khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat:101 · narrative
Source
καὶ τῆς ἑνώσεως γενομένης, Θεὸς ὁμολογεῖται καὶ δοξάζεται, καὶ διὰ τοῦτο ζωοποιεῖ, καὶ Πνεῦμα ζωοποιοῦν ἐστιν, τῷ τῆς θεότητος λόγῳ· οὔτε δὲ ἡμῖν κατὰ τὸ συναμφότερον. Ἀπολλ. Διὰ τὴν ἑαυτοῦ φύσιν ζῇ Χριστὸς, ἢ διὰ χάριν Θεοῦ. Εἰ μὲν διὰ τὴν ἑαυτοῦ φύσιν, Θεός ἐστιν· εἰ δὲ διὰ χάριν Θεοῦ, οὔτε ὑπὲρ ἡμᾶς ἐστιν, οὔτε ζωοποιήσει ἡμᾶς. Ὀρθ. Χριστὸς ἓν πρόσωπόν ἐστιν συντεθὲν ἐκ Θεοῦ καὶ ἀνθρωπότητος, ὡς πᾶς ἄνθρωπος ὁ κοινὸς ἐκ ζώου καὶ λογικοῦ. Καὶ διὰ τὴν ἐκ Πατρὸς φύσιν ζωοποιήσει ἡμᾶς, ἐπειδὴ ζωή ἐστιν ἐνυπόστατος μορφωθεῖσα τῇ τοῦ δούλου μορφῇ. Ἀπολλ. Εἰ μὲν ὡς προαιρέσει κάλλιον, τοῦτο δεδύνηται πῶς; Προαίρεσις γὰρ ἀνθρώπου δικαιοσύνην ἀληθινὴν οὐ κατορθοῖ. Εἰ δὲ ὡς φύσει δίκαιος, Θεός ἐστιν· εἰ δὲ ὡς ἐνεργείᾳ δικαιούμενος τῇ ἐκ Θεοῦ, αὐτὸς δὲ ἀνενέργητος, καλλίους οἱ ἐνεργοῦντες. Ὀρθ. Καὶ πῶς οὐ κατώρθωσαν δικαιοσύνην ἀληθινὴν οἱ ἀκούσαντες· «Καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ;» καὶ, «Ὑμεῖς
English
And since the union has taken place, he is confessed and glorified as God, and for this reason he gives life, and is a life-giving Spirit, by the principle of divinity; nor is it ours according to the composite. Apoll.: Does Christ live by his own nature, or by the grace of God? If by his own nature, he is God; but if by the grace of God, he is neither above us, nor will he give us life. Orth.: Christ is one person composed of God and humanity, as every common man is composed of animal and rational. And by the nature from the Father he will give us life, since he is life subsisting in person, formed in the form of the servant. Apoll.: If by choice he has become better, how has he been able to do this? For a man's choice does not accomplish true righteousness. But if he is righteous by nature, he is God; but if he is justified by activity that is from God, while he himself is inactive, then those who are active are better. Orth.: And how did those who heard, "You also shall sit upon twelve thrones, judging the twelve tribes of Israel," not accomplish true righteousness? and, "You
khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat:102 · narrative
Source
ἐστε τὸ φῶς τοῦ κόσμου;» Καὶ εἰ κατώρθωσαν δὲ δικαιοσύνην ἀληθινὴν, ἀλλ' οὐκ εἰσὶν αὐτοδικαιοσύνη. Ὁ δὲ Θεὸς Λόγος, αὐτοδικαιοσύνη ὢν, μορφὴν δούλου λαβὼν, «ἐγένετο ἡμῖν δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.» Ὁ ὢν δικαιοσύνη, ἐγένετο δικαιοσύνη κατὰ τὸν τῆς ἀνθρωπότητος λόγον, ἵνα ἡμᾶς τοὺς μὴ ὄντας δι καιοσύνην, δικαιώσῃ τῇ ἑαυτοῦ χάριτι. Καὶ ἔστιν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος· ὡς μὲν Θεὸς, δικαιο σύνη ὤν· ὡς δὲ ἄνθρωπος, γινόμενος δικαιοσύνη, ἵνα πληρωθῇ τὸ εἰρημένον· «Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ἀπολλ. Εἰ συμπέπλεκται. Θεῷ ἄνθρωπος, ἐν Χριστῷ αὐτὸς καὶ ἀφ' ἑαυτοῦ ἐνομοθέτει, ἢ οὔ; Ἀλλ' εἰ μὲν ἀφ' ἑαυτοῦ, Θεός· εἰ δὲ οὐκ ἀφ' ἑαυτοῦ, πῶς οὐκ ἔλεγε, «Τάδε λέγει Κύριος,» ἀλλ', «Ἐγὼ λέγω ὑμῖν;» πῶς δὲ οὐκ ἦν κεχωρισμένος τοῦ λέγοντος ὁ μὴ λέγων; Ὀρθ. Εἰ μὲν ἄλλο πρόσωπόν ἐστιν ὁ Χρι στὸς, οὐ συμπέπλεκται Θεῷ, ἠρώτηκας ἀνακολούθως· εἰ δὲ αὐτὸς ὁ Χριστός ἐστι Θεὸς καὶ ἄνθρωπος, τίς ἡ περισσεία τοῦ μόχθου τῆς ἐρωτήσεως; Πόθεν δὲ τὸ συμπέπλεκται λαβὼν, ἠρώτησας, μηδαμοῦ τῆς Γραφῆς οὕτω λεγούσης; Κἄν τε δὲ, Συμπέπλεκται, θέ λῃς λέγειν, κἄν τε, ὡς ἡ Γραφὴ εἶπεν, Ἔλαβεν, κἄν τε, Ἐγένετο, Θεός ἐστι Λόγος, μορφὴν δούλου λαβὼν, Χριστὸς ὀνομαζόμενος, καὶ ὢν, καὶ πιστευόμενος· καὶ χριόμενος μὲν ὡς ἄνθρωπος τῷ Πνεύματι τῷ ἁγίῳ· ὡς δὲ Θεὸς, παρέχων αὐτὸς τοῖς ἀξίοις.
English
Are you the light of the world? And even if they have practiced true righteousness, they are not righteousness itself. But the Word of God, being righteousness itself, took the form of a slave, and became for us righteousness, and sanctification, and redemption. He who is righteousness became righteousness according to the principle of humanity, so that he might justify by his own grace us who were not righteousness. And the same is both God and man: as God, being righteousness; as man, becoming righteousness, so that what was said might be fulfilled: Therefore he had to be made like his brothers in all things. Apoll.: If man has been woven together with God, in Christ did he himself and of himself give the law, or not? But if of himself, he is God; but if not of himself, how did he not say, Thus says the Lord, but, I say to you? And how was he who does not speak not separated from the one who speaks? Orth.: If Christ is another person, he has not been woven together with God, and you have asked inconsistently; but if Christ himself is God and man, what is the excess of the labor of the question? And from where did you take has been woven together, which you asked, when Scripture nowhere says so? And whether you wish to say, Has been woven together, or, as Scripture said, He took, or, He became, he is God the Word, having taken the form of a slave, being named Christ, and being, and being believed; and being anointed as man with the Holy Spirit; but as God, himself providing to the worthy.
khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat:103 · narrative
Source
Οὕτω καὶ ὁ Θεὸς νομοθετεῖ, καὶ ὡς ἄνθρωπος ὑπὸ νόμον γίνεται, καὶ διὰ τοῦτο οὐ λέγει, Τάδε λέγει Κύριος, ἐπειδὴ οὐκ ἄνθρωπός ἐστι μετασχὼν θεότητος, ἀλλὰ Θεὸς μετα σχὼν αἵματος καὶ σαρκὸς, τουτέστιν ἀνθρωπότητος. Ἡ Γραφὴ γὰρ τὸν ἄνθρωπον σάρκα καὶ αἷμα καλεῖ, ὡς ὅταν λέγῃ Παῦλος· «Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι·» καὶ ὥσπερ ἕν ἐστι πρόσωπον ὁ ἄνθρωπος, ἐκ ζώου καὶ λογικοῦ συγκείμενος· οὕτω καὶ ἒν πρόσωπον Χριστὸς ἐκ Θεοῦ καὶ μορφῆς δουλικῆς ὑπάρχων, καὶ διὰ τοῦτο οὐ λέγει, «Τάδε λέγει Κύριος,» ἀλλ', «Ἐγὼ λέγω ὑμῖν·» καὶ, «Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Ὡς οὖν ἐὰν λέγῃ τὸ ἐν ἡμῖν λογικόν· Ἐγώ εἰμι ὁ κατ' εἰκόνα Θεοῦ γεγονὼς, ἄφθαρτος κατεσκευασμένος· καὶ πάλιν τὸ αὐτὸ λογικόν· Ἐγώ εἰμι γῆ καὶ σποδός· οὐ ποτὲ τὸ ζῶον λαλεῖ, καὶ ποτὲ τὸ λογικόν· ἀλλ' αὐτὸ τὸ λογικὸν, ποτὲ τὰ ἑαυτοῦ ἴδια λέγει, καὶ ποτὲ τὰ τοῦ ζώου· οὕτως ἐξ ἑνώσεως ἓν πρόσωπον ὢν ὁ ἄνθρωπος καὶ Θεὸς Λόγος, ὅτε λέγει, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τὴν θεωρίαν τῆς ἰδίας θεότητος λέγει. Οὐ γὰρ ὁ ἑωρακὼς τὴν σάρκα, ἑώρακε τὸν Πατέρα· εἰ δὲ μὴ, καὶ Πόντιος, καὶ Ἡρώδης, καὶ οἱ ῥαπίσαντες, καὶ οἱ προσηλώσαντες δήμιοι, εὑρεθήσονται ἑωρακότες τὸν Πατέρα. Καὶ ὅταν λέγῃ, «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας,» οὐ τῆς θεότητος λέγει νῶτον· οὐδ' ὅταν λέγῃ· Πῶς γὰρ τῆς θεότητος ἥψατό τις;
