ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Λόγος διακριτικὸς, καὶ εἰς τὰς ἐντολὰς τοῦ Θεοῦ τοῖς ἀποταξαμένοις καὶ σωθῆναι θελουμένοις Ἀγαπητοὶ, φροντίσωμεν τῆς σωτηρίας ἡμῶν, ὅτι ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν· καὶ οὐ δύναταί τις φροντίσαι τῆς ἑαυτοῦ ψυχῆς, ἕως οὗ φρον τίζει τὰ τοῦ σώματος. Ὥσπερ γὰρ οὐ δύναταί τις προσέχειν ἐν ἑνὶ ὀφθαλμῷ εἰς τὸν οὐρανὸν, καὶ ἐν ἑνὶ ἐπὶ τὴν γῆν· οὕτως οὐ δύναται ἄνθρωπος φροντίσαι τὰ τοῦ Θεοῦ καὶ τὰ τοῦ σώματος. Ὥσπερ οὐ δύναται πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς ἐξενεγκεῖν ὕδωρ γλυκὺ καὶ πικρὸν, οὕτως οὐ δύναται ἄνθρωπος καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν. Ὥσπερ οὐ δύναται ἄκανθα καρπὸν ἐλαίου προβάλλεσθαι, οὕτως οὐ δύνα ται ἄνθρωπος καὶ τὰ οὐράνια ζητεῖν, καὶ τὰ ἐπίγεια ποθεῖν, καθώς φησιν ὁ Κύριος· Οὐ δύνασθε καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν. Ὅθεν καὶ ὁ ἀπόστολος Παῦλος ἀκούσας ταῦτα, καὶ ἐκκόψας αὐ τοῦ πάντα τὰ τῆς σαρκὸς φρονήματα, φησί· «Δι' ὃν πάντα ζημιοῦμαι, ἵνα Χριστὸν κερδήσω,» καὶ αὐτῷ συμβασιλεύσω. «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα δια βόλου, καὶ ἐπιθυμίας ἀτόπους.» Σὺ δὲ, ὦ ἀδελφὲ, μὴ προσέχῃς τι τοῦ κόσμου τούτου, ἵνα δυνηθῇς σωθῆναι, ἀλλὰ ἄσκησον δικαιοσύ νην, καὶ ἀλήθειαν, καὶ ἀγάπην, καὶ φόβον Κυρίου, καὶ πραότητα, ὑπακοὴν, καὶ ἐγκράτειαν, καὶ ἀμνησικακίαν. Μίσησον λόγους κοσμικοὺς, ἵνα καρδία σου ὄψηται τὸν καλόν. Ἀγάπησον τὸ συνεχῶς προσεύ χεσθαι, ἵνα φωτισθῇ σου ἡ καρδία.
Of our father among the saints Athanasius the Great, Patriarch of Alexandria, a discourse of discernment, and on the commandments of God, for those who have renounced the world and wish to be saved.
Beloved, let us take thought for our salvation, for the time is now shortened; and no one can take thought for his own soul as long as he takes thought for the things of the body. For just as no one can fix one eye on heaven and the other on the earth, so a man cannot take thought for the things of God and the things of the body. Just as a spring cannot bring forth from the same opening sweet water and bitter, so a man cannot both please God and fulfill the desires of the flesh. Just as a thorn cannot put forth the fruit of the olive, so a man cannot both seek the things of heaven and long for the things of earth, as the Lord says: You cannot both please God and fulfill the desires of the flesh. Therefore also the apostle Paul, having heard these things and having cut off from himself all the mindings of the flesh, says: "For whose sake I suffer the loss of all things, that I may gain Christ," and reign together with him. "But having food and covering, let us be content with these. For those who wish to be rich fall into temptation, and a snare of the devil, and absurd desires." But you, O brother, do not attend to anything of this world, that you may be able to be saved, but practice righteousness, and truth, and love, and the fear of the Lord, and meekness, obedience, and self-control, and forgetfulness of wrongs. Hate worldly words, that your heart may see the good. Love to pray continually, that your heart may be enlightened.
