ οὖν «γνῶναι παιδείαν καὶ σοφίαν» γνῶναί ἐστιν τὸν Χριστόν. Ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν Χριστός. 203 19, ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς Ὁ μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος μηδ' ἐμπλησθῆναι ἄρτων·
English
A man of evil mind shall be greatly penalized; but if he is a pestilent fellow, he will add his soul also. I think that the great penalty consists in the deprivation of the contemplation of created things, while the addition of the soul is the destruction of the natural concepts concerning God, when the soul has fallen altogether into irrationality. And the Savior also says in the Gospels: "What shall a man be profited, if he gain the whole world, but lose" and "forfeit his soul"? But here the loss indicates ignorance of bodies and incorporeal things, while the forfeiture presents the ultimate irrationality. Hear, my son, the instruction of your father, that you may become wise in your latter end. After right conduct comes knowledge. For "in your latter end" here does not signify time, but the purity that comes after the practical virtues. The fear of the Lord is life to a man; but the fearless one shall lodge in places where knowledge is not visited. If "the fear of the Lord is life to a man," and "the fear of the Lord is instruction and wisdom," then the life of a man is instruction and wisdom. But Christ says: "I am the life"; therefore Christ is instruction and wisdom. So then "to know instruction and wisdom" is to know Christ. The fearless one, therefore, shall be in wickedness and ignorance, in which Christ is not. He who hides his hands unjustly in his bosom shall not bring them to his mouth. He who does not live rightly hides his hands unjustly in his soul, not wishing to work his own earth nor to be filled with bread.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:43 · narrative
Source
αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα καὶ ζωὴν διδόντα τῷ κόσμῳ. 204 19, ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει καὶ τὴν μητέρα δὲ ἀπωθεῖται, ἥτις ἐστὶν ἡ παιδεία, εἴπερ «ἀνὴρ δίκαιος γεννᾶται εἰς ζωήν». Ἡ δὲ δικαιοσύνη ἀπὸ πασῶν συνίσταται τῶν ἀρετῶν. 205 19, υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς Οἱ ἀκάθαρτοι λογισμοὶ ῥήσεις εἰσὶ κακαὶ ἐν τῇ ψυχῇ γεννώμεναι τοῦ μὴ τετηρηκότος τὰς ἐντολὰς τοῦ ἐπουρανίου πατρός.
206 20, ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη Εἰ «θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν», ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστον ἄρα ὁ θυμός, ἀκολάστους τοὺς ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. Εἰ δὲ οἴνου οἱ ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζιραίους ἐκτὸς εἶναι νενομοθέτηται. 207 20, οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος· ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. 208 20, ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται· ὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ Εἰ ἔστιν ἐν ἀμήτῳ σῖτον δανείσασθαι, ἔστιν καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι νοητὸν σῖτον δανείσασθαι παρὰ τῶν
English
For the practical virtues hold the place of hands, bringing to our mouth the bread that came down from heaven and gives life to the world. 204 19, He who dishonors his father and thrusts away his mother shall be put to shame and shall be held in reproach. Through the transgression of the law he dishonors God, and he thrusts away his mother also, which is discipline, if indeed "a just man is born unto life." And righteousness is constituted from all the virtues. 205 19, A son who forsakes the keeping of his father's discipline will meditate on evil words. Impure thoughts are evil words begotten in the soul of him who has not kept the commandments of the heavenly Father.
206 20, Wine is licentious and drunkenness is insolent. If "the wine of them is the rage of dragons," and wine is licentious, then rage is licentious, making men licentious, and anger is insolent; for this drunkenness is naturally produced from boiling rage. And if the Nazirites abstain from wine according to the law, then it has been legislated that the Nazirites are to be outside of rage. 207 20, The threat of a king does not differ from the rage of a lion; but he who provokes him sins against his own soul. Here he has plainly called Christ a king; for he who provokes him through his sins sins against his own soul. 208 20, The sluggard when reproached is not ashamed; likewise also he who borrows grain at harvest. If it is possible to borrow grain at harvest, it is also possible in the age to come to borrow intelligible grain from those
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:44 · narrative
Source
ἐργασαμένων ἐν τοῖς ἓξ ἔτεσι τὴν ἑαυτῶν γῆν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήρας καὶ ὀρφανούς. 209 20, ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει Οὓς κατ' ἀρετὴν δηλονότι γεγέννηκεν. 210 20, α κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ· αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος Δύναται ὁ αὐτὸς Χριστὸς κατ' ἐπίνοιαν καὶ πατὴρ εἶναι καὶ μήτηρ· πατὴρ μὲν τῶν πνεῦμα ἐχόντων υἱοθεσίας, μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς. Καὶ γὰρ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια, μήτηρ δὲ Κορινθίων, γάλα ποτίζων αὐτούς. 211 20, β μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις, ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται «Ἣ πρὸς καιρὸν λιπαίνει» μερὶς «σὸν φάρυγγα· ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις». 212 20, ξ μὴ εἴπῃς· τίσομαι τὸν ἐχθρόν· ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ Μὴ εἴπῃς καθ' ὑπερηφανίαν κινούμενος· ἐγὼ μόνος τοῖς ἐχθροῖς πολεμήσω· ἀλλ' ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ. Καὶ ὁ Δαυίδ φησιν· «οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ καὶ ἡ ῥομφαία μου οὐ σώσει με.» Καὶ πάλιν· «ψευδὴς ἵππος εἰς σωτηρίαν» καὶ «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν». 213 20, στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα Τὸν παρά τισι θρασύδειλον λεγόμενον στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω καὶ καθόλου πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· ἑκάτερα γὰρ κακίαι.
English
having worked their own land during the six years and in the seventh year feeding widows and orphans. 209 20, He who conducts himself blamelessly in righteousness will leave his children blessed—those, clearly, whom he has begotten according to virtue. 210 20a, Of one who speaks evil of father or mother his lamp shall be put out, and the daughters of his eyes shall see darkness. The same Christ can, by way of conception, be both father and mother: father of those who have the Spirit of adoption, but mother of those who need milk and not solid food. For indeed the Christ who spoke in Paul became a father to the Ephesians, revealing to them the mysteries of wisdom, and a mother to the Corinthians, giving them milk to drink. 211 20b, A portion eagerly sought after in the first things shall not be blessed in the last things. "For a season" the portion "makes your throat fat; afterward, however, you will find it more bitter than gall." 212 20x, Do not say, "I will repay the enemy," but wait for the Lord, that he may help you. Do not say, moved by pride, "I alone will wage war against the enemies," but wait for the Lord, that he may help you. And David says: "Not in my bow will I hope, and my sword will not save me." And again: "A horse is false for salvation," and "unless the Lord builds the house and guards the city." 213 20, A great weight and a small, and two measures, both are unclean before the Lord. The one called by some a reckless coward I consider to be a great weight and a small; and in general I consider every excess and deficiency to be a great weight and a small; for both are vices.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:45 · narrative
Source
Ὁ εὖ μὲν πάσχειν ὑφ' ἑτέρου βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά, μὴ πειθόμενος τῇ ἐντολῇ τῇ λεγούσῃ· «πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς.» 215 20, οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· κυρίου ἔργα καὶ ἀμφότερα Οὐχ ὁ κακῶς ὁρῶν ὀφθαλμὸς ἔργον ἐστὶ τοῦ κυρίου, ἀλλ' ὁ ὁρῶν· καὶ οὐ τὸ κακῶς ἀκοῦον οὖς ἔργον ἐστὶ τοῦ κυρίου, ἀλλὰ τὸ ἀκοῦον· καὶ ἐπὶ τῶν ἄλλων δὲ μελῶν τοῦ σώματος ὡσαύτως λεκτέον. Χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κακηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα καὶ τὸν δημιουργὸν ἐνυβρίζοντας. 216 20, μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· διάνοιξον δὲ τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων Διὰ μὲν τῶν ἀρετῶν ἀνοίγομεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς· διὰ δὲ τῆς σοφίας νοητῶν πληρούμεθα ἄρτων. 217 20, βδέλυγμα κυρίῳ δισσὸν στάθμιον καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ Ζυγὸν δόλιον λέγει τὸν νοῦν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρακλίνοντα δὲ τῇ τοῦ αὐτεξουσίου ῥοπῇ. 218 20, παρὰ κυρίου εὐθύνεται διαβήματα ἀνδρί· θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; Οὐ δύναται νοῆσαι τὰς ὁδοὺς κυρίου ὁ ἔτι θνητὸς καὶ μὴ συναποθανὼν τῷ Χριστῷ. 219 20, παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται Ἡ ἐπὶ τοῖς ἀγαθοῖς μετάνοια οὐ δικαίοις συμβαίνει, ἀλλὰ ἀδίκοις. Ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείσθωσαν τῷ θεῷ· «μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.» α 20, λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφὸς καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν Χωρίζων τὰ ἄχυρα ἀπὸ τοῦ σίτου.
English
Whoever wishes to be treated well by another, yet does not himself choose to give rest to others in the same way, has two measures and does not obey the commandment that says: "Whatever you wish that men should do to you, do these things also to them in the same way." 215 20, "The hearing ear and the seeing eye—the Lord has made both." The eye that sees badly is not the Lord's work, but the eye that sees; and the ear that hears badly is not the Lord's work, but the ear that hears; and the same must be said concerning the other members of the body. You will use this passage against those who revile this body of ours and insult its Maker. 216 20, "Do not love to speak against others, lest you be lifted up; but open your eyes and be filled with bread." Through the virtues we open the eyes of the soul; through wisdom we are filled with intelligible bread. 217 20, "A double weight is an abomination to the Lord, and a deceitful balance is not good before him." He calls the balance deceitful when the mind is naturally disposed to judge matters justly, but inclines by the turn of its free will. 218 20, "A man's steps are directed by the Lord; but how shall a mortal understand his ways?" The one who is still mortal and has not died together with Christ cannot understand the ways of the Lord. 219 20, "It is a snare for a man to hasten to consecrate something of his own; for after the vow, to repent becomes his lot." Repentance over good things does not happen to the righteous, but to the unrighteous. And let the unrighteous promise nothing to God without careful thought; "for after the vow, to repent becomes his lot." 20, "A wise king is a winnower of the ungodly, and he will cast a wheel upon them"—separating the chaff from the wheat.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:46 · narrative
Source
«Ποίησον αὐτοὺς ὡς τροχόν.» 221 20, φῶς κυρίου πνοὴ ἀνθρώπων, ἡ λύχνος ὃς ἐρευνᾷ ταμίεια κοιλίας Εἰ τὸ φῶς τοῦ κυρίου ἡ γνῶσις τοῦ κυρίου ἐστί, τὸ δὲ φῶς τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, ἡ ἄρα γνῶσις τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν. Τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δοκοῦντα λύχνον ὠνόμασεν ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός.
222 21, ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζῴων θυσίαν· «θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.» 223 21, πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς
ἀποστελεῖ ὁ θεός· ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ Εἰ ἁγνὰ καὶ ὀρθὰ τὰ ἔργα τοῦ θεοῦ, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστιν καὶ ὁ νοῦς, ὀρθὸς ἄρα καὶ ἁγνὸς ἐκτίσθη παρὰ τοῦ κυρίου ὁ νοῦς. 224 21, κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ Τῷ οἴκῳ τῷ κεκονιαμένῳ καὶ κοινῷ τὴν ὕπαιθρον γωνίαν ἀντέθηκεν. Εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς ἡ κακία ἐστίν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν. Γωνία τοίνυν ὕπαιθρός ἐστιν πρᾶξις θεωρίας ἐφαπτομένη καὶ φωτιζομένη ὑπὸ τῆς δικαιοσύνης ἡλίου. Καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων τοῖχον εἶπεν κεκονιαμένον τυπτηθησόμενον ὑπὸ τοῦ θεοῦ. Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις τοὺς φαρισαίους τάφους εἶπεν κεκονιαμένους. Εὖ δὲ καὶ τὸ ἐπὶ γωνίας εἰπεῖν ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων καὶ γενόμενος κεφαλὴ γωνίας. Κοινὸν δὲ εἶπεν ὁ μὴ τοῦ ἑνός ἐστιν θεοῦ. 225 21, δόσις λάθριος ἀνατρέπει ὀργάς·
English
Make them like a wheel." 221 20, The light of the Lord is the breath of men, the lamp that searches the chambers of the belly. If the light of the Lord is the knowledge of the Lord, and the light of the Lord is the breath of men, then the knowledge of the Lord is the breath of men. But the devil, who in ignorance seems to shine, he called a lamp—one that empties the mind of good things and transforms himself into an angel of light.
222 21, To do just things and to speak truth are acceptable to God rather than the blood of sacrifices. This saying casts out the sacrifice through irrational animals; for "a sacrifice to God is a broken spirit." 223 21, To the crooked he will send crooked ways.