English
Thus God also gives the law, and as a man he comes under the law, and for this reason he does not say, "Thus says the Lord," since he is not a man who has partaken of divinity, but God who has partaken of blood and flesh, that is, of humanity. For Scripture calls man flesh and blood, as when Paul says: "I did not consult with flesh and blood"; and just as man is one person, composed of animal and rational, so also Christ is one person, existing from God and the form of a slave, and for this reason he does not say, "Thus says the Lord," but, "I say to you," and, "I am the life and the truth." Therefore, just as if the rational element in us should say: I am the one made in the image of God, fashioned incorruptible; and again the same rational element: I am earth and ashes—it is not that sometimes the animal speaks and sometimes the rational, but the rational itself sometimes says its own proper things and sometimes the things of the animal—so, from the union, the man and the Word of God being one person, when he says, "He who has seen me has seen the Father," he speaks of the vision of his own divinity. For he who has seen the flesh has not seen the Father; otherwise, Pontius, and Herod, and those who struck him, and the executioners who nailed him, will be found to have seen the Father. And when he says, "I gave my back to scourges," he does not speak of the back of the divinity; nor when he says—for how could anyone touch the divinity?
khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat:104 · narrative
Source
ἀλλὰ τοῦ σώματος ὁ ἁψάμενος μετὰ πίστεως, τοῦ συναμφοτέρου ἥψατο, τῇ μὲν χειρὶ τοῦ σώματος, τῇ δὲ πίστει τῆς θεότητος, ἐπειδὴ τὸ συναμφότερον ἕν ἐστι πρόσωπον ὁ Χριστὸς, «ὁ πάντα πᾶσι γινόμενος, ἵνα τοὺς πάντας ἐλεήσῃ.» Ὥστε οὐ ποτὲ μὲν ὁ Θεὸς λαλεῖ, ποτὲ δὲ ἄνθρωπος· ἐπειδήπερ, ὡς προείρηται, οὐδὲ ποτὲ μὲν τὸ ζῶον λαλεῖ κεχωρισμένον τοῦ λογικοῦ, ποτὲ δὲ τὸ λογικὸν κεχωρισμένον τοῦ ζώου· ἀλλὰ τὸ λογικὸν ἐν τῷ ζώῳ, καὶ διὰ τοῦ ζώου λαλεῖ· ἐκ παραλλήλου τὸ αὐτὸ λέγω, ἵνα πανταχόθεν γνῷς τὴν ἕνωσιν. Ἀπολλ. Ἔτι δὲ ἢ αὐτὸς ἐτέλει τὰ τεράστια, ἢ οὔ. Ἀλλ' εἰ μὲν ἐτέλει, οὐκ ἦν ἄνθρωπος· εἰ δὲ μὴ, πῶς λέγει τελεῖν; ἢ πῶς ὁ αὐτὸς τῷ τελοῦντι; Ὀρθ. Ὥσπερ τὸ λογικὸν ἐν τῷ ζώῳ τελεῖ τὰ ἑαυτοῦ, οὐ κεχωρισμένον ὂν τοῦ ζώου· οὕτω Θεὸς Λόγος, ἑνωθεὶς ἀνθρώπῳ, τελεῖ τὰ τεράστια, οὐ κεχωρισμένος τῆς ἀνθρωπότητος, δι' αὐτῆς, καὶ ἐν αὐτῇ, καὶ μετ' αὐτῆς, εὐδοκήσας τὴν ἑαυτοῦ θείαν δύναμιν ἐνεργεῖν. Καὶ ὥσπερ εἰ δοίη τις τῷ λόγῳ ἥλιον, τὸν μέγαν τοῦτον ἀστέρα, διὰ λύχνου, καὶ ἐν λύχνῳ ἐκπέμπειν τὸ ἑαυτοῦ φῶς· ἐκ παραλλήλου γὰρ πάλιν τὸ αὐτὸ ἄκουε· οὐ δύο φῶτά εἰσιν. Οὐ γὰρ φαίνει λύχνος κατ έναντι ἡλίου· οὐ γὰρ κωλύεται εἶναι λύχνος· ἀλλὰ μένει μὲν τὴν ἰδίαν ἐνέργειαν καὶ
