Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται, ὅταν ἐσθίητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα, ἀφόρισμα τῷ Κυρίῳ, ἀπαρχὴν φυράματος ὑμῶν· ἄρτον ἀφαίρεμα ἀφαιριεῖτε αὐτὸ ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφοριεῖτε αὐτό· ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε ἀφαίρεμα Κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν. Ὅταν δὲ διαμάρτητε, καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησε Κύριος πρὸς Μωσῆν, καθὰ συνέταξε Κύριος ὁ Θεὸς ὑμῖν ἐν χειρὶ Μωσῆ ἀπὸ τῆς ἡμέρας, ᾗ συνέταξε Κύριος πρὸς ὑμᾶς, καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν· καὶ ἔσται, ἐὰν ἐξ ὀφθαλ μῶν τῆς συναγωγῆς ἀκουσίως γενηθῇ, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα, εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ, κατὰ τὴν σύνταξιν αὐτοῦ, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ, καὶ ἀφεθήσεται αὐτοῖς, ὅτι ἀκούσιόν ἐστι· καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι Κυρίου, περὶ τῶν ἀκουσίων αὐτῶν. Καὶ ἀφεθήσεται πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ προσπορευομένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον. Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαύσιον περὶ ἁμαρτίας. Καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ. Καὶ ἀφεθήσεται αὐτῷ τῷ ἐγχωρίῳ ἐν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς. Νόμος εἷς ἔσται ἐν αὐτοῖς, ὃς ἐὰν ποιήσῃ ἀκουσίως.
When you enter the land into which I am bringing you there, it shall be, when you eat of the bread of the land, that you shall set apart a heave-offering, a separated portion to the Lord, the first-fruits of your dough; you shall heave it as a heave-offering, as a heave-offering from the threshing-floor; so shall you separate it, the first-fruits of your dough, and you shall give a heave-offering to the Lord throughout your generations. But when you transgress, and do not do all these commandments which the Lord spoke to Moses, just as the Lord your God commanded you by the hand of Moses, from the day on which the Lord commanded you, and beyond, throughout your generations; it shall be, if it be done unintentionally, away from the eyes of the congregation, then all the congregation shall offer one young bull from the herd, without blemish, as a whole burnt-offering, for a sweet savour to the Lord, and its sacrifice and its drink-offering, according to its ordinance, and one kid of the goats for a sin-offering. And the priest shall make atonement for all the congregation of the sons of Israel, and it shall be forgiven them, because it is unintentional; and they themselves have brought their gift, an offering to the Lord, for their sin before the Lord, for their unintentional sins. And it shall be forgiven all the congregation of the sons of Israel, and to the proselyte who comes over to you, because it is unintentional for all the people. But if one soul sins unintentionally, he shall bring one she-goat of a year old for a sin-offering. And the priest shall make atonement for the soul that was unintentionally led astray and sinned unintentionally before the Lord, to make atonement for him. And it shall be forgiven him, the native among the sons of Israel, and the proselyte who is joined among them. One law shall be for them, whoever does it unintentionally.
Καὶ ταῦτα μὲν ἐν τοῖς Ἀριθμοῖς· ἐν δὲ τῷ Λευϊτικῷ διαμορφοῖ μὲν ἑτέρως τὸ μυστήριον, πλὴν οὐ σφόδρα πρὸς ἀνομοιότητα διεστήκει τὰ θεωρήματα. Φέρε δὴ οὖν κἀκείνων ἐπιμνησθέντες, ἐπεὶ τὸ λίαν εἰσὶν ἀναγκαῖα πρὸς εἴδησιν, μίαν ὥσπερ ἐπ' ἀμφοῖν ἐξυφαίνωμεν τὴν ἀφήγησιν. Γέγραπται δὲ οὕτω πάλιν· Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς αὐτοῖς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίσητε τὸν θερισμὸν αὐτῆς, οἴσετε δραγμάτων ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα. Καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν, τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς. Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκάρπωμα τῷ Κυρίῳ. Καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίῳ, θυσίαν τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, καὶ σπονδὴν αὐτοῦ, τὸ τέταρτον οἴνου καὶ ἄρτου. Καὶ πεφρυγμένα χίδρα νέα οὐ
φάγεσθε, ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, ἐν πάσῃ κατοικίᾳ ὑμῶν. βʹ. Δράγμα μὲν οὖν, ληΐων ἀπαρχὴ, καὶ νέας σύμβολον εὐκαρπίας. Ἄρτος δὲ αὖ σίτου λοιπὸν συναγηγερμένου, καὶ εἰς τὴν ἅλωσιν σεσωρευμένου, καὶ τάχα που καὶ εἰς αὐτὰς ἀποθήκας κεκομισμένου. Ἀνάθημα δὲ τῷ Θεῷ τοῖς ἤδη κατῳκηκόσι τῆς ἐπαγγελίας τὴν γῆν, ταῦτα ποιεῖσθαι προστέταχεν, ἵνα δι' ἀμφοῖν νοοῖτο Χριστός· ἄρτος μὲν ἐξ οὐρανοῦ καὶ ζωοποιὸς, καὶ ἀπαρχὴ φυράματος τῶν εἰς καινότητα ζωῆς ἀνακτιζομένων ἐν αὐτῷ.
And these things are in Numbers; but in Leviticus the mystery is shaped differently, though the contemplations are not very far from dissimilarity. Come then, having mentioned those things too, since they are exceedingly necessary for knowledge, let us weave, as it were, one account for both. And it is written thus again: And the Lord spoke to Moses, saying: Speak to the sons of Israel, and you shall say to them: When you enter into the land which I give to you, and you reap its harvest, you shall bring a sheaf of the first-fruits of your harvest to the priest. And he shall offer the sheaf before the Lord, acceptable for you; on the day after the first, the priest shall offer it. And you shall make on the day on which you bring the sheaf, a blameless year-old sheep as a whole burnt-offering to the Lord. And its sacrifice of two tenths of fine flour mixed with oil, a sacrifice to the Lord for a sweet-smelling savour to the Lord, and its drink-offering, the fourth part of wine and bread. And you shall not eat new parched pulse, until this very day, until you bring the gifts of your God. An eternal statute for your generations, in all your dwelling-places. 2. A sheaf, then, is the first-fruits of the harvest, and a symbol of new fruitfulness. And bread is of grain already gathered, and heaped up for the threshing-floor, and perhaps also carried into the storehouses themselves. And He commanded those who already inhabit the land of the promise to make these things as an offering to God, so that through both Christ might be understood: bread from heaven and life-giving, and the first-fruits of the dough of those renewed in Him unto newness of life.
Τοῦ μὲν γὰρ ἀρχαιοτέρου φυράματος ἀπαρχὴ γέγονεν ὁ Ἀδάμ· ἐπειδὴ δὲ τῆς δοθείσης ἀλογήσας ἐντολῆς παρώλισθεν εἰς παράβασιν, ἐπάρατος ἦν εὐθὺς, καὶ θανάτῳ καὶ φθορᾷ τὸ ἀνθρώπινον ἐν αὐτῷ κατεδικάζετο γένος. Ἀπαρχὴ δὲ Χριστὸς τοῦ δευτέρου φυράματος, ὃς καὶ διέδρα τὴν ἀρὰν, δι' αὐτὸν δηλονότι τὸν ὑπὲρ ἡμῶν γενόμενον κατάραν. Καὶ τὸ τῆς φθορᾶς παρελαύνει κράτος, δι' αὐτὸν δὴ πάλιν τὸν ἐλεύθερον ἐν νεκροῖς. Ἀνεβίω μὲν γὰρ πατή σας τὸν θάνατον. Μονονουχὶ δὲ καὶ ἀνάθημα λαμπρὸν καὶ δωροφορία, καὶ οἷά τις ἀνθρωπότητος ἀπαρχὴ, κεκαινουργημένος εἰς ἀφθαρσίαν ἀνέβη πρὸς τὸν Πατέρα. Τοιγάρτοι τὸν ἄρτον ἐν τῇ ἁγίᾳ φέρεσθαι σκηνῇ, καὶ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνακεῖσθαι Θεῷ, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν ὑπεμφήνειεν ἂν, καὶ μάλα εἰκότως, τοῦ Ἐμμανουήλ. Ἀνῆλθε γὰρ οὐκ εἰς χειροποίητά ποθεν, οὔτε μὴν εἰς τὰ ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ, καὶ ἄρτος ἐστὶ ζωοποιὸς ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἀπαλλάττει τε πρὸς τούτῳ καὶ ἁμαρτιῶν, καὶ ἀγνοημάτων ἐλευθεροῖ τοὺς ἐπὶ τῆς γῆς, εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ὑπὲρ αὐτῶν ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρὶ, συνήσεις εὖ μάλα τοῖς τῆς διανοίας ὄμμασιν ὡς μόσχον ὁλοκαυτούμενον καθορῶν σφαζόμενον, καὶ ὡς χίμαρον ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Παραπτώματα γὰρ τίς συνήσει; κατὰ τὸ γεγραμμένον. Ἄθρει δὴ ὅπως ὁ νομοθέτης τῆς ἐν νόμῳ λατρείας ὑπερκειμένην ἀσυγκρίτως τὴν διὰ Χριστοῦ κάθαρσιν ἐκάλεσεν σαφῶς.
For Adam was the firstfruits of the older lump; but since he disregarded the commandment that was given and slipped away into transgression, he was immediately accursed, and the human race in him was condemned to death and corruption. But Christ is the firstfruits of the second lump, who also escaped the curse—clearly because of him who became a curse for us. And he passes beyond the power of corruption—again because of him who is free among the dead. For he rose again, having trampled death. And, so to speak, as a bright offering and gift-bearing sacrifice, and as a kind of firstfruits of humanity, made new into incorruption, he ascended to the Father. Therefore the bread being carried in the holy tabernacle and laid up for God in the Holy of Holies would hint at the ascent of Emmanuel into the heavens, and very reasonably so. For he ascended not into something made with hands, nor yet into the copies of the true things, but into heaven itself, now to appear before the face of God for us, according to what is written. And that he is also the life-giving bread from heaven and from above, and that in addition to this he removes sins and frees those on earth from ignorances, offering himself to God and the Father for them as a sweet-smelling savour, you will understand very well with the eyes of your mind, beholding him as a calf wholly burned in sacrifice, slain, and as a kid for the ignorances of the people. For who will understand his transgressions? according to what is written. Observe then how the lawgiver called the cleansing through Christ incomparably superior to the worship under the law, clearly.
Εἰ γὰρ παρέλθητε, φησὶ, τὰ Μωσέως, καὶ τῆς νομικῆς λατρείας ἂν ἀλογήσαντες ἐντολῆς κατεφορῷντό τινες, τότε δὴ, τότε τὴν δι' αἱμάτων ὑμῖν ἀμνησίαν ἐπικυροῦσαν εὑρήσετε, μόσχου καταθυομένου καὶ χιμάρου προσενηνεγμένου. Τοῦτο δὲ ἦν εἰς τύπον Χριστοῦ. Οὐκοῦν καθορίζει μὲν ὁ νόμος τῶν παραβαινόντων τὴν κόλασιν· ἀπαλλάττει δὲ δίκης καὶ τῶν ἐξ ἀγνοίας αἰτιαμάτων ἐλευθεροῖ τὸ τίμιον αἷμα Χριστοῦ. Τέθεικε γὰρ τὴν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα τοῦ κόσμου καταλύσῃ τὴν ἁμαρτίαν. Οὐκοῦν ὡς ἐν ἄρτῳ νοοῖτο Χριστὸς ὡς ζωὴ, καὶ ζωοποιός· ὡς ἐν μόσχῳ πάλιν ὁλοκαυτούμενος καὶ εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί· καὶ ὡς ἐν εἴδει χιμάρου γεγονὼς δι' ἡμᾶς ἁμαρτία, καὶ ὑπὲρ ἁμαρτιῶν σφαζόμενος. Δράγμα δὲ αὖ, καθ' ἕτερον νοοῖτο τρόπον. Τίς δὲ καὶ οὗτός ἐστιν, ὡς ἔνι, λελέξεται. Ἀστάχυσι μὲν τοῖς ἐν ἀγρῷ παρεικάσειέ τις ἂν τὸ ἀνθρώπινον γένος, τὸ οἱονεί πως ἀνίσχον ἐκ τῆς γῆς, καὶ τὴν ἑαυτῷ πρέπουσαν περιμένον ἐκπλήρωσιν, καὶ χρόνῳ κειρόμενον ἀμῶντος θανάτου. Οὕτω καὶ αὐτὸς ὁ Χριστὸς τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· Οὐχ ὑμεῖς λέγετε, ὅτι ἔτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν· ἐπάρατε τοὺς ὀφθαλμοὺς, καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Καὶ ὁ θερίζων, μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον. Οὐκοῦν, ὡς ἔφην ἀρτίως, ληΐοις τοῖς ἐν ἀγρῷ παρεικαστέον εὖ μάλα τοὺς ἐπὶ τῆς γῆς. Γέγονε δὲ καθ' ἡμᾶς ὁ Χριστὸς, ἀστάχυος δίκην ἀναφὺς ἐκ τῆς ἁγίας Παρθένου. Ἐπεί τοι καὶ σίτου κόκκον καὶ αὐτὸν ἡμῖν ὠνόμαζε, λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν·
For he says, if you transgress the things of Moses and disregard the commandment of the legal worship, some things were despised; then, then you will find the forgetfulness confirmed for you through blood, when a calf is sacrificed and a goat is offered. But this was for a type of Christ. Therefore the law indeed condemns the punishment of transgressors; but the precious blood of Christ releases from judgment and frees from the charges arising from ignorance. For he laid down his soul for us, in order that he might destroy the sin of the world. Therefore Christ may be understood as in bread, as life and life-giving; as in a calf again, being wholly burnt and offering himself to God and the Father as a sweet-smelling savor; and as in the form of a goat, having become sin for us, and being slain for sins. And a sheaf, in turn, may be understood in another way. And what this is also, as far as possible, will be stated. One might compare the human race to the stalks in a field, rising up as it were in some way from the earth, and awaiting its proper fulfillment, and being cut down in time by reaping death. Thus also Christ himself said to his holy disciples: Do you not say that there are still four months, and the harvest comes? Behold, I say to you: lift up your eyes, and look at the fields, that they are white for harvest already. And the reaper receives wages, and gathers fruit for eternal life. Therefore, as I said just now, those on the earth must be compared very much to the crops in a field. But Christ has become for us, rising up like a stalk from the holy Virgin. Since indeed he also called himself a grain of wheat to us, saying: Amen, amen I say to you:
ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ἀνάθημα δὲ ὥσπερ ὑπὲρ ἡμῶν γέγονε τῷ Πατρὶ, καὶ ἐν τάξει δράγματος, ὡς γῆς ἀπαρχὴ, δι' ὧν ἐκτέτοκε, μαρτυρομένης εἰς εὐκαρπίαν. Ἄσταχύς γε μὴν νοούμενος εἶς, καθὰ
καὶ ἡμεῖς αὐτοὶ, οὐκ ἄσταχυς εἷς, ἀλλ' ὡς δράγμα προσάγεται, τουτέστιν, ἐκ πολλῶν ἀσταχύων, δέσμη μία. Καί τι τὸ χρῆμά ἐστιν ἀναγκαῖον εἰς ὄνησιν, καὶ μυστηρίου τύπον ἀποπληροῦν. Εἷς μὲν γάρ ἐστιν Ἰησοῦς ὁ Χριστὸς, πλὴν ὡς ἐν εἴδει δράγματος πολλοστὸς νοεῖται, καὶ ἔστι, διὰ τὸ πάντας ἔχειν ἐν ἑαυτῷ τοὺς πιστεύοντας, καθ' ἕνωσιν δὲ δηλονότι τὴν πνευματικήν. Ἐπεὶ τίνα τρόπον ὁ μακάριος γράφει Παῦλος· Ὡς συνεγηγέρμεθά τε αὐτῷ, καὶ συνεκαθίσαμεν ἐν τοῖς ἐπουρανίοις. Ἐπειδὴ δέ ἐστι καθ' ἡμᾶς, σύσσωμοι γεγόναμεν αὐτῷ, καὶ τὴν πρὸς αὐτὸν ἑνότητα διὰ τοῦ σώματος πεπλουτήκαμεν. Ταύτῃτοί φαμεν, ὅτι πάντες ἐσμὲν ἐν αὐτῷ. Καὶ γοῦν αὐτός πού φησι πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Θέλω, ὥσπερ ἐγὼ καὶ σὺ ἓν ἐσμὲν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν. Ὡς ἂν ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Δράγμα τοίνυν ὡς πάντας ἔχων ἐν ἑαυτῷ, καὶ ὑπὲρ πάντων ἀνακείμενος, καὶ ἀνθρωπότητος ἀπαρχὴ τετελειωμένης ἐν πίστει καὶ ὀφειλούσης ἤδη λοιπὸν εἰς τοὺς ἄνω καὶ ἐν οὐρανῷ κομίζεσθαι θησαυρούς. Προσκομίζεσθαι δὲ δεῖν τὸ δράγμα φησὶ τῇ ἐπαύριον τῆς πρώτης, ὅ ἐστι τῇ τρίτῃ. Ἀνεβίω γὰρ ἐκ νεκρῶν κατὰ τὴν τρίτην ἡμέραν, αὐτοῦ τε ἀναπεφοίτηκεν εἰς οὐρανὸν, εἰς τὴν σκηνὴν τὴν ἀληθινὴν, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων.
Unless the grain of wheat falls into the earth and dies, it remains alone; but if it dies, it bears much fruit. And it has become, as it were, an offering for us to the Father, and in the order of a sheaf, as the firstfruits of the earth, which by the things it has brought forth is testified to for fruitfulness. Understood indeed as one ear of grain, just as
we ourselves are, it is not brought forward as one ear, but as a sheaf, that is, from many ears, one bundle. And the matter is something necessary for benefit, and fulfills the type of a mystery. For one is Jesus Christ, yet as in the form of a sheaf he is understood and is manifold, because he has all the believers in himself, through unity, clearly the spiritual unity. Since in what way does the blessed Paul write: We have been raised together with him, and we have sat together in the heavenly places. And because he is according to us, we have become members of his body, and we have been enriched with unity toward him through the body. For this reason we say that we are all in him. And indeed he himself somewhere says to the Father and God in the heavens: I desire that, just as I and you are one, so also they may be in us. So that he who is joined to the Lord is one spirit. A sheaf, therefore, as having all in himself, and offered on behalf of all, and the firstfruits of humanity perfected in faith and now due to be carried up to the treasures above and in heaven. And he says that the sheaf must be brought on the day after the first, which is the third. For he rose again from the dead on the third day, and he himself has ascended into heaven, into the true tabernacle, and into the Holy of Holies.
Ἀλλ' ὥσπερ ἄρτος νοούμενος κατεσημαίνετο κἀν τῷ μόσχῳ τῷ πρὸς ὁλοκαύτωσιν καὶ εἰς ὀσμὴν εὐωδίας, καὶ μέν τοι καὶ ἐν χιμάρῳ τῶν ἀγνοημάτων παρεστηκότι· οὕτω δὴ πάλιν, καὶ εἰ δράγμα νοοῖτο τυχὸν, ἀλλ' ἔστιν αὐτὸς τὸ ἐνιαύσιον πρόβατον, τουτέστι τὸ τέλειον. Παντέλειος γὰρ καὶ ἀνενδεὴς ὁ Χριστὸς ἰδίᾳ φύσει. Ἔστι δὲ πρὸς τούτῳ καὶ ἄμωμος παντελῶς. Οὐ γὰρ ἔγνωκεν ἁμαρτίαν, οὐδ' ἔστι δόλος ἐν τῷ στόματι αὐτοῦ. Αὐτός τε ἡ σεμίδαλις ἡ λαμπρὰ, καὶ ἐλαιόδευτος, τουτέστιν, ἡ ὡς ἐν πιότητι καὶ ἱλαρότητι ζωή. Ζῶμεν γὰρ χαίροντες ἐν αὐτῷ διὰ τὴν ἀποκειμένην ἐλπίδα, καὶ τῇ τοῦ ἁγίου Πνεύματος καταρδευόμενοι χάριτι, κατὰ τὸ ἐν Ψαλμοῖς ἐκεῖνο, φαμέν· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Γεγόναμεν γὰρ ἠλεημένοι, διὰ πίστεως ἐν Χριστῷ, ᾧ τρόπον τινὰ καὶ συνθυμιώμεθα δευτέραν ἔχοντες τάξιν· καθάπερ ἀμέλει τὰ καλούμενα χίδρα πρὸς τὴν ἐκείνου σεμίδαλιν. Χίδρα γὰρ εἶναί φαμεν, τὰ ἐξ ὀσπρίων ἄλευρα. Ὅτι γὰρ καὶ εἰ γέγονε καθ' ἡμᾶς οἰκονομικῶς, ὑπὲρ ἡμᾶς ὁ Χριστὸς νοοῖτ' ἂν εἰκότως, ἐνδοιάσειεν ἂν οὐδείς. Οὐκοῦν τιμιωτέρα μὲν ἀσυγκρίτως ἡ αὐτοῦ ζωή. Ἁγία γὰρ παντελῶς καὶ ἄμωμος. Ἐν μείοσι δὲ καὶ κατόπιν τὰ καθ' ἡμᾶς, καὶ ὡς ἐν τάξει χίδρων, ὡς πρός γε, φημὶ, τὴν ἀπὸ σίτου σεμίδαλιν. Ζωῆς δὲ τύπος σεμίδαλις. Πλὴν συναναφέρεται πρὸς τὸ θυσιαστήριον τὰ χίδρα τῇ σεμιδάλει. Συνθυμιώμεθα γὰρ, ὡς ἔφην, Χριστῷ, καὶ αὐτῷ πάντες εὐωδιάζομεν, καὶ ἐσμὲν σὺν αὐτῷ δεκτοὶ τῷ Θεῷ καὶ Πατρί. Καὶ οἱ Χριστὸν οὐκ ἕχοντες, οὐδ' ἄν εἰσιν ὅλως εἰς θυσίαν ἐπιτήδειοι· Χωρὶς γὰρ ἐμοῦ, φησὶν, οὐ δύνασθε ποιεῖν οὐδέν.
But just as He was signified as bread in the understanding, both in the calf for whole burnt offering and for a sweet savour, and indeed also in the kid set forth for ignorances, so again, even if He be understood perhaps as a sheaf, yet He Himself is the year-old lamb, that is, the perfect one. For Christ is all-perfect and without need in His own nature. And besides this He is also wholly without blemish. For He knew no sin, nor is there guile in His mouth. He Himself is the fine white flour, and mixed with oil, that is, the life as it were in fatness and cheerfulness. For we live rejoicing in Him because of the hope laid up for us, and are watered by the grace of the Holy Spirit, according to that word in the Psalms where we say: You have anointed my head with oil. For we have become objects of mercy through faith in Christ, to whom in a certain manner we are also offered as incense, having the second rank, just as indeed the so-called pulse-meal is compared to His fine flour. For we say that pulse-meal is the flour made from legumes. For that even if He became as we are by economy, Christ would reasonably be understood as above us, no one would doubt. Therefore His life is incomparably more precious. For it is wholly holy and without blemish. But the things that pertain to us are in lesser and lower things, and as it were in the rank of pulse-meal, as compared, I say, to the fine flour from wheat. And the fine flour is a type of life. Nevertheless the pulse-meal is offered up together with the fine flour to the altar. For we are offered as incense together with Christ, as I said, and we all give forth a sweet savour to Him, and we are acceptable with Him to God and the Father. And those who do not have Christ are not at all fit for sacrifice. For without me, He says, you can do nothing.
Νία δὲ, φησὶν, οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἀναφέρητε τὸ δράγμα. Οὔτε γὰρ ὁ τοῦ νόμου καιρὸς, οὔτε μὴν ὁ τῶν ἁγίων χορὸς προφητῶν τὴν νέαν εἶχε τροφὴν, τουτέστι, τὰ διὰ Χριστοῦ παιδεύματα, οὔτε μὴν αὐτὸν τὸν τῆς ἀνθρωπείας φύσεως ἀνακαινισμὸν, πλὴν ὡς ἐν μόνῃ προσαγορεύσει τυχόν. Ἐπειδὴ δὲ ἀνεβίω λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὡς ἐν τάξει δράγματος, τὴν τῆς ἀνθρωπότητος ἀπαρχὴν προσκεκόμικεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, τότε δὴ, τότε καὶ εἰς νέαν ὥσπερ ζωὴν μεταστοιχειούμεθα. Πολιτευόμεθα γὰρ εὐαγγελικῶς, Οὐκ ἐν παλαιότητι γράμματος, ἀλλ' ἐν καινότητι Πνεύματος· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς, τῆς κατακαείσης ἔξω τῆς παρεμβολῆς. αʹ. Ἀλλὰ μέν που καί φησιν ὁ θεσπέσιος Δαβίδ· Τί ἀποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Πρέποι δ' ἂν μάλιστα καὶ ἡμῖν αὐτοῖς ἡ τοιάδε φωνή. Τί γὰρ ἔσται τὸ παρ' ἡμῖν ἰσοστάσιον τῷ Θεῷ καὶ Πατρί; Δέδωκε γὰρ ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν, ἵνα πᾶς ὁ πιστεύσας εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον· μονονουχὶ καὶ τῆς αὐτῷ πρεπούσης ἀφειδήσας φιλοστοργίας. Δέδωκε γὰρ
But you shall not eat new grain, it says, until this very day, until you bring the sheaf. For neither the time of the law, nor indeed the choir of the holy prophets, had the new food, that is, the teachings that come through Christ, nor indeed the renewal itself of human nature, except perhaps in name alone. But since our Lord Jesus Christ has now risen again, and, as it were in the order of a sheaf, has presented Himself to God the Father as the firstfruits of humanity, then indeed, then we too are transformed, as it were, into a new life. For we live according to the gospel, not in the oldness of the letter, but in the newness of the Spirit; through whom and with whom be glory to God the Father, with the Holy Spirit, unto the ages of ages. Amen. Concerning the red heifer, which was burned outside the camp. 1. But indeed the inspired David also says somewhere: What shall I render to the Lord for all that He has rendered to me? And such a utterance would be most fitting for us as well. For what will there be on our part that is of equal weight to God the Father? For He gave His own Son for our sake, so that everyone who believes in Him should not perish but have eternal life; all but sparing even the affection that befits Him. For He gave
ἑαυτὸν ταῖς ἁμαρτίαις ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ σεσώσμεθα μὲν ἡμεῖς· μεμαλάκισται δὲ αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸν ἀνατλὰς τὸν τῆς σαρκὸς θάνατον· οὐχ ἵνα μεθ' ἡμῶν ἐν νεκροῖς ὁρῷτο μεμενηκὼς, ἀλλ' ἵνα σὺν αὐτῷ τε καὶ δι' αὐτὸν εἰς ζωὴν ἀναθέοντες, καὶ παλινδρομοῦντες εἰς ἀφθαρσίαν, χαίροντες λέγωμεν· Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ σου τὸ κέντρον, ᾅδη; Τίς οὖν λοιπὸν εἰς τοῦτο ἀποφέρουσα τρίβος; Ἡ διὰ τοῦ βαπτίσματος χάρις, δι' οὗ πάντα ῥύπον ἀποτριβόμενοι, κοινωνοὶ τῆς θείας ἀναδεικνύμεθα φύσεως, ἐνοικοῦντος ἡμῖν διὰ τοῦ Πνεύματος τοῦ Χριστοῦ. Τότε γὰρ, τότε ἐῤῥαντισμένοι τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων, ὡς μακάριος γράφει Παῦλος, καὶ τῆς μυστικῆς εὐλογίας γεγονότες μέτοχοι, καὶ τῆς ἄνωθεν χάριτος τὸν οἰκεῖον ἀναπιμπλάντες νοῦν, ζηλωτοὶ καὶ ἀπόβλεπτοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὁρώμεθα; Ἴδοις δ' ἂν ἀληθὲς ὅπερ ἔφην, τὰ ἐπὶ τῇ δαμάλει τεθεσπισμένα εἰ συνήσεις. Καὶ ἐλάλησε, φησὶ, Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα συνέταξε Κύριος λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν, ἄμωμον, ἥτις οὐκ ἔχεται ἐν αὐτῇ μῶμον, καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ' αὐτὴν ζυγός. Καὶ δώσεις αὐτὴν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ. Καὶ λήψεται Ἐλεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου, ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις.
