Αʹ. Ἐπίφη βʹ τοῦ Μακαρίου Κυρίλλου προσφώνησις τοῖς Ταβεννησιώταις μοναχοῖς τοῖς ἐν τῷ Κανώβῳ ἐν τῇ Μετανοίᾳ καλουμένῃ, περὶ τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου. Ἀνδρεία καὶ ὑπομονὴ, καλὴ καὶ εὐειδεστάτη δυὰς ἀρετῶν, καὶ τοῖς ἁγίοις μάλιστα πρεπωδεστάτη· οἷς ὁ μακάριος προσεφώνει Δαβὶδ, Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· ὁ δὲ τοῦ Σωτῆρος μαθητής· Ὑπομονῆς ἔχετε χρείαν, ἵνα, τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομιεῖσθε τὴν ἐπαγγελίαν. Χρὴ γὰρ ἡμᾶς ὡς ἐν ἀρχῇ γενέσθαι τῶν ἀγαθῶν, καὶ τὸ τέλος ἐπιζητεῖν, ἵνα καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. Βʹ. Ἐπίφη ζʹ· Τοῦ αὐτοῦ ἐξήγησις πρώτη εἰς τοὺς ἁγίους μάρτυρας Κῦρον καὶ Ἰωάννην τοὺς κειμένους ἐνταῦθα, δι' ὧν σημαίνει ὁ Πατὴρ καὶ τὸ τίμιον αὐτῶν πάθος, καὶ τὴν ἐνταῦθα κατάθεσιν τῶν ἁγίων αὐτῶν λειψάνων. Ἐῤῥήθη δὲ ἡ παροῦσα ἐξήγησις πρώτη ἐν τῇ Μετανοίᾳ, ἤτοι ἐν τῇ τῶν Ἁγίων Ἀποστόλων. Οὐκ ὀκνηροὶ γεγόναμεν περὶ τὸν συνήθη λόγον, ἀλλ' ὡς εἴρηκεν ὁ Σωτὴρ, τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Πιστεύομεν δὲ ὅτι διὰ τὰς ὑμῶν εὐχὰς ἐλέῳ Θεοῦ ῥαΐσει τὸ πάθος. Ὃ δὲ καὶ ἐβουλευσάμεθα καὶ πεπράχαμεν ὑπὲρ τοῦ χρησίμου, πάλιν εἰπεῖν ὑμῖν ἀναγκαῖον συνείδομεν. Ὅτι τὰ μέρη ταῦτα ἔχρῃζεν ἰατρῶν θεραπευόντων διὰ Θεοῦ.
1. Second homily of the blessed Cyril, an address to the Tabennesiote monks in Canopus, in the place called Metanoia, concerning the holy martyrs Cyrus and John. Courage and endurance, a noble and most comely pair of virtues, and most fitting above all for the saints—to whom the blessed David spoke: Be courageous, and let your heart be strengthened, and wait for the Lord; and the disciple of the Savior: You have need of endurance, so that, having done the will of God, you may receive the promise. For we must be as at the beginning of good things, and seek the end, so that we may also inherit the kingdom of heaven, in Christ Jesus our Lord, to whom be the glory and the power forever. Amen. 2. Seventh homily: By the same, the first exposition on the holy martyrs Cyrus and John who lie here, through which the Father signifies both their precious suffering and the deposition here of their holy relics. This present first exposition was delivered in the Metanoia, that is, in the church of the Holy Apostles. We have not been sluggish concerning our customary discourse, but as the Savior said, the spirit indeed is willing, but the flesh is weak. We believe that through your prayers, by the mercy of God, the suffering will be healed. And what we have both resolved and done for your benefit, we have again deemed it necessary to tell you. For these parts needed physicians healing through God.