English
But the one who touched the body with faith touched both together—with the hand the body, with the faith the divinity—since the one who is both together is one person, Christ, "who became all things to all, that he might have mercy on all." So it is not that at one time God speaks and at another man; for, as has been said before, it is not that at one time the living being speaks separated from the rational, and at another the rational separated from the living being; but the rational is in the living being, and through the living being it speaks. I say the same thing by way of parallel, so that from every angle you may know the union. Apoll.: Moreover, either he himself was performing the wonders, or he was not. But if he was performing them, he was not a man; and if not, how does he say that he performs them? Or how is he the same as the one who performs them? Orth.: Just as the rational in the living being performs its own works, not being separated from the living being, so God the Word, united to a man, performs the wonders, not separated from the humanity, through it, and in it, and with it, having been pleased to work his own divine power. And just as if someone were to grant to the word that the sun, that great star, sends forth its own light through a lamp and in a lamp—for hear the same thing again by way of parallel—they are not two lights. For the lamp does not shine over against the sun; for it is not prevented from being a lamp; but it remains its own activity and
khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat:105 · narrative
Source
κίνησιν ἔχων· οὐ φαίνει δὲ τοῦ ἡλίου ἐν αὐτῷ καὶ δι' αὐτοῦ φαίνοντος, καὶ κατακρατοῦντος τοῦ λύχνου, καὶ ἰδιοποιησαμένου αὐτὸν, ὡς καὶ λύχνον χρηματίσαι τὸν ἥλιον· οὕτω Θεὸς Λόγος, ἐν λογικῷ καὶ διὰ λογικοῦ ζώου τὴν ἰδίαν δύναμιν ἐνεργῶν, καὶ ὑπὲρ τὴν φύσιν τὴν ἰδίαν ἀποτελεῖ τὸ ζῶον εὐδοκίᾳ τῇ ἑαυτοῦ, καὶ τὸ ζῶον εἶναι λογικὸν οὐκ ἐκώλυσε· καὶ ὁ αὐτὸς ἄνθρωπος χρηματίζειν οὐ κατηξίωσε, καὶ τελῶν τὰ τεράστια οὐ κεχώρισται τοῦ ἑνωθέντος, ἤγουν προσληφθέντος, ἀλλ' ὡς οὖν τὸ ἐκείνου γεγονὸς ἐνεργεῖ τὰ πάντα· καὶ διὰ τοῦτο, «Ὁ Λόγος σὰρξ ἐγένετο,» εἴρηται, καὶ οὐκ ἐν σαρκὶ, ἵνα γνῶμεν τὴν ἐξ εὐδοκίας ἕνωσιν, καὶ τοῦτο διδαχθέντες Χριστὸν ἕνα καὶ τὸν αὐτὸν γνωρίζωμεν Θεὸν καὶ ἄνθρωπον. Ἀπολλ. Προσκυνεῖται ὑπὸ ἀγγέλων ὁ ἄνθρωπος, ἢ οὔ. Ἀλλ' εἰ μὲν οὐ προσκυνεῖται, πῶς ἥνωται, καὶ ἀποστέλλει ὁ Υἱὸς τοὺς ἀγγέλους αὐτοῦ; εἰ δὲ προσκυνεῖται διὰ τὸ ἐν αὐτῷ θείαν ἐνοικῆσαι δύναμιν, πῶς ὑπὸ τῶν ἀεὶ θείαν ἐχόντων δύναμιν ἐνοικοῦσαν; Καὶ ἡμεῖς δὲ προσκυνήσομεν τὸν ἄνθρωπον, ἢ οὔ. Ἀλλ' εἰ μὲν οὐ προσκυνήσομεν, πῶς ἡνῶσθαι νομιοῦμεν αὐτὸν, καὶ πῶς εἰς τὸν θάνατον αὐτοῦ βαπτιζόμεθα; εἰ δὲ προσκυνήσομεν, ὥσπερ τὸν Θεὸν, οὕτω καὶ τὸν ἄνθρωπον, ἀσεβήσομεν κτίσμα κτίστῃ ἐν ἴσῳ τιθέντες. Καὶ εἰ κριτὴν προσδοκῶμεν τὸν ἄνθρωπον μετὰ τοῦ Θεοῦ φωτίζοντα τὰ κρυπτὰ τοῦ σκότους, τὴν τοῦ Θεοῦ κρίσιν ἀναθήσομεν ἀνθρώπῳ· εἰ δὲ μὴ, πῶς «ἔδωκεν αὐτῷ ὁ Πατὴρ ἐξουσίαν κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί;» καὶ πῶς ἥνωται τῷ κρίνοντι; Ὀρθ.