...himself to our sins, according to the Scriptures, and we have been saved; but he was made weak for our sins, and he suffers pain for us, and he himself endured the death of the flesh; not so that he might be seen remaining with us among the dead, but so that, running up together with him and through him into life, and running back into incorruption, we might say with joy: Where is your victory, death? Where is your sting, Hades? What path, then, leads us to this? The grace that comes through baptism, through which, wiping away every stain, we are shown to be partakers of the divine nature, since the Spirit of Christ dwells in us. For then, then—having our conscience sprinkled from dead works, as the blessed Paul writes, and having become partakers of the mystical blessing, and filling our own mind with the grace from above—we are seen to be zealous and admired, and what indeed are we not seen to be among such things? And you would see that what I said is true, if you understand the things ordained concerning the heifer. And the Lord spoke, it says, to Moses and Aaron, saying: This is the distinction of the law, as many things as the Lord commanded, saying: Speak to the sons of Israel, and let them take to you a red heifer, without blemish, which has no blemish in it, and upon which no yoke has been laid. And you shall give it to Eleazar the priest, and they shall bring it outside the camp to a clean place, and they shall slaughter it before him. And Eleazar shall take from its blood, and shall sprinkle opposite the face of the tent of witness, from its blood seven times.
Καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα αὐτῆς, καὶ τὰ κρέα, καὶ τὸ αἷμα αὐτῆς σὺν τῷ κόπρῳ κατακαυθήσεται. Καὶ λήψεται ὁ ἱερεὺς ξύλον κέδρινον, καὶ ὕσσωπον, καὶ κόκκινον, καὶ εἰσβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως. Καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς εἰς τὴν παρεμβολὴν, καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας. Καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως. Καὶ ἐν τοῖς ἑξῆς· Καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσηλύτοις τοῖς προκειμένοις ἐν μέσῳ ὑμῶν, νόμιμον αἰώνιον. Προσεπάγει δὲ τούτοις ὁ νομοθέτης, ὅτι καταμιαίνει μέν τινας καὶ βεβήλους ἀποφαίνει τὸ τεθνεῶτος ἀποθήγειν. Ἔσται δὲ ἀκάθαρτος ὁ τοῦτο παθὼν ἐφ' ὅλαις ἡμέραις τὸν ἀριθμὸν ἑπτά. Ἁγνηθήσεται δὲ τῇ σποδῷ τῆς δαμάλεως ἀναμὶξ ὕδατι τὸ αἷμα ἐῤῥαμμένος τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ μέν τοι καὶ ἐν ἑβδόμῃ. Εἰ δὲ μὴ τοῦτο δρῴη, φησὶν, ἀναπόνιπτον ἕξει τὴν ἀκαθαρσίαν. Ἀποτιεῖ δὲ καὶ δίκας, ὅτι τὴν σκηνὴν Κυρίου ἐμίανεν. Ἐκτριβήσεται, φησὶν, ἡ ψυχὴ αὐτοῦ ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεῤῥαντίσθη ἐπ' αὐτόν. Εἰ δὲ καὶ ἐν οἴκῳ γένηται, φησὶν, ἐκτεθνάναι τινὰ, καθοριζέσθω δὴ τότε καὶ αὐτῆς τῆς ἑστίας, καὶ πάντων τῶν ἐν αὐτῇ, σκευῶν δὴ λέγω, τῆς ἀκαθαρσίας τὸ ἔγκλημα. Καὶ εἰ πωμάτων ἔρημα κέοιτό τινα τῶν ἀγγείων, ἔστω καὶ ταῦτα μεμολυσμένα.
And they shall burn it before him, and its skin, and its flesh, and its blood with its dung shall be burned. And the priest shall take cedar wood, and hyssop, and scarlet, and cast them into the midst of the burning of the heifer. And the priest shall wash his garments, and bathe his body in water, and after these things the priest shall enter into the camp, and the priest shall be unclean until evening. And he who burns it shall wash his garments, and bathe his body in water, and shall be unclean until evening. And a clean man shall gather the ashes of the heifer. And in what follows: And it shall be for the sons of Israel and for the proselytes who are set before you in your midst, an everlasting ordinance. And the lawgiver adds to these things, that touching one who is dead defiles certain persons and makes them profane. And he who has suffered this shall be unclean for whole days, seven in number. But he shall be cleansed by the ashes of the heifer mixed with water, having been sprinkled with the blood on the third day, and indeed also on the seventh. But if he does not do this, he says, he shall have his uncleanness unwashed away. And he shall also pay the penalty, because he defiled the tabernacle of the Lord. His soul shall be blotted out, he says, from Israel, because the water of sprinkling was not sprinkled upon him. But if it happens, he says, that someone has died in a house, then let both the dwelling itself and all things in it be declared unclean—I mean the vessels—the charge of uncleanness. And if some of the vessels lie empty of covers, let these also be defiled.
Βέβηλος δὲ οὐδὲν ἧττον, φησὶν, ὁ ἁψάμενος ἐν πεδίῳ ἢ τραυματίου τυχὸν, ἢ ὀστέου νεκροῦ, ἢ μνήματος. Τίνι δὴ οὖν ἀποσμήχεσθαι τὰ τοιαῦτα προστέταχεν, ἐροῦμεν ὡς ἔνι τὴν τοῦ Γράμματος ἀσάφειαν τοῖς καθήκουσι λογισμοῖς εὐτέχνως διαπτύσσοντες. βʹ. Δάμαλις μὲν οὖν ἡ ἀμώμητος παντελῶς, καὶ ῥύπου παντὸς εἰσάπαν ἀπηλλαγμένη, καὶ οὐκ εἰδυῖα τὸ πλημμελεῖν, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἐθάρσησε γὰρ εἰπεῖν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Καὶ μέν τοι πρὸς Ἰουδαίους· Τίς ἐξ ὑμῶν ἐλέγξῃ με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; Πλὴν ἐκεῖνο ἄθρει δὴ, ποτὲ μὲν μόσχος, ποτὲ δὲ δάμαλις παρά γε τοῖς ἱεροῖς ὠνόμασται λόγοις, ἵνα διὰ μὲν τοῦ ἄῤῥενος, ὡς καθηγητὴς, διὰ δὲ τοῦ θήλεως, ὡς ἐν μείονί τε καὶ ὑποταγῇ σημαίνηται. Καθηγούμενος γὰρ τῶν ὅλων ὁ Θεὸς, καὶ τὸ κατὰ πάντων μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀνημμένον κράτος· γέγονε μὲν γὰρ ἑκὼν ὑπὸ νόμον, τετήρηκε δὲ τὰ Μωσέως, ὡς προὔχοντος, εἰ καὶ ἦν οἰκέτης. Καὶ θαυμαστὸν οὐδὲν, ὅτι καὶ
But the one who has touched in the field, he says, is no less profane—whether it be a slain man, or perhaps a dead man's bone, or a grave. We shall therefore state, as far as possible, by what means such things are commanded to be wiped away, skillfully unfolding the obscurity of the Scripture with fitting reasonings. 2. The heifer, then, wholly without blemish and utterly free from all stain, and not knowing how to transgress, is our Lord Jesus Christ. For he dared to say: "The ruler of this world comes, and he will find nothing in me." And indeed to the Jews: "Which of you will convict me of sin? If I speak the truth, why do you not believe me?" But observe this too: sometimes it is named a calf, sometimes a heifer in the sacred words, so that by the male it may be signified as a leader, and by the female as in a lesser and subordinate position. For God is the leader of all things, and the dominion over all things is attached with God the Father; for he became willingly under the law, and he kept the things of Moses, as of one who excels, even if he was a servant. And it is no wonder that also
προφήτης ὠνόμασται, καὶ ἐν δούλου πέφηνε μορφῇ, καίτοι προφητῶν ὑπάρχων Κύριος καὶ Θεός. Πυῤῥὰ δὲ ἡ δάμαλις· τετέλεσται γὰρ ἐφ' αἵματι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, εἴπερ ἐστὶν ἀληθὲς ὅτι γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ ἀφῖκται σώζων τὴν ὑπ' οὐρανὸν ἰδίῳ αἵματι. Αἵματος δὲ σημεῖον ἂν γένοιτο καὶ μάλα σαφῶς ἡ πυῤῥότης. Ἀλλ' εἰ καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ, καὶ μεθ' ἡμῶν ὑπὸ νόμον οἰκονομικῶς ὡς ἄνθρωπος, εἰ καὶ δοῦλος ὠνόμασται, τῆς ἀναληφθείσης σαρκὸς οὐκ ἀτιμάσας τὴν σάρκα· ἀλλ' ἦν τε καὶ ἔστι καὶ οὕτως ἐλεύθερος, ὅτι καὶ φύσει Θεὸς, καὶ ζυγῷ δουλείας ἤκιστα μὲν ἐνδούμενος, ἀπείρατος δὲ τοῦτο, οὐδὲ παντελῶς. Ἔρχεται γὰρ ἄνωθεν, καὶ ἐπάνω πάντων ἐστὶν, ἐξ αὐτῆς ἀναφὺς τῆς ἐλευθέρας οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Ταύτῃτοι τὴν δάμαλιν παρενεχθῆναι δεῖν ἔφη, πυῤῥάν τε καὶ ἄμωμον, καὶ τῶν ζεύγλῃ πόνων ἀπείρατον. Εἰ γὰρ κεκένωκεν ἑαυτὸν ὁ Μονογενὴς καθίεται δὲ καὶ ἑκὼν ἐν δούλου μορφῇ, πῶς ἂν ἢ πόθεν εἴη ἂν ἀμφίλογον ὡς ἔσται μὲν πάντως ἐξ ὑψωμάτων ἡ ὕφεσις, ἐκ πληρωμάτων δὲ ἡ κένωσις; ἐξ ἐμφύτου δὲ αὖ καὶ πρεσβυτέρας ἐλευθερίας ἡ κάθοδος, ἡ ὡς ἔν γε, φημὶ, τῇ τοῦ δούλου μορφῇ. Ἡ οὗν δάμαλις μὲν διάτοι τὸ ἐν ὑποταγῇ τε καὶ ὑπὸ νόμον ὡς ἡγούμενον· πυῤῥὰ δὲ ὅτι τῆς οἰκονομίας ὁ τρόπος ἐφ' αἵματι γέγονε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν. Ἄμωμος δὲ, διὰ τὸ ἀπλημμελές· οὐ γὰρ οἶδεν ἁμαρτίαν. Ἔργου δὲ καὶ ζεύγλης ἀπείρατος, διὰ τὸ ἐλεύθερον ἐν θεότητι, καὶ τὸ ἄηθες τῆς δουλείας, εἰ καὶ γέγονε καθ' ἡμᾶς καὶ ἐν δούλου μορφῇ.
he has been called a prophet, and he has appeared in the form of a slave, although he is Lord and God of the prophets. And the heifer is red; for the mystery of the incarnation has been accomplished in blood, if indeed it is true that he became obedient to the Father unto death, even death on a cross, and has come saving those under heaven by his own blood. And the redness would be a sign of blood, very clearly indeed. But even if he became obedient to the Father, and was with us under the law by economy as a man, even if he has been called a slave, he did not dishonor the flesh of the flesh he assumed; but he was and is even so free, because he is also God by nature, and he is by no means subjected to the yoke of slavery, yet not entirely inexperienced in this. For he comes from above, and is above all things, having sprung from the very free essence of God and the Father. For this reason he said that the heifer must be brought, both red and without blemish, and inexperienced in the labors of the yoke. For if the Only-begotten emptied himself and willingly sits in the form of a slave, how or from where would it be doubtful that the descent will certainly be from heights, and the emptying from fullness? And again, the descent is from innate and older freedom, that is, as I say, in the form of the slave. The heifer, therefore, is on account of that which is in subjection and under the law as a leader; and red, because the manner of the economy has come about in blood for us and on our behalf. And without blemish, because of his sinlessness; for he knew no sin. And inexperienced in work and yoke, because of the freedom in divinity, and the unfamiliarity of slavery, even if he became according to us and in the form of a slave.
Ἀλλὰ δώσουσι, φησὶ, τὴν δάμαλιν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ. Τύπος δ' ἂν εἴη τῶν ἱερῶν καὶ ἡγιασμένων, καὶ τῷ ἁγίῳ Πνεύματι κατακεχρισμένων, ὁ ἱερεύς· ἐπείτοι καὶ πρὸς ἡμᾶς τοὺς πεπιστευκότας εἴρηταί που διὰ φωνῆς ἁγίου· Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Ἡμῖν ἄρα τοῖς ἱεροῖς, τῷ ἀπολέκτῳ γένει, καὶ τῷ ἁγίῳ ἔθνει δέδοται Χριστὸς παρὰ Θεοῦ καὶ Πατρὸς, ἁγιασμὸς καὶ ἀπολύτρωσις, σοφία καὶ δικαιοσύνη, Σωτήρ τε καὶ Λυτρωτὴς, καὶ ὡς θεσπέσιος γράφει Παῦλος, ἔξω τῆς πύλης ἔπαθεν. Ἔνθα καὶ ἡμᾶς ἰέναι δεῖν ἔφη, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντας, τουτέστι, τὸν ἴδιον σταυρόν. Τοῦτο καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅτι δὲ τοῖς ἱεροῖς καὶ ἡγιασμένοις πρεπωδέστατόν τε καὶ οἰκεῖον εἰς ὄνησιν, μονονουχὶ καὶ ἐν ὀφθαλμοῖς ἔχειν τὸν ἀποθανόντα Χριστὸν, ὑπεμφήνειεν ἂν, τὸ ὡς ἐν ὄψει ἱερέως κατασφάττεσθαι δεῖν νομοτεθῆσαι δάμαλιν. Ὅτε δὲ μεμνήμεθα τοῦ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθανόντος Χριστοῦ, τότε δὴ, τότε μειζόνως κατατεθήπαμεν τὸν θεσπέσιον ἡμῖν ὑποφωνοῦντα Παῦλον περὶ αὐτοῦ· Εἶς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Καὶ πάλιν· Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτ' ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.
But, he says, they shall give the heifer to Eleazar the priest, and they shall bring it outside the camp to a clean place, and they shall slaughter it before him. And the priest would be a type of those who are sacred and sanctified and anointed with the Holy Spirit; for indeed it has been said somewhere to us who have believed through a holy voice: But you are a chosen race, a royal priesthood, a holy nation. To us, then, who are sacred, the chosen race, and the holy nation, Christ has been given by God and the Father—sanctification and redemption, wisdom and righteousness, Savior and Redeemer—and, as the divine Paul writes, he suffered outside the gate. Where he also said that we must go, bearing his reproach, that is, our own cross. This the Savior himself also said: If anyone wishes to come after me, let him deny himself, and take up his cross, and follow me. And that it is most fitting and proper for those who are sacred and sanctified, for their benefit, to have the dead Christ, so to speak, even before their eyes, he has hinted by legislating that the heifer must be slaughtered as in the sight of the priest. But when we remember Christ who died for us and on our behalf, then indeed, then all the more do we marvel at the divine Paul who speaks to us concerning him: For one died for all, so that those who live might no longer live for themselves, but for him who died and was raised for us. And again: For I through the law died to the law, so that I might live to God; I have been crucified with Christ. And I no longer live, but Christ lives in me.
Ὃ δὲ ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν. Οὐκοῦν προκείσθω τρόπον τινὰ τοῖς τῆς διανοίας ὄμμασι τὴν ὑπὲρ ἡμῶν ὑπομένων σφαγήν. Ζήσομεν γὰρ οὕτως ἑαυτοῖς μὲν οὐκέτι, Θεῷ δὲ μᾶλλον, ὡς ἠγορασμένοι τῷ αἵματι τοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, κατὰ τὰς Γραφάς. Προσέταττέ γε μὴν τῇ τοῦ ἱερέως χειρὶ, καταῤῥαίνεσθαι τῷ αἵματι τὴν ἁγίαν σκηνὴν, καὶ τοῦτο ἑπτάκις· καταπίμπρασθαι δὲ τὴν δάμαλιν, οὐδενὸς τὸ σύμπαν ἐκβεβλημένου τῶν ὅσα ἐστὶν αὐτῆς· ἀλλ' ὁμοῦ τοῖς κρέασι καὶ κόπρῳ, τὸ δέρμα καὶ τὰ λοιπὰ τοῦ σώματος. Ἁγιάζει γὰρ ὁ Χριστὸς τῷ ἰδίῳ αἵματι τὴν ἀληθεστέραν σκηνὴν, τουτέστι, τὴν Ἐκκλησίαν· ἁγιάζει δὲ τελείως, τουτέστι, πλουσίως. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ ἑπτάκις τῷ αἵματι καταῤῥαίνεσθαι τὴν σκηνήν. Τελειότητος δὲ σημεῖον, ὁ μέχρις ἑπτὰ προήκων ἀριθμός. Τὸ δέ γε πυρὶ τὴν δάμαλιν καταπίμπρασθαι μετὰ τὴν σφαγὴν, ὑπεμφαίνειν ἔοικε τὴν μέχρι θανάτου
But what I live in the flesh, I live in faith in the Son of God, who loved me and gave himself up for us. Therefore let him lie, in a manner of speaking, before the eyes of our mind, enduring the slaughter on our behalf. For thus we shall live no longer for ourselves, but rather for God, as those bought with the blood of Christ, who gave himself for us, according to the Scriptures. Indeed, he commanded the hand of the priest to sprinkle the holy tabernacle with the blood, and that seven times; and the heifer to be burned up entire, with nothing at all of all that belongs to it cast out, but together with the flesh and the dung, the hide and the rest of the body. For Christ sanctifies with his own blood the truer tabernacle, that is, the Church; and he sanctifies perfectly, that is, richly. For this, I think, is what it means for the tabernacle to be sprinkled with blood seven times. And the sign of perfection is the number that extends as far as seven. But that the heifer is burned up with fire after the slaughter seems to hint at the
δοκιμασίαν, ἣν ὑπὲρ ἡμῶν ὑπέστη Χριστός. Δοκιμάζεται γὰρ ἐν πυρὶ τὸ ἀργύριον, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, ὅτι Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Ὅτι δὲ δι' ὑπακοῆς τῆς μέχρι θανάτου δεδοκίμασται τρόπον τινὰ ὁ Χριστὸς, ἐκδείξειεν ἂν οὐκ ἀσυμφανῶς ἐκεῖνο, οἶμαί που. Ἔφη μὲν γάρ που διὰ φωνῆς Ζαχαρίου τοῦ προφήτου, τάχα που πρὸς τοὺς ἐν πίστει δεδικαιωμένους, ἤγουν ὑπὲρ ὧν ἀπέθανε· Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε στήσαντες τὸν μισθόν μου, ἢ ἀπείπασθε. Εἶτά φησιν ὁ προφήτης· Καὶ ἔστησαν τὸν μισθόν μου, τριάκοντα ἀργυρίους. Καὶ εἶπε Κύριος πρός με· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Οὐκοῦν ὑπεμφήνειεν ἂν, ὡς ἔφην, τὸ μέχρι θανάτου δεδοκιμάσθαι Χριστὸν, τὸ πυρὶ τὴν δάμαλιν καταπίμπρασθαι μετὰ τὴν σφαγήν. Πλὴν οὐδὲν ἀπόβλητον αὐτῆς. Ὅλος γὰρ ἅγιος ὁ Χριστὸς, καὶ τὰ κρέα, καὶ τὸ δέρμα, τουτέστι, τά τε ἐν κατακαλύψει κεκρυμμένα, καὶ τὰ ἐμφανῆ καὶ πρόχειρα. Θεὸς γὰρ ἦν φύσει, γεγονὼς καθ' ἡμᾶς, πλὴν οὐκ εἰδὼς ἁμαρτίαν. Κέδρινον δὲ ξύλον, καὶ μέν τοι καὶ ὕσσωπος, καὶ κλῶσμα κόκκινον, ἐμβάλλεται τῇ σποδῷ, τοῦ μὲν κεδρίνου, τὴν ἀφθαρσίαν ἀστείως ἡμῖν ὑπεμφαίνοντος· σήψεως γὰρ ἀμείνων ἡ κέδρος· τῆς δὲ ὑσσώπου, τὴν κάθαρσιν· σμηκτικὴ γὰρ ἡ πόα, καὶ τὰς ἐν σπλάγχνοις ἀκαθαρσίας ἐκτήκουσα φυσικῶς· τοῦ δὲ κοκκίνου κλώσματος, τὴν πρὸς σάρκα τοῦ Λόγου συνδρομὴν εὖ μάλα κατασημαίνοντος·
the testing which Christ endured on our behalf. For silver is tested in fire, as it is hymned in the Psalms: You tested us, O God, you refined us as silver is refined. And that Christ has been tested, in a manner of speaking, through obedience unto death, that passage, I think, would show not indistinctly. For he said somewhere through the voice of Zechariah the prophet, perhaps to those justified in faith, that is, those for whom he died: And I will say to them, If it is good in your sight, give me my wages, or refuse. Then the prophet says: And they set my wages, thirty pieces of silver. And the Lord said to me: Cast them into the furnace, and see whether it is genuine, in the manner in which I was tested on their behalf. Therefore, as I said, it would hint at Christ being tested unto death—the heifer being burned with fire after the slaughter. Yet nothing of it is to be rejected. For Christ is wholly holy, both the flesh and the skin, that is, both the hidden things and the visible and manifest things. For he was God by nature, having become as we are, yet without knowing sin. And cedar wood, and indeed hyssop, and scarlet thread are cast into the ashes—the cedar, elegantly hinting to us the incorruptibility (for cedar is better than decay); the hyssop, the purification (for the herb is cleansing, and naturally dissolves the impurities in the inward parts); and the scarlet thread, well and truly signifying the union of the Word with flesh.
ἐνεπλάκη γὰρ ὥσπερ ὁ Λόγος τῇ σαρκὶ καὶ αἵματι, δεδοκίμασται δὲ δι' ἡμᾶς καὶ διὰ πυρὸς καὶ μέχρι θανάτου, καθάπερ ἔφην ἔναγχος. Ἀλλ' ἦν τὸ πάθος αὐτοῦ, καὶ ὁ τῆς ἐνανθρωπήσεως τρόπος, ἀφθαρσίας ἡμῖν καὶ καθαρισμοῦ πρόξενος. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ τὸν ἐν ψυχῇ καὶ σπλάγχνοις ἀποτρεψάμενοι μολυσμὸν, εἴπερ ἐστὶν ἀληθῶς τὸ σωτήριον βάπτισμα καὶ ἡ τῆς δυνάμεως, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν· δι' οὗπερ ἂν γένοιτο πλημμελημάτων ἡ ἄφεσις, ἕψεται πάντως ταῖς τοῦ πιστεύειν ὁμολογίαις ἡ χάρις. Ὅτι δὲ τὸ ὑπὲρ ἡμῶν τεθνάναι Χριστὸν, ὁδὸς γέγονεν εἰς ἀφθαρσίαν καὶ ζωὴν, οὐδαμόθεν ἀμφίλογον. Ὁ δὲ κατεμπιπρὰς δάμαλιν, καὶ ἀναμίσγων τῇ σποδιᾷ τὸ κέδρινον ξύλον, τήν τε ὕσσωπον, καὶ τὸ κόκκινον, καὶ μέν τοι ὁ συλλέγων τὴν σποδιὰν, ἀκάθαρτοι, φησὶν, ἕως ἑσπέρας, καίτοι φαιδρυνόμενοι τὰ ἄμφια, καὶ ὑπάρχοντες καθαροί· καταδεικνύντος τάχα που τοῦ νόμου τὸ τῆς ἀνθρωπίνης φύσεως ἀσθενὲς, καὶ ὅτι λεπτῶς τε καὶ ἀκριβῶς εἰ ἐρευνῷτο τὰ καθ' ἡμᾶς, ἀνεπιτίμητος παντελῶς οὐδεὶς τῶν τεταγμένων εἰς λειτουργίαν, δῆλον δὲ ὅτι τὴν θείαν τε καὶ ἱερὰν, ἀλλὰ κἄν τις εἴη τυχὸν τῶν εἰς ἄριστα βιοῦν ᾑρημένων, καὶ εἰς ὅσον οἶόν τε καθαρὸς, οὐκ ἀμώμητον ἕξει τὴν λειτουργίαν. Ἄξιος γὰρ οὐδεὶς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ἀποθίγειν. Καὶ θαυμαστὸν οὐδέν· ἀναπείσει γὰρ ἡμᾶς ὁ λόγος ὁ ἱερὸς, οὕτω λέγων· Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ. Οὐκοῦν εἰ συγκρίνοιτο τὰ καθ' ἡμᾶς τῇ καθαρότητι τοῦ Χριστοῦ, ἀκάθαρτα καὶ μεμολυσμένα, καὶ ὑπὸ δίκησιν ἔσται τὴν θείαν.
