Δεινὸς ὄφις καὶ τύραννος ἀπηνὴς ἄρτι τότε νεαρᾶς τῆς κατὰ πάντων ἐπιλαβόμενος ἀρχῆς αὐτόθεν τε ὥσπερ ἀφ' ἑστίας θεομαχεῖν ὡρμημένος, νεανικώτερον ἢ οἱ ἔμπροσθεν αὐτοῦ γενόμενοι τῷ καθ' ἡμῶν ἐπαπεδύετο διωγμῷ· Μαξιμῖνος οὗτος ἦν. συγχύσεως δῆτα πικρᾶς ἐπῃωρημένης ἅπασι τοῖς τὰς πόλεις οἰκοῦσιν ἄλλων τε ἀλλαχόσε διασπειρομένων καὶ τὰ περιέχοντα κακὰ σπουδὴν διαδρᾶναι ποιουμένων, τίς ἂν ἐπαρκέσειεν ἡμῖν λόγος εἰς ἐπαξίαν διήγησιν τοῦ θείου ἔρωτος τοῦ μάρτυρος Ἀπφιανοῦ; εἰκοστὸν οὔπω τῆς τοῦ σώματος ἡλικίας ἔτος εἰσεληλυθὼς ἦν, τὸ δὲ γένος τῶν ἀπὸ τῆς Λυκίας διαφανῶν καὶ τὰ πρῶτα φερομένων ἐν πλούτῳ καὶ τοῖς ἄλλοις ἀξιώμασιν· δι' ὃ δὴ σπουδῇ τῶν γονέων ἐπὶ τὰ κατὰ τὴν Βηρυτὸν παιδευτήρια λόγων ἕνεκα ἐστέλλετο καὶ ποικίλων μαθημάτων συνείλεκτο παρασκευήν. ἀλλ' οὔπως ταῦτα ἔχοι ἂν πρὸς τὴν προκειμένην γραφὴν οἰκείαν τινὰ διήγησιν· εἰ δὲ χρὴ παραδόξου πράξεως τῆς παναγίας ἐκείνης μνημονεῦσαι ψυχῆς, θαυμάζειν ἄξιον πῶς ἐν τοιαύτῃ πόλει τῆς μὲν τῶν νέων συνουσίας καὶ συνδιατριβῆς κρείττων ἐγίνετο, ἤθει δὲ πρεσβυτικῷ καὶ σεμνοῦ βίου καὶ τρόπου καταστάσει ἑαυτὸν ἐκόσμει, οὐχ ὑπὸ τῆς ἀκμῆς τοῦ σώματος οὐδ' ὑπὸ τῆς τῶν νέων ἑταιρίας ὑποσυρόμενος, κρηπῖδά τε ὥσπερ ἀγαθῶν τὴν ἐγκράτειαν τε αὐτὸς ἑαυτῷ εἰς διάνοιαν καταβαλλόμενος, ἁγνείαν τὴν παντελῆ καὶ σωφροσύνην ἠσπάζετο, σεμνῶς καὶ εὐσεβείᾳ προσηκόντως αὐτὸς τὸν ἑαυτοῦ παιδεύων βίον. ἀλλὰ γὰρ μετὰ τὴν αὐτάρκη παίδευσιν ἐπανῄει μὲν ἀπὸ τῆς Βηρυτοῦ ἐπὶ τὴν τοῦ πατρὸς ἑστίαν·
A terrible serpent and a cruel tyrant, having just then laid hold of the fresh beginning of his rule over all, and from that very moment, as it were, setting out from his own hearth to fight against God, threw himself into the persecution against us more vigorously than those who had come before him. This was Maximinus. When bitter confusion indeed hung over all who inhabited the cities, and some were being scattered in different directions while others made it their business to escape the evils that surrounded them, what account could suffice for us to tell worthily of the divine love of the martyr Apphianus? He had not yet entered the twentieth year of his bodily age, but his family was among the distinguished of Lycia and held the first place in wealth and in other honors. For this reason, at the eager insistence of his parents, he was sent to the schools of learning at Berytus for the sake of letters, and a preparation of various studies had been gathered for him. But these things would not have a suitable narrative in relation to the present writing. Yet if one must make mention of a wondrous deed of that all-holy soul, it is worthy of wonder how in such a city he became superior to the company and association of the young, and adorned himself with the character of an elder and with the dignity of a grave life and manner, not being dragged down by the prime of his body nor by the companionship of the young, and laying self-control as it were a foundation of good things in his own mind, he embraced complete purity and chastity, training his own life in a grave and devout manner befitting piety. But indeed, after sufficient education, he was returning from Berytus to his father's house.
ἐπειδὴ δὲ μὴ οἷός τε ἦν συνεῖναι τοῖς τῷ γένει προσήκουσιν διὰ τὸ τῶν τρόπων ἀνόμοιον, λαθὼν τοὺς οἰκείους τῆς αὐτόθι διατριβῆς ἀπαλλάττεται, καθόλου μηδὲν τῶν ἐφημέρων δαπανῶν φροντίζων. παρεγένετο γοῦν γνησίᾳ καὶ ὁλοκλήρῳ τῇ πίστει, θεοῦ δυνάμει ὁδηγούμενος, ἐπὶ τήνδε τὴν ἡμετέραν πόλιν, ἔνθα αὐτῷ παρεσκεύαστο ὁ πολυτίμητος τοῦ μαρτυρίου στέφανος. συγγενόμενος δὲ ἡμῖν αὐτοῖς καὶ τοῖς θείοις συγκροτηθεὶς μαθήμασιν λόγοις τε ἱεροῖς ὑπὸ Παμφίλῳ τῷ μεγάλῳ μάρτυρι συνασκηθείς, ἕξιν εἰς ἀρετὴν οὐ τὴν τυχοῦσαν συνελέξατο· δι' ὅπερ τὴν τοῦ μαρτυρίου τελείωσιν ἐντεῦθεν παρασκευασάμενος τέλος ὁποῖον ἐπιδέδεικται δείξει προιὼν ὁ λόγος, τίς μὲν ἰδὼν οὐ κατεπλάγη, τίς δὲ ἀκοῇ παραλαβὼν οὐκ ἐθαύμασεν τὸ θάρσος, τὴν παρρησίαν, τὴν ἔνστασιν, τὴν ἐγκράτειαν, τὰς πρὸς τὸν δικαστὴν φωνάς, τὰς ἀποκρίσεις, τὴν φρόνησιν καὶ πρό γε τούτων ἁπάντων τὴν τόλμαν αὐτὴν καὶ τὸ ἐπιχείρημα ζήλου πνέον ἐνθέου καὶ ἐρρωμένης τῆς πρὸς τὸν παμβασιλέα θεὸν εὐσεβείας; δευτέρας τοίνυν καθολικῆς ἐπαναστάσεως κατὰ τὸ τρίτον ἔτος τοῦ καθ' ἡμᾶς διωγμοῦ γενομένης, γραμμάτων Μαξιμίνου τότε πρῶτον πεφοιτηκότων δι' ὧν ἐκέλευσεν πανδημεὶ πάντας μετ' ἐπιμελείας καὶ σπουδῆς τῶν κατὰ πόλιν ἀρχόντων θύειν τε καὶ σπένδειν τοῖς δαίμοσιν, κήρυκες μὲν αὐτίκα κατὰ πάσας τὰς πόλεις ἄνδρας τε ἅμα γυναιξὶν καὶ τέκνοις ἐπὶ τοὺς τῶν εἰδώλων οἴκους ἀπαντᾶν ἐβόων· χιλίαρχοι δὲ καὶ ἑκατόνταρχοι κατ' οἴκους καὶ ἄμφοδα παριόντες ἀναγραφὰς τῶν πολιτῶν ἐποιοῦντο, εἶτα ἐξ ὀνόματος ἕκαστον ἀνακαλούμενοι, τὸ προσταχθὲν πράττειν ἐβιάζοντο.
Since he was unable to live with those akin to him by race because of the dissimilarity of their ways, he escaped the notice of his own people and departed from his stay there, caring nothing at all for daily expenses. At any rate, he came with genuine and whole faith, guided by the power of God, to this our city, where the precious crown of martyrdom had been prepared for him. Having associated with us ourselves and been trained in the divine teachings, and having been disciplined in sacred words under Pamphilus the great martyr, he acquired no ordinary habit for virtue. For this reason, having prepared himself from that point for the perfection of martyrdom, the account will show as it proceeds what sort of end he displayed—who, seeing it, was not struck with amazement, and who, hearing of it, did not marvel at his courage, his boldness, his constancy, his self-control, his words to the judge, his answers, his prudence, and before all these, the very daring and the undertaking breathing with divine zeal and with the vigorous piety toward God the King of all? When, therefore, a second universal uprising took place in the third year of the persecution among us, when letters of Maximinus had then first arrived, by which he ordered that all throughout the whole people, with the care and zeal of the city officials, should sacrifice and pour libations to the demons, heralds immediately throughout all the cities cried out that men together with women and children should assemble at the houses of the idols; and tribunes and centurions, going through houses and districts, made registrations of the citizens, then, summoning each by name, they forced them to do what had been commanded.