God will send crooked ways to the crooked; for his works are pure and straight. If the works of God are pure and straight, and one of his works is also the mind, then the mind was created straight and pure by the Lord. 224 21, Better to dwell on a corner of the open air than in whitewashed houses with injustice and in a common house. To the whitewashed and common house he opposed the corner in the open air. And if the whitewashed and common house is evil, the corner in the open air is virtue. A corner in the open air, then, is action that touches contemplation and is illuminated by the sun of righteousness. Well did Paul also call the high priest of the Jews a whitewashed wall, to be struck by God. And the Savior in the Gospels called the Pharisees whitewashed tombs. Well also is the saying "on a corner," where the stone lies that was rejected by the builders and became the head of the corner. And he called "common" that which is not of the one God. 225 21, A secret gift overturns anger.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:47 · narrative
Source
δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν Δόσις λάθριός ἐστιν, ἵν' ὃ ποιεῖ ἡ δεξιὰ μὴ γινώσκῃ ἡ ἀριστερά. 226 21, ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται Ἡ συναγωγὴ τῶν γιγάντων ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν. 227 21, κεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου Καὶ ὁ Δαυίδ φησιν· «ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι.» Ἔρημος τοίνυν γῆ ἐστιν ἡ ἀρετὴ ἡ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους οἰκοῦντας τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος, εἴγε «διέρχεται δι' ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει»· «αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι»· καὶ πάλιν τῆς σοφίας· «στεγναί, φησίν, αἱ διατριβαὶ οἴκων αὐτῆς.» Εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος ἡ κακία ἐστίν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὀργίλον. 228 21, θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφο ἐπὶ στόματος σοφοῦ· ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν Σοφία κυρίου ἀναπαύσεται ἐν καρδίᾳ σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαφθεροῦσιν αὐτήν. 229 21, πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλεν τὸ ὀχύρωμα, ἐφ' ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς Ἡ σοφία ἐστὶν πόλις ὀχυρά, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσι «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». 230 21, ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ Στόμα καὶ γλῶσσαν ψυχὴν καὶ νοῦν·
English
But the one who spares gifts stirs up strong wrath. A secret gift is one, so that the right hand may not know what it does, nor the left. 226 21, A man wandering from the way of righteousness will rest in the assembly of giants. The assembly of giants is evil and ignorance. 227 21, Better to dwell in a desert land than with a quarrelsome and talkative and irascible woman. And David also says: "In a desert land, impassable and waterless, so I appeared to you in the holy place." A desert land, then, is virtue, which does not have the old men dwelling in it, those corrupted according to the desires of deceit. Therefore the devil finds no rest in it either, since "he passes through waterless places seeking rest and does not find it"; "for he is king of all that is in the waters"; and again from Wisdom: "Narrow," it says, "are the dwellings of her houses." But if this is so, then the quarrelsome and talkative and irascible woman is evil, which makes the one who lives with her quarrelsome and talkative and irascible. 228 21, A desirable treasure will rest on the mouth of a wise man; but foolish men swallow it down. The wisdom of the Lord will rest in the heart of a wise man; but foolish men destroy it. 229 21, A wise man has set foot on fortified cities and has cast down the stronghold in which the impious had trusted. Wisdom is a fortified city, in which the wise dwell, "casting down reasonings and every high thing that exalts itself against the knowledge of God." 230 21, He who guards his mouth and keeps his tongue keeps his soul from affliction. Mouth and tongue are soul and mind.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:48 · narrative
Source
ψυχὴν δέ φασιν θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ τινὲς παθητικὸν μέρος ὀνομάζουσι τῆς ψυχῆς. 231 21, ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς· ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς Ἀγγέλων μὲν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακάς· ἀνθρώπων δὲ τό ποτε μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μὴ ἐπιθυμεῖν ἐπιθυμίας κακάς· δαιμόνων δὲ τὸ ἀεὶ ἐπιθυμεῖν ἐπιθυμίας κακάς. Τὸ γὰρ ὅλην τὴν ἡμέραν τὸ διὰ βίου δηλοῖ. Τοιοῦτόν ἐστιν καὶ τὸ «ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν», ἀντὶ τοῦ διὰ βίου. 232 21, ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· παρὰ δὲ κυρίου ἡ βοήθεια Ἵππον λέγει τὸν νοῦν· «ἐπιβήσῃ γάρ, φησίν, ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία»· καὶ ἐπὶ τοῦ Παύλου ὁ κύριος «τοῦ βαστάσαι τὸ ὄνομά μού» φησιν. 233 22, αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή Τὴν σημαινομένην ἀρετὴν ὑπὸ τοῦ οἰκείου ὀνόματος ὄνομα εἶπεν καλόν· τοῦτο γὰρ τὸ ὄνομα καλόν ἐστιν ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν. Οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία ὀνομάζηται. 234 22, πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις· ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν Ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαίρει θυμόν, κτώμενος τὴν ἀγάπην· ὁ δὲ πένης διὰ τῆς πενίας
English
They say the soul is anger and desire, which some call the passionate part of the soul. 231 21, An ungodly man desires evil desires all the day long; but the righteous man shows mercy and compassion unsparingly. It belongs to angels never to desire evil desires; to men, sometimes to desire and sometimes not to desire evil desires; to demons, always to desire evil desires. For "all the day long" means "throughout one's life." Such also is "Be in the fear of the Lord all the day long," meaning "throughout one's life." 232 21, A horse is prepared for the day of war; but help is from the Lord. He calls the mind a horse; for "you shall mount," he says, "upon your horses, and your horsemanship is salvation"; and concerning Paul the Lord says, "to bear my name." 233 22, A good name is more choice than great wealth; and good favor is above silver and gold. He called "good name" the virtue signified by its own name; for that name is good which has the good as its meaning. Thus we shall not praise the unjust woman who is called righteousness, but her who has righteousness, even if she be named injustice. 234 22, The rich man and the poor man met each other; but the Lord made both. The rich man purifies his anger through almsgiving, acquiring love; and the poor man through poverty
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:49 · narrative
Source
ταπεινοφρονεῖν ἐκδιδάσκεται. 235 22, γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή «Αὗται αἱ γενέσεις Νῶε», αὗται αἱ γενέσεις Ἀβραάμ. 236 22, τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς· ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν Καὶ ὁ κύριος τῷ Ἀδάμ φησιν· «ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι» ἡ γῆ, τουτέστιν ἡ ψυχή. Ἀκάνθας δὲ καὶ τριβόλους λέγει τὰς ἁμαρτίας, ἀφ' ὧν καὶ ὁ στέφανος ἐπλάκη τοῦ Χριστοῦ· αὐτὸς γὰρ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου. 237 22, πλούσιοι πτωχῶν ἄρξουσιν καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ ἄρξουσιν τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου. Τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, νῦν οὐκ ἀναγκαῖον δημοσιεύειν διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυστικὸν καὶ βαθύτερον. 238 22, α ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός· ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει Τὴν ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ κύριος καὶ τῆς γνώσεως συντελεῖ. 239 22, α νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα διδούς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων Δῶρα τοῦ ἀνθρώπου τὰς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον τίμιον ἑαυτὸν παρέχει θεῷ καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαιμόνων. 240 22, ἔκβαλε ἐκ συνεδρίου λοιμὸν καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει Τὴν χειρίστην κατάστασιν συνέδριον εἶπεν, ἀφ' ἧς ὁ σοφὸς Σολομὼν ἐκβάλλεσθαι τὸν ἄνθρωπον βούλεται διὰ πνευματικῆς διδασκαλίας· τὸ δὲ νεῖκος τὴν φιλονεικίαν σημαίνει.
English
He is taught to be humble-minded. 235 22, The fear of the Lord is the generation of wisdom, and wealth and glory and life. "These are the generations of Noah," these are the generations of Abraham. 236 22, Thorns and snares are in crooked ways; but he who guards his own soul will keep away from them. And the Lord says to Adam: "The earth"—that is, the soul—"will bring forth for you thorns and thistles." By thorns and thistles he means sins, from which also the crown of Christ was woven; for he himself bore the sin of the world. 237 22, The rich will rule over the poor, and servants will lend to their own masters. In the age to come, those who have been enriched in all knowledge and all wisdom will rule over the unclean and those deprived of this wealth. But who are the servants and who are the masters, it is not now necessary to publish abroad, because the account concerning them is mystical and deeper. 238 22, God blesses a cheerful and generous man; but he will bring to an end the vanity of his works. The Lord brings the vanity of works to an end through virtue and knowledge. 239 22, He who gives gifts procures victory and honor, yet he takes away the soul of those who possess them. By "gifts of a man" he names the virtues, through which, conquering the devil, a man renders himself honorable to God and takes away his own soul from the demons who possessed it. 240 22, Cast out the pestilence from the council, and strife will go out with it; for when he sits in council, he dishonors all. He called the worst condition a "council," from which the wise Solomon wishes a man to be cast out through spiritual teaching; and "strife" signifies contentiousness.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:50 · narrative
Source
Δύναται δὲ λοιμὸν καὶ τὸν διάβολον λέγειν, ὃν δεῖ ἀποδιώκειν τῆς ψυχῆς. Ἐὰν γὰρ καθίσῃ ἐν αὐτῇ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει. Συνέδριον δὲ καὶ ὁ ἀπόστολος τὴν ψυχὴν ἀποδείκνυσι, δι' ὧν κατηγοροῦντας λογισμοὺς εἰσάγει καὶ ἀπολογουμένους· «μεταξὺ γάρ, φησίν, ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων»· ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ συνέδριον. 241 22, χείλεσι ποιμαίνει βασιλεύς· 22, οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηρήσουσιν αἴσθησιν· φαυλίζει δὲ λόγους παράνομος Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν κύριος αὐτὸς καὶ διὰ τῆς πνευματικῆς γνώσεως ποιμαίνει ἡμᾶς, ἥντινα γνῶσιν φαυλίζει ὁ παραβαίνων τὸν νόμον αὐτοῦ. Σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς συγκαταβάσεως ποιμαίνειν ἡμᾶς· «ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ ποιμὴν ὁ καλός.» Εἰ δὲ βασιλεὺς μέν ἐστι βασιλευόντων, ποιμὴν δὲ προβάτων, ἔσται ποτὲ μόνον βασιλεύς, τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα. 242 22, προφασίζεται καὶ λέγει ὀκνηρός· λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ, ὅντινα φοβούμενος ὁ ὀκνηρὸς πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται.
English
But "pestilence" can also mean the devil, whom one must drive away from the soul. For if he settles in it, through uncleanness he dishonors all right thoughts. And the apostle shows the soul to be a council, through the things in which he introduces thoughts that accuse and defend: "For between one another," he says, "their thoughts accusing or also defending"; and where there is accusation and defense, there is also a council. 241 22, A king shepherds with his lips; 22, but the eyes of the Lord will preserve perception; but the lawless man despises words. The Lord, who preserves our souls, himself also shepherds us through spiritual knowledge, which knowledge the one who transgresses his law despises. And it is to be noted that Christ, being a king, is said to shepherd us through his condescension: "For I," he says, "am the good shepherd." But if he is a king of kings, and a shepherd of sheep, he will at some time be only a king, when the sheep have passed over to the royal dignity. 242 22, The sluggard makes excuses and says: A lion is in the ways, and murderers in the broad streets. Our enemy the devil goes about like a lion seeking whom he may devour, fearing whom the sluggard shrinks back from the work of the virtues.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:51 · narrative
Source
243 22, βόθρος βαθὺς στόμα παρανόμου· ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν Ὁ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ κυρίου, ἀλλὰ δοκιμῆς ἕνεκεν ἐμπέπτωκεν εἰς αὐτόν. 244 22, ἄνοια ἐξῆπται καρδίας νέου· ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαί. 245 22, ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά· δίδωσιν δὲ πλουσίῳ ἐπ' ἐλάσσονι Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς, λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτόν, λαμβάνοντες παρ' αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ. Καὶ καθὸ μὲν λαμβάνομεν παρ' αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ' ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν. Ἔλεγεν δέ τις τῶν γερόντων ὅτι ἡμεῖς ἐσμὲν οἱ συκοφάνται οἱ Χριστὸν συκοφαντοῦντες πτωχεύσαντα δι' ἡμᾶς καὶ μηδὲν ὀφείλοντα ἡμῖν καὶ λαμβάνοντες παρ' αὐτοῦ πολλὰ καὶ διδόντες τῷ σατανᾷ ἐπὶ ταπεινώσει τῶν ἡμετέρων ψυχῶν. 246 22, λόγοις σοφῶν παράβαλε σὸν οὖς καὶ ἄκουε ἐμὸν
English
A deep pit is the mouth of the lawless; but he who is hated by the Lord will fall into it. Job, not being hated by the Lord, but for the sake of testing, fell into it. Folly is kindled in the heart of a youth; but the rod and discipline are far from him. Far from the heart of the fool is the rod that is from the root of Jesse. He who slanders a poor man does many evils to himself; but he gives to a rich man for less. Just as the devil slanders us, taking from us the virtues that he did not give us, so also we slander him, taking from him the evils that we did not give him. And insofar as we take from him the evils, we take from him as from one poor in virtues; but insofar as we give our virtues to him for our diminishment, we give to one rich in evil. And one of the elders said that we are the slanderers who slander Christ, who became poor for our sake and owes us nothing, and who take much from him and give it to Satan for the humiliation of our souls. Incline your ear to the words of the wise and hear my
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:52 · narrative
Source
λόγον· τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν Οὗτος ἀκούει τῶν τοῦ θεοῦ λόγων ὁ ποιῶν τὰ προστασσόμενα ὑπ' αὐτῶν· «οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλὰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.» 247 22, καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐτοῦ νοήσει τοὺς τοῦ θεοῦ λόγους τούς τε πρακτικοὺς καὶ τοὺς φυσικοὺς καὶ τοὺς θεολογικούς. Πᾶσα γὰρ ἡ κατὰ τὴν γραφὴν πραγματεία τέμνεται τριχῶς εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν. Καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ αἱ Παροιμίαι, τῇ δὲ δευτέρᾳ ὁ Ἐκκλησιαστής, τῇ δὲ τρίτῃ τὰ Ἄσματα τῶν ᾀσμάτων. 248 22, μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον· 22, ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς, λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς καὶ τούτῳ τιμῶντες τὸν πονηρὸν σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας. Ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τουτέστιν τὴν ἀρετήν. Αὕτη γὰρ τοῦ μὲν ἑστῶτος ἐν τῇ δικαιοσύνῃ νοῦ ἱμάτιον λέγεται· τοῦ δὲ λοιπὸν πεσόντος διὰ τῶν φαύλων λογισμῶν ὑπόστρωμα καλεῖται. 249 22, μὴ μέταιρε ὅρια αἰώνια ἃ έθεντο οἱ πατέρες σου Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπ' αὐτῆς τῆς πίστεως νοητέον.