Διάδος ὑστερουμένοις ὀφθαλμῷ πλουσίῳ, ἵνα μὴ καταισχυνθῇς ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· μίσησον τὴν ἐπιθυμίαν ἐν τοῖς βρώμασιν, ἵνα μὴ ὁ Ἀμαλὴκ τῶν παθῶν κυκλώσῃ σε. Γοργεύου ἐν ταῖς προσευχαῖς, ἵνα μὴ καταφάγῃ σε τὸ θηρίον. Φεῦγε τὸν οἶνον, ἵνα μὴ στερηθῇς τῆς εὐφροσύνης τοῦ Θεοῦ. Ἀγάπησον τοὺς πιστοὺς, ἵνα διὰ αὐτῶν ἐλεήσῃς. Πόθησον τοὺς ἁγίους, ἵνα ὁ ζῆλος αὐτῶν ἑλκύσῃ σε πρὸς ἀρετήν. Μνη μόνευε τῆς ἐξόδου τῆς ψυχῆς σου, καὶ οὐχ ἁμαρτήσεις πολλὰ πρὸς Θεόν· ἀναμιμνήσκου ἀεὶ τὴν τῶν οὐρα νῶν βασιλείαν, ἵνα ἡ ἐπιθυμία αὐτῆς ἑλκύσῃ σε πρὸς αὐτήν· διαλογίζου τὴν γέενναν τοῦ πυρὸς, καὶ τῶν βασάνων τῶν δεινῶν, ἵνα μισήσῃς τὰ ἔργα τὰ πονηρά. Ἑτοίμαζε οὖν σεαυτῷ καθ' ἡμέραν ὑπαντῆσαι Χρι στῷ· μέλλει γὰρ ἀοράτως ἔρχεσθαι. Καθ' ἑκάστην ἡμέραν ἀνάκρινε σεαυτὸν ἐκ τῶν ἐντολῶν τοῦ Χριστοῦ, τί ὑστέρησας, καὶ ἀνοικοδόμει αὐτό. Ἴδωσιν οἱ ἀδελφοί σου τὰ ἔργα σου, καὶ ὁ ζῆλος ὁ κατὰ Θεὸν καταφάγεται αὐτούς. Ἐρεύνησον σεαυτὸν καθ' ἑκάστην ἡμέραν, ποῖον πάθος ἐνέκρωσας, καὶ δὸς δόξαν τῷ Θεῷ· αὐτοῦ γάρ ἐστι τὸ ἔλεος. Μὴ λογίζου ἑαυτὸν ὡς κατορθώσαντα τὸ ἀγαθὸν ἐνώπιον τοῦ Θεοῦ· φησὶ γάρ· «Ὅταν πάντα ποιήσητε, τότε λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν.» Μὴ ὑψηλοφρονήσῃς, ὅτι ἀπ' ἄρτι καλὸς εἶ· οὐ γὰρ δύνῃ πιστεῦσαι ἑαυτὸν τοῖς ἐχθροῖς σου. Μὴ θαῤῥήσῃς ἑαυτοῦ τῷ σώματι. Ὁ φοβούμενος τοὺς δαίμονας δῆλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἔστι φόβος Θεοῦ ἐν αὐτῷ. Ὁ γὰρ φοβούμενος τὸν Θεὸν ἐξ ὅλης αὐτοῦ τῆς καρδίας ἑδραῖός ἐστιν ἐπ' αὐτοῖς. Τὸ μὴ
Distribute to the needy with a generous eye, so that you may not be put to shame before the judgment seat of Christ. Hate desire in foods, so that the Amalek of the passions may not encircle you. Be swift in prayers, so that the beast may not devour you. Flee wine, so that you may not be deprived of the gladness of God. Love the faithful, so that through them you may obtain mercy. Long for the saints, so that their zeal may draw you to virtue. Remember the departure of your soul, and you will not sin much against God. Always call to mind the kingdom of the heavens, so that the desire for it may draw you toward it. Consider the Gehenna of fire and the dread torments, so that you may hate evil works. Therefore prepare yourself each day to meet Christ, for he is about to come invisibly. Each day examine yourself by the commandments of Christ, wherein you have fallen short, and rebuild it. Let your brothers see your works, and the zeal according to God will consume them. Search yourself each day: what passion have you put to death? And give glory to God, for his is the mercy. Do not reckon yourself as having accomplished the good before God, for he says: "When you have done all things, then say, 'We are unprofitable servants.'" Do not be high-minded because from now on you are good, for you cannot entrust yourself to your enemies. Do not trust in your own body. He who fears the demons makes it clear concerning himself that the fear of God is not in him. For he who fears God with his whole heart is steadfast against them. Not to
μετρῆσαι ἑαυτὸν, ἀλλ' ἑαυτὸν ἔχειν ἄγνωστον, φανεροῖ τῷ ἀνθρώπῳ, ὅτι οὐ ζητεῖ ποιῆσαι τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ τοῦ Θεοῦ. Ὁ λέγων τὸν λόγον αὐτοῦ ἐπὶ πολλῶν, δῆλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἔστι φόβος Θεοῦ ἐν αὐτῷ. Ὁ βουλόμενος σωθῆναι σχολάσει τῷ Θεῷ, καὶ καταπατήσει τὰ πάθη. Τὸ φροντίσαι ἐν γνώ σει ἐκδιώκει τὰ πάθη· γέγραπται γάρ· «Φροντὶς ἐπελεύσεται ἐπ' ἄνδρα σοφόν.» Ὥσπερ ἡ ἀκηδία βοή θειά ἐστι τῶν παθῶν, οὕτω καὶ ἡ μακροθυμία δύναμίς ἐστι τῶν ἀρετῶν. Τὸ μὴ κρίνειν ἄνθρωπον τεῖ χός ἐστιν ἀντίτητον· τὸ δὲ ψέξαι ἢ καταλαλῆσαι ἀπώλειαν τῇ ψυχῇ κατεργάζεται. Τὸ κρατῆσαι τῆς γλώττης δηλοποιεῖται, ὅτι πρακτικός ἐστι μὲν ταῖς ἀρεταῖς· ἡ δὲ ἀπαιδευσία τῆς γλώσσης σημαίνει, ὅτι οὐ κέκτηται ἀρετὴν ἔνδοθεν. Ἡ ἐν γνώσει ἐλεημοσύνη τίκτει τὸ προορᾷν, καὶ ὁδηγεῖ εἰς τὴν ἀγάπην· ἡ δὲ ἀνελεημοσύνη τίκτει τὴν ἀπανθρωπίαν. Μήτηρ ἀρετῶν ἐστιν ἡ συμπάθεια· πλήρωμα δὲ κακῶν ἡ ἀνυποταξία. Ἡ ἀγαθότης τίκτει τὴν ἁγνείαν· ἡ δὲ ὀξυχολία τίκτει τὰ πάθη. Ἡ σκληροκαρδία τίκτει τὴν ὀργήν· ἡ δὲ ἀκηδία τίκτει τὴν ἔνδειαν. Κόρος ὕπνου ταραχὴ παθῶν· σωτηρία δὲ ψυχῆς ἀγρυπνία ἔμμετρος. Ὕπνος ἐν κόρῳ πλῆθος φαντασιῶν· ἄνθος δὲ τοῦ νοῦ, ἀγρυπνία ἐν προσευχῇ. Πολὺς ὕπνος παχύνει καρδίαν, ἀγρυπνία δὲ λεπτύνει αὐτήν· ἀγρυπνίαν δὲ λέγω τὴν κατὰ Θεὸν γινομένην ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς. Ἀγαθὸς γὰρ ὕπνος ἐν σιωπῇ τῶν ἀγρυπνούντων ἐν ματαιολογίᾳ. Τὸ πένθος ἐκδιώκει τὰ πάθη, τὸ δὲ γέλως χω ρίζει ἀπὸ Θεοῦ. Τὸ μὴ πλῆξαι ἄνθρωπον τίκτει ταπείνωσις· ἡ δὲ δόξα τῶν ἀνθρώπων τίκτει τὴν ὑπερηφανίαν.