For the Word was entangled, as it were, with flesh and blood, and for our sake he was tested through fire and even unto death, just as I said a moment ago. But his suffering, and the manner of his becoming human, became for us a source of incorruption and purification. For we have been justified in him, having turned away the defilement that is in soul and inward parts, if indeed the saving baptism is truly the appeal of a good conscience to God—not the removal of the filth of the flesh but of the power—through which the forgiveness of sins would come about; grace follows without fail upon the confessions of faith. And that Christ's dying for us has become a way to incorruption and life is in no way doubtful. But the one who burns the heifer and mixes the cedar wood, the hyssop, and the scarlet with the ashes, and indeed the one who gathers the ashes, are unclean, he says, until evening, even though they are cleansed in their garments and are clean—the law perhaps demonstrating the weakness of human nature, and that if our affairs were examined finely and precisely, no one at all of those appointed to the ministry would be beyond reproach—clearly the divine and sacred ministry—but even if someone happened to be among those who have chosen to live the best life, and is as pure as possible, he will not have a blameless ministry. For no one is worthy to touch the mysteries of our Savior. And this is no wonder; for the sacred Word will persuade us, speaking thus: The stars are not clean in his sight. Therefore, if our affairs were compared with the purity of Christ, they are unclean and defiled, and will be subject to the divine judgment.
Θαυμάσειε δ' ἄν τις καὶ σφόδρα εἰκότως τὸν θεῖον λέγοντα Μελῳδόν· Ἐὰν ἀνομίας παρατηρεῖς, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἐπιτιμᾶται δὴ οὖν καὶ ὁ δοκῶν εἶναι καθαρός. Πολὺ γὰρ ἄμεινον, ὡς ἔφην, ἢ κατὰ ἀνθρώπου φύσιν, τὸ ἀπλημμελὲς παντελῶς, καὶ τὸ ἐν ἡμῖν καθαρότητος πλησιάσαι Χριστῷ. Ἔξω δὲ τῆς παρεμβολῆς ἀποχέεσθαι δεῖν ἔφη τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ἐν αὐτῇ τῇ παρεμβολῇ. Ἔξω γὰρ ὥσπερ τῆς Ἰουδαίων Συναγωγῆς ἡ ἐν Χριστῷ κάθαρσις. Ἀπεφοίτησε γὰρ αὐτῆς ἐντελέστατα λέγων· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Μετεῤῥύηκε δὲ ὥσπερ ἐπὶ τὰ ἔθνη λοιπὸν ἡ ἀφαγνίζουσα χάρις· καὶ ὡς ὁ Παῦλός φησιν· Οἱ μακρὰν γεγόνασιν ἐγγύς. Κέκληνται γὰρ διὰ πίστεως, καὶ τὴν ἐν Χριστῷ δικαιοσύνην πεπλουτήκασιν, ἀπειθεῖν ἑλομένων τῶν ἐξ Ἰσραήλ. Ὅτι δὲ πᾶν εἶδος ἀκαθαρσίας διασμήξειεν ἂν καὶ λίαν εὐκόλως τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, διεσάφει λέγων, ὡς Εἴ τις ἅψαιτο νεκροῦ,
καταμιανθήσεται μέν· ἀπαλλαχθείη δ' ἂν οὐχ ἑτέρως τοῦ συμβεβηκότος, εἰ μὴ καταῤῥαίνοιτο τῷ ὕδατι τοῦ ἁγνισμοῦ κατὰ τὴν τρίτην καὶ ἑβδόμην ἡμέραν. Καὶ νεκρότης μὲν, σωμάτων φθορὰ, καὶ ἀκαθαρσίας σύμβολον. Ὁ δὲ τοῦ ὕδατος ῥαντισμὸς, ἀναμεμιγμένης αὐτῷ τῆς σποδοῦ τῆς δαμάλεως καὶ τῶν ἑτέρων, τύπος ἂν εἴη τοῦ ἁγίου βαπτίσματος. Οὐκοῦν ὁ νεκροῖς ἔργοις καὶ τοῖς εἰς φθορὰν μιάσμασιν ἐνεχόμενος· ἔργα δὲ νεκρότητος τὰ σαρκὸς εἶναί φαμεν ἀνόσιά τε καὶ βέβηλα πάθη, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν·
One might well marvel, and very reasonably, at the divine Melodist when he says: If you observe iniquities, Lord, who will stand? For with you there is propitiation. So then even the one who seems to be clean is reproved. For, as I said, the complete freedom from fault, and the purity that is in us drawing near to Christ, is far better than human nature allows. But he said that the water of purification must be poured out outside the camp, and not rather within the camp itself. For the purification in Christ is, as it were, outside the Synagogue of the Jews. For he departed from it most completely when he said: Behold, your house is left to you desolate. And the cleansing grace has now been transferred, as it were, to the Gentiles; and as Paul says: Those who were far off have become near. For they have been called through faith, and have grown rich in the righteousness that is in Christ, while those of Israel chose to disobey. And that the water of purification would wash away every kind of uncleanness, and very easily, he made clear when he said: If anyone touches a dead body, he will be defiled; but he would not otherwise be released from what has happened to him unless he were sprinkled with the water of purification on the third and seventh day. And deadness is the corruption of bodies, and a symbol of uncleanness. But the sprinkling of water, with the ashes of the heifer and the other things mixed in it, would be a type of holy baptism. Therefore the one who is entangled in dead works and in defilements that lead to corruption—and we say that the works of deadness are the unholy and profane passions of the flesh: fornication, uncleanness, passion, evil desire—
οὐχ ἑτέρως ἂν ἔχοι τὸ καθαρὸν, εἰ μὴ ἀφαγνίζοιτό τε καὶ τὸν μολυσμὸν ἀπονίψοι διὰ τοῦ ἁγίου βαπτίσματος, κατά τε τὴν τρίτην καὶ τὴν ἑβδόμην. Καὶ σημαίνει μὲν ἡ τρίτη τὸν τῆς ἀναστάσεως καιρὸν, τὸν ἔσχατόν τε καὶ ὡς ἐν τέλει λοιπὸν, καθ' ὂν γέγονεν ἄνθρωπος ὁ Μονογενής. Εἰ δὲ δὴ καὶ οἶκος καταμιαίνοιτο, φησὶ, τεθνεῶτός τινος ἐν αὐτῷ, ἀκάθαρτοι μὲν οἱ εἰσβαίνοντες ἐν αὐτῷ. Βδελυρὸν δὲ καὶ σκεῦος ἄπαν καὶ ἀγγεῖον οὐ πεπωπασμένον· πλὴν τῷ ὕδατι τοῦ ἁγνισμοῦ καὶ ταῦτα διακαθαίρεται κατὰ τὸν ἴσον τρόπον, κατὰ τὴν τρίτην καὶ τὴν ἑβδόμην ἡμέραν. Οἶκον δὲ τὸν μεμολυσμένον, σκεύη τε τὰ ἐν αὐτῷ, καὶ ἀγγεῖον οὐ πεπωπασμένον, ὁ νομοθέτης ἡμῖν ἐν τούτοις ὑποδηλοῦν ἔοικεν, τὴν κυριοκτόνον τάχα που τῶν Ἰουδαίων Συναγωγήν· συλλήβδην μὲν, ἁπασῶν ὡς ἐν οἴκῳ νοουμένην· καθέκαστον δὲ, ὥσπερ διὰ τῶν σκευῶν. Σκεῦος γὰρ ἐπὶ γῆς ὁ ἄνθρωπος. Ὅτι δὲ αὐτοῖς οὐκ ἀσφαλὴς ὁ νοῦς, ἕτοιμος δὲ λίαν εἰς μολυσμοὺς, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν εἰσδέξασθαι τῶν ἀδικεῖν εἰωθότων, ὑπαινίττεταί πως διὰ τῶν ἀγγείων τῶν οὐ πεπωπασμένων, εἰς ἃ τοῖς ἐθέλουσι κατολισθεῖν εὔκολον, κἂν εἴτε ἀσκαλαβῶτες, εἴτ' οὖν ἕτερόν τι τῶν ἐνοικιδίων ὑπάρχοι ζώων. Ἀλλ' ὅγε τῶν ἐν πίστει δεδικαιωμένων, οὐχ ὧδε ἔχει νοῦς. Ἀσφαλὴς γὰρ καὶ πεπωπασμένος, καὶ τοῖς ἀδικεῖν εἰωθόσιν οὐχ ἁλώσιμος. Ἀλλὰ κἂν εἴ τις ἅψηται, φησὶν, ἢ τραυματίου τυχὸν, ἢ ὀστέου νεκροῦ, ἢ μνήματος, καὶ οὕτως ἔστω μεμολυσμένος. Καὶ τραυματίαν εἶναί φαμεν τὸν οὐχ ὑγιᾶ τὴν καρδίαν, τετραυματισμένον δὲ ὥσπερ, ἢ ἐπιθυμίαις κοσμικαῖς, ἢ θελήμασι κοσμικοῖς, εἴτ' οὖν σαρκικοῖς.
The clean thing could not be otherwise unless it were purified and washed away its defilement through holy baptism, according to the third and the seventh. And the third signifies the time of the resurrection, the last and, as it were, finally at the end, at which the Only-Begotten became man. But if, he says, a house should be defiled by someone dead in it, those who enter it are unclean. And every vessel and container not covered over is abominable; yet these too are cleansed by the water of purification in the same manner, on the third and the seventh day. The defiled house, and the vessels in it, and the container not covered over, the lawgiver seems to us in these things to hint at the synagogue of the Jews, which killed the Lord—perhaps, taken as a whole, conceived as all of them in one house, and individually, as it were, through the vessels. For man is a vessel upon the earth. That their mind is not secure, but very ready for defilements, and for receiving anything at all of the things that are accustomed to do wrong, he hints somehow through the containers not covered over, into which it is easy for those who wish to slip down, whether lizards or some other of the creatures that live in houses. But the mind of those who have been justified in faith is not so. For it is secure and covered over, and not catchable by those accustomed to do wrong. But even if, he says, someone touches either a wounded man, or a dead bone, or a tomb, even so let him be defiled. And we say that the wounded man is the one whose heart is not healthy, but as it were wounded, either by worldly desires, or by worldly wills, or indeed by fleshly ones.
Νεκροῦ δὲ ὀστέον παραδεξόμεθα ἂν εἰς ἀκαθαρσίας λείψανον· μνῆμα δὲ αὖ, εἰς ἀνάμνησιν τρόπον τινὰ καὶ ἀποθανούσης ἀκαθαρσίας. Πλήττει γὰρ ἔστιν ὅτε τὴν καρδίαν ὁ Σατανᾶς. Ἡττώμενοι δὲ ἀνὰ μέρος τοῖς τῆς σαρκὸς πάθεσι καὶ ἡμεῖς αὐτοὶ νοσοῦμεν οὐκ εἰς ἅπαν τὴν ἐφ' ὁτιοῦν ἁμαρτίαν, ἐν λειψάνοις δὲ αὐτῆς ἔτι στάντες διατελοῦμεν ἐν κόσμῳ. Οἷόν τί φημι· κρατεῖν ἐπείγεταί τις ὀργῆς, ἢ φιλαργυρίας, διαφεύγει δὲ οὐκ εἰσάπαν τὴν ὑπερβολήν. Τοῦτο, οἶμαι, ἔστι τὸ ἐν λειψάνοις εἶναί τινας ἀκαθαρσίας, οὗ σημεῖον ἂν γένοιτο τοῦ νεκροῦ τὸ ὀστοῦν. Ἀλλὰ καὶ πάθους ἤδη νενικημένου πρὸς ἀνάμνησιν καθιέντες τὸν νοῦν, καὶ τεθαμμένης ἡδονῆς ἐγγὺς ἰόντες ἐσθ' ὅτε πλημμελοῦμεν οὐ μικρῶς. Ἀπαλλαττόμεθα δὲ τῶν τοιούτων αἰτιαμάτων, διασμήχοντος ἡμᾶς τοῦ Χριστοῦ, καὶ τῷ ἰδίῳ πάθει διακαθαίροντος. Ἀπέθανε γὰρ ὑπὲρ ἡμῶν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ ἔστι παράκλητος πρὸς τὸν Πατέρα περὶ τῶν ἁμαρτιῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου, καθὰ γέγραφέ τισιν ὁ θεσπέσιος Ἰωάννης. Ἐν αὐτῷ δὴ οὖν ἡ πᾶσα κάθαρσις, ἡ πᾶσα δικαίωσις, ὁ ἁγιασμὸς, ἡ λύτρωσις, σὺν αὐτῷ τε καὶ δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ ὄφεως τοῦ χαλκοῦ. αʹ. Ὁ μὲν Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων, κατὰ τὸ γεγραμμένον. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου.
We would accept a bone of the dead as a remnant of uncleanness; and a tomb, in turn, as a kind of reminder even of uncleanness that has died. For Satan sometimes strikes the heart. And when we are defeated in part by the passions of the flesh, we too are sick, not entirely, with respect to any sin whatever, but standing still in its remnants, we continue in the world. What I mean is this: someone is eager to master anger, or love of money, but does not entirely escape the excess. This, I think, is what it means for some to be in the remnants of uncleanness, of which the bone of the dead would be a sign. But also, when a passion has already been conquered, we sometimes set our mind toward its remembrance, and coming near to buried pleasure, we sin not a little. But we are released from such charges, since Christ wipes us clean and purifies us thoroughly by his own passion. For he died for us, and by his wound we were healed. And he himself takes away our sins, and is an advocate with the Father concerning sins—not concerning ours only, but also concerning the whole world, as the divine John has written to certain people. In him, then, is all purification, all justification, sanctification, redemption; with him and through him be glory to God and the Father, with the Holy Spirit, unto the ages of ages. Amen. Concerning the bronze serpent. 1. God did not make death, nor does he delight in the destruction of the living, according to what is written. For he created all things to be, and the generations of the world are saving.
Ἐπειδὴ δὲ τοῦ γένους ἡ ἀπαρχὴ, τουτέστιν Ἀδὰμ, κατηῤῥώστησε τὴν παρακοὴν, καὶ τῆς θείας ἀλογήσας ἐντολῆς, προσκέκρουκε τῷ Θεῷ δημιουργῷ, ταύτῃτοι κατώλισθεν εἰς φθοράν· καὶ ἐπάρατος μὲν ἡ ἀνθρώπου φύσις, καὶ ὑπὸ δίκην τὸ γένος. Ἡμεῖς δὲ οἱ τάλανες καίτοι γεγονότες ἐν ἀφθαρσίᾳ, σκιαῖς ἐν ἴσῳ λοιπὸν καὶ πόαις ταῖς ἐν ἀγρῷ, βραχὺ καὶ μόλις νοστήσαντες, πίπτομεν ἀδοκήτως ὡς
ἐπὶ μητέρα τὴν γῆν. Ἐντεῦθεν οἱ ἅγιοι διαφόρως ἀνακεκράγασι τὰ καθ' ἡμᾶς ἀνοιμώζοντες. Ἔστιν οὖν ἀκούειν ἀναφανδὸν βοῶντος τοῦ μὲν μακαρίου Δαβίδ· Ἄνθρωπος ματαιότητι ὡμοιώθη· Ἡσαΐου δὲ αὖ· Πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Καθικόμεθα γὰρ, ὡς ἔφην, εἰς τοῦτο λοιπὸν ἀθλιότητός τε καὶ ταλαιπωρίας, ὡς ὅτῳπερ ἂν εἰκότως τὰ καθ' ἡμᾶς παρεικάζοντος, μὴ ἂν δύνασθαι λέγειν, καίτοι λίαν ὄντας σοφοὺς τοὺς Πνευματοφόρους. Ἀλλ' ἐν τούτοις γεγονότας, οὐ περιεῖδεν ὁ Ποιητής· ἠξίωσε δὲ μᾶλλον καὶ φειδοῦς καὶ λόγου, καὶ θανάτου καὶ φθορᾶς ἐλευθέρους ἀπέφηνεν ἐν Χριστῷ. Πῶς, ἢ τίνα τρόπον; Πρόδηλον μὲν ἅπασι, κἂν εἰ μή τις λέγοι τυχόν· πλὴν καὶ ἐν αὐτοῖς κατίδοι τις ἂν τοῖς ἀρχαιοτέροις Γράμμασιν, τοῦ μυστηρίου τὴν δύναμιν. Ἔχει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· Καὶ ἐπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν Ἐρυθρὰν, περιεκύκλωσαν τὴν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχωσεν ὁ λαὸς ἐν τῇ ὁδῷ· καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν κατὰ Μωσῆ λέγοντες· Ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ; Ὅτι οὐκ ἔστιν ἄρτος, οὐδὲ ὕδωρ. Ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ.
Since the firstfruits of the race, that is Adam, had grown sick through disobedience, and having disregarded the divine commandment had struck against God the Creator, for this reason he slipped down into corruption; and the nature of man became accursed, and the race fell under judgment. But we wretches, although we had been made in incorruption, thereafter, like shadows and like the grass of the field, having returned but briefly and with difficulty, fall unexpectedly as
upon our mother the earth. Hence the saints have cried out in various ways, lamenting our condition. One may hear the blessed David crying out openly: Man was likened to vanity; and again Isaiah: All flesh is as grass, and all the glory of man as the flower of grass. For we have come down, as I said, to such a depth of wretchedness and misery that one could not reasonably compare our condition to anything, even though the Spirit-bearers are very wise. But the Maker did not overlook us when we were in this state; rather he deemed us worthy of both sparing and regard, and he set us free from death and corruption in Christ. How, or in what manner? This is clear to all, even if one should perhaps not say it; yet one may also behold the power of the mystery in the older Scriptures themselves. It stands thus in Numbers: And having set out from Mount Hor by the way to the Red Sea, they encircled the land of Edom; and the people grew faint-hearted in the way; and the people spoke against God and against Moses, saying: Why did you bring us out of Egypt to kill us in the wilderness? For there is no bread, nor water. And our soul has been vexed at this empty bread.
Καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν. Καὶ ἀπέθανεν ὁ λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ. Καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωσῆν ἔλεγεν ὅτι, Ἡμαρτήκαμεν, ὅτι κατελαλήσαμεν τοῦ Κυρίου καὶ κατὰ σοῦ. Εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ' ἡμῶν τὸν ὄφιν. Καὶ ηὔξατο Μωσῆς περὶ τοῦ λαοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου. Καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. Καὶ ἐποίησεν ὁ Μωσῆς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου. Καὶ ἐγένετο ὅταν ἔδακνεν ὁ ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν, καὶ ἔζη. Ἐθήτευον μὲν γὰρ ἐν Αἰγύπτῳ, καὶ ἀφορήτῳ δουλείᾳ κατηχθισμένοι λελύτρωνται παρὰ Θεοῦ, πολλῶν καὶ ἀξιαγάστων γεγονότων ἐκεῖ σημείων. Μετεστοιχειοῦτο μὲν γὰρ εἰς αἷμα τὸ ὕδωρ, βάτραχοί τε καὶ σκνῖπες, καὶ μέν τοι καὶ κυνόμυιαι, καὶ χαλάζης ἐπαγωγαὶ μονονουχὶ τῆς Αἰγυπτίων κατεστράτευον γῆς· ἐκολάζοντο δὲ καὶ σκότῳ, καὶ τῶν πρωτοτόκων ὁ θάνατος ἀφορήτως κατῃκίζετο τοὺς πλεονεκτεῖν ᾑρημένους, Θεοῦ παραδόξως ἀνασώζοντος τοὺς ἐξ Ἰσραήλ. Εἶτα διὰ μέσης θαλάσσης ἰόντες ὡς ἐπὶ ξηρᾶς ἀθλίως ἀπολωλότας ἐθεῶντο τοὺς Αἰγυπτίους. Ἄρτον ἐδέχοντο τὸν ἐξ οὐρανοῦ· καθίει γὰρ αὐτοῖς τὸ μάννα Θεός. Εἵπετο δὲ ὡς ἐν πέτρᾳ νοούμενος Χριστός· καὶ ἀδοκήτως νάμασι δεδιψηκότας ἠλέει. Παναλκὲς γὰρ τὸ Θεῖον, καὶ ἀφθόνως τὰ ζωαρκῆ δωρούμενον τοῖς ἀνακειμένοις αὐτῷ. Ἀλλ' οἱ τῶν οὕτως ἐξαιρέτων ἀπολαύσαντες ἀγαθῶν, ὀλίγοις ἐλέγχονται πόνοις.
And the Lord sent among the people the serpents that kill, and they bit the people. And a great multitude of the sons of Israel died. And the people came to Moses and said, "We have sinned, because we have spoken against the Lord and against you. Pray therefore to the Lord, and let him take away the serpent from us." And Moses prayed for the people. And the Lord said to Moses, "Make for yourself a serpent, and set it upon a signal-pole. And it shall be that if a serpent bites a man, everyone who has been bitten, when he looks upon it, shall live." And Moses made a bronze serpent, and set it upon a signal-pole. And it came to pass that when the serpent bit a man, and he looked upon the bronze serpent, he lived. For they were serving as slaves in Egypt, and having been weighed down by unbearable slavery, they were redeemed by God, many and wondrous signs having taken place there. For the water was changed into blood, and frogs and gnats, and indeed dog-flies, and the visitations of hail all but made war upon the land of the Egyptians; and they were punished also by darkness, and the death of the firstborn relentlessly afflicted those who had chosen to take advantage, while God wondrously saved those of Israel. Then, passing through the midst of the sea as on dry land, they beheld the Egyptians miserably destroyed. They received bread from heaven; for God rained down the manna for them. And there followed Christ, understood as in the rock; and unexpectedly he had mercy on them when they thirsted with streams. For the Divine is all-powerful, and abundantly grants the life-sustaining gifts to those who are devoted to him. But those who enjoyed such excellent goods are reproved by a few troubles.
Ὅτι καὶ ἀμνήμονες τῶν παρὰ Θεοῦ, καὶ ἥκιστα μὲν ἑδραῖοι πρὸς τὸ πιστεύειν αὐτῷ, θρασεῖς δὲ καὶ εὐκατάσειστοι καὶ ἕτοιμοι πρὸς μικροψυχίαν, καὶ τὰ ἐφ' οἷς τετίμηνται παραλόγως ἠγνοηκότες. Διάκενον γὰρ καλοῦσιν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ τὴν τῶν ὑδάτων ἐπῃτιῶντο σπάνιν· καίτοι μεμαθηκότες ὡς ἀνήνυτον οὐδὲν τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει, ἢ καὶ ποταμίων ναμάτων μητέρα τὴν ἀκρότομον αὐτοῖς πέτραν ἐτίθει. Ἀπροφάσιστον δὲ κατὰ Θεοῦ ποιούμενοι τὴν κατάῤῥησιν, τοῖς τῶν ὄφεων δήγμασιν ἐκολάζοντο. Εἶτα τῆς σφῶν αὐτῶν πλημμελείας ἐρχόμενοι πρὸς ἀνάμνησιν, δακρυῤῥοοῦσι λοιπὸν, καὶ ὁμολογοῦσι τὰ ἐγκλήματα, παρακαλοῦσι τὸν μεσιτεύοντα, φημὶ δὴ Μωσέα, φιλοικτείρμονά τε καὶ ἤπιον ἐπ' αὐτοῖς καταστῆσαι Θεόν. Ὁ δὲ προσπίπτων ἐλιπάρει, τοῖς γε μὴν ἄνωθεν εἴκων νεύμασιν, ὄφιν εἰργάζετο χαλκοῦν, ὑψοῦ τε ἐτίθει, καὶ τοῖς πληττομένοις ἐκέλευεν ἀτενίζειν εἰς αὐτόν· ὃ δὴ καὶ δρῶντες ἐσώζοντο. βʹ. Ἀλλὰ τίς ὁ λόγος, ἀλλὰ τί τὸ μέγα καὶ σοφὸν μυστήριον, πολυπραγμονεῖν ἀκόλουθον. Οὐ γὰρ ἀρκέσει τὸ γράμμα τοῖς νουνεχεστέροις, ἐγκέχωσται δὲ ὥσπερ τοῖς τύποις τὰ μυστήρια. Οὐκοῦν φέρε λέγωμεν, ὡς ἐκ τύπου πάλιν ἐπὶ τὸ καθόλου καὶ γενικώτερον, καὶ ὅπερ ἐστὶν ἀληθὲς
Because they were also forgetful of the things that come from God, and least of all steadfast in believing him, but reckless and easily shaken and ready for faint-heartedness, and had unreasonably ignored the things by which they had been honored. For they call the bread from heaven empty, and they blamed the scarcity of waters—although they had learned that nothing is unaccomplishable to the divine and ineffable nature, or that he had set before them the sheer rock as a mother of river streams. And making their denunciation against God without excuse, they were punished by the bites of serpents. Then, coming to remembrance of their own transgression, they weep thereafter, and confess their offenses, and beseech the mediator—I mean Moses—to establish God as merciful and gentle toward them. And he, falling down, kept entreating; and yielding to the noddings from above, he fashioned a bronze serpent and set it on high, and commanded those who were struck to look intently at it; and doing this, they were saved. 2. But what is the meaning, and what is the great and wise mystery, it is fitting to investigate. For the letter will not suffice for the more discerning, but the mysteries have been, as it were, buried in the types. Come then, let us say that from the type again to the universal and more general, and what is true
μεταπλάττοντες τὸ διήγημα. Δυσαρεστούμενοι γὰρ τοῖς παρὰ Θεοῦ καὶ ἄνωθεν ἀγαθοῖς, καὶ ἀκατασκέπτως ἰόντες ἐπὶ τὸ ἡδὺ μᾶλλον ἢ τὸ συμφέρον, καὶ τὰ τῆς ἀρετῆς γυμνάσματα παρωθούμενοι, προσκείμενοι δὲ τοῖς αἰσχίστοις, λελυπήκαμεν τὸν εὐεργέτην, προσκεκρούκαμεν οὐ καθ' ἕνα τρόπον τῷ Δημιουργῷ. Ταύτῃτοι πεπτώκαμεν ὑπὸ τὰ τῶν ὄφεων δήγματα· ὄφεων δέ φημι τῶν νοητῶν, οἳ διὰ πάσης ἡμᾶς πλήττοντες ἁμαρτίας, τοῖς τοῦ θανάτου δεσμοῖς ὑποφέρουσιν. Ἐξάρχει δὲ ὥσπερ τῆς τῶν ἰοβόλων θηρίων πληθύος ὁ δράκων ὁ ἀποστάτης, τουτέστιν ὁ Σατανᾶς, οὗ τοῖς δήγμασιν ἐν ἀρχαῖς τε καὶ πρώτοις διόλωλεν ὁ ἄνθρωπος, τουτέστιν, ὁ Ἀδάμ. Ἕρπει δὲ καθάπερ ἐκ ῥίζης καὶ εἰς ἡμᾶς τὸ κακὸν, τοὺς ἐξ αὐτῆς γεγονότας. Σεσώσμεθα δέ τινα τρόπον. Τεθεάμεθα γὰρ τὸν ὄφιν, τουτέστι, Χριστόν. Πῶς οὖν ὄφις ὁ ἀγαθὸς κατὰ φύσιν ὁ Θεὸς, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθόν; Ὅτι γέγονε καθ' ἡμᾶς, τοὺς ἐκ προαιρέσεως πονηροὺς, Γέγονεν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας· καὶ, Ἐν τοῖς ἀδίκοις κατελογίσθη. Ὅτι δὲ ἡμεῖς πονηροὶ, γεγονότες δὲ οὐχ οὕτως παρὰ Θεοῦ, μεταῤῥυηκότες δὲ εἰς τοῦτο φαυλότητος, διά τοι τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν, διατρανοῖ λέγων καὶ αὐτὸς ὁ Χριστός· Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν· πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Ὄφις δὴ οὖν ὁ Χριστὸς, ὃς ἐν ὁμοιώματι πονηρίας, ὅτι γέγονεν ἄνθρωπος. Ἀλλ' εἴ τις αὐτὸν θεάσαιτο νοητῶς, ἀμείνων ἔσται φθορᾶς, καὶ ὑπεραλεῖται θάνατον, καὶ ἀλογήσει δηγμάτων, καὶ τῆς τῶν ἰοβόλων πληθύος οὐ φροντιεῖ.
reshaping the narrative. For being displeased with the good things that come from God and from above, and going recklessly after what is pleasant rather than what is beneficial, and thrusting aside the exercises of virtue, but clinging to the most shameful things, we have grieved the Benefactor, we have offended the Creator in no single way. It is for this reason that we have fallen under the bites of serpents—and by serpents I mean the intelligible ones, which, striking us through every sin, subject us to the bonds of death. And as it were the leader of the multitude of venomous beasts is the apostate dragon, that is, Satan, by whose bites man perished in the beginning and at the first, that is, Adam. And the evil creeps like from a root even to us, who have come from it. But we have been saved in a certain way. For we have looked upon the serpent, that is, Christ. How then is the good God a serpent by nature, or rather Goodness itself? Because he became like us, who are evil by choice: He became in the likeness of sinful flesh; and, He was reckoned among the unrighteous. And that we are evil, having become so not thus from God, but having drifted into this baseness, on account of the sin that tyrannized over us, Christ himself also makes clear, saying: If you then, being evil, know how to give good gifts to your children, how much more will your heavenly Father give good things to those who ask him? So then Christ is a serpent, who is in the likeness of evil, because he became man. But if one should behold him intelligibly, he will be better than corruption, and he will leap over death, and he will disregard bites, and he will not care for the multitude of venomous beasts.