English
...word; but fix your heart, so that you may know that they are good. This man hears the words of God who does what is commanded by them: "For not the hearers of the law are righteous before God, but the doers of the law shall be justified." And you also, write them down for yourself threefold for counsel and knowledge upon the breadth of your heart. He who has broadened his heart through purity will understand the words of God—both the practical and the natural and the theological. For all the business of the Scripture is divided threefold into ethical, natural, and theological. And to the first belongs Proverbs, to the second Ecclesiastes, and to the third the Song of Songs. Do not give yourself as a surety, being ashamed of a face; for if you have not the means to repay, they will take the bed from under your ribs. Those who receive wicked thoughts and in this honor the evil one, let them be zealous with all their power to repay the worse through good thoughts. For if they are not strong to do this, they will receive the bed from under the ribs of the soul, that is, virtue. For this is called the garment of the mind that stands in righteousness; but of the one who has fallen thereafter through wicked thoughts it is called a bedding. Do not remove the eternal boundaries which your fathers set. He who shifts the boundaries of piety shows it to be superstition or impiety; and he who shifts the boundaries of courage makes it out to be recklessness or cowardice. And likewise it must be understood concerning the other virtues and concerning doctrines and concerning faith itself.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:53 · narrative
Source
Μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας τρίαδος· ὁ γὰρ μὴ θεολογῶν τὸ πνεῦμα τὸ ἅγιον διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς δῆμον εἰσάγει θεῶν. 250 23, ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστοῦ, νοητῶς νόει τὰ παρατιθέμενά σοι... 23, εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς Οὐ γὰρ πάντες χωροῦσι τὴν μυστικωτέραν διάνοιαν τῆς γραφῆς. Δεῖ τὴν θείαν γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις οὐκ ἔστιν ἀληθής. 252 23, μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ· μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ· 23, ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει· 23, μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου μετ' αὐτοῦ· ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει καὶ οἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδειπνεῖν τούτῳ, οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν. 253 23, εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου Μηδὲν λέγε συνετόν, τουτέστιν βαθὺ καὶ μυστικόν· οὐ δεῖ γὰρ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. 254 23, μὴ μεταθῇς ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου· εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς Κτῆμα ὀρφανῶν ἡ κακία ἐστίν, δι' ἣν ἐστερήθησαν τοῦ ἐν οὐρανοῖς πατρός.
English
But this must especially be observed in the case of the Holy Trinity: for he who does not theologize the Holy Spirit dissolves baptism; but he who also names certain others as gods introduces a multitude of gods. 250 23, If you sit down to dine at the table of a ruler, understand spiritually the things set before you... 23, but if you are more insatiable, do not desire his foods; for these things cling to a false life. For not all can contain the more mystical meaning of the Scripture. The divine Scripture must be understood spiritually and in a spiritual sense; for the perceptible knowledge according to history is not true. 252 23, Do not dine with an envious man, nor desire his foods; 23, for in the manner that one might swallow a hair, so he also eats and drinks; 23, nor bring him in to yourself and eat your morsel with him; for he will vomit it out and will defile your good words. If the envious man eats the bread of impiety and is drunk with lawless wine, and one must not dine with him, then one must not be impious and lawless; for these vices defile spiritual knowledge. 253 23, Say nothing into the ears of a fool, lest he mock your wise words. Say nothing wise, that is, deep and mystical; for one must not cast pearls before swine. 254 23, Do not remove the eternal boundaries which your fathers set; and do not enter into the property of orphans. The property of orphans is vice, through which they were deprived of the Father in the heavens.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:54 · narrative
Source
255 23, μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν Εἰ «τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ», καλῶς παραινεῖ διὰ παντὸς τοῦ βίου ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. 256 23, ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔγγονα· ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται Τοὺς ὀρθοὺς λογισμοὺς καὶ τὰ πνευματικὰ θεωρήματα ἔγγονα εἶπεν τοῦ νοῦ. Διὸ καὶ ἄτεκνός ἐστιν ἡ ψυχὴ ἡ μὴ ἔχουσα ταῦτα τὰ ἔγγονα, ἅπερ πέφυκε τίκτεσθαι ἀπὸ τοῦ πνευματικοῦ νυμφίου. 257 23, πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης Οὐκ ἔστιν ἔνδυμα γάμου διερρηγμένον ἱμάτιον καὶ ῥακῶδες. 258 23, ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ Ἤκουσά τινος τῶν γερόντων τὴν
ψυχὴν εἰπόντος μητέρα τοῦ νοῦ· αὕτη γάρ, φησίν, διὰ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν. Ψυχὴν δὲ ἔλεγεν τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ διαιρεῖται εἰς θυμὸν καὶ ἐπιθυμίαν. Διὰ γὰρ ἀνδρείας, φησί, καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν θεοῦ. Ἀνδρεία δὲ καὶ σωφροσύνη θυμοῦ καὶ ἐπιθυμίας ἐστὶν ἀρεταί. 259 23, οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; Οἱ οἶνοι οὗτοι ἐκ τῆς σοδομιτικῆς εἰσιν ἀμπέλου. 260 23, 31.1–2 μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις Νοῦς ὁμιλῶν ἐν περιπάτοις ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη. 261 23, ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ, ἡ δὲ κατ' ἐνέργειαν ποτηρίῳ.
English
255 23, Do not let your heart envy sinners, but be in the fear of the Lord all the day. If "by the fear of the Lord everyone turns away from evil," he rightly exhorts us through the whole of life to turn away from every evil. 256 23, For if you keep these things, you will have offspring, and your hope will not depart. He called right thoughts and spiritual contemplations the offspring of the mind. Therefore the soul is childless that does not have these offspring, which are naturally born from the spiritual bridegroom. 257 23, For every drunkard and fornicator will become poor, and every sleepy person will be clothed in torn and ragged garments. A torn and ragged cloak is not a wedding garment. 258 23, Hear, my son, the father who begot you, and do not despise your mother when she has grown old. I heard one of the elders calling the soul the mother of the mind; for she, he says, through the practical virtues brings the mind into the light. And he called "soul" the passible part of the soul, which is divided into anger and desire. For through courage, he says, and temperance we acquire wisdom and the knowledge of God. And courage and temperance are the virtues of anger and desire. 259 23, Are they not among those who linger over wine? Are they not among those who track down where drinking parties take place? These wines are from the vine of Sodom. 260 23, 31.1–2 Do not get drunk with wine, but converse with righteous people and converse in walks. A mind that converses in walks walks worthily of the calling with which it was called. 261 23, For if you give your eyes to the bowls and the cups. The sin according to thought resembles a bowl, but the sin according to action resembles a cup.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:55 · narrative
Source
262 23, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου Πολλὰ κρούει τὸ ὕπερον καὶ οὐκ ἀνοίγει τὸν τόπον ὃν κρούει. Τοῖς δὲ μαθηταῖς ὁ κύριός φησι· «κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.» 263 23, οἱ ὀφθαλμοί σου, ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά Νοῦς δεξάμενος ἀλλότριον νόημα μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν κληρονομήσει ζωήν. 264 23, καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος. 265 23, πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ' ὧν συνελεύσομαι; Ὄρθρος ψυχῆς ἐστιν ἐπίγνωσις ἁμαρτίας. 266 24, μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς Οἱ περὶ τὴν πίστιν ναυαγοῦντες οὐ μετὰ κυβερνήσεως πολεμοῦσιν τοῖς πνεύμασι τοῖς ἀντικειμένοις τῇ θεολογίᾳ. Δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστι γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον καὶ περὶ ἀγάπην καὶ περὶ ἀφιλαργυρίαν· καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας συμβαίνει ναυάγιον. Εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῶν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς. 267 24, σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταὶ δι' ὧν εἰσέρχεται σοφία θεοῦ.
English
262 23, afterward you will walk about more naked than a pestle. A pestle strikes many times and does not open the place it strikes. But to his disciples the Lord says, "Knock, and it will be opened to you." 263 23, your eyes, when they see a strange woman, then your mouth will speak crooked things. A mind that has received a strange thought will meditate evil reasonings; but he who keeps himself will inherit life. 264 23, and you will lie down as in the heart of the sea and as a helmsman in a great surge. Tossed about by every wind of teaching. 265 23, when will dawn be, that I may come and seek those with whom I will gather? Dawn of the soul is the knowledge of sin. 266 24, war is waged with steering, but help is with a counseling heart. Those who suffer shipwreck concerning the faith do not wage war with steering against the spirits that oppose theology. And it is possible to say this same thing about every virtue; for there is shipwreck also concerning chastity and concerning love and concerning freedom from the love of money; and concerning each doctrine of the catholic and apostolic Church a shipwreck likewise occurs. But if one must wage war with steering against those who oppose, our life on earth is like a naval battle. 267 24, wisdom and good understanding in the gates of the wise. The gates of the wise are the practical virtues through which the wisdom of God enters.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:56 · narrative
Source
268 24, ἀκαθαρσία ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται 24, ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ Εἰ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ αἰῶνι τῷ μέλλοντι, ἕως ἂν ἐκλίπῃ ἡ κακία. Τὸ γὰρ ἐμμολυνθήσεται ἀντὶ τοῦ διαφθαρήσεται τέθεικεν· διαφθείρεται δὲ ἀκαθαρσία ἤτοι ὑπὸ πρακτικῆς ἢ ὑπὸ δριμείας κολάσεως. 269 24, ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίω κτεινομένους, μὴ φείσῃ Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας γνώσεως καὶ ἀμελοῦντας τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον. 270 24, φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων γραφῶν ὠφελούμενος· ὁ δ' ἀπ' αὐτῶν τῶν πραγμάτων ἐκβάλλων τοὺς λόγους, ἀφ' ὧν εἰλήφασι καὶ οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι, τρώγει κηρίον. Καὶ τὸ μὲν φαγεῖν μέλι παντὸς τοῦ βουλομένου ἐστίν, τὸ δὲ κηρίον μόνου τοῦ καθαροῦ. 271 24, μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν θεόν· οὗτος γὰρ νομὴ δικαίου καὶ οὐ μὴ ἐγκαταλίπῃ σε. 272 24, ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ· ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου, 24, ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ Ἀποστρέφει μὲν ὁ θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ. Πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ ὅμοιός ἐστι τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
English
268 24, An unclean man will be defiled by a pestilence, 24, in an evil day and in a day of affliction, until it ceases. If vice diminishes virtue, then virtue evidently destroys vice; and this will happen in the age to come, until vice ceases. For he has used "will be defiled" in place of "will be destroyed"; and uncleanness is destroyed either by the practical life or by sharp punishment. 269 24, Rescue those being led to death and ransom those being killed, do not spare. This saying should be used against those who have been deemed worthy of knowledge and neglect teaching, since many are being led to death by vice. 270 24, Eat honey, son, for a honeycomb is good, that your throat may be sweetened. He eats honey who is benefited by the divine Scriptures; but he who brings forth words from the things themselves, from which the holy prophets and apostles also received them, eats a honeycomb. And to eat honey belongs to anyone who wishes it, but the honeycomb to the pure alone. 271 24, Do not bring a godless man to the pasture of the righteous, nor be deceived by the filling of the belly. Do not betray God for the sake of pleasure; for this is the pasture of the righteous, and he will certainly not forsake you. 272 24, If your enemy falls, do not rejoice over him; and at his stumbling do not be lifted up, 24, because the Lord will see and it will not please him, and he will turn away his wrath from him. God turns away his wrath from the one who has fallen, having had mercy on him; but he is angry with the one who is lifted up at the fall of his enemy. For everyone who rejoices over a perishing soul is like the devil, who does not wish all men to be saved and to come to the knowledge of the truth.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:57 · narrative
Source
Σημειωτέον δὲ ὅτι ἄνθρωπον ἐνταῦθα εἴρηκε τὸν ἐχθρόν, ὑπὲρ οὗ καὶ
προσεύχεσθαι ἡμᾶς νενομοθέτηκεν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. 273 24, οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν· λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθά –ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς–διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔγγονα καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. 274 24, φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃς «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» 275 24, ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς· τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται; Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· «ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ»; Ἢ ἄλλο μέν ἐστι τιμωρία, ἄλλο δὲ κρίσις. Καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ' ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ' ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σώματα διανέμοντος. 276 24, ξ μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη· ὃς δ' ἂν παραδοθῇ συντριβήσεται «Καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ.» Τὸ δὲ οὐ σαρκίνη ἀντὶ τοῦ οὐκ αἰσθητή. 277 24, δ ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει Τοὺς παλαιοὺς ἀνθρώπους τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀναλίσκει ἡ μάχαιρα τοῦ θεοῦ, ἵν' ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον ἐνδύσωνται τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα.