Ἵνα τοίνυν πάντας ὠφελήσωμεν τοὺς τόπους, καὶ μάλιστα τοὺς περικειμένους τῇ τῶν Ἁγίων Εὐαγγελιστῶν ἐκκλησίᾳ, ἀπῄεισαν γὰρ οὐκ ἔχοντες μαρτύριον εἰς ἑτέρους τινὰς τόπους, καὶ Χριστιανοὶ ὄντες ἐσφάλλοντο, διὰ τοῦτο ἀναγκαίως ἐζητήσαμεν ἁγίων μαρτύρων λείψανα. Εὕρομεν τοίνυν, καὶ μεμαθήκαμεν ἀκριβῶς, ὅτι κατὰ τὸν καιρὸν καθ' ὃν μεμαρτυρήκασιν αἱ ἅγιαι παρθένοι, ὧν τὴν θείαν πηγὴν ἔχομεν ἐν τοῖς τοῦ ἁγίου εὐαγγελιστοῦ Μάρκου, δύο τινὲς, ὧν ὁ μὲν εἷς μονάζων ἦν ἀσκητὴς, καὶ ἕτερος στρατιώτης, παρῆσαν αὐτὰς παροτρύνοντες καὶ ἐπαλείφοντες αὐτὰς πρὸς τὸν ἀγῶνα τῆς ἀθλήσεως· ὥστε μετὰ γενναίου φρονήματος ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν ὑποστῆναι κίνδυνον· κέκληνται δὲ καὶ αὐτοὶ σὺν ἐκείναις εἰς τὸ μαρτύριον· καὶ εἰσῆλθον γενναίως καὶ μεμαρτυρήκασιν ὑπὲρ Χριστοῦ, καὶ τεθείκασιν δι' αὐτὸν τὰς ἰδίας ψυχάς. Ἦν οὖν ὁμοῦ τὰ λείψανα τῶν ἁγίων μαρτύρων ἐν ἑνὶ τόπῳ κείμενα· ἐπεὶ δὲ ἀδιάκριτα ἦν τὰ λείψανα, οὐ γὰρ ἦν διεγνωσμένα σαφῶς τίς μὲν οὗτος, τίς δὲ ἐκεῖνος, ἀναγκαίως ἀμφότερα συλλαβόντες μετηγάγομεν καὶ τεθείκαμεν ἐν τῇ τῶν Εὐαγγελιστῶν ἐκκλησίᾳ, ποιήσαντες τὸ σύνηθες, ὡς μαρτυροῦσιν, μνημεῖον. Συναγώμεθα τοίνυν, ἐθέλοντος τοῦ Χριστοῦ, αὔριον ὁμοῦ, καὶ τοὺς ἁγίους τιμῶντες εὐαγγελιστὰς καὶ τοὺς μακαρίους μάρτυρας· καλοῦνται δὲ Κῦρος καὶ Ἰωάννης. Γʹ. Ἐπίφη ηʹ, τοῦ αὐτοῦ ἐξήγησις ἑτέρα ἐν τῇ ἐκκλησίᾳ τῶν εὐαγγελιστῶν, ἔνθα καὶ κατέθηκεν ἐν μνημείῳ τὰ λείψανα τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου, πρὸ δύο σημείων κατὰ ἀνατολὰς τοῦ Κανώβου, πλησίον τῆς Μενούθεος.
So then, in order that we might benefit all the places, and especially those surrounding the church of the Holy Evangelists—for they were going out without a martyrion to certain other places, and being Christians they were going astray—for this reason we necessarily sought the relics of holy martyrs. We found, then, and learned accurately, that at the time when the holy virgins suffered, whose divine spring we have in the church of the holy evangelist Mark, two men—one of whom was an ascetic monk, and the other a soldier—were present urging them on and anointing them for the contest of their struggle, so that with a noble spirit they might undergo danger for our Savior; and they themselves were also called together with those women to martyrdom; and they entered in bravely and suffered martyrdom for Christ, and laid down their own souls for him. So then the relics of the holy martyrs lay together in one place; but since the relics were indistinguishable—for it was not clearly determined which was this one and which was that one—we necessarily took both together and translated them and placed them in the church of the Evangelists, making the customary tomb, as they testify. Let us therefore gather together, if Christ wills, tomorrow, honoring both the holy evangelists and the blessed martyrs; and they are called Cyrus and John. 3. Epiphi 8, another exposition by the same, in the church of the evangelists, where he also deposited in a tomb the relics of the holy martyrs Cyrus and John, two milestones east of Canopus, near Menouthis.
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοὶ, καὶ στραφεὶς εἶπεν αὐτοῖς· Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής· ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής. Θερμοὺς ἡμᾶς εἰς εὐλάβειαν οἱ τοῦ Σωτῆρος ἀπαιτοῦσιν λόγοι· καὶ τοὺς ἀγαπᾷν θέλοντας αὐτὸν, οὐδὲν ἡγεῖσθαι ἄμεινον αὐτοῦ ἀναπείθουσιν, οὐ φιλοστοργίαν σωμάτων, οὐκ ἀγάπησιν εἰς πατέρας, οὐκ αἰδὼ τὴν εἰς μητέρας καὶ
ἀδελφούς· οἶδεν γὰρ ὅτι ταῦτα καταπεφρονηκότες μεγάλην εὑρίσκουσιν καὶ λαμπρὰν τὴν ἀντιμισθίαν· ἵνα δὲ καί τι πρὸς τούτοις ἕτερον εἴπω, γνωρίζων ὅσην ἕσχεν εἰς ἡμᾶς ἀγάπησιν, οὐδὲ αὐτὸς τὰ καθ' ἑαυτὸν κρείττονα τῶν ἡμετέρων ἐποιήσατο πραγμάτων· οὐ προτετίμηκεν τὰ καθ' ἑαυτὸν τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς. Θεὸς ὢν, δι' ἡμᾶς γέγονεν ἄνθρωπος καὶ ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας· ἀλλ' οἱ συμπάσχοντες καὶ συμβασιλεύσουσιν· οἱ συνατιμασθέντες, πάντως καὶ συνδοξασθήσονται. Οὕτως εὐδοκιμῆσαι πιστεύομεν καὶ τοὺς ἁγίους μάρτυρας Κῦρον καὶ Ἰωάννην· πρόθυμοι γὰρ εἰσῆλθον εἰς τοὺς ὑπὲρ τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας. Καὶ τὸ πάντων αὐτοῖς δεινότατον ἐπιπηδᾷ θηρίον, φημὶ δὲ ὁ θάνατος· ἀλλ' ἐμέμνηντο τοῦ ἰδίου Δεσπότου λέγοντος· Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής. Πεπληρώκασιν τὴν ἐντολὴν, ἔλαβον καὶ αὐτοὶ τὸν σταυρὸν, ἠκολούθησαν τῷ ἰδίῳ Δεσπότῃ.
