ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ Πρὸς τοὺς συκοφαντοῦντας ἡμᾶς, ὅτι τρεῖς θεοὺς λέγομεν. Μεγάλη παράκλησις ψυχαῖς, διὰ τὸ μισεῖσθαι κεκακωμέναις, τὸ μετὰ Κυρίου μισεῖσθαι. «Εἰ ὁ κόσμος γὰρ ὑμᾶς μισεῖ, γινώσκετε, φησὶν, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκε.» Διὸ εἰ ὁ Ἀγαπητὸς μισεῖ ται, τί μέγα, εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρ' ἀν θρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Ἐπ έχει μου τὸν λόγον ἡ μνήμη τῶν λυπηρῶν, ὑποτρέχουσα τὴν καρδίαν· καὶ προπῖπτον τὸ δάκρυον τὴν φωνὴν ἐπικόπτει, ὅταν ἐνθυμηθῶ, ὅτι ἀγάπης καὶ εἰρήνης ἡμῖν παρὰ Κυρίου καταλειφθείσης, οὐ ζητοῦμεν τὸ καταλειφθέν. Ἀφανές ἐστι τὸ δῶρον ἐν οὐδενὶ εὑρισκόμενον. Ἀγάπη κατελείφθη· καὶ μάχη ἐμπολιτεύεται. Ἕνωσις ἐδόθη· καὶ μῖσος ἐξήφθη. Με γάλην κατ' ἀλλήλων τὴν πυρκαϊὰν τοῦ μίσους ἐξ ήψαμεν· ἕκαστος καθ' ἑαυτὸν ὀδυρόμεθα, εἰς ἀλλήλους δὲ οὐ συμβιβαζόμεθα. Τίς μοι δώσει θέατρον τὴν οἰκουμένην ἅπασαν, καὶ φωνὴν σάλπιγγος εὐτονωτέραν, καὶ θρήνους Ἱερεμίου, καὶ δάκρυον δαψιλὲς κα ταῤῥῆξαι καρδίαν ὀδύναις συντετριμμένην, κατα χέασθαι κόνιν τὴν νῦν ἐκ τῆς ἀτιμίας ἡμῖν κατακεχυμένην, πενθῆσαί τε τὴν κοινὴν συμφορὰν, ὅτι ἐπι λέλοιπεν ἡ ἀγάπη ἡ ῥίζα τῶν ἐντολῶν; Διὰ τοῦτο ἀκορέστῳ τῇ περιπλοκῇ τοῦ πνεύματος συμπερι πτύσσομαι τοὺς παρόντας, ὅτι θέαμα ξένον ἔδειξαν εἷς ἑνὶ συγκολλώμενοι. Γεγενήμεθα γὰρ καθ' ἑαυτὸν ἕκαστος ὥσπερ ἡ ψάμμος, οὐ συνημμένοι ἀλ λήλοις, ἀλλ' ἕκαστος καθ' ἑαυτὸν διῃρημένοι. Οὔτε γὰρ οἰκοδομὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων, δυνατόν·
OF THE SAME AUTHOR, AN ORATION To those who slander us, saying that we speak of three gods. Great is the consolation to souls distressed by being hated, that they are hated together with the Lord. "For if the world hates you," he says, "know that it has hated me before you." Therefore, if the Beloved is hated, what is great if we are deemed worthy of hatred by men, in whom the possession of hatred abounds? The memory of sorrowful things possesses my discourse, running beneath my heart; and the tear falling before interrupts my voice, whenever I consider that, since love and peace were left to us by the Lord, we do not seek what was left. The gift is unseen, found in no one. Love was left behind; and strife holds sway. Unity was given; and hatred has been kindled. We have kindled against one another the conflagration of hatred instead of peace; each of us laments by himself, but we do not reconcile with one another. Who will give me the whole inhabited world as a theater, and a voice louder than a trumpet, and the lamentations of Jeremiah, and abundant tears to burst a heart crushed with griefs, to pour over the dust that is now poured out upon us from dishonor, and to mourn the common calamity, that love, the root of the commandments, has failed? For this reason with insatiable embrace of the spirit I fold together those present, because they have shown a strange sight, joined one to one. For we have each become by himself like the sand, not joined to one another, but each divided by himself. For neither can a building stand, when its bonds are removed.
οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴ συνδεδεμένην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης. Μικρὸν ἡμῖν μακροθύμως χρήσατε τὴν ἀκοὴν, οὐ πρὸς ἐπίδειξιν διαλεγομένοις, ἀλλ' εἰς κοινωνίαν τῶν λυπηρῶν συμπεριλαμβάνειν ἐπειγομένοις· φέρει γὰρ παραμυθίαν ὀδυρομένοις ἡ κοινωνία τῶν στεναγμῶν. Τάχα δὲ καὶ πρὸς Κύριον ἑνωθεῖσα ἡμῶν ἡ λύπη εὐτονώτερον ἂν διαβαίη. Ἢ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἰσακουσθήσεται διὰ τὴν ἐκ τῶν ἔργων ἀτο νίαν; Αὐτὸ τὸ ὁρώμενον τῆς παλαιᾶς ἀγάπης τῶν πατέρων ἐστὶ λείψανον. Τούτου γὰρ ἕνεκα ἐκεῖ νοι τὰς πανηγύρεις ταύτας ἐμηχανήσαντο, ἵνα τὴν ἐκ τῶν χρόνων ἐγγινομένην ἀλλοτρίωσιν διὰ τῆς τῶν και ρῶν ἐπιμιξίας ἀνανεοῦσθαι· καὶ τοὺς τὴν ὑπερορίαν οἰκοῦντας, ἕνα τοῦτον καταλαβόντας τόπον, ἑαυτοῖς ἀρχὴν φιλίας καὶ ἀγάπης τὴν συντυχίαν παρ έχειν. Τοῦτο πνευματικὴ πανήγυρις τὰ ἀρχαῖα ἀνανεουμένη· τοῖς μέλλουσιν ἀρχὴν παρεχομένη. Οὐ γὰρ ἤλθομεν ὠνίων ποιήσασθαι διάμειψιν, ἀλλ' ἀγάπης ἀλλήλοις δοῦναι ἀντάλλαγμα, πλήρη δοῦναι, καὶ πλή ρη λαβεῖν τὴν ἀγάπην. Ταῦτα οἱ πατέρες ἡμῶν κατεστήσαντο. Ἡμεῖς δὲ παραλαβόντες εἰς τί κατελήξαμεν δείξει τὰ ὁρώμενα. Οἱ πλεῖστοι τῶν παρόν των κατάσκοποι μᾶλλόν εἰσι κατάσκοποι τῶν λεγο μένων ἢ μαθηταὶ τῶν διδαγμάτων. Καὶ λόγος ἐπιζητεῖται οὐ πρὸς οἰκοδομὴν τῶν παρόντων, ἀλλὰ πρὸς ἐπήρειαν τῶν ἐφεδρευόντων. Κἂν μέν τι λεχθῇ συμβαῖνον ταῖς ἐπιθυμίαις τῶν ἐξοστρακιζόντων τὴν γνώμην, ἀπῆλθε καταδεξάμενος ὡς τὸ ἴδιον εὑρὼν παρ' ἡμῖν. Ταῦτα ἐγγραφέσθω ταῖς ὑμετέραις καρδίαις.