English
But one must note that here he has called the enemy a man, on whose behalf the Lord also legislated in the Gospels that we should pray. 273 24, for the offspring of the wicked shall surely not exist; and the lamp of the ungodly shall be extinguished. The wicked will not bring forth virtues and right doctrines—for these are the offspring of the soul—because they do not fear the Lord; but those who are in the fear of the Lord all the day long will have offspring, and their hope will not depart. 274 24, Fear God, my son, and the king, and disobey neither of them: "that they may know you, the only true God, and Jesus Christ whom you sent." 275 24, for suddenly they will be punished—the ungodly; and who will know the punishments of both? How then does the Savior say in the Gospels: "the Father judges no one, but has given all judgment to the Son"? Or is punishment one thing and judgment another? Punishment is the deprivation of impassibility and of the knowledge of God together with bodily pain; but judgment is the generation of an age, distributing bodies to each of the rational beings in proportion. 276 24, a sword is the tongue of the king, and not of flesh; and whoever is handed over will be crushed: "and the sword of the spirit, which is the word of God." And "not of flesh" means "not perceptible to the senses." 277 24, for if his anger is sharpened, with sinews it consumes men. The sword of God consumes the old men who are corrupted according to the desires of deceit, so that, having put off the old man, they may put on the new, which was created according to God.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:58 · narrative
Source
278 24, ε.1–2 καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει καὶ συγκαίει ὥσπερ φλόξ «Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» 279 24, ε.3 ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν Οὗτος ἄβρωτός ἐστι τοῖς δαίμοσιν ὁ ὑπὸ τοῦ κυρίου καθαρθεὶς καὶ ἀπεχόμενος ἀπὸ πάσης κακίας. 280 30, ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί Ἀφρονέστατον ἑαυτὸν εἶπεν κατὰ στέρησιν τῆς ἀνθρωπίνης φρονήσεως. 281 30, τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν ἄνω, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἀπὸ τοῦ οὐρανοῦ κατελθών.» α 30, 4.2–4 τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς; Τίς πίστει ἢ πάντως συνήγαγε τοὺς «ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης» ἐν τῇ γνώσει τῇ τοῦ θεοῦ καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς; Καὶ ἄλλως. Τίς διὰ τῆς ἀληθοῦς γνώσεως ἔκρυψε γνῶσιν ψευδῆ; Τίς ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς; Τίς «ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης» συνήγαγε πάντα τὰ ἔθνη πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς; 285 30, μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ Τῷ γὰρ νόμῳ κυρίου «οὐκ ἔστιν προσθεῖναι καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν». 286 30, μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον Ψευδώνυμον γνῶσιν μακράν μου ποίησον. α 30, ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω· τίς με ὁρᾷ;
English
278 24, e.1–2 And it devours the bones of men and burns them up like a flame: "For I came to cast fire upon the earth." 279 24, e.3 so that they are uneaten by the nestlings of eagles. This one is uneaten by the demons—the one purified by the Lord and abstaining from every evil. 280 30, For I am the most foolish of all men, and the prudence of men is not in me. He called himself most foolish by way of privation of human prudence. 281 30, Who has ascended into heaven and come down? "No one has ascended into heaven above except the Son of Man who came down from heaven." 30, 4.2–4 Who has gathered the winds in his bosom? Who has bound up water in a garment? Who has held fast all the ends of the earth? Who by faith, or rather altogether, has gathered those "from the east and the west and the north and the sea" in the knowledge of God and has given them spiritual contemplation to store up in the virtues? And otherwise: Who through true knowledge has hidden false knowledge? Who has stored up true knowledge in the virtues? Who has gathered "from the east and the west and the north and the sea" all the nations, packing them together by the virtues and storing up the heavenly water that flows from the fountain of life? 285 30, Do not add to his words, lest he reprove you and you become false. For to the law of the Lord "there is no adding, and from it there is no taking away." 286 30, Make far from me a vain and false word. Make far from me falsely named knowledge. 30, lest, filled, I become false and say, "Who sees me?
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:59 · narrative
Source
ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ Ἵνα μή, φησί, πλησθεὶς γνώσεως ἀκροτάτης ὑπερήφανος γένωμαι καὶ εἴπω· οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσεται σοφίαν. Ἵνα μὴ πλησθεὶς ἀπροσίτου γνώσεως ψεύστης τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ ἐνδεδεμένοι αἵματι καὶ σαρκί. Καλῶς δὲ καὶ τὸ ἑξῆς προστέθειται τὸ «ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ»· κλέπτει γάρ τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο· νυνὶ δὲ ὁ Παῦλός φησιν· «ὁ κλέπτων μηκέτι κλεπτέτω», μᾶλλον δὲ ἐργαζέσθω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος μεταδῷ καὶ τῷ χρείαν ἔχοντι. Τί γὰρ καὶ ἔστιν ὃ μὴ ἔστιν ἡμέτερον, ἵνα καὶ κλέψωμεν οἱ πεπιστευκότες Χριστῷ; Πάντα γὰρ ἡμῶν ἐστιν, ἡμεῖς δὲ Χριστοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, Χριστὸς δὲ θεοῦ.
288 Οὗτος κλέπτει γνῶσιν οὐχ ὁ τὴν τοῦ προλαβόντος λαμβάνων, ἀλλ' ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. Καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων, ἀλλὰ μᾶλλον κληρονόμοι πατρῴων χρημάτων. 289 30, μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν παραδῷς τῇ κακίᾳ, εἴπερ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας». Ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος.
English
Or having become poor I steal and swear by the name of God. "Lest," he says, "having been filled with the highest knowledge, I become proud and say: no one will recognize my wisdom." Lest, having been filled with inaccessible knowledge, I appear to men as a liar, saying such things as those who are bound in blood and flesh cannot know. And well has the following also been added: "lest having become poor I steal and swear by the name of God"; for someone steals others' contemplations, in order to fill a hungry mind. But this indeed used to happen before the coming of the Savior; but now Paul says: "let the one who steals steal no longer," but rather let him work righteousness, so that having acquired knowledge he may share it also with the one who has need. For what is there that is not ours, that we who have believed in Christ should also steal? For all things are ours, and we are Christ's, through whom all things came to be, and Christ is God's.
288 This one steals knowledge—not the one who receives that of the one who came before, but the one who steals from falsely named knowledge. For all who have believed in Christ, receiving contemplations from the holy prophets and apostles, are not called thieves of others' contemplations, but rather heirs of ancestral treasures. 289 Do not hand over a servant into the hands of his master, lest he curse you and you be destroyed. Do not hand over a mind that has fled from evil again to evil, since indeed "everyone who commits sin is a slave of sin." And sin here is the name for the devil who works sin.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:60 · narrative
Source
290 24, οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται· ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή Ἡ εὐλογία ἡ ἀγαθὴ ἡ νοητή ἐστιν εὐλογία, ἥτις ἀντιδιαιρεῖται πρὸς τὴν αἰσθητὴν εὐλογίαν. 291 24, 27.1–2 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρόν Ὁ μὲν κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ἀγρὸν τὸν κόσμον ὠνόμασεν· ὁ δὲ Σολομὼν ἀγρὸν νῦν εἴρηκεν τὴν θεωρίαν τοῦ κόσμου. Ἀλλ' ὁ μὲν ἐν τοῖς εὐαγγελίοις ἀγρὸς τοῦ συνεστῶτος ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπου ἐστίν· αἰσθητὸς γάρ ἐστιν· ὁ δὲ ἐνταῦθα δηλούμενος ἀγρὸς τοῦ νοῦ μόνου ἐστίν, νοητὸς ὢν καὶ συνεστὼς ἐκ τῶν λόγων τούτου τοῦ κόσμου, εἰς ὃν καρδίαι εἰσβαίνουσι καθαραί. 292 24, 27.3–4 καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου «Μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος»· «εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.» 293 24, ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμένος· οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς ἐκ τῶν πρακτικῶν ἀρετῶν συνεστῶσα.
English
But those who reprove will appear better; and a good blessing will come upon them. The good blessing is the intelligible blessing, which is distinguished in contrast to the sensible blessing. Prepare your works for the departure and make ready for the field. Our Lord in the Gospels called the world a field; but Solomon here has called the contemplation of the world a field. But the field in the Gospels belongs to the human being composed of soul and body; for it is sensible. But the field indicated here belongs to the intellect alone, being intelligible and composed of the principles of this world, into which pure hearts enter. And go behind me and you will rebuild your house. For "a house is built with wisdom"; and "wisdom will not enter a soul skilled in evil." If you let him go, he will become waste and wholly overgrown with grass and become abandoned; and the walls of his stones are thrown down. A wall is the impassibility of a rational soul, constituted from the practical virtues.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:61 · narrative
Source
294 30, ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρὸς ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν Οὗτοι οἱ κόρακες τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες, διότι τοῦ πάντων πατρὸς καὶ θεοῦ κατεγέλασαν καὶ τὴν γεννῶσαν αὐτοὺς ἀρχαίαν γνῶσιν ἠτίμασαν. Καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς κόρακας εἶπεν· τοὺς δὲ ὅλον αὐτὸν κατεσθίοντας ὠνόμασεν ἀετούς, διὰ τὸ τοὺς μὲν τὴν μερικήν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι.
295 30, καὶ τράγος ἡγούμενος αἰπολίου Εἰ ἔριφοί εἰσιν οἱ ἀκάθαρτοι ἐξ ἀριστερῶν ὑπὸ τοῦ σωτῆρος ἱστάμενοι, ὁ δὲ τράγος ἡγεῖται τούτων, μήποτε ὁ τράγος νῦν τὸν διάβολον σημαίνει. 296 31, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς Οὐ μὴ δύνωνται ὀρθῶς διδάσκειν. 297 31, δίδοτε μέθην τοῖς ἐν λύπαις 31, καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι Ὁ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου ἐπιλανθάνεται τῶν ὀδυνῶν. 298 31, ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως· διάκρινε δὲ πένητα καὶ ἀσθενῆ Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον.
English
The eye that mocks a father and dishonors the old age of a mother—let ravens from the ravines peck it out, and let the nestlings of eagles devour him. These ravens mystically feed the righteous, but punish the unrighteous, gouging out the eyes of their injustice, because they mocked the father of all and God, and dishonored the ancient knowledge that gave them birth. And he called the ravens those that gouge out the eyes of the impious; but those that devour him whole he named eagles, because the former have been entrusted with partial purification, the latter with universal purification.
And a he-goat leading the herd. If the kids are the unclean standing on the left by the Savior, and the he-goat leads them, perhaps the he-goat here signifies the devil.
Lest, having drunk, they forget wisdom and are unable to judge the weak rightly. They are unable to teach rightly.
Give strong drink to those in sorrow, and wine to drink to those in pain, that they may forget their poverty and remember their labors no more. He who is drunk with the fatness of the house of the Lord forgets his pains.