To measure oneself, but rather to keep oneself unknown, reveals to a person that he does not seek to do his own will, but God's. He who speaks his word before many makes it clear about himself that the fear of God is not in him. He who wishes to be saved will devote himself to God and will trample the passions. To be thoughtful in knowledge drives out the passions; for it is written: "Thoughtfulness will come upon a wise man." Just as despondency is an ally of the passions, so also patience is a power of the virtues. Not to judge a person is a wall of defense; but to blame or to slander works destruction for the soul. To restrain the tongue makes it clear that one is practical in the virtues; but the untrainedness of the tongue signifies that one has not acquired virtue within. Almsgiving in knowledge gives birth to foresight and leads to love; but unmercifulness gives birth to inhumanity. Compassion is the mother of virtues; but insubordination is the fullness of evils. Goodness gives birth to chastity; but irritability gives birth to the passions. Hardness of heart gives birth to anger; but despondency gives birth to want. Satiety of sleep is a disturbance of the passions; but moderate wakefulness is the salvation of the soul. Sleep in satiety is a multitude of fantasies; but the flower of the mind is wakefulness in prayer. Much sleep makes the heart fat, but wakefulness makes it thin; and I mean wakefulness that is according to God, in psalms and hymns and spiritual songs. For good is sleep in silence for those who keep vigil in vain talk. Mourning drives out the passions, but laughter separates from God. Not to strike a person humility gives birth to; but the glory of men gives birth to pride.
Ἡ ἀοργησία τίκτει τὴν πραότητα· ἡ δὲ μνησικακία τίκτει τὴν ἀπώλειαν. Τὸ ἀγαπᾷν τὸν πλατυσμὸν ἐκδιώκει τὰς ἀρετάς· ἡ δὲ στενοχωρία ταπεινοῖ τὰ πάθη. Ἡ ἐπιθυμία τῶν ἐδεσμάτων δι άγει εἰς τὰ πάθη· ἡ δὲ ἐγκράτεια ἐκδιώκει αὐτά. Κόσμησις σώματος, ψυχῆς καταστροφή· τῆξις δὲ σώμα τος, ἀνακαινισμὸς ψυχῆς. Περιφρόνησις σώματος, σω τηρία ψυχῆς· ἐπιμέλεια δὲ σώματος, παγὶς τῇ ψυχῇ. Τῆξις δὲ σώματος φωτισμὸς ψυχῆς. Τὸ προσέχειν τὸν νοῦν ἄνω πάντοτε, τίκτει τὴν ἀγάπην τὴν πρὸς Θεόν· ἡ δὲ μέριμνα τοῦ βίου ἐκδιώκει τὰς ἀρετάς. Τὸ φυλά ξαι τὸ στόμα, διεγείρει τὴν διάνοιαν πρὸς τὸν Θεόν· ἡ δὲ πολυλογία τίκτει τὴν ἀκηδίαν καὶ τὴν μανίαν. Τὸ ποιῆσαι τὸ θέλημα τοῦ πλησίον, σημαίνει ὁ νοῦς βλέπειν τὰς ἀρετάς· τὸ δὲ ποιῆσαι τὸ ἴδιον θέλημα, σημαίνει τὴν ἄγνοιαν. Ἡ μελέτη ἐν φόβῳ, φυ λάσσει τὴν ψυχὴν ἀπὸ παντὸς κακοῦ· τὸ δὲ λαλεῖν τοὺς κοσμικοὺς λόγους σκοτίζει τὴν ψυχήν. Τὸ ἀγαπᾷν τὴν ὕλην τοῦ κόσμου, χωρίζει ἀπὸ τοῦ Θεοῦ τὸν νοῦν· ἡ δὲ ἀκτημοσύνη παῤῥησίᾳ βλέπει τῷ Θεῷ. Τὸ μὴ ἐξάξαι τοὺς λογισμοὺς δηλοποιεῖται, ὅτι ἐκζητεῖ τὴν δόξαν τοῦ κόσμου τούτου τὴν αἰσχρὰν καὶ ματαίαν· τὸ δὲ γνωρίσαι αὐτὰ πνευματικοῖς πατράσιν, ἐκδιώκει αὐτά. Ὥσπερ ὁ ἰὸς βιβρώσκεται ὁ μοναχὸς ὑπὸ τὴν δόξαν τῶν ἀνθρώπων, ἐὰν ἡ καρδία αὐτοῦ συμ πεισθῇ αὐτῷ. Ὥσπερ σκώληξ, ἤτοι σμίλαξ, συμπλακεὶς τῇ ἀμπέλῳ, ἀφανίζει τὸν καρπὸν αὐτῆς· οὕτως ἀφανίζει κενοδοξία τὸν καρπὸν τοῦ μοναχοῦ, ἐὰν ἡ καρδία αὐτοῦ συμπεισθῇ αὐτῇ. Πρὸ πάντων τῶν ἀρετῶν ἐστιν ἡ ταπεινοφροσύνη· πρὸ δὲ πάντων τῶν παθῶν ἐστιν ἡ γαστριμαργία. Τέλος ἀρετῶν, ἀγάπη·