Nor can the Church be increased to its height unless it is bound together by the bond of peace and love. Give us your hearing patiently for a little while, not as we discourse for display, but as we hasten to include you in the fellowship of our griefs; for the fellowship of groans brings comfort to those who lament. And perhaps our grief, once united to the Lord, would pass through more vigorously. Or shall each of us be heard by himself alone, because of the feebleness of our works? This very thing that is seen is a remnant of the ancient love of the fathers. For it was for this reason that those men devised these festivals, so that the estrangement that arises from the passage of time might be renewed through the interchange of seasons; and so that those who dwell beyond the border, having reached this one place, might have their meeting as a beginning of friendship and love for themselves. This is a spiritual festival, renewing the ancient things and providing a beginning for those who are to come. For we have not come to make an exchange of wares, but to give one another love in return, to give love in full and to receive it in full. These things our fathers established. But what we, having received them, have come to—the things that are seen will show. Most of those present are rather spies on what is said than disciples of the teachings. And a discourse is sought not for the edification of those present, but for the mockery of those lying in wait. And if anything is said that suits the desires of those who ostracize our opinion, it departs having been accepted, as though they had found their own property among us. Let these things be written on your hearts.
Μαρτυρήσατε τῇ ἀληθείᾳ καὶ ἡμῖν πρὸς τοὺς ἐπιτρυλλοῦντας τὰ τοιαῦτα, ὅτι ἄρα ἡμεῖς τὴν πα λαιὰν δωρεὰν ἀνενεωσάμεθα. Ταῦτα γὰρ μὴ φοβουμένων τὸν Κύριον τὰ ῥή ματα, ἀνοιγόντων καθ' ἡμῶν στόμα, ὡς ἡμῶν τρεῖς θεοὺς καταγγελλόντων. Ὁ τρεῖς θεοὺς κηρύττων τί ζητεῖ ἐν Ἐκκλησίᾳ Κυρίου; Ἀλλαχοῦ πολυθεΐα· καὶ ἀλλαχοῦ θεοσέβεια. Ὁ τρεῖς λέγων κατατολμάτω καὶ τεσσάρων· ἐκτεινάτω τὸν ἀριθμὸν εἰς
δώδεκα. Τίς οὖν ἡ μανία τῶν ἠκονημένην γλῶσσαν ἐχόντων κατὰ τῆς ἀληθείας; Οὐ μικροψυχῶ πρὸς τὸν ἔλεγχον, ἀλλ' ἐκδέχομαι τὸ τοῦ Χριστοῦ δικαστήριον. Ἐκεῖ ἀν τικαταστήσονταί μοι οἱ τὴν ἐπήρειαν ταύτην ῥάπτοντες· «Οἶδε Κύριος τοὺς ὄντας αὑτοῦ·» καὶ, «Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν.» Εἰ μεταδίδωμι τὴν πίστιν τῶν Πατέρων, τί, παρ εὶς τοὺς Πατέρας, ἐμοὶ πολεμεῖς; Εἰ πιστεύω εἰς Πατέρα, εἰ ὁμολογῶ τὸν Υἱὸν, εἰ μὴ ἀθετῶ τὸ Πνεῦμα. Εἰ ὁ Τριάδα ὁμολογῶν τρεῖς ὀνομάζει θεοὺς, ἀθετεῖ τὸ βάπτισμα, καὶ πολεμεῖ τῇ πίστει. Τί, τὸ ἐμὸν πρόσωπον ὑποθέμενος, πολεμεῖς τῷ Κυρίῳ; Τίς κατέλειπε βαπτίζειν εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; ἐγὼ, ἢ Δεσπότης; Τίνος τὰ ῥήματα; κήρυκος, ἢ τοῦ ἀποστείλαντος; Τί, τὸ ἐμὸν πρόσωπον εὐεπίβατον ταῖς συκοφαντίαις εὑρὼν, δι' ἐμοῦ πολεμεῖς τῇ ἀληθείᾳ; δι' ἐμοῦ κατασείεις τὸ ὀχύρωμα τῆς πίστεως; Ἐγὼ μέν σοι εὐάλωτος· ἡ δὲ πίστις ἄσειστος. «Εἷς Κύριος,» μάνθανε τοῦ Παύλου λέγοντος, μὴ δύο, ἢ τρεῖς. Κἂν ὀνομάσω Κύριον τὸν Υἱὸν, οὐκ εἰς δύο κυρίους, οὐκ εἰς πολλοὺς θεοὺς διεῖλον τὴν κυριότητα. Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱός·
Testify to the truth, and to us against those who raise this kind of clamor, that we have renewed the ancient gift. For these are the words of men who do not fear the Lord, opening their mouth against us, as though we were proclaiming three gods. He who proclaims three gods, what is he seeking in the Church of the Lord? Polytheism belongs elsewhere; and elsewhere is the worship of God. Let him who says three dare also four; let him extend the number to twelve. What then is the madness of those who have a tongue sharpened against the truth? I do not lose heart at the accusation, but I await the judgment seat of Christ. There those who stitch together this insult against me will stand before me: "The Lord knows those who are his;" and, "He who slanders the poor provokes his Maker." If I transmit the faith of the Fathers, why, passing over the Fathers, do you make war on me? If I believe in the Father, if I confess the Son, if I do not set aside the Spirit. If he who confesses the Trinity names three gods, he sets aside the baptism, and makes war on the faith. Why, taking my person as a pretext, do you make war on the Lord? Who left it to us to baptize in the name of the Father, and of the Son, and of the Holy Spirit? I, or the Master? Whose are the words? The herald's, or the one who sent him? Why, having found my person easy to attack with slanders, do you make war on the truth through me? Through me do you shake the stronghold of the faith? I am indeed easy for you to capture; but the faith is unshaken. "One Lord," learn from Paul saying, not two, or three. Even if I name the Son Lord, I have not divided the lordship into two lords, nor into many gods. The Father is Lord, the Son is Lord;
«Μία πίστις,» ἐπειδὴ εἷς Κύριος. Ἓν ἑνὶ ἀκολουθεῖ· ἑνὶ Κυρίῳ μία πίστις, μιᾷ πίστει «ἓν βάπτισμα.» Οὕτως ἓν ἐξ ἑνὸς δι' ἑνὸς βεβαιοῦται. Εἰ δὲ οὐκ ἀθετῶ τὸ Πνεῦμα, οὐδὲ ἐν τῇ δουλικῇ αὐτὸ τίθημι τάξει, διὰ τοῦτο τὴν συκοφαντίαν ἐκείνην ἐκδέχομαι. Μὴ λέγε ἃ μὴ λέγω, καὶ ἴδωμέν σου τῆς συκοφαντίας τὸ πιθανόν. Τί ὑποκρύπτεις σεαυτοῦ τὴν ἐπήρειαν; Ψεύδῃ, κατηραμένε, λέγων παρ' ἡμῖν τρεῖς θεοὺς καταγγέλλεσθαι, καὶ οὐ λέγεις ἐκ τοῦ προφανοῦς, ὅτι ἡμεῖς ἐσμεν οἱ τοὺς κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον λέγοντας ἀναθεματίζοντες. Ταύτην τὴν κατηγορίαν δέχομαι. Ἐπὶ τούτῳ πῦρ καὶ ξίφος ἠκονημένον ὑφίσταμαι. Κἂν ὁ τροχὸς καταῤῥάσσῃ, κἂν βασανιστήρια ἐπ' ἐμὲ κινῆται, ἐν τῇ αὐτῇ πληροφορίᾳ δέχομαι τὰ βασανιστήρια, ἐν ᾗ καὶ οἱ μάρτυρες οἱ ἐνταῦθα κείμενοι τῶν στεφάνων ἠξιώθησαν. Τοῦτο τοίνυν ἐγκάλει μοι, ὅτι μὴ ἐν τοῖς κτίσμασι συναριθμῶ τὸ Πνεῦμα τὸ ἅγιον. Κἂν δέ τι περισσὸν λέγοις, τῷ κριτῇ λόγον δώσεις. «Ὅταν ἔλθῃ ὁ Παράκλητος,» νῦν ἀνεγινώσκετο· σὺ δὲ ταῖς συκοφαν τίαις ἀφορμὴν εἰς ἐπήρειαν τέθεικας. Παράκλητος, φησὶν, ὁ περὶ σοῦ παρακαλῶν. Δι' ὧν εὐεργετεῖ, διὰ τούτων ἀγνωμονεῖς. Οὐ δέχῃ τοίνυν τοῦ Παρακλήτου τὴν εὐεργεσίαν. Ἢ οὐχὶ ὁ Κύριος ἑαυτῷ ταύτην τὴν προσηγορίαν πρέπειν ἐνομοθέτησε; «Πέμψω ὑμῖν καὶ ἄλλον Παράκλητον.» Ὁ καὶ ἄλλον εἰπὼν οὐχ ἑαυτὸν ἔδειξε πρὸ τοῦ ἄλλου; Εἰ ἀπ' ἐμαυτοῦ λαλῶ, μὴ ἀκούετέ μου· εἰ τὰ γεγραμμένα ἀναγινώσκω, ὑπόκυψον τῇ ἀληθείᾳ. Ὁ τέλειος οὔτε μειοῦται, οὔτε αὔξεται. Εἷς ἀγέννητος ὁ Θεός· εἷς ὁ τούτου μονογενὴς ὁ Υἱὸς καὶ Θεός.
One faith," since there is one Lord. One thing follows from one: from one Lord, one faith; from one faith, "one baptism." Thus one is confirmed from one through one. But if I do not set aside the Spirit, neither do I place it in the rank of servitude—and for this reason I receive that slander. Do not say what I do not say, and let us see the persuasiveness of your slander. Why do you conceal your own insult? You lie, accursed man, when you say that three gods are proclaimed among us, and you do not say openly that we are the ones who anathematize those who call the Holy Spirit a creature. This accusation I accept. For this I endure fire and a sharpened sword. Even if the wheel crushes me, even if tortures are stirred up against me, I accept the tortures in the same assurance in which the martyrs who lie here were deemed worthy of crowns. Therefore bring this charge against me: that I do not number the Holy Spirit among creatures. And if you should say anything more, you will give an account to the Judge. "When the Paraclete comes"—this was just now being read; but you have made slanders an occasion for insult. The Paraclete, he says, is the one who pleads on your behalf. Through the very things by which he benefits you, through these you are ungrateful. You do not, then, accept the benefit of the Paraclete. Or did the Lord not ordain that this title befit himself? "I will send you another Paraclete." Did he who said "another" not show himself to be before the other? If I speak from myself, do not listen to me; if I read what is written, submit to the truth. The perfect one is neither diminished nor increased. One is God unbegotten; one is his only-begotten Son and God.
