ΚΕΦΑΛ. Αʹ.
Ἐπειδὴ πρώτιστον ἡμῖν τοῖς Χριστιανοῖς καὶ πάντων ἀναγκαιότατον εἰδέναι τὴν εὐσέβειαν, καὶ ταύτην ἀσπάζεσθαι, καὶ ταύτῃ συζῇν, καὶ ζωῆς τῆς παρούσης συνεκδημεῖν· ἄξιόν ἐστι πιστεύειν καὶ ὁμολογεῖν καὶ κηρύττειν ἡμᾶς, ὅτι Θεὸς εἶς ἐστιν, ἤγουν μία Θεότης, οὐσία ἄναρχος, ἀτελεύτητος, αἰώνιός τε καὶ προαιώνιος, ἀγέννητος, ἄκτιστος, ἄτρεπτος, ἀναλλοίωτος, ἀκατάληπτος, ἀπερινόητος, ἀπερίγραπτος, ἁπλοῦς, ἀσύνθετος, ἀσώματος, ἀναφὴς, ἀόρατος, ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσι, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἄῤῥητον οὖν τὸ Θεῖον καὶ ἀκατάληπτον. Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ. Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον οὔτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν πρώτην καὶ μακαρίαν φύσιν οὐδεὶς ἔγνω ποτὲ τὸν Θεὸν, εἰ μὴ ᾧ αὐτὸς ἀπεκάλυψεν· οὐκ ἀνθρώπων μόνον, ἀλλ' οὐδὲ τῶν ὑπερκοσμίων δυνάμεων. Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ Θεὸς ἐν παντελεῖ ἀγνωσίᾳ. Πᾶσι γὰρ ἡ γνῶσις τοῦ εἶναι Θεὸν ὑπ' αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ κτίσις, καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις, τὸ μεγαλεῖον τῆς θείας ἀνακηρύττει φύσεως. Καὶ διὰ νόμου μὲν καὶ προφητῶν πρότερον· ἔπειτα δὲ καὶ διὰ τοῦ Μονογενοῦς αὐτοῦ Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὸ ἐφικτὸν ἡμῖν, τὴν ἑαυτοῦ ἐφανέρωσε γνῶσιν. Πάντα τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε νόμου καὶ προφητῶν καὶ ἀποστόλων δεχόμεθα καὶ γινώσκομεν καὶ ὁμολογοῦμεν, οὐδὲν περαιτέρω τούτων ἐπιζητοῦντες.
CHAPTER 1
Since it is the first and most necessary thing of all for us Christians to know true religion, to embrace it, to live with it, and to share it throughout this present life, it is fitting that we believe, confess, and proclaim that God is one, that is, one Godhead: a substance without beginning, without end, eternal and before all ages, unbegotten, uncreated, immutable, unchangeable, incomprehensible, beyond understanding, uncircumscribable, simple, uncompounded, incorporeal, intangible, invisible, in three perfect hypostases—the Father, the Son, and the Holy Spirit. The Deity, then, is ineffable and incomprehensible. For no one knows the Father except the Son, nor the Son except the Father. And the Holy Spirit knows the things of God just as the spirit of a man knows the things within him. But after the first and blessed nature, no one has ever known God except the one to whom he himself has revealed himself—not only among men, but not even among the powers above the world. Yet God has not left us in complete ignorance. For the knowledge that God exists has been sown by him naturally in all. And creation itself, together with its cohesion and governance, proclaims the greatness of the divine nature. And formerly through the law and the prophets, and afterward through his only-begotten Son, our Lord and God and Savior Jesus Christ, he revealed the knowledge of himself, insofar as it is attainable by us. Therefore we receive, know, and confess all things handed down to us through the law, the prophets, and the apostles, seeking nothing beyond these.
Ἀδύνατον γὰρ παρὰ τὰ θειωδῶς ὑπὸ τῶν θείων λογίων τῆς τε Παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡμῖν εἰρημένα εἰπεῖν τι περὶ Θεοῦ, ἢ ὅλως ἐννοῆσαι. Ὅτι μὲν οὖν ἔστι Θεὸς, τοῖς μὲν τὰς ἁγίας δεχομένοις Γραφὰς, τήν τε Παλαιὰν καὶ Καινὴν Διαθήκην φημὶ, οὐκ ἀμφιβάλλεται, οὐδὲ τοῖς τῶν Ἑλλήνων πλείστοις. Ὡς γὰρ ἔφημεν, ἡ γνῶσις τοῦ εἶναι Θεὸν φυσικῶς ἡμῖν ἐγκατέσπαρται. Ἐπειδὴ δὲ τοσοῦτον ἴσχυσεν ἡ τοῦ Πονηροῦ κακία κατὰ τῆς τῶν ἀνθρώπων φύσεως, ὥστε καί τινας εἰς τὸ ἀλογώτατον, καὶ πάντων τῶν κακῶν κάκιστον καταγαγεῖν τῆς ἀπωλείας βάραθρον, τὸ λέγειν μὴ εἶναι Θεὸν (ὧν τὴν ἀφροσύνην ἐμφαίνων ὁ προφήτης ἔφη Δαβίδ· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι Θεός.) Οἱ μὲν οὖν τοῦ Κυρίου μαθηταὶ καὶ ἀπόστολοι τῷ παναγίῳ φωτισθέντες Πνεύματι καὶ τῇ αὐτοῦ δυνάμει καὶ χάριτι τὰς θεοσημίας ἐργαζόμενοι, τῇ τῶν θαυμάτων σαγήνῃ πρὸς τὸ φῶς τῆς θεογνωσίας, ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας αὐτοὺς ζωγροῦντες ἀνήγαγον. Ὁμοίως καὶ οἱ τούτων τῆς τε χάριτος καὶ τῆς ἀξίας διάδοχοι ποιμένες τε καὶ διδάσκαλοι τὴν φωτιστικὴν τοῦ Πνεύματος χάριν δεξάμενοι, τῇ τε τῶν θαυμάτων δυνάμει, τῷ τε λόγῳ τῆς χάριτος τοὺς ἐσκοτισμένους ἐφώτιζον, καὶ τοὺς πεπλανημένους ἐπέστρεφον. Ἡμεῖς δὲ οἱ μήτε τῶν θαυμάτων, μήτε τὸ τῆς διδασκαλίας δεξάμενοι χάρισμα (ἀναξίους γὰρ ἑαυτοὺς τῇ πρὸς τὰς ἡδονὰς προσπαθείᾳ πεποιήκαμεν)· φέρε ὀλίγα παρὰ τῶν δεδομένων ἡμῖν ὑπὸ τῶν ὑποφητῶν τῆς χάριτος περὶ τούτου διαλεξώμεθα, τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπικαλεσάμενοι.
For it is impossible, beyond what has been spoken to us in a divine manner by the divine oracles of both the Old and New Testaments, to say anything about God, or even to conceive of it at all. That God exists, then, is not doubted by those who receive the holy Scriptures—I mean the Old and New Testaments—nor even by most of the Greeks. For, as we said, the knowledge that God exists has been sown in us by nature. But since the wickedness of the Evil One has prevailed so greatly against human nature as even to drag some down into the most irrational and most evil of all evils, the abyss of destruction—namely, to say that there is no God (whose folly the prophet David exposed when he said: The fool said in his heart, There is no God)—therefore the disciples and apostles of the Lord, enlightened by the all-holy Spirit and working divine signs by his power and grace, by the net of wonders drew them up alive from the depth of ignorance to the light of the knowledge of God. Likewise also those who succeeded them in grace and rank, shepherds and teachers, having received the illuminating grace of the Spirit, enlightened the darkened by the power of wonders and by the word of grace, and turned back those who had gone astray. But we, who have received neither the gift of wonders nor that of teaching (for we have made ourselves unworthy by our attachment to pleasures)—come, let us discuss this briefly from what has been given to us by the interpreters of grace, having called upon the Father, the Son, and the Holy Spirit.
ΚΕΦΑΛ. Βʹ.
Πάντα τὰ ὄντα, ἢ κτιστά ἐστιν, ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστὰ, πάντως καὶ τρεπτά. Ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσεται πάντως, ἢ φθειρόμενα, ἢ κατὰ προαίρεσιν ἀλλοιούμενα. Εἰ δὲ ἄκτιστα, κατὰ τὸν τῆς ἀκολουθίας λόγον πάντως καὶ ἄτρεπτα. Ὧν γὰρ τὸ εἶναι ἐναντίον, τούτων καὶ ὁ τοῦ πως εἶναι λόγος ἐναντίος, ἤγουν αἱ ἰδιότητες. Τίς οὖν οὐ συνθήσεται, πάντα τὰ ὄντα τρεπτὰ, ὅσα ὑπὸ τὴν ἡμετέραν αἴσθησιν· ἀλλὰ μὴν καὶ ἀγγέλους τρέπεσθαι, καὶ ἀλλοιοῦσθαι, καὶ πολυτρόπως κινεῖσθαι καὶ μεταβάλλεσθαι; τὰ μὲν νοητὰ, ἀγγέλους φημὶ καὶ δαίμονας, καὶ ψυχὰς, κατὰ προαίρεσιν τήν τε ἐν τῷ καλῷ προκοπὴν, καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν ἐπιτεινομένην τε καὶ ὑφιεμένην· τὰ δὲ λοιπὰ κατά τε γέννησιν καὶ φθορὰν, αὔξησίν τε καὶ μείωσιν, καὶ τὴν κατὰ ποιότητα μεταβολὴν, καὶ τὴν τοπικὴν κίνησιν; Τρεπτὰ τοίνυν ὄντα, πάντως καὶ κτιστά. Κτιστὰ δὲ ὄντα, πάντως ὑπό τινος ἐδημιουργήθησαν. Δεῖ δὲ τὸν Δημιουργὸν ἄκτιστον εἶναι. Εἰ γὰρ κἀκεῖνος ἐκτίσθη, πάντως ὑπό τινος ἐκτίσθη, ἕως ἂν ἔλθωμεν εἴς τι ἄκτιστον. Ἄκτιστος οὖν ὢν ὁ Δημιουργὸς, πάντως καὶ ἄτρεπτός ἐστι. Τοῦτο δὲ τί ἂν ἄλλο εἴη ἢ Θεός; Καὶ αὐτὴ δὲ τῆς κτίσεως συνοχὴ, καὶ συντήρησις, καὶ κυβέρνησις διδάσκει ἡμᾶς, ὅτι ἔστι Θεὸς, ὁ τόδε τὸ πᾶν συστησάμενος, καὶ συνέχων, καὶ συντηρῶν, καὶ ἀεὶ προνοούμενος.
CHAPTER 2.
All things that exist are either created or uncreated. If, then, they are created, they are certainly also mutable. For those things whose existence began from a change will certainly be subject to change, either being corrupted or being altered according to their will. But if they are uncreated, by the principle of consistency they are certainly also immutable. For those things whose existence is contrary, their principle of how they exist—that is, their properties—is also contrary. Who, then, will not agree that all things that exist are mutable, as many as fall under our perception? But indeed, even angels are mutable and subject to alteration, and are moved and changed in many ways—the intelligible things, I mean angels and demons and souls, according to their will, both their progress in the good and their departure from the good, being intensified and relaxed; and the rest, according to generation and corruption, increase and diminution, and change in quality, and local motion. Being mutable, then, they are certainly also created. And being created, they were certainly made by someone. But the Creator must be uncreated. For if he too was created, he was certainly created by someone, until we come to something uncreated. Being uncreated, then, the Creator is certainly also immutable. But what else could this be but God? And the very cohesion, preservation, and governance of creation teaches us that there is a God, who established this whole universe, and holds it together, and preserves it, and always provides for it.
Πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις, πυρὸς, λέγω, καὶ ὕδατος, ἀέρος καὶ γῆς, εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλοις συνεληλύθεισαν, καὶ ἀδιάλυτοι μένουσιν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα καὶ συνεβίβασε καὶ ἀεὶ τηρεῖ ἀδιάλυτα; Τί τὸ τάξαν τὰ οὐράνια καὶ τὰ ἐπίγεια, ὅσα δι' ἀέρος, καὶ ὅσα καθ' ὕδατος· μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανὸν καὶ γῆν καὶ ἀέρα, καὶ φύσιν πυρός τε καὶ ὕδατος; Τίς ταῦτα ἔμιξε, καὶ ἐμέρισε; Τί τὸ ταῦτα κινῆσαν, καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; Ἆρ' οὐχ ὁ τεχνίτης τούτων καὶ ὁ λόγον ἐνθεὶς πᾶσι καθ' ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; Τίς δὲ ὁ τεχνίτης τούτων; Ἆρ' οὐχ ὁ πεποιηκὼς ταῦτα, καὶ εἰς τὸ εἶναι παραγαγών; οὐ γὰρ τῷ αὐτομάτῳ δώσομεν τοιαύτην δύναμιν. Ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου, τίνος τὸ τάξαι; Καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν, τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ' οὓς πρῶτον ὑπέστη λόγους; Ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. Τοῦτο ἄλλο τί ἐστιν, εἰ μὴ Θεός;
ΚΕΦΑΛ. Γʹ.
For how could the contrary natures—I mean fire and water, air and earth—have come together with one another for the completion of one world, and remain indissoluble, unless some almighty power had both brought them together and always keeps them indissoluble? What is it that ordered the heavenly things and the earthly things, all that are through air and all that are through water—or rather, before these, heaven and earth and air, and the nature of fire and water? Who mixed these and divided them? What is it that set these in motion and drives them in their ceaseless and unimpeded course? Is it not the craftsman of these things, and the one who implanted in all things the reason by which the whole is carried and conducted? And who is the craftsman of these things? Is it not the one who made them and brought them into being? For we will not give such power to chance. For let the coming-to-be belong to chance—whose is the ordering? And let us grant this too, if it seems good—whose is the preserving and guarding according to the reasons by which they first subsisted? Clearly of another besides chance. What is this other than God?
CHAPTER 3.
Ὅτι μὲν οὖν ἔστι Θεὸς, δῆλον. Τί δέ ἐστι κατ' οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ σῶμα τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτιστον, καὶ ἀναφὲς, καὶ ἀόρατον, καὶ ἁπλοῦν, καὶ ἀσύνθετον; Πῶς ἄτρεπτον, εἰ περίγραπτον καὶ παθητόν; Καὶ πῶς ἀπαθὲς τὸ ἐκ στοιχείων συγκείμενον, καὶ εἰς αὐτὰ πάλιν ἀναλυόμενον; Σύνθεσις γὰρ ἀρχὴ μάχης, μάχη δὲ διαστάσεως, διάστασις δὲ λύσεως, λύσις δὲ ἀλλότριον Θεοῦ παντελῶς. Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν, καὶ πληροῦν τὰ πάντα Θεὸν, ὥς φησιν ἡ Γραφή· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Ἀδύνατον γὰρ σῶμα διὰ σωμάτων διήκειν μὴ τέμνον καὶ τεμνόμενον καὶ πλεκόμενον καὶ ἀντιπαρατιθέμενον· ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται καὶ συγκιρνᾶται. Εἰ δὲ καί τινές φασιν ἄϋλον σῶμα ὡς τὸ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς πέμπτον σῶμα λεγόμενον, ὅπερ ἀδύνατον· κινούμενον ἔσται πάντως, ὥσπερ ὁ οὐρανός· τοῦτον γὰρ πέμπτον σῶμά φασι. Τίς οὖν ὁ τοῦτον κινῶν; Πᾶν γὰρ κινούμενον, ὑφ' ἑτέρου κινεῖται· κἀκεῖνο τίς; Καὶ τοῦτο ἐπ' ἄπειρον, ἕως ἂν καταντήσωμεν εἴς τι ἀκίνητον. Τὸ γὰρ πρῶτον κινοῦν, ἀκίνητον· ὅπερ
That God exists is clear. But what he is in essence and nature is entirely incomprehensible and unknown. That he is incorporeal is clear. For how could that which is infinite, unbounded, without shape, intangible, invisible, simple, and incomposite be a body? How could it be immutable, if it is circumscribed and subject to change? And how could that which is composed of elements and dissolved back into them be impassible? For composition is the beginning of conflict, conflict of separation, separation of dissolution, and dissolution is utterly alien to God. And how will it be preserved that God pervades all things and fills all things, as the Scripture says: Do I not fill heaven and earth? says the Lord. For it is impossible for a body to pervade through bodies without cutting and being cut, without interweaving and being set against one another, just as all liquids that are mixed and blended together. But if some say that there is an immaterial body, like the fifth body spoken of among the wise of the Greeks, which is impossible, it will certainly be moved, just as the heaven is; for they say that this is a fifth body. Who, then, is the one who moves it? For everything that is moved is moved by something else; and who moves that? And this goes on to infinity, until we arrive at something immovable. For the first mover is immovable; which
ἐστὶ τὸ Θεῖον. Πῶς δὲ οὐ καὶ τόπῳ περίγραπτον, τὸ κινούμενον; μόνον οὗν τὸ Θεῖον ἀκίνητον δι' ἀκινησίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑποληπτέον τὸ Θεῖον. Ἀλλ' οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν ἐστιν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ Θεοῦ, ἢ περὶ Θεὸν εἶναι λέγομεν. Ταῦτα γὰρ αὐτῷ οὐ τὸ τί ἐστι σημαίνει, ἀλλὰ τί οὐκ ἔστι. Χρὴ δὲ τὸν βουλόμενον τήν τινος οὐσίαν εἰπεῖν τί ἐστι φράσαι, οὐ τὸ τί οὐκ ἐστιν. Ὅμως ἐπὶ Θεοῦ τί ἐστιν εἰπεῖν ἀδύνατον κατ' οὐσίαν. Οἰκειότερον δὲ μᾶλλον ἐκ τῆς πάντων ἀφαιρέσεως ποιεῖσθαι τὸν λόγον. Οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν, οὐχ ὡς μὴ ὢν, ἀλλ' ὡς ὑπὲρ πάντα τὰ ὄντα, καὶ ὑπὲρ αὐτὸ δὲ τὸ εἶναι ὤν. Εἰ γὰρ τῶν ὅντων ἡ γνῶσις, τὸ ὑπὲρ γνῶσιν, πάντως καὶ ὑπὲρ οὐσίαν ἔσται· καὶ τὸ ἀνάπαλιν, τὸ ὑπὲρ οὐσίαν, καὶ ὑπὲρ γνῶσιν ἔσται. Ἄπειρον οὖν τὸ Θεῖον, καὶ ἀκατάληπτον· καὶ τοῦτο μόνον αὐτοῦ καταληπτὸν, ἡ ἀπειρία, καὶ ἡ ἀκαταληψία· ὅσα δὲ λέγομεν ἐπὶ Θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν, ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ· κἂν ἀγαθὸν, κἂν δίκαιον, κἂν σοφὸν, κἂν ὅ τι ἂν ἄλλο εἴπῃς, οὐ φύσιν λέγεις Θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν. Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ Θεοῦ λεγόμενα, δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα· οἷον σκότος λέγοντες ἐπὶ Θεοῦ, οὐ σκότος νοοῦμεν, ἀλλ' ὅτι οὐκ ἔστι φῶς, ἀλλ' ὑπὲρ τὸ φῶς· καὶ φῶς, ὅτι οὐ σκότος ἐστίν.
The Divinity exists. But how is it not circumscribed by place, since it is moved? Only the Divinity is unmoved, moving all things by its unmovedness. Therefore the Divinity must be considered incorporeal. But not even this is indicative of the essence, just as neither is unbegotten, nor without beginning, nor unchangeable, nor incorruptible, and whatever things we say about God, or that are around God. For these do not signify what he is, but what he is not. But one who wishes to state the essence of something must say what it is, not what it is not. Nevertheless, in the case of God it is impossible to say what he is according to essence. Rather, it is more fitting to make the account from the removal of all things. For he is none of the things that exist, not as though he did not exist, but as being above all things that exist, and above existence itself. For if knowledge is of things that exist, that which is above knowledge will certainly also be above essence; and conversely, that which is above essence will also be above knowledge. Therefore the Divinity is infinite and incomprehensible; and this alone is comprehensible of it, its infinity and incomprehensibility. And whatever we say of God affirmatively does not reveal the nature, but the things around the nature; whether you say good, or just, or wise, or whatever else, you are not stating the nature of God, but the things around the nature. There are also certain things said affirmatively of God that have the force of a transcendent negation; for example, when we say darkness of God, we do not understand darkness, but that he is not light, but above light; and light, that he is not darkness.
ΚΕΦΑΛ. Δʹ.
Ὅτι μὲν οὖν ἔστι Θεὸς, ἱκανῶς ἀποδέδεικται, καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι Θεὸς καὶ οὐ πολλοὶ, τοῖς μὲν τῇ θείᾳ πειθομένοις Γραφῇ, οὐκ ἀμφιβάλλεται. Φησὶ γὰρ ὁ Κύριος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· Ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Καὶ πάλιν· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι. Καὶ διὰ Ἡσαΐου τοῦ προφήτου, Ἐγὼ γὰρ, φησὶ, Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἐστι Θεός· ἔμπροσθέ μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι. Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις οὕτω φησὶ πρὸς τὸν Πατέρα· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὂν ἀπέστειλας Ἰησοῦν Χριστόν. Τοῖς δὲ τῇ θείᾳ Γραφῇ μὴ πειθομένοις, οὕτω διαλεξόμεθα. Τὸ Θεῖον τέλειόν ἐστι, καὶ ἀνελλιπὲς, κατά τε ἀγαθότητα, κατά τε σοφίαν, κατά τε δύναμιν· ἄναρχον, ἀτελεύτητον, ἀΐδιον, ἀπερίγραπτον· καὶ, ἁπλῶς εἰπεῖν, κατὰ πάντα τέλειον. Εἰ οὖν πολλοὺς ἐροῦμεν θεοὺς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. Εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλόν ἐστι, καὶ οὐ πολλοί. Εἰ δὲ διαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; Εἴτε γὰρ κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σοφίαν, εἴτε κατὰ χρόνον, εἴτε κατὰ τόπον ὑστερήσει τοῦ τελείου· οὐκ ἂν εἴη Θεός. Ἡ δὲ διὰ πάντων ταυτότης ἕνα μᾶλλον δείκνυσι, καὶ οὐ πολλούς. Πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; Ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ἕτερος.
CHAPTER 4.
That God exists, then, has been sufficiently demonstrated, and that his essence is incomprehensible. But that God is one and not many is not doubted by those who obey the divine Scripture. For the Lord says at the beginning of the legislation: I am the Lord your God, who brought you out of the land of Egypt; you shall have no other gods besides me. And again: Hear, O Israel, the Lord your God, the Lord is one. And through Isaiah the prophet he says: For I am God, the first, and I am after these things, and besides me there is no God; before me no other God came into being, and after me there shall be none, and besides me there is none. And the Lord in the holy Gospels says thus to the Father: This is eternal life, that they may know you, the only true God, and Jesus Christ whom you sent. But to those who do not obey the divine Scripture, we shall argue as follows. The Divinity is perfect and in no way deficient, in goodness, in wisdom, and in power; without beginning, without end, eternal, uncircumscribed; and, to speak simply, perfect in all respects. If, then, we call many gods, a difference must necessarily be observed among the many. For if there is no difference among them, it is one rather than many. But if there is a difference among them, where is the perfection? For whether in goodness, or in power, or in wisdom, or in time, or in place, it will fall short of the perfect; it would not be God. But identity through all things shows one rather than many. And how, moreover, will uncircumscribedness be preserved for many? For where the one would be, the other would not be.
Πῶς δὲ καὶ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος, καὶ οὐ διαλυθήσεται, καὶ φθαρήσεται, μάχης ἐν τοῖς κυβερνῶσι θεωρουμένης; Ἡ γὰρ διαφορὰ ἐναντίωσιν εἰσάγει. Εἰ δὲ εἴποι τις, ὅτι ἕκαστος μέρους ἄρχει, τί τὸ τάξαν καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον; Ἐκεῖνο γὰρ ἂν εἴη μᾶλλον Θεός. Εἷς τοίνυν ἐστὶ Θεὸς, τέλειος, ἀπερίγραπτος, τοῦ παντὸς ποιητὴς, συνοχεύς τε καὶ κυβερνήτης, καὶ ὑπερτελὴς, καὶ προτέλειος. Πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη, μονάδα εἶναι δυάδος ἀρχήν.
ΚΕΦΑΛ. Εʹ.
Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος Θεὸς, οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων, οὐκ ἀνυπόστατον ἔξει, οὐκ ἀρξάμενον τοῦ εἶναι, οὐδὲ παυσόμενον (οὐ γὰρ ἦν ποτε, ὅτε ἦν ὁ Θεὸς ἄλογος)· ἀεὶ δὲ ἔχει τὸν ἑαυτοῦ λόγον ἐξ αὐτοῦ γεννώμενον, οὐ κατὰ τὸν ἡμέτερον λόγον, ἀνυπόστατον καὶ εἰς ἀέρα χεόμενον, ἀλλ' ἐνυπόστατον, ζῶντα, τέλειον, οὐκ ἔξω αὐτοῦ χωροῦντα, ἀλλ' ἐν αὐτῷ ἀεὶ ὄντα. Ποῦ γὰρ ἔσται ἔξω αὐτοῦ γινόμενος; Ἐπειδὴ γὰρ ἡ ἡμετέρα φύσις ἐπίκηρός ἐστι καὶ εὐδιάλυτος· διὰ τοῦτο καὶ ὁ λόγος ἡμῶν ἐστιν ἀνυπόστατος. Ὁ δὲ Θεὸς ἀεὶ ὢν, καὶ τέλειος ὤν, τέλειον καὶ ἐνυπόστατον ἕξει τὸν ἑαυτοῦ λόγον, καὶ ἀεὶ ὄντα, καὶ ζῶντα, καὶ πάντα ἔχοντα ὅσα ὁ γεννήτωρ ἔχει. Ὥσπερ γὰρ καὶ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ προερχόμενος, οὔτε διόλου ὁ αὐτός ἐστι τῷ νῷ, οὔτε παντάπασιν ἕτερος (ἐκ τοῦ νοῦ μὲν γὰρ ὢν, ἄλλος ἐστὶ παρ' αὐτόν· αὐτὸν δὲ τὸν νοῦν εἰς τὸ ἐμφανὲς ἄγων, οὐκ ἔτι παντάπασιν ἕτερόν ἐστι παρὰ τὸν νοῦν· ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὢν, ἕτερόν ἐστι τῷ ὑποκειμένῳ)·
But how will the world also be governed by many, and not be dissolved and destroyed, when conflict is seen among its governors? For difference introduces opposition. But if someone should say that each one rules a part, what is it that ordered them and made the distribution for them? For that would be God rather. One, therefore, is God, perfect, uncircumscribed, maker of the universe, sustainer and governor, and super-perfect, and pre-perfect. Moreover, it is a natural necessity that the monad be the beginning of the dyad.
CHAPTER 5.
This one and only God, therefore, is not irrational. But having a Word, he will not have one without subsistence, nor one that began to be, nor one that will cease (for there was never a time when God was without reason); but he always has his own Word begotten from himself, not like our word, without subsistence and poured out into the air, but subsistent, living, perfect, not going forth outside of him, but always being in him. For where will it be when it comes to be outside of him? For since our nature is perishable and easily dissolved, for this reason our word is also without subsistence. But God, always being and being perfect, will have his own Word perfect and subsistent, and always being, and living, and having all things that the begetter has. For just as our word also, proceeding from the mind, is neither entirely the same as the mind, nor altogether other (for being from the mind, it is other beside it; but bringing the mind itself into the open, it is no longer altogether other beside the mind; but being one in nature, it is other in subject);
οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος, τῷ μὲν ὑφεστᾶναι καθ' ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον παρ' οὗ τὴν ὑπόστασιν ἔχει· τῷ δὲ τὰ αὐτὰ δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν Θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ. Ὥσπερ γὰρ τὸ ἐν ἅπασι τέλειον ἐπὶ τοῦ Πατρὸς θεωρεῖται· οὕτω καὶ ἐπὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου Λόγου θεωρηθήσεται.
ΚΕΦΑΛ. ςϛ.
Δεῖ δὲ τὸν Λόγον καὶ Πνεῦμα ἔχειν. Καὶ γὰρ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι πνεύματος· ἀλλ' ἐφ' ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς ἡμετέρας ἐστὶν οὐσίας (τοῦ ἀέρος γάρ ἐστιν ὁλκὴ καὶ φορὰ εἰσελκομένου καὶ προχεομένου πρὸς τὴν τοῦ σώματος σύστασιν· ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως φωνὴ τοῦ λόγου γίνεται, τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ φέρουσα)· ἐπὶ δὲ τῆς θείας φύσεως τῆς ἁπλῆς καὶ ἀσυνθέτου, τὸ μὲν εἶναι Πνεῦμα Θεοῦ, εὐσεβῶς ὁμολογητέον, διὰ τὸ μὴ εἶναι τὸν τοῦ Θεοῦ Λόγον ἐλλειπέστερον τοῦ ἡμετέρου λόγου· οὐκ ἔστι δὲ εὐσεβὲς, ἀλλότριόν τι ἔξωθεν ἐπεισερχόμενον τῷ Θεῷ, τὸ πνεῦμα λογίζεσθαι, ὡς καὶ ἐφ' ἡμῶν τῶν συνθέτων. Ἀλλ' ὥσπερ Θεοῦ Λόγον ἀκούοντες, οὐκ ἀνυπόστατον, οὐδὲ ἐκ μαθήσεως προσγινόμενον, οὐδὲ διὰ φωνῆς προφερόμενον, οὐδὲ εἰς ἀέρα χεόμενον καὶ λυόμενον ᾠήθημεν, ἀλλ' οὐσιωδῶς ὑφεστῶτα, προαιρετικόν τε καὶ ἐνεργὸν, καὶ παντοδύναμον·
Thus also the Word of God, by subsisting in himself, is distinguished from that one from whom he has his subsistence; but by showing in himself the same things that are contemplated concerning God, he is the same in nature as that one. For just as the perfection in all things is observed in the Father, so also it will be observed in the Word begotten of him.
CHAPTER 66
But the Word must also have a Spirit. For our own word is not without spirit; but in our case the spirit is foreign to our substance (for it is a drawing and motion of air, inhaled and poured out for the constitution of the body; which at the time of utterance becomes the voice of the word, bearing in itself the power of the word). But in the case of the divine nature, which is simple and uncompounded, it must be piously confessed that the Spirit is of God, because the Word of God is not more deficient than our word; but it is not pious to reckon the spirit as something foreign entering into God from outside, as is the case with us who are composite. But just as, when we hear of the Word of God, we did not suppose it to be without subsistence, nor something acquired by learning, nor uttered through a voice, nor poured out into air and dissolved, but subsisting substantially, both voluntary and active, and almighty—
οὕτω καὶ τὸ Πνεῦμα μεμαθηκότες Θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ Λόγῳ, καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν, οὐ πνοὴν ἀνυπόστατον ἐννοοῦμεν (οὕτω γὰρ ἂν καθαιρῆται πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας φύσεως, εἰ καθ' ὁμοιότητα τοῦ ἡμετέρου πνεύματος καὶ τὸ ἐν αὐτῷ Πνεῦμα ὑπονοοῖτο), ἀλλὰ δύναμιν οὐσιώδη, αὐτὴν ἐφ' ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκ τοῦ Πατρὸς προερχομένην, καὶ ἐν τῷ Λόγῳ ἀναπαυομένην, καὶ αὐτοῦ οὖσαν ἐκφαντικήν· οὔτε χωρισθῆναι τοῦ Θεοῦ, ἐν ᾧ ἐστι, καὶ τοῦ Λόγου ᾧ συμπαρομαρτεῖ, δυναμένην· οὔτε πρὸς τὸ ἀνύπαρκτον ἐλθεῖν ἀνεχομένην· ἀλλὰ καθ' ὁμοιότητα τοῦ Λόγου καθ' ὑπόστασιν οὖσαν, ζῶσαν, προαιρετικὴν, αὐτοκίνητον, ἐνεργὸν, πάντοτε τὸ ἀγαθὸν θέλουσαν, καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν· μήτε ἀρχὴν ἔχουσαν, μήτε τέλος. Οὐ γὰρ ἐνέλειψέ ποτε τῷ Πατρὶ Λόγος, οὐδὲ τῷ Λόγῳ Πνεῦμα. Οὕτω διὰ μὲν τῆς κατὰ φύσιν ἑνότητος ἡ πολύθεος τῶν Ἑλλήνων ἐξαφανίζεται πλάνη· διὰ δὲ τῆς τοῦ Λόγου παραδοχῆς καὶ τοῦ Πνεύματος, τῶν Ἰουδαίων καθαιρεῖται
Thus also, having learned that the Spirit is of God, the Spirit who accompanies the Word and makes his activity manifest, we do not conceive of him as a breath without subsistence (for in that way the majesty of the divine nature would be brought down to lowliness, if the Spirit in him were supposed in likeness to our own spirit), but as a power of substance, contemplated in its own proper subsistence, proceeding from the Father, resting in the Word, and being the revealer of him; a power that can neither be separated from God, in whom it is, nor from the Word, whom it accompanies; nor does it endure to come to non-existence; but in likeness to the Word it subsists, is living, has choice, is self-moved, active, always willing the good, and has its power running together with its will toward every purpose; having neither beginning nor end. For the Father never lacked the Word, nor the Word the Spirit. Thus by the natural unity the polytheistic error of the Greeks is destroyed; and by the reception of the Word and the Spirit, the error of the Jews is brought down
τὰ δόγματα· ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως, ἡ τῆς φύσεως ἑνότης· ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη. Εἰ δὲ ἀντιλέγει ὁ Ἰουδαῖος πρὸς τὴν τοῦ Λόγου παραδοχὴν καὶ τοῦ Πνεύματος, ὑπὸ τῆς θείας Γραφῆς ἐλεγχέσθω τε καὶ ἐπιστομιζέσθω. Περὶ μὲν γὰρ τοῦ Λόγου φησὶν ὁ θεῖος Δαβίδ· Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Καὶ πάλιν· Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς. Λόγος δὲ προφορικὸς οὐκ ἀποστέλλεται, οὐδὲ εἰς τὸν αἰῶνα μένει. Περὶ δὲ τοῦ Πνεύματος ὁ αὐτὸς Δαβίδ φησιν· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται. Καὶ πάλιν· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν. Καὶ Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. Πνεῦμα δὲ ἀποστελλόμενον, καὶ ποιοῦν, καὶ στερεοῦν, καὶ συνέχον, οὐκ ἆσθμά ἐστι λυόμενον, ὥσπερ οὐδὲ σωματικὸν μέλος τὸ τοῦ Θεοῦ στόμα· ἀμφότερα γὰρ θεοπρεπῶς νοητέον.
The doctrines; and the usefulness of each heresy remains: from the Jewish conception, the unity of nature; from Hellenism, the distinction of hypostases alone. But if the Jew contradicts the reception of the Word and of the Spirit, let him be refuted and silenced by the divine Scripture. For concerning the Word, the divine David says: Forever, O Lord, your Word remains in heaven. And again: He sent his Word, and healed them. But a spoken word is not sent, nor does it remain forever. And concerning the Spirit, the same David says: You will send forth your Spirit, and they will be created. And again: By the Word of the Lord the heavens were established, and by the Spirit of his mouth, all their power. And Job: The divine Spirit is what made me, and the breath of the Almighty is what teaches me. But a Spirit that is sent, and makes, and establishes, and holds together, is not a breath that is dissolved, just as the mouth of God is not a bodily member; for both must be understood in a manner befitting God.
ΚΕΦΑΛ. Ζʹ.
Πιστεύομεν τοιγαροῦν εἰς ἕνα Θεὸν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον, ἀγένητον, ἀνώλεθρόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπερίγραπτον, ἀπεριόριστον ἀπειροδύναμον, ἁπλῆν, ἀσύνθετον, ἀσώματον, ἄῤῥευστον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόρατον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης· φῶς νοερὸν, ἀπρόσιτον· δύναμιν οὐδενὶ μέτρῳ γνωριζομένην, μόνῳ δὲ τῷ οἰκείῳ βουλήματι μετρουμένην (πάντα γὰρ, ὅσα θέλει, δύναται), πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητικὴν, πάντων συνεκτικὴν καὶ συντηρητικὴν, πάντων προνοητικὴν, πάντων κρατοῦσαν, καὶ ἄρχουσαν, καὶ βασιλεύουσαν ἀτελευτήτῳ καὶ ἀθανάτῳ βασιλείᾳ· μηδὲν ἐναντίον ἔχουσαν, πάντα πληροῦσαν, ὑπ' οὐδενὸς περιεχομένην, αὐτὴν δὲ μᾶλλον περιέχουσαν τὰ σύμπαντα, καὶ συνέχουσαν καὶ προέχουσαν, ἀχράντως ταῖς ὅλαις οὐσίαις ἐπιβατεύουσαν, καὶ πάντων ἐπέκεινα, καὶ πάσης οὐσίας ἐξῃρημένην, ὡς ὑπερούσιον καὶ ὑπὲρ τὰ ὄντα οὖσαν· ὑπέρθεον, ὑπεράγαθον, ὑπερπλήρη· τὰς ὅλας ἀρχὰς καὶ τάξεις ἀφορίζουσαν, καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένην, ὑπὲρ οὐσίαν καὶ ζωὴν, καὶ λόγον καὶ ἔννοιαν, αὐτοφῶς, αὐταγαθότητα, αὐτοζωὴν, αὐτοουσίαν (ὡς μὴ παρ' ἑτέρου τὸ εἶναι ἔχουσαν, ἤ τι τῶν ὅσα ἔστι· αὐτὴν δὲ πηγὴν οὖσαν τοῦ εἶναι τοῖς οὖσι, τοῖς ζῶσι τῆς ζωῆς, τοῖς λόγου μετέχουσι τοῦ λόγου, τοῖς πᾶσι πάντων ἀγαθῶν αἰτίαν), πάντα εἰδυῖαν πρὶν γενέσεως αὐτῶν, μίαν οὐσίαν, μίαν θεότητα, μίαν δύναμιν, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν ἀρχὴν, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν·
CHAPTER 7.
We believe, therefore, in one God, one principle without beginning, uncreated, unbegotten, imperishable and immortal, eternal, infinite, uncircumscribable, unbounded, infinitely powerful, simple, incomposite, incorporeal, without flux, impassible, immutable, unchangeable, invisible, a fountain of goodness and righteousness; an intelligible light, inaccessible; a power known by no measure, but measured only by its own will (for it can do all things whatsoever it wills), the maker of all created things visible and invisible, the sustainer and preserver of all things, the provider for all things, ruling over all things, and governing and reigning with an endless and immortal kingdom; having nothing opposed to it, filling all things, contained by nothing, but rather containing all things, and holding them together and surpassing them, treading upon all substances undefiledly, and beyond all things, and exalted above every substance, as being supersubstantial and above the things that are; superdivine, supergood, superfull; marking off all principalities and orders, and seated above every principality and order, beyond substance and life and reason and thought, self-light, self-goodness, self-life, self-substance (as not having its being from another, nor any of the things that are; but being itself the fountain of being for the things that are, of life for the living, of reason for those who partake of reason, the cause of all good things for all), knowing all things before their generation, one substance, one divinity, one power, one will, one operation, one principle, one authority, one lordship, one kingdom;
ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωριζομένην τε καὶ προσκυνουμένην μιᾷ προσκυνήσει, πιστευομένην τε καὶ λατρευομένην ὑπὸ πάσης λογικῆς κτίσεως, ἀσυγχύτως ἡνωμέναις καὶ ἀδιαστάτως διαιρουμέναις (ὃ καὶ παράδοξον) εἰς Πατέρα καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς ἃ καὶ βεβαπτίσμεθα (οὕτω γὰρ ὁ Κύριος τοῖς ἀποστόλοις βαπτίζειν ἐνετείλατο· Βαπτίζοντες αὐτοὺς, φάσκων, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος·) εἰς ἕνα Πατέρα τὴν πάντων ἀρχὴν καὶ αἰτίαν· οὐκ ἕκ τινος γεννηθέντα, ἀναίτιον δὲ καὶ ἀγέννητον μόνον ὑπάρχοντα· πάντων μὲν ποιητὴν, ἑνὸς δὲ μόνου Πατέρα φύσει τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προβολέα τοῦ ἁγίου Πνεύματος· καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο.
known and worshipped in three perfect hypostases with one worship, believed in and served by every rational creation, united without confusion and divided without separation (which is also paradoxical) into Father and Son and Holy Spirit, into which we have also been baptized (for thus the Lord commanded the apostles to baptize, saying: Baptizing them into the name of the Father and of the Son and of the Holy Spirit); into one Father, the principle and cause of all things, not begotten from anything, but being alone without cause and unbegotten; the maker of all things, but the Father by nature of one only, his only-begotten Son, our Lord and God and Savior Jesus Christ, and the producer of the Holy Spirit; and into one Son of God, the only-begotten, our Lord Jesus Christ, who was begotten from the Father before all the ages, light from light, true God from true God, begotten, not made, consubstantial with the Father, through whom all things came to be.
Ὃν πρὸ πάντων τῶν αἰώνων λέγοντες, δείκνυμεν ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις. Οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἡ ζῶσα σοφία καὶ δύναμις, ὁ Λόγος ὁ ἐνυπόστατος, ἡ οὐσιώδης καὶ τελεία καὶ ζῶσα εἰκὼν τοῦ ἀοράτου Θεοῦ· ἀλλὰ ἀεὶ ἦν σὺν τῷ Πατρὶ καὶ ἐν αὐτῷ ἀϊδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγεννημένος. Οὐ γὰρ ἦν ποτε ὁ Πατὴρ, ὅτε οὐκ ἦν ὁ Υἱός· ἀλλ' ἅμα Πατὴρ, ἅμα Υἱὸς ὁ ἐξ αὐτοῦ γεγεννημένος· Πατὴρ γὰρ ἐκτὸς Υἱοῦ οὐκ ἃν κληθείη. Εἰ δὲ ἦν μὴ ἔχων Υἱὸν, οὐκ ἦν Πατήρ· καὶ εἰ μετὰ ταῦτα ἔσχεν Υἱὸν, μετὰ ταῦτα ἐγένετο Πατὴρ μὴ ὢν πρὸ τούτου Πατὴρ, καὶ ἐτράπη ἐκ τοῦ μὴ εἶναι Πατὴρ εἰς τὸ γενέσθαι Πατήρ· ὅπερ πάσης βλασφημίας ἐστὶ χαλεπώτερον. Ἀδύνατον γὰρ τὸν Θεὸν εἰπεῖν ἔρημον τῆς φυσικῆς γονιμότητος. Ἡ δὲ γονιμότης, τὸ ἐξ αὑτοῦ, ἤγουν ἐκ τῆς ἰδίας οὐσίας, ὅμοιον κατὰ φύσιν γεννᾷν. Ἐπὶ μὲν οὖν τῆς τοῦ Θεοῦ γεννήσεως ἀσεβὲς λέγειν χρόνον μεσιτεῦσαι, ἢ μετὰ τὸν Πατέρα τὴν τοῦ Υἱοῦ γενέσθαι ὕπαρξιν. Ἐξ αὐτοῦ γὰρ, ἤγουν τῆς τοῦ Πατρὸς φύσεώς φαμεν τὴν τοῦ Υἱοῦ γέννησιν. Καὶ εἰ μὴ ἐξ ἀρχῆς δῶμεν τὸν Υἱὸν συνυπάρχειν τῷ Πατρὶ ἐξ αὐτοῦ γεγεννημένον, τροπὴν τῆς τοῦ Πατρὸς ὑποστάσεως παρεισάγομεν· ὅτι μὴ ὢν Πατὴρ, ὕστερον ἐγένετο Πατήρ. Ἡ γὰρ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονεν, ἀλλ' οὐκ ἐκ τῆς τοῦ Θεοῦ οὐσίας, ἐκ δὲ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι βουλήσει καὶ δυνάμει αὐτοῦ παρήχθη· καὶ οὐχ ἅπτεται τροπὴ τῆς τοῦ Θεοῦ φύσεως.
When we say "before all the ages," we show that his generation is timeless and without beginning. For the Son of God was not brought from non-being into being—the radiance of glory, the express image of the Father's hypostasis, the living wisdom and power, the Word subsisting in a hypostasis, the essential and perfect and living image of the invisible God—but he was always with the Father and in him, eternally and without beginning begotten from him. For there was never a time when the Father was and the Son was not; but at once Father, at once Son, the one begotten from him. For a Father apart from a Son would not be called Father. And if he was without a Son, he was not a Father; and if he had a Son afterwards, he became a Father afterwards, not being a Father before this, and he was changed from not being a Father to becoming a Father—which is worse than every blasphemy. For it is impossible to call God destitute of natural fruitfulness. And fruitfulness is this: to beget from oneself, that is, from one's own essence, one like in nature. In the case of God's generation, then, it is impious to say that time intervened, or that the Son's existence came to be after the Father. For we say that the Son's generation is from him, that is, from the Father's nature. And if we do not grant from the beginning that the Son coexists with the Father, begotten from him, we introduce a change of the Father's hypostasis—that he was not a Father and later became a Father. For creation, even if it came to be afterwards, is not from God's essence, but was brought from non-being into being by his will and power; and change does not touch God's nature.
Γέννησις μὲν γάρ ἐστι, τὸ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος προ[σ]άγεσθαι τὸ γεννώμενον, ὅμοιον κατ' οὐσίαν· κτίσις δὲ καὶ ποίησις, τὸ ἔξωθεν, καὶ οὐκ ἐκ τῆς οὐσίας τοῦ κτίζοντος καὶ ποιοῦντος γίνεσθαι τὸ κτιζόμενον καὶ ποιούμενον, ἀνόμοιον παντελῶς κατ' οὐσίαν. Ἐπὶ μὲν οὖν τοῦ μόνου ἀπαθοῦς καὶ ἀναλλοιώτου καὶ ἀτρέπτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος Θεοῦ, καὶ τὸ γεννᾷν καὶ τὸ κτίζειν ἀπαθές. Φύσει γὰρ ὢν ἀπαθὴς καὶ ἄῤῥευστος, ὡς ἁπλοῦς καὶ ἀσύνθετος, οὐ πέφυκεν ὑπομένειν πάθος ἢ ῥεῦσιν οὔτε ἐν τῷ γεννᾷν, οὔτε ἐν τῷ κτίζειν· οὐδέ τινος συνεργείας δεῖται. Ἀλλ' ἡ μὲν γέννησις, ἄναρχος καὶ ἀΐδιος, φύσεως ἔργον οὖσα, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προάγουσα, ἵνα τροπὴν ὁ γεννῶν μὴ ὑπομείνῃ, καὶ ἵνα μὴ Θεὸς πρῶτος, καὶ Θεὸς ὕστερος εἴη, καὶ προσθήκην δέξηται· ἡ δὲ κτίσις ἐπὶ Θεοῦ θελήσεως ἔργον οὖσα, οὐ συναΐδιός ἐστι τῷ Θεῷ· ἐπεὶ οὐ πέφυκε τὸ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον, συναΐδιον εἶναι τῷ ἀνάρχῳ καὶ ἀεὶ ὄντι. Ὥσπερ τοίνυν οὐχ ὁμοίως ποιεῖ ἄνθρωπος καὶ Θεὸς (ὁ μὲν γὰρ ἄνθρωπος οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει· ἀλλ' ὅπερ ποιεῖ, ἐκ προϋποκειμένης ὕλης ποιεῖ, οὐ θελήσας μόνον, ἀλλὰ καὶ προεπινοήσας, καὶ ἐν τῷ νῷ ἀνατυπώσας τὸ γενησόμενον, εἶτα καὶ χερσὶν ἐργασάμενος καὶ κόπον ὑπομείνας καὶ κάματον, πολλάκις δὲ καὶ ἀστοχήσας, μὴ ἀποβάντος καθὰ βούλεται τοῦ ἐπιτηδεύματος· ὁ δὲ Θεὸς, θελήσας μόνον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν)· οὕτως οὐδὲ ὁμοίως γεννᾷ Θεὸς καὶ ἄνθρωπος.
For generation is this: that what is begotten be brought forth from the essence of the begetter, like in essence; but creation and making is this: that what is created and made come to be from outside, and not from the essence of the creator and maker, wholly unlike in essence. In the case of the one God, who alone is impassible and immutable and unchanging and always remains the same, both begetting and creating are impassible. For being by nature impassible and without flux, as simple and uncompounded, he is not naturally subject to passion or flux either in begetting or in creating; nor does he need anyone's cooperation. But generation is without beginning and eternal, being the work of nature and bringing forth from his essence, so that the begetter may not undergo change, and so that there may not be a first God and a later God, and so that he may not receive an addition; whereas creation, being the work of God's will, is not coeternal with God, since what is brought from non-being into being is not naturally coeternal with the one who is without beginning and always exists. Just as, then, man does not make in the same way as God (for man brings nothing from non-being into being, but what he makes, he makes from pre-existing matter, not only willing but also first conceiving and forming in his mind what is to be made, and then working it with his hands and undergoing toil and labor, and often failing, when the undertaking does not turn out as he wishes; but God, by willing only, brought all things from non-being into being)—so too, God does not beget in the same way as man.