English
having motion; does not the sun shine in it and through it, while the lamp prevails and makes it its own, so that the sun is called a lamp? So God the Word, working his own power in a rational living being and through a rational living being, by his own good pleasure makes that living being beyond its nature, and did not prevent the living being from being rational; and he did not deem it unworthy to be called the same man, and in accomplishing the wonders he is not separated from the one united, that is, assumed, but as having become his, he works all things; and for this reason it is said, "The Word became flesh," and not "in flesh," that we may know the union by good pleasure, and, taught this, may recognize one and the same Christ as God and man. Apollinarius: Is the man worshiped by angels, or not? But if he is not worshiped, how is he united, and how does the Son send his angels? But if he is worshiped because divine power dwells in him, how is he worshiped by those who always have divine power dwelling in them? And shall we too worship the man, or not? But if we do not worship him, how shall we think him united, and how are we baptized into his death? But if we worship both the man and God alike, we shall be impious, setting the creature on equal terms with the Creator. And if we expect the man to judge together with God, illuminating the hidden things of darkness, we shall be attributing God's judgment to a man; but if not, how "the Father gave him authority to execute judgment, because he is the Son of Man"? And how is he united to the one who judges? Orthodox:
khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat:106 · narrative
Source
Διὰ γὰρ τοῦτο ἔλαβε παρὰ τοῦ Θεοῦ ἐξουσίαν κρίσιν ποιεῖν, Κύριος ὢν τῆς δόξης καὶ πάσης ἐξουσίας, ἐπειδὴ, Θεὸς Λόγος ὢν, ἐγένετο ἄνθρωπος, ὅλην ἀνθρωπότητα λαβών. Ἡ γὰρ μορφὴ τοῦ δούλου ὅλη ἐστὶν ἀνθρωπότης, ὡς ἡ μορφὴ τοῦ Θεοῦ ὅλη θεότης. Καὶ ἡμεῖς καὶ ἄγγελοι προσκυνοῦμεν αὐτῷ τῷ Θεῷ Λόγῳ, μορφὴν δούλου λαβόντι· καὶ οὐκ ἐν μέρει τὸν Θεὸν προσκυνοῦμεν, καὶ ἐν μέρει τὸν ἄνθρωπον· οὐδὲ κτίσμα καὶ κτίστην ἐν ἴσῳ τιθέμεθα· ἀλλ' ὥσπερ σὺ, εἴ γε ὁμολογεῖς κἂν γοῦν σάρκα ὁμοούσιον ἡμῖν αὐτὸν λαβόντα ἐκ τῆς Παρθένου, προσκυνεῖς αὐτὸν σαρκωθέντα μετὰ τῆς σαρκὸς, οὐκ ἐν ἴσῳ τιθεὶς τὴν σάρκα καὶ τὴν θεότητα, οὐδὲ χωρίζων τὴν σάρκα, καὶ ἐν μέρει προσκυνῶν αὐτὴν, ἀλλὰ τὴν θεότητα μετὰ τῆς σαρκὸς προσκυνεῖς· οὕτω καὶ ἡμεῖς τὴν θεότητα ἐνανθρωπήσασαν προσκυνοῦμεν, οὐ χωρίζοντες αὐτὴν τῆς ἀνθρωπότητος. Καὶ φωτίζει τὰ κρυπτὰ τοῦ σκότους Χριστὸς, εἷς ὢν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος, ὡς πῦρ ἐν ὕλῃ φωτίζων τοὺς προσιόντας αὐτοῦ τῷ φωτὶ, οὐ χωριζόμενον τῆς ἑνωθείσης ὕλης, οὐδὲ ἀναλισκομένης τῆς ὕλης, καθάπερ οὐδὲ ἡ παρὰ Μωσῇ βάτος. Ἀπολλ. Ἄνθρωπος Θεῷ παραζευχθεὶς, ἕτερος παρὰ τὸν Θεόν ἐστι ταῖς ζωτικαῖς κινήσεσι, λογιστικαῖς τε καὶ παθητικαῖς· καὶ πάσχων, ὡς ἕτερος πάσχει, καὶ προσκυνούμενος, ὡς ἕτερος προσκυνεῖται. Σὰρξ δὲ Θεοῦ ζωῆς ὄργανον ἁρμοζόμενον τοῖς πάθεσι πρὸς τὰς θείας βουλὰς, καὶ οὔτε λόγοι σαρκὸς ἴδιοι, οὔτε πράξεις, καὶ τοῖς πάθεσιν ὑποβαλλομένη·
English