Ὀψόμεθα δὲ Χριστὸν συνιέντες ὀρθῶς τὸ ἐπ' αὐτῷ μυστήριον. Καὶ ἀραρότως πιστεύοντες ὅτι Θεὸς ὢν κατὰ φύσιν, γέγονεν ἄνθρωπος· ἀλλ' εἰ καὶ ἦν ἐν ὁμοιώματι πονηρίας, οὐδὲν ἧττον ἀπομεμένηκεν ἀγαθός. Γέγονε γὰρ καθ' ἡμᾶς, οὐχ ἵνα μεθ' ἡμῶν ὁρῷτο πονηρὸς, ἀλλ' ἵνα ἡμᾶς ἀγαθοὺς ἐργάσηται, τῷ ἁγίῳ μεταστοιχειώσας Πνεύματι πρὸς πᾶν εἶδος ἀρετῆς. Ἐπὶ σημείου γε μὴν ὁ ὄφις. Ὑψώθη γὰρ ὁ Χριστὸς ἐπὶ τοῦ τιμίου σταυροῦ, καὶ τοῦτο αὐτὸς Ἰουδαίοις προσεφώνει λέγων· Ὅταν ὑψώσετε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Ὅτι δὲ τύπος εἰς τὸ αὐτοῦ βλέπει μυστήριον, ἀναμάθοις αὐτοῦ λέγοντος ἐναργῶς· Ὥσπερ γὰρ ὁ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ· οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Χαλκοῦς δὲ ὁ ὄφις ἦν, διὰ τὸ εὔηχές τε καὶ εὐφωνότατον τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος. Ἀνήκοος γὰρ οὐδεὶς τῶν διὰ Χριστοῦ θεσπισμάτων, ἀλλ' εἰς ἅπασαν μὲν τὴν ὑπουράνιον. τὸ ἐπ' αὐτοῦ λαλεῖται μυστήριον, καὶ αὐτῷ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
We shall see Christ, rightly understanding the mystery concerning him. And firmly believing that, being God by nature, he became man; but even if he was in the likeness of evil, he has nonetheless remained good. For he became like us, not so that he might be seen as evil among us, but so that he might make us good, transforming us by the Holy Spirit into every form of virtue. Moreover, the serpent was on a sign. For Christ was lifted up on the precious cross, and this he himself addressed to the Jews, saying: When you lift up the Son of Man, then you will know that I am. And that it is a type looking to his mystery, you would learn from him saying clearly: For just as Moses lifted up the serpent in the wilderness, so must the Son of Man be lifted up. And the serpent was of bronze, because of the melodiousness and most beautiful sound of the divine and evangelical proclamation. For no one is unhearing of the oracles given through Christ, but to all the region under heaven the mystery concerning him is spoken, and to him every knee shall bow, and every tongue shall confess that Jesus Christ is Lord, to the glory of God the Father. Amen.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ ΒΙΒΛΙΟΝ. Περὶ τῆς νενευροκοπουμένης δαμάλεως ἐν τῇ φάραγγι. αʹ. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ποίησεν. Ἀλλ' οἱ μὲν συνιέντες ὀρθῶς ὅτι Θεὸς ὢν φύσει, καθίκετο μὲν εἰς κένωσιν, ὅτι γέγονε σὰρξ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατὰ τὰς Γραφὰς, τὴν θείαν τε καὶ ἀξιόληπτον ἐκπεπλουτήκασι χάριν. Ὅσοι γὰρ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, φησίν. Οἱ δὲ τὸν θεῖον καὶ σωτήριον ἀληθῶς διωθούμενοι λόγον διωλισθήκασι τῆς ἐλπίδος, κακοὶ κακῶς ἀπολώλασι· τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀνοσίως περιυβρίζοντες. Εἶεν δ' ἂν καὶ οὗτοι οἱ τάλανες Ἰουδαῖοι, οἷς καὶ αὐτὸς ὁ προφήτης Ἱερεμίας ἐποιμώζει, λέγων· Τίς δώσει τῇ κεφαλῇ
μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας καὶ νυκτός; Οἷς γὰρ ἐξὸν εἶναι λαμπροῖς καὶ ἀξιοζηλώτοις, καὶ τῆς ἐνούσης εὐημερίας ἐστερημένοι, πῶς οὐκ ἂν εἶεν ἄξιοι τοῦ καὶ ἐν ἴσῳ λοιπὸν τοῖς τεθνεῶσι καταλογίζεσθαι; Οἷς ἂν εἰκότως ἐπικωκύσειε καὶ τὸ ἐξ ἀγάπης καὶ φιλαλληλίας ἐπιστάξαι δάκρυον. Παντὸς δὴ οὖν ἔρημοι γεγόνασιν ἀγαθοῦ, καὶ ἐξ αὐτῶν ὥσπερ κατεσείσθη βάθρων ὁ ἐξήνιος Ἰσραήλ. Μεταπεφοίτηκε γὰρ ἐπὶ τὰ ἔθνη Χριστός· σώζεται δὲ καὶ μόλις ὡς ἐν ὀλιγοστῇ μοίρᾳ λοιπὸν ὁ δυσμαθὴς Ἰουδαῖος. Καὶ τοῦτό ἐστιν, οἶμαι, τὸ διὰ φωνῆς Ἡσαΐου προφητι κῶς ὑμνούμενον·
OF OUR FATHER AMONG THE SAINTS CYRIL, ARCHBISHOP OF ALEXANDRIA, GLAPHYRA ON THE BOOK OF DEUTERONOMY. Concerning the heifer whose neck is broken in the valley. 1. God, who in former times spoke in many and various ways to the fathers in the prophets, in these last days spoke to us in his Son, whom he appointed heir of all things, through whom also he made the ages. But those who rightly understand that he who is God by nature stooped to emptying, because he became flesh and dwelt among us, according to the Scriptures, have richly gained the divine and precious grace. For as many as received him, he gave them authority to become children of God, it says. But those who truly thrust away the divine and saving word have slipped from hope, and being evil have perished miserably, insolently outraging the Savior and Redeemer of all things. And these would be the wretched Jews, over whom the prophet Jeremiah himself also laments, saying: Who will give water to my head, and a fountain of tears to my eyes, and I will weep for the people day and night? For those who might have been radiant and enviable, and are deprived of the prosperity that was in them, how would they not deserve henceforth to be counted equal to the dead? Over whom one might fittingly wail and drop a tear from love and mutual affection. So then they have become destitute of every good, and from its very foundations, as it were, Israel was shaken, being driven out. For Christ has passed over to the Gentiles; and the slow-to-learn Jew is saved, and even then barely, as in a small remnant. And this, I think, is what is prophetically sung through the voice of Isaiah:
Καὶ εἰ μὴ Κύριος Σαβαὼς ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Φέρε οὖν, εἰ δοκεῖ, καὶ ἐξ αὐτῶν τῶν Μωσαϊκῶν καταθρήσωμεν λόγων τοῦ μυστηρίου τὴν δύναμιν. Γέγραπται γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· Ἐὰν δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ, καὶ οὐκ οἴδασι τὸν πατάξαντα, ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου, καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου. Καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ, καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν ἥτις οὐκ εἴργασται, καὶ ἤτις οὐχ εἵλκυσε ζυγόν· καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης τὴν δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπείρεται. Καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι, καὶ προσελεύσονται οἱ ἱερεῖς καὶ οἱ Λευῗται, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος ὁ Θεός σου, παραστῆναι αὐτῷ, καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία, καὶ πᾶσα ἁφή. Καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης, οἱ ἐγγίζοντες τῷ τραυματίᾳ, νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης, ἐν τῇ φάραγγι, καὶ ἀποκριθέντες ἐροῦσιν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο· καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν. Ἵλεως γενοῦ τῷ λαῷ σου Ἰσραὴλ, Κύριε, οὓς ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραήλ. Καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα. Σὺ δὲ ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ἡμῶν αὐτῶν·
And unless the Lord of hosts had left us a seed, we would have become as Sodom, and we would have been made like Gomorrah. Come then, if it seems good, let us also behold from the very words of Moses the power of the mystery. For it is written thus in Deuteronomy: But if one slain be found in the land which the Lord your God gives you to inherit, fallen in the field, and they do not know who struck him, your elders and your judges shall come out, and they shall measure to the cities round about the slain man. And the city that is near the slain man shall be, and the elders of that city shall take a heifer of the herd which has not worked, and which has not drawn a yoke; and the elders of that city shall bring down the heifer into a rough ravine, which has not been worked, nor is sown. And they shall break the neck of the heifer in the ravine, and the priests and the Levites shall come near, because the Lord your God has chosen them to stand before him, and to bless in his name, and in their mouth shall be every dispute and every touch. And all the elders of that city, those who are near the slain man, shall wash their hands over the head of the heifer whose neck was broken in the ravine, and answering they shall say: Our hands have not poured out this blood, and our eyes have not seen it. Be propitious to your people Israel, O Lord, whom you redeemed out of the land of Egypt, that innocent blood may not be among your people Israel. And the blood shall be atoned for them. But you shall take away the innocent blood from among us.
ἐὰν δὲ ποιήσῃ τὸ καλὸν καὶ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. βʹ. Τετραυμάτισται μὲν οὖν δι' ἡμᾶς ὁ Ἐμμανουήλ· μεμαλάκισται γὰρ διὰ τὰς ἁμαρτίας ἡμῶν, κατὰ τὰς Γραφάς. Ηὕρηται δὲ τοῦτο παθὼν ἐν τῇ τῶν Ἰουδαίων γῇ, καὶ ἔξω πύλης Ἱερουσαλήμ. Πλὴν οὐκ ᾔδεσαν τὸν πατάξαντα, πῶς ἢ τίνα τρόπον. Τί δὴ ἄρα φησὶν ὁ νόμος, Καίτοι τῆς Ἰουδαίων ἀνοσιότητος ἔργον εἶναί φαμεν τὰ κατὰ Χριστοῦ τολμήματα. Αὐτοὶ γὰρ Πιλάτῳ προσήγαγον· αὐτοὶ διακεκραγότες ἁλοῖεν ἄν· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Καὶ πάλιν· Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Καὶ οἱ θεσπέσιοι δὲ μαθηταὶ τῆς ἐκείνων δυστροπίας κατηγόρευον ἐναργῶς, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα Θεὸν, ὡδὶ λέγοντες· Ἐπ' ἀληθείας γὰρ συνήχθησαν ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν Χριστὸν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. Ἐναργέστατα δὲ καὶ ἀναφανδὸν ὁ μακάριος Πέτρος τοῖς Ἰουδαίων λαοῖς ἐπιπλήττει, λέγων, ποτὲ μὲν ὅτι Τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ποτὲ δὲ αὖ· Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν. Τί οὖν ἄρα φησὶν ὁ νόμος, ὅτι οὐκ οἴδασι τὸν πατάξαντα; Μυστικὸς ὁ λόγος, καὶ οὐ πᾶσιν ἁπλῶς ἐγκείμενος· μόνοις δὲ τάχα γνώριμος τοῖς νοοῦσιν ὀρθῶς τὸ μυστήριον τοῦ Χριστοῦ.
But if you do what is good and pleasing before the Lord your God. 2. Emmanuel, then, has been wounded fourfold for our sake, for he has been weakened because of our sins, according to the Scriptures. And this he suffered in the land of the Jews, and outside the gate of Jerusalem. Yet they did not know who struck him, nor how or in what manner. What then does the law say? And yet we say that the audacious acts against Christ are the work of the Jews' impiety. For they themselves brought him to Pilate; they themselves, having cried out, would be guilty: Take him away, take him away, crucify him. And again: If you do not kill this man, you are not a friend of Caesar. And the divine disciples also plainly accused them of their perversity, to God the Father in the heavens, saying thus: For truly in this city they were gathered together against your holy child Jesus Christ, whom you anointed—Herod and Pontius Pilate, with the Gentiles and the peoples of Israel. And most clearly and openly the blessed Peter rebukes the peoples of the Jews, saying at one time, You killed the Author of life, and at another, You denied the holy and righteous one, and asked for a murderer to be granted to you. What then does the law say, that they do not know who struck him? The word is mystical, and not simply set forth for all; but perhaps it is known only to those who rightly understand the mystery of Christ.
Ὤοντο γὰρ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ οἱ τοῖς ἀνοσίοις αὐτῶν κοινωνοῦντες σκέμμασιν, ὅτι κεκρατήκασι, καὶ οὐχ ἑκόντος Χριστοῦ καὶ ταῖς ἑαυτῶν δυστροπίαις τὸ χρῆμα προσνέμοντες, ἔχαιρον μὲν ὡς νενικηκότες, καὶ οὐκ ᾔδεισαν ὅτι πέπονθεν ἑκὼν, καὶ τοῖς τοῦ Πατρὸς ἑπόμενος νεύμασιν, ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν. Καὶ γοῦν Πιλάτῳ φησὶν ἐναργῶς· Οὐκ εἶχες κατ' ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. Οὐκοῦν δέδωκεν ὁ Πατὴρ τὸν Υἱὸν, καὶ, ἵν' οὕτως εἴπωμεν, αὐτὸς τὸν Ἐμμανουὴλ πατάξαι λέγεται. Καὶ γοῦν ἐν βίβλῳ
Ψαλμῶν τὸ Χριστοῦ πρόσωπον εἰσφέρεται, λέγον περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὅτι Ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Μὴ μέγα δὴ οὖν φρονείτω λοιπὸν ὁ κυριοκτόνος· οὐ γὰρ αὐτίκα κεκρατήκασιν, ὡς ἀσθενοῦντος Χριστοῦ, μανθανέτωσαν δὲ διὰ Μωσέως τὸ ἀληθές. Οὐ γὰρ ἴσασι τὸν πατάξαντα. Ὅρα τοίνυν τὸν τετραυματισμένον ἐν τῇ τῶν Ἰουδαίων γῇ, τὸν Ἐμμανουήλ. Τὸ δὲ ἐπ' αὐτῷ μυστήριον, παρ' αὐτοῖς μὲν οὐδαμῶς πληρούμενον· αἰνιγματωδῶς δὲ μᾶλλον ἱερουργούμενον ἐν τῇ τῶν ἐθνῶν χώρα τε καὶ γῇ. Εἰ γὰρ μὲν εὑρεθείη, φησὶν, ὁ τραυματίας, λήψονται δάμαλιν ζυγοῦ καὶ πόνων ἀπείρατον· καὶ δὴ καταβιβάσαντες αὐτὴν εἰς τραχεῖαν καὶ ἀνήροτον φάραγγα, νευροκοπείτωσαν διὰ τῶν τεταγμένων εἰς ἱερουργίαν. Ἀπονιψάμενοι δὲ τὰς χεῖρας ἐπ' αὐτῇ, λεγόντων, ὅτι Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο. Δάμαλις μὲν οὖν ὡς ἐν τύπῳ Χριστοῦ, καθάπερ ἤδη προείπομεν.
For the teachers of the Jews, and those who shared in their unholy designs, thought that they had prevailed, and, not attributing the matter to Christ's willingness and to their own perversity, they rejoiced as though they had conquered, and did not know that he suffered willingly, and, following the Father's nod, gave himself up for us. And indeed he says clearly to Pilate: You had no authority at all against me, unless it had been given to you from above. Therefore the Father gave the Son, and, so to speak, he himself is said to have struck Emmanuel. And indeed in the book of Psalms the person of Christ is introduced, speaking concerning the unholiness of the Jews to the Father and God in the heavens, that Those whom you struck, they persecuted, and to the pain of my wounds they added. Let not the murderer of the Lord therefore think highly of himself any longer; for they have not prevailed at once, as though Christ were weak, but let them learn the truth through Moses. For they do not know who struck him. See, then, the fourfold-wounded Emmanuel in the land of the Jews. But the mystery concerning him is in no way fulfilled among them; rather it is mystically celebrated in the region and land of the Gentiles. For if, it says, the wounded man be found, they shall take a heifer of the yoke and unacquainted with toils; and having brought it down into a rough and unplowed ravine, let them break its neck through those appointed for the sacred rite. And having washed their hands over it, let them say, that Our hands did not shed this blood. The heifer, then, is as in a type of Christ, just as we have already said.
Δάμαλις μὲν, ἀνθ' ὅτου καὶ ζυγοῦ ἀπείρατος, καὶ ὑπὸ ζυγὸν ὡς ἄνθρωπος, καὶ μὴν ἔξω ζυγοῦ, διά τοι τὸ εἶναι κατὰ φύσιν Θεός. Ἐλεύθερον γὰρ τὸ Θεῖον, καὶ οὐδενὶ τῶν ὄντων ὑπεζευγμένον· κατακρατοῦν δὲ μᾶλλον τῶν ὅλων, καὶ ὑπὸ χεῖρας ἔχον τὴν σύμπασαν κτίσιν. Ἀλλ' ἐλεύθερος ὢν κατὰ φύσιν ὁ Υἱὸς ὡς Θεὸς, γέγονε μεθ' ἡμῶν ὡς ἄνθρωπος, καὶ ὑπὸ ζυγόν. Τοιγάρτοι μεθ' ἡμῶν Θεὸν ἐπεγράφετο τὸν Πατέρα. Ὑπεζεύγμεθα δὲ ἡμεῖς τῇ τῆς θεότητος ἐξουσίᾳ. Οὐκοῦν δάμαλις μὲν ἡ ὑπὸ ζυγὸν ὅσον ἧκον εἰς τὴν φύσιν, ἔξω δὲ ζυγοῦ, διὰ τὴν τῆς θεότητος δόξαν, καὶ τὸ εἰσάπαν ἐλεύθερον. Ἀλλ' ὅρα τὴν δάμαλιν εἰς τραχεῖαν καὶ ἀνήροτον ἀποφερομένην φάραγγα. Μετὰ γάρ τοι τὸν τίμιον σταυρὸν, ὅτε τραυματίας ηὕρηται Χριστὸς, τῆς Ἰουδαίων ἀποπεφοίτηκε γῆς, μεταπεφοίτηκε δὲ λοιπὸν ἐπὶ τὴν τῶν ἐθνῶν χώραν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπείρεται. Πρὸ γάρ τοι τοῦ καὶ αὐτοῖς ἔθνεσιν ἐπιλάμψαι Χριστὸν, διετέλουν ἐν κόσμῳ, γῆ τις ὥσπερ ξηρὰ καὶ ἀνήροτος, καὶ τῆς κατὰ Θεὸν εὐκαρπίας ἐρήμη. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας περὶ αὐτῆς, Εὐφράνθητι, ἔρημος, φησὶν, καὶ αἱ κῶμαι αὐτῆς. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρῖνον. Οὐκοῦν τραχείᾳ τινὶ καὶ οὐκ εἰργασμένῃ γῇ, καὶ ἀκάρπῳ παντελῶς τὴν τῶν ἐθνῶν χώραν, ἤτοι πληθὺν, εὖ μάλα παρεικαστέον. Ἐκεῖ Διὰ τῶν θείων ἱερουργῶν νευροκοπεῖσθαι δεῖν ἔφην τὴν δάμαλιν. Τελεῖται γὰρ, ὡς ἔφην, παρ' ἡμῶν τοῖς ἐξ ἐθνῶν τὸ Χριστοῦ μυστήριον, καὶ ὁμολογοῦντες αὐτοῦ τὸ πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ταῖς μυστικαῖς προσίεμεν εὐλογίαις. Τοῦτο, οἶμαι, ἔστι τὸ νευροκοπεῖσθαι τὴν δάμαλιν.
The heifer, why is it also unyoked and under the yoke as a man, and yet outside the yoke, because it is God by nature. For the Divine is free, and subject to none of existing things; but rather it prevails over all things, and holds the whole creation under its hands. But the Son, being free by nature as God, became with us as a man, and under the yoke. Therefore with us he inscribed the Father as God. But we are subjected to the authority of the Godhead. So then the heifer is under the yoke as far as pertains to nature, but outside the yoke because of the glory of the Godhead, and entirely free. But observe the heifer being carried off into a rough and unplowed ravine. For after the precious cross, when Christ was found wounded, he departed from the land of the Jews, and has now transferred to the land of the Gentiles, which has not been worked nor sown. For before Christ shone also upon the Gentiles themselves, they continued in the world like some dry and unplowed land, and destitute of the good fruit according to God. And indeed the prophet Isaiah says concerning it, Rejoice, O wilderness, and its villages. Let the wilderness exult, and blossom as a lily. Therefore the land of the Gentiles, that is the multitude, must be very well likened to some rough and unworked and utterly unfruitful earth. There, through the divine priests, I said that the heifer must be hamstrung. For, as I said, the mystery of Christ is accomplished by us for those of the Gentiles, and confessing his passion and his resurrection from the dead, we approach the mystical blessings. This, I think, is the hamstringing of the heifer.