Ὁ μὲν γὰρ Θεὸς ἄχρονος ὢν καὶ ἄναρχος καὶ ἀπαθὴς καὶ ἄῤῥευστος καὶ ἀσώματος καὶ μόνος ἀτελεύτητος, ἀχρόνως καὶ ἀνάρχως καὶ ἀπαθῶς καὶ ἀῤῥεύστως γεννᾷ, καὶ ἐκτὸς συνδυασμοῦ. Καὶ οὔτε ἀρχὴν ἔχει ἡ ἀκατάληπτος αὐτοῦ γέννησις, οὔτε τέλος. Καὶ ἀνάρχως μὲν διὰ τὸ ἄτρεπτον· ἀῤῥεύστως δὲ, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον. Ἑκτὸς δὲ συνδυασμοῦ, διά τε τὸ ἀσώματον πάλιν καὶ ἕνα μόνον εἶναι Θεὸν ἀπροσδεῆ ἐτέρου· ἀτελευτήτως δὲ καὶ ἀκαταπαύστως, διά τε τὸ ἄναρχον καὶ ἄχρονον, καὶ ἀτελεύτητον, καὶ ἀεὶ ὡσαύτως ἔχον. Τὸ γὰρ ἄναρχον, ἀτελεύτητον· τὸ δὲ χάριτι ἀτελεύτητον, οὐ πάντως ἄναρχον, ὥσπερ οἱ ἄγγελοι. Γεννᾷ τοίνυν ὁ ἀεὶ ὢν Θεὸς τὸν ἑαυτοῦ Λόγον, τέλειον ὄντα ἀνάρχως καὶ ἀτελευτήτως, ἵνα μὴ ἐν χρόνῳ τίκτῃ Θεὸς, ὁ χρόνου ἀνωτέραν ἔχων τὴν φύσιν καὶ τὴν ὕπαρξιν· ὁ δὲ
ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ, ὑπὸ γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν, καὶ σῶμα περικείμενος, καὶ τὸ ἄῤῥεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κεκτημένος. Ἐνδεὲς γὰρ τὸ ἄῤῥεν τῆς τοῦ θήλεος βοηθείας. Ἀλλ' ἵλεως εἴη ὁ πάντων ἐπέκεινα καὶ πᾶσαν νόησιν καὶ κατάληψιν ὑπερκείμενος.
For God, being timeless and without beginning and impassible and without flux and incorporeal and alone without end, begets timelessly and without beginning and impassibly and without flux, and outside of union. And his incomprehensible generation has neither beginning nor end. And it is without beginning because of his immutability; without flux because of his impassibility and incorporeality. And outside of union, again because of his incorporeality and because he is one God alone, needing no other; and endlessly and ceaselessly, because of his being without beginning and timeless and without end and always in the same state. For what is without beginning is without end; but what is without end by grace is not altogether without beginning, as the angels are. The ever-existing God, then, begets his own Word, who is perfect, without beginning and without end, so that God may not give birth in time, he whose nature and existence are above time; but
man clearly begets in the opposite way, being subject to generation and corruption and flux and increase, and clothed in a body, and having in his nature the male and the female. For the male is in need of the help of the female. But may he be propitious, who is beyond all things and transcends all thought and comprehension.
ΚΕΦΑΛ. Ηʹ.
Διδάσκει γοῦν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, ἅμα Πατέρα καὶ ἅμα τὸν μονογενῆ αὐτοῦ Υἱὸν, ἐξ αὐτοῦ γεγεννημένον ἀχρόνως, καὶ ἀῤῥεύστως, καὶ ἀπαθῶς, καὶ ἀκαταλήπτως, ὡς μόνος ὁ τῶν ὅλων οἶδε Θεὸς, ὥσπερ ἄμα τὸ πῦρ καὶ ἅμα τὸ ἐξ αὐτοῦ φῶς· καὶ οὐ πρῶτον τὸ πῦρ, καὶ μετὰ ταῦτα τὸ φῶς, ἀλλ' ἅμα. Καὶ ὥσπερ τὸ φῶς ἐκ τοῦ πυρὸς ἀεὶ γεννώμενον, ἀεὶ ἐν αὐτῷ ἐστι, μηδαμῶς ἐξ αὐτοῦ χωριζόμενον· οὕτω καὶ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννᾶται, μηδόλως αὐτοῦ χωριζόμενος, ἀλλ' ἀεὶ ἐν αὐτῷ ὤν.
Ἀλλὰ τὸ μὲν φῶς ἐκ τοῦ πυρὸς γεννώμενον ἀχωρίστως, καὶ ἐν αὐτῷ ἀεὶ μένον, οὐκ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ (ποιότης γάρ ἐστι φυσικὴ τοῦ πυρός)· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς, ἐκ Πατρὸς γεννηθεὶς ἀχωρίστως καὶ ἀδιαστάτως καὶ ἐν αὐτῷ μένων ἀεὶ, ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὴν τοῦ Πατρός. Λόγος μὲν οὖν καὶ ἀπαύγασμα λέγεται, διὰ τὸ ἄνευ συνδυασμοῦ καὶ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀῤῥεύστως καὶ ἀχωρίστως γεγε[ν]νῆσθαι ἐκ τοῦ Πατρός· Υἱὸς δὲ καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως, διὰ τὸ τέλειον καὶ ἐνυπόστατον, καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ εἶναι, πλὴν τῆς ἀγεννησίας. Μονογενὴς δὲ, ὅτι μόνος ἐκ μόνου τοῦ Πατρὸς μόνως ἐγεννήθη. Οὐδὲ γὰρ ὁμοιοῦται ἑτέρα γέννησις τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ γεννήσει· οὐδὲ γὰρ ἔστιν ἄλλος Υἱὸς τοῦ Θεοῦ. Εἰ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἄγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ' οὐ γεννητῶς, ἀλλ' ἐκπορευτῶς. Ἄλλος τρόπος ὑπάρξεως οὗτος, ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ Υἱοῦ γέννησις. Διὸ καὶ πάντα ὅσα ἔχει ὁ Πατὴρ, αὐτοῦ εἰσι, πλὴν τῆς ἀγεννησίας·
CHAPTER 8.
The holy catholic and apostolic Church, then, teaches that the Father and his only-begotten Son are together, the Son begotten from him timelessly and without flux and impassibly and incomprehensibly, as the God of all alone knows, just as fire and the light from it are together; and not first the fire and after these things the light, but together. And just as the light, always being begotten from the fire, is always in it, in no way separated from it, so also the Son is begotten from the Father, in no way separated from him, but always being in him.
But the light, being begotten from the fire inseparably and always remaining in it, does not have its own subsistence apart from the fire (for it is a natural quality of the fire); but the only-begotten Son of God, begotten from the Father inseparably and without interval and always remaining in him, has his own subsistence apart from that of the Father. He is called Word, then, and radiance, because he was begotten from the Father without conjunction and impassibly and timelessly and without flux and inseparably; and Son and express image of the Father's subsistence, because he is perfect and subsistent and in all things like the Father, except for unbegottenness. And only-begotten, because he alone was begotten from the Father alone in a unique way. For no other generation is like the generation of the Son of God; for there is no other Son of God. For even if the Holy Spirit proceeds from the Father, yet not by generation, but by procession. This is another mode of existence, incomprehensible and unknown, just as also the generation of the Son. Therefore all things that the Father has are his, except for unbegottenness;
ἥτις οὐ σημαίνει οὐσίας διαφορὰν, οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον ὑπάρξεως. Ὥσπερ καὶ ὁ Ἀδὰμ ἀγέννητος ὢν (πλάσμα γάρ ἐστι τοῦ Θεοῦ), καὶ ὁ Σὴθ γεννητὸς (υἱὸς γάρ ἐστι τοῦ Ἀδὰμ), καὶ ἡ Εὔα ἐκ τῆς τοῦ Ἀδὰμ πλευρᾶς ἐκπορευθεῖσα (οὐ γὰρ ἐγεννήθη αὕτη), οὐ φύσει διαφέρουσιν ἀλλήλων (ἄνθρωποι γάρ εἰσιν), ἀλλὰ τῷ τῆς ὑπάρξεως τρόπῳ. Χρὴ γὰρ εἰδέναι ὅτι τὸ ἀγένητον δι' ἑνὸς ν γραφόμενον, τὸ ἄκτιστον, ἤτοι τὸ μὴ γενόμενον σημαίνει· τὸ δὲ ἀγέννητον, διὰ τῶν δύο νν γραφόμενον, δηλοῖ τὸ μὴ γεννηθέν. Κατὰ μὲν οὗν τὸ πρῶτον σημαινόμενον, διαφέρει οὐσία οὐσίας. Ἄλλη γὰρ οὐσία ἡ ἄκτιστος ἤτοι ἀγένητος διὰ τοῦ ἑνὸς ν, καὶ ἄλλη ἡ γενητὴ, ἤτοι κτιστή. Κατὰ δὲ τὸ δεύτερον σημαινόμενον, οὐ διαφέρει οὐσία οὐσίας. Παντὸς γὰρ εἴδους ζώων ἡ πρώτη ὑπόστασις, ἀγέννητός ἐστιν, ἀλλ' οὐκ ἀγένητος. Ἐκτίσθησαν μὲν γὰρ ὑπὸ τοῦ Δημιουργοῦ, τῷ Λόγῳ αὐτοῦ παραχθέντα εἰς γένεσιν, οὐ μὴν ἐγεννήθησαν, μὴ προϋπάρχοντος ἑτέρου ὁμοειδοῦς ἐξ οὗ γεννηθῶσι. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον, κοινωνοῦσιν αἱ τρεῖς τῆς ἁγίας Θεότητος ὑπέρθεοι ὑποστάσεις, (ὁμοούσιοι γὰρ καὶ ἄκτιστοι ὑπάρχουσι)· κατὰ δὲ τὸ δεύτερον σημαινόμενον, οὐδαμῶς. Μόνος γὰρ ὁ Πατὴρ ἀγέννητος (οὐ γὰρ ἐξ ἑτέρας ἐστὶν αὐτῷ ὑποστάσεως τὸ εἶναι)· καὶ μόνος ὁ Υἱὸς γεννητὸς (ἐκ τῆς τοῦ Πατρὸς γὰρ οὐσίας ἀνάρχως καὶ ἀχρόνως γεγέννηται)· καὶ μόνον τὸ ἅγιον Πνεῦμα ἐκπορευτὸν ἐκ τῆς οὐσίας τοῦ Πατρός· οὐ γεννώμενον, ἀλλ' ἐκπορευόμενον· οὕτω μὲν τῆς θείας διδασκούσης Γραφῆς, τοῦ δὲ τρόπου τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως ἀκαταλήπτου ὑπάρχοντος.
which does not signify a difference of essence, nor of dignity, but a manner of existence. Just as Adam too, being unbegotten (for he is a formation of God), and Seth, being begotten (for he is a son of Adam), and Eve, who came forth from Adam's side (for she was not begotten), do not differ from one another by nature (for they are human beings), but by the manner of their existence. For one must know that "uncreated" (agenneton), written with one n, signifies the uncreated, that is, the not-made; but "unbegotten" (agenneton), written with two n's, declares the not-begotten. According to the first meaning, then, essence differs from essence. For one essence is the uncreated, that is, the unoriginate, written with one n, and another is the originated, that is, the created. But according to the second meaning, essence does not differ from essence. For the first hypostasis of every kind of living thing is unbegotten, but not uncreated. For they were created by the Creator, brought into being into generation by his Word, yet they were not begotten, since there did not pre-exist another of the same kind from which they might be begotten. According to the first meaning, then, the three super-divine hypostases of the holy Godhead have this in common (for they are consubstantial and uncreated); but according to the second meaning, in no way. For only the Father is unbegotten (for his being is not from another hypostasis); and only the Son is begotten (for he has been begotten from the essence of the Father without beginning and without time); and only the Holy Spirit is proceeding from the essence of the Father, not begotten but proceeding; for so the divine Scripture teaches, while the manner of the generation and of the procession remains incomprehensible.
Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν Θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα· τοὐναντίον δ' ἐκεῖθεν ἡμῖν μεταδέδοται, ὥς φησιν ὁ θεῖος Ἀπόστολος· Διὰ τοῦτο κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Εἰ δὲ λέγομεν τὸν Πατέρα ἀρχὴν εἶναι τοῦ Υἱοῦ καὶ μείζονα, οὐ προτερεύειν αὐτὸν τοῦ Υἱοῦ χρόνῳ ἢ φύσει ὑποφαίνομεν· δι' αὐτοῦ γὰρ τοὺς αἰῶνας ἐποίησεν· οὐδὲ καθ' ἕτερόν τι, εἰ μὴ κατὰ τὸ αἴτιον, τουτέστιν, ὅτι ὁ Υἱοῦ· ἐκ τοῦ Πατρὸς ἐγεννήθη, καὶ οὐχ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ· καὶ ὅτι ὁ Πατὴρ αἴτιός ἐστι τοῦ Υἱοῦ φυσικῶς· ὥσπερ οὐκ ἐκ τοῦ φωτὸς τὸ πῦρ φαμεν προέρχεσθαι, ἀλλ' ἐκ τοῦ πυρὸς τὸ φῶς. Ὅτε οὖν ἀκούσομεν ἀρχὴν καὶ μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα, τῷ αἰτίῳ νοήσομεν. Καὶ ὥσπερ οὐ λέγομεν ἑτέρας οὐσίας τὸ πῦρ, καὶ ἑτέρας τὸ φῶς· οὕτως οὐχ οἷόν τε φάναι ἑτέρας οὐσίας τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἐτέρας, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς. Καὶ καθάπερ φαμὲν διὰ τοῦ ἐξ αὐτοῦ προερχομένου φωτὸς φαίνειν τὸ πῦρ, καὶ οὐ τιθέμεθα ὄργανον ὑπουργικὸν εἶναι τοῦ πυρὸς τὸ ἐξ αὐτοῦ φῶς, δύναμιν δὲ μᾶλλον φυσικήν· οὕτω λέγομεν τὸν Πατέρα, πάντα ὅσα ποιεῖ, διὰ τοῦ ὁμογενοῦς Υἱοῦ αὐτοῦ ποιεῖν· οὐχ ὡς δι' ὀργάνου λειτουργικοῦ, ἀλλὰ φυσικῆς καὶ ἐνυποστάτου δυνάμεως. Καὶ ὥσπερ λέγομεν τὸ πῦρ φωτίζειν, καὶ πάλιν φαμὲν τὸ φῶς τοῦ πυρὸς φωτίζειν· οὕτω πάντα ὅσα ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς ποιεῖ. Ἀλλὰ τὸ μὲν φῶς, οὐκ ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ κέκτηται·
And this also must be known, that the name of fatherhood and sonship and procession was not transferred by us to the blessed Godhead; on the contrary, it has been given to us from there, as the divine Apostle says: For this cause I bow my knees to the Father, from whom every family in heaven and on earth is named. But if we say that the Father is the beginning of the Son and greater, we do not indicate that he precedes the Son in time or in nature—for through him he made the ages—nor in any other respect, except in respect of cause, that is, that the Son was begotten from the Father, and not the Father from the Son; and that the Father is naturally the cause of the Son; just as we do not say that the fire proceeds from the light, but the light from the fire. When, then, we hear that the Father is the beginning and greater than the Son, we shall understand it in respect of cause. And just as we do not say that the fire is of one essence and the light of another, so it is not possible to say that the Father is of one essence and the Son of another, but of one and the same. And just as we say that the fire shines through the light that proceeds from it, and we do not hold that the light from it is a ministering instrument of the fire, but rather a natural power—so we say that the Father does all things that he does through his Son of the same kind, not as through a ministering instrument, but as through a natural and subsistent power. And just as we say that the fire gives light, and again we say that the light of the fire gives light, so all things that the Father does, the Son likewise does. But the light has not acquired its own subsistence apart from the fire.
ὁ δὲ Υἱὸς, τελεία ὑπόστασίς ἐστι, τῆς πατρικῆς ἀχώριστος ὑποστάσεως, ὡς ἀνωτέρω παρεστήσαμεν. Ἀδύνατον γὰρ εὑρεθῆναι ἐν τῆ κτίσει εἰκόνα ἀπαραλλάκτως ἐν ἑαυτῇ τὸν τρόπον τῆς ἁγίας Τριάδος παραδεικνύουσαν. Τὸ γὰρ κτιστὸν, καὶ σύνθετον, καὶ ῥευστὸν, καὶ τρεπτὸν, καὶ περίγραπτον, καὶ σχῆμα ἔχον καὶ φθαρτὸν, πῶς σαφῶς δηλώσει τὴν πάντων τούτων ἀπηλλαγμένην ὑπερούσιον θείαν οὐσίαν; πᾶσα δὲ ἡ κτίσις δῆλον ὡς τοῖς πλείοσι τούτων ἐνέχεται, καὶ πᾶσα κατὰ τὴν ἑαυτῆς φύσιν τῇ φθορᾷ ὑπόκειται.
ΚΕΦΑΛ. Θʹ.
Ὁμοίως πιστεύομεν καὶ εἰς ἒν Πνεῦμα ἅγιον, τὸ κύριον καὶ ζωοποιὸν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, τὸ Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, ὡς ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ τοῦ Θεοῦ Πνεῦμα, τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὴν πηγὴν τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ, Θεὸν σὺν Πατρὶ καὶ Υἱῷ ὑπάρχον καὶ προσαγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργὸν, παντοκρατορικὸν, παντουργὸν, παντοδύναμον, ἀπειροδύναμον, δεσπόζον πάσης τῆς κτίσεως, οὐ δεσποζόμενον· θεοῦν, οὐ θεούμενον· πληροῦν, οὐ πληρούμενον· μετεχόμενον, οὐ μετέχον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· παράκλητον, ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον· κατὰ πάντα ὅμοιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ δι' Υἱοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως· καὶ δι' αὐτοῦ κτῖζον καὶ οὐσιοῦν τὰ σύμπαντα, καὶ ἁγιάζον καὶ συνέχον· ἐνυπόστατον, ἤτοι ἐν ἰδίᾳ ὑποστάσει ὑπάρχον, ἀχώριστον καὶ ἀνεκφοίτητον Πατρὸς καὶ Υἱοῦ·
But the Son is a perfect hypostasis, inseparable from the Father's hypostasis, as we established above. For it is impossible to find in creation an image that exactly exhibits in itself the manner of the Holy Trinity. For how shall that which is created, and composite, and fluid, and mutable, and circumscribed, and has shape, and is corruptible, clearly declare the super-essential divine essence that is free from all these things? And it is clear that all creation is involved in most of these things, and all creation by its own nature is subject to corruption.
CHAPTER 9.
In like manner we believe also in one Holy Spirit, the lordly and life-giving, who proceeds from the Father and rests in the Son, who is worshipped together with the Father and the Son and glorified together with them, as being consubstantial and co-eternal, the Spirit of God, the upright, the governing, the fountain of life and of sanctification, who exists and is named God with the Father and the Son, uncreated, full, creative, all-ruling, all-working, all-powerful, infinitely powerful, ruling over all creation, not ruled; deifying, not deified; filling, not filled; participated in, not participating; sanctifying, not sanctified; the Paraclete, as receiving the consolations of all; in all things like the Father and the Son, proceeding from the Father and through the Son given and partaken of by all creation; and through him creating and giving substance to all things, and sanctifying and sustaining them; enhypostatic, that is, existing in its own hypostasis, inseparable and unseparated from the Father and the Son;
καὶ πάντα ἔχον ὅσα ὁ Πατὴρ καὶ ὁ Υἱὸς, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. Ὁ μὲν γὰρ Πατὴρ ἀναίτιος καὶ ἀγέννητος· οὐ γὰρ ἔκ τινος (ἐξ ἑαυτοῦ γὰρ τὸ εἶναι ἔχει), οὐδέ τι τῶν ὅσαπερ ἔχει, ἐξ ἑτέρου ἔχει· αὐτὸς δὲ μᾶλλόν ἐστιν ἀρχὴ καὶ αἰτία τοῦ εἶναι καὶ τοῦ πως εἶναι φυσικῶς τοῖς πᾶσιν. Ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ μὲν ἐκ τοῦ Πατρὸς, ἀλλ' οὐ γεννητῶς, ἀλλ' ἐκπορευτῶς. Καὶ ὅτι μὲν ἕστι διαφορὰ[ν] γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν· τίς
δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις. Πάντα οὖν ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἐκ τοῦ Πατρὸς ἔχει· καὶ αὐτὸ τὸ εἶναι. Καὶ εἰ μὴ ὁ Πατὴρ ἔστιν, οὐδὲ ὁ Υἱὸς ἔστιν, οὐδὲ τὸ Πνεῦμα. Καὶ εἰ μὴ ὁ Πατὴρ ἔχει τι, οὐδὲ ὁ Υἱὸς ἔχει, οὐδὲ τὸ Πνεῦμα· καὶ διὰ τὸν Πατέρα, τουτέστι, διὰ τὸ εἶναι τὸν Πατέρα, ἔστιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· καὶ διὰ τὸν Πατέρα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα πάντα ἃ ἔχει, τουτέστι, διὰ τὸ τὸν Πατέρα ἔχειν αὐτὰ, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως, καὶ τῆς ἐκπορεύσεως. Ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι διαφέρουσιν ἀλλήλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις· οὐκ οὐσίᾳ, τῷ δὲ χαρακτηριστικῷ τῆς ἰδίας ὑποστάσεως ἀδιαιρέτως διαιρούμεναι. Φαμὲν δὲ ἕκαστον τῶν τριῶν τελείαν ἔχειν ὑπόστασιν (ἵνα μὴ ἐκ τριῶν ἀτελῶν μίαν σύνθετον φύσιν τελείαν γνωρίσωμεν), ἀλλ' ἐν τρισὶ τελείαις ὑποστάσεσι μίαν οὐσίαν ἁπλῆν ὑπερτελῆ καὶ παντέλειον. Πᾶν γὰρ ἐξ ἀτελῶν συγκείμενον, σύνθετον πάντως ἐστίν.
and having all things that the Father and the Son have, except unbegottenness and generation. For the Father is without cause and unbegotten; for he is not from anything (for he has being from himself), nor does he have any of the things he has from another; but he is rather himself the beginning and cause of being and of how all things naturally are. But the Son is from the Father by generation. And the Holy Spirit, himself also from the Father, but not by generation, but by procession. And that there is a difference between generation and procession, we have learned; but what
the manner of the difference is, in no way. And at the same time, both the generation of the Son from the Father and the procession of the Holy Spirit. All things, therefore, that the Son and the Spirit have, they have from the Father; and being itself. And if the Father is not, neither is the Son, nor the Spirit. And if the Father does not have something, neither does the Son have it, nor the Spirit; and through the Father, that is, because the Father is, the Son and the Spirit are; and through the Father the Son and the Spirit have all things that they have, that is, because the Father has them, except unbegottenness and generation, and procession. For in these alone, the hypostatic properties, the three holy hypostases differ from one another; not in essence, but divided indivisibly by the characteristic mark of their own hypostasis. And we say that each of the three has a perfect hypostasis (so that we may not recognize one perfect composite nature from three imperfect ones), but in three perfect hypostases one essence, simple, super-perfect and all-perfect. For everything composed of imperfect things is altogether composite.
Ἐκ δὲ τελείων ὑποστάσεων, ἀδύνατον σύνθεσιν γενέσθαι. Ὅθεν οὐδὲ λέγομεν τὸ εἶδος ἐξ ὑποστάσεων, ἀλλ' ἐν ὑποστάσεσιν. Ἀτελῶν δὲ εἴπομεν, τῶν μὴ σωζόντων τὸ εἶδος τοῦ ἐξ αὐτῶν ἀποτελουμένου πράγματος. Λίθος μὲν γὰρ καὶ ξύλον καὶ σίδηρος, ἕκαστον καθ' ἑαυτὸ τέλειόν ἐστι κατὰ τὴν ἰδίαν φύσιν· πρὸς δὲ τὸ ἐξ αὐτῶν ἀποτελούμενον οἴκημα, ἀτελὲς ἕκαστον αὐτῶν ὑπάρχει. Οὐδὲ γάρ ἐστιν ἕκαστον καθ' ἑαυτὸ οἶκος. Τελείας μὲν οὖν τὰς ὑποστάσεις φαμὲν, ἵνα μὴ σύνθεσιν ἐπὶ τῆς θείας νοήσωμεν φύσεως (σύνθεσις γὰρ ἀρχὴ διαστάσεως)· καὶ πάλιν ἐν ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις λέγομεν, ἵνα μὴ πλῆθος καὶ δῆμον θεῶν εἰσαγάγωμεν. Διὰ μὲν τῶν τριῶν ὑποστάσεων, τὸ ἀσύνθετον καὶ ἀσύγχυτον· διὰ δὲ τοῦ ὁμοουσίου καὶ τοῦ ἐν ἀλλήλαις εἶναι τὰς ὑποστάσεις, καὶ τῆς ταυτότητός τε τοῦ θελήματος καὶ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως, καὶ τῆς ἐξουσίας, καὶ τῆς κινήσεως, ἴν' οὔτως εἴπω, τὸ ἀδιαίρετον καὶ τὸ εἶναι ἕνα Θεὸν γνωρίζομεν. Εἷς γὰρ ὄντως Θεὸς ὁ Θεὸς, καὶ ὁ Λόγος, καὶ τὸ Πνεῦμα αὐτοῦ.