Ὥσπερ οὐκ ἔνι συναγέννητος Θεὸς ἕτερος, οὕτως οὐδὲ συγγεγεννημένος Υἱὸς ἕτερος; Ὥσπερ οὐ λόγῳ ὁ Πατὴρ, οὕτως οὐδὲ λόγῳ ὁ Υἱός. Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱός· Θεὸς τέλειος ὁ Πατήρ· Θεὸς τέλειος καὶ ὁ Υἱός. Ἀσώματος ὁ Πατήρ· ἀσώματος ὁ Υἱὸς, ἀσωμάτου χαρακτὴρ, καὶ εἰκὼν ἀσώματος. Πιστεύεις, ὅτι γεγέννηται; Μὴ ζήτει, Πῶς; Εἰ γὰρ ἐνδέχεται ζητεῖν, ὁ ἀγέννητος πῶς ἀγέννητος, ἐνδέχεται ζητεῖν, καὶ ὁ γεγεννημένος πῶς γεγέννηται· εἰ δὲ οὐ καταλείπει ζήτησιν ὁ ἀγέννητος, πῶς ἀγέννητος· οὕτως οὐδὲ ὁ γεγεννημένος καταλείπει ζητεῖν, πῶς γεγέννηται. Μὴ ζήτει τὰ ἀνεύρετα· οὐ γὰρ εὑρήσεις. Ἐὰν γὰρ ζητῇς, παρὰ τίνος ἔχεις μαθεῖν; Παρὰ γῆς; Οὐχ ὑφεστήκει. Παρὰ θαλάττης; Οὐκ ἦν ὑγρά. Παρ' οὐρανοῦ; Οὐκ ἦν ἐπαρθείς. Παρ' ἡλίου καὶ σελήνης καὶ ἄστρων; Οὐ δεδημιούργηντο. Ἀλλὰ παρ' αἰώνων; Πρὸ αἰώνων ὁ Μονογενής. Μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα ὑπὲρ τοῦ ἀεὶ ὄντος. Εἰ δὲ μὴ θέλεις, ἀλλὰ φιλονεικεῖς, καταγελῶ σου τῆς ἀνοίας, μᾶλλον δὲ κλαίω σου τὴν τόλμαν. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Τὸ, «ἦν,» περιγράφει τὸ, «οὐκ ἦν·» καὶ τὸ «Θεὸς,» περιγράφει τὸ, «οὐ Θεός.» Τοῖς γεγραμμένοις πίστευε, τὰ μὴ γεγραμμένα μὴ ζήτει. Οὗτος ὁ Λόγος, ὁ Υἱὸς τοῦ Θεοῦ, ἄνθρωπος ἐγένετο διὰ τὸν ἐκπεσόντα ἄνθρωπον
Just as there is no other God co-begotten, so neither is there another Son co-generated. Just as the Father is not by reason, so neither is the Son by reason. God is the Father, God is the Son; perfect God is the Father, perfect God is also the Son. Incorporeal is the Father, incorporeal is the Son, the impress of the incorporeal, and an incorporeal image. Do you believe that he has been begotten? Do not ask, How? For if it is possible to ask how the unbegotten is unbegotten, it is possible also to ask how the begotten has been begotten; but if the unbegotten leaves no question, how he is unbegotten, so neither does the begotten leave room to ask how he has been begotten. Do not seek the things that cannot be found, for you will not find them. For if you ask, from whom do you have it to learn? From the earth? It did not yet exist. From the sea? It was not yet wet. From heaven? It had not been raised up. From the sun and moon and stars? They had not been created. But from the ages? Before the ages was the Only-begotten. Do not examine the things that are not always over against him who is always. But if you are unwilling, and rather contend for victory, I laugh at your folly—or rather I weep for your audacity. "In the beginning was the Word, and the Word was with God, and the Word was God." The "was" circumscribes the "was not"; and "God" circumscribes the "not God." Believe the things that are written; do not seek the things that are not written. This Word, the Son of God, became man because of fallen man