For this reason he received from God authority to execute judgment, being Lord of glory and of all authority, since, being God the Word, he became man, taking whole humanity. For the form of the servant is whole humanity, as the form of God is whole divinity. And we and the angels worship him, God the Word himself, who took the form of a servant; and we do not worship God in part and man in part; nor do we place creature and Creator on equal terms; but just as you, if indeed you confess that he took flesh from the Virgin consubstantial with us, worship him incarnate together with the flesh, not placing the flesh and the divinity on equal terms, nor separating the flesh and worshipping it in part, but worshipping the divinity together with the flesh—so also we worship the divinity become man, not separating it from the humanity. And Christ illuminates the hidden things of darkness, being one and the same God and man, like fire in matter illuminating those who approach his light, not separated from the matter united to it, nor is the matter consumed, just as neither was the bush in Moses' time. Apoll.: A man yoked to God is other than God in his vital motions, both rational and passible; and suffering, he suffers as another, and being worshipped, he is worshipped as another. But the flesh of God is an instrument of life fitted to the passions for the divine counsels, and it has neither words nor deeds proper to the flesh, and is subject to the passions;
khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat:107 · narrative
Source
κατὰ τὸ σαρκὶ προσῆκον, ἰσχύει κατὰ τῶν παθῶν, διὰ τὸ Θεοῦ εἶναι σὰρξ, ὥστε καὶ κατάρξαι τῆς ἀπαθείας τοῖς οὐχ ὁμοίως μὲν, ὁμοζώοις δὲ σώμασι· καὶ προσκυνεῖται ὡς Θεοῦ σὰρξ, Θεοῦ ὄντος οὕτω τοῦ προσκυνουμένου· καὶ συνάφειαν ἡμῖν δίδωσιν, οὗ ἐστι σῶμα· καὶ προσκυνεῖται, οὐχ ὡς κτίσμα, ὅτι μηδὲν κτίσμα μέρος Θεοῦ. Οἱ ἄρα σάρκα λαβεῖν τὸν Θεὸν πιστεύσαντες, καὶ τῶν εὐεργεσιῶν τυγχάνουσι, καὶ οὐκ εἰς ἕτερον μεταπίπτουσιν· ὧν τὰ ἐναντία ἔχουσιν οἱ ἄνθρωπον παρεζεῦχθαι λέγοντες Θεῷ. Ὀρθ. Ἀνεχώρησας τῆς θεοπνεύστου Γραφῆς, καὶ διὰ τοῦτο τῆς χάριτος ἐξέπεσες, τῆς Γραφῆς λεγούσης τὸ, «Ἔλαβε,» καὶ, «Ἐγένετο·» τὸ παρεζεῦχθαι σαυτῷ ὤρυξας καθάπερ λάκκον συντετριμμένον, μὴ δυνάμενον ὕδωρ συνέχειν. Πῶς δὲ οὐ θέλεις ταῖς ζωτικαῖς καὶ λογιστικαῖς καὶ παθητικαῖς κινήσεσι χωρίζεσθαι τὸν Λόγον τῆς ἀνθρωπότητος; Ἆρα γὰρ καὶ αὐξάνων, θεϊκῇ κινήσει ἀπὸ ἡλικίας εἰς ἡλικίαν θεϊκῶς ηὔξανεν; Καὶ σοφίᾳ
προκόπτων, θεϊκῶς προσέκοπτεν; Καὶ λυπούμενος καὶ ἀγωνιῶν, καὶ ταραττόμενος, θεϊκῶς ἐλυπεῖτο καὶ ἠγωνία, καὶ ἐταράττετο, καὶ ἐκοπία καὶ ἔπασχεν; Μὴ γένοιτο! Ἀλλ' ὥσπερ τὸ σῶμα τὸ ἐκ Μαρίας, ἑαυτοῦ σῶμα ἔλεγεν ὁ Θεὸς Λόγος, οὐ τῆς αὐτῆς οὐσίας ὂν τῇ θεότητι· οὕτω καὶ τὰ πάθη καὶ τὴν αὔξησιν τὴν ζωτικὴν καὶ λογιστικὴν ἑαυτοῦ λέγει, ἰδιοποιούμενος πάντα τῆς ἀνθρωπότητος τῇ εὐδοκίᾳ τῆς χάριτος· ὡσαύτως καὶ τὴν σάρκα ζωῆς ὄργανον ἁρμοζόμενον πρὸς τὰς θείας βουλάς. Ἵνα γὰρ πτύσῃ, σώματι κέχρηται ὀργάνῳ· ἵνα ταφῇ, ὁμοίως τῷ σώματι·
English