But from perfect hypostases, a composition cannot arise. Therefore we do not say that the form is from hypostases, but in hypostases. And we called them imperfect, of those that do not preserve the form of the thing completed from them. For a stone and wood and iron, each in itself is perfect according to its own nature; but in relation to the house completed from them, each of them is imperfect. For neither is each in itself a house. We say, then, that the hypostases are perfect, so that we may not conceive of composition in the divine nature (for composition is the beginning of separation); and again we say that the three hypostases are in one another, so that we may not introduce a multitude and a crowd of gods. Through the three hypostases, we recognize the uncomposed and unconfused; and through the consubstantial and the being of the hypostases in one another, and the identity of will and energy and power, and authority, and movement, so to speak, we recognize the indivisible and the being one God. For truly one God is God, and the Word, and his Spirit.
ΚΕΦΑΛ. Ιʹ.
Χρὴ δὲ εἰδέναι, ὅτι ἕτερόν ἐστι τὸ πράγματι θεωρεῖσθαι· καὶ ἄλλο, τὸ λόγῳ καὶ ἐπινοίᾳ. Ἐπὶ μὲν οὖν πάντων τῶν κτισμάτων, ἡ μὲν τῶν ὑποστάσεων διαίρεσις πράγματι θεωρεῖται (πράγμασι γὰρ ὁ Πέτρος τοῦ Παύλου κεχωρισμένως θεωρῆται)· ἡ δὲ κοινότης καὶ ἡ συνάφεια καὶ τὸ ἒν, λόγῳ καὶ ἐπινοίᾳ θεωρεῖται. Νοοῦμεν γὰρ τῷ νῷ, ὅτι ὁ Πέτρος καὶ ὁ Παῦλος τῆς αὐτῆς εἰσι φύσεως, καὶ κοινὴν φύσιν ἔχουσι μίαν. Ἕκαστος γὰρ αὐτῶν ζῶόν ἐστι λογικὸν θνητόν· καὶ ἕκαστος σάρξ ἐστιν ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Αὕτη οὖν ἡ κοινὴ φύσις τῷ λόγῳ ἐστὶ θεωρητή. Οὐδὲ γὰρ αἱ ὑποστάσεις ἐν ἀλλήλαις εἰσὶν, ἰδίᾳ δὲ ἑκάστη καὶ ἀνὰ μέρος ἤγουν καθ' ἑαυτὴν κεχώρισται, πλεῖστα τὰ διαιροῦντα αὐτὴν ἐκ τῆς ἑτέρας ἔχουσα. Καὶ γὰρ καὶ τόπῳ διεστήκασι, καὶ χρόνῳ διαφέρουσι, καὶ γνώμῃ μερίζονται, καὶ ἰσχύϊ, καὶ μορφῇ, εἴτουν σχήματι, καὶ ἔξει, καὶ κράσει, καὶ ἀξίᾳ, καὶ ἐπιτηδεύματι, καὶ πᾶσι τοῖς χαρακτηριστικοῖς ἰδιώμασι. Πλέον δὲ πάντων, τῷ μὴ ἐν ἀλλήλαις, ἀλλὰ κεχωρισμένως εἶναι. Ὅθεν καὶ δύο καὶ τρεῖς ἄνθρωποι λέγονται, καὶ πολλοί. Τοῦτο δὲ καὶ ἐπὶ πάσης ἔστιν ἰδεῖν τῆς κτίσεως. Ἐπὶ δὲ τῆς ἁγίας καὶ ὑπερουσίου καὶ πάντων ἐπέκεινα καὶ ἀλήπτου Τριάδος, τὸ ἀνάπαλιν.
CHAPTER 10.
But one must know that it is one thing to be contemplated in actual fact, and another by reason and conception. In the case of all created things, then, the division of the hypostases is contemplated in actual fact (for Peter is contemplated as separated from Paul in actual fact); but the commonality and the conjunction and the unity are contemplated by reason and conception. For we understand with the mind that Peter and Paul are of the same nature and have one common nature. For each of them is a rational mortal living being; and each is flesh animated by a rational and intelligent soul. This common nature, then, is contemplated by reason. For the hypostases are not in one another, but each is separately and in part—that is, by itself—divided, having very many things that separate it from the other. For they are distinguished by place, and differ by time, and are divided by judgment, and by strength, and by form—that is, by shape—and by condition, and by temperament, and by worth, and by pursuit, and by all the characteristic properties. And more than all, by not being in one another, but separately. Hence also two and three men are spoken of, and many. And this one may see in all creation. But in the case of the holy and superessential and beyond all and incomprehensible Trinity, the reverse.
Ἐκεῖ γὰρ τὸ μὲν κοινὸν καὶ ἓν, πράγματι θεωρεῖται, διά τε τὸ συναΐδιον, καὶ τὸ ταυτὸν τῆς οὐσίας καὶ τῆς ἐνεργείας καὶ τοῦ θελήματος, καὶ τὴν τῆς γνώμης σύμπνοιαν, τήν τε τῆς ἐξουσίας καὶ τῆς δυνάμεως καὶ τῆς ἀγαθότητος ταυτότητα (οὐκ εἶπον
ὁμοιότητα, ἀλλὰ ταυτότητα), καὶ τὸ ἒν ἔξαλμα τῆς κινήσεως. Μία γὰρ οὐσία, μία ἀγαθότης, μία δύναμις, μία θέλησις, μία ἐνέργεια, μία ἐξουσία, μία καὶ ἡ αὐτή· οὐ τρεῖς ὅμοιαι ἀλλήλαις, ἀλλὰ μία καὶ ἡ αὐτὴ κίνησις τῶν τριῶν ὑποστάσεων. Ἓν γὰρ ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ ἕτερον, οὐχ ἧττον ἢ πρὸς ἑαυτὸ, τουτέστιν, ὅτι κατὰ πάντα ἕν εἰσιν ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα· πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως. Ἐπινοίᾳ δὲ τὸ διῃρημένον. Ἕνα γὰρ Θεὸν γινώσκομεν, ἐν μόναις δὲ ταῖς ἰδιότησι τῆς τε πατρότητος καὶ τῆς υἱότητος, καὶ τῆς ἐκπορεύσεως, κατά τε τὸ αἴτιον καὶ τὸ αἰτιατὸν, καὶ τὸ τέλειον τῆς ὑποστάσεως, ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον, τὴν διαφορὰν ἐννοοῦμεν. Οὔτε γὰρ τοπικὴν διάστασιν, ὡς ἐφ' ἡμῶν, δυνάμεθα ἐπὶ τῆς ἀπεριγράπτου λέγειν θεότητος (ἐν ἀλλήλαις γὰρ αἱ ὑποστάσεις εἰσὶν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ' ὥστε ἔχεσθαι κατὰ τὸν τοῦ Κυρίου λόγον, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, φήσαντος)· οὔτε θελήματος διαφορὰν ἢ γνώμης, ἢ ἐνεργείας, ἢ δυνάμεως, ἤ τινος ἑτέρου, ἅτινα τὴν πραγματικὴν καὶ διόλου ἐν ἡμῖν γεννῶσι διαίρεσιν. Διὸ οὐδὲ τρεῖς θεοὺς λέγομεν, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα·
For there the common and one [nature] is contemplated in actual fact, both because of the co-eternity and the sameness of essence and energy and will, and the concord of mind, and the identity (I did not say similarity, but identity) of authority and power and goodness, and the one impulse of movement. For one essence, one goodness, one power, one will, one energy, one authority, one and the same—not three similar to one another, but one and the same movement of the three hypostases. For each of them is related to the other no less than to itself, that is, that in all things the Father and the Son and the Holy Spirit are one; except for unbegottenness and generation and procession. But by conception [we contemplate] the distinction. For we know one God, and in the properties alone of fatherhood and sonship and procession, both as cause and as caused, and the perfection of the hypostasis, that is, the mode of existence, we understand the difference. For neither can we speak of local distance, as in our case, in the case of the uncircumscribable Godhead (for the hypostases are in one another, not so as to be confused, but so as to be held together according to the Lord's word, when he said, I am in the Father, and the Father is in me); nor of difference of will or mind, or energy, or power, or anything else that produces in us the actual and complete division. Therefore we do not speak of three Gods, the Father and the Son and the Holy Spirit—
ἕνα δὲ μᾶλλον Θεὸν, τὴν ἁγίαν Τριάδα, εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων ἢ συναλοιφομένων κατὰ τὴν Σαβελλίου συναίρεσιν (ἑνοῦνται γὰρ, ὡς ἔφημεν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ' ὥστε ἔχεσθαι ἀλλήλων· καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσι δίχα πάσης συναλοιφῆς καὶ συμφύρσεως)· οὐδὲ ἐξισταμένων, ἢ κατ' οὐσίαν τεμνομένων κατὰ τὴν Ἀρείου διαίρεσιν. Ἀμέριστος γὰρ ἐν μεμερισμένοις, εἰς δεῖ συντόμως εἰπεῖν, ἡ Θεότης· καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων καὶ ἀδιαστάτοις οὖσι, μία τοῦ φωτὸς σύγκρασίς τε καὶ συνάφεια. Ὅταν μὲν οὖν πρὸς τὴν Θεότητα βλέψωμεν καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν μοναρχίαν, καὶ τὸ ἒν καὶ ταυτὸν τῆς Θεότητος, ἵν' οὕτως εἴπω, κίνημά τε καὶ βούλημα, καὶ τὴν τῆς οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας καὶ κυριότητος ταυτότητα, ἓν ἡμῖν τὸ φανταζόμενον ὅταν δὲ πρὸς τὰ ἐν οἶς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ Θεότης· καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ ὁμοδόξως καὶ ἀδιαστάτως (τουτέστι τὰς ὑποστάσεις τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος)· τρία τὰ προσκυνούμενα· εἷς Πατὴρ, ὁ Πατὴρ καὶ ἄναρχος, τουτέστιν ἀναίτιος (οὐ γὰρ ἔκ τινος)· εἷς Υἱὸς, ὁ Υἱὸς καὶ οὐκ ἄναρχος· τουτέστιν οὐκ ἀναίτιος (ἐκ τοῦ Πατρὸς γάρ)· εἰ δὲ τὴν ἀπὸ χρόνου λάβοις ἀρχὴν, καὶ ἄναρχος (ποιητὴς γὰρ χρόνων, οὐχ ὑπὸ χρόνον)· ἒν Πνεῦμα ἅγιον, τὸ Πνεῦμα προϊὸν μὲν ἐκ τοῦ Πατρός· οὐχ ὑϊκῶς δὲ, ἀλλ' ἐκπορευτῶς· οὔτε τοῦ Πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν· οὔτε τοῦ Υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου· πῶς γάρ;
But rather one God, the holy Trinity, with the Son and the Spirit referred to one cause, not compounded or coalesced according to the Sabellian collapse (for they are united, as we said, not so as to be confounded, but so as to hold to one another; and they have their mutual interpenetration without any coalescence or fusion); nor do they stand apart or are divided in essence according to the Arian division. For the Godhead is undivided in divided things, to speak briefly; and as in three suns that hold to one another and are without interval, there is one commingling and union of light. When, then, we look to the Godhead and the first cause, and the monarchy, and the one and same—so to speak—movement and will of the Godhead, and the identity of essence and power and energy and lordship, what is imagined by us is one; but when we look to the things in which the Godhead is, or—to speak more precisely—the things that the Godhead is, and the things that are from the first cause, timelessly from there, with equal glory and without interval (that is, the hypostases of the Son and of the Spirit), the things worshipped are three: one Father, the Father and unoriginate, that is, without cause (for he is not from anything); one Son, the Son and not unoriginate, that is, not without cause (for he is from the Father); but if you take origin in respect of time, he is also unoriginate (for he is the maker of times, not under time); one Holy Spirit, the Spirit proceeding from the Father, not in a sonship-way but in a procession-way; neither has the Father departed from unbegottenness because he has begotten, nor has the Son departed from generation because he is from the unbegotten; for how could that be?
οὔτε τοῦ Πνεύματος ἢ εἰς Πατέρα μεταπίπτοντος, ἢ εἰς Υἱὸν, ὅτι ἐκπεπόρευται, καὶ ὅτι Θεός. Ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης μείνῃ κινουμένη καὶ μεταπίπτουσα; Εἰ γὰρ Υἱὸς ὁ Πατὴρ, οὐ Πατὴρ κυρίως· εἷς γὰρ κυρίως Πατήρ. Καὶ εἰ Πατὴρ, ὁ Υἱὸς, οὐ κυρίως Υἱός· εἷς γὰρ κυρίως Υἱὸς, καὶ ἓν Πνεῦμα ἅγιον. Χρὴ δὲ γινώσκειν, ὅτι τὸν Πατέρα οὐ λέγομεν ἔκ τινος, λέγομεν δὲ αὐτὸν τοῦ Υἱοῦ Πατέρα.
Τὸν δὲ Υἱὸν οὐ λέγομεν ἀναίτιον, οὐδὲ Πατέρα· λέγομεν δὲ αὐτὸν ἐκ τοῦ Πατρὸς, καὶ Υἱὸν τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς λέγομεν, καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν. Ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν (Εἴ τις γὰρ Πνεῦμα Χριστοῦ οὐκ ἔχει, φησὶν ὁ θεῖος Ἀπόστολος)· καὶ δι' Υἱοῦ πεφανερῶσθαι καὶ μεταδεδόσθαι ἡμῖν ὁμολογοῦμεν. Ἐνεφύσησε γὰρ, φησὶ, καὶ εἶπε τοῖς μαθηταῖς αὑτοῦ· Λάβετε Πνεῦμα ἅγιον. Ὥσπερ ἐκ τοῦ ἡλίου μὲν, ἥ τε ἀκτὶς καὶ ἡ ἔλλαμψις (αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς ἀκτῖνος καὶ τῆς ἐλλάμψεως), διὰ δὲ τῆς
Nor does the Spirit fall over into the Father, or into the Son, because he has proceeded, and because he is God. For the property is immovable. Or how could a property remain if it were moved and fell over? For if the Father is the Son, he is not properly Father; for there is one properly Father. And if the Son is the Father, he is not properly Son; for there is one properly Son, and one Holy Spirit. But one must know that we do not say the Father is from anything, but we say that he is the Father of the Son.
But we do not say the Son is without cause, nor Father; but we say that he is from the Father, and Son of the Father. And the Holy Spirit we say is also from the Father, and we name him Spirit of the Father. But we do not say the Spirit is from the Son, yet we name him Spirit of the Son (for if anyone does not have the Spirit of Christ, says the divine Apostle); and we confess that he has been manifested and given to us through the Son. For he breathed, it says, and said to his disciples: Receive the Holy Spirit. Just as from the sun are both the ray and the illumination (for he is himself the source of the ray and of the illumination), but through the
ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται, καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς, καὶ μετεχομένη ὑφ' ἡμῶν. Τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέγομεν, οὔτε μὴν ἐκ τοῦ Πνεύματος.
ΚΕΦΑΛ. ΙΑʹ.
Χρὴ τοίνυν ἕκαστον τῶν ἐπὶ Θεοῦ λεγομένων, οὐ τί κατ' οὐσίαν σημαίνειν οἴεσθαι, ἄλλ' ἢ τί οὐκ ἔστι δηλοῦν, ἢ σχέσιν τινὰ πρός τι τῶν ἀντιδιαστελλομένων, ἤ τι τῶν παρεπομένων τῇ φύσει, ἢ ἐνέργειαν, ἢ αὐτοῦ τοῦ εἶναι παραστατικόν· δοκεῖ μὲν οὖν κυριώτερον πάντων τῶν ἐπὶ τοῦ Θεοῦ ὀνομάτων εἶναι, τὸ ὄν [ἴσ. ὁ ὤν]. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὸν ἔχει τὸ εἶναι, οἷόν τι πέλαγος οὐσίας ἅπειρον καὶ ἀόριστον. Δεύτερον δὲ, τὸ Θεὸς ὄνομα, ὃ σημαίνει μὲν καὶ τὸ ποιητικὸν (θεῖναι γὰρ τὸ ποιῆσαι· καὶ θεὶς, ὁ ποιήσας), ἀριδηλότερον δὲ τῆς θεατικῆς ἐνεργείας ἐστὶ παραστατικόν. Καὶ αὐτῶν γὰρ τῶν μήπω γενομένων, ὡς ὑπ' ὄψιν κειμένων θεατής ἐστιν ὁ Θεός. Ἐθεάσατο γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ἀχρόνως ἐννοήσας· καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ ἔννοιαν, ἄχρονον (ἤτις ἐστὶ προορισμὸς καὶ εἰκὼν καὶ παράδειγμα), καὶ ἐν τῷ προορισθέντι καιρῷ γίνεται. Τὸ μὲν οὖν πρότερον αὐτοῦ τοῦ εἶναι παραστατικόν ἐστι, καὶ οὐ τοῦ τί εἶναι· τὸ δὲ δεύτερον, ἐνεργείας. Τὸ δὲ ἄναρχον, καὶ ἄκτιστον, καὶ ἀσώματον, καὶ τὰ τοιαῦτα, τί οὐκ ἔστι, δηλοῖ· τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα, τῇ μὲν θείᾳ φύσει παρέπονται, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δηλοῦσι. Τὸ δὲ Κύριος, βασιλεὺς, δεσπότης, καὶ τὰ τοιαῦτα, σχέσιν πρὸς τὰ ἀντιδιαστελλόμενα δηλοῦσι· τῶν γὰρ κυριευομένων καὶ βασιλευομένων λέγεται Κύριος καὶ Βασιλεύς.
The illumination of a ray is imparted to us, and this is what enlightens us and is participated in by us. But we say that the Son is neither of the Spirit, nor indeed from the Spirit.
CHAPTER 11.
It is necessary, then, that each of the things said of God should not be thought to signify what he is according to essence, but rather to declare what he is not, or some relation to one of the things set in contrast, or one of the things that follow upon nature, or an activity, or a representation of his very being. Now it seems that the most proper of all the names applied to God is "the One who is" [that is, "the existing one"]. For he has gathered up the whole of being in himself, as it were a sea of essence, infinite and unbounded. Second is the name "God," which signifies both the creative power (for to place is to make; and "he who placed" is "he who made"), and is a more distinct representation of the contemplative activity. For God is a beholder even of the things that have not yet come to be, as though they lay before his sight. For he beheld all things before their generation, having conceived them timelessly; and each thing comes to be according to his volitional conception, which is timeless (which is foreordination and image and pattern), and at the appointed time. The former, then, is a representation of his very being, and not of what he is; the second, of activity. But "without beginning," and "uncreated," and "incorporeal," and the like, declare what he is not; while "good" and "just" and "holy" and the like follow upon the divine nature, but do not declare the essence itself. But "Lord," "King," "Master," and the like declare a relation to the things set in contrast; for he is called Lord and King of those who are ruled and governed.
ΚΕΦΑΛ. ΙΒʹ.
Ἐπεὶ δὲ πλεῖστα περὶ Θεοῦ σωματικώτερον ἐν τῇ θείᾳ Γραφῇ συμβολικῶς εἰρημένα εὑρίσκομεν, εἰδέναι χρὴ, ὡς ἀνθρώπους ὄντας ἡμᾶς, καὶ τὸ παχὺ τοῦτο σαρκίον περικειμένους, τὰς θείας καὶ ὑψηλὰς καὶ ἀΰλους τῆς Θεότητος ἐνεργείας νοεῖν ἢ λέγειν ἀδύνατον, εἰ μὴ εἰκόσι καὶ τύποις καὶ συμβόλοις τοῖς καθ' ἡμᾶς χρησαίμεθα. Ὅσα τοίνυν περὶ Θεοῦ σωματικώτερον εἴρηται, συμβολικῶς μὲν λέγονται· ἔχει δέ τινα ὑψηλοτέραν διάνοιαν. Ἁπλοῦν γὰρ τὸ Θεῖον καὶ ἀσχημάτιστον. Ὀφθαλμοὺς μὲν οὖν Θεοῦ καὶ βλέφαρα καὶ ὅρασιν, τὴν τῶν ἁπάντων ἐποπτικὴν αὐτοῦ δύναμιν, καὶ τὸ ἀλάθητον τῆς αὐτοῦ γνώσεως ἐννοήσωμεν, ἀπὸ τοῦ παρ' ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως ἐντελεστέραν γνῶσιν καὶ πληροφορίαν ἐγγίνεσθαι. Ὦτα δὲ καὶ ἀκοὴν, τὸ ἐξιλεωτικὸν αὐτοῦ καὶ τῆς ἡμετέρας δεκτικὸν δεήσεως. Καὶ γὰρ ἡμεῖς τοῖς τὰς ἱκεσίας ποιουμένοις, διὰ ταύτης τῆς αἰσθήσεως εὐμενεῖς γινόμεθα, γνησιώτερον αὐτοῖς τὸ οὖς ἐπικλίνοντες. Στόμα δὲ καὶ λαλιὰν, τὸ ἐνδεικτικὸν τῆς βουλήσεως αὐτοῦ, ἐκ τοῦ παρ' ἡμῖν διὰ στόματος καὶ λαλιᾶς σημαίνεσθαι τὰ ἐγκάρδια νοήματα. Βρῶσιν δὲ καὶ πόσιν, τὴν ἡμετέραν πρὸς τὸ αὐτοῦ θέλημα συνδρομήν. Καὶ γὰρ ἡμεῖς διὰ τῆς γευστικῆς αἰσθήσεως, τὴν τῆς φύσεως ἀναπληροῦμεν ἀναγκαίαν ὄρεξιν. Ὄσφρησιν δὲ, τὸ ἀποδεκτικὸν τῆς πρὸς αὐτὸν ἡμῶν ἐννοίας τε καὶ εὐνοίας, ἐκ τοῦ παρ' ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως τὴν τῆς εὐωδίας ἀποδοχὴν ἐγγίνεσθαι. Πρόσωπον δὲ, τὴν δι' ἔργων αὐτοῦ ἔνδειξίν τε καὶ ἐμφάνειαν, ἐκ τοῦ τὴν ἡμετέραν ἐμφάνειαν διὰ προσώπου γίνεσθαι. Χεῖρας δὲ, τὸ ἀνυστικὸν τῆς ἐνεργείας αὐτοῦ.
CHAPTER 12.
Since we find very many things said about God in the divine Scripture in a rather bodily manner and symbolically, it is necessary to know that we, being human and clothed in this thick little flesh, are unable to understand or speak of the divine and lofty and immaterial energies of the Godhead unless we make use of images and types and symbols that are familiar to us. Whatever, then, has been said about God in a rather bodily manner is spoken symbolically, but it has a higher meaning. For the Divine is simple and without shape. So then, let us understand the eyes of God and eyelids and sight as his all-surveying power and the unerring character of his knowledge, from the fact that among us a more complete knowledge and assurance comes about through this sense. And ears and hearing, as his being propitiated and receptive of our petition. For we too become favorable to those who make supplications, through this sense, inclining the ear to them more genuinely. And mouth and speech, as the indication of his will, from the fact that among us the thoughts of the heart are signified through mouth and speech. And food and drink, as our concurrence with his will. For we too, through the sense of taste, fulfill the necessary desire of nature. And smell, as the acceptance of our thought and good will toward him, from the fact that among us the reception of fragrance comes about through this sense. And face, as the indication and manifestation through his works, from the fact that our manifestation comes about through the face. And hands, as the effecting of his activity.
Καὶ γὰρ ἡμεῖς τὰ χρειώδη καὶ
μάλιστα τιμιώτερα διὰ τῶν οἰκείων κατορθοῦμεν χειρῶν. Δεξιὰν δὲ, τὴν ἐπὶ τοῖς αἰσίοις αὐτοῦ βοήθειαν, ἐκ τοῦ καὶ ἡμᾶς μᾶλλον ἐπὶ τῶν τιμιωτέρων καὶ πλείστης ἰσχύος δεομένων τῇ δεξιᾷ κεχρῆσθαι. Ψηλάφησιν δὲ, τὴν ἀκριβεστέραν αὐτοῦ καὶ τῶν λίαν λεπτῶν τε καὶ κρυπτῶν διάγνωσίν τε καὶ εἴσπραξιν, ἐκ τοῦ παρ' ἡμῖν μὴ δύνασθαι τοὺς ψηλαφωμένους ἐν ἑαυτοῖς κρύπτειν τι. Πόδας δὲ καὶ βάδισιν, τὴν πρὸς ἐπικουρίαν τῶν δεομένων ἢ ἐχθρῶν ἄμυναν, ἢ ἄλλην τινὰ πρᾶξιν, ἔλευσίν τε καὶ παρουσίαν· ἐκ τοῦ παρ' ἡμῖν διὰ τῆς τῶν ποδῶν χρήσεως ἀποτελεῖσθαι τὴν ἄφιξιν. Ὅρκον δὲ, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐκ τοῦ παρ' ἡμῖν δι' ὅρκου τὰς πρὸς ἀλλήλους βεβαιοῦσθαι συνθήκας. Ὀργὴν δὲ καὶ θυμὸν, τὴν πρὸς τὴν κακίαν ἀπέχθειάν τε καὶ ἀποστροφήν. Καὶ γὰρ ἡμεῖς τὰ ἐναντία τῆς γνώμης μισοῦντες ὀργιζόμεθα. Λήθην δὲ καὶ ὕπνον καὶ νυσταγμὸν, καὶ ὑπέρθεσιν τῆς κατὰ τῶν ἐχθρῶν ἀμύνης, καὶ τὴν τῆς συνήθους βοηθείας πρὸς τοὺς οἰκείους ἀναβολήν. Καὶ ἁπλῶς εἰπεῖν, πάντα τὰ σωματικῶς εἰρημένα ἐπὶ Θεοῦ, κεκρυμμένην ἔχει τινὰ ἔννοιαν, ἐκ τῶν καθ' ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς ἐκδιδάσκουσαν.