ἀφάτῳ δὴ οὖν κλύδωνι κακῶν πανταχῇ πάντων ἐπειλημμένων, ὁ πανάγιος τοῦ θεοῦ μάρτυς Ἀπφιανὸς πρᾶγμά τι παντὸς λόγου κρεῖττον διαπράττεται. μηδενὸς ἐπὶ τῷ πραττομένῳ συνειδότος αὐτῷ ἡμᾶς τε ὑποκλέψας, οἳ κατ' οἶκον συνῆμεν αὐτῷ, ἐπ' αὐτὸν οὖν ὁρμᾷ τὸν τοῦ ἔθνους ἄρχοντα, ἔπειτα ἀθρόως ἐπιστὰς καὶ πᾶν τὸ περὶ τὸν ἡγεμόνα στρατιωτικὸν στῖφος λαθὼν ὁμοίως,
σπένδοντι τῷ Οὐρβανῷ πρόσεισιν, καὶ τῆς δεξιᾶς χειρὸς λαβόμενος, εἴργει μὲν τῆς εἰδωλολάτρου πράξεως, ἤθει δὲ εὖ μάλα πράῳ μετὰ παραστήματος ἐνθέου παύσασθαι παρῄνει τῆς πλάνης· μὴ γὰρ ἐξὸν εἶναι ἀποστραφέντα τὸν ἕνα καὶ μόνον καὶ ἀληθῆ θεὸν ἀψύχοις εἰδώλοις καὶ πνεύμασι πονηροῖς θύειν. ἦν δὲ ἄρα ὁ θεὸς αὐτὸς ὁ τῶν ἀσεβῶν τὸν ἔλεγχον διὰ τοῦ μειρακίου ποιούμενος, ἐπὶ τοῦτό τε αὐτὸν προήγαγεν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις, μόνον οὐχὶ διὰ τοῦ πραττομένου βοῶσα ὅτι τοσοῦτον ἀποδέουσιν οἱ αὐτοῦ στρατιῶται, οἵ γε ὄντως τοιοῦτοι, ταῖς τῶν ἀθέων γνώμαις πείθεσθαι, ὡς μὴ μόνον τῶν ἀπειλουμένων καὶ παντὸς θανάτου καταφρονεῖν, ἀλλὰ καὶ τοσοῦτον ἀποδεῖν τῆς ἐπὶ τὰ χείρω προτροπῆς, ὡς εὐγενεῖ φρονήματι καὶ ἀτρόμῳ γλώττῃ πρὸς ἅπαντας ἐλευθεροστομεῖν καὶ ἤδη καὶ αὐτούς, ὅλως εἰ δυνατὸν εἴη, πείθειν βούλεσθαι τοὺς ἐλαύνοντας μεταθέσθαι μὲν τῆς ἀγνοίας, τὸν δὲ σωτῆρα τῶν ὅλων καὶ μόνον ἀληθινὸν θεὸν ἐπιγινώσκειν. οἱ δὲ δαιμόνων ὑπηρέται πληγέντες ὥσπερ ὑπό τινος καυτῆρος τὰς φρένας, οἱ ἀμφὶ τὸν ἡγεμόνα στρατιῶται, σπαράττουσι παίοντες κατὰ πρόσωπον καὶ χαμαὶ κείμενον τοῖς ποσὶ καταπατοῦντες πιεσμοῖς τε τὸ στόμα καὶ τὰ χείλη διασπῶντες·
When all things were thus beset on every side by an unspeakable surge of evils, the all-holy martyr of God, Apphianus, accomplished a deed beyond all telling. With no one aware of what he was doing, and having slipped away from us who were with him in the house, he rushed straight to the governor of the province himself, and then, suddenly standing before him and escaping the notice of the whole military company around the governor in like manner, he came up to Urbanus while he was pouring a libation, and taking hold of his right hand, he restrained him from the act of idolatry, and with a very gentle manner, with a divinely inspired boldness, he urged him to cease from his error; for it was not lawful, he said, to turn away from the one and only true God and sacrifice to lifeless idols and evil spirits. But it was God himself, then, who was bringing about the refutation of the impious through the young man, and the power of our Savior led him forward to this, all but crying out through what was being done that his soldiers—those who are truly such—are so far from being persuaded by the opinions of the godless that they not only despise the threats and every kind of death, but are also so far from urging others on to worse things that with a noble spirit and an undaunted tongue they speak freely before all, and now even wish, if it were at all possible, to persuade their very persecutors to change from their ignorance and to recognize the Savior of all and the only true God. But the servants of demons, the soldiers around the governor, struck in their minds as if by some cautery, tore at him with blows to the face, and trampled him underfoot as he lay on the ground, and with pressures they tore apart his mouth and lips.
ἃ δὴ πάντα ἀνδρειότατα ὑποστάς, τέως μὲν εἰς τὸν τῆς εἱρκτῆς σκοτεινὸν μυχὸν ἀνελαμβάνετο, νυχθήμερον δὲ ἐνταῦθα παραταθεὶς ἐπὶ τοῦ κολαστηρίου ξύλου τοὺς πόδας τῇ ὑστεραίᾳ παρίσταται τοῖς δικαστηρίοις. ἔνθα ὁ γενναῖος τοῦ ἔθνους ἡγούμενος Οὐρβανὸς ἐπίδειξιν ὥσπερ τινὸς ἀγαθοῦ τῆς οἰκείας ὠμότητος ποιούμενος, πᾶν εἶδος κολαστηρίων ἐπήγαγεν κατὰ τοῦ μάρτυρος, τὰς πλευρὰς ἄχρις ὀστέων καὶ σπλάγχνων αὐτῶν (καταξαίνειν παρακελευόμενος δὲ πληγάς τε κατὰ προσώπου καὶ αὐχένος αὐτῷ τοσαύτας ἐπιθεῖναι, ὡς μηκέθ', ὅστις εἴη, τὸ πρόσωπον ἀφανισθέντα, γινώσκεσθαι. ὁ μὲν δῆτα θεοῦ μάρτυς, οἷά τις ἀδάμας, καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ῥωσθεὶς ἔτι μᾶλλον θείας δυνάμεως ἐμπνεούσης, πολλὰ τοῦ δικαστοῦ πυνθανομένου οὐδὲν πλεῖον ἢ Χριστιανὸν ἑαυτὸν ὡμολόγει εἶναι, εἶτα ἐρωτώμενος ὅστις εἴη καὶ πόθεν, ποῖ τε εἴη μένων, οὐδὲν ἕτερον ἢ Χριστοῦ δοῦλον ἑαυτὸν ὡμολόγει· ὃ δὲ εἰς μανίαν ἤδη χωρῶν καὶ κινούμενος ἐπὶ τῇ τοῦ μάρτυρος ἀνικήτῳ φωνῇ, λίνοις ἐλαίῳ δευθεῖσιν τοὺς πόδας περιπλέξαντας αὐτοῦ πῦρ ὑφάψαι προστάττει. ὡς δὲ οἱ βασανισταὶ τὸ προσταχθὲν ἐτέλουν, ἀνήρτητο δὲ ὑψηλῶς ὁ μάρτυς, φοβερὸν δὲ θέαμα τοῖς ὁρῶσιν ἦν, οὕτω μὲν τὰς πλευρὰς διερρωγώς, οὕτω δὲ διωγκηκὼς καὶ τοῦ προσώπου τὴν μορφὴν ἠλλοιωμένος, πολλῷ τε τῷ πυρὶ τοὺς πόδας ἐπὶ μακρὸν καιόμενος χρόνον, ὡς διαρρεῖν μὲν τηκομένας κηροῦ δίκην τὰς σάρκας, τῶν δὲ ὀστέων καθάπερ ξηρῶν καλάμων εἴσω διικνεῖσθαι τὸ πῦρ. ἀλλ' οὐδὲν τούτων ἔμελεν τῷ πάσχοντι·
Having endured all these things most courageously, for a time he was taken back into the dark recess of the prison, and after being kept there a night and a day, on the following day he was brought before the courts with his feet fastened to the torture rack. There Urbanus, the noble governor of the province, making a display, as it were, of some good thing—his own cruelty—brought every kind of torture against the martyr, ordering his sides to be torn even to the bones and the inner organs, and so many blows to be inflicted on his face and neck that, his face being disfigured, it could no longer be recognized who he was. But the martyr of God, like some adamant, was strengthened in both soul and body still more, as divine power breathed into him, and though the judge questioned him much, he confessed nothing more than that he was a Christian; then, when asked who he was and whence he came, and where he was staying, he confessed nothing other than that he was a servant of Christ. And the judge, now proceeding into madness and being provoked by the martyr's invincible voice, ordered that his feet be wrapped in linen cloths soaked in oil and that fire be set to them. And when the torturers were carrying out the order, the martyr was hung up on high, and it was a fearful sight to those watching—his sides thus torn apart, thus lacerated, and the form of his face altered, and his feet burning with much fire for a long time, so that his flesh melted and ran down like wax, and the fire penetrated within his bones as through dry reeds. But none of these things mattered to the sufferer.
ἔνδον γὰρ εἶχεν βοηθὸν τὸν ἐν αὐτῷ θεόν, ἐναργῆ τοῖς πᾶσι τὴν αὐτοῦ βοήθειαν καὶ παρουσίαν ὥσπερ τὶ φῶς ὁρᾶν παρεχόμενον· δι' ὃ δὴ μείζονος θάρσους ὁ μάρτυς ἐνεπίμπλατο καὶ πλείονος παρρησίας μεστὸς ἦν. φωνῇ δ' οὖν ἐβόα μεγίστῃ καὶ λόγῳ τὴν εἰς τὸν μαρτυρούμενον θεὸν ἀνεκήρυττεν ὁμολογίαν ἐμαρτύρει τε παρούσης αὐτῷ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δυνάμεως καὶ τὰς παραδόξους ταύτας θέας ὡς ἐν μεγίστῳ θεάτρῳ δεικνυμένης. οἳ μὲν γὰρ ἐλύττων οἷα δαίμονες, καὶ τὰς ψυχὰς ὀδυνώμενοι, ὡς ἂν αὐτοὶ τὰ δεινὰ πάσχοντες, πρίοντες τοὺς ὀδόντας καὶ τοὺς λογισμοὺς καόμενοι, λέγειν ἐξεβιάζοντο ὅστις εἴη καὶ πόθεν καὶ ποῖ εἴη μένων, θύειν τε καὶ τοῖς ὡρισμένοις πειθαρχεῖν· ὃ δὲ εἰς πάντας ἀποβλέπων οἷα μεθύοντας ἑώρα, ἀλλ' οὐδὲ ἀποκρίσεως αὐτοὺς καταξιῶν, πρὸς τὰς πεύσεις μιᾷ μόνῃ ἐκέχρητο φωνῇ τὸν Χριστὸν ὁμολογούσῃ καὶ τὸν τούτου πατέρα καὶ τὸ ἅγιον πνεῦμα μόνον εἰδέναι μαρτυρούσῃ θεόν. ἤδη γοῦν ἡττημένων καὶ ἀπειρηκότων τῶν πολεμίων, αὖθις ἐπὶ τὴν εἱρκτὴν ἀνελαμβάνετο, τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῷ δικαστῇ προσαχθεὶς καὶ τὴν
For he had within him God as his helper, who provided for all to see his help and presence as if a light, so that the martyr was filled with greater courage and was full of greater boldness. And so with a very loud voice and speech he proclaimed the confession of faith in the God who was being witnessed to, and he testified that the power of Jesus our Savior was present with him, displaying these paradoxical spectacles as in a very great theater. For they, like demons, were writhing and, tormented in their souls, as though they themselves were suffering the terrible things, gnashing their teeth and burning in their thoughts, were forced to say who he was and from where and where he was staying, and to sacrifice and obey the decreed orders. But he, looking at them all as at men who were drunk, did not even deem them worthy of an answer, but to their questions he used only one voice, confessing Christ and testifying that his Father and the Holy Spirit are the only God he knows. So then, when the enemies had already been defeated and had given up, he was taken back again to the prison, and on the following day, having been brought before the judge and the
αὐτὴν μαρτυρήσας ὁμολογίαν, βυθοῖς θαλάσσης παραδοθῆναι κελεύεται. τὰ δὲ ἐπὶ τούτοις πραχθέντα εὖ οἶδα ἀπιστηθήσεσθαι παρὰ τοῖς μὴ ὄψει τὸ ἔργον παρειληφόσιν, ὦτα γὰρ ἀνθρώποις ἀπιστότερα πέφυκεν εἶναι ὀφθαλμῶν· ὅμως δὲ οὐ παρὰ τοῦτο δίκαιον ἡμᾶς λήθῃ παραδοῦναι τὸ θαῦμα, οἵ τε μάρτυρες ἡμῖν τῆς ἱστορίας πάντες, ὡς ἔπος εἰπεῖν, οἱ τὴν Καισαρέων πόλιν οἰκοῦντες γεγόνασιν· οὐδεμία γοῦν ἡλικία τῆς παραδόξου ταύτης ἀπελείφθη θέας. ὡς γὰρ κατὰ τὸν τοῦ πελάγους βυθὸν ἔρριπτον τὸν τοῦ θεοῦ ἄνθρωπον, λίθοις τοὺς πόδας καταδήσαντες, κλόνος οὐχ ὁ τυχὼν σεισμός τε παραχρῆμα καὶ βρασμὸς αὐτήν τε τὴν θάλατταν καὶ τὸ περιέχον ἅπαν διέχει κίνησίς τε μεγίστη τὴν πόλιν ἅπασαν ἐκίνει· ἅμα δὲ τῷ παραδόξῳ τοῦ θείου μάρτυρος τὸ νεκρὸν σῶμα, ὡς οὐ φέρειν αὐτὸ δυναμένη, πρὸ τῶν τῆς πόλεως ἐκβράττει πυλῶν ἡ θάλαττα. προύκειτο δὴ θέαμα πονηρὸν πρὸς αὐτοῖς τοῖς προπύλοις τῆς πόλεως ὁ νεκρός, καὶ πολὺς ἦν διαχῶν τὸ πᾶν ἐπῃωρημένος ἐκ θεοῦ σεισμός, δεινὴν τοῖς πᾶσιν ἀπειλῶν ὀργήν. ὡς δὲ ἀπηγγέλη τὸ γεγονὸς τοῖς τὴν πόλιν οἰκοῦσιν, δρομάδην ὁμοῦ πάντες πρὸ τῶν πυλῶν ἐπὶ τὴν ἱστορίαν ἐχώρουν, παῖδες, ἄνδρες, πρεσβύται θηλειῶν τε ὁμοίως πᾶσα ἡλικία μέχρι καὶ τῶν ἀφανῶν καὶ τῶν θαλαμευομένων εἰς ἔτι τε παρθενευομένων, πάντες τε καὶ πᾶσαι τὸν ἕνα καὶ μόνον θεὸν τῶν Χριστιανῶν ὡμολόγουν. τοιούτου μὲν δὴ τέλους τὸ κατὰ τὸν θαυμάσιον Ἀπφιανὸν ἔτυχε δρᾶμα· Ξανθικοῦ μηνὸς δευτέρᾳ πρὸ δ' Νωνῶν Ἀπριλλίων ἡ τοῦδε μνήμη τελεῖται· ἀδελφὰ δ' αὐτῷ μικρὸν τῷ χρόνῳ ὕστερον ὁ ὁμοπάτριος ἀδελφὸς ἔπασχεν τοὔνομα Αἰδέσιος.