And great crowds were going along with him, and he turned and said to them: If anyone comes to me and does not hate his father and his wife and his children and his brothers, and moreover even his own life, he cannot be my disciple; whoever does not bear his cross and come after me cannot be my disciple. The words of the Savior demand that we be fervent in piety; and they persuade those who wish to love him to consider nothing better than him—not affection for bodies, not love toward fathers, not reverence toward mothers and brothers; for he knows that those who have despised these things find a great and splendid recompense. And, to say something further besides these things, knowing how great a love he had for us, not even he himself made his own concerns better than our affairs; he did not prefer his own concerns to the salvation and life of all. Being God, for our sake he became man and endured the cross, despising the shame; but those who suffer with him will also reign with him; those who have been dishonored with him will certainly also be glorified with him. We believe that the holy martyrs Cyrus and John also prospered in this way; for they entered eagerly into the contests for piety toward Christ. And the most terrible of all beasts leaps upon them—I mean death; but they remembered their own Master saying: Whoever does not take up his cross and follow after me cannot be my disciple. They have fulfilled the commandment, they too have taken up the cross, they have followed their own Master.
Ἤγοντο δὲ οὐ μόνοι πρὸς τοὺς ἀγῶνας, ἀλλ' ἦν καὶ χορὸς ἁγίων παρθένων· καὶ γυναῖκες μὲν ἦσαν, ἄθραυστοι δὲ τὴν διάνοιαν· τετελείωται τοίνυν σὺν αὐταῖς καὶ ἡ καλὴ τούτων τῶν ἀθλητῶν δυάς· καὶ μισθὸν ἔχουσι τῆς εἰς Χριστὸν ἀγάπης, τοῦ πατῆσαι τὸν Σατανᾶν καὶ ἐλαύνειν τὰ πονηρὰ δαιμόνια· ἡκέτωσαν τοίνυν οἱ πάλαι πλανώμενοι· ἐρχέσθωσαν εἰς ἀληθινὸν καὶ ἀκαπήλευτον ἰατρεῖον· οὐδεὶς γὰρ ἡμῖν ὀνείρατα πλάττεται· οὐδεὶς λέγει τοῖς ἐρχομένοις· Εἴρηκεν ἡ Κυρά· Ποίησον τὸ καὶ τό· ὅλως Κυρὰ καὶ Θεὸς εἶναι δυνατὸς, καὶ προσκυνεῖσθαι θέλει; Ἐν τοῖς δαίμοσιν οὐκ ἔστιν οὐδὲν ἄῤῥεν οὐδὲ θῆλυ. Καὶ βλέπετε ποίαν ἔχουσιν προαίρεσιν· ὀνόμασιν γυναικῶν καλεῖσθαι βούλονται πατήσαντες τοίνυν τὰ γραώδη μυθάρια καὶ τὰ πάλαι τῶν γοήτων ἐμπαίγματα, ἐρχέσθωσαν ἐπὶ τοὺς ἀληθινοὺς καὶ ἄνωθεν ἰατρούς· οἷς ὁ πάντα ἰσχύων Θεὸς, τοῦ θεραπεύειν δύνασθαι τὴν ἐξουσίαν ἐχαρίσατο λέγων· Ἀσθενοῦντας θεραπεύετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Πάσης τοίνυν θεραπείας τῆς παρὰ τοῦ Σωτῆρος ἀπολαύσαντες, ὑμνολογοῦσιν τὸν ἑαυτῶν Δεσπότην, ἵνα καὶ βασιλείας οὐρανῶν καταξιωθῶσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ τῷ Θεῷ καὶ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
But they were not alone in being led to the contests; there was also a choir of holy virgins. And they were women, but unbroken in mind. Therefore with them the noble pair of these athletes has also been perfected, and they have their reward for their love toward Christ—for trampling on Satan and driving out the evil demons. So let those who were formerly led astray come; let them come to the true and unadulterated healing place. For no one fabricates dreams for us; no one says to those who come: The Lady has spoken: Do this and that—as if one could be a lady and a god, and wishes to be worshiped. Among the demons there is neither male nor female. And see what purpose they have: they wish to be called by the names of women. Therefore, having trampled on old wives' tales and the ancient mockeries of sorcerers, let them come to the true physicians from above, to whom God, who is mighty in all things, has granted authority to heal, saying: Heal the sick; freely you have received, freely give. Therefore, having enjoyed every healing from the Savior, they hymn their own Master, so that they may also be deemed worthy of the kingdom of heaven, in Christ Jesus our Lord, through whom to God and the Father, with the all-holy Spirit, be glory, honor, and power, now and always and unto the ages of ages. Amen.