For we too accomplish our necessary and most valued tasks through our own hands. And "right hand" means his aid in favorable circumstances, from the fact that we too, in the case of more valued matters and those requiring the greatest strength, make use of the right hand. And "handling" means his more exact and accurate discernment and examination of even the very subtle and hidden things, from the fact that among us those who are handled cannot hide anything in themselves. And "feet" and "walking" mean his coming and presence for the assistance of those in need, or the repelling of enemies, or some other action; from the fact that among us arrival is accomplished through the use of the feet. And "oath" means the immutability of his counsel, from the fact that among us agreements with one another are confirmed by oath. And "anger" and "wrath" mean his hatred and aversion toward evil. For we too, hating what is contrary to our mind, are angry. And "forgetfulness" and "sleep" and "slumber" mean the postponement of his defense against enemies, and the delay of his customary help toward his own. And to speak simply, all things said in a bodily manner about God contain some hidden meaning, teaching us the things that are above us from the things that are among us.
ΚΕΦΑΛ. ΙΓʹ.
Τὸ μέντοι ἄκτιστον καὶ ἀπερίγραπτον καὶ ὑπερούσιον, καὶ τὰ τοιαῦτα, κοινὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Διὰ τοῦτο καὶ τῆς θείας φύσεως ἰδιώματα λέγονται· τῆς θείας μὲν φύσεως, ὅτι φυσι κὰ, καὶ οὐχ ὑποστατικὰ, ταῖς τρισὶν ὁμοτίμως προσόντα τῆς Θεότητος ὑποστάσεσιν· ἰδιώματα δὲ, ὡς ἄλλῃ πάσῃ φύσει, πλὴν μόνης τῆς θείας οὐσίας, πάμπαν ἀμέθεκτα, μήτε ἀνθρώποις, μήτε ἀγγέλοις ὅλως ἐνθεωρούμενα. Καλεῖται δὲ καὶ οὐσία, καὶ φύσις, καὶ μορφὴ, [τὸ ἓν καὶ ταυτόν· καὶ οὐσία μὲν, ὡς τὸ καθ' αὑτὸ εἶναι ἔχουσα· φύσις δὲ,] ὡς φύουσα τὰς ὑποστάσεις· μορφὴ δὲ, ὡς ὅλων τῶν μορφουμένων τῶν ὑπ' αὐτὴν, ἤτοι τῶν χαρακτήρων συλληπτική. Τὰ δὲ περιεχόμενα λέγονται καὶ ἄτομα καὶ ὑποστάσεις καὶ πρόσωπα. Καὶ ἄτομα μὲν, διὰ τὸ μηδὲν αὐτῶν τομὴν ἢ διαίρεσιν ὑποδέχεσθαι. Τῆς γὰρ ἀνθρωπίνης οὐσίας, ταυτὸν δ' εἰπεῖν ἀνθρωπότητος, εἰς τοὺς κατ' αἴσθησιν ἀνθρώπους διαιρουμένης, οὐδεὶς αὐτῶν εἰς ἄλλους ἀνθρώπους τέμνεσθαι δύναται, ζῶα λογικὰ καὶ θνητὰ, νοῦ καὶ ἐπιστήμης δεκτικά· καὶ κατὰ τοῦτον τὸν λόγον, οἱ ἐπὶ μέρους ἅπαντες, ἄτομα. Ὑποστάσεις δὲ, ὡς ὑπὸ τὴν φύσιν ἑστῶτα καὶ μένοντα, καθόλου ταύτης οὔσης καὶ θεωρουμένης ἐννοηματικῶς· τῶν δὲ μερικῶν ὄντων καὶ τὸ εἶναι ἐχόντων πραγματικῶς. Πρόσωπα δὲ, διότι ἕκαστον αὐτῶν οἰκεῖον ἔχει χαρακτῆρα τοῖς λοιποῖς ἀκοινώνητον. Τοιγαροῦν ἐπὶ τῆς Θεότητος μίαν οὐσίαν, μίαν φύσιν, μίαν μορφὴν δογματίζομεν· ἄτομα δὲ τρία, τρεῖς ὑποστάσεις, τρία πρόσωπα, χαρακτῆρσι καταλλήλοις, εἴτουν ἰδιώμασι, γνωριζόμενα.
CHAPTER 13.
However, the uncreated and uncircumscribed and supersubstantial, and the like, are common to the Father, and the Son, and the Holy Spirit. For this reason they are also called properties of the divine nature: of the divine nature, because they are natural and not hypostatic, belonging equally to the three hypostases of the Godhead; but properties, as being wholly incommunicable to every other nature except the divine essence alone, and not contemplated at all in humans or angels. And it is called both essence and nature and form, [the one and the same; and essence, as having being in itself; nature,] as generating the hypostases; form, as comprehensive of all the things formed under it, that is, of their characters. And the things contained are called both individuals and hypostases and persons. Individuals, because none of them admits of any cutting or division. For since human essence, that is to say humanity, is divided into the perceptible humans, none of them can be cut into other humans, rational and mortal living beings, receptive of mind and knowledge; and by this account, all the particular ones are individuals. Hypostases, as standing and remaining under the nature, which is universal and contemplated by way of conception, while the particular things have their being in reality. Persons, because each of them has its own character incommunicable to the rest. Therefore in the case of the Godhead we dogmatize one essence, one nature, one form; but three individuals, three hypostases, three persons, known by fitting characters, that is, properties.
Χαρακτὴρ δὲ λέγεται τῆς πατρικῆς ὑποστάσεως ὁ Υἱὸς, οὐχ ὅτι αὐτός ἐστι τὸ ἴδιον τοῦ Πατρὸς (τίς γὰρ τοῦτ' ἂν ὑπονοήσειε λόγου μετεσχηκώς), ἀλλ' ὅτι καθὸ Πατὴρ ὁ Πατὴρ, ἐκ τοῦ ἔχειν Υἱὸν χαρακτηρίζεται καὶ γνωρίζεται. Καὶ ὅτι πάντως τὰ τοῦ Πατρὸς ἔχων ὁ Υἱὸς ἐν ἑαυτῷ, μένων Υἱὸς, δείκνυσι τὸν ἐξ οὗ, καθάπερ εἰκὼν αὐτοῦ φυσικὴ ἀπαράλλακτος. Διό φησιν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Νοῦς δὲ ὢν ὁ ἄναρχος φύσει Θεὸς, ὁμοφυοῦς ὑπάρχει Λόγου πηγαστικός. Πατὴρ δὲ ὢν, γεννητικός ἐστιν ὁμοουσίου Υἱοῦ. Διὰ τοῦτο καὶ Θεοῦ Λόγος καὶ Υἱὸς τοῦ Πατρὸς ὁ αὐτός.
ΚΕΦΑΛ. ΙΔʹ.
Οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, δι' οὗ πᾶσαν τὴν κτίσιν, ὡς δι' οἰκείας σοφίας τε καὶ δυνάμεως, ἐδημιούργησεν ὁ Πατὴρ (αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς σοφία καὶ δύναμις)· οὗτος δι' ἡμᾶς, εὐδοκίᾳ τοῦ γεγεννηκότος αὐτὸν, ἐνηνθρώπισεν, ἐν τῷ Πατρὶ ὢν, καὶ μεθ' ἡμῶν γεγονὼς (ἀπερίγραπτος γάρ)· καὶ σάρκα, ψυχὴν, νοῦν, λόγον, θέλησιν, ἐνέργειαν, πάντα τὰ κατὰ φύσιν ἀνθρώπῳ προσόντα, προσείληφε· μηδ' αὐτῶν τῶν μετὰ τὴν πρώτην ἁμαρτίαν ἐπεισαχθέντων ἡμῖν παθῶν, ὧν οὐ καθικνεῖται μῶμος, μείνας ἀπείρατος· ἀλλὰ καὶ ταῦτα διὰ πολλὴν συγκατάβασιν προσηκάμενος· ἵνα μετασκευάσῃ πρὸς τὸ κρεῖττον πᾶσαν τὴν ἀνθρωπότητα· καὶ ἁπλῶς εἰπεῖν, τέλειος γέγονεν ἄνθρωπος, οὐ κατὰ φαντασίαν ἢ δόκησιν, ἀλλ' ὄντως καὶ ἐναργῶς ὑπάρξας ἄνθρωπος, καθ' ἡμᾶς ὁμοῦ καὶ ὑπὲρ ἡμᾶς. Καθ' ἡμᾶς, ὅτι συλληφθεὶς ἐν μήτρᾳ γυναικὸς, ζωοπλασθεὶς ἐν αὐτῇ, κυοφορηθεὶς ἐφ' ὅσον καὶ καθὼς ὁ τῆς φύσεως ἐδίδου νόμος, ἐτέχθη βρεφοπρεπῶς.
He is called the "character" of the Father's hypostasis, not because he himself is the peculiar property of the Father (for who that has partaken of reason would suspect this?), but because insofar as the Father is Father, he is characterized and made known by having a Son. And because the Son, having all things of the Father in himself, remains Son, he shows the one from whom he is, just as he is his natural image, without variation. Therefore he says: "The one who has seen me has seen the Father." And being Mind, God by nature without beginning, he is the fountain-source of a consubstantial Word. And being Father, he is generative of a consubstantial Son. For this reason the same one is both Word of God and Son of the Father.
CHAPTER 14.
This Son and Word of God and Father, through whom the Father created all creation, as through his own wisdom and power (for he himself is the wisdom and power of the Father)—this one, for our sake, by the good pleasure of the one who begot him, became man, being in the Father and having become with us (for he is uncircumscribed); and he took up flesh, soul, mind, reason, will, activity, and all things that naturally belong to a human being; nor did he remain untested by those very passions that were introduced to us after the first sin, of which no blame attaches—but he also received these through much condescension, in order to transform all humanity toward the better. And to speak simply, he became a perfect human being, not by fantasy or appearance, but truly and manifestly having become a human being, both according to us and above us. According to us, because he was conceived in a woman's womb, formed into life in it, carried for as long and in the manner as the law of nature allowed, and born in a manner befitting an infant.
Ὑπὲρ ἡμᾶς, ὅτι ἡ σύλληψις ἐξ ἁγίου Πνεύματος ἄτερ συνδυασμοῦ, σαρκικῆς ἐκτὸς ἡδονῆς, χωρίς τινος ἐμπαθοῦς ἐννοήματος· ἡ τοῦ σώματος σύμπηξις ἐκ πανάγνων αἱμάτων παρθενικῶν, ὁ τόκος ἄνευ ὠδίνων τὴν τῆς γειναμένης παρθενίαν οὐκ ἐλυμήνατο. Μεμένηκε γὰρ αὕτη παρθένος καὶ μετὰ τόκον, ὥσπερ ἦν καὶ πρὸ τόκου καὶ πρὸ συλλήψεως, ἡ καὶ διὰ βίου παντὸς ἀειπάρθενος ἄχραντός τε καὶ ἀκηλίδωτος. Τοιαύτην γὰρ ἔπρεπεν εἶναι τὴν τεκοῦσαν Θεόν. Καθ' ἡμᾶς, ὅτι σῶμα χοϊκὸν ἀνελάβετο καὶ φθαρτὸν, ἐκ τῶν τεσσάρων συντεθειμένον χυμῶν, ψυχῇ τριμερεῖ ζωοποιούμενον, ἐμφύτῳ θερμῷ καὶ δυνάμεσι φυσικαῖς διοικούμενον· πείνῃ, καὶ δίψῃ, καὶ τοῖς ἄλλοις ἀνεγκλήτοις τῆς φύσεως ἀσθενήμασιν ὑποκείμενον.
Ὑπὲρ ἡμᾶς, ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν, ἀλλ' ἄνθρωπος ὁμοῦ καὶ Θεός. Οὐ γὰρ τραπεὶς ἐκ τοῦ εἶναι Θεὸς εἰς τὸ γενέσθαι ἄνθρωπος, τὴν οἰκείαν ἐνανθρώπησιν ἐξετέλεσεν, ἀλλὰ μείνας Θεὸς ὅπερ ἦν, γέγονεν ἄνθρωπος, ὅπερ οὐκ ἦν· οὐκ εἰς θείαν φύσιν τὴν ἀνθρωπίνην φύσιν μεταβαλὼν, ἣν προσείληφεν· ἀλλ' ἐν τοῖς οἰκείοις ὅροις μείνασαν θεώσας αὐτὴν διὰ τῆς ἄκρας ἑνώσεως. Ὥσπερ γὰρ τῷ σιδήρῳ τὸ πῦρ ἑνούμενον ὁλικῶς, ἐκπυροῖ μὲν αὐτὸν, τῆς δὲ τοῦ σιδήρου φύσεως οὐκ ἐξίστησι (μένει γὰρ οὗτος καὶ μετὰ τὴν ἐκπύρωσιν σίδηρος, καὶ πεπυρωμένος σίδηρος ἔστι τε καὶ λέγεται)· τοιουτοτρόπως τῇ βροτείᾳ φύσει ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ἑνωθεὶς, ἐθέωσε μὲν αὐτὴν, τοῦ δὲ βροτείαν εἶναι φύσιν αὐτὴν οὐκ ἐξέστησε. Μένει γὰρ αὕτη βροτεία φύσις καὶ μετὰ τὴν θέωσιν, καὶ τεθεωμένη φύσις βροτεία καὶ λέγεται καὶ ἔστι·
Beyond us, because the conception was by the Holy Spirit without union, apart from fleshly pleasure, without any passionate thought; the framing of the body from most pure virginal blood, and the birth without labor pains did not harm the virginity of the mother. For she remained a virgin even after giving birth, just as she was also before birth and before conception, she who through her whole life was ever-virgin, undefiled, and unstained. For it was fitting that she who gave birth to God be such. And as for us, because he took up an earthly and corruptible body, composed of the four humors, given life by a three-part soul, governed by innate heat and natural powers; subject to hunger, and thirst, and the other blameless infirmities of nature.
Beyond us, because he was not a mere man, but man and God at once. For he did not accomplish his own becoming man by being turned from being God into becoming man, but remaining God as he was, he became man, which he was not; not changing the human nature which he had assumed into the divine nature, but deifying it while it remained within its own bounds through the extreme union. For just as fire, united wholly to iron, sets it on fire, yet does not remove it from the nature of iron (for it remains iron even after being set on fire, and it both is and is called iron that has been set on fire); in the same way the Son and Word of God and God, united to mortal nature, deified it, yet did not remove it from being mortal nature. For it remains mortal nature even after deification, and it both is and is called deified mortal nature.
τεθεωμένη σὰρξ μετὰ ψυχῆς νοερᾶς, λογικῆς, θελητικῆς, ἐνεργητικῆς.
ΚΕΦΑΛ. ΙΕʹ.
Ἐπεὶ δὲ νόθον ἡ ἁμαρτία καὶ παρὰ φύσιν (ἔξωθεν γὰρ ἡμῖν ὅταν μὴ νήφωμεν ἐπεισέρχεται), ταύτην εἰκότως ὁ Θεὸς Λόγος οὐ προσελάβετο. Πάλιν, ἐπεὶ τὴν προσληφθεῖσαν φύσιν ὅλην ἐθέωσεν, ἀνεπίβατος δικαίως ἡ θεωθεῖσα καὶ ἄψαυστος κατὰ πάντα τρόπον τῇ ἁμαρτίᾳ μεμένηκεν. Ἀλλ' οὐδὲ προαίρεσις ἡ ἀμφιῤῥεπὴς ἦν ἐν Χριστῷ. Προαιρετικὸς μὲν γὰρ ἦν ὡς αὐτεξούσιος καὶ κατὰ τὸ ἀνθρώπινον ὁ Χριστὸς, ὅτι καὶ λογικὸς (πᾶν γὰρ λογικὸν, αὐτεξούσιον· πᾶν δ' αὐτεξούσιον, προαιρετικόν)· βουλῆς δὲ καὶ σκέψεως καὶ γνώμης καὶ προαιρέσεως ὥσπερ ἡμεῖς ἔχρῃζεν οὐδαμοῦ· ὥσπερ αὖ οὐδὲ νήψεως. Θεὸς γὰρ ἦν κατ' ἄμφω· τὸ μὲν φύσει, τὸ δὲ θεώσει. Διὸ δὴ καὶ κατὰ τοῦτον τὸν λόγον, πάσης ἁμαρτίας ἀνώτερος ἦν. Ἢ γὰρ ἐξ ἐπισφαλοῦς
προαιρέσεως τὸ ἁμαρτάνειν, ἢ καὶ παρὰ προαίρεσιν ἐξ ἀπροσεξίας ἡμῖν ἐπιγίνεται. Μᾶλλον δὲ καὶ αὐτὸ τὸ ἀπρόσεκτον ἁμαρτία ἐστὶν, ἢ τέως γοῦν ἁμαρτίας ἀρχή. Διά τοι τοῦτο, καὶ τῶν ἀκουσίων ἁμαρτημάτων εἰσπραττόμεθα δίκας. Ὅθεν δ' ἀπέδρα τὸ αἴτιον, ποίαν ἐκεῖ τὸ αἰτιατὸν εἶχε παρείσδυσιν; Προαίρεσις μὲν οὖν ἁπλῶς ἐστι, πρόοδος πρὸς τὸ αἱρετὸν, ἤγουν αὐτεξούσιος ἔλλογος ὁρμὴ πρὸς τὸ θελητὸν, ἥτις πρόσεστι κατὰ φύσιν παντὶ λογικῷ. Προαίρεσις λέγεται πάλιν, ἡ πρὸ ἑτέρου αἵρεσις, ἥτις γίνεται βουλῆς προηγησαμένης· εἶτα κρίσεως, μεθ' ἣν ἡ πρὸς τὸ ἐκ βουλῆς κριθὲν διάθεσις ἕπεται, καὶ λέγεται γνώμη· τὴν γνώμην, ἡ νῦν δηλουμένη προαίρεσις, εἴτουν ἡ ἐπιλογὴ τοῦ δόξαντος καλοῦ, διαδέχεται.
Deified flesh with a rational, intelligent, willing, and active soul.
CHAPTER 15.
Since sin is bastard and contrary to nature (for it enters us from outside when we are not sober), for this reason the Word of God did not assume it. Again, since he deified the whole nature he assumed, the deified nature rightly remained unapproachable and untouched by sin in every way. Nor was there in Christ a wavering choice. For Christ was capable of choice as being self-determining and according to the human, because he was also rational (for everything rational is self-determining, and everything self-determining is capable of choice); but he never needed counsel and deliberation and opinion and choice as we do, just as he did not need sobriety either. For he was God in both respects: by nature in one, by deification in the other. Therefore also by this account he was above all sin. For either sinning comes from a precarious choice, or it arises in us contrary to choice from inadvertence. Rather, even inadvertence itself is sin, or at least the beginning of sin. For this reason we are exacted penalties even for involuntary sins. But where the cause has fled away, what inroad could the effect have there? Choice, then, simply is a going forth toward what is chosen, that is, a self-determining rational impulse toward what is willed, which belongs by nature to everything rational. Choice is again spoken of as the choosing of one thing before another, which comes about when counsel has preceded; then judgment, after which the disposition toward what has been judged by counsel follows, and is called opinion; the opinion—the choice now being described, that is, the selection of the apparent good—succeeds it.
Τὴν τοιαύτην προαίρεσιν οὐκ ἂν εἴποι τις εὐφρονῶν ἐπὶ τοῦ Χριστοῦ. Ποίας γὰρ ἦν βουλῆς ἐνδεὴς, ἢ τίνος τῶν ἐκ βουλῆς, ὁ θαυμαστὸς σύμβουλος, ἡ σοφία τοῦ Θεοῦ καὶ Πατρός; ἢ πῶς ἂν προαίρεσις ἡ ἐν ἡμῖν, τῷ προεκλεξαμένῳ τὸ ἀγαθὸν, καθὼς μεμαρτύρηται; Καὶ γὰρ Ἡσαΐας προανακέκραγεν, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν, ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθὸν, τουτέστιν, οὔτ' ἂν γνοίη πονηρὰ συνόλως οὗτος, οὔτ' ἂν προέλοιτο· τὸ δὲ ἀγαθὸν ἐκ πρώτης ἀρχῆς ἐκλέξεται. Καὶ αὖθις· Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἤγουν πρὸ πάσης γνώσεως τὸ παιδίον ἐν ἄκρᾳ νηπιότητι πρὸς τὸ πονηρὸν ἀπειθῶς ἔχον καὶ ἀῤῥεπῶς, τὸ ἀγαθὸν οἰκειώσεται· τὸ δὲ, πρὶν ἢ γνῶναι, κατὰ τὸ φαινόμενον εἴρηται. Πότε γὰρ ἦν μὴ γινῶσκον τὸ παιδίον, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι καταλλήλοις καιροῖς ἐφ' ὅσον ἐχρῆν φανερούμενοι;
Τοιοῦτόν ἐστι καὶ σοφίᾳ καὶ χάριτι προκόπτειν μετὰ τῆς ἡλικίας τὸν Ἰησοῦν, κατὰ τὸ φαινόμενον δηλαδή. Τῆς μὲν γὰρ ἡλικίας ἐπίδοσις ἦν, αὐξουμένου τοῦ σώματος φυσικῶς· καὶ σοφίας δὲ καὶ χάριτος τῶν πρωτίστων καὶ ἀκροτάτων οὐκ ἐπίδοσις, ἀλλὰ φανέρωσις εὔκαιρος. Τοιγαροῦν ὁ Χριστὸς, Θεὸς ὢν ἡνωμένος τῇ ἀνθρωπίνῃ οὐσίᾳ καθ' ὑπόστασιν, ἦν ἀγαθὸς ὡς Θεός. Εἶχε δὲ καὶ ὡς ἄνθρωπος αὐτεξουσίως τὸ ἀγαθὸν κατὰ φύσιν ὄν. Ὥσπερ γὰρ τὸ κακὸν καὶ ἡ ἁμαρτία παρὰ φύσιν, οὕτω δὴ τὸ ἀγαθὸν καὶ ἡ ἀρετὴ κατὰ φύσιν ἐστί. Διὰ τοῦτο καὶ ἡ ἁμαρτία τὴν τοιαύτην ἔσχε προσηγορίαν, ὡς ἀποτυχία τοῦ κατὰ φύσιν ἀγαθοῦ.
No one of sound mind would speak of such a choice in the case of Christ. For of what counsel was he in need, or of what thing that comes from counsel, who is the wonderful counselor, the wisdom of God and the Father? Or how could there be in him the choice that is in us, who chose the good beforehand, as it is testified? For Isaiah also cried out beforehand that before he knew or chose evil things, he shall choose the good—that is, he would neither know evil things at all nor choose them; but the good he shall choose from the very first beginning. And again: Before the child knows good or evil, he disobeys wickedness, for the choosing of the good. That is, before all knowledge, the child, in extreme infancy, being disobedient and uninclined toward evil, will appropriate the good; but the phrase before he knows is spoken according to appearance. For when was the child not knowing, in whom all the treasures of wisdom and knowledge lie hidden, being revealed at fitting times to the extent that it was necessary?
Such is also the meaning of Jesus advancing in wisdom and grace along with his age—according to appearance, that is. For the increase of age was the growth of the body by nature; but the increase of wisdom and grace was not an increase of the highest and foremost things, but a timely manifestation. Therefore Christ, being God united to human substance according to hypostasis, was good as God. And as man he also possessed the good by free will, being natural. For just as evil and sin are contrary to nature, so the good and virtue are according to nature. For this reason sin also received such an appellation, as a failure of the good that is according to nature.
ΚΕΦΑΛ. Ιϛςʹ.