Open your mouth and judge righteously; discern the poor and the weak. He calls poor the one deprived of knowledge, and weak the one who is unclean.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:62 · narrative
Source
299 25, δόξα θεοῦ κρύπτει λόγον· δόξα δὲ βασιλέως τιμᾷ προστάγματα Τὸν ἔχοντα τὴν δόξαν τοῦ θεοῦ δόξαν εἶπεν θεοῦ καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ ἐπουρανίου βασιλέως δόξαν βασιλέως ὠνόμασεν. Οὗτοι γὰρ κρύπτουσι τὸν τοῦ θεοῦ λόγον ἐν ἑαυτοῖς, ὅπως ἂν μὴ ἁμάρτωσι καὶ τιμῶσι τὰ προστάγματα, δι' ὧν ποιοῦσιν αὐτά. Πολλάκις δὲ τοῦτο παρεσημειωσάμεθα ὅτι ἀπὸ τῶν ἀρετῶν ὀνομάζονται καὶ
τῶν κακιῶν οἱ ἔχοντες τὰς ἀρετὰς καὶ τὰς κακίας. Οὕτω «δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν», ἀντὶ τοῦ δικαίους· καὶ «φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν», τουτέστιν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον. Καὶ ἐνταῦθα δὲ τὸν ἔχοντα τὴν τοῦ θεοῦ δόξαν καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ βασιλέως δόξαν θεοῦ καὶ δόξαν βασιλέως ὠνόμασεν. Ἢ τάχα δόξαν θεοῦ λέγει τὸν δοξάζοντα τὸν θεὸν καὶ δόξαν βασιλέως τὸν δοξάζοντα τὸν βασιλέα, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον· ὁ δοξάζων τὸν θεὸν κρύπτει τὸν λόγον αὐτοῦ καὶ ὁ δοξάζων τὸν βασιλέα τιμᾷ τὰ προστάγματα αὐτοῦ· ὁ γὰρ ἀτιμάζων αὐτὸν διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζει αὐτόν. 300 25, κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀποκτέννων τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης κατορθοῖ ἐν δικαιοσύνῃ τὸν ἑαυτοῦ νοῦν, ὅστις λέγεται εἶναι θρόνος θεοῦ. Οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζε-σθαι σοφία καὶ γνῶσις καὶ δικαιοσύνη εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός. 301 25, μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·
English
The glory of God conceals a word; but the glory of a king honors commandments. He called the one who has the glory of God “the glory of God,” and the one who has the glory of the heavenly king he named “the glory of a king.” For these conceal the word of God within themselves, so that they may not sin, and they honor the commandments by which they perform them. We have often noted this: that those who possess the virtues and the vices are named from the virtues and the vices. Thus “the Lord is righteous and has loved righteousnesses,” instead of “the righteous”; and “the fear of the Lord hates injustice, both insolence and pride,” that is, the unjust man and the insolent man and the proud man. And here too he called the one who has the glory of God “the glory of God,” and the one who has the glory of the king “the glory of a king.” Or perhaps he calls “the glory of God” the one who glorifies God, and “the glory of a king” the one who glorifies the king, so that what is said is this: the one who glorifies God conceals his word, and the one who glorifies the king honors his commandments; for the one who dishonors him through transgression of the law dishonors him. Kill the impious from the face of the king, and his throne will be established in righteousness. The one who by the spiritual word puts to death the old man, who is corrupted according to the desires of deceit, establishes his own mind in righteousness—the mind which is said to be the throne of God. For wisdom and knowledge and righteousness are nowhere else naturally seated except in a rational nature; and all these things are Christ. Do not boast before a king, nor stand in the places of the powerful.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:63 · narrative
Source
25, 7.1–2 κρεῖσσον γὰρ τὸ ῥηθῆναί σοι· ἀνάβαινε πρός με, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου Μὴ εἴπῃς· «ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.» Κρεῖσσον γὰρ τὸ ῥηθῆναι περὶ σοῦ τὸ «διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». 302 25, 8.1–2 μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ' ἐσχάτων Διὰ τῆς μάχης τὴν κακίαν ᾐνίξατο. 303 25, ἡνίκα δ' ἄν σε ὀνειδίσῃ ὁ φίλος, 25, ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει Καὶ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις ὀνειδίζει ταῖς πόλεσιν, «ἐν αἷς αἱ πλεῖσται αὐτοῦ δυνάμεις γεγόνασιν ὅτι οὐ μετενόησαν, οὐαί σοι Χοραζίν, οὐαί σοι λέγων Βηθσαϊδά». 304 25, 10.1–2 χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ Πυκνότερον ὁ Σολομὼν φίλου τε μέμνηται καὶ φιλίας. Διὸ καλῶς ἔχει νῦν προσέχειν τῷ ὀνόματι, τί βούλεται αὐτῷ σημαίνειν ἡ φιλία· «χάρις γάρ, φησίν, καὶ φιλία ἐλευθεροῖ.» Καίτοι ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· «ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Παῦλος δὲ πάλιν γράφει· «Χριστὸς ἡμᾶς ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου.» Εἰ οὖν ἡ φιλία ἐλευθεροῖ καὶ ἡ ἀλήθεια ἐλευθεροῖ καὶ ὁ σωτὴρ ἐλευθεροῖ, Χριστός ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία. Ὅθεν καὶ πάντες οἱ ἔχοντες τὴν γνῶσιν τοῦ Χριστοῦ φίλοι ἀλλήλων εἰσίν. Οὕτω καὶ τοὺς μαθητὰς φίλους εἴρηκεν ὁ σωτὴρ καὶ Ἰωάννης φίλος ἦν τοῦ νυμφίου, Μωσῆς καὶ πάντες οἱ ἅγιοι.
English
For better is it said to you, "Come up to me," than to humble you before a ruler. Do not say, "I will set my throne above the stars; I will be like the Most High." For better is it said concerning you, "Therefore God also highly exalted him and gave him the name that is above every name." Do not rush into battle quickly, lest you regret it in the end. Through battle he hinted at wickedness. But whenever your friend reproaches you, retreat backward; do not despise him. And the Savior in the Gospels reproaches the cities "in which most of his mighty works were done, because they did not repent," saying, "Woe to you, Chorazin! Woe to you, Bethsaida!" Grace and friendship set free; keep these for yourself, so that you may not become a reproach. Solomon more frequently mentions a friend and friendship. Therefore it is well now to pay attention to the name—what friendship wishes to signify by it: "For grace," he says, "and friendship set free." And yet the Savior in the Gospels says to the Jews who had believed in him: "If you remain in my word, you are truly my disciples, and the truth will set you free." And Paul again writes: "Christ has set us free from the curse of the law." If, then, friendship sets free, and truth sets free, and the Savior sets free, Christ is the truth and the friendship. Hence also all who have the knowledge of Christ are friends of one another. Thus the Savior also called the disciples friends, and John was a friend of the bridegroom—Moses and all the saints.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:64 · narrative
Source
Καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. 305 25, α.3 ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτωσ Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν καὶ κατ' αὐτὰς ἐνεργῶν τὰς ὁδοὺς αὐτοῦ φυλάσσει εὐσυναλλάκτως. 306 25, μῆλον χρύσεον ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον ἐπὶ ἁρμόζουσιν αὐτῷ Ὥσπερ μῆλον χρύσεον ἁρμόζει σαρδίῳ, οὕτω γνῶσις θεοῦ ψυχῇ καθαρᾷ. 307 25, εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται· λόγος σοφὸς εἰς εὐήκοον οὖσ Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν καὶ σοφίαν κυρίου εἰς νοῦν ἀπαθῆ. 308 25, 13.1–2 ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν Ὥσπερ χιὼν ψύχει καύσωνα, οὕτως γνῶσις ἁγίων διαλύει κόπον ψυχῆς. 309 25, ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν· γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ Νῦν τὴν θυμώδη ψυχὴν ὠνόμασεν μαλακήν, ἥτις συντρίβει τὰ ὀστᾶ τὰ πεφυκότα λέγειν· «κύριε, τίς ὅμοιός σοι;» 310 25, σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον, μήποτε πλησθείς σου μισήσῃ σε Σπανίως δεῖ ἅπτεσθαι θεολογικῶν προβλημάτων καὶ μὴ πυκνῶς τοῦτο ποιεῖν, μήποτε εἴπωμέν τι τῶν οὐ λεγομένων ἐπὶ θεοῦ καὶ ὡς ἀσεβοῦντες τῆς πνευματικῆς ἐκπέσωμεν γνώσεως, τοῦ νοῦ δι' οἰκείαν ἀσθένειαν
English
And on this friendship alone are the friends of the same person also friends of one another. But guard your ways so as to deal easily with others. He who has been taught about the virtues and acts according to them guards his ways so as to deal easily with others. A golden apple in a setting of sardius, so to speak, is a word fitted to what suits it. Just as a golden apple fits a sardius, so the knowledge of God fits a pure soul. Into a golden earring a precious sardius is bound; a wise word into a hearing ear. Set a precious sardius into a golden earring, and the wisdom of the Lord into a passionless mind. As the going forth of snow in harvest is profitable against the heat, so is a faithful angel to those who sent him. Just as snow cools the burning heat, so the knowledge of the saints dissolves the soul's toil. In long-suffering is prosperity for kings; but a soft tongue breaks bones. Now he has called the irascible soul soft, which breaks the bones that are accustomed to say, "Lord, who is like you?" Bring your foot rarely to your own friend, lest, being filled with you, he hate you. Rarely must one touch on theological questions and not do this frequently, lest we say something of the things not said concerning God and, as being impious, fall away from spiritual knowledge, the mind, through its own weakness—
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:65 · narrative
Source
συνεχῶς ἐνατενίζειν τῇ τοιαύτῃ θεωρίᾳ μὴ δυναμένου. 311 25, ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ Τουτέστιν ἡ κακία καὶ ἡ παρανομία ἀπολεῖται ἐν ἡμέρᾳ τῆς κρίσεως. 312 25, ὥσπερ ὄξος ἕλκει ἀσύμφορον, οὕτω προσπεσὸν πάθος σώματι καρδίαν λυπεῖ Τὰ προσπίπτοντα τῇ καρδίᾳ πάθη αἱ κακίαι εἰσίν, ὧν κατὰ στέρησιν ὁ ἀπαθὴς ὀνομάζεται. 313 25, α ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν Λύπη ἐστὶ ψεκτὴ στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετὴ στέρησις ἀρετῶν καὶ γνώσεως θεοῦ. 314 25, ἐὰν πεινᾷ ὁ ἐχθρός σου, τρέφε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· 25, τοῦτο γὰρ ποιῶν ἄνθρακας σωρεύσεις ἐπὶ τὴν κεφαλὴναὐτοῦ Διὰ τῆς χρηστότητος καὶ εὐποιΐας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικόν. 315 25, ἄνεμος βορέας ἐξεγείρει νέφη· πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει Τὸν διάβολον εἶπεν πρόσωπον ἀναιδὲς ἐρεθίζοντα τὴν ψυχήν. Πανταχοῦ δὲ ὁ Σολομὼν γλῶσσαν τὸν νοῦν λέγει. Τοῦτο οὖν τὸ πρόσωπον αἰδεῖσθαι ἐν κρίσει οὐ καλόν. 316 25, ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν Οὕτως γνῶσις θεοῦ ἐκ γῆς πραέων. 317 25, ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦσ Τῶν νοημάτων τοῦ νοῦ, τὰ μὲν πτώματα αὐτοῦ λέγεται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις· καὶ ἄλλα περίπατος καί τινα αὐτοῦ προσκόμματα ὀνομάζεται· καὶ ἄλλα σκληρὰ καὶ μαλακὰ καὶ εὐώδη καὶ γλυκέα καὶ πικρὰ καὶ λεῖα καὶ ὀρθὰ καὶ σκολιά·
English
of one who is unable to gaze continually upon such contemplation. 311 25, The ways of the wicked and the feet of the transgressor shall perish in an evil day. That is, wickedness and transgression shall perish in the day of judgment. 312 25, As vinegar is harmful to a wound, so a passion that falls upon the body grieves the heart. The passions that fall upon the heart are the vices, by whose privation the impassible one is named. 313 25, As a moth to a garment and a worm to wood, so grief harms the heart of a man. Grief is a blameworthy privation of corruptible pleasure; but grief is a praiseworthy privation of virtues and of the knowledge of God. 314 25, If your enemy is hungry, feed him; if he is thirsty, give him drink; 25, for in doing this you will heap coals of fire upon his head. By kindness and beneficence cleansing his ruling faculty. 315 25, The north wind stirs up clouds; but a shameless face provokes the tongue. He called the devil a shameless face provoking the soul. And everywhere Solomon calls the mind a tongue. It is not good, then, to be ashamed of this face in judgment. 316 25, As cold water is pleasant to a thirsty soul, so is good news from a far land. Thus is the knowledge of God from the land of the meek. 317 25, As if one should stop up a spring and spoil the outflow of water, so is it for an unseemly righteous man to have fallen before the impious. Of the thoughts of the mind, some are called its falls, others its risings, others its seat, others its standing; and others its walking, and certain of them its stumbling-blocks; and others are called hard and soft and fragrant and sweet and bitter and smooth and straight and crooked.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:66 · narrative
Source
καὶ πάλιν τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος καὶ ζωὴ καὶ θάνατος, τὰ δὲ νόσοι καὶ ὑγεῖαι· καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησιν ἡ γραφὴ κατά τε τῆς ψυχῆς καὶ τῶν νοημάτων αὐτῆς. Ἃ δὲ τίθησι κατ' αὐτῆς, ὡς ἔστιν ὀλίγα ἐκ πολλῶν εἰπεῖν, ἔστι ταῦτα· νοῦν, ψυχήν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱόν, πνεῦμα, ὀφθαλμόν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, ξύλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα· καὶ ἄλλα πλείονά ἐστιν ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι διὰ τὸ εἶδος τῶν σχολίων πολυλογίαν μὴ ἐπιδεχόμενον. Ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ σατανᾶ, λογισμὸν ἀκάθαρτον ἢ ψευδὲς δόγμα ὑποδεξάμενος. Καὶ ὁ Δαυὶδ δέ φησιν· «ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν»· ἀλλὰ τοῦτο τὸ πτῶμα περιέχει γνῶσιν ἀληθῆ καὶ λογισμοὺς καθαρούς. 318 25, ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει Βουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς καρδίας. 319 26, ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ῥάβδος ἔθνει παρανόμῳ Ἡ ῥάβδος νῦν σύμβολόν ἐστι κολάσεως. 320 26, ἐκ τῶν ἑαυτοῦ ὁδῶν ὄνειδος ποιεῖται ὁ ἀποστείλας δι' ἀγγέλου ἄφρονος λόγον Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἅγια οὐδὲ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. 321 26, ἀφελοῦ πορείαν σκελῶν καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων Περίελε ἄφρονος ὁδὸν κακὴν καὶ γνῶσιν ψευδῆ μακρὰν ποίησον ἀπ' αὐτοῦ.