Freedom from anger gives birth to gentleness; but remembrance of wrongs gives birth to destruction. Loving spaciousness drives out the virtues; but narrowness humbles the passions. The desire for foods leads into the passions; but self-control drives them out. Adornment of the body is the ruin of the soul; but the wasting away of the body is the renewal of the soul. Contempt for the body is the salvation of the soul; but care for the body is a snare to the soul. And the wasting away of the body is the illumination of the soul. To keep the mind on high at all times gives birth to the love that is toward God; but the care of this life drives out the virtues. To guard the mouth stirs up the mind toward God; but much speaking gives birth to listlessness and madness. To do the will of one's neighbor signifies that the mind sees the virtues; but to do one's own will signifies ignorance. Meditation in fear guards the soul from every evil; but to speak worldly words darkens the soul. To love the matter of the world separates the mind from God; but dispossession looks with boldness toward God. Not to bring forth one's thoughts makes it clear that one seeks the shameful and vain glory of this world; but to make them known to spiritual fathers drives them out. Just as rust devours the monk under the glory of men, if his heart is persuaded by it. Just as a worm, that is, a bindweed, entwined with the vine, destroys its fruit; so does vainglory destroy the fruit of the monk, if his heart is persuaded by it. Before all the virtues is humility; and before all the passions is gluttony. The end of the virtues is love.
πλήρωμα δὲ κακῶν, τὸ ἑαυτὸν λογίσασθαι εἶναι δίκαιον. Ὥσπερ σκώληξ κατεσθίων ξύλον ἀφανίζει αὐτὸ, οὕτως ἀφανίζει μνησικακία τὴν ψυχὴν τοῦ μοναχοῦ. Τὸ παραῤῥίψαι ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, τίκτει τὸ ὑπο φέρειν ὕβριν ἀταράχως· τὸ δὲ μὴ ἐξουθενεῖν ἑαυτὸν, τίκτει τὴν ὑπερηφανίαν. Μὴ ἔσο πεποιθὼς ἐπὶ τῇ σῇ δυνάμει, καὶ ἡ βοήθεια τοῦ Θεοῦ παροικήσει σοι. Μὴ ἔχε ἔχθραν μετά τινος, ἐπεὶ ἀπρόσδεκτός ἐστιν ἡ προσ ευχή σου. Ἀλήθειαν ἀγάπα· τῆς γὰρ ψευδόμενος ἀθετεῖ τὸν καλόν. Φύλαξον τοὺς
ὀφθαλμούς σου, καὶ ἡ καρδία σου οὐ μὴ ἴδῃ πονηρόν. Ὁ γὰρ βλέπων γυναῖκα ἐν ἡδονῇ, μοιχείαν ἐπιτελεῖ. Φύλασσε τὴν ἀκοήν σου, ἵνα μὴ ἐπισυνάξῃς σεαυτῷ πάντα πονηρὸν σπόρον. Φεύξου ἀπὸ καταλαλιᾶς τοῦ πονηροτάτου δαίμονος, καὶ εἰρήνευε μετὰ πάντων, ἵνα παῤῥησιάσῃ εὐχόμενος. Μὴ ἐπιποθῇς ἀκοῦσαι βλάβην λύπης παντὸς ἀνθρώπου, ἵνα μὴ ἀνταποδώσεις αὐτὸν ἐν τῇ καρδίᾳ σου. Ἐργά ζου ἐν τῷ ἐργοχείρῳ σου, ἵνα εὕρῃ πτωχὸς σὸν ἄρτον· ἡ γὰρ ἀργία θάνατός ἐστι τῇ ψυχῇ. Τὸ συνεχῶς προσεύχεσθαι λυτροῦται τὴν ψυχὴν ἀπὸ παντὸς κα κοῦ. Τὸ δὲ καταμικραμελῆσαι, οἰκητήριον τῶν δαι μόνων ἀποκαθίσταται. Καθήμενος ἐν τῷ κελλίῳ σου τῶν ποτε τούτων φρόντιζε συνεχῶς· τῆς εὐχῆς, καὶ τῆς μελετῆς, καὶ τοῦ ἐργοχείρου. Καθ' ἑκάστην ἡμέραν μνημόνευε, ποῦ εἶς, καὶ τί ἐργάζῃ, καὶ ὅταν μεταστῇς, ποῦ ἔχεις ἀπελθεῖν, καὶ πρόσεχε σεαυτῷ. Ἐὰν ὁ λογισμός σου ὕζει σε, ὅτι ἔχει τις κατὰ σοῦ, μὴ καταφρονήσῃς αὐτῷ, ἀλλὰ βάλε αὐτῷ μετά νοιαν. Βλέπε μὴ καταφρονήσῃς ἑκάστῃ ὥρᾳ τὰς λει τουργίας σου ἐπιτελεῖν· αὐτὰ γὰρ φέρουσι τὸν φωτι σμὸν ἐν τῇ ψυχῇ.