Having confessed that same confession, he was ordered to be handed over to the depths of the sea. I well know that what was done after this will be disbelieved by those who have not received the deed by sight, for ears are by nature more untrustworthy to men than eyes. Nevertheless, it is not for this reason right for us to consign the wonder to forgetfulness, and all the witnesses of our account, so to speak, have been those who inhabit the city of the Caesareans; at any rate, no age was left out of this paradoxical spectacle. For when they threw the man of God into the depth of the sea, having bound his feet with stones, no ordinary commotion and earthquake at once, and a boiling, shook the sea itself and all the surrounding air, and a very great movement stirred the whole city. And at the same time, by the paradox of the divine martyr, the sea, as unable to bear the dead body, cast it up before the gates of the city. The dead man lay there as a wretched spectacle right at the very gateways of the city, and the earthquake, suspended over the whole scene by God, was great, threatening terrible wrath to all. And when what had happened was reported to those who inhabited the city, all alike ran at a rush before the gates to the sight—children, men, old men, and likewise every age of women, down to those unseen and those kept in inner chambers and those still in maidenhood—all both men and women confessed the one and only God of the Christians. Such an end, then, did the drama concerning the wonderful Apphianus obtain; on the second day before the Nones of April, in the month Xanthicus, his memorial is celebrated. And a little later in time his brother by the same father, by name Aedesius, suffered things akin to his.
οὗτος μὲν δὴ καὶ πρὸ τῆς τοῦ ἀδελφοῦ κατὰ θεὸν ὁρμῆς φθάνει φιλοσοφίᾳ ἑαυτὸν ἐπιδιδούς. καὶ γὰρ λόγων μετεῖχεν παντοίων καὶ παιδείας οὐ τῆς Ἑλλήνων μόνον, ἀλλὰ δὴ καὶ τῆς Ῥωμαίων ἧπτο, τῆς τε Παμφίλου διατριβῆς πλείονι χρόνῳ μετέσχηκεν. καὶ δὴ οὗτος μετὰ πλείστας ὁμολογίας πολυχρονίους τε δεσμωτηρίων κακώσεις πρῶτα μὲν τοῖς κατὰ Παλαιστίνην παραδίδοται χαλκοῦ μετάλλοις· εἶτα μετὰ τὴν ἐν τούτοις κακοπάθειαν γίνεται ἐπὶ τῆς Ἀλεξανδρέων πόλεως, Ἱεροκλεῖ δὲ παρατυχών, ὃς τὴν Αἴγυπτον ἐξουσίᾳ τῇ ἑαυτοῦ πᾶσαν διεῖπεν, Χριστιανοῖς δικάζοντι, ὡς συνεῖδεν πέρα τῶν προσηκόντων θεσμῶν ἐμπαροινοῦντα τοῖς τοῦ θεοῦ μάρτυσιν παρθένους τε ἁγίας θεοῦ πορνοτρόφοις ἐπ' ἀσελγείᾳ καὶ ὕβρει τοῦ σώματος παραδιδόντα, οὐχ ὑπομείνας τὴν τῶν πραττομένων θέαν, τῇ ὁμοίᾳ τῷ ἀδελφῷ ἐπιβάλλεται πράξει. ζήλου δ' οὖν πληρωθεὶς ἐνθέου πρόεισιν καὶ λόγῳ καὶ ἔργῳ τὸν Ἱερακλέα καταισχύνει, αὐτοχειρίᾳ πληγὰς ἐντείνας αὐτῷ κατὰ τοῦ προσώπου χαμαί τε βαλὼν ὕπτιον ἐπὶ τῆς γῆς τύπτων τε ἅμα καὶ παραινῶν μὴ παρὰ φύσιν τολμᾶν κατὰ τῶν τοῦ θεοῦ δούλων, πολλά τε καὶ ἄλλα εἰπὼν καὶ ἐπὶ τούτοις εὖ μάλα καρτερῶς ὑπομείνας τὰς κατὰ τοῦ σώματος ἐπιτεθείσας αὐτῷ βασάνους, τὴν ἀδελφικὴν ἀπηνέγκατο θαλάττῃ παραδοθεὶς τελευτήν. ἀλλ' οὗτος ἐπὶ τῆς Ἀλεξανδρείας μικρὸν τῷ χρόνῳ ὕστερον τοῦτον διηγωνίσατο τὸν ἆθλον· τῶν δὲ ἐπὶ Παλαιστίνης μαρτύρων μετὰ Ἀπφιανὸν Ἀγάπιος ἐπὶ τὸν ἀγῶνα παρῄει. Ἐπὶ πέμπτον μὲν ἔτος ἤδη ὁ καθ' ἡμῶν διωγμὸς παρετείνετο, μὴν δὲ ἦν Ξανθικός, ἡμέρα τούτου βʹ, ἡ δ' αὐτὴ ἂν εἴη πρὸ δʹ Νωνῶν Ἀπριλλίων·
This man, even before his brother's God-inspired impulse, had already devoted himself to philosophy. For he had a share in every kind of learning and applied himself not only to the education of the Greeks but also to that of the Romans, and he had participated for a longer time in the school of Pamphilus. And indeed this man, after very many confessions and long-continued hardships in prisons, was first handed over to the copper mines in Palestine; then, after his suffering in these, he came to the city of the Alexandrians, and falling in with Hierocles, who governed all Egypt with his own authority, as he was judging the Christians, when he saw that beyond what was proper he was insolently outraging the martyrs of God, handing over holy virgins of God to brothel-keepers for licentiousness and outrage of the body, he could not endure the sight of what was being done, and set himself to a deed like his brother's. Filled therefore with divine zeal, he came forward and put Hierocles to shame both in word and in deed, striking him with blows with his own hand upon the face, throwing him down on his back upon the ground, and at once beating him and admonishing him not to dare against nature against the servants of God; and having said many other things as well, and after these things having most steadfastly endured the tortures inflicted upon his body, he received his brother's death by being handed over to the sea. But this man, in Alexandria, a little later in time, contended in this contest; and of the martyrs in Palestine, after Apphianus, Agapius came forward to the struggle. For already the persecution against us had been extended into the fifth year, and the month was Xanthicus, the second day of it, which would be the fourth day before the Nones of April.
καί τις ἱερὰ καὶ παναγία κόρη τῶν ἀπὸ Τύρου τῷ τοῦ θεοῦ παιδὶ παρθενευομένη, οὐδὲ ὅλων ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις ὁμολογηταῖς θεοῦ τῶν ἡγεμονικῶν δικαστηρίων προκαθημένοις μέλλουσίν τε αὐτίκα μάλα παρίστασθαι τῷ δικαστῇ πρόσεισιν φιλοφρονουμένη, μεμνῆσθαί τε αὐτῆς παρακαλεῖ τοῦ σκοποῦ τυχόντας. ἐπεὶ δὲ τοῦτο ἔπραξεν, ὥσπερ ἔκθεσμόν τι καὶ ἀνόσιον διαπραξαμένην συναρπάζουσι στρατιῶται παραχρῆμά τε τῷ Οὐρβανῷ προσάγουσιν· τότε γὰρ ἔτι τὴν Παλαιστινῶν διεῖπεν ἀρχήν. ἀλλ' οὗτος οὐκ οἶδ' ὅ τι παθών, ὥσπερ τὰ μέγιστα πρὸς τῆς κόρης ἠδικημένος, παραχρῆμα θυμοῦ καὶ λύττης
ἐμπίμπλαται, θύειν τε αὐτῇ προστάξας, ἐπειδὴ ἀνανεύουσαν ηὕρισκεν, ταύτῃ μᾶλλον ὁ θηριωδέστατος δεινὰς κατὰ τῶν πλευρῶν καὶ κατὰ τῶν μαζῶν ἐπιτίθησιν αὐτῇ βασάνους, ὀστέων τε αὐτῶν εἴσω δὴ καὶ σπλάγχνων ὁ ἀνηλεὴς ἐχώρει, ἐπιμόνως τὴν παῖδα τιμωρούμενος σιγῇ τὰς βασάνους δεχομένην. ἔτι δ' ἐμπνέουσαν ἠρώτα θύειν παρακελευόμενος· ἣ δὲ διάρασα τὸ στόμα καὶ τοῖς ὀφθαλμοῖς ὀξὺ καὶ ἀτενὲς ἐμβλέψασα, ὑπομειδιῶντι προσώπῳ (ἐπήνθει δὲ αὐτῇ καὶ τὸ τῆς ἀκμῆς κάλλος) «τί δὴ πλανᾷ», φησίν, «ἄνθρωπε, οὐκ εἰδώς με κατ' εὐχὰς πράττειν νῦν ὅτε τῶν τοῦ θεοῦ μαρτύρων κοινωνίας τυχεῖν ἠξιώθην;» ὃ δὲ ἐπειδὴ συνεῖδεν ἑαυτὸν γέλωτα τῆς κόρης γενόμενον, οὐκέθ' οἷός τε ὢν καὶ μείζοσιν αὐτὴν ἢ πρότερον βασάνοις αἰκίζεσθαι, τοῖς θαλαττίοις κατακρίνει βυθοῖς.