English
And again, some of them are called thorns and thistles, and others light and darkness and life and death, and others diseases and health; and again others are named falsehood and truth; and Scripture applies many other names both to the soul and to its thoughts. And the names it applies to it, to speak of a few out of many, are these: mind, soul, heart, man, male, female, slave, servant, father, son, spirit, eye, mouth, lips, tongue, throat, belly, bosom, arm, finger, wood, nostril, sheep, kid, shepherd; and there are many more names of the soul, which cannot now be set down because the form of the scholia does not admit of prolixity. Here, then, a righteous mind falls before Satan, having received an unclean thought or a false doctrine. And David also says: "Before him shall fall down all those who go down to the earth"; but this fall contains true knowledge and pure thoughts. 318 25, Like a city whose walls are thrown down and without a wall, so is a man who does nothing with counsel. By "counsel" he means here the inclination of the heart toward the better. 319 26, Like a whip for a horse and a goad for a donkey, so is a rod for a lawless nation. The rod here is a symbol of punishment. 320 26, From his own ways he who sent a word by a foolish messenger brings reproach upon himself. One must not give holy things to dogs nor cast pearls before swine. 321 26, Remove the going of the legs and the lawlessness from the mouth of fools. Remove from the fool the evil way, and put false knowledge far away from him.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:67 · narrative
Source
322 26, ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστι τῷ διδόντι ἄφρονι δόξαν Οὐχ ἁρμόσει ἄφρονι γνῶσις καὶ λίθος ἄτιμος ἐν σφενδόνῃ χρυσῇ. 323 26, πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων· συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθ' ἣν ἐξέστησαν θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται θεῷ· «πᾶσα γὰρ σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ.» Προσεκτέον δὲ ἐνταῦθα ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας σάρκας ἀφρόνων ὠνόμασεν. Οὕτω δὲ καὶ ὁ κύριός φησιν· «οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» 324 26, ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται,
οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν Ὁ ἀποβαλὼν κακίαν αὐτοῦ καὶ ἐπιστρέψας πάλιν πρὸς αὐτήν, ὅμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἑαυτοῦ ἔμετον. 325 26, κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δυνήσεται ἐπενεγκεῖν εἰς τὸ στόμα Εἰ «ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς», πᾶς ὁ κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ οὐ βρώσεται ἐκ τούτου τοῦ δένδρου. 26, ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεωσ Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ ἢ ἐν κλήρῳ. 327 26, ἐν πολλοῖς ξύλοις θάλλει πῦρ· ὅπου δὲ οὐκ ἔστι δίθυμος, ἡσυχάζει μάχη Τὸν θυμώδη δίθυμον εἶπεν. 328 26, χείλη λεῖα καρδίαν καλύπτει λυπηράν Καρδίαν καθαρὰν οὐ καταλήψεται λύπη· ἐπιθυμίας γὰρ φθαρτὰς ἀπώσατο ἀπ' αὐτῆς.
English
Whoever slings a stone in a sling is like one who gives glory to a fool. Knowledge does not fit a fool, nor an unworthy stone in a golden sling. Every flesh of fools is storm-tossed in many ways; for their ecstasy is crushed. If the ecstasy of fools is crushed, by which they stood away from God, again becoming pure they come to God; "for all flesh shall see the salvation of God." And here it must be noted that he called "flesh of fools" the souls grown fat from evil. And so also the Lord says: "My spirit shall not remain in these men, because they are flesh." As a dog, when it returns to its own vomit and becomes hateful, so a fool, by his own evil turning back to his own sin. He who casts off his evil and turns back to it again is like a dog eating its own vomit. The sluggard, having hidden his hand in his bosom, will not be able to bring it to his mouth. If "a tree of life grows from the fruits of righteousness," everyone who hides righteousness by unrighteousness will not eat from this tree. As one who grasps a dog by the tail, so is one who presides over another's judgment. This saying must be used against those who vote for certain unworthy men for the priesthood or for the clergy. In many sticks fire blazes; but where there is no double-minded man, strife is quiet. He called the irascible man double-minded. Smooth lips cover a sorrowful heart. Sorrow will not seize a pure heart; for it has driven corrupt desires away from itself.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:68 · narrative
Source
329 26, ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς αὐτῷ Δέεται ἡμῶν ὁ σατανᾶς ποτε μὲν διὰ τῶν ἀκαθάρτων λογισμῶν γαργαλίζων ἡμᾶς καὶ τῷ λείῳ τῆς ἡδονῆς ἐπι-σπώμενος, ποτὲ δὲ καὶ φωνὴν ὄντως ἔναρθρον ὡς ἡττηθεὶς προβαλλόμενος, ᾧ οὐ δεῖ πείθεσθαι ἄσπονδον ἔχοντι τὸν πόλεμον τὸν πρὸς ἡμᾶς. 330 26, ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ καρδίᾳ αὐτοῦ Τοῖς ἑπτὰ πνεύμασιν ἀντίκεινται αὗται αἱ πονηρίαι. 331 27, ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει· ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκεῖα φαίνεται Ψυχὴ καθαρὰ κατατρυφᾷ γνώσεως· ψυχὴ δὲ ἀκάθαρτος καὶ τὴν ψευδώνυμον γνῶσιν ἀληθῆ γνῶσιν νομίζει. 332 27, ὥσπερ ὄρνεον ὅταν καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς, οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων Τόπος τῆς καρδίας ἐστὶν ἀρετὴ καὶ γνῶσις, ἀφ' ὧν ἀποξενωθεὶς ἄνθρωπος ἐμπίπτει εἰς κακίαν καὶ ἀγνωσίαν καὶ γίνεται δοῦλος, ἐπειδὴ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας». 333 27, μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία· καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή Νοῦς ἀπαθὴς πολυποικίλῳ τέρπεται σοφίᾳ· νοῦς δὲ ἐμπαθὴς ἐν ἀγνωσίᾳ πεσεῖται. 334 27, φίλον σὸν καὶ φίλον πατρῷον μὴ ἐγκαταλίπῃσ «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους.» 335 27, εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν Τοιοῦτος ἦν ὁ εἰσελθὼν εἰς τοὺς γάμους καὶ μὴ ἔχων ἔνδυμα γάμου. 336 27, κρεῖσσον φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἴκων Κρεῖσσον ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως ὑπὲρ τὸν συναπτόμενόν μοι μόνον διὰ τῆς φύσεως.
English
329 26. If your enemy entreats you with a loud voice, do not be persuaded by him. Satan entreats us, sometimes tickling us through unclean thoughts and drawing us by the smoothness of pleasure, and sometimes even putting forward a truly articulate voice as though defeated, whom one must not obey, since he holds an implacable war against us. 330 26. For there are seven wickednesses in his heart. These wickednesses are opposed to the seven spirits. 331 27. A soul in abundance mocks honeycombs; but to a needy soul even bitter things seem sweet. A pure soul delights in knowledge; but an impure soul considers even the falsely named knowledge to be true knowledge. 332 27. As a bird when it is flown away from its own nest, so a man is enslaved when he is estranged from his own places. The place of the heart is virtue and knowledge, from which when a man is estranged he falls into vice and ignorance and becomes a slave, since "everyone who commits sin is a slave of sin." 333 27. With myrrh and wines and incense the heart is delighted; but the soul is broken down by misfortunes. A passionless mind delights in wisdom of many forms; but a passionate mind will fall into ignorance. 334 27. Do not abandon your friend and your father's friend. "They abandoned me, the fountain of living water, and dug for themselves cisterns." 335 27. And do not enter your brother's house when you are unfortunate. Such was the one who entered the wedding and did not have a wedding garment. 336 27. A friend near is better than a brother far from houses. Better is the one joined to me through true knowledge than the one joined to me only through nature.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:69 · narrative
Source
337 27, ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γὰρ ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται Τοῦτό ἐστιν τὸ ἐν τῷ εὐαγγελίῳ λεγόμενον τὸ «καὶ ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ». Δηλοῖ δὲ τοῦτο, ὡς οἶμαι, τὰ κατὰ διάνοιαν λείψανα τῶν ἀρετῶν καὶ τῆς γνώσεως τοῦ θεοῦ λαμβανόμενα ἀπὸ τῶν κακῶς αὐτοῖς χρησαμένων ἀνθρώπων. 338 27, ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς· ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον τιμηθήσεται Ὁ κύριος ἡμῶν ἐστιν ἡ συκῆ· ὁ γὰρ καρπὸς αὐτῆς λέπραν θεραπεύει. 339 27, ἐὰν μαστιγοῖς τὸν ἄφρονα ἐν μέσῳ συνεδρίῳ ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ Οὐκ ἀτιμάζων τὸν ἄφρονα ἀποστήσεις αὐτὸν τῆς ἀφροσύνης, ἀλλὰ διδάσκων αὐτὸν ὁποίας ἀτιμίας ἡ ἀφροσύνη γίνεται πρόξενος. 340 27, γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις· 27, ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχὺς οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν Πρόσεχε σεαυτῷ καὶ τὰς ἀρετάς σου κατεύθυνε, ὅτι οὐκ ἀεὶ ἐν αὐταῖς ἰσχύουσιν ἐπίσης οἱ ἄνθρωποι οὐδὲ ἀπὸ ἀρετῆς ἐπ' ἀρετὴν ἢ ἀπὸ γνώσεως ἐπὶ γνῶσιν ὑγιῶς μεταβαίνουσιν, τῆς ἀνθρωπίνης καταστάσεως τοῦτο ῥᾳδίως μὴ δεχομένης. Ὅτι δὲ γενεὰς λέγει τὰς ἀρετὰς καὶ τὰς γνώσεις, καθ' ἃς γεννῶνται οἱ ἅγιοι, δείκνυσι δι' ὧν γράφει· «γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.» Χρηστέον δὲ
English
337 27. Take away his garment, for a mocker has passed by, one who lays waste the things of others. This is what is said in the Gospel: "And from him who does not have, even what he seems to have will be taken away from him." This signifies, I think, the remnants of the virtues and of the knowledge of God in the mind, taken away from men who have used them badly. 338 27. He who plants a fig tree will eat its fruit; and he who guards his own master will be honored. Our master is the fig tree, for its fruit heals leprosy. 339 27. If you scourge a fool in the midst of the council, dishonoring him, you will by no means remove his folly. It is not by dishonoring a fool that you will make him depart from his folly, but by teaching him what kind of dishonor folly brings about. 340 27. You will know well the souls of your flock, and you will set your heart upon your herds. 27. For not forever does a man have power and strength, nor does he hand them down from generation to generation. Attend to yourself and direct your virtues, because men do not always have equal strength in them, nor do they pass soundly from virtue to virtue or from knowledge to knowledge, since the human condition does not easily accept this. And that he calls "generations" the virtues and the knowledges through which the saints are begotten, he shows by what he writes: "The generation of wisdom is the fear of the Lord, and wealth and glory and life." And one must use
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:70 · narrative
Source
ταύτῃ τῇ παροιμίᾳ καὶ πρὸς τοὺς ποιμένας τῶν ἐκκλησιῶν, οὓς δεῖ μὴ προσώποις, ἀλλὰ καρδίαις προσέχειν καὶ νοητῶς ποιμαίνειν τὰ πρόβατα. 341 27, ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν καὶ συνάγαγε χόρτον ὀρεινόν Πεδίον λέγει τὸν νοῦν, χλωρὰ δὲ τὰς ἐν αὐτῷ κατὰ δύναμιν ἐνυπαρχούσας ἀρετάς, ὧν ὁ ἐπιμελούμενος κερεῖ πόαν, σύμβολον οὖσαν τῆς γνώσεως τοῦ θεοῦ, ἣν καὶ χόρτον πάλιν ὀρεινὸν ὀνομάζει· χόρτος γάρ ἐστιν ὀρεινὸς γνῶσις ἁγίων δυνάμεων ἁρμόζουσα τῇ ἀλογωτέρᾳ τῶν ψυχῶν καταστάσει. Ἔθος δὲ τῇ γραφῇ τοὺς ἁγίους ὄρη καλεῖν. Οὕτω καὶ ὁ Δαυὶδ αἴρει τὴν ψυχὴν αὐτοῦ «εἰς τὰ ὄρη πόθεν ἥξει ἡ βοήθεια» αὐτοῦ· καὶ πάλιν· «ὄρη σκιρτῶσιν ὡς κριοὶ καὶ βουνοὶ ὡς ἀρνία προβάτων» ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ. Εἰ γὰρ ἐπὶ ἑνὶ μετανοοῦντι χαίρουσιν ἄγγελοι, πόσῳ μᾶλλον ἐπὶ πλήθει τοσούτῳ ὁδεύοντι ἀπὸ κακίας εἰς ἀρετήν. Διὸ καὶ μόνη ἡ γνῶσις τῶν ἁγίων ἀγγέλων τρέφει τὰς ἐν ἡμῖν ἀρετάς, ἀφ' ὧν ἐνδύεται ψυχὴ σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, μακροθυμίαν, ταπεινοφροσύνην, πίστιν, ἐγκράτειαν, ἀγάπην καὶ τὰ ἐκ ταύτης γεννώμενα ἀγαθά. Ὅτι δὲ πεδία καὶ ὁ Δαυὶδ λέγει τὰς λογικὰς ψυχάς, ἐντεῦθεν ἔστι μαθεῖν· «καὶ τὰ πεδία σου γάρ, φησίν, πλησθήσονται πιότητος»· καὶ πάλιν μετ' ὀλίγα· «καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται καὶ γὰρ ὑμνήσου-σιν»· ὕμνος δὲ καὶ κραυγὴ μόνῃ πέφυκεν ἐπισυμβαίνειν τῇ φύσει τῇ λογικῇ.