According to what pertains to the flesh, he has power over the passions, because the flesh is God's, so as even to begin impassibility for bodies that are not similarly [disposed] but are of like nature; and it is worshipped as God's flesh, since the one worshipped is thus God; and he gives us union with himself, whose body it is; and it is worshipped, not as a creature, because no creature is a part of God. Those, then, who believe that God took flesh both obtain the benefits and do not fall into another [state]; those who say that a man was joined alongside God have the opposite of these things. Orth.: You have departed from the God-inspired Scripture, and for this reason you have fallen from grace, since the Scripture says, "He took," and, "He became"; you have dug for yourself the "joined alongside" like a broken cistern, unable to hold water. But how do you not wish the Word to be separated from humanity by the vital, rational, and passible movements? For did he also, while growing, grow divinely by a divine movement from age to age? And while advancing in wisdom, did he advance divinely? And while grieving and being in agony, and being troubled, did he grieve and agonize and was troubled divinely, and did he grow weary and suffer? May it not be! But just as God the Word called the body from Mary his own body, though it is not of the same substance as the divinity, so too he calls the passions and the vital and rational growth his own, appropriating all things of humanity by the good pleasure of grace; likewise also the flesh, fitted as an instrument of life for the divine counsels. For in order that he might spit, he used the body as an instrument; in order that he might be buried, likewise with the body;
khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat:108 · narrative
Source
ἵνα δὲ πάθῃ ἑκουσίως, καὶ ἵνα τὸν ᾅδην σκυλεύσῃ, τῇ ψυχῇ, ἣν ἔλεγε τιθέναι ὑπὲρ τῶν προβάτων. Καὶ οὔτε ἀνθρώπου λόγοι ἴδιοι, οὔτε αἱ πράξεις· σὰρξ δὲ τοῖς πάθεσιν, ὑποβαλλομένη κατὰ τὸ ἀνθρώπῳ προσῆκον, ἰσχύει κατὰ τῶν παθῶν διὰ τὴν πρὸς τὸν Θεὸν ἕνωσιν. «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» ὥστε κατάρξαι τῆς ἀπαθείας τοῖς ὁμοίοις. «Ὡμοίωται» γὰρ «κατὰ πάντα τοῖς ἀδελφοῖς ὁ Θεὸς Λόγος, «ἑνωθεὶς ἀνθρωπότητι, καὶ προσκυνεῖται Θεὸς ἐνανθρωπήσας· καὶ συνάφειαν ἡμῖν πρὸς αὐτὸν δίδωσι, μετασχὼν αἵματος καὶ σαρκὸς, καὶ προσκυνεῖται ὁ αὐτὸς, ἑνώσει τῇ πρὸς ἡμᾶς ὡς ἄνθρωπος, φύσει δὲ καὶ οὐσίᾳ ὢν Θεός. Τί δὲ καὶ λέγειν ἐτόλμησας μέρος Θεοῦ τὴν σάρκα τὴν ἐκ σπέρματος Δαβὶδ, τὴν ἐκ Μαρίας τῆς Παρθένου, τὴν οὐ φαντασίᾳ σάρκα, ἀλλ' ἀληθείᾳ, καὶ μετὰ τὴν ἀνάστασιν φανεῖσαν; Νομιζόντων γὰρ τῶν μαθητῶν φάντασμα εἶναι, ὅτι τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν, ὑπομνήσθητι αὐτοῦ τῶν λόγων, ἵνα ἀκούσῃς τό· «Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ ὁρᾶτε ἔχοντα.» Τοῦ δὲ ἀμεροῦς Θεοῦ πῶς οἷόν τέ ἐστι μέρος νοῆσαι, καὶ ταῦτα σάρκα, τῆς σῆς ἐστι σοφίας ἐξηγήσασθαι. Ἀπολλ. Εἰ σὰρξ, ὡς ἐπιστρατευομένη τῷ νῷ, κεχώρισται τοῦ νοῦ, κατὰ τὸν Ἀπόστολον, ὁ τὴν σάρκα λαβὼν Θεὸς ἀπὸ ταύτης ἔχει τὰς ἐπιστρατευομένας ἐπὶ νοῦν κινήσεις, αὐτῷ δὲ μὴ ὑποταττομένας ὡς ἀνταγωνιστῇ τῷ νῶ. Εἰ δὲ τοῦτο, οὐκ αὐτὸς ὁ πάσχων, καθὸ Θεός. Ὀρθ. Τίνι γὰρ τῶν ἁγίων οὐχ ὑπετάγησαν αἱ ἐπιστρατευόμεναι τῷ νῷ κινήσεις; ἢ πῶς ἅγιοι, εἰ μὴ ὑπέταξαν αὐτάς;