And a certain sacred and all-holy virgin from Tyre, who was devoting herself in virginity to the child of God, not yet even eighteen years old, came to the bound confessors of God who were set before the governors' courts and were about to stand shortly before the judge, and greeted them affectionately, and begged them to remember her when they had attained their goal. But when she had done this, soldiers seized her as though she had done something lawless and impious, and brought her at once to Urbanus; for he was still at that time administering the province of Palestine. But he, I know not what he suffered, as though he had been most grievously wronged by the girl, was at once filled with rage and frenzy, and having ordered her to sacrifice, when he found that she refused, this most beast-like man inflicted on her the more terrible tortures on her sides and on her breasts, and the merciless one penetrated even within her bones and entrails, punishing the girl persistently, who received the tortures in silence. And while she was still breathing he asked her, urging her to sacrifice; but she, opening her mouth and looking sharply and fixedly with her eyes, with a smiling face (for the beauty of her prime also bloomed upon her), said, "Why do you mislead yourself, man, not knowing that I now act according to my prayers, since I have been deemed worthy to obtain communion with the martyrs of God?" And he, when he perceived that he had become a laughingstock to the girl, no longer able even to torment her with greater tortures than before, condemned her to the depths of the sea.
μεταστὰς δὲ ἀπὸ ταύτης ἐπὶ τοὺς λοιποὺς ᾔει ὁμολογητάς, ὧν αἰτίαι τῇ κόρῃ πέπρακται τὰ δεδηλωμένα, ὁμοῦ δὲ πάντας τοῖς κατὰ Παλαιστίνην χαλκοῦ μετάλλοις παραδίδωσιν, οὐδὲν εἰπὼν οὐδ' ἀνάγκην ἐπιθείς· ἡ γὰρ πρόμαχος ἁπάντων τοὺς αὐτῶν ἀναδεξαμένη πόνους καὶ τὸν ὠμὸν δικαστὴν εὐτονίᾳ καὶ ῥώμῃ ψυχῆς παραλύσασα, δειλὸν καὶ εἰς τοὺς μετὰ ταῦτα κατεστήσατο. ἡμέρα κυριακὴ ἦν, καθ' ἣν ταῦτα ἐπὶ τῆς Καισαρείας ἐν μηνὶ τῷ εἰρημένῳ καὶ κατὰ τὸ δηλωθὲν ἔτος ἐπράχθη. Καιρὸς δὴ καλεῖ πρὸς πᾶσι τὸ μέγα καὶ περιβόητον ἀνιστορῆσαι θέατρον Παμφίλου τοῦ ἁγίου μάρτυρος καὶ τῶν σὺν αὐτῷ τελειωθέντων θαυμασίων ἀνδρῶν καὶ πολυτρόπους εὐσεβείας ἄθλους ἐπιδεδειγμένων. α πλείστων γοῦν ὅσων ἐγνωσμένων ἡμῖν κατὰ τὸν διωγμὸν ἀνδρισαμένων, τὸν περὶ ὧν ὁ λόγος ἀγῶνα σπανιώτατον ὧν ἡμεῖς ἔγνωμεν, ἱστορήσαμεν, ἀθρόως ἐν αὐτῷ πᾶν εἶδος ἡλικιῶν τε σώματος καὶ ψυχῶν ἀγωγῆς βίου τε καὶ ἀναστροφῆς διαφόρου περιειληφότα βασάνων τε ποικίλοις εἴδεσι καὶ τοῖς κατὰ τὸ τέλειον μαρτύριον ἐνηλλαγμένοις στεφάνοις κεκοσμημένον. β νέους τε γὰρ ἦν ἰδεῖν καὶ κομιδῇ παῖδας τῶν σὺν αὐτοῖς Αἰγυπτίων τινάς, ἡβῶντας δὲ ἄλλους, μεθ' ὧν καὶ ὁ Πορφύριος ἦν, ἀκμαίους τε αὖ σώματί τε ὁμοῦ καὶ φρονήσει τοὺς ἀμφὶ τὸ ποθεινόν μοι ὄνομα καὶ τὸν Ἰαμνίτην Παῦλον Σέλευκόν τε καὶ Ἰουλιανόν, ἄμφω τῆς Καππαδοκῶν γῆς ὁρμωμένους· ἦσαν δὲ ἐν αὐτοῖς καὶ ἱερᾷ πολιᾷ βαθυτάτῳ τε γήρᾳ πεπυκασμένοι, Οὐάλης, διάκονος τῆς Ἱεροσολυμιτῶν ἐκκλησίας, καὶ ὁ τοὔνομα ἐπαληθεύσας Θεόδουλος. ξ τοιαύτη μὲν οὖν ἐν αὐτοῖς ἡ τῶν ἡλικιῶν ἐτύγχανε ποικιλία·
Having moved on from this one, he went to the remaining confessors, on whose account the things that have been shown were done to the girl, and together he handed them all over to the copper mines in Palestine, saying nothing and imposing no compulsion; for she who championed them all, having taken up their labors and having loosened the savage judge by the vigor and strength of her soul, made him cowardly also toward those who came after. It was the Lord's day, on which these things were done in Caesarea, in the month that has been stated and in the year that has been indicated. And now the time calls us, in addition to all these things, to narrate the great and far-famed spectacle of the holy martyr Pamphilus and of the wonderful men who were perfected with him and who displayed manifold contests of piety. For although very many had been known to us who played the man during the persecution, we have recorded the contest concerning those of whom the account speaks as the rarest of those we have known, one that suddenly encompassed in itself every kind of age of body and of conduct of souls, of life and of diverse manner of living, and was adorned with varied forms of tortures and with crowns exchanged for the perfect martyrdom. For one could see young men and quite young boys, certain of the Egyptians who were with them, and others in their prime, with whom was also Porphyrius, and again those in their prime both in body and in understanding—those around the name dear to me, and the Jamnite Paul, and Seleucus and Julian, both of them from the land of the Cappadocians; and among them were also those covered with sacred gray hair and the deepest old age, Valens, a deacon of the church of the Jerusalemites, and Theodulus, who made his name true. Such, then, was the variety of ages among them.
ψυχῶν δὲ ἀγωγαῖς διήλλαττον, οἳ μὲν ἰδιωτικώτερον οἷα παῖδες καὶ ἁπλούστερον ἔτι τὸν νοῦν φοροῦντες, οἳ δὲ καὶ πάνυ στιβαρὸν καὶ ἐμβριθὲς κεκτημένοι τὸ ἦθος, ἦσαν δὲ ἐν αὐτοῖς καὶ οἱ τῶν ἱερῶν μαθημάτων οὐκ ἀνεπιστήμονες· συγγενῶς δὲ ἅπασιν ὑπερφυὴς καὶ ἐνάρετος ἡ ἀνδρεία προσῆν. δ οἷα δέ τις ἐν ἀποστίλβουσιν ἄστροις ἡμεροφανὴς φωστὴρ ἐν μέσοις διέπρεπεν ἐξαστράπτων ὁ ἐμὸς δεσπότης (οὐ γὰρ ἑτέρως προσειπεῖν ἔστι μοι θέμις τὸν θεσπέσιον καὶ μακάριον ὡς ἀληθῶς Πάμφιλον)· παιδείας γὰρ οὗτος τῆς παρ' Ἕλλησι θαυμαζομένης οὐ μετρίως ἧπτο τῇ τε κατὰ τὰ θεῖα δόγματα καὶ τὰς θεοπνεύστους γραφάς, εἰ χρή τι θρασύτερον, πλὴν ἀληθὲς εἰπεῖν, ὡς οὐδ' ἕτερον ἔχει τις φάναι τῶν κατ' αὐτόν, ἤσκητο. μεῖζον δὲ τούτων ἐκέκτητο πλεονέκτημα τὴν οἴκοθεν, μᾶλλον δὲ θεόθεν αὐτῷ δεδωρημένην σύνεσίν τε καὶ σοφίαν. ε καὶ τὰ μὲν περὶ ψυχὴν οὕτως εἶχον οἱ πάντες· βίου δὲ αὖθις καὶ ἀναστροφῆς πλείστη τις ἐν αὐτοῖς ὑπῆρχε διαλλαγή, τοῦ μὲν Παμφίλου ἐξ εὐπατριδῶν κατάγοντος τὸ κατὰ σάρκα γένος ἐπισήμως τε ταῖς κατὰ τὴν πατρίδα πολιτείαις διαπρέψαντος, τοῦ δὲ Σελεύκου ταῖς κατὰ τὴν στρατείαν ἀξίαις περιφανέστατα τετιμημένου, τῶν δὲ τῆς μέσης καὶ κοινῆς γεγονότων ἀγωγῆς. οὐκ ἦν δὲ αὐτῶν ὁ χορὸς οὐδὲ τοῦ οἰκετικοῦ γένους ἐκτός· ὅ τε γὰρ ἡγεμονικῆς οἰκετίας θεράπων αὐτοῖς συγκατείλεκτο καὶ ὁ Πορφύριος, τὸ μὲν δοκεῖν τοῦ Παμφίλου γεγονὼς οἰκέτης, διαθέσει γε μὴν ἀδελφοῦ καὶ μᾶλλον
They differed in the dispositions of their souls: some were rather ordinary, bearing their minds like children and more simply still, while others possessed a wholly sturdy and weighty character; and among them were also those not unacquainted with sacred learning. But in a way akin to all, their courage was extraordinary and virtuous. And like some daylight-shining luminary among stars that gleam, my master shone out brilliantly in their midst (for it is not lawful for me to address otherwise the inspired and truly blessed Pamphilus). For he had no moderate grasp of the education admired among the Greeks, and had trained himself in the doctrines concerning divine things and the God-inspired Scriptures—if one may speak somewhat boldly, but truthfully—as no other of his contemporaries can be said to have done. But he possessed a greater advantage than these: the understanding and wisdom given to him from his own house—or rather, from God. And so all these were disposed in matters of the soul; but in life and conduct there was again a very great difference among them. Pamphilus traced his fleshly lineage from noble ancestors and had shone conspicuously in the public offices of his native land, while Seleucus had been most brilliantly honored with the dignities of military service, and others were of middle and common upbringing. Nor was their chorus without those of servile birth; for the attendant of a governor's household was reckoned among them, and also Porphyry, who appeared to be Pamphilus's servant, but in disposition was a brother and more
γνησίου παιδὸς διενηνοχὼς οὐδὲν ἢ ἐλλείπων τῆς πρὸς τὸν δεσπότην κατὰ πάντα μιμήσεως. φ καὶ τί γὰρ ἀλλ' εἰ φαίη τις αὐτοὺς ὁλόκληρον ἐν βραχεῖ τύπον ἐκκλησιαστικοῦ συστήματος περιειληφέναι, οὐκ ἂν ἐκτὸς βάλοι τῆς ἀληθείας, πρεσβυτερίου μὲν ἐν αὐτοῖς ἠξιωμένου τοῦ Παμφίλου διακονίας τε τοῦ Οὐάλεντος τήν τε τῶν ἐπὶ τοῦ πλήθους ἀναγινώσκειν εἰθισμένων τάξιν εἰληχότων ἑτέρων ὁμολογίαις τε διὰ καρτερικωτάτης μαστίγων ὑπομονῆς ἔτι πάλαι πρὸ τοῦ κατὰ τὸ μαρτύριον τέλους τοῦ Σελεύκου διαπρέψαντος καὶ τὴν τῆς στρατιωτικῆς ἀξίας ἀποβολὴν ἐρρωμένως καταδεξαμένου τῶν τε λοιπῶν ἐπὶ τούτοις διὰ κατηχουμένων καὶ πιστῶν τοὐπίλοιπον τῆς ὡς ἐν εἰκόνι σμικρᾷ μυριάνδρου ἐκκλησίας ἀφομοίωμα φερούσης ἀναπληρούντων. γ οὕτω παράδοξον τὴν τοσούτων καὶ τηλικούτων μαρτύρων ἐκλογὴν ἐθεωρήσαμεν, καθ' ἣν καίτοι γε οὐ πολλοῖς τὸν ἀριθμὸν οὖσιν ὅμως οὐδὲν ἀπέδει ταγμάτων ἐν ἀνθρώποις εὑρισκομένων.