English
With this proverb he also addresses the shepherds of the churches, who must attend not to faces but to hearts and shepherd the sheep in a spiritual way. 341 27. Tend the green things in the plain, and you will shear grass and gather mountain hay. He calls the mind a plain, and the green things the virtues existing in it according to capacity; the one who tends them will shear grass, which is a symbol of the knowledge of God, which he again names mountain hay; for mountain hay is the knowledge of holy powers suited to the more irrational condition of souls. It is a custom of Scripture to call the saints mountains. Thus also David lifts up his soul "to the mountains, whence his help will come"; and again: "The mountains skip like rams and the hills like lambs of sheep" at the salvation of Israel. For if the angels rejoice over one who repents, how much more over so great a multitude journeying from vice to virtue. Therefore the knowledge of the holy angels alone nourishes the virtues in us, from which a soul is clothed with bowels of compassion, goodness, long-suffering, humility, faith, self-control, love, and the good things begotten from it. That David also calls rational souls plains, one may learn from this: "For your plains also," he says, "will be filled with fatness"; and again after a little: "And the valleys will abound with grain; for they will cry out and sing hymns"; and hymn and cry are naturally fitting only to the rational nature.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:71 · narrative
Source
342 28, ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελήσ Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἀνδρεῖός ἐστιν ἐν εὐσε-βείαις. 28, οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν· οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχοσ Πᾶς ὁ ἀγαπῶν τὸν νόμον ποιεῖ τὸν νόμον· πᾶς δὲ ὁ ποιῶν τὸν νόμον ἀπάθειαν κτᾶται καὶ γνῶσιν θεοῦ. Εἰ δὲ «οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος», νῦν τὸ τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λογικήν. 344 28, φυλάσσει νόμον υἱὸς συνετός· ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα αὐτοῦ Ποιμένα λέγει τὸν νοῦν, πρόβατα δὲ τὰ ἐν αὐτῷ ἐμπαθῆ νοήματα, ἅπερ ἐκτρέφων ἐν ἑαυτῷ «διὰ τῆς παρα-βάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει». Ἀσωτία γὰρ ψυχῆς ἐστι λογισμοὶ ἐμπαθεῖς διὰ τοῦ σώματος ἐκτελού-μενοι· ἀσωτία δὲ νοῦ ἐστι ψευδῶν δογμάτων καὶ θεωρημάτων ὑπόληψις. 345 28, ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπο-λέσουσιν αὐτόν, δηλονότι κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοί, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς τὴν ἀρετὴν ἐπανάγοντες. 346 28, ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχήν, ἀλλ' ὁ δεδωκὼς τὸν νόμον θεός.
English
342 28. A man bold in impieties slanders the poor, like a violent and unprofitable rain. If there is one bold in impieties, there is also one bold in virtues; and if the one bold in impieties slanders the poor, the one bold in virtues comforts the poor. Therefore everyone who comforts the poor is bold in piety. 28. Thus those who forsake the law praise impiety, but those who love the law surround themselves with a wall. Everyone who loves the law does the law, and everyone who does the law acquires impassibility and the knowledge of God. And if "those who love the law surround themselves with a wall," the wall now signifies impassibility and the knowledge of God, which alone are by nature able to guard the rational nature. 344 28. A prudent son keeps the law, but he who shepherds prodigality dishonors his father. He calls the mind a shepherd, and the passionate thoughts within it the sheep, which, when he nurtures them in himself, "through transgression of the law he dishonors God." For the prodigality of the soul is passionate thoughts carried out through the body; and the prodigality of the mind is the supposition of false doctrines and speculations. 345 28. He who multiplies his wealth with interest and increase gathers it for him who has mercy on the poor. If the wealth of the impious is wickedness, and wise men will destroy it, clearly the righteous and wise destroy wickedness, leading the impure back to virtue through spiritual teaching. 346 28. He who turns away his ear from hearing the law, even his prayer is an abomination. It is not the law that abominates anyone's prayer, but God, who gave the law.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:72 · narrative
Source
Καὶ ὁ Παῦλός φησιν· «προϊδοῦσα δὲ ἡ γραφὴ» τὸ μέλλον, ἀντὶ τοῦ ὁ τὴν γραφὴν δεδωκώς. 347 28, ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται· ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται «Εἶπα· ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» 348 28, λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ Εἰ «μακάριοί» εἰσιν «οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην», λέοντες καὶ λύκοι εἰσὶν οἱ διψῶντες καὶ πεινῶντες τὴν ἀδικίαν. 349 28, βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης· ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπ' αὐτοῦ. 350 28, 17
ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ Ὁ ἐγγυώμενος τὸν σατανᾶν ἐγγυᾶται τὴν ἀδικίαν, ὑπισχνούμενος αὐτῷ τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. Περὶ τούτου δὲ καὶ τὸ εὐαγγέλιον λέγει ὡς διὰ φόνον καὶ στάσιν βεβλημένου εἰς φυλακήν. 351 28, α παίδευε υἱὸν καὶ ἀγαπήσει σε καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ· οὐ μὴ ὑπακούσῃ ἔθνει παρανόμῳ Ἔθνος παράνομον τὸ τάγμα τῶν δαιμόνων ἐστίν, ᾧ οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός. 352 28, ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων· ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίασ Ὁ καθαίρων ἑαυτὸν πλησθήσεται γνώσεως· ὁ δὲ ἀκάθαρτος πλησθήσεται ἀγνωσίας. 353 28, ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός· ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα Εἰ πρόσωπα τῶν δικαίων εἰσὶν αἱ ἀρεταί, οὐκ ἀγαθὸς ὁ μὴ τὰς ἀρετὰς αἰσχυνόμενος.
English
And Paul says: "But the scripture, foreseeing" what was to come—meaning the one who gave the scripture. 347 28. He who covers over his own impiety shall not prosper; but he who expounds reproofs shall be loved. "I said: I will confess against myself my lawlessness to the Lord, and you forgave the impiety of my heart." 348 28. A hungry lion and a thirsty wolf, who tyrannizes though he is poor over a needy nation. If "blessed are those who hunger and thirst for righteousness," then lions and wolves are those who thirst and hunger for unrighteousness. 349 28. A king lacking revenues is a great sycophant; but he who hates injustice shall live a long time. The revenues of the wicked king are vices and false doctrines; for those who are ruled by him pay these in to him. 350 28, 17.
He who goes surety for a man involved in a charge of murder shall be a fugitive and shall not be in safety. He who goes surety for Satan goes surety for injustice, promising him that he will render back to him the fruits of injustice. Concerning this the Gospel also speaks, as of one cast into prison for murder and sedition. 351 28, 1. Train a son and he will love you and will give order to your soul; he will surely not obey a lawless nation. A lawless nation is the order of demons, which the trained son does not obey. 352 28. He who works his own land shall be filled with bread; but he who pursues leisure shall be filled with poverty. He who purifies himself shall be filled with knowledge; but the unclean shall be filled with ignorance. 353 28. He who does not respect the persons of the righteous is not good; such a one shall give over a man for a morsel of bread. If the persons of the righteous are the virtues, then he who does not respect the virtues is not good.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:73 · narrative
Source
Καὶ εἰ πρόσωπα τῶν ἁμαρτωλῶν εἰσιν αἱ κακίαι, ἀγαθὸς ὁ τὰς κακίας μὴ αἰσχυνόμενος. 354 28, σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ Οἱ νῦν ἐλεήμονες ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ θεοῦ καὶ γενόμενοι ἄγγελοι ἄρξουσι τῶν ἀσεβῶν. Τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν ὁ κύριος τοῦ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· θρόνος δέ ἐστιν, ἐν ᾧ νοῦς καθέζεται, γνῶσις πνευματικὴ τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνάγουσα. Τὸ δὲ κρίνειν ἐνταῦθα τὸ διδάσκειν σημαίνει ὡς καὶ τὸ «ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς», ἀντὶ τοῦ δίδασκε. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ ποιήσει μᾶλλον τὸν βάσκανον. 355 28, ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι· ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει. Οὕτω καὶ Ματθαῖον τὸν τελώνην ἀπολέσας ὁ κύριος δικαιοσύνην αὐτῷ ἐχαρίσατο.
English
And if the faces of sinners are their vices, good is he who is not ashamed of the vices. 28. A grudging man hastens to be rich, and does not know that the merciful man will have dominion over him. Those who are now merciful in the age to come, having been shown mercy by God and having become angels, will rule over the ungodly. And the Lord promised to give such a dignity also to his disciples—to sit upon twelve thrones, judging the twelve tribes of Israel. And a throne is that in which the mind sits, spiritual knowledge gathering together those who have wandered from the worship of God. And "to judge" here means "to teach," as also "Open your mouth with the word of God and judge all rightly," instead of "teach." And at the same time this also must be known: that the merciful man who has had dominion over the grudging man will not himself become grudging, but will rather make the grudging man merciful. 28. In the places of the ungodly the righteous groan; but in their destruction the righteous will be multiplied. If the ungodly thrust away their being ungodly, they will become righteous; for destruction here means the removal of ungodliness. Thus the Lord also, having destroyed Matthew the tax collector, granted him righteousness.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:74 · narrative
Source
356 29, κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασισ Οὐκ εἶπεν ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔστιν ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασις, ὡς ἔχοντος ἔτι δηλονότι ξύλα, χόρτον, καλάμην, εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγεία προσγίνεσθαι. 357 29, ἐγκωμιαζομένου δὲ δικαίου εὐφρανθήσονται λαοί· ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρεσ Ὅσοι εἰσὶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, οὗτοι πάντως καὶ στένουσιν. α 29, ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πατὴρ αὐτοῦ· ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον Ὁ δὲ ἐκτρέφων κακίας ἀπολεῖ γνῶσιν. Ἄλλως. Ποιμήν ἐστιν ἀγαθὸς νοῦς ἀπαθεῖς λογισμοὺς κεκτημένος καὶ ποιμήν ἐστι πονηρὸς νοῦς ἐμπαθεῖς λογισμοὺς κεκτημένος. Εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστιν λογισμὸς ἐμπαθὴς καὶ πρόβατόν ἐστιν λογισμὸς ἀπαθής. Διὸ καὶ τοὺς ἐρίφους ὁ κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους δὲ καὶ πρόβατα λέγει τοὺς κεκτημένους ἐρίφους καὶ πρόβατα, τουτέστιν τοὺς ἔχοντας λογισμοὺς ἐμπαθεῖς καὶ ἀπαθεῖς. Οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε καὶ τοὺς τὸν σῖτον ἔχοντας σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον τὸ «ἡ ἀγάπη οὐ περπερεύεται», ἀντὶ τοῦ ὁ ἔχων τὴν ἀγάπην. 359 29, βασιλεὺς δίκαιος ἀνίστησιν χώραν· ἀνὴρ δὲ παράνομος κατασκάπτει Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικήν· ὁ δὲ ἀντίχριστος κατασκάπτει. 360 29, ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς·
English
356 29. A man who reproves is better than a stiff-necked man; for when he is suddenly set on fire, there will be no healing. He did not say that when the flame has ceased there is no healing, but when he is burning there will be no healing, since he evidently still has wood, hay, and stubble, if indeed health can accrue even to those burned after the burner. 357 29. But when a righteous man is praised, the peoples will rejoice; but when the ungodly rule, men groan. All who are under the principalities and authorities and the world-rulers of this darkness, these certainly also groan. 29. A man who loves wisdom makes his father glad; but he who shepherds harlots will destroy wealth. But he who nurtures vices will destroy knowledge. Otherwise: A good shepherd is a mind that possesses dispassionate thoughts, and a wicked shepherd is a mind that possesses passionate thoughts. If this is so, then a passionate thought is a kid, and a dispassionate thought is a sheep. Therefore the Lord sets the kids on the left and the sheep on the right; and he calls kids and sheep those who possess kids and sheep, that is, those who have passionate and dispassionate thoughts. Thus also those who have the tares he called tares, and those who have the wheat he called wheat, naming them from their worst and best disposition. Such is also what is said by Paul, "Love does not behave boastfully," instead of "the one who has love." 359 29. A righteous king raises up a land; but a lawless man overturns it. Christ raises up the rational nature; the antichrist overturns it. 360 29. A righteous man knows how to judge for the poor.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:75 · narrative
Source
ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων Οὐκοῦν πτωχός ἐστιν ὁ μὴ ἔχων νοῦν ἐπιγνώμονα. 361 29, ἀνὴρ σοφὸς κρίνει ἔθνη· ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος
καταγελᾶται καὶ οὐ καταπτήσσει «Καὶ ἐπ' αὐτόν, φησὶν ὁ Δαυίδ, γελάσονται καὶ ἐροῦσιν· ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ.» 362 29, ἄνδρες αἱμάτων μέτοχοι ζητήσουσιν ὅσιον· οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ Οὗτος ἐκζητεῖ ψυχὴν δικαίου ὁ τὰ αὐτῇ νενοημένα νοῆσαι βουλόμενος. 363 29, ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων· σοφὸς δὲ ταμιεύεται κατὰ μέροσ Οὗτος ταμιεύεται τὸν θυμὸν κατὰ μέρος ἤτοι ὁ ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασιν ἢ ὁ διὰ τῆς μακρο-θυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τὸ πρότερον, πρὸς δὲ τοὺς σπουδαίους τὸ δεύτερον. 364 29, οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ· ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστόσ Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητής· τοῖς δὲ παρανομήσασιν ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει, εἴπερ οὐ λόγος, ἀλλὰ ῥάβδος παρανόμῳ δίδοται ἔθνει. 365 29, λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρός, παρίστησι τὸ «ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται»· ὁ γὰρ κατὰ φύσιν σκληρὸς οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ. Τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τὸν Ἰσραὴλ καὶ μὴ λόγοις, ἀλλὰ μάστιξι παιδευθέντα. 366 29, ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται·