Καταγγέλλοντες γὰρ, ὡς ἔφην, τὸν θάνατον αὐτοῦ, καὶ μέντοι καὶ τὴν ἀνάστασιν, τὸ σεπτὸν τελοῦμεν μυστήριον. Ἀλλ' ὅσοι τῆς Ἰουδαίων ἀνοσιότητος ἀποφοιτῶσι μακρὰν ἀφέντες τὴν πόλιν, ἐν ᾗ τετραυμάτισταί τε καὶ ηὕρηται πεπονθὼς, ἐπὶ τὴν τραχεῖαν καὶ ἀνήροτον ἥκοντες φάραγγα, ἐκεῖ νίψονται τὰς χεῖρας ἐπ' αὐτῷ τῷ Χριστῷ. Ἀπολούσονται γὰρ εἰς τὸν αὐτοῦ θάνατον βαπτιζόμενοι· τουτὶ γὰρ, οἶμαι, ἔστι, τό· Ἐπ' αὐτῷ νίψονται τὰς χεῖρας. Ὁμολογοῦντες δὲ ὅτι τῆς Ἰουδαίων ἀνοσιότητος γεγόνασι κοινωνοὶ, κομιοῦνται τὴν ἄφεσιν. Ἰουδαῖοι μὲν γὰρ ἐμπαροινήσαντες τῷ Χριστῷ, ταῖς ἑαυτῶν κεφαλαῖς καταγράφουσι τὸ δυσσέβημα, λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Οἱ δὲ τῆς παρ' αὐτοῦ γλιχόμενοι χάριτος, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος ζητοῦντες κάθαρσιν, δι' ὧν ἐγνώκασι τιμᾷν, μονονουχὶ καὶ ἀνακεκράγασι, λέγοντες· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο. Ἐν Χριστῷ δὴ οὖν ἡ κάθαρσις. Κἂν εἴ τις ἐξ Ἰουδαίων ἕλοιτο φρονεῖν ὀρθά· ὃ δὴ καὶ δεδράκασι καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ δι' αὐτῶν πιστεύσαντες, οἷς ἄν τις εἰκότως καὶ τὸ τῆς γερουσίας περιθείη πρόσωπον· τίμιοι γὰρ καὶ ἀπόλεκτοι, τὴν τοῦ Ἰσραὴλ ἀνοσιότητα παραιτούμενοι διὰ πίστεως τῆς ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς αἰχμαλώτου γυναικὸς, ξυρομένης, καὶ
For proclaiming, as I said, his death, and indeed also his resurrection, we accomplish the august mystery. But all who depart far from the impiety of the Jews, leaving behind the city in which he was wounded fourfold and found to have suffered, coming to the rough and unplowed ravine, there they shall wash their hands upon Christ himself. For they shall be washed, being baptized into his death; for this, I think, is the meaning of "They shall wash their hands upon him." And confessing that they have become partakers of the impiety of the Jews, they shall receive forgiveness. For the Jews, having raged insolently against Christ, inscribe the impiety upon their own heads, saying, "His blood be upon us and upon our children." But those who long for the grace that comes from him, and seek the purification through the Holy Spirit, by the means they have learned to honor, have all but cried out, saying, "Our hands did not shed this blood." In Christ, then, is the purification. And if anyone of the Jews should choose to think rightly—which indeed they have done, and before others the divine disciples, and those who believed through them, to whom one might reasonably also assign the role of the council of elders; for they are honored and chosen, rejecting the impiety of Israel through faith in Christ, through whom and with whom be glory to God and the Father with the Holy Spirit unto the ages of ages. Amen. Concerning the captive woman who is shaved, and
ὀνυχιζομένης. αʹ. Ἐξείλετο μὲν ἐξ οἴκου δουλείας, καὶ ὡς ἐκ καμίνου σιδηρᾶς τοὺς ἐξ αἵματος Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, μονονουχὶ πεπολεμηκὼς Αἰγυπτίοις ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καθὰ γέγραπται· καὶ ταῖς τῶν πλεονεκτούντων ἀπονοίαις ἀντεξάγων τὰ θαύματα. Εἴργασται γὰρ σημεῖα καὶ τέρατα, καὶ προστέταχε μὲν θαλάσσης ἰέναι μέσον ὡς ἐπὶ ξηρᾶς. Ὡς δὲ ὁ θεῖος ἔφη Δαβίδ· Ἐτροφοφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Πηγὰς ἀνῆκεν ὑδάτων. Καὶ τί γὰρ ἂν οὐχὶ τῶν λίαν τεθαυμασμένων παραδόξως διεπεραίνετο. Οὐκοῦν ὡς θεῖος γράφει Μωσῆς· Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ, ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. Οἱ δὲ, εἰς τοῦτο καθήκοντο δυσβουλίας καὶ σκαιότητος λογισμῶν, καὶ ἀγρίων ἐπιχειρημάτων, ὡς καὶ παρόντα μετὰ σαρκὸς ἐτέλουν τὸν Λυτρωτὴν ἀπειθοῦντες. Καὶ τί τοῦτο λέγω, τὰ ἔτι χείρω μεθείς; Ἀπεκτείνασι γὰρ θερμῷ καὶ ἀνημέρῳ θράσει πρὸς τὴν ἀνωτάτω λοιπὸν ἀνοσιότητα στρατηγούμενοι. Ταύτῃ τοι δικαίως ἀποπέμπεται μὲν ἡ κυριοκτόνος Ἱερουσαλὴμ, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐρήμη λοιπὸν δεδειγμένη, πρὸς πᾶν ὁτιοῦν μετακεχώρηκε τῶν κακῶν, αὐτόκλητον ὥσπερ τῆς ἰδίας κεφαλῆς κατέχουσα δίκην. Ἧ καὶ αὐτὸς πεφώνηκεν ὁ Ἐμ μανουὴλ, οὕτω λέγων· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυναγαγεῖ ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.
being scratched with nails. 1. The God of all things brought the children of Israel out of the house of bondage, and as it were out of an iron furnace, having all but made war on the Egyptians with a mighty hand and an uplifted arm, as it is written; and by his wonders he contended against the folly of those who oppressed them. For signs and wonders were wrought, and he commanded them to go through the midst of the sea as on dry land. As the divine David said: He carried them like a nurse in the wilderness, and gave them bread from heaven. Man ate the bread of angels. He opened springs of waters. And what of the things that are greatly marveled at was not wondrously accomplished? Therefore, as the divine Moses writes: As an eagle covers its nest, he received them, and took them up on his back. But they had come to such a depth of evil counsel and perversity of thoughts, and of savage undertakings, that they even put to death the Redeemer who was present in the flesh, disobeying him. And why do I say this, passing over things still worse? For they killed him with hot and savage boldness, being led by now to the utmost impiety. For this reason, rightly, the Jerusalem that killed the Lord is sent away, and having been shown to be henceforth destitute of kinship with God, it has departed to every kind of evil, as it were self-invited holding judgment upon its own head. To which the Emmanuel himself also cried out, saying: Jerusalem, Jerusalem, the one killing the prophets, and stoning those sent to her; how often I wished to gather your children, in the manner a bird gathers its nestlings under its wings, and you did not wish it. Behold, your house is left desolate.
Ὅτι γὰρ ἔμελλε τὴν οὕτω δεινὴν καὶ δύσοιστον ἀνατλῆναι δίκην ἡ τῶν Ἰουδαίων Συναγωγὴ κατεστυγημένη παρὰ Χριστοῦ, καὶ αὐτὸς ἡμῖν αἰνιγματωδῶς παραδείξειεν ἂν ὁ νόμος. Ἔχει γὰρ οὕτως· Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ παραδῷ αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ προνομεύσῃς τὴν προνομὴν αὐτῶν, καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει, καὶ ἐπιθυμήσῃς αὐτῆς, καὶ λάβῃς αὐτὴν σεαυτῷ γυναῖκα· καὶ εἰσάξῃς αὐτὴν εἰς τὴν οἰκίαν σου ἔνδον, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς, καὶ περιονυχιεῖς αὐτὴν, καὶ περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας αὐτῆς ἀπ' αὐτῆς, καὶ καθιεῖται ἐν τῇ οἰκίᾳ σου, καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας. Καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν, καὶ συνοικισθήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή. Καὶ ἔσται ἐὰν μὴ θέλῃς αὐτὴν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν, καὶ πράσει οὐ πραθήσεται ἀργυρίου, οὐκ ἀθετήσεις αὐτὴν, διότι ἐταπείνωσας αὐτήν. Τὸ μὲν οὖν περιεργάσασθαι τῆς ἱστορίας τὸν λόγον, καὶ τέχνην ποιεῖσθαι θέλειν τῶν ἐν σκιαῖς βάσανον, εἰκαῖον οἶμαί που· δυσέφικτον γὰρ οὐδέν· ψιλὸς δὲ δὴ σφόδρα, καὶ σὺν ἱδρῶτι ληπτὸς τῶν τεθεσπισμένων ὁ νοῦς. Ἰτέον δὴ οὖν εἰς ἔρευναν τῶν πνευματικῶν. βʹ. Τίς γὰρ ὅλως, ἢ πρὸς τίνας νοοῖτ' ἂν γεγονὼς ὁ πόλεμος; καὶ τίς ἡ καλὴ τῷ εἴδει καὶ εὐπρεπεστάτη γυνή; τί δὲ δὴ αὖ τὸ ἀποψιλοῦσθαι μὲν αὐτὴν τῆς κεφαλῆς τὴν τρίχα; ἀπαλλάττεσθαι δὲ καὶ ὀνύχων, καὶ τῶν τῆς αἰχμαλωσίας ἐσθημάτων; Οὐκοῦν, καθάπερ ἤδη προεῖπον, οἷά τις αἰχμάλωτος ἐθήτευσεν Αἰγυπτίοις ἡ τῶν Ἰουδαίων Συναγωγή.
For the Synagogue of the Jews, having become detestable to Christ, was going to endure that so terrible and hard-to-bear penalty, and the Law itself would also show this to us in riddling fashion. For it reads thus: If you go out to war against your enemies, and the Lord your God delivers them into your hands, and you take spoil from their spoil, and you see among the spoil a woman beautiful in appearance, and you desire her, and take her as a wife for yourself; and you bring her into your house within, and shave her head, and pare her nails, and remove from her the garments of her captivity, and she shall sit in your house, and shall weep for her father and her mother for a month of days. And after these things you shall go in to her, and live with her, and she shall be your wife. And it shall be, if you do not want her, you shall send her away free, and she shall not be sold for silver; you shall not treat her treacherously, because you humbled her. Now to busy oneself overmuch with the narrative's literal sense, and to wish to make a craft of testing the things in shadows, is, I think, futile in every way; for nothing is hard to attain; but the meaning of the things divinely ordained is very bare, and grasped with sweat. One must therefore proceed to the investigation of spiritual things. 2. For who at all, or against whom, would the war be understood to have been made? And who is the woman beautiful in appearance and most comely? And what again is the shaving of the hair from her head? And the removal of her nails, and of the garments of her captivity? Therefore, just as I have already said, the Synagogue of the Jews served the Egyptians like some captive.
Καθίκοντο μὲν γὰρ οἱ πατέρες εἰς Αἴγυπτον, λιμοῦ κατωθήσαντος, ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ μακρὸς διϊππεύσας χρόνος, ἁδροὺς καὶ εὐτολμωτάτους, καὶ ἀριθμοῦ κρείττονας ἐπετέλει λοιπὸν, περιδεεῖς ἦσαν Αἰγύπτιοι, μὴ ἄρα τῷ πλήθει θαρσήσαντες καταστρατεύοιντο μὲν αὐτῶν, ὑπὸ χεῖρα δὲ ποιοῖντο τὴν σφῶν τοὺς πάλαι κεκρατηκότας. Ἐντεῦθεν ὁ Ἰσραὴλ τοῖς εἰς πλινθείαν ἱδρῶσιν οὐ μετρίως κατῃκίζετο. Πλὴν ἠλέει Θεός. Πεπολέμηκεν γὰρ, ὡς ἔφην, πλεονεκτοῦσιν οὐ φορητῶς τοῖς Αἰγυπτίων δεσμοῖς, ἐξείλετο καὶ νενίκηκεν. Εἶδεν ἐν τῇ προνομῇ τὴν δορύληπτον Ἱερουσαλὴμ, ἤτοι τὴν τῶν Ἰουδαίων πληθὺν τῷ τῆς πατρῴας εὐγενείας διαστίλβουσαν κάλλει· καλὴ γὰρ καὶ ἀξιάγαστος διὰ τοὺς πατέρας. Ἐπειδὴ δὲ τεθέαται καὶ ἐπεθύμησεν αὐτῆς, τουτέστιν, ἀξιέραστον ἐποιήσατο, μονονουχὶ δὲ καὶ συνοικῆσαι θελήσας, καὶ ἀγαθῶν σπουδασμάτων αὐτὴν
ἀποδεῖξαι μητέρα, εἰσήγαγεν εἰς τὸν ἴδιον οἶκον. Καὶ τί δὴ τοῦτό ἐστιν; Ἔπηξεν ἐν τῇ ἐρήμῳ τὴν ἁγίαν σκηνὴν, ἵνα ταῖς κατὰ νόμον θυσίαις, καὶ ταῖς ἐν τύπῳ λατρείαις παιδαγωγουμένη, μανθάνῃ κατὰ βραχὺ τὸ Χριστοῦ μυστήριον. Παιδαγωγὸς γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ὡς γοῦν ὁ μακάριος ἔφη Παῦλος. Εἰσοικισάμενος καὶ ἐξύρησε, καὶ ὀνύχων ἀπήλλαξε, καὶ τῶν τῆς αἰχμαλωσίας ἀμφίων. Κεφαλὴν μὲν οὖν, τὸ Γράμμα τὸ ἱερὸν κατείθισταί πως εἰς νοῦ ποιεῖσθαι δήλωσιν· τρίχας δὲ τὰς ἐν αὐτῇ τοῖς εἰς νοῦν παρεικάζει νοήμασιν. Οὐκοῦν ἡ ξύρησις τῶν τριχῶν τὴν ἐννοιῶν ἀπόθεσιν εὖ μάλα παραδηλοῖ· ὃ δὴ καὶ λελυτρωμένος ὁ ἀρχαῖος Ἰσραὴλ πληροῦν ἐπετάττετο, Θεοῦ λέγοντος ἐναργῶς διὰ τοῦ πανσόφου Μωσέως·
For the fathers settled in Egypt in the beginning, when a famine drove them down. But when a long time had run its course, it made them thereafter numerous, sturdy, and most courageous, and beyond number, so that the Egyptians were greatly afraid, lest, emboldened by their multitude, they might march against them and bring under their hand those who had once been their masters. From this, Israel was sorely afflicted with toils of brickmaking. Yet God had mercy. For he has fought, as I said, against the Egyptians' bonds, which they laid on them unbearably in their greed; he delivered them and conquered. He saw in his foreknowledge Jerusalem that was to be taken captive, that is, the multitude of the Jews, shining with the beauty of their ancestral nobility; for she was fair and worthy of admiration because of the fathers. And when he had beheld her and desired her—that is, made her worthy of love—and, so to speak, willed even to dwell with her and to show her a mother of good endeavors, he brought her into his own house. And what is this? He pitched the holy tabernacle in the wilderness, so that, being trained by the sacrifices according to the law and by the services in type, she might learn little by little the mystery of Christ. For the law is a tutor leading to Christ, as the blessed Paul said. Having taken her in, he also shaved her and removed her nails and the garments of captivity. The head, then, is the sacred Letter, which somehow disposes one to make known the meaning; and the hairs on it he likens to the thoughts that lead to understanding. Therefore the shaving of the hairs clearly signifies the putting away of thoughts; and this the ancient Israel, having been redeemed, was commanded to fulfill, God speaking plainly through the all-wise Moses.
Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, πλὴν ἐμοῦ. Καὶ πάλιν· Οὐ ποιήσεις οὕτω Κυρίῳ τῷ Θεῷ σου. Τὰ γὰρ βδελύγματα ἃ Κύριος ἐμίσησεν, ἐποίησαν τοῖς θεοῖς αὐτῶν. Ἐν Αἰγύπτῳ μὲν γὰρ ποιούμενοι τὰς διατριβὰς, ἑτέρας εἶχον ἐννοίας, μυρίους εἶναι νομίζοντες τοὺς θεοὺς, καὶ τῇ κτίσει τὸ σέβας παρὰ τῷ Κτίστῃ ἀνάπτοντες· ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὴν δόξαν. Ἐπειδὴ δὲ κέκληνται διὰ Μωσέως εἰς ἐπίγνωσιν τοῦ Θεοῦ τοῦ κατὰ φύσιν ἀληθοῦς καὶ μόνου, πῶς ἔστιν ἀμφιβάλλειν ὅτι καὶ ἑτέρων αὐτοῖς ἐννοιῶν καινότητα πάντη τε καὶ πάντως εἰσεκόμισεν ὁ καιρός; Τοῦτο καὶ ἡμῖν ἐπείγεσθαι κατορθοῦν ὁ θεσπέσιος Παῦλος προστέταχε λέγων· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ· ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινίσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. Τὸ μὲν οὖν ψιλοῦσθαι τὴν κεφαλὴν ταυτὶ δή που πάντως ὑπεμφήνειεν ἄν. Τὸ δὲ δὴ καὶ ὀνύχων ἀπαλλάττεσθαι μακρῶν, ῥύπου καὶ ἀκαθαρσίας ἀποβολὴν ἀπαινίττεται. Ῥιπῶσι γὰρ λίαν οἱ τῆς χρείας εὐμηκεστέρους τοὺς ὄνυχας ἔχειν, οὐκ οἶδ' ὅπως ἠγαπηκότες. Ἀποφοιτᾷν ἔδει τὸν Ἰσραὴλ, τῆς πρὸς Θεὸν οἰκειότητος ἠξιωμένον, οὐκ ἂν ἐνδοιάσειέ τις, ἀνακεκραγότος τοῦ νόμου σαφῶς· Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· καὶ ὅσα τούτοις συνήρμοσται. Τὰ δὲ τῆς αἰχμαλωσίας ἱμάτια, φαίην ἂν ἔγωγε τῆς δουλείας τὸ σχῆμα, καὶ τῆς ἐν φαυλότητι πολιτείας ἀναγράφειν τοὺς τύπους.
You shall have no other gods besides me. And again: You shall not do so to the Lord your God. For the abominations which the Lord hated, they made for their own gods. For while they were making their sojourn in Egypt, they held other notions, supposing the gods to be ten thousand, and kindling the worship due to the Creator for the creation; and they ascribed the glory to wood and stone. But since they have been called through Moses to the knowledge of the God who is by nature true and alone, how is it possible to doubt that the time brought in for them a newness of other notions altogether and in every way? This the divine Paul has also commanded us to accomplish eagerly, saying: Be not conformed to this age, but be transformed by the renewing of your mind, so that you may prove what is the will of God, the good and acceptable and perfect. Now the mere shaving of the head would surely in every way suggest these things. But the removal of long nails indicates the casting off of filth and uncleanness. For those who are exceedingly filthy have delighted, I know not how, in having their nails rather long. Israel, having been deemed worthy of kinship with God, ought to have departed from these things, as no one would doubt, since the law has cried out clearly: You shall not murder, you shall not commit adultery, you shall not bear false witness against your neighbor; and all that has been joined to these. And the garments of captivity, I would say, are the form of slavery, and they record the types of a way of life in baseness.
Ὑπενηλλαγμένη μὲν γὰρ τοῖς τοῦ διαβόλου θελήμασι, καὶ ταῖς ἐκείνου πλεονεξίαις ὑποφέρουσα τὸν αὐχένα, ἄμφιον ὥσπερ τι διεῤῥωγὸς καὶ ῥυπῶν τὴν φιλοσαρκίαν ἐδέχετο. Ἐπειδὴ δὲ λελύτρωτο νόμῳ, καὶ τὰ ἀμείνω κατεπαιδεύετο φρονεῖν τε καὶ δρᾷν, τῆς ἀρχαίας φαυλότητος ἀπεδύσατο τὰ ἐγκλήματα, καὶ οἷά τινα χιτῶνα λαμπρὸν τὴν διὰ νόμου παίδευσιν ἑαυτῷ περιθεὶς διετέλει λοιπόν. Καὶ τοῦτο, οἶμαι, ἔστιν, ὃ δὴ καὶ ἡμᾶς αὐτοὺς ἀναπείθει δρᾷν ὁ θεσπέσιος Παῦλος, λέγων οὕτως· Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ἀπαμφιεννύμεθα δὲ καὶ ἐν τῷ ἁγίῳ βαπτίσματι, μονονουχὶ παραῤῥίπτοντες τῷ Σατανᾷ τὰ τῆς αἰχμαλωσίας ἱμάτια. Οὕτω τε λοιπὸν αὐτὸν ἐνδυσάμενοι τὸν Ἐμμανουὴλ ἀνατίθεμεν τῷ Θεῷ καὶ Πατρὶ τὰ χαριστήρια λέγοντες· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ἔφη δὲ πάλιν νομοθέτης ὣν ὁ Παῦλος· Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν. Ὁρᾷς ὅπως ἀπαμφιεννύμενοι τὰ σαρκὸς ὡς αἰχμαλωσίας ἱμάτια λαμπρῷ καὶ θείῳ περιβλήματι κεχρήμεθα τῷ Χριστῷ. Αὐτὸς γάρ ἐστιν ὁ τῆς εὐφροσύνης χιτὼν, καὶ τὸ τῆς σωτηρίας ἱμάτιον. Κατεψιλωμένη δὴ οὖν τὴν τρίχα, καὶ περιῃρημένη, φησὶν, ὄνυχάς τε τοὺς ῥυποῦντας καὶ μακροὺς, καὶ τὰ τῆς αἰχμαλωσίας ἐσθήματα, τότε δὴ, τότε τὸ σὸν οἰκήσει δωμάτιον, καὶ εἰσοικισθήσεται μὲν ὡς ἐν τάξει τῆς γεγαμημένης.
For she had been subjugated to the devil's wills and, bearing her neck under his greed, she received fleshly-mindedness like some torn and filthy garment. But when she had been redeemed by the law and had been trained to think and do the better things, she stripped off the accusations of her ancient depravity, and, putting around herself the education through the law like some bright tunic, she continued thereafter. And this, I think, is what the inspired Paul also persuades us ourselves to do, saying thus: Having stripped off the old man with his deeds, and having put on the new man, which is being renewed according to the image of the one who created him. And we are stripped bare also in holy baptism, all but throwing back to Satan the garments of captivity. And thus thereafter, having put on Emmanuel himself, we render thanks to God and the Father, saying: Let my soul rejoice in the Lord; for he has clothed me with a garment of salvation, and a tunic of gladness. And Paul, being a lawgiver, said again: Put on our Lord Jesus Christ, and make no provision for the flesh, for lust. You see how, being stripped of the garments of the flesh as of captivity, we have as our bright and divine covering Christ. For he himself is the tunic of gladness and the garment of salvation. So then, she who has had her hair shorn and removed, he says, and her nails that are filthy and long, and the garments of captivity—then, then he will dwell in your chamber, and he will be brought to dwell in it as in the rank of a married woman.
Πλὴν κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας, τουτέστι, τῶν οἴκοι διαμεμνήσεται. Καὶ μετὰ τοῦτο εἰσελεύσῃ πρὸς αὐτὴν, καὶ ἔσται σου γυνή. Δεῖν γὰρ οἶμαι τοὺς εἰς οἰκειότητα κεκλημένους τὴν ὡς πρὸς Θεὸν, ἀτόπων μὲν ἐννοιῶν καὶ εἰκαίων ἐνθυμημάτων τῶν ἐπί γε τῷ πλημμελεῖσθαί
φημι καὶ ῥύπου παντὸς τὸν νοῦν ἀπαλλάττοντας, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, προσεδρεύειν ἀπερισπάστως τῷ τετηρηκότι, καὶ εἰς οἰκειότητα τὴν πατρικὴν παραδεξαμένῳ Θεῷ. τὸ γὰρ προσεδρεύειν ἀπερισπάστως παραδηλώσειεν ἂν, οἶμαί που, τὸ καθίσαι ἐν τῇ οἰκίᾳ σου. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ, ἄριστόν τε καὶ ὀνησιφόρον ἀληθῶς τὸ χρῆμα εἰδώς· Μίαν ᾐτησάμην, φησὶ, παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκήπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Σημεῖον δ' ἂν γένοιτο καὶ μάλα σαφὲς, τοῦ καὶ ἐρηρεῖσθαι τὸν νοῦν, ἀναπεπλῆσθαί τε καὶ ἀγάπης τῆς εἰς Θεὸν, τὸ δεῖν οἴεσθαι καὶ τοῦτο διὰ παντὸς ταῖς θείαις αὐλαῖς ἐμφιλοχωρεῖν. Πλὴν οὐκ ἠγνόησε τῆς ἀνθρώπου διανοίας τὸ μέτρον ὁ Δημιουργός. Πῶς γὰρ ἢ πόθεν; Εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων, ὅτι Αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Ἀποφοιτῶντες μὲν γὰρ τῆς ἐν κόσμῳ ζωῆς, καὶ τῶν τῆς φιλοσαρκίας παθῶν τὸν νοῦν ὑπεξάγοντες, οὐκ εἰσάπαν ἀνεγκλήτως τοῦτο ποιεῖν εἰθίσμεθα. Ἀσθενοῦμεν δέ πως ἐν ἀρχαῖς, καὶ ὑποφέρεται μὲν ὁ νοῦς ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς. Διολισθήσει δ' ἂν εὐκόλως τῶν ἐν κόσμῳ περισπασμῶν εἰς ἀνάμνησιν·
Except she shall weep for her father and mother for a month of days, that is, she shall call to mind those at home. And after this you shall go in to her, and she shall be your wife. For I think it is necessary that those who have been called into kinship with God, having freed their mind from improper thoughts and vain imaginations—especially, I say, in matters of being led astray—and from all filth, and, as the inspired Paul writes, having put off the old man who is corrupted according to the desires of deceit, should attend undistractedly to the God who has kept them and received them into paternal kinship. For attending undistractedly would perhaps indicate, I think, sitting in your house. And indeed the blessed David, knowing the matter to be truly excellent and profitable, says, One thing I have asked from the Lord, this I will seek: that I may dwell in the house of the Lord all the days of my life, to behold the delight of the Lord and to visit his holy temple. And a very clear sign of the mind being firmly fixed and filled with love toward God would be the belief that one must always linger in the divine courts. Except the Creator did not fail to know the measure of human understanding. For how or from where could he? Since he is truthful who says, He himself knew our frame. For when we depart from the life in the world and withdraw our mind from the passions of the love of the flesh, we are not accustomed to do this entirely without blame. But we are somehow weak in the beginnings, and the mind is carried along by pleasures toward what is base. And it will easily slip into remembrance of the distractions in the world.