But the fullness of evils is to consider oneself to be righteous. Just as a worm devouring wood destroys it, so does remembrance of wrongs destroy the soul of the monk. To cast oneself down before God gives birth to bearing insult without disturbance; but not to despise oneself gives birth to pride. Do not be confident in your own strength, and the help of God will dwell with you. Do not hold enmity with anyone, since your prayer is unacceptable. Love the truth; for the one who lies sets aside the good. Guard your
eyes, and your heart will never see evil. For the one who looks at a woman with pleasure commits adultery. Guard your hearing, so that you do not gather to yourself every evil seed. Flee from the slander of the most evil demon, and be at peace with all, so that you may pray with boldness. Do not long to hear the harm of grief from any man, so that you do not repay him in your heart. Work at your handiwork, so that the poor may find your bread; for idleness is death to the soul. To pray continually redeems the soul from every evil. But to grow slack little by little becomes a dwelling place of demons. Sitting in your cell, be continually mindful of these things: prayer, and meditation, and handiwork. Each day remember where you are, and what you are doing, and when you depart, where you have to go, and pay attention to yourself. If your thought suggests to you that someone has something against you, do not despise him, but put him in mind of it. See that you do not neglect to perform your services each hour; for these bring illumination to the soul.
Εἰ ἀγαθὰ ἐποίησας, μὴ κατακαυχῶ· εἰ δὲ πολλὰ ἐποίησας κακὰ, μὴ ἀμέτρως λυπη θῇς, ἀλλὰ στῆθι, μηκέτι αὐτὰ πράξεις, καὶ σωθήσῃ. Ἐὰν ὀχλήσῃ πορνείας λογισμὸς, εὐχὴν ἀδιάλειπτον θῦσον τῷ Θεῷ, καὶ ἀναπαύσει σοι. Ἐὰν ὁ ζῆλος καὶ ὁ φθόνος πολεμῇ τὴν καρδίαν σου, μνήσθησο, ὅτι μέλη Χριστοῦ ἐσμεν πάντες, καὶ ὅτι ἡ τιμὴ, καὶ τὸ ὄνειδος τοῦ πλησίον πάντων ἡμῶν ἐστι, καὶ φεύξεται ἀπὸ σοῦ. Ταῦτα δὲ πάντα συνάγουσα ἡ διάκρισις καὶ ἀναλογιζομένη, τὰς μὲν ἀρετὰς περιπύσεται, τὰ δὲ πονηρὰ ἐκποδὼν ποιεῖται. Ἀδύνατον δὲ ἐλθεῖν σοι τὴν διάκρισιν, ἐὰν μὴ πρῶτον τὰς ἀρετὰς αὐτῆς ἐπι τελέσῃς, πρὸ πάντων δὲ τὴν ἡσυχίαν. Ἡ ἡσυχία τίκτει τὴν ἄσκησιν· ἡ ἄσκησις τίκτει τὴν κατάνυξιν καὶ τὸν κλαυθμόν· ὁ κλαυθμὸς τίκτει τὸν φόβον· ὁ φόβος τίκτει τὴν ταπείνωσιν ἡ ταπείνωσις τίκτει τὸ προορᾷν· τὸ προορᾷν τίκτει τὴν ἀγάπην· ἡ ἀγάπη τίκτει τῇ ψυχῇ τὸ μετὰ ἀγγέλων ὁμιλεῖν. Τότε γινώ σκει ὁ ἄνθρωπος λοιπὸν, ὅτι μακράν ἐστιν ἀπὸ Θεοῦ. Ὁ θέλων οὖν, ἀδελφοὶ, ἐλθεῖν ἐπὶ πάσας τὰς ἐντίμους ἀρετὰς ταύτας, ἀμέριμνός τε δεῖ εἶναι ἀπὸ παντὸς πράγματος, καὶ μισῆσαι τὸν κόσμον τοῦτον· καὶ λοιπὸν τότε ἀξιοῦται κτήσασθαι τὰς ἀρετὰς ταύτας παρὰ Κυρίου. Τοῦτο δὲ μάθε, ἀδελφὲ, ὅτι πᾶς ἄνθρωπος ἐσθίων καὶ πίνων ἀμέτρως, ἢ ἐμπεριφερόμενος τῷ κόσμῳ τούτῳ, οὐ μὴ ἀξιωθῇ ἐλθεῖν εἰς τὰ μέτρα ταῦτα· εἰ γὰρ κτήματα καὶ ἀμπελῶνα ἔχεις, ἢ οἰκήματα, ἤ τι τοῦ αἰῶνος τούτου, ἵνα τί καὶ γυναῖκα οὐκ ἔγημας; τί ἑαυτὸν φρεναπατῶν ἀγνοῶν, ὅτι τὸν ἐν ἀκάνθαις σπειρόμενον οὐ τελειοφορεῖ; Καὶ ὁ μὴ σχολάσας, Θεὸν γνῶναι οὐ δύναται.