English
But the impious man will not understand knowledge, and a poor man has no discerning mind. Therefore the poor man is the one who does not have a discerning mind. 361 29. A wise man judges nations; but a worthless man, when angered, is laughed at and will not be terrified. “And at him,” says David, “they will laugh and say: Behold a man who did not set God as his helper.” 362 29. Men who are partakers of bloodshed will seek out a holy man; but the upright will seek out his soul. This man seeks out the soul of the righteous man—the one who wishes to understand the things that have been understood by it. 363 29. A fool brings out his whole anger; but a wise man stores it up in part. This man stores up his anger in part—either the one who is angered at righteous deeds, or the one who through long-suffering consumes his anger in part. And to the simpler sort one must say the former, but to the earnest the latter. 364 29. An interpreter will by no means exist for a lawless nation; but the one who guards the law is most blessed. For those who have guarded the law there will be an interpreter; but for those who have transgressed the law there will not be an interpreter, but a punisher, since if it is not a word, yet a rod is given to a lawless nation. 365 29. A stubborn servant will not be instructed by words; for even if he understands, he will not obey. That no one is stubborn by nature, the phrase “for even if he understands, he will not obey” establishes; for the one who is stubborn by nature would never understand anything right. And I say this because of Pharaoh, who was hardened against Israel and was instructed not by words but by scourges. 366 29. He who lives wantonly from childhood will be a servant;
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:76 · narrative
Source
ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ' ἑαυτῷ Εἰ τὸ σπαταλᾶν ἁμαρτάνειν ποιεῖ, «πᾶς δὲ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας», πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας. 367 29, ὕβρις ἄνδρα ταπεινοῖ· τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριοσ Νῦν τὴν κακίαν ὕβριν ψυχῆς λογικῆς ὀνομάζει. 368 29, ὃς μερίζεται κλέπτῃ μισεῖ τὴν ἑαυτοῦ ψυχήν «Ὁ κλέπτης, φησίν, οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ.» 369 29, ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν, 29, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑποσκελισθήσονται Ὅρκον εἶπε τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει θεὸν εἰς ψυχήν· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία θεὸν ἐκ ψυχῆς, οὕτω καὶ παρανομία ἐκβάλλει θεὸν ἀπ' αὐτῆς. Ἐὰν οὖν, φησίν, νόμου τεθέντος ἀκούσαντες μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, «φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑποσκε-λισθήσονται». Οὕτω φησὶ καὶ ὁ Δαυίδ· «ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.» Καὶ πάλιν ὁ Σολομών φησιν· «ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται· ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται.» Καὶ ὁ Δαυίδ· «εἶπα, φησίν, ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου»· καὶ «λέγε σὺ πρῶτος τὰς ἀνομίας σου.» 370 29, πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων· παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί Ἐν τῷ κατορθοῦν θεραπεύομεν τοὺς ἀγγέλους·
English
But in the end he will be grieved over himself. If living in luxury makes one a sinner, and "everyone who commits sin is a slave of sin," then everyone who lives in luxury is a slave of sin. 367 29. Hubris humbles a man, but the Lord supports the humble-minded with glory. Now he calls the vice of the rational soul hubris. 368 29. He who shares with a thief hates his own soul. "The thief," he says, "comes only to steal and to slay and to destroy." 369 29. But if, when an oath has been set before them, they hear and do not report it, 29. having feared and been ashamed before men, they will be tripped up. He called the law an oath; for just as an oath places God in the soul, so also the law introduces God into the soul; and in the same way again, perjury removes God from the soul, so also lawlessness casts God out of it. If, then, he says, when the law has been set, they hear and do not confess their own sins, "having feared and been ashamed before men, they will be tripped up." So also David says: "I swore and I established it, to keep the judgments of your righteousness." And again Solomon says: "He who covers over his own impiety will not prosper; but he who explains and reproves will be loved." And David: "I said," he says, "I will confess against myself my lawlessness to the Lord, and you forgave the impiety of my heart"; and "Speak you first your lawless deeds." 370 29. Many court the persons of rulers, but justice comes to a man from the Lord. In doing right we serve the angels.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:77 · narrative
Source
αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν ἀπ' ἀρχῆς λαβόντες ἡμᾶς, «ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος» καὶ «ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ». Τὸ δὲ ἐκ τῆς κρίσεως δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, εἴγε πᾶσαν τὴν κρίσιν ὁ πάτηρ δέδωκε τῷ υἱῷ.
371 31, γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν τῶν ἀντικειμένων αὐτῇ κεκράτηκεν ἐχθρῶν. 372 '31, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει Νικήσαντες τὴν ἀντικειμένην δύναμιν σκυλεύομεν αὐτὴν τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες. 373 '31, μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖσχερσὶν αὐτῆσ Μηρύεται ἔρια καὶ λίνον ψυχὴ τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους γυμνάζουσα ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους. Ἔλεγε δέ τις ὅτι μηρύεται ἔρια καὶ λίνον ψυχὴ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτήν. 374 '31, 15.1–2 καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ Τὴν ἐκ νυκτὸς
English
For these are our leaders who received us from the beginning, "when the Most High divided the nations" and "he set the boundaries of the nations according to the number of his angels." And the justice that comes from judgment will be ours from the Lord on that day when he will judge the world in righteousness, since the Father has given all judgment to the Son.
371 31, A courageous woman, who will find? Courage is the best disposition of a rational soul, by which it has prevailed over the enemies opposed to it. 372 31, Such a woman will not lack noble spoils. Having conquered the opposing power, we despoil it by learning the principles concerning it. 373 31, She carded wool and flax and made them useful for her hands. A soul cards wool and flax when it exercises the principles concerning living and non-living things, or examines the principles of practical and natural philosophy. And someone said that a soul cards wool and flax when it draws the contemplation of bodies and incorporeal things to itself through practical philosophy. 374 31, 15.1–2 And she rises from the nights and gives food to her household. The [work] from night
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:78 · narrative
Source
ἀνισταμένην ψυχὴν ἐγρηγορυῖαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος, πάντως δὲ καὶ προσευ-χομένην, ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· σπεύδει γὰρ καὶ αὐτὴ εἰπεῖν τὸ «ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι». 375 '31, ἐγεύσατο δὲ ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆσ Λύχνος ἐστὶ νοῦς καθαρὸς πνευματικῆς θεωρίας πεπληρωμένος. 376 '31, τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα· τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον Ἄτρακτός ἐστι νοῦς καθαρὸς συμπλέκων ἀρετὴν ἀρετῇ καὶ δόγματι δόγμα ἢ λόγος προφορικὸς ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. 377 '31, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅτανπου χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδιδύσκονται Οὐκ ἂν προέλθοι ὁ νοῦς οὐδ' ἐν τῇ θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν. Ἀπάθειαν δὲ κτησάμενος χρονίσει τε ἐν τῇ θεωρίᾳ καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυται γὰρ θυμὸς μὲν πραΰτητα καὶ ταπεινοφροσύνην, ἐπιθυμία δὲ σωφροσύνην καὶ ἐγκράτειαν. 378 '31, δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς· ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα Γῆς καὶ θαλάσσης οἱ λόγοι ἐνδύματά εἰσι ψυχῆς λογικῆς ἐκ βύσσου καὶ πορφύρας. Ἄλλος δέ τις ἐρεῖ τὴν θεωρίαν τῶν γεγονότων καὶ τὴν θεωρίαν τῆς ἁγίας τριάδος ἔνδυμα εἶναι νοῦ καθαροῦ ἐκ βύσσου καὶ πορφύρας. 379 '31, σινδόνας ἐποίησεν καὶ ἀπέδοτο, περιζώματα δὲ τοῖς Χαναναίοισ Ἡ φανεῖσα σινδὼν ἐπὶ τοῦ δώματος Πέτρῳ σύμβολον ἦν τοῦ κόσμου τοῦ αἰσθητοῦ·
English
The sun of righteousness finds the soul that rises awake, and certainly also praying, so that it may not fall into temptation; for she too hastens to say, "I have watched and become like a solitary sparrow on a housetop." She has tasted that it is good to labor, and her lamp is not quenched the whole night. The lamp is a pure mind filled with spiritual contemplation. She stretches out her hands to things that are profitable; and she sets her forearms upon the spindle. The spindle is a pure mind weaving virtue with virtue and doctrine with doctrine, or it is spoken reason drawing spiritual contemplation from the mind. Her husband does not concern himself with those in the house, when he lingers abroad; for all who are with her are clothed. The mind would not go forth nor come to the contemplation of incorporeal things unless it has first set right what is within; for the disturbance of those at home is accustomed to turn it back to the things from which it has gone out. But having acquired dispassion, it will linger in contemplation and will not concern itself with those in the house; for anger has put on gentleness and humility, and desire has put on chastity and self-control. She made double cloaks for her husband; and for herself garments of fine linen and purple. The reasons of earth and sea are garments of the rational soul, made of fine linen and purple. And another will say that the contemplation of created things and the contemplation of the Holy Trinity is the garment of a pure mind, made of fine linen and purple. She made linen cloths and sold them, and girdles for the Canaanites. The linen cloth seen on the housetop was for Peter a symbol of the sensible world.
khazarzar-evagrius-ponticus-scholia-in-proverbia:79 · narrative
Source
τὰ γὰρ ἐν αὐτῇ περιεχόμενα ζῷα τὰ διάφορα ἤθη τῶν ἀνθρώπων ἐδήλου καθαρισθέντα τῷ σταυρῷ τοῦ Χριστοῦ. Εἰ οὖν ἡ μία σινδὼν τὸν κόσμον τοῦτον ἐσήμαινεν, μήποτε αἱ πλείους σινδόνες τὴν περὶ διαφόρων κόσμων περιέχουσι θεωρίαν, ἣν ἡ καθαρὰ ψυχὴ θεωρήσασα καὶ ἄλλοις μετέδωκεν. Εἰ δὲ οἱ Χαναναῖοι ταπεινοὶ ἑρμηνεύονται, καλῶς οὐ τοῖς ταπεινοῖς τὴν διάνοιαν ἀπέδοτο τὰς σινδόνας, ἀλλὰ καθαροῖς μὲν τὰς σινδόνας, τοῖς δὲ Χαναναίοις περιζώματα, ἅπερ πρακτικῆς ἐστι σύμβολα τὸ παθητικὸν μέρος τῆς ψυχῆς περισφίγγοντα. 380 '31, στεγναὶ διατριβαὶ οἴκων αὐτῆσ Εἰ ὁ διάβολος «βασιλεύς» ἐστι «πάντων τῶν ἐν τοῖς ὕδασι» καὶ «δι' ἀνύδρων τόπων ἀνάπαυσιν οὐχ εὑρίσκει», καλῶς τῆς καθαρᾶς ψυχῆς στεγναὶ αἱ διατριβαὶ λέγονται εἶναι. 381 '31, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν Σῖτα ὀκνηρὰ τὰς κακίας εἶναί φασιν. 382 '31, 30.2–3 γυνὴ γὰρ συνετὴ εὐλογεῖται· φόβον δὲ κυρίου αὕτη αἰνείτω Εἰ «ἀρχὴ σοφίας φόβος κυρίου», δικαίως ἡ τυχοῦσα τῆς σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον κυρίου, ὅστις γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρόξενος. 383 11, ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ Ἐγκώμιον τοῦτο τοῦ ἄφρονος. Πᾶς φαῦλος ἄφρων, πᾶς ἄφρων δοῦλος, πᾶς ἄρα φαῦλος δοῦλος. 384 14, φίλοι μισήσουσιν φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί Ἀγαπῶσι γὰρ οἱ ἅγιοι ἄγγελοι τοὺς ἁγίους διὰ τὰς ἀρετάς· τοὺς δὲ ἁμαρτωλοὺς μισοῦσι διὰ τὴν τούτων πενίαν.
English
For the living creatures contained in it indicated the various characters of human beings, purified by the cross of Christ. If, then, the one linen sheet signified this world, perhaps the many linen sheets contain the contemplation concerning different worlds, which the pure soul, having contemplated, also shared with others. And if the Canaanites are interpreted as "humble," it is well that he did not give the linen sheets to those who are humble in mind, but the linen sheets to the pure, and the girdles to the Canaanites, which are symbols of the practical life, binding round the passionate part of the soul. 380 '31, "her houses are narrow dwellings" If the devil is "king of all that is in the waters" and "finds no rest through dry places," it is well that the dwellings of the pure soul are said to be narrow. 381 '31, "but she did not eat idle bread" They say that idle bread is the vices. 382 '31, 30.2–3 "for a prudent woman is blessed; and let her praise the fear of the Lord" If "the beginning of wisdom is the fear of the Lord," rightly the soul that has obtained wisdom praises the fear of the Lord, which has become for her the cause of such knowledge. 383 11, "he who does not manage his own household will inherit the wind, and the fool will be servant to the wise" This is a commendation of the fool. Every worthless person is a fool, every fool is a slave, therefore every worthless person is a slave. 384 14, "friends will hate poor friends, but the friends of the rich are many" For the holy angels love the holy because of their virtues; but they hate sinners because of their poverty.
Citation. Tergwame, “khazarzar-evagrius-ponticus-scholia-in-proverbia”, khazarzar-evagrius-ponticus-scholia-in-proverbia:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-evagrius-ponticus-scholia-in-proverbia#s1
Colophon. Source: khazarzar ·
licence: Migne PG text (public domain); khazarzar host and the digitising project state no licence for this layer ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0095 ·
generated 2026-11-15.