English
So that he might suffer willingly, and so that he might despoil Hades, by the soul which he said he was laying down for the sheep. And neither are the words his own as a man, nor the deeds; but the flesh, subjected to passions in the way that befits a man, has power over the passions through its union with God. "For he did not commit sin, nor was guile found in his mouth," so as to begin impassibility for those who are like him. For "the God Logos has been made like his brothers in all things," united to humanity, and is worshipped as God made man; and he gives us a connection to himself, having partaken of blood and flesh, and the same one is worshipped, by his union with us as a man, but being God by nature and essence. But why did you dare to say that the flesh from the seed of David, from Mary the Virgin, the flesh not in appearance but in truth, and which appeared even after the resurrection, is a part of God? For when the disciples thought it was a phantom, because he entered while the doors were closed, remember his words, so that you may hear: "Touch me and see, that a spirit does not have flesh and bones, as you see me having." But how it is possible to conceive a part of the indivisible God, and that flesh, is for your wisdom to explain. Apoll.: If the flesh, as being at war with the mind, is separated from the mind, according to the Apostle, then God, having taken flesh, has from it the motions that war against the mind, and which are not subject to him as to an adversary to the mind. But if this is so, he is not himself the one who suffers, insofar as he is God. Orth.: For to which of the saints were the motions that war against the mind not subjected? Or how are they saints, if they did not subject them?
khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat:109 · narrative
Source
Εἰ δὲ τῷ νῷ τῶν ἁγίων ὑπετάγησαν αἱ ἀντιστρατευόμεναι τῷ νῷ κινήσεις, πῶς οὐχὶ τῷ Θεῷ Λόγῳ ὑποταγήσονται, ἑνωθέντι ψυχῇ νοερᾷ μετὰ σαρκὸς, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ χωρὶς ἁμαρτίας, καὶ ᾖ αὐτὸς Θεὸς καὶ ἄνθρωπος; Τί δὲ εἶναι θέλει τὸ, Εἰ δὲ τοῦτο, οὐκ αὐτὸς ὁ πάσχων, καθὸ Θεὸς, ἄλλοι νοήσουσιν, οἱ ἐπιγραφόμενοί σε διδάσκαλον.
English
But if the movements that war against the mind were subjected to the mind of the saints, how will they not be subjected to God the Word, who was united to a rational soul with flesh, so that he might be made like his brothers in all things without sin, and might himself be both God and man? But what does this mean: "But if this is so, he who suffers is not himself, insofar as he is God"? Others will understand, those who inscribe you as their teacher.
Citation. Tergwame, “De sancta trinitat”, khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat:1, machine-draft, 2026. https://naxiai.com/christian/works/khazarzar-athanasius-the-great-of-alexandria-de-sancta-trinitat#s1
Colophon. Source: khazarzar ·
licence: see record ·
model: deepseek/deepseek-v4.1-flash:floor ·
provider: Baidu ·
cost: $0.0140 ·
generated 2026-11-15.