Οἱ μὲν οὖν ἄγγελοι, δυσκίνητοι πρὸς τὸ κακὸν καὶ λέγονται καὶ εἰσὶ, τῇ πρὸς Θεὸν προσεδρείᾳ καὶ τῇ ἐκεῖθεν ἐλλάμψει τῇ συνεχεῖ βοηθούμενοι· ἡ δὲ τοῦ Κυρίου ψυχὴ παντελῶς πρὸς τὸ κακὸν ἀκίνητος ἦν, αὐτὸν ἔχουσα τὸν Θεὸν Λόγον ἐν ἑαυτῇ· οὐ κατὰ σχέσιν, ἀλλὰ καθ' ἕνωσιν. Καὶ ἡ μὲν τὴν ἡγεμονίαν ἐνήργει τοῦ σώματος· ὁ δὲ Θεὸς Λόγος ἦν αὐτῆς ἡγεμὼν, αὐτεξουσίως ἑπομένης αὐτῷ καὶ τὴν τοῦ θείου θελήματος αὐτοῦ καὶ λίαν ἐπιποθούσης ἐκπλήρωσιν τῷ τῆς ἁγιότητος ὑπερβάλλοντι. Διὸ καὶ ὁ Κύριος πρὸς τὸν αὑτοῦ Πατέρα προσευχόμενος ἐν τῷ καιρῷ τοῦ πάθους ὡς ἄνθρωπος ἔλεγεν· Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· γενηθήτω τὸ θέλημά σου. Καὶ γὰρ οὗτος ὁ λόγος τῆς τοῦ Κυρίου ψυχῆς ἒν εἰδυίας θέλημα τοῦ ἡνωμένου ταύτῃ Θεοῦ Λόγου καὶ τοῦ Πατρός. Εἶχε μὲν οὖν ὁ Δεσπότης τὰ τῶν δούλων, διὰ τοὺς δούλους· ἀλλ' ὑπὲρ τοὺς δούλους. Δεσπότης γὰρ ἦν, εἰ καὶ δούλου εἴληφε μορφήν. Ἐπείνα κατὰ ἀλήθειαν, ὡς ἡμεῖς, ἐδίψα, νυσταγμὸν ἔφερε, κοπιῶν ἦν, λυπούμενος ἦν, δακρύων, δειλιῶν, ἀγωνιῶν, ἀλλ' ἑκουσίως, ὅτε θέλων αὐτὸς ἐνεδίδου τῇ αὑτοῦ ἀνθρωπότητι τὸ ἴδιον ἀμέμπτως ποιεῖν. Τοῦτο ὑπὲρ ἡμᾶς. Πάλιν ἤσθιεν, ἔπινεν,
CHAPTER 16.
The angels, then, are both called and are slow to move toward evil, being aided by their close attendance upon God and by the continual illumination from there; but the soul of the Lord was altogether unmoved toward evil, having within itself God the Word himself—not by relation, but by union. And the soul exercised the governance of the body, while God the Word was its governor, the soul following him of its own free will and exceedingly longing for the fulfillment of his divine will, by reason of its surpassing holiness. Therefore also the Lord, praying to his own Father in the time of his passion as a man, said: Not as I will, but as you will; let your will be done. For this word was spoken by the Lord's soul, which knew one will—that of the God the Word united to it, and of the Father. The Master therefore had the things of servants, for the sake of servants, but beyond servants. For he was Master, even if he had taken the form of a servant. He hungered truly, as we do; he thirsted, he bore drowsiness, he was wearied, he was grieved, he wept, he was afraid, he was in agony—but willingly, when he himself willed to yield to his own humanity to do what was proper to it blamelessly. This is beyond us. Again he ate, he drank,
ἐκάθευδε, διελέγετο, καθάπερ ἡμεῖς, ἀλλὰ πάντη ἀναμαρτήτως. Τοῦτο ὑπὲρ ἡμᾶς. Τίνι γὰρ ἂν ἡμῶν ἐν τοῖς φυσικοῖς ἀδιαβλήτοις εὑρεθείη διόλου τὸ ἄμεμπτον; Ἔπασχεν ὑπὲρ ἡμῶν, ἤλγει τῇ ἐν σταυρῷ προσηλώσει καὶ διατάσει· τέλος, ἀπέθανεν, ἀλλ' ἐθελούσιον ἦν αὐτῷ καὶ τὸ πάθος, καὶ τὸ ἄλγος, καὶ τὸ θανεῖν. Ἔπασχεν ἡ σὰρξ, ἤλγει φυσικῶς ἡ ψυχὴ διὰ τὴν συνάφειαν (ἐξ αὐτῆς γὰρ ἡ αἴσθησις τῇ σαρκί)· πλὴν ἡ θεότης ἡ ἐν ἀμφοῖν ἀδιαίρετος ἦν
ΚΕΦΑΛ. ΙΖʹ Παθὼν ὁ Κύριος καὶ θάνων καὶ ταφεὶς ἀπετινάξατο τὴν φθορὰν καὶ τὰ τῆς φθορᾶς· καὶ κατασκευάσας αὑτοῦ τὸ σῶμα πρὸς ἀφθαρσίαν, καὶ τὴν οἰκείαν ψυχὴν κατ' ἐξουσίαν ὡς Θεὸς προσλαβόμενος, ἀνέστη τριήμερος. Ἐγὼ γὰρ τίθημι τὴν ψυχήν μου, φησὶν, ἵνα πάλιν λάβω αὐτήν. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ δὲ καὶ μετὰ τὴν ἀνάστασιν ὁ Κύριος ἔφαγεν, ἀλλὰ κατ' οἰκονομίαν τοῦτο πεποίηκε, τοῖς ἰδίοις παριστῶν μαθηταῖς ὡς αὐτὸς ἦν ἀναστὰς, ὁ πρότερον ὢν μετ' αὐτῶν. Ὅτε δὲ λέγω κατ' οἰκονομίαν, τὴν φαντασίαν ἐκκρούομαι. Καὶ γὰρ ἔφαγεν ἀληθῶς· τὴν τροφὴν δὲ καινοπρεπῶς, ὡς οἶδεν αὐτὸς, διῳκήσατο. Διὰ τοῦτο καὶ τύπους ἐδείκνυ πληγῶν· τὰ γενόμενα μὲν, μὴ ὄντα δὲ, παρόντα ποιῶν ὁ πάντα δυνάμενος. Ἐπεί τοί γε τὸ σῶμα ἐκεῖνο, πάσης ἐνδείας, πάσης ἀντιτυπείας ὑπέρτερον γεγονὸς, οὔτε τροφὰς, οὔτε ψηλαφήσεις προσίετο. Διὸ καὶ μὴ κατὰ σάρκα νῦν εἶναι τὸν Κύριον λέγομεν, ὡς τὰ τῆς σαρκὸς ἀποθέμενον· τροφῆς ἔφεσιν ὕπνον, κόπον, καὶ τὰ τοιαῦτα· πρὸς τούτοις, καὶ τὸ ἀντίτυπον.
He slept, conversed, just as we do, but altogether without sin. This is beyond us. For in which of us would the blamelessness be found entirely free of blame in natural things? He suffered for us, he felt pain through the nailing and stretching upon the cross; finally, he died, but the suffering, the pain, and the dying were voluntary on his part. The flesh suffered, the soul felt pain naturally because of the union (for from it comes sensation to the flesh); yet the divinity in both was indivisible.
CHAPTER 17. The Lord, having suffered and died and been buried, shook off corruption and the things of corruption; and having prepared his own body for incorruption, and having taken back his own soul by authority as God, he rose on the third day. For I lay down my life, he says, that I may take it again. I have authority to lay it down, and I have authority to take it again. And if the Lord also ate after the resurrection, he did this by economy, showing his own disciples that it was he himself who had risen, the one who had been with them before. And when I say by economy, I exclude the notion of appearance. For he truly ate; but he managed the food in a novel way, as he himself knew. For this reason he also showed the marks of the wounds, making present things that had happened but were no longer, he who is able to do all things. Since that body, having become superior to all need and all resistance, would not have admitted either food or touching. Therefore we say that the Lord is not now according to the flesh, as having put aside the things of the flesh—the desire for food, sleep, toil, and the like; and in addition to these, also the resistance.
Τὸ σῶμα γὰρ αὐτοῦ διὰ τῆς ἀπεκδύσεως τῆς φθορᾶς, ἀνενδεὲς ἀπετελέσθη, καὶ ἀπαθὲς, καὶ ἀναφὲς, καὶ ἀθάνατον· οὐ μὴν καὶ ἄκτιστον, οὔτ' αὖ ἀπερίγραπτον. Ταῦτα γὰρ μόνης Θεότητος· καὶ ἵν' εἴπω συνελὼν, ὅσον μὲν ἦν δεκτικὸν θείων αὐχημάτων τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, μετέσχεν ὑπ' αὐτοῦ τοῦ Λόγου διὰ τὴν ἔνωσιν, δι' ἢν καὶ σεπτόν ἐστι καὶ προσκυνητόν. Ὅσον δ' οὐκ ἦν δεκτικὸν, οὐ μετέσχεν, ἵνα κἀντεῦθεν τό τε διάφορον τῶν φύσεων τοῦ Χριστοῦ, τό τε μοναδικὸν τοῦ προσώπου γινώσκωμεν.
ΚΕΦΑΛ. ΙΗʹ.
Πρεσβεύομεν τοίνυν ἐπὶ Χριστοῦ μίαν ὑπόστασιν σύνθετον, ἐκ δύο συντεθειμένην φύσεων· θεότητος δηλονότι καὶ ἀνθρωπότητος ἀλλήλαις ἡνωμένων κατ' αὐτὴν τὴν τοῦ Λόγου ὑπόστασιν. Διὰ τοῦτο γὰρ καὶ τὴν τοιαύτην ἔνωσιν, καθ' ὑπόστασιν λέγομεν· ὅτι μία ὑπόστασις ἐκ τῶν τριῶν τῆς Θεότητος ὑποστάσεων, ἥτις ἐστὶν ἡ τοῦ Υἱοῦ, τὰς δύο φύσεις ἀλλήλαις ἥνωσεν ἀσυγχύτως ἐν ἑαυτῇ τε καὶ καθ' αὑτήν. Οὐ γὰρ ὑπέστη καθ' αὑτὸ κἂν ἀκαριαίως τὸ τοῦ Χριστοῦ ἀνθρώπινον, ὡς ἂν ὑπόστασις τοῦτο λέγοιτο (καὶ γὰρ οὐκ ἐχρῆν. Τί γὰρ ἦν τὸ κέρδος ἡμῖν, τὸ θεωρηθῆναι μίαν ὑπόστασιν), ἀλλὰ τὴν φύσιν ὁ Θεὸς Λόγος ἐν ἑαυτῷ προσελάβετο πᾶσαν τῆς ἀνθρωπότητος, ἵνα θεωρήσῃ πάντας ἡμᾶς. Ὅθεν μιᾶς ὑποστάσεως κηρύττομεν τὸν Χριστὸν, ἐκ δύο φύσεων ἡνωμένων ἀλλήλαις ἀσυγχύτως ἔνωσιν ἄκραν, ἀδιαιρέτων μενουσῶν ἔκ τε ἀλλήλων καὶ τῆς ὑποστάσεως καθ' ἣν ἥνωνται· τῶν δὲ φύσεων ἐχουσῶν τὸ ἀσύγχυτον, καὶ τὰ προσόντα ταύταις ἀσύγχυτα τὰς θελήσεις καὶ τὰς ἐνεργείας φημί. Μένει οὖν ἡ θεϊκὴ θέλησις, θεϊκή·
For his body, through the stripping away of corruption, was made perfect, free from need, impassible, intangible, and immortal; yet not uncreated, nor again uncircumscribed. For these things belong to Godhead alone. And, to speak concisely, insofar as the humanity of Christ was capable of divine glories, it partook of them by the Word himself through the union, by which it is both venerable and adorable. But insofar as it was not capable, it did not partake, so that even from this we may know both the distinction of the natures of Christ and the singularity of his person.
CHAPTER 18.
We therefore hold, in the case of Christ, one composite hypostasis, composed of two natures—namely, of Godhead and humanity—united to each other in the very hypostasis of the Word. For this is why we call such a union a union according to hypostasis: because one hypostasis, out of the three hypostases of the Godhead—which is that of the Son—united the two natures to each other without confusion, in itself and according to itself. For the humanity of Christ did not subsist by itself, not even for an instant, so as to be called a hypostasis (for it ought not to be. For what gain would it have been to us to contemplate one hypostasis?), but God the Word took to himself the whole nature of humanity, in order to behold us all. Hence we proclaim Christ to be of one hypostasis, from two natures united to each other in an unconfused union, an extreme union, while they remain undivided both from each other and from the hypostasis in which they are united; and the natures possess unconfusedness, and the properties belonging to them are unconfused—I mean the wills and the energies. The divine will therefore remains divine.
καὶ ἡ ἀνθρωπικὴ πάλιν, ἀνθρωπικὴ, πλὴν τεθεωμένη διὰ τὴν ἕνωσιν. Τοῦτο κἀν ταῖς ἐνεργείαις γινώσκεται. Δύο τοίνυν
θελήσεις ἐν τῷ Χριστῷ· θέλων δὲ καὶ κατ' ἄμφω τὰς θελήσεις, κατ' ἄμφω τε τὰς ἐνεργείας ἐνεργῶν, εἶς ὁ αὐτὸς θεάνθρωπος· μὴ διαιρούμενος εἰς Θεὸν ἰδικῶς, καὶ εἰς ἄνθρωπον ἰδικῶς· ἀλλ' εἷς ἀμερίστως ὑπάρχων, Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, ταυτὸν δ' εἰπεῖν, Θεὸς καὶ ἀνήρ.
ΚΕΦΑΛ. ΙΘʹ.
Ὅθεν θεανδρικὴν ἐνέργειαν ὁ εἰπὼν, οὐ σύγχυσιν ταῖς φυσικαῖς ἐνεργείαις εἰσήγαγεν· ἀλλὰ τὴν εἰς ἄκρον αὐτῶν παρέστησεν ἕνωσιν, καὶ τὸ τεθεῶσθαι τὴν ἀνθρωπίνην ἐνέργειαν. Ὥσπερ γὰρ ἐν Χριστῷ διὰ τῆς ἑνώσεως ἡ ἀνθρωπίνη τεθέωτο φύσις· οὕτω δὴ καὶ ἡ θέλησις συντεθέωτο, καὶ ἡ ἐνέργεια. Διὸ καὶ τερατουργοῦντος αὐτοῦ, τοῖς θεϊκοῖς ἐνεργήμασι τὰ ἀνθρωπικὰ συνεζεύγνυτο. Κἀκ τῶν ἀνθρωπικῶν ἐνεργημάτων, λόγου δηλονότι καὶ ἁφῆς, καὶ τῶν τοιούτων, αἱ θεοσημεῖαι προέβαινον. Καθάπερ σιδήρου τμητικοῦ πυρωθέντος, καὶ τέμνοντος καὶ καίοντος ἐν ταυτῷ, καὶ ἡ τομὴ μετὰ τῆς καύσεως γίνεται, καὶ ἡ καῦσις ἀχώριστός ἐστι τῆς τομῆς. Καὶ ἡ τῶν ἐνεργειῶν συνδρομὴ τὸ ἑνιαῖον εἰσφέρει ταύταις, οὐ κατὰ φύσιν, ἀλλὰ καθ' ἕνωσιν. Ὁ τοίνυν θεανδρικὴν φήσας ἐνέργειαν, διὰ μὲν τῆς ἑνικῆς προφορᾶς τὸ τὰς δύο ἐνεργείας ἒν εἶναι τῇ συνελεύσει καὶ μὴ διακεκρίσθαι ταύτας πραγματικῶς δεδήλωκεν. Ἐν δὲ τῷ εἰπεῖν θεανδρικὴν, θείαν δηλονότι καὶ ἀνδρικὴν, τὸ τῶν ἐνεργειῶν τῇ φύσει διάφορον καὶ μετὰ τὴν ἕνωσιν ἔδειξεν.
And the human [activity], again, is human, except that it has been deified through the union. This is known also in the activities. There are, then, two wills in Christ; and willing according to both wills, and working according to both activities, he is one and the same God-man, not divided into God separately and man separately, but being one indivisibly, the same God and man, and, to say the same thing, God and man.
CHAPTER 19
Therefore he who spoke of a theandric activity did not introduce a confusion of the natural activities, but set forth their union to the utmost, and that the human activity has been deified. For just as in Christ, through the union, the human nature was deified, so also the will was deified together, and the activity. Wherefore also when he worked wonders, the human [acts] were yoked together with the divine operations. And from the human operations—of speech, clearly, and touch, and such things—the divine signs proceeded. Just as when iron that cuts has been heated and cuts and burns at the same time, the cutting takes place together with the burning, and the burning is inseparable from the cutting. And the concurrence of the activities brings to them their unity, not by nature, but by union. He, then, who said "theandric activity," by the single expression showed that the two activities are one in their concurrence and are not distinguished in actual fact. But by saying "theandric"—that is, divine and human—he showed the difference in nature of the activities even after the union.
Ἄλλως δὲ δύο τινὰ δηλοῦντος τοῦ τῆς ἐνεργείας ὀνόματος (ἐνέργεια γὰρ φυσική ἐστιν, ἡ τῆς ἐνοικ[ουρ]ούσης τῇ φύσει δυνάμεως πρόβασις εἰς ἔργου τινὸς ἐκπλήρωσιν, ἤτις ἐν τῷ ἐνεργεῖν ἔχει τὸ εἶναι, καθὼς ἡ δύναμις ἐν τῷ πεφυκέναι καὶ δύνασθαι. Λέγεται πάλιν ἐνέργεια, καὶ ἡ τοῦ ἔργου ἐκπλήρωσις, αὐτὸ τὸ ἐνεργητὸν, ὁ τοῦ πράγματος ἀποτελεσμὸς, ἡ πρᾶξις αὐτή)· τοῦτο δὴ τὸ δεύτερον σημαινόμενον τῆς ἐνεργείας προσαρμοστέον τῇ θεανδρικῇ. Θεανθρώπου γὰρ ὑπάρχοντος τοῦ Χριστοῦ, καὶ πᾶσα πρᾶξις αὐτοῦ θεανθρωπικὴ καὶ θεανδρική. Τὸ δὲ οὕτω λέγειν οὐ φέρει σύγχυσιν ταῖς ἐνεργείαις, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν εἶναι διασαφεῖ τὸν ἐνεργοῦντα· καὶ θεϊκῶς καὶ ἀνθρωπικῶς· οὔτε τὰ θεῖα κατὰ Θεόν· ἄνθρωπος γάρ· οὔτε κατ' ἄνθρωπον τὰ ἀνθρώπινα· Θεὸς γάρ. Ὡσαύτως καὶ ὁ μίαν φύσιν εἰρηκὼς τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, οὐ μιᾶς φύσεως τὸν Κύριον ἐδογμάτισε. Τὸ γὰρ σεσαρκωμένην προσθεὶς, τὴν τοιαύτην ἀνεῖλεν ὑπόνοιαν. Ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύσις, ἤγουν ἡ θεία· καὶ ἑτέρα πάλιν ἡ τῆς σαρκὸς, ἤγουν ἡ ἀνθρωπικὴ συνεκδοχικῶς.
But the name of activity indicates two things in another way (for natural activity is the advance of the power that dwells in the nature toward the fulfillment of some work, which has its being in acting, just as the power has its being in being naturally endowed and able. Again, activity is also spoken of as the fulfillment of the work, the very thing worked, the completion of the matter, the action itself). This second meaning of activity must be applied to the theandric [activity]. For since Christ is God-man, every action of his is also God-manly and theandric. And to speak in this way does not bring confusion to the activities, but makes clear that the one who acts is one and the same, both divinely and humanly: neither the divine things according to God—for he is man—nor the human things according to man—for he is God. Likewise, he who has said one incarnate nature of God the Word did not dogmatize that the Lord is of one nature. For by adding "incarnate," he removed such a suspicion. For one is the nature of the Word, that is, the divine; and another again is that of the flesh, that is, the human, by synecdoche.
ΚΕΦΑΛ. Κʹ.
Ἕτερον θέλημα τῆς θείας φύσεως, καὶ ἕτερον τῆς ἀνθρωπικῆς. Θέλημα δὲ τὴν θέλησιν λέγομεν, αὐτὴν τὴν δύναμιν τὴν θελητικὴν, ἥτις ἐστὶ θέλημα φυσικόν. Τὸ τοίνυν τῆς ἀνθρωπίνης θέλημα φύσεως ὁ Κύριος προσλαβόμενος καὶ θεώσας αὐτὸ, διετήρησεν ὅπερ ἦν κατὰ φύσιν ἀνθρώπινον. Καὶ τοῦτο παραστῆσαι βουλόμενος ἐναργῶς, εἰσελθὼν εἰς οἶκον ἐν τοῖς μέρεσι Τύρου καὶ Σιδῶνος, οὐδένα ἠθέλησε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν, Οἰκονομικῶς γὰρ θελήσας λαθεῖν οὐ δεδύνητο· διδάσκων ἡμᾶς διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι τὸ τῆς ἀνθρωπίνης φύσεως θέλημα τὸ ἀσθενὲς ὁ πανσθενὴς οὐκ ἀπεδοκίμασεν, ἀλλ' οὐσιωδῶς ᾠκειώσατο καὶ αὐτὸ, τὴν ἡμετέραν ὅλην φύσιν μετὰ πάντων τῶν κατὰ φύσιν ἀναλαβών. Λέγεται μὲν οὖν
θέλημα προηγουμένως, ἡ θέλησις, ἥτις ἐστὶ θέλημα φυσικὸν, ὡς δεδήλωται. Λέγεται θέλημα καὶ αὐτὸ τὸ θελητόν· ὅπερ ἐν ἀνθρώποις ἐστὶν ὑποστατικὸν, οὐ τὸ αὐτὸ πάσῃ τῇ φύσει προσόν. Τῷ μὲν γὰρ τῶν ἀνθρώπων, τὸ ἰδιάζειν τυχὸν τεθέληται· τῷ δὲ, τὸ παῤῥησιάζεσθαι· καὶ τῷ μὲν, τὸ γηπονεῖν· τῷ δὲ, τὸ ναυτίλλεσθαι· καὶ ἄλλῳ πάλιν ἄλλο τι κατὰ γνώμην ἐστί. Πολλάκις δὲ τῷ αὐτῷ καὶ ἑνὶ διάφορον καὶ ἄλλοτε ἄλλο τὸ θελητόν. Καλεῖται δὲ τὸ τοιοῦτον ὑποστατικὸν, θέλημα γνωμικόν. Τοιγαροῦν ὁ Κύριος ἐπειδὴ δύο φύσεων ὡμολόγηται, δύο κεκτῆσθαι καὶ θελήματα πιστεύεται φυσικὰ, θεῖόν τε καὶ ἀνθρώπινον· ἤγουν δυνάμεις δύο θελητικὰς ἀλλήλων διαφερούσας τῷ λόγῳ τῆς φύσεως. Ἐπεὶ δὲ μιᾶς ὑποστάσεως ἔγνωσται, σφαλερὸν εἰπεῖν ἐπ' αὐτοῦ διάφορα θελήματα γνωμικά.
CHAPTER 20
One will belongs to the divine nature, and another to the human nature. We call "will" the willing faculty itself, which is natural will. The Lord, therefore, having taken up the will of the human nature and deified it, preserved it as what it was by nature, human. And wishing to show this clearly, when he entered a house in the regions of Tyre and Sidon, he wished no one to know, and he could not escape notice. For having willed economically to escape notice, he was not able. He was teaching us through the things themselves that the almighty did not reject the weak will of the human nature, but made it his own essentially, taking up our whole nature with all its natural properties. It is said, then,
"will" primarily as the willing, which is natural will, as has been shown. "Will" is also said of the thing willed itself, which among human beings is hypostatic, not belonging to the whole nature alike. For to one man, perhaps, to be private has been willed; to another, to speak boldly; and to one, to farm; to another, to sail; and to another again, something else according to his judgment. And often for the same single person the thing willed is different, and at different times different. Such a hypostatic thing is called will of judgment. Since, therefore, the Lord is confessed to be of two natures, he is believed to possess also two natural wills, divine and human—that is, two willing powers differing from each other by the principle of nature. But since he is known to be of one hypostasis, it is erroneous to say of him that there are different wills of judgment.
Τὸ γὰρ θελητὸν ἓν, ὅτι καὶ ὁ θέλων εἷς, τῆς ἀνθρωπικῆς αὐτοῦ θελήσεως, πρὸς τὸ οἰκεῖον θελητὸν κινουμένης· ὅτε τοῦτο τῇ θεϊκῇ θελήσει αὐτοῦ θελητὸν ἦν, καὶ ἐφ' ὅσον ἦν θελητόν.
ΚΕΦΑΛ. ΚΑʹ.