He differed in no way from a genuine son, nor fell short in any respect of imitation of his master. And indeed, if someone were to say that they encompassed in brief a complete model of the ecclesiastical order, he would not miss the truth: Pamphilus was deemed worthy of the presbyterate among them, Valens of the diaconate, and others received the rank of those accustomed to read before the congregation; and Seleucus had long ago shone forth by his confessions through the most steadfast endurance of scourges, even before the end of his martyrdom, and had stoutly accepted the loss of his military rank; and the rest, after these, filling up through catechumens and the faithful the remainder of the likeness of a church of countless thousands, as in a small image. Thus we beheld the wondrous selection of so many and such great martyrs, in which, although they were not many in number, nevertheless nothing was lacking of the orders found among men.
οἷα γοῦν ἐν πολυχόρδῳ λύρᾳ ἐξ ἀνομοίων, συνεστώσῃ χορδῶν, ὀξειῶν καὶ βαρειῶν τῶν τε ἀνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων εὖ διηρμοσμένων ἁπασῶν τέχνῃ τῇ μουσικῇ, κατὰ τὰ αὐτὰ δὴ καὶ ἐπὶ τούτων νέοι κατὰ τὸ αὐτὸ καὶ πρεσβύται δοῦλοί τε ὁμοῦ καὶ ἐλεύθεροι λόγιοί τε καὶ ἰδιῶται ἄδοξοί τε κατὰ τὸ τοῖς πολλοῖς δοκοῦν καὶ ἐπίδοξοι πιστοί τε καὶ κατηχούμενοι ἅμα καὶ διάκονοι σὺν πρεσβυτέροις, οἱ πάντες ὡς ἂν ὑφ' ἑνὸς πανσόφου μουσουργοῦ, τοῦ μονογενοῦς τοῦ θεοῦ λόγου, ποικίλως ἀνακρουσθέντες καὶ τῆς ἐν αὐτοῖς ἕκαστοι δυνάμεως διὰ τῆς τῶν βασάνων ὑπομονῆς ἐνδειξάμενοι τὴν ἀρετήν, τούς τε τῆς ὁμολογίας λαμπροτάτους καὶ ἐμμελεῖς ἁρμονίους τε καὶ συμφώνους ἐπὶ τῶν δικαστηρίων φθόγγους ἀποδεδωκότες ὑφ' ἓν καὶ ταὐτὸ τέλος, τὴν εὐσεβεστάτην καὶ πάνσοφον διὰ τῆς τοῦ μαρτυρίου τελειώσεως τῷ θεῷ τῶν ὅλων ἀπεπλήρωσαν μελῳδίαν. η ὑπερθαυμάζειν δὲ ἄξιον καὶ τὸν ἀριθμὸν τῶν ἀνδρῶν προφητικόν τι χάρισμα καὶ ἀποστολικὸν δηλοῦντα· δώδεκα γὰρ εἶναι συνέβη τοὺς πάντας ὁπόσους πατριάρχας καὶ προφήτας καὶ ἀποστόλους γενέσθαι παρειλήφαμεν. ι οὐ παρετέον οὐδὲ τὰς κατὰ μέρος ἑκάστου πολυτλήτους ἀνδρείας, τὰς κατὰ τῶν πλευρῶν ξέσεις καὶ τὰς διὰ τριχῶν αἰγείων ὑφῆς κατὰ τῶν ξεσθέντων τοῦ σώματος μερῶν ἐκτρίψεις τάς τε ἀνηκέστους μάστιγας καὶ τὰς πολυτρόπους καὶ ἐνηλλαγμένας βασάνους δεινάς τε καὶ δυσκαρτερήτους στρεβλώσεις ἃς ἐπικελευομένου τοῦ δικαστοῦ χερσὶν καὶ ποσὶν ἐπιτείνοντες οἱ δορυφόροι τῇ βίᾳ κατηνάγκαζον πρᾶξαί τι τῶν ἀπειρημένων τοὺς μάρτυρας.
For just as on a lyre of many strings, composed of dissimilar strings—high and low, slack and taut, and well-tuned middle ones—all fitted together by the art of music, so likewise in the case of these: young men and old together, slaves and free alike, learned and laymen, both those held in no esteem in the opinion of the many and those of high repute, believers and catechumens together, and deacons along with presbyters—all of them, as if struck in varied fashion by one all-wise musician, the only-begotten Word of God, each one having displayed the excellence of the power within him through endurance of torments, and having given forth in the courts of justice the most brilliant and melodious, harmonious and concordant notes of confession, reached one and the same end, and through the perfection of martyrdom fulfilled to the God of all the most pious and all-wise melody. It is worthy of the greatest wonder also that the number of the men reveals a certain prophetic and apostolic grace; for it came about that all of them were twelve in number—as many as we have received as having been patriarchs and prophets and apostles. Nor must we pass over the much-enduring deeds of courage of each one in detail: the scrapings of their sides, and the rubbings with hair of goats' weaving upon the parts of the body that had been scraped, and the incurable scourges, and the manifold and varied torments, and the terrible and hard-to-endure rackings, which, at the judge's command, the guards, stretching hands and feet, compelled the martyrs by force to do some one of the forbidden things.
τί χρὴ λέγειν τὰς ἀειμνήστους τῶν θεσπεσίων φωνὰς ἐν αἷς ἧττον πεφροντικότες τῶν πόνων λαμπρῷ καὶ φαιδρῷ τῷ προσώπῳ τὰς τοῦ δικαστοῦ πεύσεις ἠμείβοντο, πρὸς αὐταῖς βασάνοις γελῶντες ἀνδρικῶς ἤθει τε σπουδαίῳ κατειρωνευόμενοι αὐτοῦ τὰς ἐρωτήσεις; ἐρομένου γὰρ ὁπόθεν εἶεν, τὴν ἐπὶ γῆς πόλιν φράζειν παρέντες, τὴν ὄντως ἑαυτῶν ἀνεδήλουν πατρίδα, ἀπὸ Ἱερουσαλὴμ ἑαυτοὺς ἀναγορεύοντες· ἐνέφαινον δὲ ἄρα κατὰ τὸν αὐτῶν νοῦν τὴν ἐπουράνιον τοῦ θεοῦ, ἐφ' ἣν καὶ ἔσπευδον, πόλιν. λ καὶ ἄλλα δὲ τοιουτότροπα, ἄγνωστα μὲν καὶ ἀσύνοπτα τοῖς τῶν ἱερῶν ἀγεύστοις, μόνοις δὲ αὐτοῖς καὶ τοῖς ἐκ τῆς θείας πίστεως ὡρμημένοις ἀριδηλότατα προέφερον· ἐφ' οἷς δὴ μάλιστα ὁ δικαστὴς ἀγανακτικῶς καὶ μάλα ὀργίλως σφαδᾴζων καὶ τὸν λογισμὸν ἀπορούμενος, ποικίλας, ὡς ἂν μὴ ἡττηθείη, τὰς κατ' αὐτῶν ἐπενόει μηχανάς· ἔπειτα πεσὼν τῆς ἐλπίδος, τέλος ἑκάστῳ τὰ τῆς νίκης ἀποφέρεσθαι παρεχώρει βραβεῖα. ποικίλος δ' ἦν αὐτῶν καὶ ὁ τῆς τελευτῆς τρόπος, δυεῖν μὲν τῶν ἐν αὐτοῖς κατηχουμένων τῷ διὰ πυρὸς βαπτίσματι τελειωθέντων, ἑτέρου δὲ τῷ τοῦ σωτηρίου πάθους σχήματι παραδοθέντος, τῶν δὲ ἀμφὶ τὸ ποθεινόν μοι ὄνομα διαλλάττουσι βραβείοις ἀναδησαμένων. τάδε μὲν οὖν φαίη ἄν τις καθολικώτερον τούτων μεμνημένος· κατὰ μέρος δὲ ἕκαστον ἐπεξιὼν εἰκότως ἂν τοῦ χοροῦ τὸν
What need is there to speak of the ever-remembered words of these divinely inspired men, in which, caring little for their torments, with bright and cheerful countenance they answered the judge's questions, laughing manfully amid the tortures themselves and with earnest demeanor mocking his interrogations? For when he asked them where they were from, they set aside mentioning their city on earth and declared their true homeland, proclaiming themselves to be from Jerusalem; and they were indicating, in their own mind, the heavenly city of God, to which they were hastening. And they brought forward other things of the same sort, unknown and incomprehensible to those unacquainted with the sacred, but most clear to themselves alone and to those who have set out from the divine faith. At these things especially the judge, raging with indignation and very angrily, and at a loss in his reasoning, devised various schemes against them so as not to be defeated; then, having fallen from hope, he finally allowed each of them to carry off the prizes of victory. And the manner of their death was also varied: two of those among them who were catechumens were perfected by the baptism of fire, another was delivered over in the form of the saving Passion, and those around the name dear to me were crowned with differing prizes. These things, then, one who remembers them might state more generally; but going through each in detail, he would reasonably [be able to recount] the
πρωτοστάτην μακαρίσειεν. Πάμφιλος οὗτος ἦν, ὁ θεοφιλὴς ὄντως ἀνὴρ καὶ πάντων ὡς ἀληθῶς φίλος τε καὶ προσήγορος, ἐπαληθεύων τὴν ἐπωνυμίαν, τῆς Καισαρέων ἐκκλησίας ὁ κόσμος, ἐπεὶ καὶ τὴν τῶν πρεσβυτέρων καθέδραν πρεσβύτερος ὢν ἐδόξαζε, κοσμῶν ὁμοῦ καὶ κοσμούμενος τῇ ἐνταῦθα λειτουργίᾳ. κἀν τοῖς ἄλλοις δὲ θεῖος ἦν ὄντως καὶ θείας μετέχων ἐμπνεύσεως, ἐπεὶ καὶ παρ' ὅλον αὐτοῦ τὸν βίον ἀρετῇ πάσῃ διαπρέψας ἔτυχε, μακρὰ μὲν χαίρειν εἰπὼν τρυφῇ καὶ πλούτου περιουσίᾳ, ὅλον δὲ ἑαυτὸν ἀναθεὶς τῷ τοῦ θεοῦ λόγῳ. ἀποδόμενος γέ τοι τὰ εἰς αὐτὸν ἐκ προγόνων ἥκοντα γυμνοῖς, πηροῖς καὶ πένησιν τὰ πάντα διένειμεν, αὐτὸς δὲ ἐν ἀκτήμονι διῆγε βίῳ, δι' ἀσκήσεως καρτερικωτάτης τὴν ἔνθεον μετιὼν φιλοσοφίαν. ὡρμᾶτο μὲν οὖν ἐκ τῆς Βηρυτίων πόλεως, ἔνθα τὴν πρώτην ἡλικίαν τοῖς αὐτόθι τέθραπτο παιδευτηρίοις· ἐπεὶ δὲ τὰ τῆς φρονήσεως εἰς τελείους ἄνδρας αὐτῷ προῄει, μετέβαινεν ἀπὸ τῶνδε ἐπὶ τὴν τῶν ἱερῶν λόγων ἐπιστήμην, ἀνελάμβανεν δὲ ἐνθέου καὶ προφητικοῦ βίου τρόπον καὶ θεοῦ μάρτυρα ἀληθῆ αὐτὸς ἑαυτὸν καὶ πρὸ τῆς ὑστάτης τελευτῆς τοῦ βίου παρίστη. ἀλλ' ὁ μὲν Πάμφιλος τοιοῦτος ἦν· δεύτερος δὲ μετ' αὐτὸν ἐπὶ τὸν ἀγῶνα παρῄει Οὐάλης, γηραιᾷ καὶ ἱεροπρεπεῖ πολιᾷ τετιμημένος αὐτῇ τε προσόψει σεμνὸς καὶ ἱερὸς πρεσβύτης, οὐ μὴν ἀλλὰ καὶ τῶν θείων γραφῶν, εἰ καί τις ἄλλος, εἰδήμων. τοσαύτας γέ τοι μνήμας αὐτῶν ἐνεστερνίσατο, ὡς μηδὲν ἀποδεῖν τῆς ἀπὸ γραμμάτων ἐντεύξεως τὰς διὰ μνήμης αὐτῷ σῳζομένας τῶν ἱερῶν μαθημάτων ἀπαγγελίας. διάκονος δὲ ἦν, καίπερ ὢν τοιοῦτος, τῆς Αἰλιέων ἐκκλησίας.