If you have done good, do not boast; but if you have done many evils, do not be excessively grieved, but stand firm, no longer doing them, and you will be saved. If a thought of fornication troubles you, offer unceasing prayer to God, and he will give you rest. If zeal and envy war against your heart, remember that we are all members of Christ, and that the honor and the reproach of our neighbor belong to us all, and they will flee from you. Discernment, gathering and reckoning all these things, will embrace the virtues and put away the wicked things. But it is impossible for discernment to come to you unless you first fulfill its virtues, and before all else, stillness. Stillness gives birth to ascetic practice; ascetic practice gives birth to compunction and weeping; weeping gives birth to fear; fear gives birth to humility; humility gives birth to foresight; foresight gives birth to love; love gives birth in the soul to converse with angels. Then at last the man knows that he is far from God. Therefore, brothers, whoever wishes to come to all these honorable virtues must be free from care concerning every matter, and hate this world; and then at last he is deemed worthy to acquire these virtues from the Lord. But learn this, brother, that every man who eats and drinks without measure, or who busies himself with this world, will certainly not be deemed worthy to come to these measures. For if you have possessions and a vineyard, or houses, or anything of this age, why did you not also marry a wife? Why do you deceive yourself, not knowing that the one who sows among thorns does not bring fruit to perfection? And he who has not had leisure cannot know God.
Καὶ τοῦτο δὲ παρακαλῶ πάντα ἄνθρωπον βουλόμενον δοῦναι μετάνοιαν τῷ Θεῷ, φυ λάξαι αὑτὸν ἀπὸ πολυοινίας· πολλὰ γὰρ αὐτοῦ τὰ πτώματα. Μὴ προσέχῃς οὖν εἰς πάλην, ἕως οὗ ᾖς ἐν τῷ σώματι, μηδὲ πιστεύσῃς ἑαυτῷ. Στῶμεν οὖν, ἀδελφοὶ, στῶμεν ἐν φόβῳ Κυρίου, καὶ μὴ ἐκκακήσωμεν ἐν τῇ πάλῃ. «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Περιβαλλώμεθα τὰ ὅπλα τῶν ἀρετῶν, ὡς ὁπλῖται· διότι ὁ κόπος καὶ ὁ μόχθος, καὶ ἡ στενοχωρία, καὶ ἡ στενοτεία, καὶ ἡ εὐδία τῶν ἐπιθυμιῶν οὐ μόνον φυλάττουσιν ἡμᾶς ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ, ἀλλὰ καὶ βασιλείας οὐρανῶν κληρονόμους ἀποκαθίστησιν. Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ἐν τῷ καιρῷ τούτῳ τὸ βραχὺ, ἅπερ τύχωμεν βασιλείας οὐρανῶν. Ὁ γὰρ διδάσκαλος ἡμῶν Ἰησοῦς Χριστὸς οὕτως εἴρηκεν· «Ἀγωνίζεσθε ἕως ἐλθεῖν διὰ τῆς στενῆς πύλης, καὶ τεθλιμμένης ὁδοῦ. Γρηγορεῖτε οὖν ἐν πάσῃ ὥρᾳ, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ
And this too I exhort every person who wishes to give repentance to God: to guard himself from much wine, for its falls are many. Do not be attentive to the struggle until you are in the body, nor trust in yourself. Let us stand, then, brothers, let us stand in the fear of the Lord, and let us not grow faint in the struggle. "For our struggle is not against blood and flesh, but against the principalities, against the powers, against the world-rulers of the darkness of this age, against the spiritual forces of wickedness in the heavenly places." Let us put on the weapons of the virtues, as soldiers; for the toil and the labor, and the distress, and the narrowness, and the calm of the desires not only guard us from the arrows of the enemy, but also restore us as heirs of the kingdom of heaven. Let us strive, then, brothers, in this brief time, that we may obtain the kingdom of heaven. For our teacher Jesus Christ has said thus: "Strive until you enter through the narrow gate and the compressed road. Watch, therefore, at every hour, for you do not know at what hour the
Κύριος ἔρχεται· μήποτε εἰσέλθῃ ἄφνω, καὶ εὑρήσῃ ὑμᾶς καθεύδοντας. Βλέπετε μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπελεύσεται ὑμῖν ἄφνω ἡ ὥρα. Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Μὴ κτήσητε χρυσὸν, μήτε ἄργυρον, μήτε δύο χιτῶνας· μηδὲ δειμάσητε ἀπὸ ἀποκτεινόντων τὸ σῶμα. Εἶδον γὰρ τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐ μὴ ἀδικήσωσιν ὑμᾶς. Καὶ οὐκ αὐτοῖς ἀποστόλοις μόνον τοῦτο δέδωκεν ὁ Κύριος, ἀλλὰ καὶ πᾶσι τοῖς βουλομένοις σωθῆναι καὶ ἀκολουθῆσαι τοῖς προστάγμασιν αὐτοῦ. Καὶ βλέπε, ὁ ἀντιλέγων, τὰς μυριάδας τῶν ἁγίων. Ἔδωκε γὰρ ἡμῖν τὴν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν τῶν οὐρανῶν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην, καὶ ἕξετε βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Ποιησάντων δὲ τῶν ἁγίων μαθητῶν αὐτοῦ καὶ ταύτην τὴν ἐντολὴν, εἴρηκε πρὸς αὐτούς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» «Ὁ» γὰρ «ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει· κἀγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» Ὑποδεικνύων δὲ ἡμᾶς γενναίως ὑποφέρειν τοὺς πειρασμοὺς καὶ τὰ παλαίσματα, εἴρηκεν· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Ἀλλὰ «θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον.