Διχῶς δὲ τῆς γνώμης λεγομένης· λέγεται γὰρ γνώμη καὶ ἡ ἁπλῶς ῥοπὴ πρὸς τὸ θελητὸν, ὡς ἐλλό γως γινομένη καὶ μετὰ γνώσεως ἐν τοῖς λογικοῖς. Λέγεται γνώμη καὶ ἡ ἐκ προβουλεύσεως καὶ κρίσεως περί τι διάθεσις· οὐκ ἀσφαλὲς ἢ γνώμην ἢ θέλημα γνωμικὸν εἰπεῖν ἐπὶ τοῦ Χριστοῦ κατὰ τὸ τῆς γνώμης δεύτερον σημαινόμενον· διὰ τὸ συνεισάγεσθαι τούτοις τὴν ἄγνοιαν. Εἰ γὰρ καὶ τὴν ἀγνοοῦσαν ὁ Κύριος φύσιν ἔλαβεν, ἀλλὰ τῶν θείων αὐχημάτων ταύτῃ μετέδωκε. Καὶ ἦν ἡ τοῦ Κυρίου ψυχὴ πᾶσαν ἔχουσα σοφίαν θείαν ἅμα δὴ καὶ ἀνθρωπικήν· πᾶσαν γνῶσιν τῶν γεγονότων, τῶν ὄντων, τῶν ἐσομένων· οὐ φύσει, οὐ χάριτι· διὰ δὲ τὴν πρὸς αὐτὸν τὸν μόνον σοφὸν καὶ πάντα καὶ πρὸ τῆς αὐτῶν γενέσεως εἰδότα προαιωνίως, καθ' ὑπόστασιν ἕνωσιν. Ποίας οὖν ἔχρῃζεν αὕτη βουλῆς; τίνος τῶν μετὰ τὴν βουλὴν, ἡ πάντα γινώσκουσα, καθὼς ἔφημεν. Εἰ δέ ποτε πεινῶντα τὸν Κύριον, ἐλθεῖν γέγραπται πρὸς συκῆν καρπὸν οὐκ ἔχουσαν, εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ, καὶ οὐχ εὗρεν εἰ μὴ φύλλα· καθ' ὑπόνοιαν ὁ τοιοῦτος τοῦ λόγου σχηματισμὸς, καθὼς ἂν ὑπενόησεν ἴσως ὁ τὴν αὐτοῦ πρὸς τὴν συκῆν κατιδὼν ἔλευσιν, μὴ μέντοι τὸν τῆς οἰκονομίας λόγον εἰδώς. Τίνι γὰρ ἂν καὶ τῶν τυχόντων ἠγνοήθη τὸ πρόδηλον, ἐπεὶ καιρὸς σύκων οὐκ ἦν; Ἀλλ' ὡς ἂν ὁ τὸ πᾶν ἰσχύων ἐνδείξηται κατὰ καιρὸν, ὅτι μὴ μόνον εὐεργετικὴν ἔχει δύναμιν, ἀλλά γε καὶ τιμωρητικήν·
For the object of will is one, because the one who wills is also one, since his human will, when moved toward its own object of will, was an object of will to his divine will, and insofar as it was willed.
CHAPTER 21
Since "disposition" is spoken of in two ways: for "disposition" is spoken of both as the simple inclination toward an object of will, as it occurs without reasoning and with knowledge in rational beings. "Disposition" is also spoken of as the attitude concerning something that comes from prior deliberation and judgment. It is not safe to speak of either a disposition or a dispositional will in the case of Christ according to the second meaning of "disposition," because ignorance is introduced along with these. For even if the Lord took up a nature that was ignorant, yet he imparted to it his divine excellences. And the soul of the Lord had all wisdom, both divine and human at once: all knowledge of things that have come to be, of things that are, of things that will be—not by nature, not by grace, but through his hypostatic union with the one who alone is wise and who knows all things even before their coming to be, from before the ages. Of what counsel, then, did this soul have need? Of what of the things that follow counsel, she who knows all things, as we have said? But if at some time it is written that the Lord, being hungry, came to a fig tree that had no fruit, to see whether perhaps he would find something on it, and found nothing but leaves—such a shaping of the account is by way of suggestion, as perhaps the one who observed his coming to the fig tree might have supposed, not however knowing the reason of the economy. For to whom even of ordinary people would the obvious fact have been unknown, since it was not the season for figs? But so that the one who has power over all things might demonstrate at the proper time that he has not only a beneficent power but also a punitive one—
καὶ ὡς ὅπερ ἐθέλοι λόγῳ μόνῳ τοὺς σταυρώσοντας ἀποξηρανεῖ· τὴν πεῖναν, καὶ τὴν πρὸς τὴν συκῆν ἔλευσιν προηγούμενα τίθησι τῆς τοιαύτης ἐνδείξεως ὁ σοφὸς καὶ φιλάνθρωπος. Διά τοι τοῦτο καὶ παρὰ τὸ εἰωθὸς ἡ πεῖνα πρωΐας οὔσης, καθὼς τεθέλητο. Τοιγαροῦν ἡ πρὸς τὴν συκῆν ἄφιξις, ὡσαύτως καὶ ἡ περὶ τοῦ Λαζάρου πεῦσις ὅποι τέθοιτο θανὼν ἐκεῖνος, καὶ εἴ τι παραπλήσιον, οὐκ ἀγνοίας, ἀλλ' οἰκονομίας καὶ προσφόρου συγκαταβάσεως. Κατὰ μὲν οὖν τὸ δεύτερον τῆς γνώμης καὶ τῆς προαιρέσεως σημαινόμενον, οὔτε γνώμην, οὔτε προαίρεσιν εἴποιμεν ἂν ἐπὶ τοῦ Χριστοῦ. Κατὰ δὲ τὸ πρῶτον, καὶ κατὰ γνώμην Θεοῦ τόδε τι διαπεπράχθαι φαμὲν, τουτέστι θελητὸν τῷ Θεῷ, καὶ ἀποδεκτὸν τὸ πραχθέν· ὡς εἰ λέγοιμεν τὸν Δαβὶδ βεβασιλευκέναι κατὰ γνώμην Θεοῦ. Καὶ προαιρετικὸς μὲν ὁ τοῦ Θεοῦ Λόγος· προαιρετικὸν δὲ τὸ Πνεῦμα τὸ ἅγιον εἴρηται. Δέον οὖν ἐρευνᾶσθαι τὴν λέξιν ἐν ἅπασιν, εἰ πλείω δηλοῖ τοῦ ἑνὸς, καὶ μετ' εὐκρινείας τοὺς λόγους προβαίνειν πρὸς τὰ δηλούμενα. Πολλὴ γὰρ ἡ ἐκ τῆς ὁμωνυμίας ἀπάτη, καὶ πρῶτος αὕτη τρόπος ἐν τοῖς σοφίσμασιν.
And that he would wither those who would crucify him by his word alone, as he willed; the wise and philanthropic one sets down the hunger and the coming to the fig tree as preceding such a demonstration. For this reason also, contrary to custom, the hunger occurred while it was morning, just as it had been willed. Therefore the arrival at the fig tree, and likewise the inquiry about Lazarus, where the dead man had been laid, and anything similar, are not of ignorance, but of economy and fitting condescension. According to the second meaning, then, of judgment and choice, we would not speak of judgment or choice in the case of Christ. But according to the first, we say that this or that was done according to the judgment of God, that is, the thing done was willed by God and acceptable; as if we should say that David reigned according to the judgment of God. And the Word of God is capable of choice; and the Holy Spirit is said to be capable of choice. It is necessary, therefore, that the expression be examined in all cases, whether it indicates more than one thing, and that the arguments proceed with clarity toward the things signified. For great is the deception from homonymy, and this is the first mode among sophisms.
ΚΕΦΑΛ. ΚΒʹ.
Οὔτω τοι καὶ τὸ Θεὸς ὄνομα καὶ τὸ ἄνθρωπος, ποτὲ μὲν φύσιν σημαίνει, ποτὲ δ' ὑπόστασιν. Ἡ δὲ θεότης ὡσαύτως καὶ ἡ ἀνθρωπότης, φύσιν ἀεὶ μόνην, ἀλλ' οὔποτε καὶ ὑπόστασιν. Τὸ δὲ Χριστὸς ὑπόστασιν δηλοῖ σύνθετον, ἐκ θεότητός τε καὶ ἀνθρωπότητος. Καὶ τὸ χρίσαν μὲν ἡ θεότης, ἡ ἀνθρωπότης δὲ, τὸ χρισθέν. Χρίσιν δὲ νοητέον, τὴν ὅλου τοῦ χρίσματος εἰς ὅλον τὸ χρισθὲν περιχώρησιν. Οὔτω γὰρ ἂν εἴη τὸ τὴν χρίσιν δεδεγμένον ταῖς ἀληθείαις ὅλον χριστόν. Τὸ γὰρ ἐπιπολαίως χρισθὲν, ἐκ μέρους χριστὸν, ἀλλ' οὐχ ὁλικῶς· ὅθεν οὐδὲ κυρίως χριστόν. Διὸ βασιλεῖς τε καὶ ἀρχιερεῖς τῷ ἐλαίῳ χριόμενοι, καὶ τὴν ἐπιπόλαιον δεχόμενοι χρίσιν, οὐ κυρίως χριστοί. Εἰ δὲ ἡ χάρις εἰς βάθος διὰ τοῦ χρίσματος, οὐδὲ πάλιν κυρίως χριστοί. Χάριτι γὰρ καὶ ἐπίκηροι. Μόνος τοίνυν ὁ Κύριος κυρίως χριστὸς, ὡς ὅλος διόλου καὶ οὐ χάριτι· τῇ δὲ καθ' ὑπόστασιν ἑνώσει καὶ ἀϊδίως χριστός.
ΚΕΦΑΛ. ΚΓʹ.
Εἰδέναι μέντοι χρὴ ὅτι τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες. Τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ· τὰ δὲ, ἐν τῇ ἑνώσει· τὰ δὲ, μετὰ τὴν ἕνωσιν· τὰ δὲ, μετὰ τὴν ἀνάστασιν. Καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως μὲν, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν τὸ συναφὲς τῆς φύσεως, καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον δηλοῖ, ὡς τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ τὸ, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων· καὶ τὰ τοιαῦτα. Τὰ δὲ τὸ τέλειον τῆς ὑποστάσεως, ὡς τὸ, Υἱὸς τοῦ Θεοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καὶ τὸ, Μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς σύμβουλος· καὶ τὰ ὅμοια.
CHAPTER 22.
Thus indeed both the name "God" and the name "man" sometimes signify nature, and sometimes hypostasis. But "Godhead" likewise and "manhood" always signify nature only, but never hypostasis. And "Christ" indicates a composite hypostasis, from both Godhead and manhood. And the anointing is the Godhead, and the anointed is the manhood. And the anointing must be understood as the interpenetration of the whole of the anointing into the whole of the anointed. For thus would that which has received the anointing be in truth wholly Christ. For that which has been anointed superficially is Christ in part, but not wholly; wherefore neither is it properly Christ. Therefore kings and high priests who are anointed with oil and receive the superficial anointing are not properly christs. But if the grace goes to the depth through the anointing, neither again are they properly christs. For they are also mortal by grace. Only the Lord, then, is properly Christ, as being wholly throughout and not by grace; but by the union according to hypostasis and eternally he is Christ.
CHAPTER 23.
One must know, however, that of the things said of Christ there are four generic modes. For some of them fit him even before the incarnation; some in the union; some after the union; and some after the resurrection. And of those before the incarnation there are six modes. For some of them declare the kinship of nature and the consubstantiality with the Father, as "I and the Father are one"; and "He who has seen me has seen the Father"; and "Who, being in the form of God"; and the like. But others declare the perfection of the hypostasis, as "Son of God," and "the express image of his hypostasis"; and "Angel of great counsel, wonderful counselor"; and the like.
Τὰ δὲ, τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων περιχώρησιν, ὡς τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ τὴν ἀνεκφοίτητον ἵδρυσιν, ὡς, Λόγος, σοφία, καὶ δύναμις, καὶ ἀπαύγασμα. Ὅ τε γὰρ Λόγος ἐν τῷ νῷ (Λόγον δέ φημι τὸν οὐσιώδη), καὶ ἡ σοφία ὁμοίως· καὶ ἐν τῷ δυναμένῳ ἡ δύναμις, καὶ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα ἀνεκφοιτήτως ἵδρυται ἐξ αὐτοῦ πηγαζόμενον. Τὰ δὲ, ὡς ἐξ αἰτίου τοῦ Πατρὸς, ὡς, Ὁ Πατήρ μου μείζων μού ἐστιν. Ἐξ αὐτοῦ γὰρ ἔχει τό τε εἶναι καὶ πάντα ὅσα ἔχει· τὸ μὲν εἶναι γεννητῶς, καὶ οὐ δημιουργικῶς, ὡς τὸ, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον· καὶ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα. Πάντα δὲ ὅσα ἔχει οὐ μεταδοτικῶς, οὔτε διδακτικῶς, ἀλλ' ὡς ἐξ αἰτίου, ὡς τὸ, Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μήτι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Εἰ μὴ γὰρ ὁ Πατήρ ἐστι, οὐδὲ ὁ Υἱός. Ἐκ τοῦ Πατρὸς γὰρ ὁ Υἱὸς, καὶ ἐν τῷ Πατρὶ, καὶ ἅμα τῷ Πατρὶ, καὶ οὐ μετὰ τὸν Πατέρα. Ὁμοίως καὶ ἃ ποιεῖ, ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ. Μία γὰρ καὶ ἡ αὐτὴ, οὐχ ὁμοία, ἀλλ' ἡ αὐτὴ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος θέλησις, ἐνέργειά τε καὶ δύναμις. Τὰ δὲ, ὡς τῆς πατρικῆς εὐδοκίας διὰ τῆς αὐτοῦ ἐνεργείας πληρουμένης, οὐχ ὡς δι' ὀργάνου, ἢ δούλου, ἀλλ' ὡς δι' οὐσιώδους καὶ ἐνυποστάτου αὐτοῦ Λόγου καὶ σοφίας καὶ δυνάμεως· διὰ τὸ μίαν ἐν Πατρὶ καὶ Υἱῷ θεωρεῖσθαι κίνησιν· ὡς τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ τὸ, Ἀπέστειλε τὸν Λόγον αὑτοῦ καὶ ἰάσατο αὐτούς· καὶ τὸ, Ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας. Τὰ δὲ προφητικῶς· καὶ τούτων τὰ μὲν, ὡς μέλλοντα· οἷον, Ἐμφανῶς ἤξει· καὶ τὸ τοῦ Ζαχαρίου, Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι·
But the passages that speak of the mutual indwelling of the hypostases, as in "I in the Father, and the Father in me"; and of the inseparable establishment, as "Word, wisdom, and power, and radiance." For the Word is in the mind (and by Word I mean the substantial one), and wisdom likewise; and the power is in the one who is able, and the radiance is inseparably established in the light, welling forth from it. But the passages that speak of him as from the Father as cause, as "My Father is greater than I." For from him he has both his being and all that he has: his being by generation, not by creation, as "I came forth from the Father"; and "I live because of the Father." But all that he has, not by impartation nor by teaching, but as from a cause, as "The Son cannot do anything of himself, unless he sees the Father doing it." For if the Father is not, neither is the Son. For the Son is from the Father, and in the Father, and together with the Father, and not after the Father. Likewise also the things he does, are from him and with him. For one and the same—not similar, but the same—is the will, activity, and power of the Father, and of the Son, and of the Holy Spirit. But the passages that speak of the Father's good pleasure being fulfilled through his own activity, not as through an instrument or a servant, but as through his own substantial and hypostatic Word and wisdom and power; because one motion is contemplated in the Father and the Son; as "All things came to be through him"; and "He sent his Word and healed them"; and "That they may know that you sent me." But the passages that are prophetic; and of these, some as things to come; for example, "He will come openly"; and that of Zechariah, "Behold, your King comes to you.
καὶ τὸ ὑπὸ Μιχαίου εἰρημένον, Ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου, καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. Τὰ δὲ μέλλοντα, ὡς παρῳχηκότα· Οὗτος ὁ Θεὸς ἡμῶν, μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις
συνανεστράφη· καὶ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ εἰς ἔργα αὐτοῦ· καὶ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· καὶ τὰ τοιαῦτα. Τὰ μὲν οὖν πρὸ τῆς ἑνώσεως, καὶ μετὰ τὴν ἕνωσιν ἐπ' αὐτοῦ λεχθήσεται· τὰ δὲ μετὰ τὴν ἕνωσιν, πρὸ τῆς ἑνώσεως οὐδαμῶς, εἰ μήτοιγε προφητικῶς, ὡς ἔφημεν.
ΚΕΦΑΛ. ΚΔʹ.
Τῶν δὲ ἐν τῇ ἑνώσει, τρόποι εἰσὶ τρεῖς. Ὅτε μὲν γὰρ ἐκ τοῦ κρείττονος τὸν λόγον ποιούμεθα, θέωσιν τῆς σαρκὸς, καὶ λόγωσιν καὶ ὑπερύψωσιν λέγομεν, καὶ τὰ τοιαῦτα· τὸν προσγενόμενον τῇ σαρκὶ πλοῦτον ἐκ τῆς πρὸς τὸν ὕψιστον Θεὸν Λόγον ἑνώσεώς τε καὶ συμφυΐας ἐμφαίνοντες. Ὅτε δὲ ἀπὸ τοῦ ἐλάττονος, σάρκωσιν τοῦ Λόγου, ἐνανθρώπησιν, κένωσιν, πτωχείαν, ταπείνωσίν φαμεν. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐκ τῆς πρὸς τὸ ἀνθρώπινον κράσεως ἐπιλέγεται τῷ Λόγῳ τε καὶ Θεῷ. Ὅταν δὲ ἐξ ἀμφοῖν ἅμα, ἕνωσιν, κοινωνίαν, χρίσιν, συμφυΐαν, συμμόρφωσιν, καὶ τὰ τοιαῦτα φάσκομεν. Διὰ τοῦτον οὖν τὸν τρίτον τρόπον οἱ προλελεγμένοι δύο τρόποι λέγονται. Διὰ γὰρ τῆς ἑνώσεως δηλοῦται τί ἔσχεν ἑκάτερον ἐκ τῆς τοῦ συνυφεστῶτος αὐτῷ ἁρμογῆς καὶ περιχωρήσεως.
And what was said by Micah: "Behold, the Lord goes forth out of his place, and will come down and tread upon the high places of the earth." And things future as though past: "This is our God; after these things he appeared on earth and conversed with men"; and, "The Lord created me as the beginning of his ways for his works"; and, "Therefore God, your God, has anointed you with the oil of gladness beyond your fellows"; and the like. So then, the things before the union, and the things after the union, will be said of him; but the things after the union, by no means before the union, unless perhaps prophetically, as we have said.
CHAPTER 24.
Of the things in the union, there are three modes. For when we make the account from the greater, we speak of deification of the flesh, and wordification and super-exaltation, and the like, showing forth the wealth that accrued to the flesh from its union and connaturality with the most high God the Word. But when from the lesser, we speak of the Word's enfleshment, becoming man, emptying, poverty, humiliation. For these and the like are predicated of the Word and God from his blending with the human. And when from both together, we declare union, communion, anointing, connaturality, conformation, and the like. By this third mode, then, the two previously mentioned modes are spoken. For through the union it is made clear what each had from its conjunction and mutual indwelling with the one co-hypostatized with it.
Διὰ γὰρ τὴν καθ' ὑπόστασιν ἕνωσιν, ἡ σὰρξ τεθεῶσθαι λέγεται, καὶ Θεὸς γενέσθαι, καὶ ὁμόθεος τῷ Λόγῳ, καὶ ὁ Θεὸς Λόγος σαρκωθῆναι, καὶ ἄνθρωπος γενέσθαι, καὶ κτίσμα λέγεσθαι, καὶ ἔσχατος καλεῖσθαι, οὐχ ὡς τῶν δύο φύσεων μεταβληθεισῶν εἰς μίαν φύσιν σύνθετον· ἀδύνατον γὰρ ἐν μιᾷ φύσει ἅμα τὰ ἐναντία φυσικὰ γενέσθαι· ἀλλ' ὡς τῶν δύο φύσεων καθ' ὑπόστασιν ἑνωθεισῶν, καὶ τὴν εἰς ἀλλήλας περιχώρησιν ἀσύγχυτον καὶ ἀμετάβλητον ἐχουσῶν. Ἡ δὲ περιχώρησις οὐκ ἐκ τῆς σαρκὸς, ἀλλ' ἐκ τῆς θεότητος γέγονεν. Ἀδύνατον γὰρ τὴν σάρκα περιχωρῆσαι διὰ τῆς θεότητος· ἀλλ' ἡ θεία φύσις ἅπαξ περιχωρήσασα διὰ τῆς σαρκὸς ἔδωκε καὶ τῇ σαρκὶ τὴν πρὸς αὐτὴν ἄῤῥητον περιχώρησιν, ἣν δὴ ἕνωσιν λέγομεν. Ἰστέον δὲ ὡς ἐπὶ τοῦ πρώτου καὶ δευτέρου τρόπου τοῦ ἐν τῇ ἑνώσει, τὸ ἀνάπαλιν θεωρεῖται. Ὅτε γὰρ περὶ τῆς σαρκὸς τὸν λόγον ποιούμεθα, θέωσιν καὶ λόγωσιν, καὶ ὑπερύψωσιν καὶ χρίσιν φαμέν. Ἀπὸ μὲν γὰρ τῆς θεότητος ταῦτα, περὶ δὲ τὴν σάρκα θεωρεῖται. Ὅτε δὲ περὶ τοῦ Λόγου, κένωσιν, σάρκωσιν, ἐνανθρώπησιν, ταπείνωσιν, καὶ τὰ τοιαῦτα, ἅτινά ἐστιν, ὡς ἔφημεν, ἐκ τῆς σαρκὸς, ἐπιλέγεται δὲ τῷ Λόγῳ καὶ Θεῷ. Αὐτὸς γὰρ ταῦτα ὑπέμεινεν ἐκών.
For because of the union according to hypostasis, the flesh is said to have been deified and to have become God, and co-divine with the Word, and the God Word is said to have been made flesh and to have become man, and to be called a creature and to be called the last—not as though the two natures had been changed into one composite nature (for it is impossible for opposites to be natural in one nature at the same time), but as though the two natures had been united according to hypostasis, possessing their interpenetration of one another without confusion and without change. And the interpenetration came not from the flesh but from the divinity. For it is impossible for the flesh to interpenetrate through the divinity; but the divine nature, having once interpenetrated through the flesh, gave also to the flesh the ineffable interpenetration toward itself, which indeed we call union. But one must know that in the case of the first and second mode of the union, the reverse is observed. For when we make our account concerning the flesh, we speak of deification and logosis and super-exaltation and anointing. For these things are from the divinity, but they are observed in relation to the flesh. And when we speak concerning the Word, we speak of kenosis, incarnation, becoming man, humiliation, and such things, which are, as we said, from the flesh, but are predicated of the Word and God. For he himself willingly endured these things.
ΚΕΦΑΛ. ΚΕʹ.
Τῶν δὲ μετὰ τὴν ἕνωσιν τρόποι εἰσὶ τρεῖς. Πρῶτος ὁ τῆς θείας φύσεως δηλωτικὸς, ὡς τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ πάντα ὅσα πρὸ τῆς ἐνανθρωπήσεως αὐτῷ ἐπιλέγεται, ταῦτα καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτῷ ἐπιλεχθήσεται, πλὴν τοῦ μὴ εἰληφέναι σάρκα, καὶ τὰ ταύτης φυσικά. Δεύτερος ὁ τῆς ἀνθρωπίνης, ὡς τὸ, Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς ἀλήθειαν ὑμῖν λελάληκα; καὶ τὸ, Οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου· καὶ τὰ τοιαῦτα. Τρίτος τρόπος, ὁ τῆς μιᾶς ὑποστάσεως δηλωτικὸς, καὶ τοῦ συναμφοτέρου παραστατικὸς, οἷον τὸ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ, Ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι' ἐμέ· καὶ τὸ, Ὑπάγω πρὸς τὸν Πατέρα, καὶ οὐκ ἔτι θεωρεῖτέ με· καὶ τὸ, Οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· καὶ τὸ, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ· καὶ τὰ τοιαῦτα.
Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ Χριστοῦ λεγομένων, εἴτε ἐν ῥήμασιν, εἴτε ἐν πράγμασι, τρόποι εἰσὶν ἕξ.
CHAPTER 25.
There are three modes of the things that pertain to the union. The first is that which is indicative of the divine nature, such as, I am in the Father, and the Father is in me; and, I and the Father are one. And all things that are said of him before the incarnation, these same things will also be said of him after the incarnation, except that he has not taken flesh, and the natural properties of the flesh. The second is that which is indicative of the human nature, such as, Why do you seek to kill me, a man who has spoken the truth to you? and, So must the Son of Man be lifted up; and the like. The third mode is that which is indicative of the one hypostasis, and representative of the composite, such as, I live because of the Father, and, He who eats me, he also will live because of me; and, I go to the Father, and you will no longer see me; and, They would not have crucified the Lord of glory; and, No one has ascended into heaven except the one who descended from heaven, the Son of Man who is in heaven; and the like.
Of these things that are said of Christ in a manner befitting a man, whether in words or in deeds, there are six modes.
Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακται καὶ λέγεται· οἷον, ὁ ἐκ Παρθένου τόκος, ἡ καθ' ἡλικίαν αὔξησίς τε καὶ προκοπὴ, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, τὸ δάκρυον, ὁ ὕπνος, ἡ τῶν ἥλων τρῆσις, ὁ θάνατος, καὶ τὰ τοιαῦτα, καὶ ὅσα φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπάρχουσιν. Ἐν τούτοις γὰρ ἅπασιν μίξις μὲν ἔστι τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, πλὴν τοῦ σώματος εἶναι πιστεύεται, οὐδὲν τούτων τοῦ θείου πάσχοντος, δι' αὐτῶν δὲ τὴν ἡμῶν οἰκονομοῦντος σωτηρίαν. Τὰ δὲ κατὰ προσποίησιν· οἷον τὸ ἐρωτᾷν, Ποῦ τεθείκατε Λάζαρον; ὁ ὑπὸ τὴν συκῆν δρόμος τὸ ὑποδύεσθαι, ἤγουν ὑπαναχωρεῖν· ἡ προσευχή· τὸ, προσεποιήσατο ποῤῥωτέρω πορεύεσθαι. Τούτων γὰρ καὶ τῶν παραπλησίων, οὔτε ὡς Θεὸς, οὔτε ὡς ἄνθρωπος ἔχρῃζε. Πλὴν ἀνθρωποπρεπῶς ἐσχηματίζετο, πρὸς ὅπερ ἡ χρεία καὶ τὸ λυσιτελὲς ἀπῄτει· οἷον τὴν προσευχὴν, διὰ τὸ δεῖξαι ὡς οὐκ ἔστιν ἀντίθεος, καὶ ὡς αἰτίαν ἑαυτοῦ τιμῶν τὸν Πατέρα· τὸ ἐρωτᾷν, οὐκ ἀγνοῶν, ἀλλ' ἵνα δείξῃ, ὡς κατὰ ἀλήθειάν ἐστιν ἄνθρωπος, μετὰ τοῦ εἶναι Θεός· τὸ ὑπαναχωρεῖν, ἵνα διδάξῃ μὴ προπετεύεσθαι, μηδ' ἑαυτοὺς προδιδόναι. Τὰ δὲ κατ' οἰκείωσιν καὶ ἀναφοράν· ὡς τὸ, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; καὶ τὸ, Μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε· καὶ τὸ, Γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τὸ, Αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Οὔτε γὰρ ὡς Θεὸς, οὔτε ὡς ἄνθρωπος ἐγκατελείφθη ποτὲ ὑπὸ τοῦ Πατρὸς, οὔτε ἁμαρτία, οὔτε κατάρα γέγονεν, οὔτε ὑποταγῆναι χρῄζει τῷ Πατρί. Καθὸ μὲν γὰρ Θεὸς, ἴσος ἐστὶ τῷ Πατρὶ, καὶ οὐδὲ ἐναντίος, οὐδὲ ὑποτεταγμένος·
For some of these things were done and said economically according to nature: for example, the birth from the Virgin, the growth and progress according to age, hunger, thirst, weariness, tears, sleep, the piercing of the nails, death, and the like, and all the natural and blameless passions that exist. For in all these there is a mingling of the divine with the human, yet it is believed that he is body, none of these things suffering in the divine nature, but through them he accomplishes our salvation. And some things were by pretense: for example, asking, Where have you laid Lazarus? the running under the fig tree, withdrawing, that is, retiring; prayer; the phrase, he pretended to go further. For these and similar things he needed neither as God nor as man. Except that he was shaped in a manner befitting man, for whatever need and advantage required: for example, prayer, to show that he is not opposed to God, and that he honors the Father as his cause; asking, not from ignorance, but to show that he is truly man, while being God; withdrawing, to teach not to be rash nor to betray ourselves. And some things were by appropriation and reference: as, My God, my God, why have you forsaken me? and, Him who knew no sin, he made to be sin for us; and, Becoming a curse for us; and, The Son himself will be subjected to him who subjected all things to him. For neither as God nor as man was he ever forsaken by the Father, nor did he become sin or a curse, nor does he need to be subjected to the Father. For insofar as he is God, he is equal to the Father, and neither opposed nor subjected;
καθὸ δὲ ἄνθρωπος, οὐδέ ποτε ἀνήκοος γέγονε τοῦ γεννήτορος ἵνα ὑποταγῆς δεηθῇ. Τὸ ἡμέτερον τοίνυν οἰκειούμενος πρόσωπον, καὶ μεθ' ἡμῶν τάσσων ἑαυτὸν, ταῦτα ἔλεγεν. Ἡμεῖς γὰρ ἦμεν οἱ ἁμαρτίας καὶ κατάρας ἔνοχοι, ὡς ἀπειθεῖς καὶ παρήκοοι, καὶ διὰ τοῦτο ἐγκαταλελειμμένοι. Τὰ δὲ, διὰ τὴν κατ' ἐπίνοιαν διαίρεσιν. Ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλῃς τὰ τῇ ἀληθείᾳ ἀχώριστα, ἤτοι τὴν σάρκα ἐκ τοῦ Λόγου, λέγεται καὶ δοῦλος καὶ ἀγνοῶν. Καὶ γὰρ τῆς δούλης καὶ ἀγνοούσης φύσεως ἦν· καὶ εἰ μὴ ἥνωτο τῷ Θεῷ Λόγῳ ἡ σὰρξ, δούλη ἦν καὶ ἀγνοοῦσα. Ἀλλὰ διὰ τὴν πρὸς τὸν Θεὸν Λόγον καθ' ὑπόστασιν ἕνωσιν, οὔτε δούλη ἦν, οὔτε ἠγνόει. Οὕτω καὶ Θεὸν αὑτοῦ τὸν Πατέρα ἐκάλεσε. Τὰ δὲ, διὰ τὴν πρὸς ἡμᾶς φανέρωσίν τε καὶ πίστωσιν, ὡς τὸ, Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Αὐτὸς γὰρ δεδοξασμένος ἦν τε καὶ ἔστιν· ἀλλ' ἡμῖν οὐκ ἦν φανερωθεῖσα καὶ πιστωθεῖσα ἡ δόξα αὐτοῦ. Καὶ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης καὶ ἐξ ἀναστάσεως νεκρῶν. Διὰ γὰρ τῶν θαυμάτων καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἐπιφοιτήσεως τοῦ ἀγίου Πνεύματος, ἐφανερώθη καὶ ἐπιστώθη τῷ κόσμῳ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ. Καὶ τὸ, Προέκοπτε σοφίᾳ καὶ χάριτι. Τὰ δὲ κατὰ τὴν τοῦ Ἰουδαϊκοῦ προσώπου οἰκείωσιν, μετὰ τῶν Ἰουδαίων ἀριθμῶν ἑαυτὸν, ὡς πρὸς τὴν Σαμαρεῖτίν φησιν· Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
But insofar as he is man, he was never disobedient to the Father, so as to need subjection. Therefore, appropriating our own person and placing himself with us, he said these things. For we were the ones guilty of sin and curse, as disobedient and heedless, and for this reason abandoned. And some things were said because of the division according to conception. For if by conception you divide the things that are in truth inseparable—namely the flesh from the Word—he is called both servant and ignorant. For he was of the servile and ignorant nature; and if the flesh had not been united to God the Word, it would have been servile and ignorant. But because of the union with God the Word according to hypostasis, it was neither servile nor ignorant. Thus he also called God his Father. And some things were said because of the manifestation and assurance to us, as, Father, glorify me with the glory that I had with you before the world was. For he was and is glorified; but his glory had not been manifested and assured to us. And what was said by the Apostle: who was designated Son of God in power according to the Spirit of holiness and by the resurrection of the dead. For through the wonders and the resurrection and the visitation of the Holy Spirit, it was manifested and assured to the world that he is the Son of God. And, he advanced in wisdom and grace. And some things were said according to the appropriation of the Jewish person, counting himself with the Jews, as he says to the Samaritan woman: You worship what you do not know; we worship what we know, because salvation is from the Jews.
ΚΕΦΑΛ. Κςϛʹ.
Καὶ τῶν μετὰ τὴν ἀνάστασιν τὰ μὲν εἰσὶ θεοπρεπῆ, ὡς τὸ, Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ὡς Θεοῦ δηλονότι καὶ τοῦ ἁγίου Πνεύματος· καὶ τὸ, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς
συντελείας τοῦ αἰῶνος· καὶ τὰ τοιαῦτα. Ὡς γὰρ Θεὸς, ἔστι μεθ' ἡμῶν. Τὰ δὲ ἀνθρωποπρεπῆ, ὡς τὸ, Ἐκράτησαν αὐτοῦ τοὺς πόδας· καὶ τὸ, Κἀκεῖ με ὄψονται· καὶ τὰ τοιαῦτα. Τῶν μετὰ τὴν ἀνάστασιν ἀνθρωποπρεπῶν τρόποι εἰσὶ διάφοροι. Τὰ μὲν γὰρ ἀληθῶς, ἀλλ' οὐ κατὰ φύσιν, ἀλλὰ κατ' οἰκονομίαν, πρὸς τὸ πιστώσασθαι ὅτι αὐτὸ τὸ παθὸν σῶμα ἀνέστη, ὡς οἱ μώλωπες, ἡ βρῶσις καὶ ἡ πόσις ἡ μετὰ τὴν ἀνάστασιν. Τὰ δὲ, ἀληθῶς κατὰ φύσιν, ὡς τὸ μεταβαίνειν τόπους ἐκ τόπων ἀμόχθως, καὶ τὸ διὰ τῶν θυρῶν κεκλεισμένων εἰσελθεῖν. Τὰ δὲ, κατὰ προσποίησιν, ὡς τὸ, Προσεποιήσατο ποῤῥωτέρω πορεύεσθαι. Τὰ δὲ, τοῦ συναμφοτέρου, ὡς τὸ, Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· καὶ τὸ, Εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· καὶ τὸ, Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς. Τὰ δὲ ὡς μεθ' ἡμῶν ἑαυτὸν τάττοντος τῷ τρόπῳ τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως, ὡς τὸ, Θεόν μου καὶ Θεὸν ὑμῶν. Δεῖ οὖν τὰ μὲν ὑψηλὰ προσνέμειν τῇ θείᾳ καὶ κρείττονι φύσει παθῶν καὶ σώματος· τὰ δὲ ταπεινὰ, τῇ ἀνθρωπίνῃ· τὰ δὲ κοινὰ, τῷ συνθέτῳ, ἤγουν τῷ ἑνὶ Χριστῷ, ὅς ἐστι Θεὸς καὶ ἄνθρωπος.
CHAPTER 26.
And of the things that happened after the resurrection, some are divine, as the saying, Baptizing them in the name of the Father, and of the Son, and of the holy Spirit — clearly as of God and of the holy Spirit; and the saying, Behold, I am with you all the days, until the
consummation of the age; and the like. For as God, he is with us. And some are human, as the saying, They held his feet; and the saying, And there they will see me; and the like. Of the human things after the resurrection there are various modes. For some are truly, but not according to nature, but according to economy, to confirm that the very body which suffered has risen, as the wounds, the eating and the drinking after the resurrection. And some are truly according to nature, as to pass from place to place without toil, and to enter through closed doors. And some are by pretense, as the saying, He pretended to go further. And some are of the composite, as the saying, I ascend to my Father and your Father, and my God and your God; and the saying, The king of glory shall enter; and the saying, He sat at the right hand of the majesty on high. And some are as of one ranking himself with us by the mode of division according to bare conception, as the saying, My God and your God. It is necessary, then, to assign the lofty things to the divine and superior nature, free of passions and of body; and the lowly things to the human nature; and the common things to the composite, that is, to the one Christ, who is God and man.
ΚΕΦΑΛ. ΚΖʹ.
Ἰστέον τοίνυν ὅτι τὸ μὲν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὄνομα τῶν οὐσιῶν ἤτοι φύσεών ἐστι παραστατικόν· τὸ δὲ Θεὸς καὶ ἄνθρωπος καὶ ἐπὶ τῆς φύσεως τάττεται· ὁπόταν λέγωμεν, Θεός ἐστιν ἀκατάληπτος οὐσία, καὶ ὅτι εἷς ἐστι Θεός. Λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ὑποστάσεων, ὡς τοῦ μερικωτέρου δεχομένου τὸ τοῦ καθολικωτέρου ὄνομα. Ὡς ὅταν φησὶν ἡ Γραφή· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἰδοὺ γὰρ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐδήλωσε. Καὶ ὡς ὅταν λέγῃ. Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι. Τὸν γὰρ Ἰὼβ μόνον ἐδήλωσεν. Ἐπὶ οὖν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο μὲν τὰς φύσεις γινώσκομεν, μίαν δὲ τὴν ὑπόστασιν ἐξ ἀμφοτέρων σύνθετον· ὅταν μὲν τὰς φύσεις ἀναθεωροῦμεν, θεότητα καὶ ἀνθρωπότητα καλοῦμεν· ὅτε δὲ τὴν ἐκ τῶν φύσεων συντεθεῖσαν ὑπόστασιν, ποτὲ μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν, καὶ Θεὸν καὶ ἄνθρωπον κατὰ ταυτὸν καὶ Θεὸν σεσαρκωμένον. Ποτὲ δὲ ἐξ ἑνὸς τῶν μερῶν, Θεὸν μόνον καὶ Υἱὸν Θεοῦ, καὶ ἄνθρωπον μόνον καὶ υἱὸν ἀνθρώπου. Καὶ ποτὲ μὲν ἐκ τῶν ὑψηλῶν μόνον, ποτὲ δὲ ἐκ τῶν ταπεινῶν μόνον. Εἷς γάρ ἐστιν ὁ κἀκεῖνο καὶ τοῦτο ὁμοίως ὑπάρχων· τὸ μὲν ὢν ἀεί· τὸ δὲ γενόμενος ὕστερον διὰ φιλανθρωπίαν. Θεότητα μὲν οὖν λέγοντες, οὐ κατονομάζομεν αὐτῆς τὰ τῆς ἀνθρωπότητος ἰδιώματα. Οὐ γάρ φαμεν θεότητα παθητὴν ἢ κτιστήν· οὔτε δὲ τῆς σαρκὸς ἤτοι τῆς ἀνθρωπότητος κατηγοροῦμεν τὰ τῆς θεότητος ἰδιώματα. Οὐ γάρ φαμεν σάρκα ἤτοι ἀνθρωπότητα ἄκτιστον.
CHAPTER 27.
One must know, then, that the name of divinity and of humanity is expressive of the essences, that is, the natures; but God and man is also applied to the nature, whenever we say that God is an incomprehensible essence, and that there is one God. But it is also taken of the hypostases, as the more particular receives the name of the more universal. As when the Scripture says, Therefore God, your God, has anointed you. For behold, it has indicated the Father and the Son. And as when it says, There was a certain man in the land of Ausitis. For it indicated Job alone. In the case of our Lord Jesus Christ, then, since we know two natures, but one hypostasis composed of both: whenever we contemplate the natures, we call them divinity and humanity; but when we contemplate the hypostasis composed of the natures, we sometimes name him Christ from both together, and God and man at the same time, and God made flesh. And sometimes from one of the parts, God only and Son of God, and man only and son of man. And sometimes from the exalted things only, and sometimes from the lowly things only. For he is one who is both that and this alike: being the one always, and becoming the other afterward through love of humanity. When we speak of divinity, then, we do not name in it the properties of humanity. For we do not say that divinity is passible or created; nor do we predicate of the flesh, that is, of humanity, the properties of divinity. For we do not say that the flesh, that is, humanity, is uncreated.
Ἐπὶ δὲ τῆς ὑποστάσεως, κἂν ἐκ τοῦ συναμφοτέρου, κἂν ἐξ ἑνὸς τῶν μερῶν ταύτην ὀνομάσωμεν, ἀμφοτέρων τῶν φύσεων τὰ ἰδιώματα αὐτῇ ἐπιτίθεμεν. Καὶ γὰρ ὁ Χριστὸς, ὅπερ ἐστὶ τὸ συναμφότερον, καὶ Θεὸς καὶ ἄνθρωπος λέγεται, κτιστὸς καὶ ἄκτιστος, καὶ παθητὸς καὶ ἀπαθής. Καὶ ὅταν ἐξ ἑνὸς τῶν μερῶν καὶ Υἱὸς Θεοῦ καὶ Θεὸς ὀνομάζηται, δέχεται τὰ τῆς συνυφεστηκυίας φύσεως ἰδιώματα, ἤτοι τῆς σαρκὸς Θεὸς παθητὸς ὀνομαζόμενος, καὶ Κύριος τῆς δόξης ἐσταυρωμένος· οὐ καθὸ Θεὸς, ἀλλὰ καθὸ καὶ ἄνθρωπος ὁ αὐτός. Καὶ ὅταν ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου ὀνομάζηται, δέχεται τὰ τῆς θείας οὐσίας ἰδιώματα καὶ αὐχήματα παιδίον προαιώνιον καὶ ἄνθρωπος ἄναρχος, οὐ καθὸ παιδίον καὶ ἄνθρωπος, ἀλλὰ καθὸ Θεὸς ὢν προαιώνιος, γέγονεν ἐπ' ἐσχάτων παιδίον. Καὶ οὗτός ἐστιν ὁ τρόπος τῆς ἀντιδόσεως, ἑκατέρας φύσεως ἀντιδούσης τῇ ἑτέρᾳ τὰ ἴδια, διὰ τὴν τῆς ὑποστάσεως
ταυτότητα, καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ, Ὁ ἄνθρωπος οὗτος ἄκτιστός ἐστι καὶ ἀπαθὴς καὶ ἀπερίγραπτος.
But in the case of the hypostasis, whether we name it from the composite whole or from one of the parts, we apply to it the properties of both natures. For Christ, which is the composite whole, is called both God and man, created and uncreated, and passible and impassible. And when from one of the parts he is named both Son of God and God, he receives the properties of the nature that is co-subsisting with it—that is, of the flesh—being named passible God, and Lord of glory crucified; not insofar as he is God, but insofar as he is also man, the same one. And when he is named man and son of man, he receives the properties and prerogatives of the divine essence—a child before the ages, and man without beginning; not insofar as he is a child and man, but insofar as, being God before the ages, he became a child in the last times. And this is the manner of the exchange, each nature giving over to the other its own properties, because of the identity of the hypostasis and their mutual interpenetration. In this way we can say of Christ: This is our God, who appeared on the earth and conversed with men; and, This man is uncreated and impassible and uncircumscribed.
ΚΕΦΑΛ. ΚΗʹ.
Ἐνηνθρώπησε τοίνυν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἵνα δι' αὑτοῦ καὶ ἐν αὑτῷ ἀνακαινίσῃ μὲν τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν· διδάξῃ δὲ καὶ ἡμᾶς τὴν ἐνάρετον πολιτείαν, ταύτην δι' ἑαυτοῦ ποιήσας ἡμῖν εὐεπίβατον· καὶ τῇ τῆς ζωῆς κοινωνίᾳ ἐλευθερώσῃ τῆς φθορᾶς τὴν καταφθαρεῖσαν ἀνθρώπων φύσιν, ἀπαρχὴ γενόμενος τῆς ἡμῶν ἀναστάσεως, καὶ τῆς τυραννίδος τοῦ διαβόλου λυτρώσηται, πρὸς θεογνωσίαν ἡμᾶς καλέσας. Πέπαυται γοῦν ἡ τῶν δαιμόνων θρησκεία, ἡ κτίσις τῷ θείῳ ἡγίασται αἵματι, βωμοὶ καὶ ναοὶ εἰδώλων καθῄρηνται, θεογνωσία πεφύτευται, Τριὰς ἡ ὁμοούσιος, ὁ εἷς Θεὸς ἀληθινὸς πιστεύεται καὶ λατρεύεται, ἀρεταὶ πολιτεύονται, ἀναστάσεως βεβαία ἐλπὶς διὰ τῆς Χριστοῦ δέδοται ἀναστάσεως, φρίττουσι τοὺς πάλαι ὑποχειρίους ἀνθρώπους οἱ δαίμονες· καὶ τό γε θαυμαστὸν, ὅτι ταῦτα πάντα διὰ σταυροῦ, καὶ παθῶν, καὶ θανάτου κατώρθωται· εἰς πᾶσαν τὴν γῆν τὸ Εὐαγγέλιον τῆς θεογνωσίας κεκήρυκται, οὐ πολέμῳ καὶ ὅπλοις καὶ στρατοπέδοις τοὺς ἐναντίους τροπούμενον, ἀλλ' ὀλίγοι γυμνοὶ, πτωχοὶ καὶ ἀγράμματοι διωκόμενοι, αἰκιζόμενοι, θανατούμενοι, σταυρωθέντα σαρκὶ καὶ θανόντα κηρύττοντες, τῶν πολλῶν καὶ δυνατῶν καὶ πλουσίων καὶ σοφῶν κατεκράτησαν· ἐνίσχυε γὰρ αὐτοὺς τοῦ σταυρωθέντος ἡ παντοδύναμος δύναμις. Ὁ πάλαι φοβερώτατος θάνατος ἥττηται, καὶ τῆς ἡδίστης ζωῆς νῦν προκρίνεται. Ταῦτα τῆς Χριστοῦ παρουσίας τὰ κατορθώματα, ταῦτα τῆς αὐτοῦ δυνάμεως τὰ γνωρίσματα. Οὐ γὰρ ὡς διὰ Μωσέως ἕνα λαὸν ἐξ Αἰγύπτου καὶ τῆς δουλείας Φαραὼ θάλασσαν διαστήσας διέσωσε·
CHAPTER 28.
The Son and Word of God, then, became man, so that through himself and in himself he might renew the image and likeness, and might also teach us the virtuous way of life, having made it easy of access for us by his own means; and by communion with life might free from corruption the corrupted nature of men, becoming the firstfruits of our resurrection, and might redeem us from the tyranny of the devil, having called us to the knowledge of God. At any rate, the worship of demons has ceased, creation has been sanctified by the divine blood, the altars and temples of idols have been destroyed, the knowledge of God has been planted, the consubstantial Trinity, the one true God, is believed and worshiped, virtues are practiced, a firm hope of resurrection has been given through the resurrection of Christ, the demons shudder at men who were once their subjects; and what is wonderful, all these things have been accomplished through the cross, and sufferings, and death. Into all the earth the Gospel of the knowledge of God has been proclaimed, not subduing its enemies by war and weapons and armies, but a few naked, poor, and unlettered men, persecuted, tortured, put to death, proclaiming him who was crucified in the flesh and died, prevailed over the many and powerful and rich and wise; for the almighty power of the crucified one strengthened them. Death, once most feared, has been defeated, and now the sweetest life is preferred to it. These are the achievements of Christ's coming, these are the marks of his power. For not as through Moses did he save one people from Egypt and from Pharaoh's slavery by dividing the sea;
πᾶσαν δὲ μᾶλλον τὴν ἀνθρωπότητα ἐκ φθορᾶς θανάτου καὶ τοῦ πικροῦ τυράννου τῆς ἁμαρτίας ἐῤῥύσατο· οὐ βίᾳ ἄγων πρὸς ἀρετὴν καὶ εὐσέβειαν, οὐχὶ γῇ καταχωννὺς, οὐ πυρὶ καταφλέγων, καὶ λιθοβολεῖσθαι προστάσσων τοὺς ἁμαρτάνοντας· ἀλλὰ πραότητι καὶ μακροθυμίᾳ αἱρεῖσθαι ταῦτα πείθων τοὺς ἀνθρώπους.
Ἀλλ', ὦ Θεοῦ Λόγε, καὶ σοφία, καὶ δύναμις, τί σοι ἀντὶ τούτων ἁπάντων οἱ ἄποροι καὶ ἀσθενεῖς ἡμεῖς ἀντιδοίημεν; Σὰ γὰρ ἅπαντα καὶ αἰτεῖς παρ' ἡμῶν οὐδὲν, ἢ τὸ σώζεσθαι. Αὐτὸς γὰρ καὶ τοῦτο διδοὺς, καὶ λαμβάνουσι χάριν εἰδὼς δι' ἄφατον ἀγαθότητα. Σοὶ χάρις, τῷ τὸ εἶναι δεδωκότι, καὶ τὸ εὖ εἶναι χαρισαμένῳ· κἀκ τούτου παραπεσόντας αὖθις ἐπαναγαγόντι πρὸς τοῦτο διὰ τῆς ἀῤῥήτου σου συγκαταβάσεως. Σοὶ τοίνυν πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Rather, he rescued all humanity from the corruption of death and from the bitter tyrant of sin; not driving them to virtue and piety by force, not burying them in the earth, not burning them with fire, nor ordering those who sin to be stoned; but by gentleness and long-suffering persuading men to choose these things.
But, O Word of God, and Wisdom, and Power, what shall we, the helpless and weak, give you in return for all these things? For all things are yours, and you ask nothing of us except to be saved. For you yourself give even this, and, in your ineffable goodness, you know the gratitude of those who receive it. Thanks be to you, who have given us being, and have bestowed on us well-being; and who, when we had fallen away from this, brought us back to it again through your ineffable condescension. To you, then, is due all glory, honor, and worship, with your Father who is without beginning, and with your all-holy, good, and life-giving Spirit, now and always and unto the ages of ages. Amen.