...would call him first. This was Pamphilus, a man truly beloved of God and truly a friend and companion to all, confirming his surname by his character, the ornament of the church of Caesarea, since being a presbyter he also adorned the seat of the presbyters, at once adorning and being adorned by the ministry there. And in other respects too he was truly divine and a partaker of divine inspiration, since throughout his whole life he shone forth in every virtue and obtained it, bidding a long farewell to luxury and abundance of wealth, and dedicating himself wholly to the word of God. At any rate, having sold the possessions that had come to him from his ancestors, he distributed everything to the naked, the maimed, and the poor, while he himself lived a life of possessionlessness, pursuing the divine philosophy through the most steadfast ascetic discipline. He came from the city of the Berytians, where he had been reared in his earliest years in the schools there; but when his studies in wisdom advanced him to mature manhood, he passed from these to the knowledge of the sacred writings, and he took up a manner of life divine and prophetic, and presented himself as a true witness of God even before the final end of his life. Such, then, was Pamphilus; and second after him came Valens to the contest, honored with an aged and venerable hoary head, a presbyter dignified and sacred in his very countenance, and moreover, if ever any man was, learned in the divine Scriptures. So many recollections of them did he treasure in his breast that the recitations of the sacred lessons preserved by memory in him fell nothing short of reading from written texts. He was a deacon, though such a man as he was, of the church of the Aelians.
τρίτος ἐν τοῖσδε κατηριθμεῖτο Παῦλος, θερμουργότατος καὶ τῷ πνεύματι ζέων ἀνήρ· ἀπὸ τῆς Ἰαμνιτῶν πόλεως ἐγνωρίζετο, ὃς δὴ καὶ πρὸ τοῦ μαρτυρίου διὰ καυτήρων ὑπομονῆς τὸν τῆς ὁμολογίας ἀγῶνα διηθλήκει. τούτοις ἐπὶ τῆς εἱρκτῆς δυεῖν ἐτῶν χρόνον κατατριβομένοις ὑπόθεσις τοῦ μαρτυρίου ἐγένετο Αἰγυπτίων ἄφιξις τῶν καὶ σὺν αὐτοῖς τελειωθέντων· τοὺς κατὰ Κιλικίαν οὗτοι καταπονουμένους ἐν τοῖς μετάλλοις μέχρι τῶν τόπων καταστήσαντες, ἐπὶ τὴν οἰκείαν ἐπαλινόστουν. καὶ δὴ πρὸς ταῖς εἰσόδοις τῶν κατὰ Καισάρειαν πυλῶν, τίνες τε εἶεν καὶ πόθεν ἀφικόμενοι, πρὸς τῶν φυλάκων ἐρωτηθέντες καὶ μηδὲν τἀληθοῦς ἀποκρύψαντες, Χριστιανοὺς δὲ φάντες ἑαυτούς, κακούργων τρόπῳ ἐπ' αὐτοφώρῳ ληφθέντων συνελαμβάνοντο· πέντε δὲ ἦσαν τὸν ἀριθμόν· οἳ δὴ προσαχθέντες τῷ ἄρχοντι κἀπὶ τούτου παρρησιασάμενοι, δεσμοῖς μὲν αὐτίκα παραδίδονται, τῇ δὲ ὑστεραίᾳ, Περιτίου μηνὸς ἑξκαιδεκάτῃ, κατὰ Ῥωμαίους δὲ τῇ πρὸ δεκατεσσάρων Καλανδῶν Μαρτίων, αὐτοὺς δὴ τούτους σὺν τοῖς ἀμφὶ τὸν Πάμφιλον τῷ Φιρμιλιανῷ προσάγουσιν. ὃ δὲ τῶν Αἰγυπτίων ἀπεπειρᾶτο μόνων πρῶτον, βασάνων εἴδεσιν παντοίοις διαγυμνάζων τοὺς ἄνδρας. τὸν μὲν οὖν προήγορον αὐτῶν εἰς μέσον ἀγαγών, τίς εἴη καὶ πόθεν, ἠρώτα, εἶτ' ἀντὶ τοῦ κυρίου ὀνόματος προφητικόν τι ἐπακούσας–τοῦτο δὲ καὶ πρὸς τῶν λοιπῶν ἐγίνετο, ἀντὶ τῶν πατρόθεν αὐτοῖς ἐπιπεφημισμένων εἰδωλικῶν ὀνομάτων προφητικὰς ἑαυτοῖς ἐπιθέντων ἐπωνυμίας.
Third among these was counted Paul, a man most fervent and boiling in spirit; he was known from the city of the Iamnites, who indeed even before his martyrdom had contended in the contest of confession through the endurance of cautery. To these, while they were wearing away a period of two years in the prison, there came an occasion of martyrdom: the arrival of Egyptians, who were also perfected together with them. These, having set down those who were being afflicted in the mines throughout Cilicia as far as those places, were returning to their own land. And indeed at the entrances of the gates at Caesarea, when they were asked by the guards who they were and from where they had come, and they concealed nothing of the truth, but said they were Christians, they were seized in the manner of criminals caught in the act; and they were five in number. These, having been brought before the governor and having spoken with boldness before him, were immediately handed over to chains, and on the next day, the sixteenth of the month Peritios, according to the Romans the fourteenth day before the Kalends of March, these very men together with those around Pamphilus are brought before Firmilianus. And he first made trial of the Egyptians only, exercising the men with all kinds of tortures. Having brought their spokesman into the middle, he asked who he was and from where, and then, instead of his proper name, he heard something prophetic—and this was also done by the rest, who, instead of the idolatrous names bestowed on them from their fathers, had given themselves prophetic appellations.
Ἠλίαν γοῦν καὶ Ἱερεμίαν Ἠσαίαν τε καὶ Σαμουὴλ καὶ Δανιὴλ ἤκουσας ἂν αὐτῶν ἑαυτοὺς ὀνομαζόντων καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ γνήσιον Ἰσραηλίτην αὐτοῖς ἔργοις οὐ μόνον, ἀλλὰ καὶ φωναῖς κυρίως ἐκφερομέναις ἐνδεικνυμένων–τοιοῦτον οὖν τι πρὸς τοῦ μάρτυρος ἐπακούσας ὁ δικαστὴς ὄνομα, οὐ μὴν τῇ τοῦ ῥήματος ἐπιστήσας δυνάμει, δεύτερον ἥτις αὐτοῦ πατρὶς εἴη, ἠρώτα· ὃ δὲ συνῳδὸν τῇ προτέρᾳ δευτέραν ἀφίησι φωνήν, Ἱερουσαλὴμ εἶναι λέγων τὴν ἑαυτοῦ πατρίδα, ἐκείνην δῆτα νοῶν περὶ ἧς εἴρηται τῷ Παύλῳ ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν καὶ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. καὶ ὃ μὲν ταύτην ἐνόει· ὃ δὲ ἐπὶ χθόνα καὶ χαμαὶ ῥίψας τὴν διάνοιαν, τίς εἴη αὕτη καὶ ἐπὶ
γῆς ποῖ κειμένη, ἀκριβῶς ἐπολυπραγμόνει καὶ δῆτα καὶ βασάνους ἐπῆγεν, ὡς ἂν τἀληθὲς ὁμολογοίη. ὃ δὲ στρεβλούμενος κατόπιν τὼ χεῖρε καὶ τοῖν ποδοῖν μαγγάνοις τισὶν διακλώμενος, εἰρηκέναι τἀληθὲς διισχυρίζετο. εἶτα ταυτὰ πάλιν καὶ πολλάκις πυνθανομένου τίς εἴη καὶ ποῖ κειμένη ἡ λεχθεῖσα πόλις Ἱερουσαλὴμ, μόνων αὐτὴν εἶναι τῶν Χριστιανῶν ἔλεγε πατρίδα· μὴ γὰρ καὶ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετεῖναι· κεῖσθαι δὲ πρὸς ἀνατολαῖς καὶ πρὸς αὐτῷ φωτὶ καὶ ἡλίῳ. ὃ μὲν καὶ πάλιν διὰ τούτων κατὰ τὸν οἰκεῖον νοῦν ἐφιλοσόφει, τῶν ἐν κύκλῳ βασάνοις αὐτὸν αἰκιζομένων οὐδὲν ἐπιστρεφόμενος, ὥσπερ δέ τις ἄσαρκος καὶ ἀσώματος οὐδὲ ἐπαισθάνεσθαι ἐδόκει τῶν ἀλγηδόνων·
You would have heard them naming themselves Elijah, Jeremiah, Isaiah, Samuel, and Daniel, and demonstrating by their deeds—not only by deeds but also by utterances spoken in their proper sense—the Jew who is hidden and the genuine Israelite. When the judge heard some such name from the martyr, though he did not attend to the force of the word, he asked a second question: what was his fatherland? And he sent forth a second utterance in harmony with the first, saying that his fatherland was Jerusalem—understanding, of course, that Jerusalem of which it is said by Paul: "But the Jerusalem above is free, which is our mother," and "You have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem." He understood this; but the judge, casting his mind down to the earth and the ground, diligently inquired what this city was and where on earth it lay, and indeed applied tortures to make him confess the truth. But he, being racked with his hands behind him and his feet bent apart by certain racks, insisted that he had spoken the truth. Then, when the judge asked again and often what he was and where the city called Jerusalem lay, he said that it was the fatherland of Christians alone; for it was not shared by others or by these alone; and that it lay toward the east, toward the very light and the sun. He again philosophized through these words according to his own understanding, paying no heed to those around him who were tormenting him with tortures, but like one without flesh and without body he seemed not even to feel the pains.