Ἀδάμ. Διὰ τὸν Ἀδὰμ ὁ ἀσώματος ἐν σώματι. Διὰ τὸ σῶμα ἔλαβε νέφος τὸ σῶμα ὁ Λόγος, ἵνα μὴ καταφλέξῃ τὰ ὁρώμενα. Συγκατέβη σαρκὶ, ἵνα καὶ ἡ σὰρξ ἐκείνῳ συνεπαρθῇ. Ὁ ἀόρατος ἐν ὁρατῷ, ἵν' ὑποδύῃ τὰ ὁρώμενα. Ὡς ἄνθρωπος, ὑπὸ χρόνον· ὡς Θεὸς, πρὸ χρόνων. Τὸ, «ὡς,» οὐχ ὁμοιώσει, ἀλλ' ἀληθείᾳ κατ' ἀμφότερα Θεὸς καὶ ἄνθρωπος. Θεὸς ἦν, ἅνθρωπος ἐγένετο κατ' οἰκονομίαν. Οὐ πρότερον τὸ, «ἐγένετο,» καὶ τότε τὸ, «ἦν·» ἀλλὰ πρότερον τὸ, «ἦν,» καὶ τότε τὸ, «ἐγένετο.» Μὴ οὖν ἀναιρείτω τὸ δι' οἰκονομίαν τοῦ Μονογενοῦς τὴν θεότητα. Ταῦτα γὰρ αἱρετικῶν ἐκκλίσεις, καὶ Μανιχαίων μανίαι. «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Ἐγεννήθη διὰ γυναικὸς, ἵνα τοὺς γεννηθέντας ἀναγεννήσῃ. Ἐσταυρώθη ἑκὼν, ἵνα τοὺς μὴ σταυρωθέντας ἑκοντὶ καθέλῃ. Ἀπέθανεν ἑκὼν, ἵνα τοὺς ἀκουσίως ἀποθανόντας ἐγείρῃ. Ἐπεδέξατο ὃν οὐκ ἐπεδέχετο θάνατον, ἵνα τοὺς ὑπὸ θανάτου ζωοποιήσῃ. Κατέπιεν ὁ θάνατος ἀγνοῶν· καταπιὼν ἔγνω ὃν κατέπιεν. Κατέπιε ζωὴν, κατεπόθη ὑπὸ ζωῆς. Κατέπιε τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε διὰ τὸν ἕνα τοὺς πάντας. Ἥρπασεν ὡς λέων, συνεθλάσθη τοὺς ὀδόντας. Διὰ τοῦτο καὶ ὡς ἀσθενὴς καταφρονεῖται. Οὐκέτι γὰρ ὡς λέοντα φοβούμεθα, ἀλλ' ὡς δορὰν πατοῦμεν. Ἡ τοῦ Μονογενοῦς ἐκ Πατρὸς γέννησις σιωπῇ τιμάσθω. Οἶδε γὰρ αὐτὸς ὁ γεγεννηκὼς, καὶ ὁ γεγεννημένος. Εἰδέναι γὰρ ὀφείλομεν ἃ χρὴ λαλεῖν, καὶ ἃ χρὴ σιωπᾷν. Οὐ πάντα ῥητὰ τῇ γλώττῃ, ἵνα μὴ ὁ νοῦς, καθάπερ ὀφθαλμὸς ὅλον τὸν ἥλιον θέλων ὁρᾷν, ἀπολέσῃ καὶ ὃ ἔσχε φῶς. Ἐν γὰρ τούτῳ γινώσκεις, ἐὰν γνῷς, ὅτι μὴ κατείληφας.
Adam. For Adam's sake the incorporeal was in a body. Because of the body the Word took the body as a cloud, so as not to consume the things that are seen. He came down together with the flesh, so that the flesh also might be raised up together with him. The invisible in the visible, so that he might enter into the things that are seen. As man, under time; as God, before times. The "as" is not by likeness, but in truth in both respects: God and man. He was God, he became man by economy. Not first "he became," and then "he was"; but first "he was," and then "he became." Let not, then, the economy of the Only-begotten abolish his divinity. For these are the deviations of heretics, and the madnesses of the Manichaeans. "For no one can lay another foundation besides the one that is laid, which is Jesus Christ." He was born of a woman, so that he might regenerate those who are born. He was crucified willingly, so that he might bring down those who are not crucified willingly. He died willingly, so that he might raise those who died unwillingly. He received the death he did not receive, so that he might give life to those under death. Death swallowed him, not knowing; having swallowed, it knew whom it swallowed. It swallowed life, it was swallowed by life. It swallowed the one along with all, it destroyed all because of the one. It seized like a lion, its teeth were shattered. Therefore also, as one weak, he is despised. For no longer do we fear him as a lion, but we tread on him as a hide. The generation of the Only-begotten from the Father be honored in silence. For the one who begot knows, and the one who was begotten. For we ought to know what must be spoken, and what must be kept silent. Not all things are utterable by the tongue, lest the mind, like an eye wishing to see the whole sun, lose even the light it had. For in this you know, if you know, that you have not comprehended.