The Lord is coming; lest he enter suddenly and find you sleeping. Take heed lest your hearts be weighed down with carousing and drunkenness and the cares of life, and the hour come upon you suddenly. Behold, I send you as sheep in the midst of wolves. Do not acquire gold, nor silver, nor two tunics; nor be afraid of those who kill the body. For I saw Satan fall as lightning from heaven. Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy, and they shall not harm you. And the Lord gave this not to the apostles alone, but also to all who wish to be saved and to follow his commandments. And behold, you who contradict, the myriads of the saints. For he gave us authority to become children of God. "Do not fear, little flock, because your Father was well pleased to give you the kingdom of heaven. Sell your possessions and give alms, and you will have purses that do not grow old, an unfailing treasure in the heavens." And when his holy disciples had also carried out this commandment, he said to them: "My peace I give to you, my peace I leave to you." For "he who loves me will keep my commandments; and I and the Father will come and make our dwelling with him." And showing us that we should bravely endure temptations and struggles, he said: In the world you will have tribulation. But "take courage; I have overcome the world.
Ὑμεῖς δέ ἐστε οἱ δι' ἐμὲ μεμενηκότες ἐν τοῖς πειρασμοῖς μου, κἀγὼ διατίθημι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα ἐσθίητέ τε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.» Ταῦτα δὲ οὐ πᾶσι λέγει, ἀλλὰ τοῖς ὑπομένουσι τοῖς πειρασμοῖς, καὶ ταῖς θλίψεσιν ἐν μακροθυμίᾳ. Ἀπερχόμενος ἐπὶ τὸ ἅγιον πάθος τοῦ σταυροῦ ὁ Κύριος, οὕτως ἔφη· Ὁ θέλων ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης μου, συμπορεύσαι μετ' ἐμοῦ ἐπὶ τὸν σταυρόν· τουτέστι νεκρωθήτω καὶ αὐτὸς τῷ κόσμῳ, ὡς ἐγὼ, διὰ τῆς τῶν ἐντολῶν μου πράξεως. Ἀκούσας δὲ ὁ ἀπόστολος Παῦλος, καὶ ἐκκόψας αὐτοῦ πάντα τῆς σαρκὸς φρονήματα, ἐτόλμα λέγειν· «Χριστῷ συσταυροῦμαι. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Καὶ γὰρ ἐφ' ὅσον σαρκικὰ περιπατῶμεν, νεκροί ἐσμεν ταῖς ἁμαρτίαις. Φησὶ γάρ· «Οἱ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Καὶ εἰ συναποθάνομεν, καὶ συζήσομεν. Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν αὐτῷ· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. Τίς οὖν ἐστιν ὁ ἀρνούμενος ἢ ὁ κατὰ τὰς ἐπιθυμίας τῆς σαρκὸς περιπατῶν; Οὗτος γάρ ἐστιν ὁ ἐνυβρίζων τῷ βαπτίσματι. Καὶ τίς ἐστιν ὁ μὴ ἐνυβρίσας ἐξ ἡμῶν τὸ βάπτισμα διὰ τὰ τοῦ πονηροῦ ποικίλα μηχανήματα; Ἀλλὰ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἔδω κεν ἡμῖν τὴν μετάνοιαν ἕως ἐσχάτης ἀναπνοῆς. Εἰ μὴ γὰρ ἦν μετάνοια, οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ, ὥς φησιν ὁ Κύριος·
You are those who have remained with me in my trials, and I appoint to you, just as my Father appointed to me, a kingdom, so that you may eat and drink at my table. He does not say this to all, but to those who endure trials and afflictions with patience. As the Lord was going to the holy passion of the cross, he spoke thus: Let the one who wishes to eat and drink at my table journey with me to the cross—that is, let him also be put to death to the world, as I was, through the doing of my commandments. And when the apostle Paul heard this, and had cut off from himself every mindset of the flesh, he dared to say: I am crucified with Christ. And I no longer live, but Christ lives in me. For as long as we walk according to the flesh, we are dead in our sins. For he says: Those who belong to Christ have crucified the flesh together with its passions and desires. And if we die with him, we shall also live with him. If we endure, we shall also reign with him; if we deny him, he also will deny us. Who, then, is the one who denies, if not the one who walks according to the desires of the flesh? For this is the one who insults baptism. And who among us has not insulted baptism through the varied devices of the evil one? But because of his great love with which our Lord Jesus Christ loved us, he gave us repentance even until our last breath. For if there were no repentance, no flesh would be saved, as the Lord says.
«Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐ χαίρει ὁ Θεὸς ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, ὡς ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» Σπουδάσωμεν, ἀδελφοὶ, μετανοῆσαι, ἕως ἐσμὲν ἐν τῷ σώματι, κλαύσωμεν, καὶ πλύνωμεν τὰ τῆς καρδίας κρυπτὰ τραύματα. Μέλλει γὰρ φανεροῦσθαι τὰ ἐν ἡμῖν πεπραγμένα δεινὰ ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου. Ἤγγικε γὰρ ὁ Κύριος, καὶ ἔρχεται ἐπὶ θρόνου δόξης ἁγίου αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Καὶ ἕκαστος φανεροῦται ἐκ τῆς ἰδίας λαμπάδος· ὅστις δὲ οὐ κέκτηται ἔλαιον, σβεσθήσεται αὐτοῦ ἡ λάμπας· κἀκεῖνος πορευθῇ ἐν τῷ ἐξωτέρῳ σκότει. Σπουδάσωμεν οὖν, ἀδελφοὶ, καὶ πλήσωμεν τὰ ἀγγεῖα ἡμῶν ἐλαίου, ἵνα μὴ ῥιφῶμεν ἐν τῷ σκότει καὶ αἰωνίῳ πυρί. Τὸ γὰρ ἀγγεῖόν ἐστιν ἡ μετάνοια· τὸ δὲ ἔλαιον τῶν ἀρετῶν ἡ πρᾶξις· ἡ δὲ φωτεινὴ λαμπὰς ὑπάρχει ἡ ἁγία ψυχή.
Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ὅτι ἤγγικεν ἡ ἡμέρα. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν ταύτην καθ' ἑκάστην ἡμέραν καὶ ὥραν. Ὁ γὰρ καρπὸς ὄψιμος γεγονὼς καιρός ἐστι τοῦ θερισμοῦ. Μακάριός ἐστιν ἐκεῖνος ὁ σώσας τὸν καρπὸν αὐτοῦ· συνάξουσιν αὐτὸν οἱ ἄγγελοι εἰς τὴν αἰώνιον ἀποθήκην. Οὐαὶ δὲ τοῖς ὁμοίοις μου, τουτέστι τοῖς ζιζανίοις, ὅτι τὸ πῦρ αὐτοὺς κληρονομήσει.
Amen, amen I say to you, God does not rejoice over ninety-nine righteous, as over one sinner who repents." Let us strive, brothers, to repent while we are in the body; let us weep, and wash the hidden wounds of the heart. For the terrible things done within us are about to be made manifest at that fearful judgment seat. For the Lord is near, and he comes upon the throne of his holy glory, and all the nations will be gathered before him. And each one is made manifest by his own lamp; and whoever does not possess oil, his lamp will be extinguished, and that one will go into the outer darkness. Let us strive, then, brothers, and fill our vessels with oil, so that we may not be cast into darkness and eternal fire. For the vessel is repentance; the oil is the practice of the virtues; and the shining lamp is the holy soul.
Let us struggle, then, brothers, because the day has drawn near. Blessed is the man who has this care every day and hour. For the late fruit has become the time of harvest. Blessed is that one who has saved his fruit; the angels will gather it into the eternal storehouse. But woe to those like me, that is, to the tares, because fire will be their inheritance.
Φύγωμεν οὖν, ὦ ἀδελφοὶ, τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, ὅπερ κληρονομήσωμεν τὰ ἀγαθὰ ἐκεῖνα, «ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Τὸ λοιπὸν, ὦ ἀδελφοὶ, ἐν τούτοις στῆτε, ταῦτα μελετᾶτε, καὶ μὴ ἀμελήσητε, ὅπερ ἀξιώσῃ ὑμᾶς Κύριος τηρῆσαι τὴν ἐντολὴν ταύτην ἡμέρας καὶ νυκτὸς, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. Ὅστις ἀναγινώσκει τὰς ἐντολὰς ταύτας, ἢ ἀκούει, καὶ μὴ ποιεῖ αὐτὰς, πεπλήρωται ἐν αὐτῷ ὁ σπόρος ὁ πεσὼν εἰς τὴν πέτραν, καὶ διὰ τὸ μὴ ἔχειν γῆν, παραχρῆμα ἐξηράνθη. Ὁ δὲ ἀναγινώσκων καὶ ποιῶν ἐστιν ὁ σπόρος ὁ πεσὼν εἰς τὴν γῆν τὴν ἀγαθὴν, καὶ ἐκαρποφόρησεν ἓν λʹ, καὶ ἓν ξʹ, καὶ ἓν ρʹ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. Ἀμήν.
Let us flee, then, brothers, from the world and all that is in it, that we may inherit those good things "which eye has not seen, nor ear heard, nor have they entered into the heart of man, which God has prepared for those who love him." For the rest, brothers, stand firm in these things, meditate on them, and do not neglect them, so that the Lord may deem you worthy to keep this commandment day and night, and may save you into his heavenly kingdom. Whoever reads these commandments, or hears them, and does not do them—the seed that fell on the rock is fulfilled in him, and because it had no earth, it was immediately dried up. But the one who reads and does them is the seed that fell on the good earth, and bore fruit, one thirtyfold, and one sixtyfold, and one a hundredfold, in Christ Jesus our Lord, to whom be the glory. Amen.