ὁ δὲ δικαστὴς ἀπορούμενος ἐσφάδαζεν, ἐχθρὰν καὶ Ῥωμαίοις πολεμίαν τάχα που συστήσασθαι ἑαυτοῖς πόλιν Χριστιανοὺς οἰόμενος, πολύς τε ἦν ἐπικείμενος ταῖς βασάνοις καὶ ἀνερευνῶν τὴν δηλωθεῖσαν πόλιν τήν τε κατὰ ἀνατολὰς ἐξετάζων χώραν. ὡς δὲ καὶ ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας ἀπαράλλακτον τῶν πρότερον αὐτῷ ῥηθέντων ἑώρα, τὴν ἐπὶ θανάτῳ κατ' αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον. καὶ τὰ μὲν κατὰ τοῦτον τοιαύτην εἴληφε δραματουργίαν· καὶ τοὺς λοιποὺς δὲ τῶν Αἰγυπτίων τοῖς παραπλησίοις διαγυμνάσας παλαίσμασι, τὸν ὅμοιον ἀπαλλάττει τρόπον. εἶτα ἐκ τούτων ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μεταβάς, ἀνεδιδάσκετο ὡς ἄρα πρότερον ἤδη πλείστων εἶεν βασάνων πεπειραμένοι· ἄτοπον δὲ εἶναι λογισάμενος ταῖς αὐταῖς αἰκίαις περιβάλλειν τοὺς ἄνδρας καὶ μάταια μοχθεῖν, τοσοῦτον μόνον εἰ κἂν νῦν πειθαρχοῖεν, ἀνεπυνθάνετο, ἀκούσας δὲ παρ' ἑκάστου τὴν ὑστάτην τῆς μαρτυρίας φωνήν, παραπλησίως κεφαλικὴν τιμωρίαν κατ' αὐτῶν ἐξενεγκάμενος ἐπάγει. οὔπω δὲ αὐτῷ πᾶν εἴρητο τὸ ἔπος, καί ποθεν ἀναβοᾷ μειράκιόν τι τῆς οἰκετικῆς τοῦ Παμφίλου θεραπείας ἐκ μέσου τοῦ πλήθους τῶν ἀμφὶ τὸ δικαστήριον κυκλούντων παρελθὸν εἰς μέσον· ἐβόα δὲ μεγάλῃ τῇ φωνῇ ταφῇ τὰ σώματα ἐξαιτούμενον. Πορφύριος ἦν ὁ μακάριος, θρέμμα γνήσιον Παμφίλου οὐδ' ὅλων ὀκτωκαίδεκα ἐτῶν, καλλιγραφικῆς ἐπιστήμης ἔμπειρος, σωφροσύνης δὲ ἕνεκα καὶ τρόπων πάντα καλύπτων ἐγκώμια ὡς οἷα ὑπὸ τηλικῷδε ἀνδρὶ συνησκημένος. ὡς ἔγνω τὴν κατὰ τοῦ δεσπότου ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀνέκραγε, γῇ τὰ σώματα παραδοθῆναι ἀξιῶν.
The judge, at a loss, was in turmoil, supposing that the Christians were perhaps establishing for themselves a city hostile and at war with the Romans; and he pressed hard with tortures and kept investigating the city that had been indicated, examining the region in the east. But when, after scourging the young man still further with whips, he saw him unchanged from what had been said before, he brought forth the capital sentence of death against him. And the events concerning this man received such a dramatic conclusion; and the rest of the Egyptians too, having exercised them with similar wrestling-matches, he dismissed in the same manner. Then, turning from these to the company of Pamphilus, he was informed that they had already experienced very many tortures before; and reckoning it absurd to surround the men with the same outrages and toil in vain, he inquired only this much, whether even now they would obey; and having heard from each one the final utterance of their martyrdom, he brought against them a capital punishment likewise and applied it. But he had not yet finished the whole speech, when from somewhere a young boy of Pamphilus's household service, having come out of the midst of the crowd of those encircling the tribunal into the middle, cried out—and he cried out with a loud voice, asking for the bodies for burial. It was the blessed Porphyrius, a genuine nursling of Pamphilus, not yet eighteen years old, experienced in the art of calligraphy, and for his chastity and manner of life covering all praises, as one trained under so great a man. When he learned the sentence against his master, he cried out from the middle of the multitude, deeming it right that the bodies be given over to the earth.
ὃ δὲ οὐκ ἄνθρωπος, ἀλλὰ θὴρ καὶ θηρίου παντὸς ἀγριώτερος, μήτε τῆς αἰτήσεως τὸ εὔλογον ἀποδεξάμενος μήτε τῷ τῆς ἡλικίας ἀπονείμας νέῳ συγγνώμην, αὐτὸ μόνον ὡς ὁμολογοῦντα Χριστιανὸν ἔμαθε, παντὶ σθένει τοῖς βασανισταῖς κατ' αὐτοῦ χρῆσθαι προστάττει. ὡς δὲ ἐπικελευομένου θύειν ἀνένευεν ὁ θαυμάσιος, οὐκέθ' οἷα σάρκας ἀνθρώπου, ἀλλ' οἷα λίθους ἢ ξύλα ἤ τι τῶν ἀψύχων ἕτερον ἄχρις ὀστέων αὐτῶν καὶ τῶν κατὰ βάθους σπλάγχνων αἰκίζειν αὐτὸν καὶ πᾶν τὸ σῶμα καταξαίνειν ἐπικελεύεται. εἰς μακρὸν δὲ τούτου γινομένου, μάτην ἐγχειρεῖν διέγνω, ἀφώνου μικροῦ δεῖν καὶ ἀψύχου τοῦ σώματος τῷ γενναίῳ μάρτυρι καταστάντος· παράμονον δὲ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον κεκτημένος ὁ δικαστὴς τριχῶν πεπλεγμένοις ὑφάσμασιν τὰς ἐκδαρείσας ταῖς βασάνοις πλευρὰς ψήχειν καὶ τρίβειν ἐπὶ πλέον προστάττει, εἶθ' ὥσπερ κόρον λαβὼν καὶ τῆς μανίας ἐμφορηθεὶς μακρῷ καὶ μαλθακῷ πυρὶ παραβληθῆναι αὐτὸν ἀποφαίνεται. οὗτος μὲν οὖν πρὸ τῆς τοῦ Παμφίλου τελειώσεως, ὕστατος ἐπὶ τὸν ἀγῶνα παρελθών, τῇ ἀπὸ τοῦ σώματος ἀπαλλαγῇ τὸν δεσπότην προέλαβεν· ἦν δὲ ἄρα τὸν Πορφύριον θεωρεῖν ἱερονίκου διαθέσει πάμμαχον νενικηκότος κεκονιμένον τὸ σῶμα, φαιδρὸν δὲ τὴν ὄψιν θαρσαλέῳ τε φρονήματι καὶ γαύρῳ τὴν ἐπὶ τὸν θάνατον βαδίζοντα, θείου πνεύματος ὡς ἀληθῶς ἔμπλεων. καὶ δὴ φιλοσόφῳ σχήματι τῷ περὶ αὐτὸν ἀναβολαίῳ τρόπον ἐξωμίδος ἠμφιεσμένος, ἄνω βλέπων καὶ πάντα τὸν θνητὸν καὶ ἀνθρώπινον ὑπερφρονῶν βίον ἀτρεμεῖ τῇ ψυχῇ πρόσεισι τῇ
But he, not a man but a beast and wilder than any beast, neither accepting the reasonableness of the request nor granting pardon to the young man on account of his age, but learning only that he confessed himself a Christian, ordered the torturers to set upon him with all their might. And when the wondrous man, though bidden, refused to sacrifice, no longer as though they were human flesh, but as though they were stones or wood or some other inanimate thing, he ordered them to lacerate him to the very bones and the inward parts, and to rend his whole body. When this went on for a long time, he decided that he was laboring in vain, since the body of the noble martyr had become almost speechless and lifeless; but the judge, keeping his relentless and inhuman cruelty, ordered them to scrape and rub further the sides that had been flayed by the tortures with woven fabrics of hair, and then, as if he had taken his fill and was sated with madness, he pronounced that he should be cast into a long and gentle fire. He, then, before the consummation of Pamphilus, having come last to the contest, preceded his master by his release from the body; and so it was possible to see Porphyrius, in the disposition of a victor in the sacred games who has won the all-round contest, with his body dusted, but bright in countenance, and with bold and exultant spirit walking toward death, truly filled with the divine Spirit. And indeed, clad in the philosopher's garb, with the cloak about him in the manner of a tunic, looking upward and despising all mortal and human life, with a steadfast soul he approaches the
πυρᾷ. ἤδη δὲ αὐτῷ τῆς φλογὸς πελαζούσης ὡς ἂν μηδενὸς αὐτῷ παρόντος λυπηροῦ, ἀταράχῳ καὶ νήφοντι λογισμῷ περὶ τῶν οἰκείων τοῖς γνωρίμοις ὁ ἥρως διετάττετο εἰς ἔτι τότε τὸ πρόσωπον φαιδρὸν καὶ ἀπαράλλακτον διαφυλάττων. ὡς δὲ τοῖς γνωρίμοις αὐτάρκως συνετάξατο, πρὸς τὸν θεὸν ἤδη λοιπὸν ἠπείγετο· τῆς γέ τοι πυρᾶς ἐξ ἀποστήματος κύκλῳ περὶ αὐτὸν ἁφθείσης, ἐνθένδε κἀκεῖθεν ὑφήρπαζε τῷ στόματι τὴν φλόγα, ἐπισπέρχων αὐτὸς ἑαυτὸν ἐπὶ τὴν προκειμένην πορείαν· καὶ τοῦτο ἔπραττεν οὐδὲ ἕτερον ἢ Ἰησοῦν ἀνακαλούμενος. τοιοῦτος καὶ ὁ Πορφυρίου ἆθλος· τῆς δὲ κατ' αὐτὸν τελειώσεως ἄγγελος τῷ Παμφίλῳ γενόμενος Σέλευκος τοῦ σὺν αὐτοῖς καταξιοῦται παραχρῆμα κλήρου. αὐτίκα γοῦν διαγγείλαντα αὐτὸν τῷ Παμφίλῳ τὸ τοῦ Πορφυρίου τέλος καὶ τῶν μαρτύρων ἕνα φιλήματι ἀσπασάμενον συλλαβόντες οἱ στρατιῶται ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα· ὃ δὲ ὥσπερ ἐπισπεύδων τῶν πρότερον αὐτὸν συναπόδημον γενέσθαι, κεφαλικῇ κολασθῆναι τιμωρίᾳ προστάττει. τῆς Καππαδοκῶν οὗτος ὡρμᾶτο γῆς, λαμπρότατα δὲ τῶν ἐν στρατείαις εὐδοκιμήσας, τῶν ἐν Ῥωμαϊκαῖς προκοπαῖς οὐ μικρᾶς ἐπείληπτο ἀξίας· οὐ μὴν ἀλλὰ καὶ αὐτῇ ἡλικίᾳ καὶ ῥώμῃ σώματος μεγέθει τε καὶ ἰσχύος ἀρετῇ πλεῖστον ὅσον τοὺς λοιποὺς ἐπλεονέκτει, καὶ τὴν πρόσοψιν δὲ αὐτὴν περίβλεπτος ἦν τοῖς πᾶσι τό τε πᾶν εἶδος ἀξιάγαστος μεγέθους ἕνεκα καὶ εὐμορφίας. κατ' ἀρχὰς μὲν οὖν τοῦ διωγμοῦ διὰ μαστίγων ὑπομονῆς τοῖς κατὰ τὴν ὁμολογίαν διέπρεψεν ἀγῶσι·