μονονουχὶ δὲ καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα πολὺ δὴ λίαν ἀσπάζεται· κἂν εἰ κατάγχοι τυχὸν ὁ νόμος, καὶ ἀνόπιν ὥσπερ ἀνασυράζοι Θεὸς εἰς προφερεστέραν ἡμᾶς καὶ ἀσυγκρίτως ἀμείνω μετακομίζων ζωήν. Ἐπειδὴ γάρ ἐστιν ἀνάντης ἡ ἀρετὴ, λειοτάτη δὲ ὥσπερ ἡ εἰς τὸ φαῦλον ἡμᾶς ἀποφέρουσα τρίβος, ταύτῃ τοι τὸ πονεῖν διωθούμενοι, τὴν ἑτέραν ἴμεν εὐκόλως. Τί τοίνυν φησὶν ὁ νόμος; Κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας· τουτέστιν, οὐκ εὐθὺς ἀσπαστὸν ποιήσεται τὸ τὴν σὴν ἑστίαν οἰκεῖν· διαμέμνηται δὲ τῶν οἴκοι βραχύ. Συμβαίνει δὲ τοῦτο τοῖς ἐμπίπτουσιν εἰς αἰχμαλωσίαν οἳ κἂν εἰ γένοιντο τυχὸν παρὰ τοῖς ἔχουσιν ἐν τιμῇ, κἂν εἰ παρακέοιτό πως αὐτοῖς τὸ τρυφᾷν ἀφθόνως, ἀλλ' οὖν οἴκου καὶ γεγενηκότων πόλεώς τε τῆς σφῶν, ἐφίενται πάλιν καὶ οὐδὲν ἧττόν εἰσι τῶν ἰδίων μνήμονες, καὶ δακρυῤῥοοῦσιν ἔσθ' ὅτε, πόνου καὶ ἀνίας τὸν οἰκεῖον ἀναπιμπλάντος νοῦν, ὅτι τῆς ἐνεγκούσης ἐστέρηνται. Τοῦτο συνέβη παθεῖν ταῖς Ἰουδαίων ἀγέλαις. Λελύτρωνται μὲν γὰρ ἐξ Αἰγύπτου καὶ πικρᾶς δουλείας ἐξῃρημένοι, κέκληνται παρὰ Θεοῦ πρὸς τὴν ἄνωθεν αὐτοῖς καὶ ἐκ πατέρων ἐλευθερίαν, ἀλλ' ἦσαν καὶ οὕτω τῶν ἐν Αἰγύπτῳ μνήμονες· καὶ ἔκλαιον λέγοντες· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ. Κατεπεφύοντο δὲ καὶ Μωσέως, λέγοντες· Ἵνα τί ἐξήγαγες ἡμᾶς, ἐν τῇ ἐρήμῳ ταύτῃ; Ὅτι τοίνυν ἀνάγκη τῆς ἐπαράτου φιλοσαρκίας, καὶ τῆς εἰς κόσμον ζωῆς ἀπαλλαττομένους, δυσαποσπάστως ἔχειν ἐν ἀρχαῖς, καὶ ζητεῖν ἔσθ' ὅτε τὰ ἐν αὐτῷ, πλαγίως ἡμῖν ὑπεμφαίνει λέγων ὁ νομοθέτης, ὅτι Κλαύσεται τὸν πατέρα καὶ μητέρα μηνὸς ἡμέρας.
And he all but warmly embraces intimacy with him; even if perhaps the law drags us down, and God, as it were, draws us back again, transferring us to a more excellent and incomparably better life. For since virtue is uphill, while the path that carries us off to what is base is, as it were, very smooth, for this reason, thrusting aside toil, we go easily along the other. What then does the law say? She shall weep for her father and mother for a month of days; that is, she will not immediately make it desirable to dwell in your house, but she remembers those at home for a little while. And this happens to those who fall into captivity, who, even if they should perhaps be held in honor among their captors, even if luxury should abundantly lie at their disposal, nevertheless long again for their home and kindred and their own city, and are none the less mindful of their own people, and sometimes weep, pain and grief infecting their own mind, because they have been deprived of the one who bore them. This the flocks of the Jews suffered. For they had been redeemed from Egypt and rescued from bitter slavery, and had been called by God to the freedom that came to them from above and from their fathers, but even so they were mindful of the things in Egypt, and wept, saying: Would that we had died, struck down by the Lord in the land of Egypt. And they kept murmuring against Moses, saying: Why did you bring us out into this wilderness? Since, then, it is necessary that those departing from accursed love of the flesh and from the life that is in the world are at first hard to tear away, and sometimes seek the things in it, the lawgiver hints this to us obliquely, saying: She shall weep for her father and mother for a month of days.
Καὶ οὐ δὴ πού φαμεν ὅτι κλαίειν αὐτοὺς προστέταχε· συγχωρεῖ δὲ μᾶλλον, καὶ ἀσθενούντων ἀνέχεται. Καὶ ἀνίεσθαι δεῖν ἔφη τοῖς πεπονθόσι αὐτὸ τὰ ἐγκλήματα, διά τοι τὸ οὔπω κεκτῆσθαι τὸ τληπαθές. Καὶ γοῦν συγκεχώρηκε τοῦ πάθους κατὰ τὴν ἔρημον τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καὶ οὐκ εἰς ἅπαν ὠλόθρευσε τοὺς ἡμαρτηκότας, εἰ καὶ ἠγανάκτει χρησίμως. Ὅτι γὰρ οὐκ ἀεὶ συγκεχώρηκεν ἀῤῥωστεῖν, καὶ τῆς ἀρχαίας ἡμᾶς οἰκειότητος, τῆς ἐν κόσμῳ φημὶ μνήμας εἰσδέχεσθαι, παρέδειξεν ἐναργῶς, χρόνους τῷ κλαίειν ἀπονέμων οὐ μακρούς· μηνὸς γὰρ ἡμέρας, τουτέστι καιροῦ περίοδον βραχεῖάν τινα καὶ συνεσταλμένην. Τοιοῦτόν τινα νοῦν, καὶ θεῖος ἡμῖν Μελῳδὸς εἰσκεκόμικεν εἰπὼν πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλίνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ οἴκου τοῦ πατρός σου· ὅτι ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.– Κλαύσασα τοίνυν τὸν πατέρα, φησὶν, καὶ τὴν μητέρα μηνὸς ἡμέρας, ἔσται σου τότε γυνή. Ἀπαλλαττόμενοι γὰρ, ὡς ἔφην, τῆς ἐν κόσμῳ ζωῆς, τότε δὴ, τότε Θεῷ κολλώμεθα, καθ' ἕνωσιν δηλονότι τὴν πνευματικήν. Ὁ γὰρ κολλώμενος
And we do not say anywhere that he commanded them to weep; rather he permits it, and bears with those who are weak. And he said that the charges must be relaxed for those who have suffered this, precisely because they have not yet acquired the capacity for suffering. And indeed he conceded the passion to the Synagogue of the Jews in the wilderness, and did not utterly destroy those who had sinned, even if he was justly indignant. For that he has not always permitted us to be weak, and to receive memories of the ancient intimacy—I mean that which is in the world—he showed clearly, allotting no long times for weeping; for a month of days, that is, a brief and compressed period of time. Some such meaning the divine Melodist has also introduced for us, saying to the Church from the Gentiles: Hear, O daughter, and see, and incline your ear, and forget your people and your father's house; for the king will desire your beauty. Having wept, then, he says, for your father and mother a month of days, then shall you be a woman. For when we depart, as I said, from the life in the world, then, then we are joined to God, by union, clearly, that is spiritual. For he who is joined
τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ἀλλ' ἔσται, φησὶν, Ἐὰν μὴ θέλῃς αὐτὴν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν, καὶ πράσει οὐ πραθήσεται ἀργυρίου. Ὅτε γὰρ δεδυσσέβηκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτῷ τὰς χεῖρας ἐπαφεῖσα Χριστῷ, ὅτι πεπαρῴνηκεν εἰς τὸν ἑαυτῆς Δεσπότην, τότε μεμίσηται, καὶ γέγονεν ἀνεθέλητος· μονονουχὶ δὲ καὶ τῆς θείας τε καὶ ἱερᾶς ἑστίας ἐξεπέμπετο. Πλὴν εἰς δουλείαν οὐ παραδέδοται, οὐδὲ οἷον πεπραμένη τῷ Σατανᾷ, τοῖς ἐκείνου θελήμασι παντελῶς ὑπενήνεκται· οὐ γὰρ λελάτρευκεν εἰδώλοις, καίτοι τῆς εἰς Χριστὸν οἰκειότητος ἀπολισθήσας ὁ Ἰσραήλ. Ἀπομεμένηκε δὲ τὸν ἕνα καὶ φύσει Θεὸν ὁμολογῶν τε καὶ προσκυνῶν, καὶ ἀγάπην τετήρηκε τὴν εἰς Μωσέα καὶ νόμον· οὐ γὰρ ἠθέτησεν αὐτὸν ὁ τῶν ὅλων Θεὸς, ὅτι τῆς πρὸς αὐτὸν οἰκειότητος ἠξιώθη ποτέ. Τοῦτο γὰρ ἡμᾶς διδάσκει λέγων· Οὐκ ἀθετήσεις αὐτὴν ὅτι ἐταπείνωσας αὐτήν. Ταπείνωσιν γὰρ ἐνταῦθά φησι τὴν διαπαρθένευσιν, ἤτοι τῆς πνευματικῆς συναφείας τὸν τρόπον, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ, καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ πολεμοῦντος πρὸς τοὺς ἐναντίους. Ἀναλάβετε ὅπλα καὶ ἀσπίδα, προσπεφώνηκέ τισιν ὁ προφήτης Ἡσαΐας. Παῦλός γε μὴν ὁ σοφώτατος· Ἐνδύσασθε, φησὶν, τὴν πανοπλίαν τοῦ Θεοῦ.
to the Lord, is one spirit. But it shall be, he says, If you do not wish her, you shall send her away free, and she shall not be sold for silver. For when the Synagogue of the Jews had acted impiously, and having laid its hands upon Christ himself, because it had raged madly against its own Master, then it was hated, and became unwanted; and it was all but sent out from the divine and sacred hearth. Nevertheless it was not handed over to slavery, nor, as it were, sold to Satan, nor wholly subjected to his wills; for it has not served idols, although Israel slipped away from its kinship with Christ. But it has remained, confessing and worshipping the one God by nature, and it has kept its love for Moses and the law; for the God of all did not set it aside, because it was once deemed worthy of kinship with him. For this is what he teaches us, saying: You shall not set her aside, because you humbled her. For here he calls the defloration a humbling, that is, the manner of the spiritual union, and it is clear that it is the union in Christ; through whom and with whom be glory to God and the Father with the Holy Spirit, unto the ages of ages. Amen. Concerning the one who wars against the enemies. Take up weapons and a shield, the prophet Isaiah has addressed to certain people. And Paul, the most wise: Put on, he says, the whole armor of God.
Οἱ γὰρ Θεῷ γνώριμοι, καὶ ἀρετῆς ἐρασταὶ, καὶ ταῖς παγκάλαις ἐπιεικείαις σύντροφοι, καταστρατεύονται μὲν ὅτι μάλιστα γενικῶς ἁπάσης βεβήλου καὶ σαρκικῆς ἡδονῆς, ἀντεξάγουσι δὲ ὥσπερ ταῖς τοῦ διαβόλου δυστροπίαις, τὸ ἐρηρεισμένον ἐν πίστει, τὸ ἀκατάσειστον εἰς ὑπομονὴν, τὸ εἰς πόνους τληπαθὲς, καὶ τὸ πρόθυμον εἰς φιλεργίαν, τὴν ἐφ' ἄπασι δηλονότι τοῖς τεθαυμασμένοις. Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτό ποτε πνευματικῆς εὐῤῥωστίας ἀφίκοιτο μέτρον, ὡς καὶ τὴν οὕτω περιφανῆ καὶ παντὸς ὑπέκεινα θαύματος δόξαν ἑλεῖν, εἰ μὴ Χριστὸν ἔχοι τὸν προασπίζοντα. Συναθλήσει δὲ πάντως, καὶ συνέσται προθύμως τοῖς τὰ αὐτοῦ φρονεῖν ᾑρημένοις, καὶ τὴν δι' αὐτοῦ κάθαρσιν ἐκπεπλουτηκόσιν, αὔχημά τε ποιεῖσθαι μεμελητηκόσι τὸν ὀνειδισμὸν αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Ψαλμῳδός· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἀμείνους γὰρ ὅτι τῶν πολεμίων ἐσόμεθα, διασώζοντος τοῦ Θεοῦ, πιστὸς ἔσται λέγων αὐτός· Ὅτι ἐπ' ἐμὲ ἦλθε, καὶ ῥύσομαι αὐτόν. Κέκραξέ τε πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ· μετ' αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι, καὶ δοξάσω αὐτόν. Ἀλλ' ὅρα τὸ χρῆμα, καὶ δι' αὐτοῦ γραφόμενον τοῦ πανσόφου Μωσέως. Ἔφη γάρ· Ἐὰν δὲ ἐξέλθῃς παραβαλεῖν εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς πονηροῦ ῥήματος·
For those who are known to God, and lovers of virtue, and reared in all-noble gentleness, campaign most of all and universally against every profane and fleshly pleasure, and set out in opposition, as it were, against the perversities of the devil: the thing established in faith, the unshaken in endurance, the steadfast in toils, and the eager for love of labor—namely, in all things that have been admired. But no one, I think, would ever reach such a measure of spiritual vigor as even to capture the glory so manifest and beyond all wonder, unless he has Christ as his champion. And he will surely strive together with, and be present eagerly with, those who have chosen to think the things that are his, and who have richly obtained the purification that comes through him, and who have taken care to make their boast of his reproach. And indeed the divinely inspired Psalmist says: He who dwells in the help of the Most High shall lodge in the shelter of the God of heaven. He shall say to the Lord: You are my helper, and my refuge, my God, my helper, and I will hope in him. For he himself shall deliver me from the snare of the hunters, and from the troublesome word. For we shall be better than our enemies, God preserving us; he himself will be faithful, saying: Because he has come to me, I will also deliver him. He cried out to me, and I will hear him; I am with him in affliction; I will rescue him, and I will glorify him. But observe the matter, and it is written by the all-wise Moses himself. For he said: But if you go out to draw near to battle against your enemies, and you keep yourself from every evil word:
ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔστι καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτὸς, καὶ ἐξελεύσεται ἔξω τῆς παρεμβολῆς, καὶ οὐκ εἰσελεύσει εἰς τὴν παρεμβολήν. Καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ἐν ὕδατι, καὶ δεδυκότος ἡλίου, εἰσελεύσεται εἰς τὴν παρεμβολήν. Καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς· καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω· καὶ πάσσαλος ἔσται σοι ἐπὶ ζώνης σου. Καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ, καὶ ἀπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ. Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέσθαι σε, καὶ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἔν σοι ἀσχημοσύνη πράγματος, καὶ ἀποστρέψει ἀπὸ σοῦ. Ἀκούεις ὅτι τοὺς κατανεανιεύεσθαι τῶν ἐχθρῶν καὶ εὐδοκιμεῖν ἐθέλοντας, ἀπαλλάττεσθαι χρὴ παντὸς μολυσμοῦ; Ἡ πάλη γὰρ ἡμῶν, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, αἳ τὸν ἀνθρώπινον ἀκριβῶς κατασκέπτονται βίον, καὶ τῆς ἑκάστου ζωῆς πολυπραγμονοῦσι τὸν τρόπον. Δεῖ δὴ οὖν ἀμώμητόν τε καὶ ἀνεπίληπτον ἡμᾶς ποιεῖσθαι τὴν πολιτείαν, ἵνα μὴ τοῖς παρ' ἐκείνων ἐγκλήμασιν ὑποφέρηται. Καὶ γὰρ καὶ ἐχθρός ἐστι καὶ ἐκδικητὴς ὁ τῆς
If there is among you a man who is not clean by reason of his nocturnal emission, he shall go outside the camp, and he shall not enter the camp. And it shall be that toward evening he shall wash his body in water, and when the sun has set, he shall enter the camp. And there shall be a place for you outside the camp, and you shall go out there outside; and you shall have a peg on your belt. And it shall be, when you sit down outside, you shall dig with it, and having turned aside you shall cover your shame with it. Because the Lord your God walks about in your camp, to deliver you and to give your enemy into your hands. And your camp shall be holy, and no shameful thing shall be seen among you, and he will turn away from you. Do you hear that those who wish to triumph over their enemies and to be held in good repute must be free from every defilement? For our wrestling is not against blood and flesh, but against the principalities, against the authorities, against the world-rulers of the darkness, against the spiritual forces of wickedness in the heavenly places, which closely inspect the life of man and busy themselves with the manner of each person's life. It is necessary, then, that we make our conduct blameless and irreproachable, so that it may not be carried away by their accusations. For he is both an enemy and an avenger, the
ἁμαρτίας πατήρ. Οἱ μὲν οὖν ἐν τῷδε τῷ κόσμῳ, νόμῳ πολέμου καὶ μάχης ἀνεγειρόμενοι τοῖς ἐχθροῖς, τὰς εἰς σῶμα πληγὰς ἤτοι δέχονται τυχὸν, ἤγουν ἑτέροις ἐπάγουσιν. Ἡμεῖς δὲ οὐχ οὕτω· Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὸ γεγραμμένον. Οὐκοῦν οὐδὲ εἰς σάρκα πληττόμεθα, ἀλλ' εἰς νοῦν καὶ καρδίαν εἰσδεχόμενοι τὰς ἐπιθυμίας, καὶ εἰς τὰ τῆς φιλοσαρκίας διαπίπτοντες πάθη. Χρὴ τοίνυν ἡμᾶς παντευχίαις ἐνηρμόσθαι ταῖς πνευματικαῖς, καὶ τῇ ἄνωθεν χάριτι περιφράττεσθαι, καὶ εἰς ὅσον οἷόν τε τὸν νοῦν ἔξω βέλους νοητοῦ ποιεῖσθαι παντός. Περιεσόμεθα γὰρ ὡδὶ τῶν ἀνθεστηκότων, καὶ πέρα παντὸς ἱέντες πάθους, ἀδιαλώβητον τῷ Θεῷ τὸ τῆς ψυχῆς τηρήσομεν κάλλος. Ταύτῃ τοι φησὶν ὁ νόμος· Ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ, τουτέστιν, αἰτίας ἁπάσης ἀποτάτω ποίει σαυτὸν, μηδεὶς ἔσται κατὰ σοῦ λόγος ἀληθὴς ἐπ' αἰσχίῳ τε καὶ διαβεβλημένῳ πράγματι, παραιτοῦ τὴν κατάῤῥησιν τὴν ἐφοτῳοῦν καὶ ἀργείτω κατὰ σοῦ πᾶν ῥῆμα πονηρόν. Ὅτι δὲ ἡμᾶς καὶ τῆς σαρκικῆς ἀκαθαρσίας ἀποφορτίζεσθαι χρὴ τὰ ἐγκλήματα, παρέδειξεν αἰνιγματωδῶς, τὸν ἐκ ῥύσεως αὐτοῦ μεμολυσμένον ἔξω μὲν ἰέναι τῆς παρεμβολῆς ἐπιτάττων ἀπολούεσθαι δεῖν ὕδατι πρὸς ἑσπέραν, ὑπονοστεῖν δὲ οὕτως οἴκοι τε λοιπὸν, καὶ εἰς αὐτὴν, εἰ βούλοιτο, τὴν παρεμβολήν. Εἶτα τί τὸ χρῆμα, καὶ τίς ἂν γένοιτο τῶν τοιούτων ὁ νοῦς, διειπεῖν πειράσομαι.
the father of sin. Those in this world, then, who are roused by the law of war and battle against their enemies, either receive blows to the body, perhaps, or inflict them on others. But we are not so; for our weapons are not carnal, according to what is written. Therefore neither are we struck in the flesh, but in mind and heart, receiving desires, and falling into the passions of the love of the flesh. We must, then, be fitted out with the full spiritual armor, and be fenced about by the grace from above, and, as far as possible, keep the mind beyond every intelligible dart. For in this way we shall prevail over those who oppose us, and, passing beyond every passion, we shall keep the beauty of the soul undamaged for God. Thus indeed the law says: If you go out to set yourself in battle against your enemies, and keep yourself from every evil word—that is, keep yourself far removed from every cause of blame, so that no true word may be against you in any shameful and disreputable matter; decline the accusation that is brought, and let every evil word against you be idle. And that we must also unload the charges of fleshly uncleanness, he indicated enigmatically, commanding the one defiled by his emission to go outside the camp and to wash with water toward evening, and thus afterward to return home, and, if he wished, even to the camp itself. Then what the matter is, and what the meaning of such things would be, I shall attempt to explain.
Εἰ γὰρ γένοιτό τις ἀνθρώπινος μολυσμὸς βραχὺ πρὸς τὸ ἄναγκες τοῦ νοῦ διανενευκότος, καὶ ἀνέντος εἰσβολὴν ταῖς εἰς τὸ φαῦλον ἐπιθυμίαις, ὅσον μὲν ἧκεν εἰς τοῦτο τῆς τῶν ἁγίων πληθύος ἀπονοσφίζεσθαι δεῖν, δεδικαίωκεν ὁ Δεσπότης, καὶ τοῖς ἀκαθάρτοις τὸν καθαρὸν οὐκ ἐᾷ συναυλίζεσθαι. Ἀφίησι γὰρ οὐδαμῶς ἀνεπίπληκτον ἐν ἡμῖν τὴν καταφθείρουσαν ἁμαρτίαν. Ἀλλ' εὐρήσομεν ἐν Χριστῷ τὴν κάθαρσιν, ὕδατί τε διαγνιζόμενοι, κατά γέ φημι τὸ, Λούσασθε, καθαροὶ γίνεσθε. Τοῦτο δρῶντες τὸ πρὸς ἑσπέραν, τουτέστιν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· ὃ δὴ καὶ πεπερασμένον κατίδοι τις ἂν ἐπὶ ταῖς τῶν ἁγίων ἀγέλαις. Οἱ γὰρ ταῖς ἐκτόποις φιλοσαρκίαις μεμολυσμένοι, οἱ τῆς τῶν ἁγίων πληθύος καὶ παρεμβολῆς ἔξω μένοντές ποτε, οἱ πόῤῥω που τῆς ἱερᾶς ἀγέλης, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πεπλουτηκότες κάθαρσιν, γεγόνασιν ἐγγὺς οἱ μακρὰν, κοινωνοὶ τῶν ἁγίων ἀποδεδειγμένοι, καὶ συμπολῖται λοιπὸν καὶ συμμέτοχοι τῆς ἐλπίδος, ἐν καιρῷ δηλονότι τῆς ἐπιδημίας τῆς οἱονεί πως ἐν ἑσπέρᾳ καὶ πρὸς αὐταῖς γενομένης ταῖς τοῦ παρόντος αἰῶνος δυσμαῖς. Δεῖν μὲν οὖν ἔφη, τοὺς τὴν ἐν Χριστῷ κάθαρσιν ἐμπορευομένους ἀποκρούεσθαι φιλεῖν τὰ ἐκ τῆς φιλοσαρκίας ἐγκλήματα. Ἀλλ' ἔσται σοι, φησὶν, καὶ τόπος ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω, καὶ πάσσαλος ἔσται ἐπὶ τῆς ζώνης σου. Καὶ ἕσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ· καὶ ἐπαγαγὼν κατακαλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ. Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέ σθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου.
For if some human defilement should occur, when the mind has inclined but slightly toward necessity and has yielded an entrance to desires for what is base, the Master has judged that, as far as this is concerned, one ought to be separated from the multitude of the saints, and He does not permit the clean to dwell together with the unclean. For He by no means lets the corrupting sin among us go unrebuked. But we shall find purification in Christ, being cleansed with water—according, I mean, to the words, Wash yourselves, become clean. We do this toward evening, that is, in the last times of the age; and one may observe this very thing fulfilled in the flocks of the saints. For those who have been defiled by outlandish love of the flesh, who once remained outside the multitude and camp of the saints, who were far away from the sacred flock, having gained the purification that comes through holy baptism, have become near—those who were far off—having been shown to be partakers with the saints, and henceforth fellow citizens and sharers of the hope, at the time, clearly, of the visitation that has come, so to speak, in the evening and at the very settings of the present age. He said, then, that it is necessary for those who obtain purification in Christ to love to thrust away the accusations that come from love of the flesh. But there shall be, He says, a place for you also outside the camp, and you shall go out there outside, and a peg shall be on your belt. And it shall be, when you sit down outside, you shall dig with it; and having brought it, you shall cover your shame with it. Because the Lord your God walks about in your camp, to deliver you and to give your enemy into your hands.
Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος. Παραιτεῖσθαι γὰρ ὅτι μάλιστα πᾶν εἶδος ἀκαθαρσίας πρέποι ἂν, ὡς ἔφην, τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυμοῦντας ἐχθρῶν. Ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαντες, καὶ νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ πλημμελὲς, συνίησι δὲ οὐδεὶς παραπτώματα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· εἰ δὲ γένοιτο, φησὶ, μιᾷ τῶν ἐμφύτων καὶ ἐν ἡμῖν ἀκαθαρσιῶν μονονουχὶ περιθραύεσθαι, καὶ ἁλίσκεσθαί τι νενοσηκότας τῶν ἔξω νόμου καὶ ζωῆς ἁγιοπρεποῦς· ἐνοικεῖ γὰρ τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος, πρῶτον μὲν, μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν ἐν ὄψει πολλῶν τὰ ἐκ τῆς ἀῤῥωστίας παρακείσθω πταίσματα· ἀλλ' οἷον ἔξω καὶ λεληθότως, καὶ ὡς ἀνωτάτω τῆς παρεμβολῆς, εἶτα ταῖς ἐπανορθοσίαις τούτων καλυπτέσθω, φησί· Σοφοὶ γὰρ κρύψουσι τὰς ἑαυτῶν αἰσχύνας, κατὰ τὸ γεγραμμένον. Καταλήγοντες δὲ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὸ ἄμεινον ῥοπαῖς ἀναστοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέσθαι τὸ
And your camp shall be holy, and no shameful thing shall be seen in you. For, as I said, to reject every form of uncleanness especially befits those who desire to play the man against the enemies of things intelligible. But since we all stumble in many things, and human nature is sick with a tendency to slip easily into wrongdoing, and no one understands his transgressions, according to the voice of the Psalmist—but if it should happen, he says, that by one of the uncleannesses innate and within us one is, so to speak, bruised all round and is caught having fallen sick in some of the things outside the law and a life becoming to holiness; for the law of sin dwells in the members of the flesh—first, let not the stumbling-blocks arising from weakness lie plainly and uncovered, nor in the sight of many; but as it were outside and secretly, and as far as possible at the outskirts of the camp; then let them be covered by the corrections of these things, he says; for the wise shall hide their own shame, according to what is written. And coming to the end of our transgressions, and by our inclinations toward the better in some way reconstituting the mind, so as to choose what is necessary
ὠφελοῦν, ἐκ μέσου ποιούμεθα τῶν ἤδη προεπταισμένων τὸ ἀκαλλὲς, καὶ τὴν κάκοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πάλιν εἰς τὴν τῶν ἁγίων παρεμβολὴν, τουτέστιν, εἰς τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν. Ἐν Χριστῷ δὲ καὶ τοῦτο διαπεραίνεται. Καὶ τίνα τρόπον; Εἰ λάβοιμεν τὸν ἑαυτῶν σταυρὸν, κατὰ τὴν αὐτοῦ φωνὴν, γοργῷ καὶ εὐζωνοτάτῳ κεχρημένοι φρονήματι. Τὸ γὰρ ἔχειν ἡμᾶς ἐπὶ τοῦ ζωστῆρος πάσσαλον, ἤγουν τὸ ξύλον, τοῦτο δή που τάχα πλαγίως ἡμῖν ὑπαινίττεται. Πνευματικὸς οὖν ὁ νόμος, καὶ τῶν νοητῶν τὴν ὑποτύπωσιν ποιεῖσθαι φιλεῖ τὰ σωματικά. Οὐ γάρ ἐσμεν ἐν ἀκαθαρσίαις, ἐν ὀφθαλμοῖς τοῦτο πεποιηκότος Θεοῦ, εἰς ἀφεδρῶνας ἱέντες, καὶ περιττωμάτων τῶν ἀπὸ γαστρὸς ἑαυτοὺς ἀπαλλάττοντες. Ἀλλ' ὡς ἔφην ἀρτίως, τύποι καὶ εἰκόνες τῶν νοητῶν εἶεν ἂν καὶ τὰ ἐν αἰσθήσει κείμενα. Δεῖ δὴ οὖν ἡμᾶς καταχωννύειν τὰς ἀκαθαρσίας· ὅτι Κύριος ὁ Θεὸς περιπατεῖ ἐν τῇ παρεμβολῇ. Ἐνοικεῖ γὰρ ἐν ἡμῖν καὶ ἐμπεριπατεῖ Χριστός· κἂν ἄσχημον ἴδῃ πρᾶγμα καὶ ἀκαλλὲς ἐν ἡμῖν, ἐπανίσταται παραχρῆμα, Ἅγιον γὰρ Πνεῦμα σοφίας φεύξεται δόλον, κατὰ τὸ γεγραμμένον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Εἰ δὲ εὑρίσκει καθαροὺς καὶ διεσμηγμένους, καὶ παθῶν ἀμείνους καὶ μολυσμῶν, ἐνοικήσει προθύμως, καὶ ἐκ χειρὸς ἐχθρῶν ἀπαλλάξει. Τοιγάρτοι φησίν· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος. Καὶ πάλιν· Ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι, λέγει Κύριος. Ἐκκεκαθαρμένους γὰρ οὕτω προσδέξεται χαίρων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός·
…we remove the unseemly from our midst, out of what has already been committed beforehand, and having conquered foul-smelling sin by the fragrances of what follows, we shall enter again into the camp of the saints, that is, into the Church of the firstborn. And in Christ this too is accomplished. And in what manner? If we take up our own cross, according to his voice, employing a swift and well-girded resolve. For our having a peg upon the belt, that is, the wood, this perhaps hints to us obliquely. The law, then, is spiritual, and bodily things are wont to furnish the outline of things intelligible. For we are not in uncleannesses—God having done this in the eyes of men—when we go out to the privy and relieve ourselves of the residues from the belly. But, as I said just now, the things that lie in the realm of sense would also be types and images of things intelligible. We must therefore bury our uncleannesses, because the Lord God walks in the camp. For Christ dwells in us and walks about in us; and if he sees a shameful and unseemly thing in us, he rises up at once, for a Holy Spirit of wisdom will flee deceit, as it is written, and will withdraw from senseless reasonings. But if he finds us pure and sifted, and better than passions and defilements, he will dwell in us eagerly, and will deliver us from the hand of enemies. Therefore he says: You shall be holy, because I am holy. And again: Come out from there, and do not touch the unclean thing, and I will receive you, says the Lord. For our Lord Jesus Christ will receive those thus purified with joy.
δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῶν λίθων κεκονιαμένων. αʹ. Σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Παῦλος παιδαγωγεῖσθαι λέγων τοὺς ἀρχαιοτέρους διὰ τῶν Μωσέως γραμμάτων ἐπὶ τὸ Χριστοῦ μυστήριον. Ἔχει γὰρ ὧδε τὸ χρῆμα, καὶ ἀληθὴς ὁ λόγος. Περιτρέποντες μὲν γὰρ εἰς ἀλήθειαν τὰ διὰ Μωσέως τεθεσπισμένα παγκάλην οὖσαν ἐν αὐτοῖς τὴν θεωρίαν εὑρήσομεν. Καὶ ἀπρὶξ ὥσπερ ἡμμένοι τοῦ γράμματος, καὶ τῶν ἐν τύποις οὐ μεθιέμενοι λοιπὸν, ἀκουσόμεθα τοῦ προφήτου λέγοντος· Λίαν ἐβαθύνατε εἰς κάθισιν. Οὐδὲν γὰρ ἐγηγερμένον καὶ ὀνησιφόρον ἀληθῶς ἔν γε ταῖς σκιαῖς εὑρήσομεν· ἀνέγκλητον δὲ παντελῶς ἀποφανοῦμεν τὴν ἐντολήν. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος Μωσῆς κάλυμμα ἐτίθει ἐπὶ τὸ πρόσωπον αὐτοῦ, κατασημαίνων, οἶμαί που, τοῖς νουνεχεστέροις, ὅτι διπλοῦς ὁ νόμος· καὶ ἔστι μὲν ἐσωτάτω τὸ ἀληθές· ἐπενήνεκται δὲ προσώπου δίκην ἡ σκιὰ, καὶ περιττὸν ἐπίβλημα τοῖς κεκρυμμένοις ἐστὶ τὰ ἐξωφανῆ. Διδάσκει τοίνυν ἡμᾶς ἐν τῷ Δευτερονομίῳ Μωσῆς, ὅτι τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης οἱ μυσταγωγοὶ, λαλήσουσι μὲν κατὰ καιροὺς τὸν δι' αὐτοῦ λόγον, παιδαγωγήσουσι δὲ πρὸς ἀλήθειαν, καὶ φανερωτέραν τοῦ γράμματος ποιήσονται τὴν ἀφήγησιν, πνευματικώτερον ἑρμηνεύοντες. Γέγραπται δὲ οὕτω· Καὶ προσέταξε Μωσῆς καὶ ἡ γερουσία Ἰσραὴλ, λέγων· Φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐντέλλομαι ὑμῖν σήμερον·
…through whom and with whom be the glory to God and the Father, with the Holy Spirit, unto the ages of ages. Amen. Concerning the plastered stones. 1. The inspired Paul was exceedingly wise when he said that the more ancient were led by the writings of Moses to the mystery of Christ. For the matter stands thus, and the account is true. For when we turn the things divinely spoken through Moses toward the truth, we shall find the contemplation in them most beautiful. And having, as it were, laid hold of the letter with our very hands, and no longer clinging to the things that are in types, we shall hear the prophet saying: You have gone very deep in sitting. For we shall find nothing awakened and truly profitable in the shadows; but we shall declare the commandment wholly blameless. For this reason the inspired Moses also placed a veil over his face, signifying, I think, to the more discerning, that the law is twofold; and the truth is innermost; but the shadow has been spread over it like a face, and the things visible on the outside are a superfluous covering for the things hidden. Moses therefore teaches us in Deuteronomy that the initiates of the new covenant in Christ will speak the word through him at the proper times, and will lead us as a pedagogue to the truth, and will make the narration clearer than the letter, interpreting it more spiritually. And it is written thus: And Moses commanded and the elders of Israel, saying: Keep all these commandments which I command you today.
καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην, εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους, καὶ κονιάσεις αὐτοὺς κονίᾳ, καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἂν εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεὸς τῶν πατέρων σου δίδωσί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων σου σοί. Καὶ ἔσται ἐὰν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαι σήμερον, ἐν ὄρει Γαιβάλ· καὶ κονιάσεις αὐτοὺς κονίᾳ· καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου· θυσιαστήριον ἐκ λίθων· οὐκ ἐπιβαλεῖς ἐπ' αὐτοὺς σίδηρον. Λίθους ὁλοκλήρους οἰκοδομήσεις τὸ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου. Καὶ ἀνοίσεις ἐπ' αὐτοὺς ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου, καὶ θύσεις θυσίαν σωτηρίου, καὶ φάγῃ, καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. Καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντα τὸν νόμον τοῦτον. Ἄθρει δή μοι πάλιν ὅτι ποιεῖσθαι
And it shall be, on the day when you cross the Jordan into the land which the Lord your God gives you, you shall set up for yourself great stones, and you shall plaster them with plaster, and you shall write on the stones all the words of this law, when you cross the Jordan, when you enter into the land which the Lord the God of your fathers gives you, a land flowing with milk and honey, as the Lord the God of your fathers spoke to you. And it shall be, if you cross the Jordan, you shall set up these stones, which I command you today, on Mount Gaibal; and you shall plaster them with plaster; and you shall build there an altar to the Lord your God, an altar of stones; you shall not put iron upon them. With whole stones you shall build the altar to the Lord your God. And you shall offer on them burnt offerings to the Lord your God, and you shall sacrifice a sacrifice of salvation, and you shall eat, and you shall be filled and you shall be glad before the Lord your God. And you shall write on these stones all this law. Consider again, then, that to make
προστέταχεν οὐ πάρεργον τοὺς ἐπί γε τοῖς ἐσομένοις παρ' αὐτοῦ λόγους, πλείστης ὅσης ἐπιμελείας αὐτοὺς ἀξιοῦν. Οὗτοι δὲ ἦσαν, οἱ παρὰ τῶν ἁγίων ἀποστόλων. Ἕκαστα δὲ ἂν μέρος ὡς ἔνι διατρανοῦν εὖ μάλα πειράσομαι. βʹ. Εἰ γὰρ γένοιτο, φησὶ, διαβῆναι ἡμᾶς τὸν Ἰορδάνην, εἰσελάσαι δὲ καὶ εἰς τὴν τριπόθητον τῆς ἐπαγγελίας γῆν, τότε δὴ, τότε μεγάλους ἐφ' ὑψηλοῦ θέντες λίθους, κονιάσετε μὲν αὐτοὺς, ἐγγράψετε δὲ πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. Λίθοι μὲν οὖν οἱ μεγάλοι καὶ ὑψοῦ τεθειμένοι, τῶν ἁγίων ἡμῖν ἀποστόλων σημαίνουσι τὸν χορὸν, οἳ μεγάλοι καὶ ὑψηλοὶ καὶ περίοπτοι κατὰ τὸ ἀληθές εἰσιν. Ὅσον γὰρ ἧκεν εἰς ἀρετὴν, καὶ εἰς αὐχήματα πολιτείας τῆς ἐν Χριστῷ, τὸ ἰσοστατοῦν ἐν τούτοις οὐδέν. Εὑρίσκομεν γὰρ ἐν ταῖς ὑπεροχαῖς ἀνεστηκότας τοὺς καθ' ἡμᾶς, καὶ πολὺ δὴ λίαν ὑπερκειμένους. Τίς γὰρ, εἰπέ μοι, νοῦν ἔχων περὶ τῶν ἴσων ἁμιλλήσεται τοῖς ἱεροῖς ἐκείνοις καὶ διαβοήτοις ἀνδράσιν, οὓς καὶ φίλους ἰδίους ὠνόμασεν ὁ Χριστός; Οὐκέτι γὰρ, φησὶ, λέγω ὑμᾶς δούλους· ὑμεῖς φίλοι μού ἐστε. Φῶς δὲ αὐτοὺς τοῦ κόσμου, καὶ ἅλας τῆς γῆς ὠνόμασε, καὶ τοῖς ἰδίοις καὶ αὐτῷ πρέπουσιν ἀξιώμασι κατηγλαϊσμένους ὁρᾶσθαι προστέταχεν· εὐεργέτας ἐτίθει, καὶ ἰατροὺς ἀπέδειξεν οἰκουμενικοὺς, λέγων· Ἀσθενοῦντας θεραπεύετε, δαιμόνια ἐκβάλλετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μεγάλοι δὴ οὖν οἱ λίθοι, καὶ ὥσπερ ἐν ὄρει κείμενοι. Τὸ γὰρ τῆς δόξης περιφανὲς καὶ τὸ ἐν εὐκλείᾳ περίοπτον, ὑψοῦ δὴ λίαν καὶ ὥσπερ ἐν ὄρει κειμένους φαίνεσθαι ποιεῖ.
He has commanded that the words concerning the things that will come from him be not treated as a side matter, but be deemed worthy of the greatest possible care. And these were the words from the holy apostles. I will try very well to clarify each part as far as possible. 2. For if it should happen, he says, that we cross the Jordan and enter also into the thrice-desired land of the promise, then, then, having set great stones on high, you shall plaster them and write on them all this law very clearly. The great stones, then, set on high, signify to us the choir of the holy apostles, who are great and lofty and truly conspicuous. For as far as virtue is concerned, and the boasts of the conduct of life in Christ, nothing is equal to them. For we find those of our own time standing in pre-eminences, and very greatly surpassing. For who, tell me, being of sound mind, will strive for equality with those sacred and renowned men, whom Christ even called his own friends? For no longer, he says, do I call you servants; you are my friends. And he called them the light of the world and the salt of the earth, and he commanded that they be seen adorned with the dignities befitting themselves and him; he set them as benefactors and showed them to be physicians of the whole world, saying: Heal the sick, cast out demons, cleanse lepers, raise the dead; freely you received, freely give. Great, then, are the stones, and as it were lying on a mountain. For the conspicuousness of glory and the prominence in good repute makes them appear as lying very high and as it were on a mountain.
Ἀλλὰ τίνες ἂν εἶεν οἱ ἱστάντες τοὺς λίθους; Οἱ διαβαίνοντες τὸν Ἰορδάνην. Οἱ εἰς ἅγιον Χριστὸν πιστεύσαντες, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτοῦντες χάριν. Οὗτοι δὴ πάντως ἐφ' ἑαυτοῖς ἀνιστᾶσι διδασκάλους καὶ μυσταγωγοὺς, τοῦ Σωτῆρος ἡμῶν τοὺς μαθητὰς, τοὺς ἁγίους ἀληθῶς καὶ ἀπολέκτους λίθους, περὶ ὧν ἡμῖν λόγιον ἔφη προφητικόν· Ὅτι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. Μονονουχὶ γὰρ κατεκυλίσθησαν τοῖς ὑπ' οὐρανὸν, οἱ θεσπέσιοι μαθηταὶ, περινοστοῦντες τὴν οἰκουμένην, καὶ τοῖς ἁπανταχῆ τῆς ἐνούσης αὐτοῖς εὐσεβείας δεικνύντες τὸ κάλλος, καὶ τὸν ἀληθῆ μαργαρίτην διακηρύττοντες, τὸν ἕνα καὶ πολυτίμητον λίθον, τουτέστι, τὸν Χριστόν. Κεκονιαμένοι δὲ οἱ λίθοι γραφὴν ἔχουσι, τὸν νόμον σαφῶς σφόδρα. Ἐν γὰρ τοῖς ἁγίοις ἀποστόλοις λευκῶς καὶ ἀναφανδὸν τὰς ἐν νόμῳ θεωρίας εὑρήσομεν, οὐκέτι τῷ γράμματι κατεσκιασμένας, οὐδὲ ἀμυδρὸν ἐχούσας ἐπίβλημα τὴν σκιὰν, λαμπρὰς δὲ καὶ καθαράς. Πνευματικὴ γὰρ τῶν ἁγίων ἡ παίδευσις. Λαλοῦσι δὴ οὖν λαμπρῶς τὸν νόμον. Καὶ τοῦτο, οἶμαι, ἔστι, κεκονιαμένοις τοῖς λίθοις ἐγγράφειν αὐτὸν σαφῶς σφόδρα, κατὰ τὸ γεγραμμένον. Ἀνατιθεμένων δὲ τῶν λίθων, ἐφ' οἷς ἦν ὁ νόμος, ἀναδείμασθαι δεῖν ἔφη θυσιαστήριον ἐξ ἑτέρων ὁλοκλήρων λίθων, τουτέστιν, ἀδιατμήτων, καὶ ταῖς ἐκ σιδήρου πληγαῖς οὐκ ἠδικημένων. Καὶ τίς ἂν γένοιτο καὶ τοῦδε λόγος; Λίθος μὲν γὰρ Ἀκρογωνιαῖος ἔντιμος ὁ Χριστός· τέθειται δὲ καὶ εἰς τὰ θεμέλια Σιών. Ὑπ' αὐτῷ γὰρ ἐρηρείσμεθα, καὶ ὑποβάθραν ὥσπερ τινὰ λαβόντες αὐτὸν ἀσφαλῆ καὶ ἀκράδαντον.
But who might be those who set up the stones? Those who cross the Jordan. Those who have believed in holy Christ and enrich themselves with the grace that comes through holy baptism. These certainly set up over themselves teachers and guides into the mysteries, the disciples of our Savior, the truly holy and chosen stones, concerning which the prophetic oracle said to us: "For holy stones are rolled upon the earth." For almost literally the divinely inspired disciples were rolled throughout the world under heaven, going about the inhabited world and showing everywhere the beauty of the piety that was in them, and proclaiming the true pearl, the one precious stone, that is, Christ. And the stones, having been plastered, have a writing, the law, very clearly. For in the holy apostles we shall find the contemplations in the law brightly and openly, no longer overshadowed by the letter, nor having the shadow as a faint covering, but bright and clear. For the instruction of the saints is spiritual. They therefore speak the law brightly. And this, I think, is what it means to inscribe it very clearly on plastered stones, according to what is written. And when the stones on which the law was were set up, he said that an altar had to be built from other whole stones, that is, uncut, and not damaged by blows of iron. And what would be the meaning of this too? For Christ is the precious Cornerstone; and he has been laid also for the foundations of Zion. For we are established upon him, having received him as a kind of safe and unshakable foundation.
Καὶ ἡμεῖς ὡς λίθοι ζῶντες ἐποικοδομούμεθα, οἶκος πνευματικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Ἀλλ' οὐδὲν ἧττόν ἐσμεν καὶ οἱονεί τι θυσιαστήριον, συναγηγερμένοι μὲν καθ' ἕνωσιν τὴν πνευματικὴν, καὶ τὴν ἐν Χριστῷ πίστιν εὐωδιάζοντες, προσκομίζοντες δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ καθάπερ ἐν τάξει τῶν εὐοσμοτάτων θυμιαμάτων τὰ ἐξ ἀρετῶν αὐχήματα. Καὶ γοῦν ἡμῖν ὁ θεσπέσιος ἐπιστέλλει Παῦλος· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Λίθοι δὴ οὖν καὶ ἡμεῖς αὐτοὶ, πλὴν ὁλόκληροι καὶ ἀπλῆγες. Οἱ γὰρ αὐτὸν, ὡς ἔφην, εὐωδιάζοντες τὸν Χριστὸν, ὁλοτελῆ ποιοῦνται τῆς ἑαυτῶν διανοίας τὴν καθιέρωσιν· οὐ μεμερισμένοι πρὸς τὰ ἐν κόσμῳ, οὔτε μὴν τὰ ἐκ τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας ἔτι φοροῦντες τραύματα· ἀλλ' ὥσπερ ἐστὶν ἀμέριστος ὁ Χριστὸς, οὕτω καὶ αὐτοὶ μονότροποί τε καὶ ἀληθεῖς· Θεῷ μὲν μόνῳ προσκείμενοι, παραιτούμενοι δὲ
μερίζεσθαι δοκεῖν εἰς τὰ σαρκός τε καὶ κόσμου. Οὔτως ἑαυτὸν ἀναθεὶς, ὁ ἱερὸς γράφει Παῦλος· Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστὸς, καὶ τὸ ἀποθανεῖν, κέρδος. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς τὸν αὐτὸν ἡμῖν ἐν ἑτέροις κατεχρησμῴδησε νόμον, οὕτω λέγων· Ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιήσῃς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητοὺς, τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ' αὐτὸ, καὶ μεμίανται. Ὁλόκληροι δὴ οὖν καὶ ἀπλῆγες οἱ λίθοι κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Ἀλλὰ φάγῃ, φησὶ, καὶ ἐμπλησθήσῃ ἐκεῖ, καὶ εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου.
And we too, as living stones, are built up, a spiritual house, into a holy temple, into a dwelling-place of God in the Spirit. But none the less are we also, as it were, a kind of altar, gathered together in spiritual unity and giving forth the sweet savour of faith in Christ, bringing to God and the Father through him, as it were in the order of the most fragrant incenses, the boasts that come from virtues. And indeed the inspired Paul writes to us: Present your bodies as a living sacrifice, holy, well-pleasing to God, your reasonable service. So then we too are stones, but whole and unwrought. For those who, as I said, give forth the sweet savour of Christ himself make the consecration of their mind complete; not divided toward the things in the world, nor yet still bearing the wounds of profane and abominable sin; but just as Christ is undivided, so also are they single-minded and true; cleaving to God alone, and refusing to seem to be divided among the things of the flesh and the world. Thus consecrating himself, the sacred Paul writes: For to me to live is Christ, and to die is gain. But it is necessary to remember that he proclaimed to us the same law in other words, saying thus: And if you make me an altar of stones, you shall not build them hewn, for you have laid your knife upon it, and it is defiled. So then the stones are whole and unwrought, at least in the ways just mentioned by us. But you shall eat, it says, and be filled there, and you shall rejoice before the Lord your God.
Τοῖς γὰρ εἰς τοῦτο λοιπὸν ἀφιγμένοις εὐκλείας, ὡς εὐωδιάζειν δύνασθαι τὸν Χριστὸν, ἁρμόσειεν καὶ σφόδρα εἰκότως, καὶ τὸ τῆς ἱερᾶς καὶ θείας ἀναπίμπλασθαι τροφῆς, καὶ μὴν καὶ εὐφραίνεσθαι νοητῶς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Διαπεραίνεται δὲ καὶ τοῦτο ταῖς μυστικαῖς εὐλογίαις κεχρημένων ἐν Ἐκκλησίαις τῶν πεπιστευκότων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· δι' οὖ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ ἐκλογῆς τοῦ Ἰησοῦ. αʹ. Ὀρθῶς δὴ σφόδρα συνεὶς ὁ σοφὸς Ἰωάννης, καὶ τὸ Χριστοῦ μυστήριον, καὶ τῆς Μωσέως διακονίας τὸ μέτρον, προσπεφώνηκε λέγων, ὅτι Ὁ νόμος διὰ Μωσέως ἐδόθη· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ἀλλ' ἦν μὲν ὁ νόμος ἕτοιμος εἰς ὀργὴν, καὶ τοῖς παραβαίνουσιν εὐθὺς καὶ ἀμελητὶ πικρὰς ἐπετίθει δίκας· ἁπαξαπλῶς κατηγόρει τῆς φαυλότητος, καὶ τῆς ἁμαρτίας ἐποιεῖτο τὴν κατάῤῥησιν. Ἁμαρτία γὰρ, φησὶν, οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου. Καὶ πάλιν· Τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου. Πλημμελημάτων δὲ ἡμᾶς ἀνίησιν ὁ Χριστός. Δικαιοῖ γὰρ ἐν χάριτι, καὶ ἁγιάζει τοὺς πεπιστευκότας, καὶ τῶν πάλαι τοῖς πατράσιν ἐπηγγελμένων εἰσκομίζει τὸ πέρας. Ὅτι δέ ἐστιν ἐπ' ἀμφοῖν ἀληθῆ, σαφηνιεῖ πάλιν ὁ Παῦλος, ὡδὶ γεγραφώς· Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Γράμμα μὲν γὰρ ὀνομάζει τὴν ἐν νόμῳ σκιάν· πνεῦμα δὲ αὖ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν, φημὶ δὴ τὴν εὐαγγελικήν· ἣν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην κεκαινούργηκεν ὁ Χριστός.
For those who have now reached such glory as to be able to spread the fragrance of Christ, it would be fitting, and very reasonably so, both to be filled with the sacred and divine food and truly to rejoice spiritually in the eyes of God. And this too is accomplished by the mystical blessings used in the Churches by those who have believed in our Lord Jesus Christ; through whom and with whom be glory to God and the Father, with the Holy Spirit, now and always and unto the ages of ages. Amen. Concerning the election of Jesus. 1. Rightly indeed did the wise John understand both the mystery of Christ and the measure of Moses' ministry, when he declared: The law was given through Moses; grace and truth came through Jesus Christ. But the law was ready for wrath, and upon transgressors it straightway and without delay imposed bitter penalties; it simply accused wickedness and made denunciation of sin. For sin, he says, is not reckoned when there is no law. And again: I would not have known sin except through the law. But Christ releases us from our offenses. For he justifies by grace, and sanctifies those who have believed, and brings to fulfillment the things long ago promised to the fathers. That both are true Paul will again make clear, having written thus: The letter kills, but the Spirit gives life. For he calls the shadow in the law "letter," and again "Spirit" the worship in spirit and truth, I mean the evangelical worship, which Christ has renewed for those throughout the whole inhabited world.
Ἐπειδὴ γὰρ οὐκ ἦν ἄμεμπτος ἡ πρώτη, ταύτῃ τοι λοιπὸν ἀναγκαίως καὶ ὁ τῆς δευτέρας ἐζητήθη τόπος. Καὶ τὴν μὲν ἐπαλαίου Θεὸς, καινὴν ὑπισχνούμενος. Συνεσταλμένου δὲ ὥσπερ Μωσέως καὶ ἐκ μέσου λοιπὸν γεγονότος, ἀνέφυ τρόπον τινὰ, καὶ καθηγητὴς ἐφ' ἡμῶν ἀνεδείχθη Χριστὸς, δι' οὗ καὶ ἐν ᾧ, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσκεκομισμένοι τὴν τοῖς ἀπεράντοις αἰῶσι συντρέχουσαν εὐημερίαν ἀποληψόμεθα, τὴν εὐαγῆ καὶ ὁσίαν, καὶ πάσης αἰτίας ἀπηλλαγμένην διαβιοῦντες ζωήν. Πεπαιδαγώγηκε καὶ πρὸς τοῦτο οὕτως ἡμᾶς διακεῖσθαι καὶ φρονεῖν αὐτὰ τὰ διὰ Μωσέως τοῖς πάλαι τε θεσπισμένα. Γέγραπται γὰρ ὡδί· Καὶ ἐκάλεσε Μωσῆς Ἰησοῦν, καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς τοῦ Ἰσραήλ· Ἀνδρίζου καὶ ἴσχυε. Σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κληρονομήσεις αὐτὴν αὐτοῖς. Καὶ ἔσται Κύριος ὁ συμπορευόμενός σοι μετὰ σοῦ. Οὐ μὴ ἀνήσει σε, οὐδὲ μὴν ἐγκαταλίπῃ σε. Μὴ φοβοῦ, μηδὲ δειλία. Μέλλοντος ἀπαίρειν πραγμάτων τοῦ παναρίστου Μωσέως καὶ εἰς τὰς ἄνω λοιπὸν μεθαρμόζεσθαι μονὰς, ἀντανίσταται τρόπον τινὰ καὶ διαδέχεται τὴν ἡγεμονίαν ὁ θεσπέσιος Ἰησοῦς. Καταλήγοντος γὰρ ὥσπερ τοῦ παλαιοῦ καὶ ἀρχαίου γράμματος καὶ τῆς ἐν νόμῳ λατρείας, καθάπερ ἤδη προεῖπον, μονονουχὶ καὶ συνεσταλμένης, καταπεφοίτηκε πρὸς ἡμᾶς ἐξ οὐρανῶν ὁ Μονογενὴς, καὶ ἐν εἴδει γέγονε τῷ καθ' ἡμᾶς. Ὁ δὲ τῶν ὅλων κατεξουσιάζων Θεὸς ὡς ὁ πρεσβύτατον ἔχων τὸ ἐπὶ τόδε λαμπρὸν ἀξίωμα, σκήπτεται χρησίμως διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τὸ εἰς ἀρχὰς βασιλείας καλεῖσθαι δοκεῖν.