Ἐκείνην μὲν οὖν τὴν γέννησιν, ἄῤῥητον οὖσαν, σιωπῇ τιμήσωμεν. Ἐὰν δὲ καὶ περὶ ταύτην ἀτονήσωμεν, μὴ λυπηθῶμεν. Ἐκείνη μὲν γὰρ φοβερὰ διὰ τὴν φύσιν, αὕτη δὲ δυσερμήνευτος διὰ τὸ ξένον. Ὁ Ἰωάννης φωνὴ μὲν ἐλέγετο βοῶντος ἐν τῇ ἐρήμῳ, ἄνθρωπος δὲ ἦν τὴν φύσιν. Μὴ οὖν ἀναίρει διὰ τὸ ὄνομα τοῦ Λόγου τὴν τοῦ Μονογενοῦς ὑπόστασιν. Ἀλλ' ἴσως φῄς· Διὰ τί οὖν ἐκ δεξιῶν καθήμενος ἐντιμότερός ἐστιν; Ἀλλ' εἰ μὲν δι' ἑαυτοῦ τὴν τιμὴν εἶχεν, ἐντιμότερος· εἰ δὲ λαβὼν παρὰ τοῦ γεννήσαντος, τοῦ δεδωκότος ἡ χάρις. Οὐκ ἦν ἄλλος Υἱὸς, ἵνα ἐξ ἀριστερῶν καθίσῃ. Εἷς ἀγέννητος ὁ Θεὸς, εἷς καὶ ὁ τούτου Μονογενὴς, Υἱὸς καὶ Θεός. Ἔπρεπεν οὖν μὴ τὸν Υἱὸν ὀρέγειν τῷ Πατρὶ τὴν δεξιὰν, ἀλλὰ τὸν Πατέρα τῷ Υἱῷ. Δηλαδὴ ἀφωρισμένης τῆς παρ' ἡμῖν φύσεως, ἀφόρισον καὶ τὰ νοήματα. Ὁ μὲν γὰρ παρ' ἡμῖ πατὴρ ἐξ ἄλλου πατρὸς, καὶ χρόνων δεῖται, καὶ ἀνατροφῆς, καὶ αὐξήσεως, καὶ ἄλλης ἐπιμελείας, καὶ οὐχ ὅπερ βούλεται πατὴρ γεννᾷ· ὁ δὲ Θεὸς, σύνδρομον ἔχων τῇ βουλήσει τὴν δύναμιν, ἐγέννησεν ἄξιον ἑαυτοῦ, ἐγέννησεν ὡς αὐτὸς οἶδεν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
That generation, then, being ineffable, let us honor in silence. And if we are also weak regarding it, let us not be grieved. For that one is fearful because of its nature, but this one is hard to interpret because of its strangeness. John was called a voice of one crying in the wilderness, but he was a man by nature. Do not, then, because of the name of the Word, abolish the hypostasis of the Only-begotten. But perhaps you say: Why, then, is he who sits at the right hand more honorable? But if he had the honor of himself, he would be more honorable; but if he received it from the one who begot him, the grace belongs to the one who gave it. There was not another Son, so that he might sit on the left. One is God unbegotten, and one is his Only-begotten, Son and God. It was fitting, then, that the Son not extend the right hand to the Father, but the Father to the Son. Evidently, since the nature among us is distinct, the meanings are also distinct. For the father among us is from another father, and needs times, and nurture, and growth, and other care, and does not beget what he wishes to be a father; but God, having power running together with his will, begot one worthy of himself, begot as he himself knows; to whom be the glory and the might unto the ages of ages. Amen.