to the pyre. And already, as the flame drew near him, since nothing painful was present to him, with a calm and sober reason the hero arranged matters concerning his own people for his acquaintances, still at that time keeping his face bright and unchanged. And when he had sufficiently given his farewells to his acquaintances, he was now at last hastening toward God. At any rate, when the pyre had been kindled in a circle around him at some distance, from here and there he kept snatching the flame with his mouth, himself hastening his own journey to the goal set before him; and he did this while calling upon none other than Jesus. Such also was the contest of Porphyrius. And Seleucus, having become the messenger of his consummation to Pamphilus, is immediately deemed worthy of the same lot as they. At once, then, when he had announced to Pamphilus the end of Porphyrius and had greeted one of the martyrs with a kiss, the soldiers seized him and brought him before the governor; and he, as if hastening that he too should become a fellow traveler with those before him, ordered him to be punished with the penalty of beheading. He was from the land of the Cappadocians, and having shone most brilliantly among those in military service, he had obtained no small rank among Roman promotions; but indeed in his very age and bodily strength, in stature and in excellence of might, he surpassed the rest as much as possible, and he was conspicuous to all even in his very appearance, and admirable in his whole form for the sake of his stature and comeliness. At the beginning of the persecution, then, through endurance in scourging he distinguished himself in the contests of confession;
μετὰ δὲ τὴν τῆς στρατείας ἀπαλλαγὴν ζηλωτὴν αὐτὸς ἑαυτὸν καταστήσας τῶν τῆς θεοσεβείας ἀσκητῶν, Χριστοῦ γνήσιος στρατιώτης ἀποδέδεικται, ὀρφανῶν ἐρήμων καὶ χηρῶν ἀπεριστάτων τῶν τε ἐν πενίᾳ καὶ ἀσθενείᾳ καταπονουμένων ἐπίσκοπός τις οἷα καὶ φροντιστὴς ἐπιμελούμενος πατρός τε καὶ κηδεμόνος δίκην τῶν ἀπερριμμένων ἁπάντων τοὺς πόνους καὶ τὰς κακοπαθείας ἀνακτώμενος· ὅθεν εἰκότως πρὸς τοῦ τοῖς τοιοῖσδε χαίροντος θεοῦ μᾶλλον ἢ ταῖς διὰ καπνοῦ καὶ αἵματος θυσίαις τῆς κατὰ τὸ μαρτύριον ἠξιώθη τελειώσεως. δέκατος οὗτος ἀθλητὴς σὺν τοῖς εἰρημένοις μιᾷ καὶ τῇ αὐτῇ τετελείωτο ἡμέρᾳ, καθ' ἥν, ὡς ἔοικε, μεγίστης τῷ Παμφίλου μαρτυρίῳ πύλης οὐρανῶν διανοιχθείσης, εὐμαρὴς ἅμ' αὐτῷ καὶ ἄφθονος ἡ τῆς τοῦ θεοῦ βασιλείας ἐγένετο πάροδος. κατ' ἴχνος δῆτα τῷ Σελεύκῳ Θεόδουλος σεμνός τις καὶ θεοσεβὴς παρῄει πρεσβύτης, τῆς ἡγεμονικῆς οἰκετίας πρώτης τιμῆς ἠξιωμένος τρόπων καὶ ἡλικίας ἕνεκα καὶ διὰ τὸ τριγενείας αὐτὸν πατέρα καθεστάναι καὶ ἔτι μᾶλλον δι' ἣν ἔσῳζε περὶ τοὺς κηδεμόνας εὔνοιαν. τὸ παραπλήσιον δὴ τῷ Σελεύκῳ καὶ οὗτος διαπραξάμενος καί τινα τῶν μαρτύρων ἀσπασάμενος φιλήματι, προσάγεται τῷ δεσπότῃ, μᾶλλόν τε αὐτὸν τῶν ἄλλων ἐπ' ὀργὴν ὀξύνας, ταὐτὸν τοῦ σωτηρίου μαρτύριον πάθους σταυρῷ παραδοθεὶς ἀνεδέξατο. ἐπὶ τούτοις ἑνὸς ἔτι λείποντος ὃς τὸν δωδέκατον ἀποπληρώσειεν τοῖς εἰρημένοις ἀριθμόν, Ἰουλιανὸς παρῆν τοῦτον ἀποπληρώσων.
After his release from military service, he made himself a zealous imitator of the ascetics of piety and was shown to be a genuine soldier of Christ, serving as a kind of bishop and guardian for orphans and deserted widows and for those without protection, and for those worn down by poverty and sickness, caring for them like a father and protector, taking up the toils and hardships of all who had been cast aside. Therefore, reasonably, he was deemed worthy of the perfection that comes through martyrdom by the God who rejoices in such things rather than in sacrifices of smoke and blood. This tenth athlete, together with those already mentioned, was perfected on one and the same day, on which, as it seems, when the greatest gate of heaven had been opened for the martyrdom of Pamphilus, the passage into the kingdom of God became easy and ungrudging for him as well. Then, following in the footsteps of Seleucus, came Theodulus, a venerable and pious old man, honored with the first rank of the governor's household because of his character and age, and because he was the father of three children, and still more because of the goodwill he preserved toward his protectors. Having done much the same as Seleucus, and having greeted one of the martyrs with a kiss, he was brought before the governor, and having provoked him to anger more than the others, he received the same martyrdom of the saving passion, being handed over to the cross. After these things, one still remained to complete the number twelve for those mentioned, and Julian was present to complete it.
ἐξ ἀποδημίας οὗτος αὐτῆς ὥρας ἀφικόμενος μηδὲ εἰσβαλών πω τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ, μαθὼν παρά του καὶ ὁρμήσας ἐπὶ τὴν τῶν μαρτύρων θέαν ὡς ἐπὶ τῆς γῆς χαμαὶ κείμενα τὰ τῶν ἁγίων ἐθεάσατο σώματα, χαρᾶς ἔμπλεως γεγονώς, ἑκάστῳ περιπλέκεται, φιλήματι τοὺς πάντας ἀσπαζόμενος. ἔτι δὲ τοῦτο πράττοντα συλλαβόντες οἱ τῶν φόνων διάκονοι προσάγουσι τῷ ἄρχοντι· ὃ δὲ ἀκόλουθα τῇ προαιρέσει τελῶν, μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρτῶν καὶ ὑπεραλλόμενος μεγάλῃ τε τῇ φωνῇ τῷ τηλικούτων αὐτὸν ἀγαθῶν ἀξιώσαντι θεῷ χάριτας ὁμολογῶν, μαρτύρων ἐν χοροῖς ἀνελαμβάνετο. ἦν δὲ καὶ οὗτος τὸ μὲν γένος τῶν Καππαδοκῶν, τὸν δὲ τρόπον πλήρης μὲν εὐλαβείας, πλήρης δὲ πίστεως, πρᾶος ἀνὴρ καὶ ἐπιεικὴς τά τε ἄλλα σπουδαῖος καὶ πνέων εὐωδίας ἁγίου πνεύματος· τοσοῦτον συνοδίας στῖφος σὺν
τῷ μακαρίῳ Παμφίλῳ τῆς τοῦ μαρτυρίου τελειώσεως ἠξιώθη. ἐπὶ τέτταρας δῆτα ἡμέρας τοσαύτας τε νύκτας προστάξει τοῦ Φιρμιλιανοῦ τὰ πανάγια σώματα τῶν τοῦ θεοῦ μαρτύρων εἰς βορὰν τοῖς σαρκοβόροις θηρίοις ἐξέκειτο· ὡς δὲ οὐδὲν αὐτοῖς προσῄει, οὐ θήρ, οὐκ ὄρνεον, οὐ κύων, ἐξ οἰκονομίας θεοῦ ληφθέντα σῶα καὶ ἀβλαβῆ, τῆς προσηκούσης τιμῆς καὶ κηδείας λαχόντα, τῇ συνήθει παρεδόθη ταφῇ, ναῶν οἴκοις περικαλλέσιν ἀποτεθέντα ἐν ἱεροῖς τε προσευκτηρίοις εἰς ἄληστον μνήμην τῷ τοῦ θεοῦ λαῷ τιμᾶσθαι παραδεδομένα.
Having arrived from abroad at that very hour and not yet having entered the city, immediately, just as he was from the road, having learned from someone and rushed to the sight of the martyrs, he saw the bodies of the saints lying on the ground, and having become filled with joy, he embraced each one, greeting them all with a kiss. But while he was still doing this, the servants of murder seized him and brought him before the governor; and he, carrying out things consistent with his purpose, handed him over to a fire far greater. Thus indeed Julian also, leaping and bounding and with a great voice confessing thanks to God who had deemed him worthy of such great goods, was received into the choirs of martyrs. He too was by race one of the Cappadocians, and in manner full of piety, full of faith, a gentle and equitable man, and in other respects earnest and breathing the fragrance of the Holy Spirit; so great a company of the fellowship with the blessed Pamphilus was deemed worthy of the perfection of martyrdom. For four days then and as many nights, by the command of Firmilian, the all-holy bodies of the martyrs of God were exposed as food for flesh-eating beasts; but since nothing approached them, no beast, no bird, no dog, by the providence of God they were taken up sound and unharmed, and having obtained the honor and burial that was fitting, they were delivered to the customary burial, deposited in most beautiful houses of temples and handed over in the sacred places of prayer to be honored for the unforgotten memory of the people of God.