For since the first was not blameless, for this reason necessarily the place of the second was also sought. And God contended with the one, promising a new one. But when Moses, so to speak, had been withdrawn and had now passed from the midst, Christ sprang up in a manner and was shown forth as our leader, through whom and in whom, having been brought into the kingdom of the heavens, we shall receive the prosperity that runs together with the boundless ages, living out the pure and holy life, freed from every accusation. The very things divinely ordained of old through Moses have also trained us to be disposed and to think thus. For it is written as follows: And Moses called Joshua and said to him before all Israel: Be strong and courageous. For you shall enter before the face of this people into the land which the Lord swore to our fathers to give them, and you shall inherit it for them. And the Lord shall be he who journeys together with you. He will not fail you, nor indeed will he forsake you. Do not fear, nor be cowardly. When the all-excellent Moses was about to depart from affairs and now to be translated to the mansions above, the divine Joshua rises up in a manner and succeeds to the leadership. For when the old and ancient letter was, as it were, coming to an end and the worship in the law, as I have already said, was all but withdrawn, the Only-begotten came down to us from heaven and became in the form of what is ours. And God, who has authority over all things, as one who holds the brilliant dignity of the elder as his own, usefully pretends, on account of his likeness to us, to be called to the beginnings of a kingdom.
Τοιγάρτοι καὶ ἔφασκεν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ· δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Εἴκοντα δὴ οὖν τῇ τοῦ Χριστοῦ δόξῃ Μωσέα, μηδεὶς εἰς μέσον ἀγέτω πάλιν· μὴ κρατείτωσαν οἱ τύποι, μήτε μὴν ἀναμοχλευέσθω πρός τινος ἡ σκιά. Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα
καινά. Ἢ εἴπερ τις ἕλοιτο τοῦτο δρᾷν, ἴστω τὴν θείαν ἀτιμάζων οἰκονομίαν, καὶ τῷ Θεῷ δοκοῦν ἀποβιαζόμενος, καὶ τὸ σεπτὸν καὶ μέγα παραλύων μυστήριον. Ὁ γὰρ τύποις ἔτι προσκείμενος μετὰ τὴν ἀνάδειξιν Ἰησοῦ, καταλόγων μὲν τῶν ἱερῶν ὡς ἀπωτάτω κείσεται· ἀπόκληρος δὲ καὶ ἀμέτοχος παντελῶς τῶν διὰ Χριστοῦ χαρισμάτων ἀποδειχθήσεται. Τοῦτό τοι παθόντας τῶν ἐν Γαλατίᾳ τινὰς ἐλέγχει σαφῶς ὁ θεσπέσιος γράφων Παῦλος· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνεν; οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος. Τοῦτο μόνον ἐθέλω μαθεῖν ἀφ' ὑμῶν. Ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Εἶτα τούτοις προσεπάγει πάλιν· Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε. Τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Πιστὸς μὲν γὰρ ἀληθῶς, καὶ τῶν ὅτι μάλιστα διαπρεπεστάτων, ὁ μέγας Μωσῆς. Ἀλλ' ἦν οἰκέτης, καὶ τοῦτο αὐτοῦ μέτρον, μεσίτης καὶ διάκονος τοῦ κατακρίνοντος νόμου. Ἐπεδήμησε δὲ ὁ τούτου Δεσπότης, καὶ εἰσκεκόμικεν ἡμῖν τὴν δικαιοῦσαν χάριν.
Therefore he also said: "But I have been established king by him"—clearly by God and the Father—"on Zion, his holy mountain," declaring the commandment of the Lord. So then, let no one bring Moses back into the middle, since he has yielded to the glory of Christ; let the types no longer prevail, nor let the shadow be stirred up again by anyone. The old things have passed away; behold, all things have become new. But if anyone should choose to do this, let him know that he is dishonoring the divine economy, and forcing what seems good to God, and dissolving the venerable and great mystery. For he who still clings to the types after the manifestation of Jesus will be placed as far as possible from the sacred registers; and he will be shown to be wholly excluded and without a share in the gifts that come through Christ. The divinely inspired Paul clearly reproves certain of the Galatians who suffered this, writing: "O foolish Galatians, who has bewitched you? Before whose eyes Jesus Christ was openly portrayed as crucified. This alone I wish to learn from you: did you receive the Spirit by works of the law, or by hearing of faith? Are you so foolish? Having begun in the Spirit, are you now being perfected in the flesh?" Then he adds to these things again: "You have been alienated from Christ, you who are justified by the law. You have fallen from grace. For we, through faith, await the hope of righteousness." For truly faithful, and among the most distinguished, was the great Moses. But he was a servant, and this was his measure—a mediator and minister of the law that condemns. But his Master has come, and has brought in to us the grace that justifies.
Ἠρεμείτω τοίνυν ὁ νόμος, ὁ τῆς ἁμαρτίας κατήγορος, ἡ τῆς κατακρίσεως διακονία, δι' οὗ τὰ πάντα συνέκλεισεν εἰς ἁμαρτίαν ὁ Θεὸς, ἵνα τοὺς πάντας ἐλεήσῃ, κατὰ τὸ γεγραμμένον. βʹ. Ἀλλὰ τί πρὸς Ἰησοῦν ὁ μέγας ἔφη Μωσῆς; Ἀνδρίζου καὶ ἴσχυε. Σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἢν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κληρονομήσεις αὐτὴν αὐτοῖς. Ὅρα τοίνυν τοῦ νόμου τὴν προαγόρευσιν. Οὐκ ἠγνόησεν ὁ Μωσῆς τοῦ Σωτῆρος τὴν δόξαν, τὴν ἀσύγκριτον, ὑπεροχὴν τὴν κατὰ παντὸς ἁγίου, μᾶλλον δὲ ἁπάσης κτίσεως λογικῆς. Ἔγνω τὴν ἄμαχον χεῖρα, τὴν παναλκῆ καὶ ἀκαταγώνιστον ἐξουσίαν, μονονουχὶ δὲ καὶ κατατεθήπει βλέπων πίπτοντας ἐχθροὺς, ἀτονοῦντα θάνατον, φεύγοντα Σατανᾶν, καὶ τὸν ἀνίκητον πάλαι καὶ δυσκαταγώνιστον θῆρα περιδεῆ καὶ ἡττώμενον, ἐμφραττόμενον τῆς ἁμαρτίας τὸ στόμα, λεπροὺς ἐκκεκαθαρμένους, καταπεφρικότας δαίμονας, καὶ θάλασσαν ἀγριαίνουσαν, ἑνὶ κατευναζομένην ῥήματι. Οὐκ ἠγνόησεν ὅτι δεδικαίωκεν ὁ δι' αὐτοῦ νόμος οὐδένα· καὶ γὰρ ἦν ἀμήχανον αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίαν. Ἀπαλλάξει δὲ τὴν οἰκουμένην ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῶν ἀρχαίων αἰτιαμάτων, καὶ ἐπείπερ ἐστὶν αὐτὸς ἡ ἀλήθεια, καὶ ὁ κατὰ φύσιν ἅγιος, ἁγιάζει τοὺς πεπιστευκότας τῷ ἰδίῳ αἵματι, καὶ θανάτου μὲν καὶ φθορᾶς ἀμείνους ἀποφαίνει, εἰσκομιεῖ δὲ καὶ εἰς αὐτὴν τὴν τῶν οὐρανῶν βασιλείαν, τὴν ἀξιέραστον ἀληθῶς καὶ ἁγίαν γῆν τῆς ἄνω μονῆς, τὴν ἐν οὐρανῷ καλλίπολιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
Let the law, then, be silent—the law that accuses of sin, the ministry of condemnation, through which God shut up all things under sin, in order that he might have mercy on all, according to what is written. But what did the great Moses say to Jesus? "Be courageous and strong. For you shall go in before the face of this people into the land which the Lord swore to our fathers to give them, and you shall inherit it for them." See, then, the fore proclamation of the law. Moses did not fail to recognize the glory of the Savior—the glory that admits no comparison, the preeminence over every saint, or rather over all rational creation. He knew the invincible hand, the all-powerful and unconquerable authority; and he was, so to speak, struck with wonder as he saw enemies falling, death growing weak, Satan fleeing, and the beast once invincible and hard to overcome now terrified and defeated, the mouth of sin stopped up, lepers cleansed, demons in dread, and the sea raging yet calmed by a single word. He did not fail to recognize that the law through him had justified no one; for it was impossible for the blood of bulls and goats to take away sin. But our Lord Jesus Christ will release the inhabited world from the ancient charges, and since he is himself the truth and the holy one by nature, he sanctifies those who have believed by his own blood, and makes them better than death and corruption, and will bring them even into the very kingdom of the heavens—the truly lovely and holy land of the dwelling above, the fair city in heaven, the Church of the firstborn, whose craftsman and creator is God.
Ὅτι δὲ συναθλήσεται καὶ συνεργάσεται πρὸς πᾶν ὁτιοῦν ὁ Θεὸς καὶ Πατὴρ καθ' ἡμᾶς γεγονότι τῷ Υἱῷ, καθίστησιν ἐναργὲς προστεθεικὼς Μωσῆς· Καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε, οὐδ' οὐ μὴ ἐγκαταλίπῃ σε. Παναλκὴς μὲν οὖν ὁ Υἱὸς, καὶ ἄμαχον ἔχει τὴν ἐξουσίαν· ἐπείπερ ἐστὶ κατὰ φύσιν Θεός. Ἐπικουρεῖσθαι δὲ λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὸ ἀνθρώπινον· πρέποντος τοῦ λόγου καὶ αὐτοῦ δὲ τοῦ πράγματος τῷ τῆς δουλείας σχήματι, καὶ αὐτῷ δὲ τῷ τρόπῳ τῆς μετὰ σαρκὸς οἰκονομίας. Καὶ γοῦν ὁ Υἱὸς ἵνα πιστεύηται καθ' ἡμᾶς γεγονὼς, καὶ τῷ ἀνθρώπῳ πρέπον ἀσθενὲς ὑποπλάττεται, λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. γʹ. Ὅτι δὲ καὶ ἡ διὰ νόμου παίδευσις οὐδενὶ μέν που τάχα τῶν πρὸ τῆς ἐπιδημίας κατέστη γνώριμος νοηθεῖσα πνευματικῶς, τεθαύμασται δὲ λοιπὸν ἐπιλάμψαντος τοῦ Χριστοῦ, μονονουχὶ δὲ ἐν ὄψει τέθειται μικροῖς καὶ μεγάλοις, καταφοιτήσαντος ἐφ' ἡμᾶς τοῦ ἁγίου Πνεύματος, δι' οὗ συνίεμεν καὶ τὰ βάθη τοῦ Θεοῦ, σαφὲς κἀκ τῶνδε δὴ πάλιν. Ἔχει γὰρ ὧδε· Καὶ ἔγραψε Μωσῆς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον, καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ, τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς πρεσβυτέροις υἱῶν Ἰσραήλ. Καὶ
That God and the Father will contend together and cooperate in everything with the Son who has become as we are, Moses establishes clearly by adding: And the Lord who goes with you will not leave you nor forsake you. The Son, then, is all-powerful and has invincible authority, since he is God by nature. But he is said to be aided by the Father because of the human element—the statement being fitting, and the matter itself, to the form of servitude, and also to the very manner of the economy with the flesh. And indeed the Son, in order that he may be believed to have become as we are, also feigns the weakness befitting a man, saying to the Father and God in the heavens: For you will not abandon my soul to Hades, nor will you give your Holy One to see corruption. 3. That the instruction through the law was perhaps known to no one of those before the coming, understood spiritually, but has been marveled at now that Christ has shone forth, and has been placed almost before the eyes of small and great, since the Holy Spirit has descended upon us, through whom we understand also the depths of God—this too is clear from what follows. For it reads thus: And Moses wrote all the words of this law in a book, and gave it to the priests, the sons of Levi, who carry the ark of the covenant of the Lord, and to the elders of the sons of Israel. And
ἐνετείλατο Μωσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων· Μετὰ ἐπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως, ἐν ἑορτῇ Σκηνοπηγίας, ἐν τῷ συμπορεύεσθαι πάντα Ἰσραὴλ, ὀφθῆναι ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ἰσραὴλ εἰς τὰ ὦτα αὐτῶν. Ἐκκλησιάζετε τὸν λαὸν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας, καὶ τὰ ἔκγονα, καὶ τὸν προσήλυτόν σου τὸν ἐν ταῖς πόλεσί σου, ἵνα ἀκούσωσι, καὶ ἵνα μάθωσι φο69.676 βεῖσθαι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ἀκούσωνται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου. Ἀκούεις ὅτι γέγραφε μὲν τὸν νόμον· ἐπισκήπτει δὲ καὶ τοῖς ἐξειλεγμένοις ἱερεῦσί τέ φημι, καὶ μέν τοι καὶ πρεσβυτέροις ἑβδόμου παρελάσοντος ἔτους, ἐν καιρῷ τῆς ἀφέσεως, ἐν ἑορτῇ τῆς Σκηνοπηγίας, ἐκκλησιάζειν ἅπαντας νεανίας καὶ πρεσβύτας, γύναιά τε καὶ παῖδας, καὶ τότε συνειλεγμένοις ἀναγινώσκειν αὐτόν. Ὅτι γὰρ ἔμελλον πολλοὶ καὶ οὐκ εὐαρίθμητοι παριππεύσειν χρόνοι, ἄχρις ἂν ἐπιλάμψῃ Χριστὸς, καὶ ὁ τῆς ἐνανθρωπήσεως ἀναδειχθείη καιρὸς, ἀναμάθοι τις ἂν διά γε τοῦ δεῖν δι' ἑπτὰ ἐτῶν ποιεῖν τὴν ἀνάγνωσιν. Ὁ γὰρ ἑπτὰ ἀριθμὸς πληθύος ἂν εἴη σημαντικὸς παρὰ τῇ θείᾳ Γραφῇ, κατ' ἐκεῖνο δὲ, οἶμαί που, τὸ Στεῖρα δὲ ἔτεκεν ἑπτά. Καὶ πάλιν· Μὴ καταπιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν καρδίᾳ αὐτοῦ. Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται. Ἐπιτήρει δὲ ὅτι ἐν ἔτεσι τοῖς ἑπτὰ τοῖς πρὸ τῆς ἀφέσεως, τουτέστιν, ἐν χρόνοις τοῖς πρὸ τῆς ἐπιδημίας, ὁ νόμος οὐκ ἀνεγινώσκετο.
Moses commanded them on that day, saying: After seven years, in the time of the year of release, at the feast of Tabernacles, when all Israel comes together to appear before the Lord your God in the place which the Lord shall choose, you shall read this law before all Israel in their hearing. Assemble the people, the men and the women and the children, and the stranger who is in your cities, that they may hear and learn to fear the Lord their God, and that they may hear to do all the words of this law. You hear that he wrote the law; and he enjoins also on the chosen priests—I mean both priests and elders—that when the seventh year has passed, in the time of the release, at the feast of Tabernacles, they are to assemble all, young and old, women and children, and then read it to those gathered together. For that many and not easily numbered times would ride past, until Christ should shine forth and the time of the incarnation be revealed, one would learn through the requirement to make the reading every seven years. For the number seven is significant of abundance in the divine Scripture, according to that saying, I suppose: But the barren woman has borne seven. And again: Do not trust your enemy forever; for there are seven wickednesses in his heart. And the writer of Proverbs said somewhere: Seven times the righteous man shall fall, and shall rise again. Observe that in the seven years before the release, that is, in the times before the visitation, the law was not read.
Ὅμοιον γὰρ τὸ μηδ' ὅλως ἀναγινώσκειν αὐτὸν, τὸ μηδὲν δύνασθαι νοεῖν, κἂν εἴ τις αὐτὸν ἀναγινώσκοι τυχόν. Γνώριμος δὲ, ὡς ἔφην, τότε δὴ γέγονε μικροῖς καὶ μεγάλοις, ὅτε καὶ ὁ τῆς ἀφέσεως ἐνέστη καιρός. Ὁ μὲν γὰρ νόμος τοῖς ἀρχαιοτέροις ἐνετέλλετο, λέγων· Δι' ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν, καὶ οὕτω ποιήσεις αὐτήν. Ἄφες πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον. Καὶ πάλιν· Ἐὰν κτήσεις παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ἀφήσεις αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τέλει τῶν αἰώνων, καὶ μονονουχὶ ἑπτὰ ἐτῶν, ἀφῆκε τὰ ὀφειλήματα, καὶ ἀνῆκεν ἡμαρτηκότας, καὶ χρεωφειλέταις οὖσιν, ἐχαρίσατο, κατὰ τὴν εὐαγγελικὴν παραβολὴν, δούλους ὄντας τῆς ἁμαρτίας, καὶ ὑπεζευγμένους τῷ Σατανᾷ, τῷ τῆς ἐλευθερίας πνεύματι λαμπροὺς ἀπέφηνε καὶ ἠγλαϊσμένους. Ἀνεδείχθη δὲ τῆς ἀφέσεως ὁ καιρὸς, ἐν καιρῷ τῆς Σκηνοπηγίας, ἢ τὸ τῆς ἀναστάσεως ὑποδηλοῖ μυστήριον, ὅτε τὸ ἑκάστου τῶν ἐν γῇ κειμένων διαπήγνυται σκῆνος, ἤ τοι τὸ σῶμα. Ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω Χριστὸς, πατήσας τὸν θάνατον, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ εἰρηκὼς τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύφθητε, τότε τῷ ἁγίῳ ἀνακαλλύνων Πνεύματι τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῦ γένους, καὶ τῶν ἀνακτιζομένων εἰς ἁγιασμὸν, ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις λέγων· Λάβετε Πνεῦμα ἅγιον. Τότε καὶ ἀνεῴχθησαν οἱ τῆς διανοίας ἡμῶν ὀφθαλμοί. Τότε πεφωτίσμεθα, καὶ τὸν πάλαι κεκρυμμένον, καὶ οὐδενί που τάχα τῶν ἀρχαιοτέρων γνώριμον νενοήκαμεν νόμον.
For it is the same thing to read it not at all, and to be able to understand nothing, even if someone happens to read it. But it became known, as I said, at that time to small and great, when the time of release also arrived. For the law commanded the more ancient, saying: After seven years you shall make a release, and thus you shall make it. Release every own debt which your neighbor owes you. And again: If you acquire a Hebrew servant, six years he shall serve you; but in the seventh year you shall release him free from you. But our Lord Jesus Christ at the end of the ages, and almost as it were seven years, released the debts, and set free those who had sinned, and granted pardon to those who were debtors, according to the gospel parable, who were slaves of sin and yoked under Satan, and made them bright and glorious by the Spirit of freedom. And the time of the release was shown forth in the time of Tabernacles, which also signifies the mystery of the resurrection, when the tabernacle of each of those lying in the earth, that is the body, is dissolved. For since Christ rose again from the dead, having trampled death and despoiled Hades, and having said to those in bonds: Come out, and to those in darkness, Be revealed, then, adorning human nature with the Holy Spirit, as in the firstfruits of the race, and of those being renewed unto sanctification, he breathed upon the holy apostles, saying: Receive the Holy Spirit. Then also the eyes of our mind were opened. Then we were enlightened, and we understood the law that had long been hidden and perhaps known to none of the more ancient.
Τότε συνεγηγέρμεθα καὶ ἐκ τῶν περάτων τῆς γῆς, εἰς ὃν ἐξελέξατο τόπον, τουτέστι, τὴν Ἐκκλησίαν, ἐκεῖ γεγονόσιν ἡμῖν τὸν ἐν σκιαῖς καὶ τύποις διερμηνεύουσι νόμον οἱ ἀπόλεκτοί τε καὶ ἱεροὶ μυσταγωγοὶ καὶ διδάσκαλοι. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοὺς τύπους εὖ μάλα μεταστοιχειῶν εἰς πνευματικὴν θεωρίαν, καὶ ἐπιστέλλει, καί φησι· Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ; Σφαζόντων δὲ τῶν ἐξ Ἰσραὴλ τὸν ἀμνὸν, καὶ προσεδρευόντων ταῖς σκιαῖς, τὸν τοῦ μυστηρίου τύπον εἰς Χριστὸν ἀναφέρων, ἔφη πάλιν, ὅτι Τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός. Ἐπιστέλλει δὲ καὶ ἑτέροις· Λέγετέ μοι, οἱ ὑπὸ νόμου θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ' ὁ μὲν ἐκ τῆς
παιδίσκης, κατὰ σάρκα γεγένηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δι' ἐπαγγελίας· ἅτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ εἰσι δύο Διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἀγάρ. Τὸ γὰρ Ἀγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ. Δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Μυσταγωγούμενοι τοίνυν πνευματικῶς τὸν νόμον τὸν θεῖον ἐν ἑαυτοῖς εἰσδεχόμεθα φόβον. Ὅτι δὲ ἔμελλε συσταλήσεσθαι κατὰ καιροὺς τῆς ἐν τύποις καὶ σκιᾷ λατρείας ἡ δύναμις, παρέδειξε πάλιν αἰνιγματωδῶς ὁ Μωσῆς.
Then we were gathered together also from the ends of the earth, to the place which he chose, that is, the Church, and when we were there, the chosen and sacred mystagogues and teachers interpreted for us the law that is in shadows and types. And indeed the wondrous Paul, thoroughly transforming the types into spiritual contemplation, writes and says: For if the blood of bulls and goats, and the ashes of a heifer sprinkling those who have been defiled, sanctify for the purity of the flesh, how much more the blood of Christ? And when those from Israel were slaughtering the lamb and attending to the shadows, referring the type of the mystery to Christ, he said again: For Christ our Passover has been sacrificed. And he writes also to others: Tell me, you who wish to be under the law, do you not hear the law? For it is written that Abraham had two sons, one from the slave woman and one from the free woman. But the one from the slave woman was born according to the flesh, and the one from the free woman through promise; which things are allegorized. For these are two covenants: one from Mount Sinai, giving birth into slavery, which is Hagar. For Hagar is Mount Sinai in Arabia, and she corresponds to the present Jerusalem, for she is in slavery with her children. But the Jerusalem above is free, which is our mother. Therefore, being initiated spiritually, we receive the divine law, fear, into ourselves. And that the power of the worship in types and shadow was going to be brought to an end in due seasons, Moses again indicated enigmatically.
Γέγραπται γὰρ ὅτι ἡνίκα δὲ συνετέλεσε Μωσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον, ἕως εἰς τέλος, καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς Διαθήκης Κυρίου, λέγων· Λαβόντες τὸ βιβλίον τοῦτο, θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς Διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν. Σύνες οὖν ὅπως εἰς ἔν τι μέρος τῆς κιβωτοῦ, καὶ οὐκ ἐν αὐτῷ τῷ μέσῳ προστέταχεν ἀποκεῖσθαι τὸν νόμον· ὡς ὅσον οὐδέπω παρεσομένων τῶν νέων καὶ διὰ Χριστοῦ θεσπισμάτων, οἷς ἦν ἀνάγκη παραχωρεῖν τὴν ἀρχαιοτέραν ἐντολήν· μονονουχὶ δὲ καὶ διδόναι τόπον, ἢ καὶ ἐκ μέσου χωρεῖν, ἴνα τὸ τυχὸν ἐπεισφέρηται. Οὐκ ἀποβάλλεται μὲν γὰρ τῆς ἁγίας κιβωτοῦ· δεκτὸς γὰρ ἐν Ἐκκλησίαις ὁ διὰ Μωσέως νόμος, πλὴν, οὐκ ἐν πρώτῳ τέθειται τόπῳ· συνεστάλη δὲ ὥσπερ καὶ μεμένηκεν ἐκ πλαγίου, παραχωρῶν, ὡς ἔφην, τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, τουτέστι, τοῖς θείοις τε καὶ εὐαγγελικοῖς θεσπίσμασι, δι' ὧν ἡμᾶς εἰς θεογνωσίαν, καὶ εἰς πᾶσαν εἴδησιν ἀρετῆς πεπαιδαγώγηκεν ὁ Χριστός· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
For it is written that when Moses had finished writing all the words of this law in a book, to the very end, he commanded the Levites who bear the ark of the covenant of the Lord, saying: Taking this book, you shall place it beside the ark of the covenant of the Lord our God. Understand, then, that he ordered the law to be laid up in one part of the ark, and not in its very midst; as though the new ordinances of Christ were about to be present before long, to which the older commandment had necessarily to yield—one might almost say to give place, or even to withdraw from the midst, so that what was newly brought in might be introduced. For it is not cast out of the holy ark—for the law given through Moses is acceptable in the Churches—but it is not placed in the first position; it has been drawn back, as it were, and has remained at the side, yielding, as I said, to those incomparably superior, that is, to the divine and evangelical ordinances, through which Christ has trained us for the knowledge of God and for every form of knowledge of virtue; through whom and with whom be glory to God and the Father with the Holy Spirit unto the ages of ages. Amen.